Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/459

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ποταμοῦ. Εἰς δὲ τὴν Θῖνα ταύτην οὐκ ἔστιν εὐχερῶς ἀπελθεῖν· σπανίως γὰρ ἀπ ́ αὐτῆς τινὲς οὐ πολλοὶ ἔρχονται. Κεῖται δὲ ὁ τόπος ὑπ ́ αὐτὴν τὴν μικρὰν ἄρκτον, λέγεται δὲ συνορίζειν τοῖς ἀπεστραμμένοις μέρεσι τοῦ Πόντου καὶ τῆς Κασπίας θαλάσσης, καθ ́ ἣν ἡ παρακειμένη λίμνη Μαιῶτις εἰς τὸν ὠκεανὸν συναναστομοῦσα.

65. Κατ ́ ἔτος δὲ παραγίνεται ἐπὶ τὴν συνορίαν τῆς Θινὸς ἔθνος τι, τῷ μὲν σώματι κολοβοὶ καὶ σφόδρα πλατυπρόσωποι, ἐννοίαις δὲ λῷστοι· αὐτοὺς [δὲ] λέγεσθαί [φασι] Σησάτας, παρομοίους ἀνημέροις· παραγίνονται σὺν γυναιξὶ καὶ τέκνοις, βαστάζοντες φορτία μεγάλα [καὶ] ταρπόνας ὠμαμπελίνοις παραπλησίας, εἶτ ́ ἐνεπιμένουσιν ἐπί τινα τόπον τῆς συνορίας αὐτῶν καὶ τῶν ἐπὶ τῆς Θινὸς, καὶ ἑορτάζουσιν ἐπί τινας ἡμέρας, ὑποστρώσαντες ἑαυτοῖς τὰς ταρπόνας, καὶ ἀπαίρουσιν εἰς τὰ ἴδια εἰς τοὺς ἐσωτέρους τόπους. Οἱ δὲ ταῦτα δοκεύοντες τότε παραγίνονται ἐπὶ τοὺς τόπους καὶ συλλέγουσι τὰ ἐκείνων ὑποστρώματα, καὶ ἐξινιάσαντες καλάμους τοὺς λεγομένους πέτρους ἐπὶ λεπτὸν ἐπιδιπλώσαντες τὰ φύλλα καὶ σφαιροειδῆ ποιοῦντες διείρουσι ταῖς ἀπὸ τῶν καλάμων ἴναις. Γίνεται δὲ γένη τρία· ἐκ μὲν τοῦ μείζονος φύλλου τὸ ἁδρόσφαιρον μαλάβαθρον λεγόμενον, ἐκ δὲ τοῦ ὑποδε-