Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/209

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νίαν Στρυμὼν ποταμός· οὗτος ὁρίζει Μακεδονίαν καὶ Θρᾴκην.

67. Θρᾳκη. Διήκει δὲ ἡ Θρᾴκη ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Ἴστρου ποταμοῦ τοῦ ἐν τῷ Εὐξείνῳ Πόντῳ. Εἰσὶ δὲ ἐν Θρᾴκῃ πόλεις Ἑλληνίδες αἵδε· Ἀμφίπολις, Φάγρης, Γαληψός, Οἰσύμη καὶ ἄλλα ἐμπόρια Θασίων. Κατὰ ταῦτά ἐστι Θάσος νῆσος καὶ πόλις καὶ λιμένες δύο· τούτων ὁ εἷς κλειστός. Ἐπάνειμι δὲ πάλιν ὅθεν ἐξετραπόμην. Νεάπολις, κατὰ ταύτην Δάτον πόλις Ἑλληνίς, ἣν ὤικισε Καλλίστρατος