Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/189

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ἰλλυριοὶ ἀπὸ Βουλινῶν. Τὸ δὲ στόμα τοῦ Ἰονίου κόλπου ἐστὶν ἀπὸ Κεραυνίων ὀρῶν μέχρι ἄκρας Ἰαπυγίας. Ἐπὶ δὲ Ὑδρόεντα πόλιν ἐν τῇ Ἰαπυγίαι ἀπὸ τῶν Κεραυνίων στάδια τοῦ διάπλου ὡς φʹ, [ ὅ] ἐστι τὸ στόμα τοῦ κόλπου· τὰ δὲ ἐντὸς ὁ Ἰόνιος. Λιμένες εἰσὶ πολλοὶ ἐν τῷ Ἀδρίαι· τὸ δὲ αὐτὸ Ἀδρίας ἐστὶ καὶ Ἰόνιος.

28. Χαονες. Μετὰ δὲ Ἰλλυριοὺς Χάονες. Ἡ δὲ Χαονία ἐστὶν εὐλίμενος· οἰκοῦσι δὲ κατὰ κώμας οἱ Χάονες. Παράπλους δ᾽ ἐστὶ Χαονίας ἥμισυ ἡμέρας.

29. Κορκυρα. Κατὰ δὲ Χαονίαν νῆσός ἐστι Κόρκυρα, καὶ πόλις Ἑλληνὶς ἐν αὐτῇ, λιμένας ἔχουσα τρεῖς κατὰ τὴν πόλιν· τούτων ὁ εἷς κλειστός. Ἐπιβάλλει δὲ Κόρκυρα καὶ ἐπὶ τὴν Θεσπρωτίαν πλεῖον ἢ ἐπὶ τὴν Χαονίαν. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.

30. Θεσπρωτοι. Μετὰ δὲ Χαονίαν Θεσπρωτοί εἰσιν ἔθνος. Οἰκοῦσι δὲ καὶ κατὰ κώμας· ἔστι δὲ καὶ αὕτη εὐλίμενος. Ἐνταῦθά ἐστι λιμήν, ὧι ὄνομα Ἐλαία. Εἰς τοῦτον τὸν λιμένα ποταμὸς ἐξίησιν Ἀχέρων· καὶ λίμνη Ἀχερουσία, ἐξ ἧς ὁ Ἀχέρων ῥεῖ ποταμός. Παράπλους δὲ τῆς Θεσπρωτίας ἥμισυ ἡμέρας.