Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/210

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ἀθηναῖος, καὶ ποταμὸς Νέστος, Ἄβδηρα πόλις, Κούδητος ποταμὸς καὶ Μαρώνεια. Κατὰ ταῦτα Σαμοθρᾴκη νῆσος καὶ λιμήν. Κατὰ ταύτην ἐν τῇ ἠμείρῳ ἐμπόρια Δρῦς, Ζώνη, ποταμὸς Ἕβρος καὶ ἐπ᾽ αὐτῷ τεῖχος Δουρίσκος, Αἶνος πόλις καὶ λιμήν, τείχη Αἰνίων ἐν τῇ Θρᾴκη, Μέλας κόλπος, Μέλας ποταμός, Δερὶς ἐμπόριον, Κῶβρυς ἐμπόριον Καρδιανῶν καὶ ἄλλο Κύπασις. Κατὰ τὸν Μέλανα κόλπον Ἴμβρος ἐστὶ νῆσος καὶ πόλις, καὶ Λῆμνος νῆσος καὶ λιμήν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Μετὰ δὲ τὸν Μέλανα κόλπον ἐστὶν ἡ Θρᾳκία Χερρόνητος καὶ πόλεις ἐν αὐτῇ αἵδε· Καρδία, Ἴθη, Παιών, Ἀλωπεκόννησος, Ἄραπλος, Ἐλαιοῦς, Μάδυτος, Σηστὸς ἐπὶ τοῦ στόματος τῆς Προποντίδος, [ὅ] ἐστι