Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/457

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

παρὰ δὲ τοῖς ἀρχαίοις αὐτῶν Ταπροβάνη. Ταύτης τὰ μὲν πρὸς βορέαν ἐστὶν ἥμερα καὶ διαπλεῖται τοῖς εἰς τὸν * πλιονακιστινει καὶ σχεδὸν εἰς τὸ κατ αὐτῆς ἀντιπαρακείμενον Ἀζανίας παρήκει. Γίνεται δὲ ἐν αὐτῇ πινικὸν καὶ λιθία διαφανὴς καὶ σινδόνες καὶ χελῶναι.

62. Περὶ δὲ τούτους τοὺς τόπους πολὺ τῇ μεσογείῳ παρήκουσα Μασαλία παράκειται χώρα· γίνονται ἐν αὐτῇ σινδόνες πλεῖσται. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν τὴν ἀνατολὴν διαπεράσαντι τὸν παρακείμενον κόλπον ἡ Δησαρηνὴ χώρα, φέρουσα ἐλέφαντα τὸν λεγόμενον βωσαρὴ, καὶ μετ ́ αὐτὴν, εἰς τὸν βορέαν ἤδη ἀπονεύοντος τοῦ πλοὸς, βάρβαρα πολλὰ ἔθνη, ἐν οἷς οἱ Κιρρᾶδαι, γένος ἀνθρώπων ἐντεθλιμμένων τὴν ῥῖνα,