ἀγρίων, καὶ Βαργύσων ἕτερον ἔθνος καὶ τὸ τῶν Ἱππιοπροσώπων [ἢ] Μακροπροσώπων, λεγόμενον ἀνθρωποφάγον εἶναι.
63. Μετὰ δὲ ταῦτα, εἰς τὴν ἀνατολὴν [πλεόντων] καὶ τὸν ὠκεανὸν ἐν δεξιοῖς ἐχόντων, εὐώνυμα δὲ τὰ λοιπὰ μέρη ἔξωθεν παραπλεόντων, ὁ Γάγγης ἀπαντᾷ καὶ ἡ περὶ αὐτὴν ἐσχάτη τῆς ἀνατολῆς ἤπειρος, ἡ Χρυσῆ. Ποταμὸς δέ ἐστι περὶ αὐτὴν ὁ Γάγγης λεγόμενος, καὶ αὐτὸς μέγιστος τῶν κατὰ τὴν Ἰνδικὴν, ἀπόβασίν τε καὶ ἀνάβασιν τὴν αὐτὴν ἔχων τῷ Νείλῳ, καθ’ ὃν καὶ ἐμπόριόν ἐστιν ὁμώνυμον τῷ ποταμῷ, ὁ Γάγγης, δι’ οὗ φέρεται τό τε μαλάβαθρον καὶ ἡ Γαγγητικὴ νάρδος καὶ πινικὸν καὶ σινδόνες αἱ διαφορώταται, αἱ Γαγγητικαὶ λεγόμεναι. Λέγεται δὲ καὶ χρυσωρύχια περὶ τοὺς τόπους εἶναι, νόμισμά τε χρυσοῦ, ὁ λεγόμενος κάλτις. Κατ’ αὐτὸν δὲ τὸν ποταμὸν νῆσός ἐστιν ὠκεάνιος, ἐσχάτη τῶν πρὸς ἀνατολὴν μερῶν τῆς οἰκουμένης, ὑπ αὐτὸν ἀνέχοντα τὸν ἥλιον, καλουμένη Χρυσῆ, χελώνην ἔχουσα πάντων τῶν κατὰ τὴν Ἐρυθρὰν τόπων ἀρίστην.
64. Μετὰ δὲ ταύτην τὴν χώραν ὑπ’ αὐτὸν ἤδη τὸν βορέαν, ἔξωθεν εἰς Θινός τινα τόπον ἀποληγούσης τῆς θαλάσσης, παράκειται ἐν αὐτῇ πόλις μεσόγειος μεγίστη, λεγομένη Θῖναι, ἀφ ἧς τό τε ἔριον καὶ τὸ νῆμα καὶ τὸ ὀθόνιον τὸ Σηρικὸν εἰς τὰ Βαρύγαζα διὰ Βάκτρων πεζῇ φέρεται καὶ εἰς τὴν Λιμυρικὴν πάλιν διὰ τοῦ Γάγγου