Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/249

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φῦκος τῆς δοχμῆς τὸ πλάτος καὶ ἄνωθεν ὀξύ, ὥστε κεντεῖν. Οἱ δὲ ἐμποροί εἰσι μὲν Φοίνικες· ἐπᾶν δὲ ἀφίκωνται εἰς τὴν νῆσον τὴν Κέρνην, τοὺς μὲν γαύλους καθορμίζουσιν, ἐν τῇ Κέρνῃ σκηνὰς ποιησάμενοι αὑτοῖς· τὸν δὲ φόρτον ἐξελόμενοι αὐτοὶ διακομίζουσιν ἐν μικροῖς πλοίοις εἰς τὴν ἤπειρον. Εἰσὶ δὲ Αἰθίοπες πρὸς τὴν ἤπειρον. Εἰσὶ δὲ οὗτοι οἱ Αἰθίοπες, πρὸς οὓς διατίθενται. Πωλοῦσι δὲ πρὸς δέρματα ἐλάφων καὶ λεόντων καὶ παρδάλεων καὶ δέρματα ἐλεφάντων καὶ ὀδόντας, καὶ τῶν ἡμέρων βοσκημάτων. Οἱ Αἰθίοπες χρῶνται κόσμῳ * στίκτοις, καὶ ἐκπώμασι τοῦ ἐλέφαντος φιάλαις· καὶ αἱ γυναῖκες αὐτῶν χρῶνται κόσμῳ ψελίοις τοῦ ἐλέφαντος· χρῶνται δὲ καὶ πρὸς τοὺς ἵππους ἐλεφαντίνωι κόσμῳ. Εἰσὶ δὲ οὗτοι οἱ Αἰθίοπες μέγιστοι ἀνθρώπων πάντων ὧν ἡμεῖς ἴσμεν, μείζους ἢ τετραπήχεις· εἰσὶ δέ τινες αὐτῶν καὶ πενταπήχεις· καὶ πωγωνοφόροι εἰσὶ καὶ κομῆται, καὶ κάλλιστοι πάντων ἀνδρώπων οὗτοί εἰσι. Καὶ βασιλεύει αὐτῶν οὗτος, ὃς ἂν ᾗ μέγιστος. Εἰσὶ καὶ ἱππηλάται καὶ ἀκοντισταὶ καὶ τοξόται, καὶ χρῶνται τοῖς βέλεσι πεπυρακτωμένοις. Οἱ δὲ Φοίνικες ἔμποροι εἰσάγουσιν αὐτοῖς μύρον, λίθον Αἰγυπτίαν, ἄπρους ἐξαράκτους, κέραμον Ἀττικὸν καὶ χοῦς· τὰ γὰρ πλάσματά ἐστιν ὤνια ἐν τοῖς Χουσὶ τῇ ἑορτῇ. Εἰσὶ δὲ οἱ Αἰθίοπες οὗτοι κρεοφάγοι, γαλακτοπόται, οἶνον δὲ ποιοῦσι πολὺν ἀπὸ ἀμπέλων· τὸν δὲ καὶ αὐτὸν οἱ Φοίνικες