Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/206

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λινναῖον, Σκοτοῦσα, Κραννών. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Θετταλῶν ἐν μεσογείαι. Ἡ δὲ Θετταλία παρήκει ἐν μεσογείαι ὑπὲρ Αἰνιάνων καὶ Δολόπων καὶ Μαλιέων καὶ Ἀχαιῶν καὶ Μαγνήτων μέχρι Τεμπῶν. Τοῦ δὲ Παγασητικοῦ κόλπου μῆκός ἐστιν ἀπὸ στόματος εἰς τὸν μυχὸν Παγασῶν πλοῦς προαριστίδιος. Τὸ δὲ στόμα αὐτοῦ ἐστὶ στάδια εʹ. Ἐν δὲ τῷ Παγασητικῷ κόλπῳ ἐστὶ νῆσος Κικύνηθος καὶ πόλις.

65. Μαγνητες. Ἔθνος ἐστὶ Μαγνήτων παρὰ θάλατταν, καὶ πόλεις αἵδε· Ἰωλκός, Μεθώνη, Κορακαί, Σπάλαυθρα, Ὀλιζών, Ἴσαι λιμήν. Ἔξω δὲ τοῦ κόλπου Παγασητικοῦ Μελίβοια, Ῥιζοῦς, Εὐρυμεναί, Μύραι. Ἐν μεσογείᾳ δὲ ἐποικοῦσιν ἔθνος Περραιβοί, Ἕλληνες. Μέχρι ἐνταῦθά ἐστιν ἀπὸ Ἀμβρακίας συνεχὴς ἡ Ἑλλάς· ἐπιεικῶς δὲ καὶ [ἡ] ἐπὶ θαλάττηι πᾶσα [ἐν] Ἑλλάδι ὁμοίως ἐστί.