Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/205

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Μαλιέων χώραι ἐποικοῦσιν ἄνοθεν ἀπὸ μεσογείας Αἰνιᾶνες, καὶ δι᾽ αὐτῶν ῥεῖ ὁ Σπερχειὸς ποταμός.

63. Αχαιοι. Ἔξω δὲ τοῦ Μαλιαίου κόλπου εἰσὶν Ἀχαιοὶ Φθιῶται ἔθνος· εἰσὶ δὲ καὶ ἐν τῷ Παγασητικῷ κόλπῳ ἐπ᾽ ἀριστερᾷ εἰσπλέοντι, ὡς ἐπὶ τὸ ἥμισυ τοῦ κόλπου. Ἀχαιῶν πόλεις αἵδε· Ἀντρῶνες, Λάρισσα, Μελιταία, Δημήτριον, Θῆβαι· εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀχαιοῖς ἐν μεσογείαι.

64. Θετταλια. Μετὰ δὲ Ἀχαιοὺς Θετταλία καθήκει ἐπὶ θάλατταν ἐκ μεσογείας κατὰ στενὸν εἰς τὸν Παγασητικὸν κόλπον στάδιοι λʹ. Καί εἰσι Θετταλίας πόλεις αἵδε ἐπὶ θαλάττηι· Ἀμφαναῖον, Παγασαί· ἐν δὲ μεσογείαι Φεραί, Λάρισσα, Φάρσαλος, Κίερον, Πε-