Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/190

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

31. Κασσωποι. Μετὰ δὲ Θεσπρωτίαν Κασσωπία ἐστὶν ἔθνος. Οἰκοῦσι δὲ καὶ οὗτοι κατὰ κώμας. Παροικοῦσι δὲ οὗτοι ἕως εἰς τὸν Ἀνακτορικὸν κόλπον. Παράπλους δ᾽ ἐστὶ τῆς Κασσωπῶν χώρας ἥμισυ ἡμέρας. Μικρῷ δὲ ἐλάττων ὁ Ἀνακτορικὸς κόλπος ἐστὶν ἀπὸ τοῦ στόματος ἕως εἰς τὸν μυχὸν σταδίων ρκʹ. Τὸ δὲ στόμα εὖρος σταδίων δʹ.

32. Μολοττια. Μετὰ δὲ Κασσωπίαν Μολοττοί εἰσιν ἔθνος. Οἰκοῦσι δὲ οὗτοι κατὰ κώμας· καθήκουσι δὲ κατὰ μικρὸν ἐνταῦθα ἐπὶ τὴν θάλατταν, εἰς μεσογείαν δὲ πωλλῇ. Παράπλους δ᾽ ἐστὶ τῆς Μολοττίας χώρας σταδίων μʹ.

33. Αμβρακια. Μετὰ δὲ Μολοττίαν Ἀμβρακία πόλις Ἑλληνίς· ἀπέχει δὲ αὕτη ἀπὸ θαλάττης στάδια πʹ. Ἔστι δὲ καὶ ἐπὶ θαλάττης τεῖχος καὶ λιμὴν κλειστός. Ἐντεῦθεν ἄρχεται ἡ Ἑλλὰς συνεχὴς εἶναι μέχρι Πη-