Ρητορική/2
←Βιβλίο 1 | Ρητορική Συγγραφέας: Βιβλίο 2 |
Βιβλίο 3→ |
Ars Rhetorica. Aristotle. W. D. Ross. Oxford. Clarendon Press. 1959. |
Κεφάλαιο 1
[Επεξεργασία][1] ἐκ τίνων μὲν οὖν δεῖ καὶ προτρέπειν καὶ ἀποτρέπειν, καὶ ἐπαινεῖν καὶ ψέγειν, καὶ κατηγορεῖν καὶ ἀπολογεῖσθαι, καὶ ποῖαι δόξαι καὶ προτάσεις χρήσιμοι πρὸς τὰς τούτων πίστεις, ταῦτ᾽ ἐστίν: περὶ γὰρ τούτων καὶ ἐκ τούτων τὰ ἐνθυμήματα, ὡς περὶ ἕκαστον εἰπεῖν ἰδίᾳ τὸ γένος τῶν λόγων.
[2] ἐπεὶ δὲ ἕνεκα κρίσεώς ἐστιν ἡ ῥητορική (καὶ γὰρ τὰς συμβουλὰς κρίνουσι καὶ ἡ δίκη κρίσις ἐστίν), ἀνάγκη μὴ μόνον πρὸς τὸν λόγον ὁρᾶν, ὅπως ἀποδεικτικὸς ἔσται καὶ πιστός, ἀλλὰ καὶ αὑτὸν ποιόν τινα καὶ τὸν κριτὴν κατασκευάζειν:
[3] πολὺ γὰρ διαφέρει πρὸς πίστιν, μάλιστα μὲν ἐν ταῖς συμβουλαῖς, εἶτα καὶ ἐν ταῖς δίκαις, τό τε ποιόν τινα φαίνεσθαι τὸν λέγοντα καὶ τὸ πρὸς αὑτοὺς ὑπολαμβάνειν πως διακεῖσθαι αὐτόν, πρὸς δὲ τούτοις ἐὰν καὶ αὐτοὶ διακείμενοί πως τυγχάνωσιν.
[4] τὸ μὲν οὖν ποιόν τινα φαίνεσθαι τὸν λέγοντα χρησιμώτερον εἰς τὰς συμβουλάς ἐστιν, τὸ δὲ διακεῖσθαί πως τὸν ἀκροατὴν εἰς τὰς δίκας: οὐ γὰρ ταὐτὰ φαίνεται φιλοῦσι καὶ μισοῦσιν, οὐδ᾽ ὀργιζομένοις καὶ πράως ἔχουσιν, ἀλλ᾽ ἢ τὸ παράπαν ἕτερα ἢ κατὰ μέγεθος ἕτερα: τῷ μὲν γὰρ φιλοῦντι περὶ οὗ ποιεῖται τὴν κρίσιν ἢ οὐκ ἀδικεῖν ἢ μικρὰ δοκεῖ ἀδικεῖν, τῷ δὲ μισοῦντι τοὐναντίον: καὶ τῷ μὲν ἐπιθυμοῦντι καὶ εὐέλπιδι ὄντι, ἐὰν ᾖ τὸ ἐσόμενον ἡδύ, καὶ ἔσεσθαι καὶ ἀγαθὸν ἔσεσθαι φαίνεται, τῷ δ᾽ ἀπαθεῖ <ἢ>καὶ δυσχεραίνοντι τοὐναντίον.
[5] τοῦ μὲν οὖν αὐτοὺς εἶναι πιστοὺς τοὺς λέγοντας τρία ἐστὶ τὰ αἴτια: τοσαῦτα γάρ ἐστι δι᾽ ἃ πιστεύομεν ἔξω τῶν ἀποδείξεων. ἔστι δὲ ταῦτα φρόνησις καὶ ἀρετὴ καὶ εὔνοια: διαψεύδονται γὰρ περὶ ὧν λέγουσιν ἢ συμβουλεύουσιν ἢ δι᾽ ἅπαντα ταῦτα ἢ διὰ τούτων τι:
[6] ἢ γὰρ δι᾽ ἀφροσύνην οὐκ ὀρθῶς δοξάζουσιν, ἢ δοξάζοντες ὀρθῶς διὰ μοχθηρίαν οὐ τὰ δοκοῦντα λέγουσιν, ἢ φρόνιμοι μὲν καὶ ἐπιεικεῖς εἰσιν ἀλλ᾽ οὐκ εὖνοι, διόπερ ἐνδέχεται μὴ τὰ βέλτιστα συμβουλεύειν γιγνώσκοντας, καὶ παρὰ ταῦτα οὐδέν. ἀνάγκη ἄρα τὸν ἅπαντα δοκοῦντα ταῦτ᾽ ἔχειν εἶναι τοῖς ἀκροωμένοις πιστόν.
[7] ὅθεν μὲν οὖν φρόνιμοι καὶ σπουδαῖοι φανεῖεν ἄν, ἐκ τῶν περὶ τὰς ἀρετὰς διῃρημένων ληπτέον: ἐκ γὰρ τῶν αὐτῶν κἂν ἕτερόν τις κἂν ἑαυτὸν κατασκευάσειε τοιοῦτον: περὶ δ᾽ εὐνοίας καὶ φιλίας ἐν τοῖς περὶ τὰ πάθη λεκτέον.
[8] ἔστι δὲ τὰ πάθη δι᾽ ὅσα μεταβάλλοντες διαφέρουσι πρὸς τὰς κρίσεις οἷς ἕπεται λύπη καὶ ἡδονή, οἷον ὀργὴ ἔλεος φόβος καὶ ὅσα ἄλλα τοιαῦτα, καὶ τὰ τούτοις ἐναντία.
[9] δεῖ δὲ διαιρεῖν περὶ ἕκαστον εἰς τρία, λέγω δ᾽ οἷον περὶ ὀργῆς πῶς τε διακείμενοι ὀργίλοι εἰσί, καὶ τίσιν εἰώθασιν ὀργίζεσθαι, καὶ ἐπὶ ποίοις: εἰ γὰρ τὸ μὲν ἓν ἢ τὰ δύο ἔχοιμεν τούτων, ἅπαντα δὲ μή, ἀδύνατον ἂν εἴη τὴν ὀργὴν ἐμποιεῖν: ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥσπερ οὖν καὶ ἐπὶ τῶν προειρημένων διεγράψαμεν τὰς προτάσεις, οὕτω καὶ περὶ τούτων ποιήσωμεν καὶ διέλωμεν τὸν εἰρημένον τρόπον.
Κεφάλαιο 2
[Επεξεργασία][1] ἔστω δὴ ὀργὴ ὄρεξις μετὰ λύπης τιμωρίας [φαινομένης] διὰ φαινομένην ὀλιγωρίαν εἰς αὐτὸν ἤ <τι>τῶν αὐτοῦ, τοῦ ὀλιγωρεῖν μὴ προσήκοντος.
[2] εἰ δὴ τοῦτ᾽ ἐστὶν ἡ ὀργή, ἀνάγκη τὸν ὀργιζόμενον ὀργίζεσθαι ἀεὶ τῶν καθ᾽ ἕκαστόν τινι, οἷον Κλέωνι ἀλλ᾽ οὐκ ἀνθρώπῳ, καὶ ὅτι αὑτὸν ἢ τῶν αὑτοῦ τί πεποίηκεν ἢ ἤμελλεν, καὶ πάσῃ ὀργῇ ἕπεσθαί τινα ἡδονήν, τὴν ἀπὸ τῆς ἐλπίδος τοῦ τιμωρήσασθαι: ἡδὺ μὲν γὰρ τὸ οἴεσθαι τεύξεσθαι ὧν ἐφίεται, οὐδεὶς δὲ τῶν φαινομένων ἀδυνάτων ἐφίεται αὑτῷ, ὁ δὲ ὀργιζόμενος ἐφίεται δυνατῶν αὑτῷ. διὸ καλῶς εἴρηται περὶ θυμοῦ: ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται: Hom. Il. 18.109-110 ἀκολουθεῖ γὰρ καὶ ἡδονή τις διά τε τοῦτο καὶ διότι διατρίβουσιν ἐν τῷ τιμωρεῖσθαι τῇ διανοίᾳ: ἡ οὖν τότε γινομένη φαντασία ἡδονὴν ἐμποιεῖ, ὥσπερ ἡ τῶν ἐνυπνίων.
[3] ἐπεὶ δὲ ἡ ὀλιγωρία ἐστὶν ἐνέργεια δόξης περὶ τὸ μηδενὸς ἄξιον φαινόμενον (καὶ γὰρ τὰ κακὰ καὶ τἀγαθὰ ἄξια οἰόμεθα σπουδῆς εἶναι, καὶ τὰ συντείνοντα πρὸς αὐτά: ὅσα δὲ μηδέν τι ἢ μικρόν, οὐδενὸς ἄξια ὑπολαμβάνομεν), τρία ἐστὶν εἴδη ὀλιγωρίας, καταφρόνησίς τε καὶ ἐπηρεασμὸς καὶ ὕβρις:
[4] ὅ τε γὰρ καταφρονῶν ὀλιγωρεῖ (ὅσα γὰρ οἴονται μηδενὸς ἄξια, τούτων καταφρονοῦσιν, τῶν δὲ μηδενὸς ἀξίων ὀλιγωροῦσιν), καὶ ὁ ἐπηρεάζων φαίνεται ὀλιγωρεῖν. ἔστι γὰρ ὁ ἐπηρεασμὸς ἐμποδισμὸς ταῖς βουλήσεσιν μὴ ἵνα τι αὑτῷ ἀλλ᾽ ἵνα μὴ ἐκείνῳ: ἐπεὶ οὖν οὐχ ἵνα αὑτῷ τι, ὀλιγωρεῖ: δῆλον γὰρ ὅτι οὔτε βλάψειν ὑπολαμβάνει, ἐφοβεῖτο γὰρ ἂν καὶ οὐκ ὠλιγώρει, οὔτ᾽ ὠφελῆσαι ἂν οὐδὲν ἄξιον λόγου, ἐφρόντιζε γὰρ ἂν ὥστε φίλος εἶναι:
[5] καὶ ὁ ὑβρίζων δὲ ὀλιγωρεῖ: ἔστι γὰρ ὕβρις τὸ πράττειν καὶ λέγειν ἐφ᾽ οἷς αἰσχύνη ἔστι τῷ πάσχοντι, μὴ ἵνα τι γίγνηται αὑτῷ ἄλλο ἢ ὅ τι ἐγένετο, ἀλλ᾽ ὅπως ἡσθῇ: οἱ γὰρ ἀντιποιοῦντες οὐχ ὑβρίζουσιν ἀλλὰ τιμωροῦνται.
[6] αἴτιον δὲ τῆς ἡδονῆς τοῖς ὑβρίζουσιν, ὅτι οἴονται κακῶς δρῶντες αὐτοὶ ὑπερέχειν μᾶλλον (διὸ οἱ νέοι καὶ οἱ πλούσιοι ὑβρισταί: ὑπερέχειν γὰρ οἴονται ὑβρίζοντες): ὕβρεως δὲ ἀτιμία, ὁ δ᾽ ἀτιμάζων ὀλιγωρεῖ: τὸ γὰρ μηδενὸς ἄξιον οὐδεμίαν ἔχει τιμήν, οὔτε ἀγαθοῦ οὔτε κακοῦ: διὸ λέγει ὀργιζόμενος ὁ Ἀχιλλεὺς ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς Hom. Il. 1.356 καὶ ὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην, Hom. Il. 9.648
[7] ὡς διὰ ταῦτα ὀργιζόμενος. προσήκειν δὲ οἴονται πολυωρεῖσθαι ὑπὸ τῶν ἡττόνων κατὰ γένος, κατὰ δύναμιν, κατ᾽ ἀρετήν, καὶ ὅλως ἐν ᾧ ἂν αὐτὸς ὑπερέχῃ πολύ, οἷον ἐν χρήμασιν ὁ πλούσιος πένητος καὶ ἐν τῷ λέγειν ῥητορικὸς ἀδυνάτου εἰπεῖν καὶ ἄρχων ἀρχομένου καὶ ἄρχειν ἄξιος [οἰόμενος] τοῦ ἄρχεσθαι ἀξίου: διὸ εἴρηται θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων Hom. Il. 2.196 καὶ ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον: Hom. Il. 1.82 ἀγανακτοῦσι γὰρ διὰ τὴν ὑπεροχήν.
[8] ἔτι ὑφ᾽ ὧν τις οἴεται εὖ πάσχειν δεῖν: οὗτοι δ᾽ εἰσὶν οὓς εὖ πεποίηκεν ἢ ποιεῖ, αὐτὸς ἢ δι᾽ αὐτόν τις ἢ τῶν αὐτοῦ τις, ἢ βούλεται ἢ ἐβουλήθη.
[9] φανερὸν οὖν ἐκ τούτων ἤδη πῶς τε ἔχοντες ὀργίζονται αὐτοὶ καὶ τίσιν καὶ διὰ ποῖα. αὐτοὶ μὲν γάρ, ὅταν λυπῶνται: ἐφίεται γάρ τινος ὁ λυπούμενος: ἐάν τε οὖν κατ᾽ εὐθυωρίαν ὁτιοῦν ἀντικρούσῃ τις, οἷον τῷ διψῶντι πρὸς τὸ πιεῖν, ἐάν τε μή, ὁμοίως ταὐτὸ φαίνεται ποιεῖν: καὶ ἐάν τε ἀντιπράττῃ τις ἐάν τε μὴ συμπράττῃ ἐάν τε ἄλλο τι ἐνοχλῇ οὕτως ἔχοντα, πᾶσιν ὀργίζεται:
[10] διὸ κάμνοντες, πενόμενοι, <πολεμοῦντες,>ἐρῶντες, διψῶντες, ὅλως ἐπιθυμοῦντες καὶ μὴ κατορθοῦντες ὀργίλοι εἰσὶ καὶ εὐπαρόρμητοι, μάλιστα μὲν πρὸς τοὺς τοῦ παρόντος ὀλιγωροῦντας, οἷον κάμνων μὲν τοῖς πρὸς τὴν νόσον, πενόμενος δὲ τοῖς πρὸς τὴν πενίαν, πολεμῶν δὲ τοῖς πρὸς τὸν πόλεμον, ἐρῶν δὲ τοῖς πρὸς τὸν ἔρωτα, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις <εἰ δὲ μή, κἂν ὁτιοῦν ἄλλο ὀλιγωρῇ τις>: προοδοποιεῖται γὰρ ἕκαστος πρὸς τὴν ἑκάστου ὀργὴν ὑπὸ τοῦ ὑπάρχοντος πάθους: ἔτι δ᾽ ἐὰν τἀναντία τύχῃ προσδεχόμενος:
[11] λυπεῖ γὰρ μᾶλλον τὸ πολὺ παρὰ δόξαν, ὥσπερ καὶ τέρπει τὸ πολὺ παρὰ δόξαν, ἐὰν γένηται ὃ βούλεται: διὸ καὶ ὧραι καὶ χρόνοι καὶ διαθέσεις καὶ ἡλικίαι ἐκ τούτων φανεραί, ποῖαι εὐκίνητοι πρὸς ὀργὴν καὶ ποῦ καὶ πότε, καὶ ὅτε μᾶλλον ἐν τούτοις εἰσί, μᾶλλον καὶ εὐκίνητοι.
[12] αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες εὐκίνητοι πρὸς ὀργήν, ὀργίζονται δὲ τοῖς τε καταγελῶσι καὶ χλευάζουσιν καὶ σκώπτουσιν (ὑβρίζουσι γάρ), καὶ τοῖς τὰ τοιαῦτα βλάπτουσιν ὅσα ὕβρεως σημεῖα: ἀνάγκη δὲ τοιαῦτα εἶναι ἃ μήτε ἀντί τινος μήτ᾽ ὠφέλιμα τοῖς ποιοῦσιν: ἤδη γὰρ δοκεῖ δι᾽ ὕβριν.
[13] καὶ τοῖς κακῶς λέγουσι καὶ καταφρονοῦσι περὶ ὧν αὐτοὶ μάλιστα σπουδάζουσιν, οἷον οἱ ἐπὶ φιλοσοφίᾳ φιλοτιμούμενοι ἐάν τις εἰς τὴν φιλοσοφίαν, οἱ δ᾽ ἐπὶ τῇ ἰδέᾳ ἐάν τις εἰς τὴν ἰδέαν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων:
[14] ταῦτα δὲ πολλῷ μᾶλλον, ἐὰν ὑποπτεύσωσι μὴ ὑπάρχειν αὑτοῖς, ἢ ὅλως ἢ μὴ ἰσχυρῶς, ἢ μὴ δοκεῖν: ἐπειδὰν γὰρ σφόδρα οἴωνται ὑπερέχειν ἐν τούτοις ἐν οἷς σκώπτονται, οὐ φροντίζουσιν.
[15] καὶ τοῖς φίλοις μᾶλλον ἢ τοῖς μὴ φίλοις: οἴονται γὰρ προσήκειν μᾶλλον πάσχειν εὖ ὑπ᾽ αὐτῶν ἢ μή.
[16] καὶ τοῖς εἰθισμένοις τιμᾶν ἢ φροντίζειν, ἐὰν πάλιν μὴ οὕτως ὁμιλῶσιν: καὶ γὰρ ὑπὸ τούτων οἴονται καταφρονεῖσθαι: ταὐτὰ γὰρ ἂν ποιεῖν.
[17] καὶ τοῖς μὴ ἀντιποιοῦσιν εὖ μηδὲ τὴν ἴσην ἀνταποδιδοῦσιν. καὶ τοῖς τἀναντία ποιοῦσιν αὐτοῖς, ἐὰν ἥττους ὦσιν. καταφρονεῖν γὰρ πάντες οἱ τοιοῦτοι φαίνονται, καὶ οἱ μὲν ὡς ἡττόνων οἱ δ᾽ ὡς παρὰ ἡττόνων.
[18] καὶ τοῖς ἐν μηδενὶ λόγῳ οὖσιν, ἄν τι ὀλιγωρῶσι, μᾶλλον: ὑπόκειται γὰρ ἡ ὀργὴ τῆς ὀλιγωρίας πρὸς τοὺς μὴ προσήκοντας, προσήκει δὲ τοῖς ἥττοσι μὴ ὀλιγωρεῖν:
[19] τοῖς δὲ φίλοις, ἐάν τε μὴ εὖ λέγωσιν ἢ ποιῶσιν, καὶ ἔτι μᾶλλον ἐὰν τἀναντία, καὶ ἐὰν μὴ αἰσθάνωνται δεομένων, ὥσπερ ὁ Ἀντιφῶντος Πλήξιππος τῷ Μελεάγρῳ: ὀλιγωρίας γὰρ τὸ μὴ αἰσθάνεσθαι σημεῖον: ὧν γὰρ φροντίζομεν οὐ λανθάνει.
[20] καὶ τοῖς ἐπιχαίρουσι ταῖς ἀτυχίαις καὶ ὅλως εὐθυμουμένοις ἐν ταῖς αὐτῶν ἀτυχίαις: ἢ γὰρ ἐχθροῦ ἢ ὀλιγωροῦντος σημεῖον. καὶ τοῖς μὴ φροντίζουσιν ἐὰν λυπήσωσιν: διὸ καὶ τοῖς κακὰ ἀγγέλλουσιν ὀργίζονται.
[21] καὶ τοῖς ἢ ἀκούουσι περὶ αὐτῶν ἢ θεωμένοις τὰ αὐτῶν φαῦλα: ὅμοιοι γάρ εἰσιν ἢ ὀλιγωροῦσιν ἢ ἐχθροῖς:
[22] οἱ γὰρ φίλοι συναλγοῦσιν, θεώμενοι δὲ τὰ οἰκεῖα φαῦλα πάντες ἀλγοῦσιν. ἔτι τοῖς ὀλιγωροῦσι πρὸς πέντε, πρὸς οὓς φιλοτιμοῦνται, [πρὸς] οὓς θαυμάζουσιν, ὑφ᾽ ὧν βούλονται θαυμάζεσθαι, ἢ οὓς αἰσχύνονται, ἢ ἐν τοῖς αἰσχυνομένοις αὐτούς: ἄν τις ἐν τούτοις ὀλιγωρῇ, ὀργίζονται μᾶλλον.
[23] καὶ τοῖς εἰς τὰ τοιαῦτα ὀλιγωροῦσιν ὑπὲρ ὧν αὐτοῖς αἰσχρὸν μὴ βοηθεῖν, οἷον γονεῖς, τέκνα, γυναῖκας, ἀρχομένους. καὶ τοῖς χάριν μὴ ἀποδιδοῦσιν: παρὰ τὸ προσῆκον γὰρ ἡ ὀλιγωρία.
[24] καὶ τοῖς εἰρωνευομένοις πρὸς σπουδάζοντας:
[25] καταφρονητικὸν γὰρ ἡ εἰρωνεία. καὶ τοῖς τῶν ἄλλων εὐποιητικοῖς, ἐὰν μὴ καὶ αὐτῶν: καὶ γὰρ τοῦτο καταφρονητικόν, τὸ μὴ ἀξιοῦν, ὧν πάντας, καὶ αὐτόν.
[26] ποιητικὸν δ᾽ ὀργῆς καὶ ἡ λήθη, οἷον καὶ ἡ τῶν ὀνομάτων, οὕτως οὖσα περὶ μικρόν: ὀλιγωρίας γὰρ δοκεῖ καὶ ἡ λήθη σημεῖον εἶναι: δι᾽ ἀμέλειαν μὲν γὰρ ἡ λήθη γίγνεται, ἡ δ᾽ ἀμέλεια ὀλιγωρία τίς ἐστιν.
[27] οἷς μὲν οὖν ὀργίζονται καὶ ὡς ἔχοντες καὶ διὰ ποῖα, ἅμα εἴρηται: δῆλον δ᾽ ὅτι δέοι ἂν κατασκευάζειν τῷ λόγῳ τοιούτους οἷοι ὄντες ὀργίλως ἔχουσιν, καὶ τοὺς ἐναντίους τούτοις ἐνόχους ὄντας ἐφ᾽ οἷς ὀργίζονται, καὶ τοιούτους οἵοις ὀργίζονται.
Κεφάλαιο 3
[Επεξεργασία][1] ἐπεὶ δὲ τὸ ὀργίζεσθαι ἐναντίον τῷ πραΰνεσθαι καὶ ὀργὴ πραότητι, ληπτέον πῶς ἔχοντες πρᾶοί εἰσι καὶ πρὸς τίνας πράως ἔχουσι καὶ διὰ τίνων πραΰνονται.
[2] ἔστω δὴ πράϋνσις κατάστασις καὶ ἠρέμησις ὀργῆς.
[3] εἰ οὖν ὀργίζονται τοῖς ὀλιγωροῦσιν, ὀλιγωρία δ᾽ ἑκούσιον, φανερὸν ὅτι καὶ τοῖς μηδὲν τούτων ποιοῦσιν ἢ ἀκουσίως ποιοῦσιν ἢ φαινομένοις τοιούτοις πρᾶοί εἰσιν.
[4] καὶ τοῖς τἀναντία ὧν ἐποίησαν βουλομένοις. καὶ ὅσοι καὶ αὐτοὶ εἰς αὑτοὺς τοιοῦτοι: οὐδεὶς γὰρ αὐτὸς αὑτοῦ δοκεῖ ὀλιγωρεῖν.
[5] καὶ τοῖς ὁμολογοῦσι καὶ μεταμελομένοις: ὡς γὰρ ἔχοντες δίκην τὸ λυπεῖσθαι ἐπὶ τοῖς πεποιημένοις παύονται τῆς ὀργῆς: σημεῖον δὲ ἐπὶ τῆς τῶν οἰκετῶν κολάσεως: τοὺς μὲν γὰρ ἀντιλέγοντας καὶ ἀρνουμένους μᾶλλον κολάζομεν, πρὸς δὲ τοὺς ὁμολογοῦντας δικαίως κολάζεσθαι παυόμεθα θυμούμενοι: αἴτιον δ᾽ ὅτι ἀναισχυντία τὸ τὰ φανερὰ ἀρνεῖσθαι, ἡ δ᾽ ἀναισχυντία ὀλιγωρία καὶ καταφρόνησις:
[6] ὧν γοῦν πολὺ καταφρονοῦμεν, οὐκ αἰσχυνόμεθα. καὶ τοῖς ταπεινουμένοις πρὸς αὐτοὺς καὶ μὴ ἀντιλέγουσιν: φαίνονται γὰρ ὁμολογεῖν ἥττους εἶναι, οἱ δ᾽ ἥττους φοβοῦνται, φοβούμενος δὲ οὐδεὶς ὀλιγωρεῖ: ὅτι δὲ πρὸς τοὺς ταπεινουμένους παύεται ἡ ὀργή, καὶ οἱ κύνες δηλοῦσιν οὐ δάκνοντες τοὺς καθίζοντας.
[7] καὶ τοῖς σπουδάζουσι πρὸς [τοὺς] σπουδάζοντας: δοκεῖ γὰρ σπουδάζεσθαι ἀλλ᾽ οὐ καταφρονεῖσθαι.
[8] καὶ τοῖς μείζω κεχαρισμένοις. καὶ τοῖς δεομένοις καὶ παραιτουμένοις: ταπεινότεροι γάρ.
[9] καὶ τοῖς μὴ ὑβρισταῖς μηδὲ χλευασταῖς μηδ᾽ ὀλιγώροις εἰς μηδένα ἢ μὴ εἰς χρηστοὺς μηδ᾽ εἰς τοιούτους οἷοί περ αὐτοί:
[10] ὅλως δ᾽ ἐκ τῶν ἐναντίων δεῖ σκοπεῖν τὰ πραΰνοντα. καὶ οὓς φοβοῦνται ἢ αἰσχύνονται, ἕως ἂν οὕτως ἔχωσιν, οὐκ ὀργίζονται: ἀδύνατον γὰρ ἅμα φοβεῖσθαι καὶ ὀργίζεσθαι.
[11] καὶ τοῖς δι᾽ ὀργὴν ποιήσασιν ἢ οὐκ ὀργίζονται ἢ ἧττον ὀργίζονται: οὐ γὰρ δι᾽ ὀλιγωρίαν φαίνονται πρᾶξαι: οὐδεὶς γὰρ ὀργιζόμενος ὀλιγωρεῖ: ἡ μὲν γὰρ ὀλιγωρία ἄλυπον, ἡ δ᾽ ὀργὴ μετὰ λύπης.
[12] καὶ τοῖς αἰσχυνομένοις αὐτούς. καὶ ἔχοντες δὲ ἐναντίως τῷ ὀργίζεσθαι δῆλον ὅτι πρᾶοί εἰσιν, οἷον ἐν παιδιᾷ, ἐν γέλωτι, ἐν ἑορτῇ, ἐν εὐημερίᾳ, ἐν κατορθώσει, ἐν πληρώσει, ὅλως ἐν ἀλυπίᾳ καὶ ἡδονῇ μὴ ὑβριστικῇ καὶ ἐν ἐλπίδι ἐπιεικεῖ. ἔτι κεχρονικότες καὶ μὴ ὑπόγυιοι τῇ ὀργῇ ὄντες: παύει γὰρ ὀργὴν ὁ χρόνος:
[13] παύει δὲ καὶ ἑτέρου ὀργὴν μείζω ἡ παρ᾽ ἄλλου ληφθεῖσα τιμωρία πρότερον: διὸ εὖ Φιλοκράτης, εἰπόντος τινός, ὀργιζομένου τοῦ δήμου, "τί οὐκ ἀπολογεῖ;", "οὔπω γε, ἔφη. "ἀλλὰ πότε"; ὅταν ἴδω ἄλλον διαβεβλημένον: πρᾶοι γὰρ γίγνονται ὅταν εἰς ἄλλον τὴν ὀργὴν ἀναλώσωσιν, ὃ συνέβη ἐπὶ Ἐργοφίλου: μᾶλλον γὰρ χαλεπαίνοντες ἢ Καλλισθένει ἀφεῖσαν διὰ τὸ Καλλισθένους τῇ προτεραίᾳ καταγνῶναι θάνατον.
[14] καὶ ἐὰν ἕλωσιν. καὶ ἐὰν μεῖζον κακὸν πεπονθότες ὦσιν ἢ ὃ ὀργιζόμενοι ἂν ἔδρασαν: ὥσπερ εἰληφέναι γὰρ οἴονται τιμωρίαν.
[15] καὶ ἐὰν ἀδικεῖν οἴωνται αὐτοὶ καὶ δικαίως πάσχειν, οὐ γίγνεται [ἡ] ὀργὴ πρὸς τὸ δίκαιον: οὐ γὰρ ἔτι παρὰ τὸ προσῆκον νομίζουσι πάσχειν, ἡ δ᾽ ὀργὴ τοῦτο ἦν: διὸ δεῖ τῷ λόγῳ προκολάζειν: ἀγανακτοῦσιν γὰρ ἧττον κολαζόμενοι καὶ οἱ δοῦλοι.
[16] καὶ ἐὰν μὴ αἰσθήσεσθαι οἴωνται ὅτι δι᾽ αὑτοὺς καὶ ἀνθ᾽ ὧν ἔπαθον: ἡ γὰρ ὀργὴ πρὸς τὸν καθ᾽ ἕκαστόν ἐστιν: δῆλον δ᾽ ἐκ τοῦ ὁρισμοῦ: διὸ ὀρθῶς πεποίηται φάσθαι Ὀδυσσῆα πτολιπόρθιον, Hom. Od. 9.504 ὡς οὐ τετιμωρημένος εἰ μὴ ᾔσθετο καὶ ὑφ᾽ ὅτου καὶ ἀνθ᾽ ὅτου: ὥστε οὔτε τοῖς ἄλλοις ὅσοι μὴ αἰσθάνονται ὀργίζονται, οὔτε τοῖς τεθνεῶσιν ἔτι, ὡς πεπονθόσι τε τὸ ἔσχατον καὶ οὐκ ἀλγήσουσιν οὐδ᾽ αἰσθησομένοις, οὗ οἱ ὀργιζόμενοι ἐφίενται: διὸ εὖ περὶ τοῦ Ἕκτορος ὁ ποιητής, παῦσαι βουλόμενος τὸν Ἀχιλλέα τῆς ὀργῆς τεθνεῶτος, κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. Hom. Il. 24.54
[17] δῆλον οὖν ὅτι τοῖς καταπραΰνειν βουλομένοις ἐκ τούτων τῶν τόπων λεκτέον, αὑτοὺς μὲν παρασκευάζουσι τοιούτους, οἷς δ᾽ ὀργίζονται ἢ φοβεροὺς ἢ αἰσχύνης ἀξίους ἢ κεχαρισμένους ἢ ἄκοντας ἢ ὑπεραλγοῦντας τοῖς πεποιημένοις.
Κεφάλαιο 4
[Επεξεργασία][1] τίνας δὲ φιλοῦσι καὶ μισοῦσι, καὶ διὰ τί, τὴν φιλίαν καὶ τὸ φιλεῖν ὁρισάμενοι λέγωμεν.
[2] ἔστω δὴ τὸ φιλεῖν τὸ βούλεσθαί τινι ἃ οἴεται ἀγαθά, ἐκείνου ἕνεκα ἀλλὰ μὴ αὑτοῦ, καὶ τὸ κατὰ δύναμιν πρακτικὸν εἶναι τούτων. φίλος δέ ἐστιν ὁ φιλῶν καὶ ἀντιφιλούμενος: οἴονται δὲ φίλοι εἶναι οἱ οὕτως ἔχειν οἰόμενοι πρὸς ἀλλήλους.
[3] τούτων δὲ ὑποκειμένων ἀνάγκη φίλον εἶναι τὸν συνηδόμενον τοῖς ἀγαθοῖς καὶ συναλγοῦντα τοῖς λυπηροῖς μὴ διά τι ἕτερον ἀλλὰ δι᾽ ἐκεῖνον: γιγνομένων γὰρ ὧν βούλονται χαίρουσιν πάντες, τῶν ἐναντίων δὲ λυποῦνται, ὥστε τῆς βουλήσεως σημεῖον αἱ λῦπαι καὶ αἱ ἡδοναί.
[4] καὶ οἷς δὴ ταὐτὰ ἀγαθὰ καὶ κακά, καὶ οἱ τοῖς αὐτοῖς φίλοι καὶ οἱ τοῖς αὐτοῖς ἐχθροί: ταὐτὰ γὰρ τούτοις βούλεσθαι ἀνάγκη, ὥστε ἅπερ αὑτῷ καὶ ἄλλῳ βουλόμενος τούτῳ φαίνεται φίλος εἶναι.
[5] καὶ τοὺς πεποιηκότας εὖ φιλοῦσιν, ἢ αὐτοὺς ἢ ὧν κήδονται, ἢ εἰ μεγάλα, ἢ εἰ προθύμως, ἢ εἰ ἐν τοιούτοις καιροῖς, καὶ αὐτῶν ἕνεκα, ἢ οὓς ἂν οἴωνται βούλεσθαι ποιεῖν εὖ.
[6] καὶ τοὺς τῶν φίλων φίλους καὶ φιλοῦντας οὓς αὐτοὶ φιλοῦσιν. καὶ τοὺς φιλουμένους ὑπὸ τῶν φιλουμένων αὐτοῖς.
[7] καὶ τοὺς τοῖς αὐτοῖς ἐχθροὺς καὶ μισοῦντας οὓς αὐτοὶ μισοῦσιν, καὶ τοὺς μισουμένους ὑπὸ τῶν αὐτοῖς μισουμένων: πᾶσιν γὰρ τούτοις τὰ αὐτὰ ἀγαθὰ φαίνεται εἶναι καὶ αὐτοῖς, ὥστε βούλεσθαι τὰ αὐτοῖς ἀγαθά, ὅπερ ἦν τοῦ φίλου.
[8] ἔτι τοὺς εὐποιητικοὺς εἰς χρήματα καὶ εἰς σωτηρίαν: διὸ τοὺς ἐλευθερίους καὶ ἀνδρείους τιμῶσι καὶ τοὺς δικαίους:
[9] τοιούτους δ᾽ ὑπολαμβάνουσι τοὺς μὴ ἀφ᾽ ἑτέρων ζῶντας: τοιοῦτοι δ᾽ οἱ ἀπὸ τοῦ ἐργάζεσθαι, καὶ τούτων οἱ ἀπὸ γεωργίας, καὶ τῶν ἄλλων οἱ αὐτουργοὶ μάλιστα.
[10] καὶ τοὺς σώφρονας, ὅτι οὐκ ἄδικοι.
[11] καὶ τοὺς ἀπράγμονας διὰ τὸ αὐτό. καὶ οἷς βουλόμεθα φίλοι εἶναι, ἂν φαίνωνται βουλόμενοι: εἰσὶ δὲ τοιοῦτοι οἵ τ᾽ ἀγαθοὶ κατ᾽ ἀρετὴν καὶ οἱ εὐδόκιμοι ἢ ἐν ἅπασιν ἢ ἐν τοῖς βελτίστοις ἢ ἐν τοῖς θαυμαζομένοις ὑφ᾽ αὑτῶν ἢ ἐν τοῖς θαυμάζουσιν αὐτούς.
[12] ἔτι τοὺς ἡδεῖς συνδιαγαγεῖν καὶ συνδιημερεῦσαι: τοιοῦτοι δ᾽ οἱ εὔκολοι καὶ μὴ ἐλεγκτικοὶ τῶν ἁμαρτανομένων καὶ μὴ φιλόνικοι μηδὲ δυσέριδες (πάντες γὰρ οἱ τοιοῦτοι μαχητικοί, οἱ δὲ μαχόμενοι τἀναντία φαίνονται βούλεσθαι),
[13] καὶ οἱ ἐπιδέξιοι καὶ τῷ τωθάσαι καὶ τῷ ὑπομεῖναι: ἐπὶ ταὐτὸ γὰρ ἀμφοτέρως σπεύδουσι τῷ πλησίον, δυνάμενοί τε σκώπτεσθαι καὶ ἐμμελῶς σκώπτοντες.
[14] καὶ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα ἀγαθά, καὶ τούτων μάλιστα ἃ φοβοῦνται μὴ ὑπάρχειν αὐτοῖς.
[15] καὶ τοὺς καθαρείους περὶ ὄψιν, περὶ ἀμπεχόνην, περὶ ὅλον τὸν βίον.
[16] καὶ τοὺς μὴ ὀνειδιστὰς μήτε τῶν ἁμαρτημάτων μήτε τῶν εὐεργετημάτων: ἀμφότεροι γὰρ ἐλεγκτικοί.
[17] καὶ τοὺς μὴ μνησικακοῦντας, μηδὲ φυλακτικοὺς τῶν ἐγκλημάτων, ἀλλ᾽ εὐκαταλλάκτους: οἵους γὰρ ἂν ὑπολαμβάνωσιν εἶναι πρὸς τοὺς ἄλλους, καὶ πρὸς αὑτοὺς οἴονται.
[18] καὶ τοὺς μὴ κακολόγους μηδὲ εἰδότας μήτε τὰ τῶν πλησίον κακὰ μήτε τὰ αὐτῶν, ἀλλὰ τἀγαθά:
[19] ὁ γὰρ ἀγαθὸς ταῦτα δρᾷ. καὶ τοὺς μὴ ἀντιτείνοντας τοῖς ὀργιζομένοις ἢ σπουδάζουσιν: μαχητικοὶ γὰρ οἱ τοιοῦτοι. καὶ τοὺς πρὸς αὐτοὺς σπουδαίως πως ἔχοντας, οἷον θαυμάζοντας αὐτοὺς καὶ σπουδαίους ὑπολαμβάνοντας καὶ χαίροντας αὐτοῖς,
[20] καὶ ταῦτα μάλιστα πεπονθότας περὶ ἃ μάλιστα βούλονται αὐτοὶ ἢ θαυμάζεσθαι ἢ σπουδαῖοι δοκεῖν εἶναι ἢ ἡδεῖς.
[21] καὶ τοὺς ὁμοίους καὶ ταὐτὰ ἐπιτηδεύοντας, ἐὰν μὴ παρενοχλῶσι μηδ᾽ ἀπὸ ταὐτοῦ ᾖ ὁ βίος: γίγνεται γὰρ οὕτω τὸ κεραμεὺς κεραμεῖ. Hes. WD 25
[22] καὶ τοὺς τῶν αὐτῶν ἐπιθυμοῦντας, ὧν ἐνδέχεται ἅμα μετέχειν αὐτούς: εἰ δὲ μή, ταὐτὸ καὶ οὕτω συμβαίνει.
[23] καὶ πρὸς οὓς οὕτως ἔχουσιν ὥστε μὴ αἰσχύνεσθαι τὰ πρὸς δόξαν, μὴ καταφρονοῦντες.
[24] καὶ πρὸς οὓς αἰσχύνονται τὰ πρὸς ἀλήθειαν. καὶ πρὸς οὓς φιλοτιμοῦνται, ἢ ὑφ᾽ ὧν ζηλοῦσθαι βούλονται καὶ μὴ φθονεῖσθαι, τούτους ἢ φιλοῦσιν ἢ βούλονται φίλοι εἶναι.
[25] καὶ οἷς ἂν τἀγαθὰ συμπράττωσιν, ἐὰν μὴ μέλλῃ αὐτοῖς ἔσεσθαι μείζω κακά.
[26] καὶ οἳ ὁμοίως καὶ τοὺς ἀπόντας καὶ τοὺς παρόντας φιλοῦσιν: διὸ καὶ τοὺς περὶ τοὺς τεθνεῶτας τοιούτους πάντες φιλοῦσιν. καὶ ὅλως τοὺς σφόδρα φιλοφίλους καὶ μὴ ἐγκαταλείποντας: μάλιστα γὰρ φιλοῦσι τῶν ἀγαθῶν τοὺς φιλεῖν ἀγαθούς.
[27] καὶ τοὺς μὴ πλαττομένους πρὸς αὐτούς: τοιοῦτοι δὲ οἱ καὶ τὰ φαῦλα τὰ ἑαυτῶν λέγοντες: εἴρηται γὰρ ὅτι πρὸς τοὺς φίλους τὰ πρὸς δόξαν οὐκ αἰσχυνόμεθα: εἰ οὖν ὁ αἰσχυνόμενος μὴ φιλεῖ, ὁ μὴ αἰσχυνόμενος φιλοῦντι ἔοικεν. καὶ τοὺς μὴ φοβερούς, καὶ οὓς θαρροῦμεν: οὐδεὶς γὰρ ὃν φοβεῖται φιλεῖ.
[28] εἴδη δὲ φιλίας ἑταιρεία οἰκειότης συγγένεια καὶ ὅσα τοιαῦτα. ποιητικὰ δὲ φιλίας χάρις
[29] καὶ τὸ μὴ δεηθέντος ποιῆσαι καὶ τὸ ποιήσαντα μὴ δηλῶσαι: αὐτοῦ γὰρ οὕτως ἕνεκα φαίνεται καὶ οὐ διά τι ἕτερον.
[30] περὶ δ᾽ ἔχθρας καὶ τοῦ μισεῖν φανερὸν ὡς ἐκ τῶν ἐναντίων ἔστι θεωρεῖν. ποιητικὰ δὲ ἔχθρας ὀργή, ἐπηρεασμός, διαβολή.
[31] ὀργὴ μὲν οὖν ἐστιν ἐκ τῶν πρὸς αὑτόν, ἔχθρα δὲ καὶ ἄνευ τοῦ πρὸς αὑτόν: ἂν γὰρ ὑπολαμβάνωμεν εἶναι τοιόνδε, μισοῦμεν. καὶ ἡ μὲν ὀργὴ ἀεὶ περὶ τὰ καθ᾽ ἕκαστα, οἷον Καλλίᾳ ἢ Σωκράτει, τὸ δὲ μῖσος καὶ πρὸς τὰ γένη: τὸν γὰρ κλέπτην μισεῖ καὶ τὸν συκοφάντην ἅπας. καὶ τὸ μὲν ἰατὸν χρόνῳ, τὸ δ᾽ ἀνίατον. καὶ τὸ μὲν λύπης ἔφεσις, τὸ δὲ κακοῦ: αἴσθεσθαι γὰρ βούλεται ὁ ὀργιζόμενος, τῷ δ᾽ οὐδὲν διαφέρει. ἔστι δὲ τὰ μὲν λυπηρὰ αἰσθητὰ πάντα, τὰ δὲ μάλιστα κακὰ ἥκιστα αἰσθητά, ἀδικία καὶ ἀφροσύνη: οὐδὲν γὰρ λυπεῖ ἡ παρουσία τῆς κακίας. καὶ τὸ μὲν μετὰ λύπης, τὸ δ᾽ οὐ μετὰ λύπης: ὁ μὲν γὰρ ὀργιζόμενος λυπεῖται, ὁ δὲ μισῶν οὔ. καὶ ὁ μὲν πολλῶν ἂν γενομένων ἐλεήσειεν, ὁ δ᾽ οὐδενός: ὁ μὲν γὰρ ἀντιπαθεῖν βούλεται ᾧ ὀργίζεται, ὁ δὲ μὴ εἶναι.
[32] φανερὸν οὖν ἐν τούτων ὅτι ἐνδέχεται ἐχθροὺς καὶ φίλους καὶ ὄντας ἀποδεικνύναι καὶ μὴ ὄντας ποιεῖν καὶ φάσκοντας διαλύειν, καὶ δι᾽ ὀργὴν ἢ δι᾽ ἔχθραν ἀμφισβητοῦντας ἐφ᾽ ὁποτέραν ἂν προαιρῆταί τις ἄγειν.
Κεφάλαιο 5
[Επεξεργασία][1] ποῖα δὲ φοβοῦνται καὶ τίνας καὶ πῶς ἔχοντες, ὧδ᾽ ἔσται φανερόν. ἔστω δὴ ὁ φόβος λύπη τις ἢ ταραχὴ ἐκ φαντασίας μέλλοντος κακοῦ φθαρτικοῦ ἢ λυπηροῦ: οὐ γὰρ πάντα τὰ κακὰ φοβοῦνται, οἷον εἰ ἔσται ἄδικος ἢ βραδύς, ἀλλ᾽ ὅσα λύπας μεγάλας ἢ φθορὰς δύναται, καὶ ταῦτα ἐὰν μὴ πόρρω ἀλλὰ σύνεγγυς φαίνηται ὥστε μέλλειν. τὰ γὰρ πόρρω σφόδρα οὐ φοβοῦνται: ἴσασι γὰρ πάντες ὅτι ἀποθανοῦνται, ἀλλ᾽ ὅτι οὐκ ἐγγύς, οὐδὲν φροντίζουσιν.
[2] εἰ δὴ ὁ φόβος τοῦτ᾽ ἐστίν, ἀνάγκη τὰ τοιαῦτα φοβερὰ εἶναι ὅσα φαίνεται δύναμιν ἔχειν μεγάλην τοῦ φθείρειν ἢ βλάπτειν βλάβας εἰς λύπην μεγάλην συντεινούσας: διὸ καὶ τὰ σημεῖα τῶν τοιούτων φοβερά: ἐγγὺς γὰρ φαίνεται τὸ φοβερόν: τοῦτο γάρ ἐστι κίνδυνος, φοβεροῦ πλησιασμός.
[3] τοιαῦτα δὲ ἔχθρα τε καὶ ὀργὴ δυναμένων ποιεῖν τι (δῆλον γὰρ ὅτι βούλονται τε καὶ δύνανται, ὥστε ἐγγύς εἰσιν τοῦ ποιεῖν),
[4] καὶ ἀδικία δύναμιν ἔχουσα: τῷ προαιρεῖσθαι γὰρ ὁ ἄδικος ἄδικος.
[5] καὶ ἀρετὴ ὑβριζομένη δύναμιν ἔχουσα (δῆλον γὰρ ὅτι προαιρεῖται μὲν ὅταν ὑβρίζηται, ἀεί, δύναται δὲ νῦν),
[6] καὶ φόβος τῶν δυναμένων τι ποιῆσαι: ἐν παρασκευῇ γὰρ ἀνάγκη εἶναι καὶ τὸν τοιοῦτον:
[7] ἐπεὶ δ᾽ οἱ πολλοὶ χείρους καὶ ἥττους τοῦ κερδαίνειν καὶ δειλοὶ ἐν τοῖς κινδύνοις, φοβερὸν ὡς ἐπὶ τὸ πολὺ τὸ ἐπ᾽ ἄλλῳ αὐτὸν εἶναι, ὥστε οἱ συνειδότες πεποιηκότι τι δεινὸν φοβεροὶ ἢ κατειπεῖν ἢ ἐγκαταλιπεῖν.
[8] καὶ οἱ δυνάμενοι ἀδικεῖν τοῖς δυναμένοις ἀδικεῖσθαι: ὡς γὰρ ἐπὶ τὸ πολὺ ἀδικοῦσιν οἱ ἄνθρωποι ὅταν δύνωνται. καὶ οἱ ἠδικημένοι ἢ νομίζοντες ἀδικεῖσθαι: ἀεὶ γὰρ τηροῦσι καιρόν. καὶ οἱ ἠδικηκότες, ἂν δύναμιν ἔχωσι, φοβεροί, δεδιότες τὸ ἀντιπαθεῖν:
[9] ὑπέκειτο γὰρ τὸ τοιοῦτο φοβερόν. καὶ οἱ τῶν αὐτῶν ἀνταγωνισταί, ὅσα μὴ ἐνδέχεται ἅμα ὑπάρχειν ἀμφοῖν: ἀεὶ γὰρ πολεμοῦσι πρὸς τοὺς τοιούτους.
[10] καὶ οἱ τοῖς κρείττοσιν αὐτῶν φοβεροί: μᾶλλον γὰρ ἂν δύναιντο βλάπτειν αὐτούς, εἰ καὶ τοὺς κρείττους. καὶ οὓς φοβοῦνται οἱ κρείττους αὐτῶν, διὰ ταὐτό.
[11] καὶ οἱ τοὺς κρείττους αὐτῶν ἀνῃρηκότες, καὶ οἱ τοῖς ἥττοσιν αὐτῶν ἐπιτιθέμενοι: ἢ γὰρ ἤδη φοβεροὶ ἢ αὐξηθέντες. καὶ τῶν ἠδικημένων καὶ ἐχθρῶν ἢ ἀντιπάλων οὐχ οἱ ὀξύθυμοι καὶ παρρησιαστικοί, ἀλλὰ οἱ πρᾶοι καὶ εἴρωνες καὶ πανοῦργοι: ἄδηλοι γὰρ εἰ ἐγγύς, ὥστε οὐδέποτε φανεροὶ ὅτι πόρρω.
[12] πάντα δὲ τὰ φοβερὰ φοβερώτερα ὅσα ἁμαρτάνουσιν ἐπανορθώσασθαι μὴ ἐνδέχεται, ἀλλ᾽ ἢ ὅλως ἀδύνατα, ἢ μὴ ἐπ᾽ αὐτοῖς ἀλλ᾽ ἐπὶ τοῖς ἐναντίοις. καὶ ὧν βοήθειαι μή εἰσιν ἢ μὴ ῥᾴδιαι. ὡς δ᾽ ἁπλῶς εἰπεῖν, φοβερά ἐστιν ὅσα ἐφ᾽ ἑτέρων γιγνόμενα ἢ μέλλοντα ἐλεεινά ἐστιν. τὰ μὲν οὖν φοβερὰ καὶ ἃ φοβοῦνται σχεδὸν ὡς εἰπεῖν τὰ μέγιστα ταῦτ᾽ ἐστίν, ὡς δὲ διακείμενοι αὐτοὶ φοβοῦνται, νῦν λέγωμεν.
[13] εἰ δή ἐστιν ὁ φόβος μετὰ προσδοκίας τινὸς τοῦ πείσεσθαί τι φθαρτικὸν πάθος, φανερὸν ὅτι οὐδεὶς φοβεῖται τῶν οἰομένων μηδὲν ἂν παθεῖν, οὐδὲ ταῦτα ἃ μὴ οἴονται <ἂν>παθεῖν οὐδὲ τούτους ὑφ᾽ ὧν μὴ οἴονται, οὐδὲ τότε ὅτε μὴ οἴονται. ἀνάγκη τοίνυν φοβεῖσθαι τοὺς οἰομένους τι παθεῖν ἄν, καὶ τοὺς ὑπὸ τούτων καὶ ταῦτα καὶ τότε.
[14] οὐκ οἴονται δὲ παθεῖν ἂν οὔτε οἱ ἐν εὐτυχίαις μεγάλαις ὄντες καὶ δοκοῦντες (διὸ ὑβρισταὶ καὶ ὀλίγωροι καὶ θρασεῖς, ποιεῖ δὲ τοιούτους πλοῦτος ἰσχὺς πολυφιλία δύναμις), οὔτε οἱ ἤδη πεπονθέναι πάντα νομίζοντες τὰ δεινὰ καὶ ἀπεψυγμένοι πρὸς τὸ μέλλον, ὥσπερ οἱ ἀποτυμπανιζόμενοι ἤδη: ἀλλὰ δεῖ τινα ἐλπίδα ὑπεῖναι σωτηρίας, περὶ οὗ ἀγωνιῶσιν. σημεῖον δέ: ὁ γὰρ φόβος βουλευτικοὺς ποιεῖ, καίτοι οὐδεὶς βουλεύεται περὶ τῶν ἀνελπίστων:
[15] ὥστε δεῖ τοιούτους παρασκευάζειν, ὅταν ᾖ βέλτιον τὸ φοβεῖσθαι αὐτούς, ὅτι τοιοῦτοί εἰσιν οἷον παθεῖν (καὶ γὰρ ἄλλοι μείζους ἔπαθον), καὶ τοὺς τοιούτους δεικνύναι πάσχοντας ἢ πεπονθότας, καὶ ὑπὸ τοιούτων ὑφ᾽ ὧν οὐκ ᾤοντο, καὶ ταῦτα <ἃ>καὶ τότε ὅτε οὐκ ᾤοντο.
[16] ἐπεὶ δὲ περὶ φόβου φανερὸν τί ἐστιν, καὶ τῶν φοβερῶν, καὶ ὡς ἕκαστοι ἔχοντες δεδίασι, φανερὸν ἐκ τούτων καὶ τὸ θαρρεῖν τί ἐστι, καὶ περὶ ποῖα θαρραλέοι εἰσὶ καὶ πῶς διακείμενοι θαρραλέοι εἰσίν: τό τε γὰρ θάρσος τὸ ἐναντίον τῷ <φόβῳ, καὶ τὸ θαρραλέον τῷ>φοβερῷ, ὥστε μετὰ φαντασίας ἡ ἐλπὶς τῶν σωτηρίων ὡς ἐγγὺς ὄντων, τῶν δὲ φοβερῶν <ὡς>ἢ μὴ ὄντων ἢ πόρρω ὄντων.
[17] ἔστι δὲ θαρραλέα τά τε δεινὰ πόρρω ὄντα καὶ τὰ σωτήρια ἐγγύς, καὶ ἐπανορθώσεις ἂν ὦσι καὶ βοήθειαι πολλαὶ ἢ μεγάλαι ἢ ἄμφω, καὶ μήτε ἠδικημένοι μήτε ἠδικηκότες ὦσιν, ἀνταγωνισταί τε ἢ μὴ ὦσιν ὅλως, ἢ μὴ ἔχωσιν δύναμιν, ἢ δύναμιν ἔχοντες ὦσι φίλοι ἢ πεποιηκότες εὖ ἢ πεπονθότες, ἢ ἂν πλείους ὦσιν οἷς ταὐτὰ συμφέρει, ἢ κρείττους, ἢ ἄμφω.
[18] αὐτοὶ δ᾽ οὕτως ἔχοντες θαρραλέοι εἰσίν, ἂν πολλὰ κατωρθωκέναι οἴωνται καὶ μὴ πεπονθέναι, ἢ ἐὰν πολλάκις ἐληλυθότες εἰς τὰ δεινὰ καὶ διαπεφευγότες ὦσι: διχῶς γὰρ ἀπαθεῖς γίγνονται οἱ ἄνθρωποι, ἢ τῷ μὴ πεπειρᾶσθαι ἢ τῷ βοηθείας ἔχειν, ὥσπερ ἐν τοῖς κατὰ θάλατταν κινδύνοις οἵ τε ἄπειροι χειμῶνος θαρροῦσι τὰ μέλλοντα καὶ οἱ βοηθείας ἔχοντες διὰ τὴν ἐμπειρίαν.
[19] καὶ ὅταν τοῖς ὁμοίοις φοβερὸν μὴ ᾖ, μηδὲ τοῖς ἥττοσι καὶ ὧν κρείττους οἴονται εἶναι:
[20] οἴονται δὲ ὧν κεκρατήκασιν ἢ αὐτῶν ἢ τῶν κρειττόνων ἢ τῶν ὁμοίων. καὶ ἂν ὑπάρχειν αὑτοῖς οἴωνται πλείω καὶ μείζω, οἷς ὑπερέχοντες φοβεροί εἰσιν: ταῦτα δέ ἐστι πλῆθος χρημάτων καὶ ἰσχὺς σωμάτων καὶ φίλων καὶ χώρας καὶ τῶν πρὸς πόλεμον παρασκευῶν, ἢ πασῶν ἢ τῶν μεγίστων. καὶ ἐὰν μὴ ἠδικηκότες ὦσιν μηδένα ἢ μὴ πολλοὺς ἢ μὴ τούτους παρ᾽ ὧν φοβοῦνται,
[21] καὶ ὅλως ἂν τὰ πρὸς τοὺς θεοὺς αὐτοῖς καλῶς ἔχῃ, τά τε ἄλλα καὶ τὰ ἀπὸ σημείων καὶ λογίων: θαρραλέον γὰρ ἡ ὀργή, τὸ δὲ μὴ ἀδικεῖν ἀλλ᾽ ἀδικεῖσθαι ὀργῆς ποιητικόν, τὸ δὲ θεῖον ὑπολαμβάνεται βοηθεῖν τοῖς ἀδικουμένοις.
[22] καὶ ὅταν ἐπιχειροῦντες ἢ μηδὲν ἂν παθεῖν [μηδὲ πείσεσθαι] ἢ κατορθώσειν οἴωνται. καὶ περὶ μὲν τῶν φοβερῶν καὶ θαρραλέων εἴρηται.
Κεφάλαιο 6
[Επεξεργασία][1] ποῖα δ᾽ αἰσχύνονται καὶ ἀναισχυντοῦσιν, καὶ πρὸς τίνας καὶ πῶς ἔχοντες, ἐκ τῶνδε δῆλον.
[2] ἔστω δὴ αἰσχύνη λύπη τις ἢ ταραχὴ περὶ τὰ εἰς ἀδοξίαν φαινόμενα φέρειν τῶν κακῶν, ἢ παρόντων ἢ γεγονότων ἢ μελλόντων, ἡ δ᾽ ἀναισχυντία ὀλιγωρία τις καὶ ἀπάθεια περὶ τὰ αὐτὰ ταῦτα.
[3] εἰ δή ἐστιν αἰσχύνη ἡ ὁρισθεῖσα, ἀνάγκη αἰσχύνεσθαι ἐπὶ τοῖς τοιούτοις τῶν κακῶν ὅσα αἰσχρὰ δοκεῖ εἶναι ἢ αὐτῷ ἢ ὧν φροντίζει: τοιαῦτα δ᾽ ἐστὶν ὅσα ἀπὸ κακίας ἔργα ἐστίν, οἷον τὸ ἀποβαλεῖν ἀσπίδα ἢ φυγεῖν: ἀπὸ δειλίας γάρ. καὶ τὸ ἀποστερῆσαι παρακαταθήκην [ἢ ἀδικῆσαι]: ἀπὸ ἀδικίας γάρ.
[4] καὶ τὸ συγγενέσθαι αἷς οὐ δεῖ ἢ οὗ οὐ δεῖ ἢ ὅτε οὐ δεῖ: ἀπὸ ἀκολασίας γάρ.
[5] καὶ τὸ κερδαίνειν ἀπὸ μικρῶν ἢ αἰσχρῶν ἢ ἀπὸ ἀδυνάτων, οἷον πενήτων ἢ τεθνεώτων, ὅθεν καὶ ἡ παροιμία τὸ ἀπὸ νεκροῦ φέρειν: ἀπὸ αἰσχροκερδείας γὰρ καὶ ἀνελευθερίας.
[6] καὶ τὸ μὴ βοηθεῖν, δυνάμενον, εἰς χρήματα, ἢ ἧττον βοηθεῖν. καὶ τὸ βοηθεῖσθαι παρὰ τῶν ἧττον εὐπόρων,
[7] καὶ δανείζεσθαι ὅτε δόξει αἰτεῖν, καὶ αἰτεῖν ὅτε ἀπαιτεῖν, καὶ ἀπαιτεῖν ὅτε αἰτεῖν, καὶ ἐπαινεῖν ἃ δόξει αἰτεῖν, καὶ τὸ ἀποτετυχηκότα μηδὲν ἧττον: πάντα γὰρ ἀνελευθερίας ταῦτα σημεῖα,
[8] τὸ δ᾽ ἐπαινεῖν παρόντας κολακείας, καὶ τὸ τἀγαθὰ μὲν ὑπερεπαινεῖν τὰ δὲ φαῦλα συναλείφειν, καὶ τὸ ὑπεραλγεῖν ἀλγοῦντι παρόντα, καὶ τἆλλα πάντα ὅσα τοιαῦτα: κολακείας γὰρ σημεῖα.
[9] καὶ τὸ μὴ ὑπομένειν πόνους οὓς οἱ πρεσβύτεροι ἢ τρυφῶντες ἢ ἐν ἐξουσίᾳ μᾶλλον ὄντες ἢ ὅλως οἱ ἀδυνατώτεροι: πάντα γὰρ μαλακίας σημεῖα.
[10] καὶ τὸ ὑφ᾽ ἑτέρου εὖ πάσχειν, καὶ τὸ πολλάκις, καὶ ὃ εὖ ἐποίησεν ὀνειδίζειν: μικροψυχίας γὰρ πάντα καὶ ταπεινότητος σημεῖα.
[11] καὶ τὸ περὶ αὑτοῦ πάντα λέγειν καὶ ἐπαγγέλλεσθαι, καὶ τὸ τἀλλότρια αὑτοῦ φάσκειν: ἀλαζονείας γάρ. ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἄλλων ἑκάστης τῶν τοῦ ἤθους κακιῶν τὰ ἔργα καὶ τὰ σημεῖα καὶ τὰ ὅμοια: αἰσχρὰ γὰρ καὶ ἀναίσχυντα.
[12] καὶ ἐπὶ τούτοις τὸ τῶν καλῶν ὧν πάντες μετέχουσιν, ἢ οἱ ὅμοιοι πάντες ἢ οἱ πλεῖστοι, μὴ μετέχειν ὁμοίους δὲ λέγω ὁμοεθνεῖς, πολίτας, ἡλικιώτας, συγγενεῖς, ὅλως τοὺς ἐξ ἴσου αἰσχρὸν γὰρ ἤδη τὸ μὴ μετέχειν οἷον παιδεύσεως ἐπὶ τοσοῦτον, καὶ τῶν ἄλλων ὁμοίως. πάντα δὲ ταῦτα μᾶλλον, ἂν δι᾽ ἑαυτὸν φαίνηται: οὕτω γὰρ ἤδη ἀπὸ κακίας μᾶλλον, ἂν αὐτὸς ᾖ αἴτιος τῶν ὑπαρξάντων ἢ ὑπαρχόντων ἢ μελλόντων.
[13] πάσχοντες δὲ ἢ πεπονθότες ἢ πεισόμενοι τὰ τοιαῦτα αἰσχύνονται ὅσα εἰς ἀτιμίαν φέρει καὶ ὀνείδη: ταῦτα δ᾽ ἐστὶ τὰ εἰς ὑπηρετήσεις ἢ σώματος ἢ ἔργων αἰσχρῶν, ὧν ἐστιν τὸ ὑβρίζεσθαι. καὶ τὰ μὲν εἰς ἀκολασίαν καὶ ἑκόντα καὶ ἄκοντα, τὰ δ᾽ εἰς βίαν ἄκοντα: ἀπὸ ἀνανδρίας γὰρ ἢ δειλίας ἡ ὑπομονὴ καὶ τὸ μὴ ἀμύνεσθαι. ἃ μὲν οὖν αἰσχύνονται, ταῦτ᾽ ἐστὶ καὶ τὰ τοιαῦτα:
[14] ἐπεὶ δὲ περὶ ἀδοξίας φαντασία ἐστὶν ἡ αἰσχύνη, καὶ ταύτης αὐτῆς χάριν ἀλλὰ μὴ τῶν ἀποβαινόντων, οὐδεὶς δὲ τῆς δόξης φροντίζει ἀλλ᾽ ἢ διὰ τοὺς δοξάζοντας, ἀνάγκη τούτους αἰσχύνεσθαι ὧν λόγον ἔχει:
[15] λόγον δὲ ἔχει τῶν θαυμαζόντων, καὶ οὓς θαυμάζει, καὶ ὑφ᾽ ὧν βούλεται θαυμάζεσθαι, καὶ πρὸς οὓς φιλοτιμεῖται, καὶ ὧν μὴ καταφρονεῖ τῆς δόξης:
[16] θαυμάζεσθαι μὲν οὖν βούλονται ὑπὸ τούτων καὶ θαυμάζουσι τούτους ὅσοι τι ἔχουσιν ἀγαθὸν τῶν τιμίων, ἢ παρ᾽ ὧν τυγχάνουσιν δεόμενοι σφόδρα τινὸς ὧν ἐκεῖνοι κύριοι, οἷον οἱ ἐρῶντες:
[17] φιλοτιμοῦνται δὲ πρὸς τοὺς ὁμοίους: φροντίζουσι δ᾽ ὡς ἀληθευόντων τῶν φρονίμων, τοιοῦτοι δ᾽ οἵ τε πρεσβύτεροι καὶ οἱ πεπαιδευμένοι.
[18] καὶ τὰ ἐν ὀφθαλμοῖς καὶ τὰ ἐν φανερῷ μᾶλλον (ὅθεν καὶ ἡ παροιμία τὸ ἐν ὀφθαλμοῖς εἶναι αἰδῶ): διὰ τοῦτο τοὺς ἀεὶ παρεσομένους μᾶλλον αἰσχύνονται καὶ τοὺς προσέχοντας αὐτοῖς, διὰ τὸ ἐν ὀφθαλμοῖς ἀμφότερα.
[19] καὶ τοὺς μὴ περὶ ταὐτὰ ἐνόχους: δῆλον γὰρ ὅτι τἀναντία δοκεῖ τούτοις. καὶ τοὺς μὴ συγγνωμονικοὺς τοῖς φαινομένοις ἁμαρτάνειν: ἃ γάρ τις αὐτὸς ποιεῖ, ταῦτα λέγεται τοῖς πέλας οὐ νεμεσᾶν, ὥστε ἃ μὴ ποιεῖ, δῆλον ὅτι νεμεσᾷ.
[20] καὶ τοὺς ἐξαγγελτικοὺς πολλοῖς: οὐδὲν γὰρ διαφέρει μὴ δοκεῖν ἢ μὴ ἐξαγγέλλειν: ἐξαγγελτικοὶ δὲ οἵ τε ἠδικημένοι, διὰ τὸ παρατηρεῖν, καὶ οἱ κακολόγοι: εἴπερ γὰρ καὶ τοὺς μὴ ἁμαρτάνοντας, ἔτι μᾶλλον τοὺς ἁμαρτάνοντας. καὶ οἷς ἡ διατριβὴ ἐπὶ ταῖς τῶν πέλας ἁμαρτίαις, οἷον χλευασταῖς καὶ κωμῳδοποιοῖς: κακολόγοι γάρ πως οὗτοι καὶ ἐξαγγελτικοί. καὶ ἐν οἷς μηδὲν ἀποτετυχήκασιν: ὥσπερ γὰρ θαυμαζόμενοι διάκεινται: διὸ καὶ τοὺς πρῶτον δεηθέντας τι αἰσχύνονται ὡς οὐδέν πω ἠδοξηκότες ἐν αὐτοῖς: τοιοῦτοι δὲ οἱ ἄρτι βουλόμενοι φίλοι εἶναι (τὰ γὰρ βέλτιστα τεθέανται: διὸ εὖ ἔχει ἡ τοῦ Εὐριπίδου ἀπόκρισις πρὸς τοὺς Συρακοσίους), καὶ τῶν πάλαι γνωρίμων οἱ μηδὲν συνειδότες.
[21] αἰσχύνονται δὲ οὐ μόνον αὐτὰ τὰ ῥηθέντα αἰσχυντηλὰ ἀλλὰ καὶ τὰ σημεῖα, οἷον οὐ μόνον ἀφροδισιάζοντες ἀλλὰ καὶ τὰ σημεῖα αὐτοῦ, καὶ οὐ μόνον ποιοῦντες
[22] τὰ αἰσχρά, ἀλλὰ καὶ λέγοντες. ὁμοίως δὲ οὐ τοὺς εἰρημένους μόνον αἰσχύνονται, ἀλλὰ καὶ τοὺς δηλώσοντας αὐτοῖς, οἷον θεράποντας καὶ φίλους τούτων.
[23] ὅλως δὲ οὐκ αἰσχύνονται οὔθ᾽ ὧν πολὺ καταφρονοῦσι τῆς δόξης τοῦ ἀληθεύειν (οὐδεὶς γὰρ παιδία καὶ θηρία αἰσχύνεται), οὔτε ταὐτὰ τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας, ἀλλὰ τοὺς μὲν γνωρίμους τὰ πρὸς ἀλήθειαν δοκοῦντα τοὺς δ᾽ ἄπωθεν τὰ πρὸς τὸν νόμον.
[24] αὐτοὶ δὲ ὧδε διακείμενοι αἰσχυνθεῖεν ἄν, πρῶτον μὲν εἰ ὑπάρχοιεν πρὸς αὐτοὺς ἔχοντες οὕτως τινὲς οἵους ἔφαμεν εἶναι οὓς αἰσχύνονται. ἦσαν δ᾽ οὗτοι ἢ <οἱ>θαυμαζόμενοι ἢ θαυμάζοντες ἢ ὑφ᾽ ὧν βούλονται θαυμάζεσθαι, ἢ ὧν δέονταί τινα χρείαν ἧς μὴ τεύξονται ἄδοξοι ὄντες, καὶ οὗτοι ἢ ὁρῶντες (ὥσπερ Κυδίας περὶ τῆς Σάμου κληρουχίας ἐδημηγόρησεν: ἠξίου γὰρ ὑπολαβεῖν τοὺς Ἀθηναίους περιεστάναι κύκλῳ τοὺς Ἕλληνας, ὡς ὁρῶντας καὶ μὴ μόνον ἀκουσομένους ἃ ἂν ψηφίσωνται), ἢ ἂν πλησίον ὦσιν οἱ τοιοῦτοι, ἢ μέλλωσιν αἰσθήσεσθαι: διὸ καὶ ὁρᾶσθαι ἀτυχοῦντες ὑπὸ τῶν ζηλούντων ποτὲ οὐ βούλονται: θαυμασταὶ γὰρ οἱ ζηλωταί.
[25] καὶ ὅταν ἔχωσιν ἃ καταισχύνουσιν ἔργα καὶ πράγματα ἢ αὑτῶν ἢ προγόνων ἢ ἄλλων τινῶν πρὸς οὓς ὑπάρχει αὐτοῖς ἀγχιστεία τις. καὶ ὅλως ὑπὲρ ὧν αἰσχύνονται αὐτοί: εἰσὶ δ᾽ οὗτοι οἱ εἰρημένοι καὶ οἱ εἰς αὐτοὺς ἀναφερόμενοι, ἢ ὧν διδάσκαλοι ἢ σύμβουλοι γεγόνασιν, ἢ ἐὰν ὦσιν ἕτεροι ὅμοιοι πρὸς οὓς φιλοτιμοῦνται:
[26] πολλὰ γὰρ αἰσχυνόμενοι διὰ τοὺς τοιούτους καὶ ποιοῦσι καὶ οὐ ποιοῦσιν.
[27] καὶ μέλλοντες ὁρᾶσθαι καὶ ἐν φανερῷ ἀναστρέφεσθαι τοῖς συνειδόσιν αἰσχυντηλοὶ μᾶλλον εἰσίν: ὅθεν καὶ Ἀντιφῶν ὁ ποιητής, μέλλων ἀποτυμπανίζεσθαι ὑπὸ Διονυσίου, εἶπεν, ἰδὼν τοὺς συναποθνῄσκειν μέλλοντας ἐγκαλυπτομένους ὡς ᾔεσαν διὰ τῶν πυλῶν, "τί ἐγκαλύπτεσθε;" ἔφη: "ἦ μὴ αὔριόν τις ὑμᾶς ἴδῃ τούτων;" περὶ μὲν οὖν αἰσχύνης ταῦτα: περὶ δὲ ἀναισχυντίας δῆλον ὡς ἐκ τῶν ἐναντίων εὐπορήσομεν.
Κεφάλαιο 7
[Επεξεργασία][1] τίσιν δὲ χάριν ἔχουσι καὶ ἐπὶ τίσιν καὶ πῶς αὐτοὶ ἔχοντες, ὁρισαμένοις τὴν χάριν δῆλον ἔσται.
[2] ἔστω δὴ χάρις, καθ᾽ ἣν ὁ ἔχων λέγεται χάριν ἔχειν, ὑπουργία τῷ δεομένῳ μὴ ἀντί τινος, μηδ᾽ ἵνα τι αὐτῷ τῷ ὑπουργοῦντι ἀλλ᾽ ἵνα τι ἐκείνῳ: μεγάλη δὲ ἂν ᾖ σφόδρα δεόμενος, ἢ μεγάλων καὶ χαλεπῶν, ἢ ἐν καιροῖς τοιούτοις, ἢ μόνος ἢ πρῶτος ἢ μάλιστα.
[3] δεήσεις δέ εἰσιν αἱ ὀρέξεις, καὶ τούτων μάλιστα αἱ μετὰ λύπης τοῦ μὴ γιγνομένου. τοιαῦται δὲ αἱ ἐπιθυμίαι, οἷον ἔρως, καὶ αἱ ἐν ταῖς τοῦ σώματος κακώσεσιν καὶ ἐν κινδύνοις: καὶ γὰρ ὁ κινδυνεύων ἐπιθυμεῖ καὶ ὁ λυπούμενος: διὸ οἱ ἐν πενίᾳ παριστάμενοι καὶ φυγαῖς, κἂν μικρὰ ὑπηρετήσωσιν, διὰ τὸ μέγεθος τῆς δεήσεως καὶ τὸν καιρὸν κεχαρισμένοι, οἷον ὁ ἐν Λυκείῳ τὸν φορμὸν δούς.
[4] ἀνάγκη οὖν μάλιστα μὲν εἰς ταὐτὰ ἔχειν τὴν ὑπουργίαν, εἰ δὲ μή, εἰς ἴσα ἢ μείζω: ὥστε ἐπεὶ φανερὸν καὶ οἷς καὶ ἐφ᾽ οἷς γίγνεται χάρις καὶ πῶς ἔχουσι, δῆλον ὅτι ἐκ τούτων παρασκευαστέον, τοὺς μὲν δεικνύντας ἢ ὄντας ἢ γεγενημένους ἐν τοιαύτῃ λύπῃ καὶ δεήσει, τοὺς δὲ ὑπηρετηκότας ἐν τοιαύτῃ χρείᾳ τοιοῦτόν τι ἢ
[5] ὑπηρετοῦντας. φανερὸν δὲ καὶ ὅθεν ἀφαιρεῖσθαι ἐνδέχεται τὴν χάριν καὶ ποιεῖν ἀχαρίστους: ἢ γὰρ ὅτι αὑτῶν ἕνεκα ὑπηρετοῦσιν ἢ ὑπηρέτησαν (τοῦτο δ᾽ οὐκ ἦν χάρις), ἢ ὅτι ἀπὸ τύχης συνέπεσεν ἢ συνηναγκάσθησαν, ἢ ὅτι ἀπέδωκαν ἀλλ᾽ οὐκ ἔδωκαν, εἴτε εἰδότες εἴτε μή: ἀμφοτέρως γὰρ τὸ ἀντί τινος, ὥστε οὐδ᾽ οὕτως ἂν εἴη χάρις.
[6] καὶ περὶ ἁπάσας τὰς κατηγορίας σκεπτέον: ἡ γὰρ χάρις ἐστὶν ἢ ὅτι τοδὶ ἢ τοσόνδε ἢ τοιόνδε ἢ πότε ἢ ποῦ. σημεῖον δὲ εἰ ἔλαττον μὴ ὑπηρέτησαν, καὶ εἰ τοῖς ἐχθροῖς ἢ ταὐτὰ ἢ ἴσα ἢ μείζω: δῆλον γὰρ ὅτι οὐδὲ ταῦτα ἡμῶν ἕνεκα. ἢ εἰ φαῦλα εἰδώς: οὐδεὶς γὰρ ὁμολογεῖ δεῖσθαι φαύλων.
Κεφάλαιο 8
[Επεξεργασία][1] καὶ περὶ μὲν τοῦ χαρίζεσθαι καὶ ἀχαριστεῖν εἴρηται: ποῖα δ᾽ ἐλεεινὰ καὶ τίνας ἐλεοῦσι, καὶ πῶς αὐτοὶ ἔχοντες, λέγωμεν.
[2] ἔστω δὴ ἔλεος λύπη τις ἐπὶ φαινομένῳ κακῷ φθαρτικῷ ἢ λυπηρῷ τοῦ ἀναξίου τυγχάνειν, ὃ κἂν αὐτὸς προσδοκήσειεν ἂν παθεῖν ἢ τῶν αὑτοῦ τινα, καὶ τοῦτο ὅταν πλησίον φαίνηται: δῆλον γὰρ ὅτι ἀνάγκη τὸν μέλλοντα ἐλεήσειν ὑπάρχειν τοιοῦτον οἷον οἴεσθαι παθεῖν ἄν τι κακὸν ἢ αὐτὸν ἢ τῶν αὑτοῦ τινα, καὶ τοιοῦτο κακὸν οἷον εἴρηται ἐν τῷ ὅρῳ ἢ ὅμοιον ἢ παραπλήσιον:
[3] διὸ οὔτε οἱ παντελῶς ἀπολωλότες ἐλεοῦσιν (οὐδὲν γὰρ ἂν ἔτι παθεῖν οἴονται: πεπόνθασι γάρ), οὔτε οἱ ὑπερευδαιμονεῖν οἰόμενοι, ἀλλ᾽ ὑβρίζουσιν: εἰ γὰρ ἅπαντα οἴονται ὑπάρχειν τἀγαθά, δῆλον ὅτι καὶ τὸ μὴ ἐνδέχεσθαι παθεῖν μηδὲν κακόν: καὶ γὰρ τοῦτο τῶν ἀγαθῶν.
[4] εἰσὶ δὲ τοιοῦτοι οἷοι νομίζειν παθεῖν ἄν, οἵ τε πεπονθότες ἤδη καὶ διαπεφευγότες, καὶ οἱ πρεσβύτεροι καὶ διὰ τὸ φρονεῖν καὶ δι᾽ ἐμπειρίαν, καὶ οἱ ἀσθενεῖς, καὶ οἱ δειλότεροι μᾶλλον, καὶ οἱ πεπαιδευμένοι: εὐλόγιστοι γάρ.
[5] καὶ οἷς ὑπάρχουσι γονεῖς ἢ τέκνα ἢ γυναῖκες: αὐτοῦ τε γὰρ ταῦτα, καὶ οἷα παθεῖν τὰ εἰρημένα.
[6] καὶ οἱ μήτε ἐν ἀνδρείας πάθει ὄντες, οἷον ἐν ὀργῇ ἢ θάρρει (ἀλόγιστα γὰρ τοῦ ἐσομένου ταῦτα), μήτε ἐν ὑβριστικῇ διαθέσει (καὶ γὰρ οὗτοι ἀλόγιστοι τοῦ πείσεσθαί τι), ἀλλ᾽ οἱ μεταξὺ τούτων, μήτ᾽ αὖ φοβούμενοι σφόδρα: οὐ γὰρ ἐλεοῦσιν οἱ ἐκπεπληγμένοι, διὰ τὸ εἶναι πρὸς τῷ οἰκείῳ πάθει.
[7] κἂν οἴωνταί τινας εἶναι τῶν ἐπιεικῶν: ὁ γὰρ μηδένα οἰόμενος πάντας οἰήσεται ἀξίους εἶναι κακοῦ. καὶ ὅλως δὴ ὅταν ἔχῃ οὕτως ὥστ᾽ ἀναμνησθῆναι τοιαῦτα συμβεβηκότα ἢ αὑτῷ ἤ <τῳ>τῶν αὑτοῦ, ἢ ἐλπίσαι γενέσθαι αὑτῷ ἤ τῳ τῶν αὑτοῦ.
[8] ὡς μὲν οὖν ἔχοντες ἐλεοῦσιν εἴρηται, ἃ δ᾽ ἐλεοῦσιν ἐκ τοῦ ὁρισμοῦ δῆλον: ὅσα τε γὰρ τῶν λυπηρῶν καὶ ὀδυνηρῶν φθαρτικά, πάντα ἐλεεινά, καὶ ὅσα ἀναιρετικά, καὶ ὅσων ἡ τύχη αἰτία κακῶν μέγεθος ἐχόντων.
[9] ἔστι δὲ ὀδυνηρὰ μὲν καὶ φθαρτικὰ θάνατοι καὶ αἰκίαι σωμάτων καὶ κακώσεις καὶ γῆρας καὶ νόσοι καὶ τροφῆς ἔνδεια,
[10] ὧν δ᾽ ἡ τύχη αἰτία κακῶν ἀφιλία, ὀλιγοφιλία (διὸ καὶ τὸ διασπᾶσθαι ἀπὸ φίλων καὶ συνήθων ἐλεεινόν), αἶσχος, ἀσθένεια, ἀναπηρία, καὶ τὸ ὅθεν προσῆκεν ἀγαθόν τι ὑπάρξαι κακόν τι συμβῆναι,
[11] καὶ τὸ πολλάκις τοιοῦτον, καὶ τὸ πεπονθότος γενέσθαι τι ἀγαθόν, οἷον Διοπείθει τὰ παρὰ βασιλέως τεθνεῶτι κατεπέμφθη, καὶ τὸ ἢ μηδὲν γεγενῆσθαι ἀγαθὸν ἢ γενομένων μὴ εἶναι ἀπόλαυσιν. ἐφ᾽ οἷς μὲν οὖν ἐλεοῦσι, ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν:
[12] ἐλεοῦσι δὲ τούς τε γνωρίμους, ἂν μὴ σφόδρα ἐγγὺς ὦσιν οἰκειότητι (περὶ δὲ τούτους ὥσπερ περὶ αὑτοὺς μέλλοντας ἔχουσιν: διὸ καὶ ὁ Ἀμάσιος ἐπὶ μὲν τῷ υἱεῖ ἀγομένῳ ἐπὶ τὸ ἀποθανεῖν οὐκ ἐδάκρυσεν, ὡς φασίν, ἐπὶ δὲ τῷ φίλῳ προσαιτοῦντι: τοῦτο μὲν γὰρ ἐλεεινόν, ἐκεῖνο δὲ δεινόν: τὸ γὰρ δεινὸν ἕτερον τοῦ ἐλεεινοῦ καὶ ἐκκρουστικὸν τοῦ ἐλέου καὶ πολλάκις τῷ ἐναντίῳ χρήσιμον:
[13] <οὐ γὰρ>ἔτι ἐλεοῦσιν ἐγγὺς αὐτοῖς τοῦ δεινοῦ ὄντος), καὶ τοὺς ὁμοίους ἐλεοῦσιν κατὰ ἡλικίαν, κατὰ ἤθη, κατὰ ἕξεις, κατὰ ἀξιώματα, κατὰ γένη: ἐν πᾶσι γὰρ τούτοις μᾶλλον φαίνεται καὶ αὐτῷ ἂν ὑπάρξαι: ὅλως γὰρ καὶ ἐνταῦθα δεῖ λαβεῖν ὅτι ὅσα ἐφ᾽ αὑτῶν φοβοῦνται, ταῦτα ἐπ᾽ ἄλλων γιγνόμενα ἐλεοῦσιν.
[14] ἐπεὶ δ᾽ ἐγγὺς φαινόμενα τὰ πάθη ἐλεεινά ἐστιν, τὰ δὲ μυριοστὸν ἔτος γενόμενα ἢ ἐσόμενα οὔτε ἐλπίζοντες οὔτε μεμνημένοι ἢ ὅλως οὐκ ἐλεοῦσιν ἢ οὐχ ὁμοίως, ἀνάγκη τοὺς συναπεργαζομένους σχήμασι καὶ φωναῖς καὶ ἐσθῆσι καὶ ὅλως ὑποκρίσει ἐλεεινοτέρους εἶναι (ἐγγὺς γὰρ ποιοῦσι φαίνεσθαι τὸ κακόν, πρὸ ὀμμάτων ποιοῦντες ἢ ὡς μέλλοντα ἢ ὡς γεγονότα:
[15] καὶ τὰ γεγονότα ἄρτι ἢ μέλλοντα διὰ ταχέων ἐλεεινότερα),
[16] <καὶ>διὰ τοῦτο καὶ τὰ σημεῖα, οἷον ἐσθῆτάς τε τῶν πεπονθότων καὶ ὅσα τοιαῦτα, καὶ τὰς πράξεις καὶ λόγους καὶ ὅσα ἄλλα τῶν ἐν τῷ πάθει ὄντων, οἷον ἤδη τελευτώντων. καὶ μάλιστα τὸ σπουδαίους εἶναι ἐν τοῖς τοιούτοις καιροῖς ὄντας ἐλεεινόν: ἅπαντα γὰρ ταῦτα διὰ τὸ ἐγγὺς φαίνεσθαι μᾶλλον ποιεῖ τὸν ἔλεον, καὶ ὡς ἀναξίου ὄντος καὶ ἐν ὀφθαλμοῖς φαινομένου τοῦ πάθους.
Κεφάλαιο 9
[Επεξεργασία][1] ἀντίκειται δὲ τῷ ἐλεεῖν μάλιστα μὲν ὃ καλοῦσι νεμεσᾶν: τῷ γὰρ λυπεῖσθαι ἐπὶ ταῖς ἀναξίαις κακοπραγίαις ἀντικείμενόν ἐστι τρόπον τινὰ καὶ ἀπὸ τοῦ αὐτοῦ ἤθους τὸ λυπεῖσθαι ἐπὶ ταῖς ἀναξίαις εὐπραγίαις. καὶ ἄμφω τὰ πάθη ἤθους χρηστοῦ:
[2] δεῖ γὰρ ἐπὶ μὲν τοῖς ἀναξίως πράττουσι κακῶς συνάχθεσθαι καὶ ἐλεεῖν, τοῖς δὲ εὖ νεμεσᾶν: ἄδικον γὰρ τὸ παρὰ τὴν ἀξίαν γιγνόμενον: διὸ καὶ τοῖς θεοῖς ἀποδίδομεν τὸ νεμεσᾶν.
[3] δόξειε δ᾽ ἂν καὶ ὁ φθόνος τῷ ἐλεεῖν τὸν αὐτὸν ἀντικεῖσθαι τρόπον, ὡς σύνεγγυς ὢν καὶ ταὐτὸν τῷ νεμεσᾶν, ἔστι δ᾽ ἕτερον: λύπη μὲν γὰρ ταραχώδης καὶ ὁ φθόνος ἐστὶν καὶ ἐπὶ εὐπραγίᾳ, ἀλλ᾽ οὐ τοῦ ἀναξίου ἀλλὰ τοῦ ἴσου καὶ ὁμοίου. τὸ δὲ μὴ ὅτι αὐτῷ τι συμβήσεται ἕτερον, ἀλλὰ δι᾽ αὐτὸν τὸν πλησίον, ἅπασιν ὁμοίως δεῖ ὑπάρχειν: οὐ γὰρ ἔτι ἔσται τὸ μὲν φθόνος, τὸ δὲ νέμεσις, ἀλλὰ φόβος, ἐὰν διὰ τοῦτο ἡ λύπη ὑπάρχῃ καὶ ἡ ταραχή, ὅτι αὐτῷ τι ἔσται φαῦλον ἀπὸ τῆς ἐκείνου εὐπραξίας.
[4] φανερὸν δ᾽ ὅτι ἀκολουθήσει καὶ τὰ ἐναντία πάθη τούτοις: ὁ μὲν γὰρ λυπούμενος ἐπὶ τοῖς ἀναξίως κακοπραγοῦσιν ἡσθήσεται ἢ ἄλυπος ἔσται ἐπὶ τοῖς ἐναντίως κακοπραγοῦσιν, οἷον τοὺς πατραλοίας καὶ μιαιφόνους, ὅταν τύχωσι τιμωρίας, οὐδεὶς ἂν λυπηθείη χρηστός: δεῖ γὰρ χαίρειν ἐπὶ τοῖς τοιούτοις, ὡς δ᾽ αὔτως καὶ ἐπὶ τοῖς εὖ πράττουσι κατ᾽ ἀξίαν: ἄμφω γὰρ δίκαια, καὶ ποιεῖ χαίρειν τὸν ἐπιεικῆ: ἀνάγκη γὰρ ἐλπίζειν ὑπάρξαι ἂν ἅπερ τῷ ὁμοίῳ, καὶ αὑτῷ.
[5] καὶ ἔστιν τοῦ αὐτοῦ ἤθους ἅπαντα ταῦτα, τὰ δ᾽ ἐναντία τοῦ ἐναντίου: ὁ γὰρ αὐτός ἐστιν ἐπιχαιρέκακος καὶ φθονερός: ἐφ᾽ ᾧ γάρ τις λυπεῖται γιγνομένῳ καὶ ὑπάρχοντι, ἀναγκαῖον τοῦτον ἐπὶ τῇ στερήσει καὶ τῇ φθορᾷ τῇ τούτου χαίρειν: διὸ κωλυτικὰ μὲν ἐλέου πάντα ταῦτ᾽ ἐστί, διαφέρει δὲ διὰ τὰς εἰρημένας αἰτίας, ὥστε πρὸς τὸ μὴ ἐλεεινὰ ποιεῖν ἅπαντα ὁμοίως χρήσιμα.
[6] πρῶτον μὲν οὖν περὶ τοῦ νεμεσᾶν λέγωμεν, τίσιν τε νεμεσῶσι καὶ ἐπὶ τίσι καὶ πῶς ἔχοντες αὐτοί, εἶτα μετὰ ταῦτα περὶ τῶν ἄλλων.
[7] φανερὸν δ᾽ ἐκ τῶν εἰρημένων: εἰ γάρ ἐστι τὸ νεμεσᾶν λυπεῖσθαι ἐπὶ τῷ φαινομένῳ ἀναξίως εὐπραγεῖν, πρῶτον μὲν δῆλον ὅτι οὐχ οἷόν τ᾽ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς νεμεσᾶν:
[8] οὐ γὰρ εἰ δίκαιος ἢ ἀνδρεῖος, ἢ εἰ ἀρετὴν λήψεται, νεμεσήσει τούτῳ (οὐδὲ γὰρ ἔλεοι ἐπὶ τοῖς ἐναντίοις τούτων εἰσίν), ἀλλὰ ἐπὶ πλούτῳ καὶ δυνάμει καὶ τοῖς τοιούτοις, ὅσων ὡς ἁπλῶς εἰπεῖν ἄξιοί εἰσιν οἱ ἀγαθοὶ καὶ οἱ τὰ φύσει ἔχοντες ἀγαθά, οἷον εὐγένειαν καὶ κάλλος καὶ ὅσα τοιαῦτα.
[9] ἐπεὶ δὲ τὸ ἀρχαῖον ἐγγύς τι φαίνεται τοῦ φύσει, ἀνάγκη τοῖς ταὐτὸ ἔχουσιν ἀγαθόν, ἐὰν νεωστὶ ἔχοντες τυγχάνωσι καὶ διὰ τοῦτο εὐπραγῶσι, μᾶλλον νεμεσᾶν: μᾶλλον γὰρ λυποῦσιν οἱ νεωστὶ πλουτοῦντες τῶν πάλαι καὶ διὰ γένος: ὁμοίως δὲ καὶ ἄρχοντες καὶ δυνάμενοι καὶ πολύφιλοι καὶ εὔτεκνοι καὶ ὁτιοῦν τῶν τοιούτων. καὶ ἂν διὰ ταῦτα ἄλλο τι ἀγαθὸν γίγνηται αὐτοῖς, ὡσαύτως: καὶ γὰρ ἐνταῦθα μᾶλλον λυποῦσιν οἱ νεόπλουτοι ἄρχοντες διὰ τὸν πλοῦτον ἢ οἱ ἀρχαιόπλουτοι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
[10] αἴτιον δ᾽ ὅτι οἱ μὲν δοκοῦσι τὰ αὑτῶν ἔχειν οἱ δ᾽ οὔ: τὸ γὰρ ἀεὶ οὕτω φαινόμενον ἔχειν ἀληθὲς δοκεῖ, ὥστε οἱ ἕτεροι οὐ τὰ αὑτῶν ἔχειν.
[11] καὶ ἐπεὶ ἕκαστον τῶν ἀγαθῶν οὐ τοῦ τυχόντος ἄξιον, ἀλλά τις ἔστιν ἀναλογία καί τι ἁρμόττον, οἷον ὅπλων κάλλος οὐ τῷ δικαίῳ ἁρμόττει ἀλλὰ τῷ ἀνδρείῳ, καὶ γάμοι διαφέροντες οὐ τοῖς νεωστὶ πλουσίοις ἀλλὰ τοῖς εὐγενέσιν: ἂν οὖν ἀγαθὸς ὢν μὴ τοῦ ἁρμόττοντος τυγχάνῃ, νεμεσητόν. καὶ <τὸ>τὸν ἥττω τῷ κρείττονι ἀμφισβητεῖν, μάλιστα μὲν οὖν τοὺς ἐν τῷ αὐτῷ, ὅθεν καὶ τοῦτ᾽ εἴρηται, Αἴαντος δ᾽ ἀλέεινε μάχην Τελαμωνιάδαο: Ζεὺς γὰρ οἱ νεμέσασχ᾽, ὅτ᾽ ἀμείνονι φωτὶ μάχοιτο: Hom. Il. 11.542 εἰ δὲ μή, κἂν ὁπωσοῦν ὁ ἥττων τῷ κρείττονι, οἷον εἰ ὁ μουσικὸς τῷ δικαίῳ: βέλτιον γὰρ ἡ δικαιοσύνη τῆς μουσικῆς.
[12] οἷς μὲν οὖν νεμεσῶσι καὶ διὰ τί, ἐκ τούτων δῆλον: ταῦτα γὰρ καὶ τὰ τοιαῦτά ἐστιν. αὐτοὶ δὲ νεμεσητικοί εἰσιν, ἐὰν ἄξιοι τυγχάνωσιν ὄντες τῶν μεγίστων ἀγαθῶν καὶ ταῦτα κεκτημένοι: τὸ γὰρ τῶν ὁμοίων ἠξιῶσθαι τοὺς μὴ ὁμοίους οὐ δίκαιον.
[13] δεύτερον δέ, ἂν ὄντες ἀγαθοὶ καὶ σπουδαῖοι τυγχάνωσιν: κρίνουσί τε γὰρ εὖ, καὶ τὰ ἄδικα μισοῦσι.
[14] καὶ ἐὰν φιλότιμοι καὶ ὀρεγόμενοί τινων πραγμάτων, καὶ μάλιστ᾽ <ἂν>περὶ ταῦτα φιλότιμοι ὦσιν ὧν ἕτεροι ἀνάξιοι ὄντες τυγχάνουσιν.
[15] καὶ ὅλως οἱ ἀξιοῦντες αὐτοὶ αὑτοὺς ὧν ἑτέρους μὴ ἀξιοῦσι, νεμεσητικοὶ τούτοις καὶ τούτων: διὸ καὶ οἱ ἀνδραποδώδεις καὶ φαῦλοι καὶ ἀφιλότιμοι οὐ νεμεσητικοί: οὐδὲν γὰρ ἔστιν οὗ ἑαυτοὺς οἴονται ἀξίους εἶναι.
[16] φανερὸν δ᾽ ἐκ τούτων ἐπὶ ποίοις ἀτυχοῦσι καὶ κακοπραγοῦσιν ἢ μὴ τυγχάνουσι χαίρειν ἢ ἀλύπως ἔχειν δεῖ: ἐκ γὰρ τῶν εἰρημένων τὰ ἀντικείμενά ἐστι δῆλα, ὥστ᾽ ἐὰν τούς τε κριτὰς τοιούτους παρασκευάσῃ ὁ λόγος, καὶ τοὺς ἀξιοῦντας ἐλεεῖσθαι, καὶ ἐφ᾽ οἷς ἐλεεῖσθαι, δείξῃ ἀναξίους ὄντας τυγχάνειν ἀξίους δὲ μὴ τυγχάνειν, ἀδύνατον ἐλεεῖν.
Κεφάλαιο 10
[Επεξεργασία][1] δῆλον δὲ καὶ ἐπὶ τίσι φθονοῦσι καὶ τίσι καὶ πῶς ἔχοντες, εἴπερ ἐστὶν ὁ φθόνος λύπη τις ἐπὶ εὐπραγίᾳ φαινομένῃ τῶν εἰρημένων ἀγαθῶν περὶ τοὺς ὁμοίους, μὴ ἵνα τι αὑτῷ, ἀλλὰ δι᾽ ἐκείνους: φθονήσουσι μὲν γὰρ οἱ τοιοῦτοι οἷς εἰσί τινες ὅμοιοι ἢ φαίνονται:
[2] ὁμοίους δὲ λέγω κατὰ γένος, κατὰ συγγένειαν, καθ᾽ ἡλικίας, κατὰ ἕξεις, κατὰ δόξαν, κατὰ τὰ ὑπάρχοντα. καὶ οἷς μικρὸν ἐλλείπει τοῦ μὴ πάντα ὑπάρχειν (διὸ οἱ μεγάλα πράττοντες καὶ οἱ εὐτυχοῦντες φθονεροί εἰσιν): πάντας γὰρ οἴονται τὰ αὑτῶν φέρειν.
[3] καὶ οἱ τιμώμενοι ἐπί τινι διαφερόντως, καὶ μάλιστα ἐπὶ σοφίᾳ ἢ εὐδαιμονίᾳ. καὶ οἱ φιλότιμοι φθονερώτεροι τῶν ἀφιλοτίμων. καὶ οἱ δοξόσοφοι: φιλότιμοι γὰρ ἐπὶ σοφίᾳ. καὶ ὅλως οἱ φιλόδοξοι περί τι φθονεροὶ περὶ τοῦτο. καὶ οἱ μικρόψυχοι: πάντα γὰρ μεγάλα δοκεῖ αὐτοῖς εἶναι.
[4] ἐφ᾽ οἷς δὲ φθονοῦσι, τὰ μὲν ἀγαθὰ εἴρηται: ἐφ᾽ οἷς γὰρ φιλοδοξοῦσι καὶ φιλοτιμοῦνται ἔργοις ἢ κτήμασι καὶ ὀρέγονται δόξης, καὶ ὅσα εὐτυχήματά ἐστιν, σχεδὸν περὶ πάντα φθόνος ἔστι, καὶ μάλιστα ὧν αὐτοὶ ἢ ὀρέγονται ἢ οἴονται δεῖν αὑτοὺς ἔχειν, ἢ ὧν τῇ κτήσει μικρῷ ὑπερέχουσιν ἢ μικρῷ ἐλλείπουσιν.
[5] φανερὸν δὲ καὶ οἷς φθονοῦσιν: ἅμα γὰρ εἴρηται: τοῖς γὰρ ἐγγὺς καὶ χρόνῳ καὶ τόπῳ καὶ ἡλικίᾳ καὶ δόξῃ φθονοῦσιν: ὅθεν εἴρηται τὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται. καὶ πρὸς οὓς φιλοτιμοῦνται: φιλοτιμοῦνται γὰρ πρὸς τοὺς εἰρημένους, πρὸς δὲ τοὺς μυριοστὸν ἔτος ὄντας ἢ πρὸς τοὺς ἐσομένους ἢ τεθνεῶτας οὐδείς, οὐδὲ πρὸς τοὺς ἐφ᾽ Ἡρακλείαις στήλαις. οὐδ᾽ ὧν πολὺ οἴονται παρ᾽ αὐτοῖς ἢ παρὰ τοῖς ἄλλοις λείπεσθαι, οὐδ᾽ ὧν πολὺ ὑπερέχειν, ὡσαύτως καὶ ρὸς τούτους καὶ περὶ τὰ τοιαῦτα.
{{χ|6} ἐπεὶ δὲ πρὸς τοὺς ἀνταγωνιστὰς καὶ ἀντεραστὰς καὶ ὅλως τοὺς τῶν αὐτῶν ἐφιεμένους φιλοτιμοῦνται, ἀνάγκη μάλιστα τούτοις φθονεῖν, διόπερ εἴρηται καὶ κεραμεὺς κεραμεῖ. Hes.
[7] καὶ τοῖς ταχὺ οἱ ἢ μόλις τυχόντες ἢ μὴ τυχόντες φθονοῦσιν.
[8] καὶ ὧν ἢ κεκτημένων ἢ κατορθούντων ὄνειδος αὐτοῖς (εἰσὶν δὲ καὶ οὗτοι <οἱ>ἐγγὺς καὶ ὅμοιοι): δῆλον γὰρ ὅτι παρ᾽ αὐτοὺς οὐ τυγχάνουσι τοῦ ἀγαθοῦ, ὥστε τοῦτο λυποῦν ποιεῖ τὸν φθόνον.
[9] καὶ τοῖς ἢ ἔχουσι ταῦτα ἢ κεκτημένοις ὅσα αὐτοῖς προσῆκεν ἢ ἐκέκτηντό ποτε: διὸ πρεσβύτεροί τε νεωτέροις
[10] καὶ οἱ πολλὰ δαπανήσαντες εἰς ταὐτὸ τοῖς ὀλίγα φθονοῦσιν.
[11] δῆλον δὲ καὶ ἐφ᾽ οἷς χαίρουσιν οἱ τοιοῦτοι καὶ ἐπὶ τίσι καὶ πῶς ἔχοντες: ὡς γὰρ ἔχοντες λυποῦνται, οὕτως ἔχοντες ἐπὶ τοῖς ἐναντίοις ἡσθήσονται. ὥστε ἂν αὐτοὶ μὲν παρασκευασθῶσιν οὕτως ἔχειν, οἱ δ᾽ ἐλεεῖσθαι ἢ τυγχάνειν τινὸς ἀγαθοῦ ἀξιοῦντες ὦσιν οἷοι οἱ εἰρημένοι, δῆλον ὡς οὐ τεύξονται ἐλέου παρὰ τῶν κυρίων.
Κεφάλαιο 11
[Επεξεργασία][1] πῶς δὲ ἔχοντες ζηλοῦσι καὶ τὰ ποῖα καὶ ἐπὶ τίσιν, ἐνθένδ᾽ ἐστὶ δῆλον: εἰ γάρ ἐστιν ζῆλος λύπη τις ἐπὶ φαινομένῃ παρουσίᾳ ἀγαθῶν ἐντίμων καὶ ἐνδεχομένων αὐτῷ λαβεῖν περὶ τοὺς ὁμοίους τῇ φύσει, οὐχ ὅτι ἄλλῳ ἀλλ᾽ ὅτι οὐχὶ καὶ αὑτῷ ἔστιν (διὸ καὶ ἐπιεικές ἐστιν ὁ ζῆλος καὶ ἐπιεικῶν, τὸ δὲ φθονεῖν φαῦλον καὶ φαύλων: ὁ μὲν γὰρ αὑτὸν παρασκευάζει διὰ τὸν ζῆλον τυγχάνειν τῶν ἀγαθῶν, ὁ δὲ τὸν πλησίον μὴ ἔχειν διὰ τὸν φθόνον), ἀνάγκη δὴ ζηλωτικοὺς μὲν εἶναι τοὺς ἀξιοῦντας αὑτοὺς ἀγαθῶν ὧν μὴ ἔχουσιν, <ἐνδεχομένων αὐτοῖς λαβεῖν>: οὐδεὶς γὰρ ἀξιοῖ τὰ φαινόμενα ἀδύνατα (διὸ οἱ νέοι καὶ οἱ μεγαλόψυχοι τοιοῦτοι).
[2] καὶ οἷς ὑπάρχει τοιαῦτα ἀγαθὰ ἃ τῶν ἐντίμων ἄξιά ἐστιν ἀνδρῶν: ἔστι δὲ ταῦτα πλοῦτος καὶ πολυφιλία καὶ ἀρχαὶ καὶ ὅσα τοιαῦτα: ὡς γὰρ προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι, οἷα προσήκει τοῖς ἀγαθῶς ἔχουσι, ζηλοῦσι τὰ τοιαῦτα τῶν ἀγαθῶν. καὶ οὓς οἱ ἄλλοι ἀξιοῦσιν.
[3] καὶ ὧν πρόγονοι ἢ συγγενεῖς ἢ οἰκεῖοι ἢ τὸ ἔθνος ἢ ἡ πόλις ἔντιμοι, ζηλωτικοὶ περὶ ταῦτα: οἰκεῖα γὰρ οἴονται αὑτοῖς εἶναι, καὶ ἄξιοι <εἶναι>τούτων.
[4] εἰ δ᾽ ἐστὶν ζηλωτὰ τὰ ἔντιμα ἀγαθά, ἀνάγκη τάς τε ἀρετὰς εἶναι τοιαύτας, καὶ ὅσα τοῖς ἄλλοις ὠφέλιμα καὶ εὐεργετικά (τιμῶσι γὰρ τοὺς εὐεργετοῦντας καὶ τοὺς ἀγαθούς), καὶ ὅσων ἀγαθῶν ἀπόλαυσις τοῖς πλησίον ἔστιν, οἷον πλοῦτος καὶ κάλλος μᾶλλον ὑγιείας.
[5] φανερὸν δὲ καὶ οἱ ζηλωτοὶ τίνες: οἱ γὰρ ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι ζηλωτοί: ἔστι δὲ ταῦτα τὰ εἰρημένα, οἷον ἀνδρεία σοφία ἀρχή (οἱ γὰρ ἄρχοντες πολλοὺς δύνανται εὖ ποιεῖν), στρατηγοί, ῥήτορες, πάντες οἱ τὰ τοιαῦτα δυνάμενοι.
[6] καὶ οἷς πολλοὶ ὅμοιοι βούλονται εἶναι, ἢ πολλοὶ γνώριμοι, ἢ φίλοι πολλοί, ἢ οὓς πολλοὶ θαυμάζουσιν, ἢ οὓς αὐτοὶ θαυμάζουσιν.
[7] καὶ ὧν ἔπαινοι καὶ ἐγκώμια λέγονται ἢ ὑπὸ ποιητῶν ἢ ὑπὸ λογογράφων. καταφρονοῦσιν δὲ τῶν ἐναντίων: ἐναντίον γὰρ ζήλῳ καταφρόνησίς ἐστι, καὶ τῷ ζηλοῦν τὸ καταφρονεῖν. ἀνάγκη δὲ τοὺς οὕτως ἔχοντας ὥστε ζηλῶσαί τινας ἢ ζηλοῦσθαι καταφρονητικοὺς εἶναι τούτων τε καὶ ἐπὶ τούτοις ὅσοι τὰ ἐναντία κακὰ ἔχουσι τῶν ἀγαθῶν τῶν ζηλωτῶν: διὸ πολλάκις καταφρονοῦσιν τῶν εὐτυχούντων, ὅταν ἄνευ τῶν ἐντίμων ἀγαθῶν ὑπάρχῃ αὐτοῖς ἡ τύχη. δι᾽ ὧν μὲν οὖν τὰ πάθη ἐγγίγνεται καὶ διαλύεται, ἐξ ὧν αἱ πίστεις γίγνονται περὶ αὐτῶν, εἴρηται.
Κεφάλαιο 12
[Επεξεργασία][1] τὰ δὲ ἤθη ποῖοί τινες κατὰ τὰ πάθη καὶ τὰς ἕξεις καὶ τὰς ἡλικίας καὶ τὰς τύχας, διέλθωμεν μετὰ ταῦτα.
[2] λέγω δὲ πάθη μὲν ὀργὴν ἐπιθυμίαν καὶ τὰ τοιαῦτα περὶ ὧν εἰρήκαμεν [πρότερον], ἕξεις δὲ ἀρετὰς καὶ κακίας, εἴρηται δὲ περὶ τούτων πρότερον, καὶ ποῖα προαιροῦνται ἕκαστοι, καὶ ποίων πρακτικοί ἡλικίαι δέ εἰσι νεότης καὶ ἀκμὴ καὶ γῆρας.. τύχην δὲ λέγω εὐγένειαν καὶ πλοῦτον καὶ δυνάμεις καὶ τἀναντία τούτοις καὶ ὅλως εὐτυχίαν καὶ δυστυχίαν.
[3] οἱ μὲν οὖν νέοι τὰ ἤθη εἰσὶν ἐπιθυμητικοί, καὶ οἷοι ποιεῖν ὧν ἂν ἐπιθυμήσωσι. καὶ τῶν περὶ τὸ σῶμα ἐπιθυμιῶν μάλιστα ἀκολουθητικοί εἰσι τῇ περὶ τὰ ἀφροδίσια καὶ ἀκρατεῖς ταύτης,
[4] εὐμετάβολοι δὲ καὶ ἁψίκοροι πρὸς τὰς ἐπιθυμίας, καὶ σφόδρα μὲν ἐπιθυμοῦσι ταχέως δὲ παύονται (ὀξεῖαι γὰρ αἱ βουλήσεις καὶ οὐ μεγάλαι, ὥσπερ αἱ τῶν καμνόντων δίψαι καὶ πεῖναι),
[5] καὶ θυμικοὶ καὶ ὀξύθυμοι καὶ οἷοι ἀκολουθεῖν τῇ ὀργῇ. καὶ ἥττους εἰσὶ τοῦ θυμοῦ: διὰ γὰρ φιλοτιμίαν οὐκ ἀνέχονται ὀλιγωρούμενοι, ἀλλ᾽ ἀγανακτοῦσιν ἂν οἴωνται ἀδικεῖσθαι.
[6] καὶ φιλότιμοι μέν εἰσιν, μᾶλλον δὲ φιλόνικοι (ὑπεροχῆς γὰρ ἐπιθυμεῖ ἡ νεότης, ἡ δὲ νίκη ὑπεροχή τις), καὶ ἄμφω ταῦτα μᾶλλον ἢ φιλοχρήματοι (φιλοχρήματοι δὲ ἥκιστα διὰ τὸ μήπω ἐνδείας πεπειρᾶσθαι, ὥσπερ τὸ Πιττακοῦ ἔχει ἀπόφθεγμα εἰς Ἀμφιάραον),
[7] καὶ οὐ κακοήθεις ἀλλ᾽ εὐήθεις διὰ τὸ μήπω τεθεωρηκέναι πολλὰς πονηρίας, καὶ εὔπιστοι διὰ τὸ μήπω πολλὰ ἐξηπατῆσθαι,
[8] καὶ εὐέλπιδες: ὥσπερ γὰρ οἱ οἰνωμένοι, οὕτω διάθερμοί εἰσιν οἱ νέοι ὑπὸ τῆς φύσεως: ἅμα δὲ καὶ διὰ τὸ μὴ πολλὰ ἀποτετυχηκέναι. καὶ ζῶσι τὰ πλεῖστα ἐλπίδι: ἡ μὲν γὰρ ἐλπὶς τοῦ μέλλοντός ἐστιν ἡ δὲ μνήμη τοῦ παροιχομένου, τοῖς δὲ νέοις τὸ μὲν μέλλον πολὺ τὸ δὲ παρεληλυθὸς βραχύ: τῇ γὰρ πρώτῃ ἡμέρᾳ μεμνῆσθαι μὲν οὐδὲν οἷόν τε, ἐλπίζειν δὲ πάντα. καὶ εὐεξαπάτητοί εἰσι διὰ τὸ εἰρημένον (ἐλπίζουσι γὰρ ῥᾳδίως),
[9] καὶ ἀνδρειότεροι (θυμώδεις γὰρ καὶ εὐέλπιδες, ὧν τὸ μὲν μὴ φοβεῖσθαι τὸ δὲ θαρρεῖν ποιεῖ: οὔτε γὰρ ὀργιζόμενος οὐδεὶς φοβεῖται, τό τε ἐλπίζειν ἀγαθόν τι θαρραλέον ἐστίν),
[10] καὶ αἰσχυντηλοί (οὐ γάρ πω καλὰ ἕτερα ὑπολαμβάνουσιν, ἀλλὰ πεπαίδευνται ὑπὸ τοῦ νόμου μόνον),
[11] καὶ μεγαλόψυχοι (οὐ γὰρ ὑπὸ τοῦ βίου πω τεταπείνωνται, ἀλλὰ τῶν ἀναγκαίων ἄπειροί εἰσιν, καὶ τὸ ἀξιοῦν αὑτὸν μεγάλων μεγαλοψυχία: τοῦτο δ᾽ εὐέλπιδος).
[12] καὶ μᾶλλον αἱροῦνται πράττειν τὰ καλὰ τῶν συμφερόντων: τῷ γὰρ ἤθει ζῶσι μᾶλλον ἢ τῷ λογισμῷ, ἔστι δὲ ὁ μὲν λογισμὸς τοῦ συμφέροντος ἡ δὲ ἀρετὴ τοῦ καλοῦ.
[13] καὶ φιλόφιλοι καὶ φιλέταιροι μᾶλλον τῶν ἄλλων ἡλικιῶν διὰ τὸ χαίρειν τῷ συζῆν καὶ μήπω πρὸς τὸ συμφέρον κρίνειν μηδέν, ὥστε μηδὲ τοὺς φίλους.
[14] καὶ ἅπαντα ἐπὶ τὸ μᾶλλον καὶ σφοδρότερον ἁμαρτάνουσι, παρὰ τὸ Χιλώνειον (πάντα γὰρ ἄγαν πράττουσιν: φιλοῦσι γὰρ ἄγαν καὶ μισοῦσιν ἄγαν καὶ τἆλλα πάντα ὁμοίως), καὶ εἰδέναι ἅπαντα οἴονται καὶ διισχυρίζονται (τοῦτο γὰρ αἴτιόν ἐστιν καὶ τοῦ πάντα ἄγαν),
[15] καὶ τὰ ἀδικήματα ἀδικοῦσιν εἰς ὕβριν, οὐ κακουργίαν. καὶ ἐλεητικοὶ διὰ τὸ πάντας χρηστοὺς καὶ βελτίους ὑπολαμβάνειν (τῇ γὰρ αὑτῶν ἀκακίᾳ τοὺς πέλας μετροῦσιν, ὥστε ἀνάξια πάσχειν ὑπολαμβάνουσιν αὐτούς),
[16] καὶ φιλογέλωτες, διὸ καὶ φιλευτράπελοι: ἡ γὰρ εὐτραπελία πεπαιδευμένη ὕβρις ἐστίν.
Κεφάλαιο 13
[Επεξεργασία][1] τὸ μὲν οὖν τῶν νέων τοιοῦτόν ἐστιν ἦθος, οἱ δὲ πρεσβύτεροι καὶ παρηκμακότες σχεδὸν ἐκ τῶν ἐναντίων τούτοις τὰ πλεῖστα ἔχουσιν ἤθη: διὰ γὰρ τὸ πολλὰ ἔτη βεβιωκέναι καὶ πλείω ἐξηπατῆσθαι καὶ ἐξημαρτηκέναι, καὶ τὰ πλείω φαῦλα εἶναι τῶν πραγμάτων, οὔτε διαβεβαιοῦνται οὐδέν, ἧττόν τε ἄγανται πάντα ἢ δεῖ.
[2] καὶ οἴονται, ἴσασι δ᾽ οὐδέν, καὶ ἀμφιδοξοῦντες προστιθέασιν ἀεὶ τὸ ἴσως καὶ τάχα, καὶ πάντα λέγουσιν οὕτως, παγίως δ᾽ οὐδέν.
[3] καὶ κακοήθεις εἰσίν: ἔστι γὰρ κακοήθεια τὸ ἐπὶ τὸ χεῖρον ὑπολαμβάνειν πάντα. ἔτι δὲ καχύποπτοί εἰσι διὰ τὴν ἀπιστίαν, ἄπιστοι δὲ δι᾽ ἐμπειρίαν.
[4] καὶ οὔτε φιλοῦσιν σφόδρα οὔτε μισοῦσι διὰ ταῦτα, ἀλλὰ κατὰ τὴν Βίαντος ὑποθήκην καὶ φιλοῦσιν ὡς μισήσοντες καὶ μισοῦσιν ὡς φιλήσοντες.
[5] καὶ μικρόψυχοι διὰ τὸ τεταπεινῶσθαι ὑπὸ τοῦ βίου: οὐδενὸς γὰρ μεγάλου οὐδὲ περιττοῦ ἀλλὰ τῶν πρὸς τὸν βίον ἐπιθυμοῦσι.
[6] καὶ ἀνελεύθεροι: ἓν γάρ τι τῶν ἀναγκαίων ἡ οὐσία, ἅμα δὲ καὶ διὰ τὴν ἐμπειρίαν ἴσασιν ὡς χαλεπὸν τὸ κτήσασθαι καὶ ῥᾴδιον τὸ ἀποβαλεῖν.
[7] καὶ δειλοὶ καὶ πάντα προφοβητικοί: ἐναντίως γὰρ διάκεινται τοῖς νέοις: κατεψυγμένοι γάρ εἰσιν, οἱ δὲ θερμοί, ὥστε προωδοπεποίηκε τὸ γῆρας τῇ δειλίᾳ: καὶ γὰρ ὁ φόβος κατάψυξίς τίς ἐστιν.
[8] καὶ φιλόζωοι, καὶ μᾶλλον ἐπὶ τῇ τελευταίᾳ ἡμέρᾳ διὰ τὸ τοῦ ἀπόντος εἶναι τὴν ἐπιθυμίαν, καὶ οὗ ἐνδεεῖς, τούτου μάλιστα ἐπιθυμεῖν.
[9] καὶ φίλαυτοι μᾶλλον ἢ δεῖ: μικροψυχία γάρ τις καὶ αὕτη. καὶ πρὸς τὸ συμφέρον ζῶσιν, ἀλλ᾽ οὐ πρὸς τὸ καλόν, μᾶλλον ἢ δεῖ, διὰ τὸ φίλαυτοι εἶναι: τὸ μὲν γὰρ συμφέρον αὐτῷ ἀγαθόν ἐστι, τὸ δὲ καλὸν ἁπλῶς.
[10] καὶ ἀναίσχυντοι μᾶλλον ἢ αἰσχυντηλοί: διὰ γὰρ τὸ μὴ φροντίζειν ὁμοίως τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὀλιγωροῦσι τοῦ δοκεῖν.
[11] καὶ δυσέλπιδες διὰ τὴν ἐμπειρίαν (τὰ γὰρ πλείω τῶν γιγνομένων φαῦλά ἐστιν: ἀποβαίνει γὰρ τὰ πολλὰ ἐπὶ τὸ χεῖρον), καὶ ἔτι διὰ τὴν δειλίαν.
[12] καὶ ζῶσι τῇ μνήμῃ μᾶλλον ἢ τῇ ἐλπίδι: τοῦ γὰρ βίου τὸ μὲν λοιπὸν ὀλίγον τὸ δὲ παρεληλυθὸς πολύ, ἔστι δὲ ἡ μὲν ἐλπὶς τοῦ μέλλοντος ἡ δὲ μνήμη τῶν παροιχομένων: ὅπερ αἴτιον καὶ τῆς ἀδολεσχίας αὐτοῖς: διατελοῦσι γὰρ τὰ γενόμενα λέγοντες: ἀναμιμνησκόμενοι γὰρ ἥδονται.
[13] καὶ οἱ θυμοὶ ὀξεῖς μὲν ἀσθενεῖς δέ εἰσιν, καὶ αἱ ἐπιθυμίαι αἱ μὲν ἐκλελοίπασιν αἱ δὲ ἀσθενεῖς εἰσιν, ὥστε οὔτ᾽ ἐπιθυμητικοὶ οὔτε πρακτικοὶ κατὰ τὰς ἐπιθυμίας, ἀλλὰ κατὰ τὸ κέρδος: διὸ σωφρονικοὶ φαίνονται οἱ τηλικοῦτοι: αἵ τε γὰρ ἐπιθυμίαι ἀνείκασι καὶ δουλεύουσι τῷ κέρδει.
[14] καὶ μᾶλλον ζῶσι κατὰ λογισμὸν ἢ κατὰ τὸ ἦθος: ὁ μὲν γὰρ λογισμὸς τοῦ συμφέροντος τὸ δ᾽ ἦθος τῆς ἀρετῆς ἐστιν. καὶ τἀδικήματα ἀδικοῦσιν εἰς κακουργίαν, οὐκ εἰς ὕβριν.
[15] ἐλεητικοὶ δὲ καὶ οἱ γέροντές εἰσιν, ἀλλ᾽ οὐ διὰ ταὐτὰ τοῖς νέοις: οἱ μὲν γὰρ διὰ φιλανθρωπίαν, οἱ δὲ δι᾽ ἀσθένειαν: πάντα γὰρ οἴονται ἐγγὺς εἶναι αὑτοῖς παθεῖν, τοῦτο δ᾽ ἦν ἐλεητικόν: ὅθεν ὀδυρτικοί εἰσι, καὶ οὐκ εὐτράπελοι οὐδὲ φιλογέλοιοι: ἐναντίον γὰρ τὸ ὀδυρτικὸν τῷ φιλογέλωτι.
[16] τῶν μὲν οὖν νέων καὶ τῶν πρεσβυτέρων τὰ ἤθη τοιαῦτα, ὥστ᾽ ἐπεὶ ἀποδέχονται πάντες τοὺς τῷ σφετέρῳ ἤθει λεγομένους λόγους καὶ τοὺς ὁμοίους, οὐκ ἄδηλον πῶς χρώμενοι τοῖς λόγοις τοιοῦτοι φανοῦνται καὶ αὐτοὶ καὶ οἱ λόγοι.
Κεφάλαιο 14
[Επεξεργασία][1] οἱ δ᾽ ἀκμάζοντες φανερὸν ὅτι μεταξὺ τούτων τὸ ἦθος ἔσονται ἑκατέρων, ἀφαιροῦντες τὴν ὑπερβολήν, καὶ οὔτε σφόδρα θαρροῦντες (θρασύτης γὰρ τὸ τοιοῦτον) οὔτε λίαν φοβούμενοι, καλῶς δὲ πρὸς ἄμφω ἔχοντες,
[2] οὔτε πᾶσι πιστεύοντες οὔτε πᾶσιν ἀπιστοῦντες, ἀλλὰ κατὰ τὸ ἀληθὲς κρίνοντες μᾶλλον, καὶ οὔτε πρὸς τὸ καλὸν ζῶντες μόνον οὔτε πρὸς τὸ συμφέρον ἀλλὰ πρὸς ἄμφω, καὶ οὔτε πρὸς φειδὼ οὔτε πρὸς ἀσωτίαν ἀλλὰ πρὸς τὸ ἁρμόττον,
[3] ὁμοίως δὲ καὶ πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίαν, καὶ σώφρονες μετ᾽ ἀνδρείας καὶ ἀνδρεῖοι μετὰ σωφροσύνης. ἐν γὰρ τοῖς νέοις καὶ τοῖς γέρουσι διῄρηται ταῦτα: εἰσὶν γὰρ οἱ μὲν νέοι ἀνδρεῖοι καὶ ἀκόλαστοι, οἱ δὲ πρεσβύτεροι σώφρονες καὶ δειλοί. ὡς δὲ καθόλου εἰπεῖν, ὅσα μὲν διῄρηνται ἡ νεότης καὶ τὸ γῆρας τῶν ὠφελίμων, ταῦτα ἄμφω ἔχουσιν, ὅσα δὲ ὑπερβάλλουσιν ἢ ἐλλείπουσιν, τούτων τὸ μέτριον καὶ τὸ ἁρμόττον.
[4] ἀκμάζει δὲ τὸ μὲν σῶμα ἀπὸ τῶν τριάκοντα ἐτῶν μέχρι τῶν πέντε καὶ τριάκοντα, ἡ δὲ ψυχὴ περὶ τὰ ἑνὸς δεῖν πεντήκοντα. περὶ μὲν οὖν νεότητος καὶ γήρως καὶ ἀκμῆς, ποίων ἠθῶν ἕκαστόν ἐστιν, εἰρήσθω τοσαῦτα.
Κεφάλαιο 15
[Επεξεργασία][1] περὶ δὲ τῶν ἀπὸ τύχης γιγνομένων ἀγαθῶν, δι᾽ ὅσα αὐτῶν καὶ τὰ ἤθη ποιὰ ἄττα συμβαίνει τοῖς ἀνθρώποις, λέγωμεν ἐφεξῆς.
[2] εὐγενείας μὲν οὖν ἦθός ἐστι τὸ φιλοτιμότερον εἶναι τὸν κεκτημένον αὐτήν: ἅπαντες γάρ, ὅταν ὑπάρχῃ τι, πρὸς τοῦτο σωρεύειν εἰώθασιν, ἡ δ᾽ εὐγένεια ἐντιμότης προγόνων ἐστίν. καὶ καταφρονητικὸν καὶ τῶν ὁμοίων ἐστὶν τοῖς προγόνοις αὑτῶν, διότι πόρρω ταὐτὰ μᾶλλον ἢ ἐγγὺς γιγνόμενα ἐντιμότερα καὶ εὐαλαζόνευτα.
[3] ἔστι δὲ εὐγενὲς μὲν κατὰ τὴν τοῦ γένους ἀρετήν, γενναῖον δὲ κατὰ τὸ μὴ ἐξίστασθαι τῆς φύσεως: ὅπερ ὡς ἐπὶ τὸ πολὺ οὐ συμβαίνει τοῖς εὐγενέσιν, ἀλλ᾽ εἰσὶν οἱ πολλοὶ εὐτελεῖς: φορὰ γὰρ τίς ἐστιν ἐν τοῖς γένεσιν ἀνδρῶν ὥσπερ ἐν τοῖς κατὰ τὰς χώρας γιγνομένοις, καὶ ἐνίοτε ἂν ᾖ ἀγαθὸν τὸ γένος, ἐγγίνονται διά τινος χρόνου ἄνδρες περιττοί, κἄπειτα πάλιν ἀναδίδωσιν. ἐξίσταται δὲ τὰ μὲν εὐφυᾶ γένη εἰς μανικώτερα ἤθη, οἷον οἱ ἀπ᾽ Ἀλκιβιάδου καὶ οἱ ἀπὸ Διονυσίου τοῦ προτέρου, τὰ δὲ στάσιμα εἰς ἀβελτερίαν καὶ νωθρότητα, οἷον οἱ ἀπὸ Κίμωνος καὶ Περικλέους καὶ Σωκράτους.
Κεφάλαιο 16
[Επεξεργασία][1] τῷ δὲ πλούτῳ ἃ ἕπεται ἤθη, ἐπιπολῆς ἔστιν ἰδεῖν ἅπασιν: ὑβρισταὶ γὰρ καὶ ὑπερήφανοι, πάσχοντές τι ὑπὸ τῆς κτήσεως τοῦ πλούτου (ὥσπερ γὰρ ἔχοντες ἅπαντα τἀγαθὰ οὕτω διάκεινται: ὁ δὲ πλοῦτος οἷον τιμή τις τῆς ἀξίας τῶν ἄλλων, διὸ φαίνεται ὤνια ἅπαντα εἶναι αὐτοῦ),
[2] καὶ τρυφεροὶ καὶ σαλάκωνες, τρυφεροὶ μὲν διὰ τὴν τροφὴν καὶ τὴν ἔνδειξιν τῆς εὐδαιμονίας, σαλάκωνες δὲ καὶ σόλοικοι διὰ τὸ πάντας εἰωθέναι διατρίβειν περὶ τὸ ἐρώμενον καὶ θαυμαζόμενον ὑπ᾽ αὐτῶν. καὶ τὸ οἴεσθαι ζηλοῦν τοὺς ἄλλους ἃ καὶ αὐτοί. ἅμα δὲ καὶ εἰκότως τοῦτο πάσχουσιν (πολλοὶ γάρ εἰσιν οἱ δεόμενοι τῶν ἐχόντων: ὅθεν καὶ τὸ Σιμωνίδου εἴρηται περὶ τῶν σοφῶν καὶ πλουσίων πρὸς τὴν γυναῖκα τὴν Ἱέρωνος ἐρομένην πότερον γενέσθαι κρεῖττον πλούσιον ἢ σοφόν: "πλούσιον" εἰπεῖν: τοὺς σοφοὺς γὰρ ἔφη ὁρᾶν ἐπὶ ταῖς τῶν πλουσίων θύραις διατρίβοντας),
[3] καὶ τὸ οἴεσθαι ἀξίους εἶναι ἄρχειν: ἔχειν γὰρ οἴονται ὧν ἕνεκεν ἄρχειν ἄξιον. καὶ ὡς ἐν κεφαλαίῳ, ἀνοήτου εὐδαίμονος ἦθος <ἦθος>πλούτου ἐστίν.
[4] διαφέρει δὲ τοῖς νεωστὶ κεκτημένοις καὶ τοῖς πάλαι τὰ ἤθη τῷ ἅπαντα μᾶλλον καὶ φαυλότερα τὰ κακὰ ἔχειν τοὺς νεοπλούτους (ὥσπερ γὰρ ἀπαιδευσία πλούτου ἐστὶ τὸ νεόπλουτον εἶναι), καὶ ἀδικήματα ἀδικοῦσιν οὐ κακουργικά, ἀλλὰ τὰ μὲν ὑβριστικὰ τὰ δὲ ἀκρατευτικά, οἷον εἰς αἰκίαν καὶ μοιχείαν.
Κεφάλαιο 17
[Επεξεργασία][1] ὁμοίως δὲ καὶ περὶ δυνάμεως σχεδὸν τὰ πλεῖστα φανερά ἐστιν ἤθη. τὰ μὲν γὰρ τὰ αὐτὰ ἔχει δύναμις τῷ πλούτῳ τὰ δὲ βελτίω:
[2] φιλοτιμότεροι γὰρ καὶ ἀνδρωδέστεροί εἰσιν τὰ ἤθη οἱ δυνάμενοι τῶν πλουσίων διὰ τὸ ἐφίεσθαι ἔργων ὅσα ἐξουσία αὐτοῖς πράττειν διὰ τὴν δύναμιν,
[3] καὶ σπουδαστικώτεροι διὰ τὸ ἐν ἐπιμελείᾳ εἶναι, ἀναγκαζόμενοι σκοπεῖν τὰ περὶ τὴν δύναμιν,
[4] καὶ σεμνότεροι ἢ βαρύτεροι: ποιεῖ γὰρ σεμνοτέρους τὸ ἀξίωμα, διὸ μετριάζουσιν, ἔστι δὲ ἡ σεμνότης μαλακὴ καὶ εὐσχήμων βαρύτης: κἂν ἀδικῶσιν, οὐ μικραδικηταί εἰσιν ἀλλὰ μεγαλάδικοι.
[5] ἡ δ᾽ εὐτυχία κατὰ μόριά τε τῶν εἰρημένων ἔχει τὰ ἤθη (εἰς γὰρ ταῦτα συντείνουσιν αἱ μέγισται δοκοῦσαι εἶναι εὐτυχίαι), καὶ ἔτι εἰς εὐτεκνίαν καὶ τὰ κατὰ τὸ σῶμα ἀγαθὰ παρασκευάζει ἡ εὐτυχία πλεονεκτεῖν.
[6] ὑπερηφανώτεροι μὲν οὖν καὶ ἀλογιστότεροι διὰ τὴν εὐτυχίαν εἰσίν, ἓν δὲ ἀκολουθεῖ βέλτιστον ἦθος τῇ εὐτυχίᾳ, ὅτι φιλόθεοί εἰσι καὶ ἔχουσιν πρὸς τὸ θεῖόν πως, πιστεύοντες διὰ τὰ γιγνόμενα ἀπὸ τῆς τύχης. περὶ μὲν οὖν τῶν καθ᾽ ἡλικίαν καὶ τύχην ἠθῶν εἴρηται: τὰ γὰρ ἐναντία τῶν εἰρημένων ἐκ τῶν ἐναντίων φανερά ἐστιν, οἷον πένητος καὶ ἀτυχοῦς ἦθος καὶ ἀδυνάτου.
Κεφάλαιο 18
[Επεξεργασία][1] ἐπεὶ δὲ ἡ τῶν πιθανῶν λόγων χρῆσις πρὸς κρίσιν ἐστί (περὶ ὧν γὰρ ἴσμεν καὶ κεκρίκαμεν οὐδὲν ἔτι δεῖ λόγου), ἔστι δ᾽ ἐάν τε πρὸς ἕνα τις τῷ λόγῳ χρώμενος προτρέπῃ ἢ ἀποτρέπῃ, οἷον οἱ νουθετοῦντες ποιοῦσιν ἢ πείθοντες (οὐδὲν γὰρ ἧττον κριτὴς ὁ εἷς: ὃν γὰρ δεῖ πεῖσαι, οὗτός ἐστιν ὡς εἰπεῖν ἁπλῶς κριτής), ἐάν τε πρὸς ἀμφισβητοῦντας, ἐάν τε πρὸς ὑπόθεσιν λέγῃ τις, ὁμοίως (τῷ γὰρ λόγῳ ἀνάγκη χρῆσθαι καὶ ἀναιρεῖν τὰ ἐναντία, πρὸς ἃ ὥσπερ ἀμφισβητοῦντα τὸν λόγον ποιεῖται), ὡσαύτως δὲ καὶ ἐν τοῖς ἐπιδεικτικοῖς (ὥσπερ γὰρ πρὸς κριτὴν τὸν θεωρὸν ὁ λόγος συνέστηκεν, ὅλως δὲ μόνος ἐστὶν ἁπλῶς κριτὴς ἐν τοῖς πολιτικοῖς ἀγῶσιν ὁ τὰ ζητούμενα κρίνων: τά τε γὰρ ἀμφισβητούμενα ζητεῖται πῶς ἔχει, καὶ περὶ ὧν βουλεύονται), περὶ δὲ τῶν κατὰ τὰς πολιτείας ἠθῶν ἐν τοῖς συμβουλευτικοῖς εἴρηται πρότερονὥστε διωρισμένον ἂν εἴη πῶς τε καὶ διὰ τίνων τοὺς λόγους ἠθικοὺς ποιητέον.
[2] ἐπεὶ δὲ περὶ ἕκαστον μὲν γένος τῶν λόγων ἕτερον ἦν τὸ τέλος, περὶ ἁπάντων δ᾽ αὐτῶν εἰλημμέναι δόξαι καὶ προτάσεις εἰσὶν ἐξ ὧν τὰς πίστεις φέρουσιν καὶ συμβουλεύοντες καὶ ἐπιδεικνύμενοι καὶ ἀμφισβητοῦντες, ἔτι δὲ ἐξ ὧν ἠθικοὺς τοὺς λόγους ἐνδέχεται ποιεῖν, καὶ περὶ τούτων διώρισται, λοιπὸν ἡμῖν διελθεῖν περὶ τῶν κοινῶν.
[3] πᾶσι γὰρ ἀναγκαῖον τῷ περὶ τοῦ δυνατοῦ καὶ ἀδυνάτου προσχρῆσθαι ἐν τοῖς λόγοις, καὶ τοὺς μὲν ὡς ἔσται τοὺς δὲ ὡς γέγονε πειρᾶσθαι δεικνύναι.
[4] ἔτι δὲ <τὸ>περὶ μεγέθους κοινὸν ἁπάντων ἐστὶ τῶν λόγων: χρῶνται γὰρ πάντες τῷ μειοῦν καὶ αὔξειν καὶ συμβουλεύοντες καὶ ἐπαινοῦντες ἢ ψέγοντες καὶ κατηγοροῦντες ἢ ἀπολογούμενοι.
[5] τούτων δὲ διορισθέντων περὶ τῶν ἐνθυμημάτων κοινῇ πειραθῶμεν εἰπεῖν, εἴ τι ἔχομεν, καὶ περὶ παραδειγμάτων, ὅπως τὰ λοιπὰ προσθέντες ἀποδῶμεν τὴν ἐξ ἀρχῆς πρόθεσιν. ἔστιν δὲ τῶν κοινῶν τὸ μὲν αὔξειν οἰκειότατον τοῖς ἐπιδεικτικοῖς, ὥσπερ εἴρηται, τὸ δὲ γεγονὸς τοῖς δικανικοῖς (περὶ τούτων γὰρ ἡ κρίσις), τὸ δὲ δυνατὸν καὶ ἐσόμενον τοῖς συμβουλευτικοῖς.
Κεφάλαιο 19
[Επεξεργασία][1] πρῶτον μὲν οὖν περὶ δυνατοῦ καὶ ἀδυνάτου λέγωμεν. ἂν δὴ τὸ ἐναντίον ᾖ δυνατὸν ἢ εἶναι ἢ γενέσθαι, καὶ τὸ ἐναντίον δόξειεν ἂν εἶναι δυνατόν, οἷον εἰ δυνατὸν ἄνθρωπον ὑγιασθῆναι, καὶ νοσῆσαι: ἡ γὰρ αὐτὴ δύναμις τῶν ἐναντίων ᾗ ἐναντία. καὶ εἰ τὸ ὅμοιον δυνατόν, καὶ τὸ ὅμοιον:
[2] καὶ εἰ τὸ χαλεπώτερον δυνατόν, καὶ τὸ ῥᾷον: [2] And if the harder of two things is possible, so also is the easier. [3] καὶ εἰ τὸ σπουδαῖον καὶ καλὸν γενέσθαι δυνατόν,
[4] καὶ ὅλως δυνατὸν γενέσθαι: χαλεπώτερον γὰρ καλὴν οἰκίαν ἢ οἰκίαν εἶναι.
[5] καὶ οὗ ἡ ἀρχὴ δύναται γενέσθαι, καὶ τὸ τέλος: οὐδὲν γὰρ γίγνεται οὐδ᾽ ἄρχεται γίγνεσθαι τῶν ἀδυνάτων, οἷον τὸ σύμμετρον τὴν διάμετρον εἶναι οὔτ᾽ ἂν ἄρξαιτο γίγνεσθαι οὔτε γίγνεται. καὶ οὗ τὸ τέλος, καὶ ἡ ἀρχὴ δυνατή: ἅπαντα γὰρ ἐξ ἀρχῆς γίγνεται.
[6] καὶ εἰ τὸ ὕστερον τῇ οὐσίᾳ ἢ τῇ γενέσει δυνατὸν γενέσθαι, καὶ τὸ πρότερον, οἷον εἰ ἄνδρα γενέσθαι δυνατόν, καὶ παῖδα (πρότερον γὰρ ἐκεῖνο γίγνεται), καὶ εἰ παῖδα, καὶ ἄνδρα (καὶ ἀρχὴ γὰρ ἐκείνη).
[7] καὶ ὧν ἢ ἔρως ἢ ἐπιθυμία φύσει ἐστίν: οὐδεὶς γὰρ ἀδυνάτων ἐρᾷ οὐδὲ ἐπιθυμεῖ ὡς ἐπὶ τὸ πολύ.
[8] καὶ ὧν ἐπιστῆμαί εἰσι καὶ τέχναι, δυνατὸν ταῦτα καὶ εἶναι καὶ γίγνεσθαι.
[9] καὶ ὅσων ἡ ἀρχὴ τῆς γενέσεως ἐν τούτοις ἐστὶν ἃ ἡμεῖς ἀναγκάσαιμεν ἂν ἢ πείσαιμεν: ταῦτα δ᾽ ἐστὶν ὧν κρείττους ἢ κύριοι ἢ φίλοι.
[10] καὶ ὧν τὰ μέρη δυνατά, καὶ τὸ ὅλον, καὶ ὧν τὸ ὅλον δυνατόν, καὶ τὰ μέρη ὡς ἐπὶ τὸ πολύ: εἰ γὰρ πρόσχισμα καὶ κεφαλὶς καὶ χιτὼν δύναται γενέσθαι, καὶ ὑποδήματα δυνατὸν γενέσθαι, καὶ εἰ ὑποδήματα, καὶ πρόσχισμα καὶ κεφαλίς καὶ χιτών.
[11] καὶ εἰ τὸ γένος ὅλον τῶν δυνατῶν γενέσθαι, καὶ τὸ εἶδος, καὶ εἰ τὸ εἶδος, καὶ τὸ γένος, οἷον εἰ πλοῖον γενέσθαι δυνατόν, καὶ τριήρη, καὶ εἰ τριήρη, καὶ πλοῖον.
[12] καὶ εἰ θάτερον τῶν πρὸς ἄλληλα πεφυκότων, καὶ θάτερον, οἷον εἰ διπλάσιον, καὶ ἥμισυ, καὶ εἰ ἥμισυ, διπλάσιον.
[13] καὶ εἰ ἄνευ τέχνης καὶ παρασκευῆς δυνατὸν γίγνεσθαι, μᾶλλον διὰ τέχνης καὶ ἐπιμελείας δυνατόν, ὅθεν καὶ Ἀγάθωνι εἴρηται καὶ μὴν τὰ μέν γε τῆς τέχνης πράσσειν, τὰ δὲ ἡμῖν ἀνάγκῃ καὶ τύχῃ προσγίγνεται.
[14] καὶ εἰ τοῖς χείροσι καὶ ἥττοσι καὶ ἀφρονεστέροις δυνατόν, καὶ τοῖς ἐναντίοις μᾶλλον, ὥσπερ καὶ Ἰσοκράτης ἔφη δεινὸν εἴναι εἰ ὁ μὲν Εὔθυνος ἔμαθεν, αὐτὸς δὲ μὴ δυνήσεται εὑρεῖν.
[16] εἰ δὲ γέγονεν, ἐκ τῶνδε σκεπτέον.
[17] πρῶτον μὲν γάρ, εἰ τὸ ἧττον γίγνεσθαι πεφυκὸς γέγονεν, γεγονὸς ἂν εἴη καὶ τὸ μᾶλλον. καὶ εἰ τὸ ὕστερον εἰωθὸς γίγνεσθαι γέγονεν, καὶ τὸ πρότερον γέγονεν, οἷον εἰ ἐπιλέλησται, καὶ ἔμαθέ ποτε τοῦτο.
[18] καὶ εἰ ἐδύνατο καὶ ἐβούλετο, πέπραχε: πάντες γάρ, ὅταν δυνάμενοι βουληθῶσι, πράττουσιν: ἐμποδὼν γὰρ οὐδέν.
[19] ἔτι εἰ ἐβούλετο καὶ μηδὲν τῶν ἔξω ἐκώλυεν, καὶ εἰ ἐδύνατο καὶ ὠργίζετο, καὶ εἰ ἐδύνατο καὶ ἐπεθύμει: ὡς γὰρ ἐπὶ τὸ πολὺ ὧν ὀρέγονται, ἂν δύνωνται, ποιοῦσιν, οἱ μὲν φαῦλοι δι᾽ ἀκρασίαν, οἱ δ᾽ ἐπιεικεῖς ὅτι τῶν ἐπιεικῶν ἐπιθυμοῦσιν.
[20] καὶ εἰ ἔμελλε [γίγνεσθαι], καὶ ποιεῖν: εἰκὸς γὰρ τὸν μέλλοντα καὶ ποιῆσαι.
[21] καὶ εἰ γέγονεν ὅσα ἢ πέφυκε πρὸ ἐκείνου ἢ ἕνεκα ἐκείνου, οἷον εἰ ἤστραψε, καὶ ἐβρόντησεν, καὶ εἰ ἐπείρασε, καὶ ἔπραξεν. καὶ εἰ ὅσα ὕστερον πέφυκε γίγνεσθαι ἢ οὗ ἕνεκα γίγνεται γέγονε, καὶ τὸ πρότερον καὶ τὸ τούτου ἕνεκα γέγονεν, οἷον εἰ ἐβρόντησε, καὶ ἤστραψεν, καὶ εἰ ἔπραξεν, ἐπείρασεν.
[22] ἔστι δὲ τούτων ἁπάντων τὰ μὲν ἐξ ἀνάγκης τὰ δ᾽ ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχοντα. περὶ δὲ τοῦ μὴ γεγονέναι φανερὸν ὅτι ἐκ τῶν ἐναντίων τοῖς εἰρημένοις.
[23] καὶ περὶ τοῦ ἐσομένου ἐκ τῶν αὐτῶν δῆλον: τό τε γὰρ ἐν δυνάμει καὶ ἐν βουλήσει ὂν ἔσται, καὶ τὰ ἐν ἐπιθυμίᾳ καὶ ὀργῇ καὶ λογισμῷ μετὰ δυνάμεως ὄντα, ταῦτα καὶ ἐν ὁρμῇ τοῦ ποιεῖν ἢ μελλήσει ἔσται: ὡς γὰρ ἐπὶ τὸ πολὺ γίγνεται μᾶλλον τὰ μέλλοντα ἢ τὰ μὴ μέλλοντα.
[24] καὶ εἰ προγέγονε ὅσα πρότερον πέφυκε γίγνεσθαι, οἷον εἰ συννεφεῖ, εἰκὸς ὗσαι.
[25] καὶ εἰ τὸ ἕνεκα τούτου γέγονε, καὶ τοῦτο εἰκὸς γενέσθαι, οἷον εἰ θεμέλιος, καὶ οἰκία.
[26] περὶ δὲ μεγέθους καὶ μικρότητος τῶν πραγμάτων καὶ μείζονός τε καὶ ἐλάττονος καὶ ὅλως μεγάλων καὶ μικρῶν ἐκ τῶν προειρημένων ἡμῖν ἐστιν φανερόν. εἴρηται γὰρ ἐν τοῖς συμβουλευτικοῖς περί τε μεγέθους ἀγαθῶν καὶ περὶ τοῦ μείζονος ἁπλῶς καὶ ἐλάττονος, ὥστε ἐπεὶ καθ᾽ ἕκαστον τῶν λόγων τὸ προκείμενον τέλος ἀγαθόν ἐστιν, οἷον τὸ συμφέρον καὶ τὸ καλὸν καὶ τὸ δίκαιον, φανερὸν ὅτι δι᾽ ἐκείνων ληπτέον τὰς αὐξήσεις πᾶσιν.
[27] τὸ δὲ παρὰ ταῦτα ἔτι ζητεῖν περὶ μεγέθους ἁπλῶς καὶ ὑπεροχῆς κενολογεῖν ἐστιν: κυριώτερα γάρ ἐστιν πρὸς τὴν χρείαν τῶν καθόλου τὰ καθ᾽ ἕκαστα τῶν πραγμάτων. περὶ μὲν οὖν δυνατοῦ καὶ ἀδυνάτου, καὶ πότερον γέγονεν ἢ οὐ γέγονεν καὶ ἔσται ἢ οὐκ ἔσται, ἔτι δὲ περὶ μεγέθους καὶ μικρότητος τῶν πραγμάτων, εἰρήσθω ταῦτα.
Κεφάλαιο 20
[Επεξεργασία][1] λοιπὸν δὲ περὶ τῶν κοινῶν πίστεων ἅπασιν εἰπεῖν, ἐπείπερ εἴρηται περὶ τῶν ἰδίων. εἰσὶ δ᾽ αἱ κοιναὶ πίστεις δύο τῷ γένει, παράδειγμα καὶ ἐνθύμημα: ἡ γὰρ γνώμη μέρος ἐνθυμήματός ἐστιν.
[2] πρῶτον μὲν οὖν περὶ παραδείγματος λέγωμεν: ὅμοιον γὰρ ἐπαγωγῇ τὸ παράδειγμα, ἡ δ᾽ ἐπαγωγὴ ἀρχή. παραδειγμάτων δὲ εἴδη δύο: ἓν μὲν γάρ ἐστιν παραδείγματος εἶδος τὸ λέγειν πράγματα προγενομένα, ἓν δὲ τὸ αὐτὸν ποιεῖν. τούτου δὲ ἓν μὲν παραβολὴ ἓν δὲ λόγοι,
[3] οἷον οἱ Αἰσώπειοι καὶ Λιβυκοί. ἔστιν δὲ τὸ μὲν πράγματα λέγειν τοιόνδε τι, ὥσπερ εἴ τις λέγοι ὅτι δεῖ πρὸς βασιλέα παρασκευάζεσθαι καὶ μὴ ἐᾶν Αἴγυπτον χειρώσασθαι: καὶ γὰρ πρότερον Δαρεῖος οὐ πρότερον διέβη πρὶν Αἴγυπτον ἔλαβεν, λαβὼν δὲ διέβη, καὶ πάλιν Ξέρξης οὐ πρότερον ἐπεχείρησεν πρὶν ἔλαβεν, λαβὼν δὲ διέβη, ὥστε καὶ οὗτος ἐὰν λάβῃ, διαβήσεται, διὸ οὐκ ἐπιτρεπτέον.
[4] παραβολὴ δὲ τὰ Σωκρατικά, οἷον εἴ τις λέγοι ὅτι οὐ δεῖ κληρωτοὺς ἄρχειν: ὅμοιον γὰρ ὥσπερ ἂν εἴ τις τοὺς ἀθλητὰς κληροίη μὴ οἳ δύνανται ἀγωνίζεσθαι ἀλλ᾽ οἳ ἂν λάχωσιν, ἢ τῶν πλωτήρων ὅντινα δεῖ κυβερνᾶν κληρώσειεν, ὡς δέον τὸν λαχόντα ἀλλὰ μὴ τὸν ἐπιστάμενον.
[5] λόγος δέ, οἷος ὁ Στησιχόρου περὶ Φαλάριδος καὶ <ὁ>Αἰσώπου ὑπὲρ τοῦ δημαγωγοῦ. Στησίχορος μὲν γὰρ ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν Ἱμεραίων Φάλαριν καὶ μελλόντων φυλακὴν διδόναι τοῦ σώματος, τἆλλα διαλεχθεὶς εἶπεν αὐτοῖς λόγον ὡς ἵππος κατεῖχε λειμῶνα μόνος, ἐλθόντος δ᾽ ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον ἠρώτα τινὰ ἄνθρωπον εἰ δύναιτ᾽ ἂν μετ᾽ αὐτοῦ τιμωρήσασθαι τὸν ἔλαφον, ὁ δ᾽ ἔφησεν, ἐὰν λάβῃ χαλινὸν καὶ αὐτὸς ἀναβῇ ἐπ᾽ αὐτὸν ἔχων ἀκόντια: συνομολογήσας δὲ καὶ ἀναβάντος ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσε τῷ ἀνθρώπῳ. "οὕτω δὲ καὶ ὑμεῖς", ἔφη, "ὁρᾶτε μὴ βουλόμενοι τοὺς πολεμίους τιμωρήσασθαι τὸ αὐτὸ πάθητε τῷ ἵππῳ: τὸν μὲν γὰρ χαλινὸν ἔχετε ἤδη, ἑλόμενοι στρατηγὸν αὐτοκράτορα: ἑὰν δὲ φυλακὴν δῶτε καὶ ἀναβῆναι ἐάσητε, δουλεύσετε ἤδη Φαλάριδι".
[6] Αἴσωπος δὲ ἐν Σάμῳ δημηγορῶν κρινομένου δημαγωγοῦ περὶ θανάτου ἔφη ἀλώπεκα διαβαίνουσαν ποταμὸν ἀπωσθῆναι εἰς φάραγγα, οὐ δυναμένην δὲ ἐκβῆναι πολὺν χρόνον κακοπαθεῖν καὶ κυνοραιστὰς πολλοὺς ἔχεσθαι αὐτῆς, ἐχῖνον δὲ πλανώμενον, ὡς εἶδεν αὐτήν, κατοικτείραντα ἐρωτᾶν εἰ ἀφέλοι αὐτῆς τοὺς κυνοραιστάς, τὴν δὲ οὐκ ἐᾶν: ἐρομένου δὲ διὰ τί, "ὅτι οὗτοι μὲν" φάναι "ἤδη μου πλήρεις εἰσὶ καὶ ὀλίγον ἕλκουσιν αἷμα, ἐὰν δὲ τούτους ἀφέλητε, ἕτεροι ἐλθόντες πεινῶντες ἐκπιοῦνταί μου τὸ λοιπὸν αἷμα". "ἀτὰρ καὶ ὑμᾶς, ἄνδρες Σάμιοι, οὗτος μὲν οὐδὲν ἔτι βλάψει (πλούσιος γάρ ἐστιν), ἐὰν δὲ τοῦτον ἀποκτείνητε, ἕτεροι ἥξουσι πένητες, οἳ ὑμᾶς ἀναλώσουσι τὰ λοιπὰ κλέπτοντες."
[7] εἰσὶ δ᾽ οἱ λόγοι δημηγορικοί, καὶ ἔχουσιν ἀγαθὸν τοῦτο, ὅτι πράγματα μὲν εὑρεῖν ὅμοια γεγενημένα χαλεπόν, λόγους δὲ ῥᾷον: ποιῆσαι γὰρ δεῖ ὥσπερ καὶ παραβολάς, ἄν τις δύνηται τὸ ὅμοιον ὁρᾶν, ὅπερ ῥᾷόν ἐστιν ἐκ φιλοσοφίας.
[8] ῥᾴω μὲν οὖν πορίσασθαι τὰ διὰ τῶν λόγων, χρησιμώτερα δὲ πρὸς τὸ βουλεύσασθαι τὰ διὰ τῶν πραγμάτων: ὅμοια γὰρ ὡς ἐπὶ τὸ πολὺ τὰ μέλλοντα τοῖς γεγονόσιν.
[9] δεῖ δὲ χρῆσθαι τοῖς παραδείγμασι οὐκ ἔχοντα μὲν ἐνθυμήματα ὡς ἀποδείξεσιν (ἡ γὰρ πίστις διὰ τούτων), ἔχοντα δὲ ὡς μαρτυρίοις, ἐπιλόγῳ χρώμενον τοῖς ἐνθυμήμασιν: προτιθέμενα μὲν γὰρ ἔοικεν ἐπαγωγῇ, τοῖς δὲ ῥητορικοῖς οὐκ οἰκεῖον ἐπαγωγὴ πλὴν ἐν ὀλίγοις, ἐπιλεγόμενα δὲ μαρτυρίοις, ὁ δὲ μάρτυς πανταχοῦ πιθανός: διὸ καὶ προτιθέντι μὲν ἀνάγκη πολλὰ λέγειν, ἐπιλέγοντι δὲ καὶ ἓν ἱκανόν: μάρτυς γὰρ χρηστὸς καὶ εἷς χρήσιμος. πόσα μὲν οὖν εἴδη παραδειγμάτων, καὶ πῶς αὐτοῖς καὶ πότε χρηστέον, εἴρηται.
Κεφάλαιο 21
[Επεξεργασία][1] περὶ δὲ γνωμολογίας, ῥηθέντος τί ἐστιν γνώμη μάλιστ᾽ ἂν γένοιτο φανερὸν περὶ ποίων τε καὶ πότε καὶ τίσιν ἁρμόττει χρῆσθαι τῷ γνωμολογεῖν ἐν τοῖς λόγοις.
[2] ἔστι δὴ γνώμη ἀπόφανσις, οὐ μέντοι οὔτε περὶ τῶν καθ᾽ ἕκαστον, οἷον ποῖός τις Ἰφικράτης, ἀλλὰ καθόλου, οὔτε περὶ πάντων, οἷον ὅτι τὸ εὐθὺ τῷ καμπύλῳ ἐναντίον, ἀλλὰ περὶ ὅσων αἱ πράξεις εἰσί, καὶ <ἃ>αἱρετὰ ἢ φευκτά ἐστι πρὸς τὸ πράττειν, ὥστ᾽ ἐπεὶ τὸ ἐνθύμημα ὁ περὶ τοιούτων συλλογισμός ἐστιν, σχεδὸν τὰ συμπεράσματα τῶν ἐνθυμημάτων καὶ αἱ ἀρχαὶ ἀφαιρεθέντος τοῦ συλλογισμοῦ γνῶμαί εἰσιν, οἷον χρὴ δ᾽ οὔ ποθ᾽ ὅστις ἀρτίφρων πέφυκ᾽ ἀνήρ παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς. Eur. Med. 294-295 τοῦτο μὲν οὖν γνώμη: προστεθείσης δὲ τῆς αἰτίας καὶ τοῦ διὰ τί ἐνθύμημά ἐστιν τὸ ἅπαν, οἷον χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας, φθόνον παρ᾽ ἀστῶν ἀλφάνουσι δυσμενῆ, Eur. Med. 296-297 καὶ τὸ οὐκ ἔστιν ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ, Eur. fr. 661 καὶ τὸ οὐκ ἔστιν ἀνδρῶν ὅστις ἔστ᾽ ἐλεύθερος Eur. Hec. 864 γνώμη, πρὸς δὲ τῷ ἐχομένῳ ἐνθύμημα, ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης. Eur. Hec. 865
[3] εἰ δή ἐστιν γνώμη τὸ εἰρημένον, ἀνάγκη τέτταρα εἴδη εἶναι γνώμης: ἢ γὰρ μετ᾽ ἐπιλόγου ἔσται ἢ ἄνευ ἐπιλόγου.
[4] ἀποδείξεως μὲν οὖν δεόμεναί εἰσιν ὅσαι παράδοξόν τι λέγουσιν ἢ ἀμφισβητούμενον: ὅσαι δὲ μηδὲν παράδοξον, ἄνευ ἐπιλόγου.
[5] τούτων δ᾽ ἀνάγκη τὰς μὲν διὰ τὸ προεγνῶσθαι μηδὲν δεῖσθαι ἐπιλόγου, οἷον ἀνδρὶ δ᾽ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γ᾽ ἐμὶν δοκεῖ (φαίνεται μὲν γὰρ τοῖς πολλοῖς οὕτω), τὰς δ᾽ ἅμα λεγομένας δήλας εἶναι ἐπιβλέψασιν, οἷον οὐδεὶς ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. Eur. Tro. 1051
[6] τῶν δὲ μετ᾽ ἐπιλόγου αἱ μὲν ἐνθυμήματος μέρος εἰσίν, ὥσπερ χρὴ δ᾽ οὔ ποθ᾽ ὅστις ἀρτίφρων, Eur. Med. 294 αἱ δ᾽ ἐνθυμηματικαὶ μέν, οὐκ ἐνθυμήματος δὲ μέρος: αἵπερ καὶ μάλιστ᾽ εὐδοκιμοῦσιν. εἰσὶν δ᾽ αὗται ἐν ὅσαις ἐμφαίνεται τοῦ λεγομένου τὸ αἴτιον, οἷον ἐν τῷ ἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν: τὸ μὲν γὰρ φάναι "μὴ δεῖν φυλάττειν" γνώμη, τὸ δὲ προσκείμενον θνητὸν ὄντα τὸ διὰ τί. ὁμοίως δὲ καὶ θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.
[7] φανερὸν οὖν ἐκ τῶν εἰρημένων πόσα τε εἴδη γνώμης, καὶ περὶ ποῖον ἕκαστον ἁρμόττει: περὶ μὲν γὰρ τῶν ἀμφισβητουμένων ἢ παραδόξων μὴ ἄνευ ἐπιλόγου, ἀλλ᾽ ἢ προθέντα τὸν ἐπίλογον γνώμῃ χρῆσθαι τῷ συμπεράσματι (οἷον εἴ τις εἴποι "ἐγὼ μὲν οὖν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ οὔτ᾽ ἀργὸν εἶναι, οὔ φημι χρῆναι παιδεύεσθαι"), ἢ τοῦτο προειπόντα ἐπειπεῖν τὰ ἔμπροσθεν: περὶ δὲ τῶν μὴ παραδόξων ἀδήλων δὲ προστιθέντα τὸ διότι στρογγυλώτατα.
[8] ἁρμόττει δ᾽ ἐν τοῖς τοιούτοις καὶ τὰ Λακωνικὰ ἀποφθέγματα καὶ τὰ αἰνιγματώδη, οἷον εἴ τις λέγει ὅπερ Στησίχορος ἐν Λοκροῖς εἶπεν, ὅτι οὐ δεῖ ὑβριστὰς εἶναι, ὅπως μὴ οἱ τέττιγες χαμόθεν ᾁδωσιν.
[9] ἁρμόττει δὲ γνωμολογεῖν ἡλικίᾳ μὲν πρεσβυτέρων, περὶ δὲ τούτων ὧν ἔμπειρός τίς ἐστιν, ὥστε τὸ μὲν μὴ τηλικοῦτον ὄντα γνωμολογεῖν ἀπρεπὲς ὥσπερ καὶ τὸ μυθολογεῖν, περὶ δὲ ὧν ἄπειρος, ἠλίθιον καὶ ἀπαίδευτον. σημεῖον δὲ ἱκανόν: οἱ γὰρ ἀγροῖκοι μάλιστα γνωμοτύποι εἰσὶ καὶ ῥᾳδίως ἀποφαίνονται.
[10] καθόλου δὲ μὴ ὄντος καθόλου εἰπεῖν μάλιστα ἁρμόττει ἐν σχετλιασμῷ καὶ δεινώσει, καὶ ἐν τούτοις ἢ ἀρχόμενον ἢ ἀποδείξαντα.
[11] χρῆσθαι δὲ δεῖ καὶ ταῖς τεθρυλημέναις καὶ κοιναῖς γνώμαις, ἐὰν ὦσι χρήσιμοι: διὰ γὰρ τὸ εἶναι κοιναί, ὡς ὁμολογούντων πάντων, ὀρθῶς ἔχειν δοκοῦσιν, οἷον παρακαλοῦντι ἐπὶ τὸ κινδυνεύειν μὴ θυσαμένους εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης, Hom. Il. 12.243 καὶ ἐπὶ τὸ ἥττους ὄντας ξυνὸς Ἐνυάλιος, Hom. Il. 18.309 καὶ ἐπὶ τὸ ἀναιρεῖν τῶν ἐχθρῶν τὰ τέκνα καὶ μηδὲν ἀδικοῦντα νήπιος ὃς πατέρα κτείνας παῖδας καταλείπει.
[12] ἔτι ἔνιαι τῶν παροιμιῶν καὶ γνῶμαί εἰσιν, οἷον παροιμία "Ἀττικὸς πάροικος".
[13] δεῖ δὲ τὰς γνώμας λέγειν καὶ παρὰ τὰ δεδημοσιευμένα (λέγω δὲ δεδημοσιευμένα οἷον τὸ "γνῶθι σαυτὸν" καὶ τὸ "μηδὲν ἄγαν"), ὅταν ἢ τὸ ἦθος φαίνεσθαι μέλλῃ βέλτιον ἢ παθητικῶς εἰρημένη. ἔστι δὲ παθητικὴ μὲν οἷον εἴ τις ὀργιζόμενος φαίη ψεῦδος εἶναι ὡς δεῖ γιγνώσκειν αὑτόν: οὗτος γοῦν εἰ ἐγίγνωσκεν ἑαυτόν, οὐκ ἄν ποτε στρατηγεῖν ἠξίωσε: τὸ δὲ ἦθος βέλτιον, ὅτι οὐ δεῖ, ὥσπερ φασίν, φιλεῖν ὡς μισήσοντας, ἀλλὰ μᾶλλον μισεῖν ὡς φιλήσοντας.
[14] δεῖ δὲ τῇ λέξει τὴν προαίρεσιν συνδηλοῦν, εἰ δὲ μή, τὴν αἰτίαν ἐπιλέγειν, οἷον οὕτως εἰπόντα, ὅτι "δεῖ δὲ φιλεῖν οὐχ ὥσπερ φασίν, ἀλλ᾽ ὡς ἀεὶ φιλήσοντα: ἐπιβούλου γὰρ θάτερον", ἢ ὧδε, "οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον: δεῖ γὰρ τὸν ἀληθινὸν φίλον ὡς φιλήσοντα ἀεὶ φιλεῖν", καὶ "οὐδὲ τὸ μηδὲν ἄγαν: δεῖ γὰρ τούς γε κακοὺς ἄγαν μισεῖν".
[15] ἔχουσι δ᾽ εἰς τοὺς λόγους βοήθειαν μεγάλην μίαν μὲν διὰ τὴν φορτικότητα τῶν ἀκροατῶν: χαίρουσι γὰρ ἐάν τις καθόλου λέγων ἐπιτύχῃ τῶν δοξῶν ἃς ἐκεῖνοι κατὰ μέρος ἔχουσιν. ὃ δὲ λέγω δῆλον ἔσται ὧδε, ἅμα δὲ καὶ πῶς δεῖ αὐτὰς θηρεύειν. ἡ μὲν γὰρ γνώμη, ὥσπερ εἴρηται, ἀπόφανσις καθόλου ἐστίν, χαίρουσι δὲ καθόλου λεγομένου ὃ κατὰ μέρος προϋπολαμβάνοντες τυγχάνουσι: οἷον εἴ τις γείτοσι τύχοι κεχρημένος ἢ τέκνοις φαύλοις, ἀποδέξαιτ᾽ ἂν τοῦ εἰπόντος ὅτι οὐδὲν γειτονίας χαλεπώτερον ἢ ὅτι οὐδὲν ἠλιθιώτερον τεκνοποιίας, ὥστε δεῖ στοχάζεσθαι ποῖα τυγχάνουσι προϋπολαμβάνοντες, εἶθ᾽ οὕτως περὶ τούτων καθόλου λέγειν.
[16] ταύτην τε δὴ ἔχει μίαν χρῆσιν τὸ γνωμολογεῖν, καὶ ἑτέραν κρείττω: ἠθικοὺς γὰρ ποιεῖ τοὺς λόγους. ἦθος δὲ ἔχουσιν οἱ λόγοι ἐν ὅσοις δήλη ἡ προαίρεσις: αἱ δὲ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν διὰ τὸ ἀποφαίνεσθαι τὸν τὴν γνώμην λέγοντα καθόλου περὶ τῶν προαιρέσεων, ὥστε, ἂν χρησταὶ ὦσιν αἱ γνῶμαι, καὶ χρηστοήθη φαίνεσθαι ποιοῦσι τὸν λέγοντα. περὶ μὲν οὖν γνώμης, καὶ τί ἐστι καὶ πόσα εἴδη ταύτης καὶ πῶς χρηστέον αὐτῇ καὶ τίνα ὠφέλειαν ἔχει, εἰρήσθω ταῦτα.
Κεφάλαιο 22
[Επεξεργασία][1] περὶ δ᾽ ἐνθυμημάτων καθόλου τε εἴπωμεν τίνα τρόπον δεῖ ζητεῖν, καὶ μετὰ ταῦτα τοὺς τόπους: ἄλλο γὰρ εἶδος ἑκάτερον τούτων ἐστίν.
[2] ὅτι μὲν οὖν τὸ ἐνθύμημα συλλογισμός ἐστιν, εἴρηται πρότερον, καὶ πῶς συλλογισμός, καὶ τί διαφέρει τῶν διαλεκτικῶν:
[3] οὔτε γὰρ πόρρωθεν οὔτε πάντα δεῖ λαμβάνοντας συνάγειν: τὸ μὲν γὰρ ἀσαφὲς διὰ τὸ μῆκος, τὸ δὲ ἀδολεσχία διὰ τὸ φανερὰ λέγειν. τοῦτο γὰρ αἴτιον καὶ τοῦ πιθανωτέρους εἶναι τοὺς ἀπαιδεύτους τῶν πεπαιδευμένων ἐν τοῖς ὄχλοις, ὥσπερ φασὶν οἱ ποιηταὶ τοὺς ἀπαιδεύτους παρ᾽ ὄχλῳ μουσικωτέρως λέγειν: οἱ μὲν γὰρ τὰ κοινὰ καὶ καθόλου λέγουσιν, οἱ δ᾽ ἐξ ὧν ἴσασι, καὶ τὰ ἐγγύς: ὥστ᾽ οὐκ ἐξ ἁπάντων τῶν δοκούντων ἀλλ᾽ ἐκ τῶν ὡρισμένων λεκτέον, οἷον ἢ τοῖς κρίνουσιν ἢ οὓς ἀποδέχονται, καὶ τοῦτο διότι οὕτως φαίνεται δῆλον εἶναι ἅπασιν ἢ τοῖς πλείστοις: καὶ μὴ μόνον συνάγειν ἐκ τῶν ἀναγκαίων, ἀλλὰ καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολύ.
[4] πρῶτον μὲν οὖν δεῖ λαβεῖν ὅτι περὶ οὗ δεῖ λέγειν καὶ συλλογίζεσθαι εἴτε πολιτικῷ συλλογισμῷ εἴθ᾽ ὁποιῳοῦν, ἀναγκαῖον κατὰ τούτου ἔχειν τὰ ὑπάρχοντα, ἢ πάντα ἢ ἔνια: μηδὲν γὰρ ἔχων ἐξ οὐδενὸς ἂν ἔχοις συνάγειν.
[5] λέγω δ᾽ οἷον πῶς ἂν δυναίμεθα συμβουλεύειν Ἀθηναίοις εἰ πολεμητέον ἢ μὴ πολεμητέον, μὴ ἔχοντες τίς ἡ δύναμις αὐτῶν, πότερον ναυτικὴ ἢ πεζικὴ ἢ ἄμφω, καὶ αὕτη πόση, καὶ πρόσοδοι τίνες ἢ φίλοι καὶ ἐχθροί, εἶτα τίνας πολέμους πεπολεμήκασι καὶ πῶς, καὶ τἆλλα τὰ τοιαῦτα:
[6] ἢ ἐπαινεῖν, εἰ μὴ ἔχοιμεν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἢ τὴν ἐν Μαραθῶνι μάχην ἢ τὰ ὑπὸ τῶν Ἡρακλειδῶν πραχθέντα ἢ ἄλλο τι τῶν τοιούτων. ἐκ γὰρ τῶν ὑπαρχόντων ἢ δοκούντων ὑπάρχειν καλῶν ἐπαινοῦσι πάντες.
[7] ὁμοίως δὲ καὶ ψέγουσιν ἐκ τῶν ἐναντίων, σκοποῦντες τί ὑπάρχει τοιοῦτον αὐτοῖς ἢ δοκεῖ ὑπάρχειν, οἷον ὅτι τοὺς Ἕλληνας κατεδουλώσαντο, καὶ τοὺς πρὸς τὸν βάρβαρον συμμαχεσαμένους καὶ ἀριστεύσαντας ἠνδραποδίσαντο, Αἰγινήτας καὶ Ποτιδαιάτας, καὶ ὅσα ἄλλα τοιαῦτα, [καὶ] εἴ τι ἄλλο τοιοῦτον ἁμάρτημα ὑπάρχει αὐτοῖς. ὡς δ᾽ αὔτως καὶ οἱ κατηγοροῦντες καὶ οἱ ἀπολογούμενοι ἐκ τῶν ὑπαρχόντων σκοπούμενοι κατηγοροῦσι καὶ ἀπολογοῦνται.
[8] οὐδὲν δὲ διαφέρει περὶ Ἀθηναίων ἢ Λακεδαιμονίων, ἢ ἀνθρώπου ἢ θεοῦ, τὸ αὐτὸ τοῦτο δρᾶν: καὶ γὰρ συμβουλεύοντα τῷ Ἀχιλλεῖ, καὶ ἐπαινοῦντα καὶ ψέγοντα, καὶ κατηγοροῦντα καὶ ἀπολογούμενον ὑπὲρ αὐτοῦ, τὰ ὑπάρχοντα ἢ δοκοῦντα ὑπάρχειν ληπτέον, ἵν᾽ ἐκ τούτων λέγωμεν, ἐπαινοῦντες ἢ ψέγοντες εἴ τι καλὸν ἢ αἰσχρὸν ὑπάρχει, κατηγοροῦντες δ᾽ ἢ ἀπολογούμενοι εἴ τι δίκαιον ἢ ἄδικον, συμβουλεύοντες δ᾽ εἴ τι συμφέρον ἢ βλαβερόν.
[9] ὁμοίως δὲ τούτοις καὶ περὶ πράγματος ὁτουοῦν, οἷον περὶ δικαιοσύνης, εἰ ἀγαθὸν ἢ μὴ ἀγαθόν, ἐκ τῶν ὑπαρχόντων τῇ δικαιοσύνῃ καὶ τῷ ἀγαθῷ:
[10] ὥστ᾽ ἐπειδὴ καὶ πάντες οὕτω φαίνονται ἀποδεικνύντες, ἐάν τε ἀκριβέστερον ἐάν τε μαλακώτερον συλλογίζωνται (οὐ γὰρ ἐξ ἁπάντων λαμβάνουσιν ἀλλ᾽ ἐκ τῶν περὶ ἕκαστον ὑπαρχόντων), καὶ διὰ τοῦ λόγου δῆλον ὅτι ἀδύνατον ἄλλως δεικνύναι, φανερὸν ὅτι ἀναγκαῖον, ὥσπερ ἐν τοῖς Τοπικοῖς, πρῶτον περὶ ἕκαστον ἔχειν ἐξειλεγμένα περὶ τῶν ἐνδεχομένων καὶ τῶν ἐπικαιροτάτων,
[11] περὶ δὲ τῶν ἐξ ὑπογυίου γιγνομένων ζητεῖν τὸν αὐτὸν τρόπον, ἀποβλέποντα μὴ εἰς ἀόριστα ἀλλ᾽ εἰς τὰ ὑπάρχοντα περὶ ὧν ὁ λόγος, καὶ περιγράφοντα ὅ τι πλεῖστα καὶ ἐγγύτατα τοῦ πράγματος: ὅσῳ μὲν γὰρ ἂν πλείω ἔχῃ τῶν ὑπαρχόντων, τοσούτῳ ῥᾷον δεικνύναι, ὅσῳ δ᾽ ἐγγύτερον, τοσούτῳ οἰκειότερα καὶ ἧττον κοινά.
[12] λέγω δὲ κοινὰ μὲν τὸ ἐπαινεῖν τὸν Ἀχιλλέα ὅτι ἄνθρωπος καὶ ὅτι τῶν ἡμιθέων καὶ ὅτι ἐπὶ τὸ Ἴλιον ἐστρατεύσατο: ταῦτα γὰρ καὶ ἄλλοις ὑπάρχει πολλοῖς, ὥστε οὐδὲν μᾶλλον ὁ τοιοῦτος τὸν Ἀχιλλέα ἐπαινεῖ ἢ Διομήδην: ἴδια δὲ ἃ μηδενὶ ἄλλῳ συμβέβηκεν ἢ τῷ Ἀχιλλεῖ, οἷον τὸ ἀποκτεῖναι τὸν Ἕκτορα τὸν ἄριστον τῶν Τρώων καὶ τὸν Κύκνον, ὃς ἐκώλυσεν ἅπαντας ἀποβαίνειν ἄτρωτος ὤν, καὶ ὅτι νεώτατος καὶ οὐκ ἔνορκος ὢν ἐστράτευσεν, καὶ ὅσα ἄλλα τοιαῦτα.
[13] εἷς μὲν οὖν τρόπος τῆς ἐκλογῆς πρῶτος οὗτος ὁ τοπικός, τὰ δὲ στοιχεῖα τῶν ἐνθυμημάτων λέγωμεν: στοιχεῖον δὲ λέγω καὶ τόπον ἐνθυμήματος τὸ αὐτό. πρῶτον δὲ εἴπωμεν περὶ ὧν ἀναγκαῖον εἰπεῖν πρῶτον.
[14] ἔστιν γὰρ τῶν ἐνθυμημάτων εἴδη δύο: τὰ μὲν γὰρ δεικτικά ἐστιν ὅτι ἔστιν ἢ οὐκ ἔστιν, τὰ δ᾽ ἐλεγκτικά, καὶ διαφέρει ὥσπερ ἐν τοῖς διαλεκτικοῖς ἔλεγχος καὶ συλλογισμός.
[15] ἔστι δὲ τὸ μὲν δεικτικὸν ἐνθύμημα τὸ ἐξ ὁμολογουμένων συνάγειν, τὸ δὲ ἐλεγκτικὸν τὸ τὰ ἀνομολογούμενα συνάγειν.
[16] σχεδὸν μὲν οὖν ἡμῖν περὶ ἕκαστον τῶν εἰδῶν τῶν χρησίμων καὶ ἀναγκαίων ἔχονται οἱ τόποι: ἐξειλεγμέναι γὰρ αἱ προτάσεις περὶ ἕκαστόν εἰσιν, ὥστε ἐξ ὧν δεῖ φέρειν τὰ ἐνθυμήματα τόπων περὶ ἀγαθοῦ ἢ κακοῦ, ἢ καλοῦ ἢ αἰσχροῦ, ἢ δικαίου ἢ ἀδίκου, καὶ περὶ τῶν ἠθῶν καὶ παθημάτων καὶ ἕξεων ὡσαύτως, εἰλημμένοι ἡμῖν ὑπάρχουσι πρότερον οἱ τόποι.
[17] ἔτι δὲ ἄλλον τρόπον καθόλου περὶ ἁπάντων λάβωμεν, καὶ λέγωμεν παρασημαινόμενοι τοὺς ἐλεγκτικοὺς καὶ τοὺς ἀποδεικτικούς, καὶ τοὺς τῶν φαινομένων ἐνθυμημάτων, οὐκ ὄντων δὲ ἐνθυμημάτων, ἐπεί περ οὐδὲ συλλογισμῶν. δηλωθέντων δὲ τούτων περὶ τῶν λύσεων καὶ ἐνστάσεων διορίσωμεν, πόθεν δεῖ πρὸς τὰ ἐνθυμήματα φέρειν.
Κεφάλαιο 23
[Επεξεργασία][1] ἔστι δὲ εἷς μὲν τόπος τῶν δεικτικῶν ἐκ τῶν ἐναντίων: δεῖ γὰρ σκοπεῖν εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, ἀναιροῦντα μὲν εἰ μὴ ὑπάρχει, κατασκευάζοντα δὲ εἰ ὑπάρχει, οἷον ὅτι τὸ σωφρονεῖν ἀγαθόν: τὸ γὰρ ἀκολασταίνειν βλαβερόν. ἢ ὡς ἐν τῷ Μεσσηνιακῷ: εἰ γὰρ ὁ πόλεμος αἴτιος τῶν παρόντων κακῶν, μετὰ τῆς εἰρήνης δεῖ ἐπανορθώσασθαι. εἴ περ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν ἀκουσίως δίκαιον εἰς ὀργὴν πεσεῖν οὐδ᾽ ἂν ἀναγκασθείς τις εὖ δράσῃ τινά, προσῆκον εἶναι τῷδ᾽ ὀφείλεσθαι χάριν. ἀλλ᾽ εἴ περ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανά, νομίζειν χρή σε καὶ τοὐναντίον, ἄπιστ᾽ ἀληθῆ πολλὰ συμβαίνειν βροτοῖς. Eur. fr. 396
[2] ἄλλος ἐκ τῶν ὁμοίων πτώσεων: ὁμοίως γὰρ δεῖ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, οἷον ὅτι τὸ δίκαιον οὐ πᾶν ἀγαθόν: καὶ γὰρ ἂν τὸ δικαίως, νῦν δ᾽ οὐχ αἱρετὸν τὸ δικαίως ἀποθανεῖν.
[3] ἄλλος ἐκ τῶν πρὸς ἄλληλα: εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς ἢ δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ <τὸ>κελεῦσαι, καὶ τὸ πεποιηκέναι, οἷον ὡς ὁ τελώνης Διομέδων περὶ τῶν τελῶν, "εἰ γὰρ μηδ᾽ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδ᾽ ἡμῖν τὸ ὠνεῖσθαι." καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς ἢ δικαίως ὑπάρχει, καὶ τῷ ποιήσαντι. ἔστι δ᾽ ἐν τούτῳ παραλογίσασθαι: εἰ γὰρ δικαίως ἔπαθέν τι, [δικαίως πέπονθεν,] ἀλλ᾽ ἴσως οὐχ ὑπὸ σοῦ: διὸ δεῖ σκοπεῖν χωρὶς εἰ ἄξιος ὁ παθὼν παθεῖν καὶ ὁ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἁρμόττει: ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον καὶ οὐδὲν κωλύει, ὥσπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτου μητέρα δὲ τὴν σὴν οὔ τις ἐστύγει βροτῶν; φησὶ δὲ ἀποκρινόμενος ἀλλὰ διαλαβόντα χρὴ σκοπεῖν": ἐρομένης δὲ τῆς Ἀλφεσιβοίας πῶς, ὑπολαβών φησιν τὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν. καὶ ἡ περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα: ἐπεὶ γὰρ δικαίως ἐκρίθησαν ἀποκτεῖναι, δικαίως ἔδοξεν ἀποθανεῖν. καὶ περὶ τοῦ Θήβησιν ἀποθανόντος, περὶ οὗ κελεύει κρίνεσθαι εἰ δίκαιος ἦν ἀποθανεῖν, ὡς οὐκ ἄδικον ὂν τὸ ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα.
[4] ἄλλος ἐκ τοῦ μᾶλλον καὶ ἧττον, οἷον "εἰ μηδ᾽ οἱ θεοὶ πάντα ἴσασιν, σχολῇ οἵ γε ἄνθρωποι": τοῦτο γάρ ἐστιν "εἰ ᾧ μᾶλλον ἂν ὑπάρχοι μὴ ὑπάρχει, δῆλον ὅτι οὐδ᾽ ᾧ ἧττον". τὸ δ᾽ ὅτι τοὺς πλησίον τύπτει ὅς γε καὶ τὸν πατέρα ἐκ τοῦ "εἰ τὸ ἧττον <ὑπάρχον>ὑπάρχει, καὶ τὸ μᾶλλον ὑπάρχει": τοὺς γὰρ πατέρας ἧττον τύπτουσιν ἢ τοὺς πλησίον: ἢ δὴ οὕτως γε ἢ εἰ ᾧ μᾶλλον ὑπάρχει μὴ ὑπάρχει, ἢ εἰ ᾧ ἧττον ὑπάρχει <ὑπάρχει>, ὁπότερον δεῖ δεῖξαι, εἴθ᾽ ὅτι ὑπάρχει εἴθ᾽ ὅτι οὔ.
[5] ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον, ὅθεν εἴρηται "καὶ σὸς μὲν οἰκτρὸς παῖδας ἀπολέσας πατήρ: Οἰνεὺς δ᾽ ἄρ᾽ οὐχὶ [τὸν Ἑλλάδος] κλεινὸν ἀπολέσας γόνον; καὶ ὅτι, εἰ μηδὲ Θησεὺς ἠδίκησεν, οὐδ᾽ Ἀλέξανδρος, καὶ εἰ μηδ᾽ οἱ Τυνδαρίδαι, οὐδ᾽ Ἀλέξανδρος, καὶ εἰ Πάτροκλον Ἕκτωρ, καὶ Ἀχιλλέα Ἀλέξανδρος. καὶ εἰ μηδ᾽ ἄλλοι τεχνῖται φαῦλοι, οὐδ᾽ οἱ φιλόσοφοι. καὶ εἰ μηδ᾽ οἱ στρατηγοὶ φαῦλοι ὅτι θανατοῦνται πολλάκις, οὐδ᾽ οἱ σοφισταί. καὶ ὅτι "εἰ δεῖ τὸν ἰδιώτην τῆς ὑμετέρας δόξης ἐπιμελεῖσθαι, καὶ ὑμᾶς τῆς τῶν Ἑλλήνων".
[6] ἄλλος ἐκ τοῦ τὸν χρόνον σκοπεῖν, οἷον ὡς Ἰφικράτης ἐν τῇ πρὸς Ἁρμόδιον, ὅτι "εἰ πρὶν ποιῆσαι ἠξίουν τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσω, ἔδοτε ἄν: ποιήσαντι δ᾽ ἆρ᾽ οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δ᾽ ἀφαιρεῖσθε". καὶ πάλιν πρὸς τὸ Θηβαίους διιέναι Φίλιππον εἰς τὴν Ἀττικήν, ὅτι εἰ πρὶν βοηθῆσαι εἰς Φωκεῖς ἠξίου, ὑπέσχοντο ἄν: ἄτοπον οὖν εἰ διότι προεῖτο καὶ ἐπίστευσεν μὴ διήσουσιν.
[7] ἄλλος ἐκ τῶν εἰρημένων καθ᾽ αὑτοῦ πρὸς τὸν εἰπόντα, οἷον ἐν τῷ Τεύκρῳ. διαφέρει δὲ ὁ τρόπος ᾧ ἐχρήσατο Ἰφικράτης πρὸς Ἀριστοφῶντα, ἐπερόμενος εἰ προδοίη ἂν τὰς ναῦς ἐπὶ χρήμασιν: οὐ φάσκοντος δέ, εἶτα εἶπεν "σὺ μὲν ὢν Ἀριστοφῶν οὐκ ἂν προδοίης, ἐγὼ δ᾽ ὢν Ἰφικράτης;" δεῖ δὲ ὑπάρχειν μᾶλλον ἂν δοκοῦντα ἀδικῆσαι ἐκεῖνον: εἰ δὲ μή, γελοῖον ἂν φανείη, <οἷον>εἰ πρὸς Ἀριστείδην κατηγοροῦντα τοῦτό τις [ἂν] εἴπειεν ἄλλος πρὸς ἀπιστίαν τοῦ κατηγόρου: ὅλως γὰρ βούλεται ὁ κατηγορῶν βελτίων εἶναι τοῦ φεύγοντος: τοῦτ᾽ οὖν ἐξελέγχειν δεῖ. καθόλου δὲ ἄτοπός ἐστιν, ὅταν τις ἐπιτιμᾷ ἄλλοις ἃ αὐτὸς ποιεῖ ἢ ποιήσειεν ἂν, ἢ προτρέπῃ ποιεῖν ἃ αὐτὸς μὴ ποιεῖ μηδὲ ποιήσειεν ἄν.
[8] ἄλλος ἐξ ὁρισμοῦ, οἷον τί τὸ δαιμόνιόν ἐστιν: "ἆρα θεὸς ἢ θεοῦ ἔργον; καίτοι ὅστις οἴεται θεοῦ ἔργον εἶναι, τοῦτον ἀνάγκη οἴεσθαι καὶ θεοὺς εἶναι." καὶ ὡς Ἰφικράτης, ὅτι γενναιότατος ὁ βέλτιστος: καὶ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι οὐδὲν πρότερον ὑπῆρχεν γενναῖον πρὶν γενναῖόν τι πρᾶξαι. καὶ ὅτι συγγενέστερος αὐτός: "τὰ γοῦν ἔργα συγγενέστερά ἐστι τὰ ἐμὰ τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἢ τὰ σά". καὶ ὡς ἐν τῷ Ἀλεξάνδρῳ ὅτι πάντες ἂν ὁμολογήσειαν τοὺς μὴ κοσμίους οὐχ ἑνὸς σώματος ἀγαπᾶν ἀπόλαυσιν. καὶ δι᾽ ὃ Σωκράτης οὐκ ἔφη βαδίζειν ὡς Ἀρχέλαον: ὕβριν γὰρ ἔφη εἶναι τὸ μὴ δύνασθαι ἀμύνασθαι ὁμοίως καὶ εὖ παθόντας ὥσπερ καὶ κακῶς. πάντες γὰρ οὗτοι ὁρισάμενοι καὶ λαβόντες τὸ τί ἐστι συλλογίζονται περὶ ὧν λέγουσιν.
[9] ἄλλος ἐκ τοῦ ποσαχῶς, οἷον ἐν τοῖς Τοπικοῖς περὶ τοῦ ὀρθῶς.
[10] ἄλλος ἐκ διαιρέσεως, οἷον εἰ πάντες τριῶν ἕνεκεν ἀδικοῦσιν (ἢ τοῦδε γὰρ ἕνεκα ἢ τοῦδε ἢ τοῦδε), καὶ διὰ μὲν τὰ δύο ἀδύνατον, διὰ δὲ τὸ τρίτον οὐδ᾽ αὐτοί φασιν.
[11] ἄλλος ἐξ ἐπαγωγῆς, οἷον ἐκ τῆς Πεπαρηθίας, ὅτι περὶ τῶν τέκνων αἱ γυναῖκες πανταχοῦ διορίζουσι τἀληθές: τοῦτο μὲν γὰρ Ἀθήνησι Μαντίᾳ τῷ ῥήτορι ἀμφισβητοῦντι πρὸς τὸν υἱὸν ἀπέφηνεν ἡ μήτηρ, τοῦτο δὲ Θήβησιν Ἰσμηνίου καὶ Στίλβωνος ἀμφισβητούντων ἡ Δωδωνὶς ἀπέδειξεν Ἰσμηνίου τὸν υἱόν, καὶ διὰ τοῦτο Θετταλίσκον Ἰσμηνίου ἐνόμιζον. καὶ πάλιν ἐκ τοῦ Νόμου τοῦ Θεοδέκτου, "εἰ τοῖς κακῶς ἐπιμεληθεῖσι τῶν ἀλλοτρίων ἵππων οὐ παραδιδόασι τοὺς οἰκείους, οὐδὲ τοῖς ἀνατρέψασι τὰς ἀλλοτρίας ναῦς <τὰς οἰκείας>, οὐκοῦν εἰ ὁμοίως ἐφ᾽ ἁπάντων, καὶ τοῖς κακῶς φυλάξασι τὴν ἀλλοτρίαν οὐ χρηστέον ἐστὶν εἰς τὴν οἰκείαν σωτηρίαν". καὶ ὡς Ἀλκιδάμας, ὅτι πάντες τοὺς σοφοὺς τιμῶσιν: "Πάριοι γοῦν Ἀρχίλοχον καίπερ βλάσφημον ὄντα τετιμήκασι, καὶ Χῖοι Ὅμηρον οὐκ ὄντα πολίτην, καὶ Μυτιληναῖοι Σαπφῶ καίπερ γυναῖκα οὖσαν, καὶ Λακεδαιμόνιοι Χίλωνα καὶ τῶν γερόντων ἐποίησαν ἥκιστα φιλόλογοι ὄντες, καὶ Ἰταλιῶται Πυθαγόραν, καὶ Λαμψακηνοὶ Ἀναξαγόραν ξένον ὄντα ἔθαψαν καὶ τιμῶσι ἔτι καὶ νῦν, καὶ Ἀθηναῖοι τοῖς Σόλωνος νόμοις χρησάμενοι εὐδαιμόνησαν καὶ Λακεδαιμόνιοι τοῖς Λυκούργου, καὶ Θήβησιν ἅμα οἱ προστάται φιλόσοφοι ἐγένοντο καὶ εὐδαιμόνησεν ἡ πόλις".
[12] ἄλλος ἐκ κρίσεως περὶ τοῦ αὐτοῦ ἢ ὁμοίου ἢ ἐναντίου, μάλιστα μὲν εἰ πάντες καὶ ἀεί, εἰ δὲ μή, ἀλλ᾽ οἵ γε πλεῖστοι, ἢ σοφοὶ ἢ πάντες ἢ οἱ πλεῖστοι, ἢ ἀγαθοί, ἢ εἰ αὐτοὶ οἱ κρίνοντες, ἢ οὓς ἀποδέχονται οἱ κρίνοντες, ἢ οἷς μὴ οἷόν τε ἐναντίον κρίνειν, οἷον τοῖς κυρίοις, ἢ οἷς μὴ καλὸν ἐναντίον κρίνειν, οἷον θεοῖς ἢ πατρὶ ἢ διδασκάλοις, ὥσπερ ὃ εἰς Μιξιδημίδην εἶπεν Αὐτοκλῆς, [εἰ] ταῖς μὲν σεμναῖς θεαῖς καλῶς εἶχεν ἐν Ἀρείῳ πάγῳ δοῦναι τὰ δίκαια, Μιξιδημίδῃ δ᾽ οὔ. ἢ ὥσπερ Σαπφώ, ὅτι τὸ ἀποθνῄσκειν κακόν: οἱ θεοὶ γὰρ οὕτω κεκρίκασιν: ἀπέθνησκον γὰρ ἄν. ἢ ὥσπερ Ἀρίστιππος πρὸς Πλάτωνα ἐπαγγελτικώτερόν τι εἰπόντα, ὡς ᾤετο: "ἀλλὰ μὴν ὅ γ᾽ ἑταῖρος ἡμῶν", ἔφη, "οὐθὲν τοιοῦτον", λέγων τὸν Σωκράτη, καὶ Ἡγησίπολις ἐν Δελφοῖς ἠρώτα τὸν θεόν, πρότερον κεχρημένος Ὀλυμπίασιν, εἰ αὐτῷ τὰ αὐτὰ δοκεῖ ἅπερ τῷ πατρί, ὡς αἰσχρὸν ὂν τἀναντία εἰπεῖν, καὶ περὶ τῆς Ἑλένης ὡς Ἰσοκράτης ἔγραψεν ὅτι σπουδαία, εἴπερ Θησεὺς ἔκρινεν, καὶ περὶ Ἀλεξάνδρου, ὅτι αἱ θεαὶ προέκριναν, καὶ περὶ Εὐαγόρου, ὅτι σπουδαῖος, ὥσπερ Ἰσοκράτης φησίν: "Κόνων γοῦν δυστυχήσας, πάντας τοὺς ἄλλους παραλιπών, ὡς Εὐαγόραν ἦλθεν".
[13] ἄλλος ἐκ τῶν μερῶν, ὥσπερ ἐν τοῖς Τοπικοῖς ποία κίνησις ἡ ψυχή: ἥδε γὰρ ἢ ἥδε. παράδειγμα ἐκ τοῦ Σωκράτους τοῦ Θεοδέκτου: "εἰς ποῖον ἱερὸν ἠσέβηκεν; τίνας θεῶν οὐ τετίμηκεν ὧν ἡ πόλις νομίζει;"
[14] ἄλλος, ἐπειδὴ ἐπὶ τῶν πλείστων συμβαίνει ὥστε ἕπεσθαί τι τῷ αὐτῷ ἀγαθὸν καὶ κακόν, ἐκ τοῦ ἀκολουθοῦντος προτρέπειν ἢ ἀποτρέπειν, καὶ κατηγορεῖν ἢ ἀπολογεῖσθαι, καὶ ἐπαινεῖν ἢ ψέγειν, οἷον "τῇ παιδεύσει τὸ φθονεῖσθαι ἀκολουθεῖ κακὸν <ὄν>, τὸ δὲ σοφὸν εἶναι ἀγαθόν: οὐ τοίνυν δεῖ παιδεύεσθαι, φθονεῖσθαι γὰρ οὐ δεῖ: δεῖ μὲν οὖν παιδεύεσθαι, σοφὸν γὰρ εἶναι δεῖ". ὁ τόπος οὗτός ἐστιν ἡ Καλλίππου τέχνη, προσλαβοῦσα τὸ δυνατὸν καὶ τἆλλα ὡς εἴρηται.
[15] ἄλλος, ὅταν περὶ δυοῖν καὶ ἀντικειμένοιν ἢ προτρέπειν ἢ ἀποτρέπειν δέῃ, [καὶ] τῷ πρότερον εἰρημένῳ τρόπῳ ἐπ᾽ ἀμφοῖν χρῆσθαι. διαφέρει δέ, ὅτι ἐκεῖ μὲν τὰ τυχόντα ἀντιτίθεται, ἐνταῦθα δὲ τἀναντία: οἷον ἱέρεια οὐκ εἴα τὸν υἱὸν δημηγορεῖν: "ἐὰν μὲν γάρ", ἔφη, "τὰ δίκαια λέγῃς, οἱ ἄνθρωποί σε μισήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ θεοί: δεῖ μὲν οὖν δημηγορεῖν: ἐὰν μὲν γὰρ τὰ δίκαια λέγῃς, οἱ θεοί σε φιλήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ ἄνθρωποι". τοῦτο δ᾽ ἐστὶ ταὐτὸ τῷ λεγομένῳ, τὸ ἕλος πρίασθαι καὶ τοὺς ἅλας: καὶ ἡ βλαίσωσις τοῦτο ἐστίν, ὅταν δυοῖν ἐναντίοιν ἑκατέρῳ ἀγαθὸν καὶ κακὸν ἕπηται, ἐναντία ἑκάτερα ἑκατέροις.
[16] ἄλλος, ἐπειδὴ οὐ ταὐτὰ φανερῶς ἐπαινοῦσι καὶ ἀφανῶς, ἀλλὰ φανερῶς μὲν τὰ δίκαια καὶ τὰ καλὰ ἐπαινοῦσι μάλιστα, ἰδίᾳ δὲ τὰ συμφέροντα μᾶλλον βούλονται, ἐκ τούτων πειρᾶσθαι συνάγειν θάτερον: τῶν γὰρ παραδόξων οὗτος ὁ τόπος κυριώτατός ἐστιν.
[17] ἄλλος ἐκ τοῦ ἀνάλογον ταῦτα συμβαίνειν, οἷον ὁ Ἰφικράτης, τὸν υἱὸν αὐτοῦ, νεώτερον ὄντα τῆς ἡλικίας, ὅτι μέγας ἦν λειτουργεῖν ἀναγκαζόντων, εἶπεν ὅτι εἰ τοὺς μεγάλους τῶν παίδων ἄνδρας νομίζουσι, τοὺς μικροὺς τῶν ἀνδρῶν παῖδας εἶναι ψηφιοῦνται, καὶ Θεοδέκτης ἐν τῷ Νόμῳ, ὅτι "πολίτας μὲν ποιεῖσθε τοὺς μισθοφόρους, οἷον Στράβακα καὶ Χαρίδημον, διὰ τὴν ἐπιείκειαν: φυγάδας δ᾽ οὐ ποιήσεσθε τοὺς ἐν τοῖς μισθοφόροις ἀνήκεστα διαπεπραγμένους;"
[18] ἄλλος ἐκ τοῦ τὸ συμβαῖνον ἐὰν ᾖ ταὐτόν, ὅτι καὶ ἐξ ὧν συμβαίνει ταὐτά: οἷον Ξενοφάνης ἔλεγεν ὅτι ὁμοίως ἀσεβοῦσιν οἱ γενέσθαι φάσκοντες τοὺς θεοὺς τοῖς ἀποθανεῖν λέγουσιν: ἀμφοτέρως γὰρ συμβαίνει μὴ εἶναι τοὺς θεούς ποτε. καὶ ὅλως δὲ τὸ συμβαῖνον ἐξ ἑκάστου λαμβάνειν ὡς τὸ αὐτὸ ἀεί: "μέλλετε δὲ κρίνειν οὐ περὶ Ἰσοκράτους ἀλλὰ περὶ ἐπιτηδεύματος, εἰ χρὴ φιλοσοφεῖν". καὶ ὅτι τὸ διδόναι γῆν καὶ ὕδωρ δουλεύειν ἐστίν, καὶ τὸ μετέχειν τῆς κοινῆς εἰρήνης ποιεῖν τὸ προσταττόμενον. ληπτέον δ᾽ ὁπότερον ἂν ᾖ χρήσιμον.
[19] ἄλλος ἐκ τοῦ μὴ ταὐτὸ ἀεὶ αἱρεῖσθαι ὕστερον καὶ πρότερον, ἀλλ᾽ ἀνάπαλιν, οἷον τόδε τὸ ἐνθύμημα, "ἦ φεύγοντες μὲν ἐμαχόμεθα ὅπως κατέλθωμεν, κατελθόντες δὲ φευξόμεθα ὅπως μὴ μαχώμεθα;" ὁτὲ μὲν γὰρ τὸ μένειν ἀντὶ τοῦ μάχεσθαι ᾑροῦντο, ὁτὲ δὲ τὸ μὴ μάχεσθαι ἀντὶ τοῦ μὴ μένειν.
[20] ἄλλος τὸ οὗ ἕνεκ᾽ ἂν εἴη ἢ γένοιτο, τούτου ἕνεκα φάναι εἶναι ἢ γεγενῆσθαι, οἷον εἰ δοίη [ἄν] τίς τινι ἵν᾽ ἀφελόμενος λυπήσῃ, ὅθεν καὶ τοῦτ᾽ εἴρηται, πολλοῖς ὁ δαίμων οὐ κατ᾽ εὔνοιαν φέρων μεγάλα δίδωσιν εὐτυχήματ᾽, ἀλλ᾽ ἵνα τὰς συμφορὰς λάβωσιν ἐπιφανεστέρας. καὶ τὸ ἐκ τοῦ Μελεάγρου τοῦ Ἀντιφῶντος, οὐχ ὡς κτάνωσι θῆρ᾽, ὅπως δὲ μάρτυρες ἀρετῆς γένωνται Μελεάγρῳ πρὸς Ἑλλάδα. Antiphon fr. 2 καὶ τὸ ἐκ τοῦ Αἴαντος τοῦ Θεοδέκτου, ὅτι ὁ Διομήδης προείλετο Ὀδυσσέα οὐ τιμῶν, ἀλλ᾽ ἵνα ἥττων ᾖ ὁ ἀκολουθῶν: ἐνδέχεται γὰρ τούτου ἕνεκα ποιῆσαι.
[21] ἄλλος, κοινὸς καὶ τοῖς ἀμφισβητοῦσιν καὶ τοῖς συμβουλεύουσι, σκοπεῖν τὰ προτρέποντα καὶ ἀποτρέποντα, καὶ ὧν ἕνεκα καὶ πράττουσι καὶ φεύγουσιν: ταῦτα γάρ ἐστιν ἃ ἐὰν μὲν ὑπάρχῃ δεῖ πράττειν, ἐὰν δὲ μὴ ὑπάρχῃ, μὴ πράττειν, οἷον, εἰ δυνατὸν καὶ ῥᾴδιον καὶ ὠφέλιμον ἢ αὐτῷ ἢ φίλοις ἢ βλαβερὸν ἐχθροῖς, κἂν ᾖ ἐπιζήμιον, εἰ ἐλάττων ἡ ζημία τοῦ πράγματος, καὶ προτρέπονται [δ᾽] ἐκ τούτων καὶ ἀποτρέπονται ἐκ τῶν ἐναντίων. ἐκ δὲ τῶν αὐτῶν τούτων καὶ κατηγοροῦσι καὶ ἀπολογοῦνται: ἐκ μὲν τῶν ἀποτρεπόντων ἀπολογοῦνται, ἐκ δὲ τῶν προτρεπόντων κατηγοροῦσιν. ἔστι δ᾽ ὁ τόπος οὗτος ὅλη τέχνη ἥ τε Παμφίλου καὶ ἡ Καλλίππου.
[22] ἄλλος ἐκ τῶν δοκούντων μὲν γίγνεσθαι ἀπίστων δέ, ὅτι οὐκ ἂν ἔδοξαν, εἰ μὴ ἦν ἢ ἐγγὺς ἦν. καὶ ὅτι μᾶλλον: ἢ γὰρ τὰ ὄντα ἢ τὰ εἰκότα ὑπολαμβάνουσιν: εἰ οὖν ἄπιστον καὶ μὴ εἰκός, ἀληθὲς ἂν εἴη: οὐ γὰρ διά γε τὸ εἰκὸς καὶ πιθανὸν δοκεῖ οὕτως: οἷον Ἀνδροκλῆς ἔλεγεν ὁ Πιτθεὺς κατηγορῶν τοῦ νόμου, ἐπεὶ ἐθορύβησαν αὐτῷ εἰπόντι, "δέονται οἱ νόμοι νόμου τοῦ διορθώσοντος, καὶ γὰρ οἱ ἰχθύες ἁλός, καίτοι οὐκ εἰκὸς οὐδὲ πιθανὸν ἐν ἅλμῃ τρεφομένους δεῖσθαι ἁλός, καὶ τὰ στέμφυλα ἐλαίου, καίτοι ἄπιστον, ἐξ ὧν ἔλαιον γίγνεται, ταῦτα δεῖσθαι ἐλαίου".
[23] ἄλλος ἐλεγκτικός, τὸ τὰ ἀνομολογούμενα σκοπεῖν, εἴ τι ἀνομολογούμενον ἐκ τόπων καὶ χρόνων καὶ πράξεων καὶ λόγων, χωρὶς μὲν ἐπὶ τοῦ ἀμφισβητοῦντος, οἷον "καὶ φησὶ μὲν φιλεῖν ὑμᾶς, συνώμοσεν δὲ τοῖς τριάκοντα", χωρὶς δ᾽ ἐπ᾽ αὐτοῦ, "καὶ φησὶ μὲν εἶναί με φιλόδικον, οὐκ ἔχει δὲ ἀποδεῖξαι δεδικασμένον οὐδεμίαν δίκην", χωρὶς δ᾽ ἐπ᾽ αὐτοῦ καὶ τοῦ ἀμφισβητοῦντος, "καὶ οὗτος μὲν οὐ δεδάνεικε πώποτε οὐδέν, ἐγὼ δὲ καὶ πολλοὺς λέλυμαι ὑμῶν".
[24] ἄλλος τοῖς προδιαβεβλημένοις καὶ ἀνθρώποις καὶ πράγμασιν, ἢ δοκοῦσι, τὸ λέγειν τὴν αἰτίαν τοῦ παραδόξου: ἔστιν γάρ τι δι᾽ ὃ φαίνεται: οἷον, ὑποβεβλημένης τινὸς τὸν αὑτῆς υἱόν, διὰ τὸ ἀσπάζεσθαι ἐδόκει συνεῖναι τῷ μειρακίῳ, λεχθέντος δὲ τοῦ αἰτίου ἐλύθη ἡ διαβολή: καὶ οἷον ἐν τῷ Αἴαντι τῷ Θεοδέκτου Ὀδυσσεὺς λέγει πρὸς τὸν Αἴαντα διότι ἀνδρειότερος ὢν τοῦ Αἴαντος οὐ δοκεῖ.
[25] ἄλλος ἀπὸ τοῦ αἰτίου, ἄν τε ὑπάρχῃ, ὅτι ἔστι, κἂν μὴ ὑπάρχῃ, ὅτι οὐκ ἔστιν: ἅμα γὰρ τὸ αἴτιον καὶ οὗ αἴτιον, καὶ ἄνευ αἰτίου οὐθὲν ἔστιν, οἷον Λεωδάμας ἀπολογούμενος ἔλεγε, κατηγορήσαντος Θρασυβούλου ὅτι ἦν στηλίτης γεγονὼς ἐν τῇ ἀκροπόλει, ἀλλ᾽ ἐκκέκοπται ἐπὶ τῶν τριάκοντα: οὐκ ἐνδέχεσθαι ἔφη: μᾶλλον γὰρ ἂν πιστεύειν αὑτῷ τοὺς τριάκοντα ἐγγεγραμμένης τῆς ἔχθρας πρὸς τὸν δῆμον.
[26] ἄλλος, εἰ ἐνεδέχετο βέλτιον ἄλλως, ἢ ἐνδέχεται, ὧν ἢ συμβουλεύει ἢ πράττει ἢ πέπραχε σκοπεῖν: φανερὸν γὰρ ὅτι, εἰ [μὴ] οὕτως ἔχει, οὐ πέπραχεν: οὐδεὶς γὰρ ἑκὼν τὰ φαῦλα καὶ γιγνώσκων προαιρεῖται. ἔστιν δὲ τοῦτο ψεῦδος: πολλάκις γὰρ ὕστερον γίγνεται δῆλον πῶς ἦν πρᾶξαι βέλτιον, πρότερον δὲ ἄδηλον.
[27] ἄλλος, ὅταν τι ἐναντίον μέλλῃ πράττεσθαι τοῖς πεπραγμένοις, ἅμα σκοπεῖν, οἷον Ξενοφάνης Ἐλεάταις ἐρωτῶσιν εἰ θύωσι τῇ Λευκοθέᾳ καὶ θρηνῶσιν ἢ μή, συνεβούλευεν, εἰ μὲν θεὸν ὑπολαμβάνουσιν, μὴ θρηνεῖν, εἰ δ᾽ ἄνθρωπον, μὴ θύειν.
[28] ἄλλος τόπος τὸ ἐκ τῶν ἁμαρτηθέντων κατηγορεῖν ἢ ἀπολογεῖσθαι, οἷον ἐν τῇ Καρκίνου Μηδείᾳ οἱ μὲν κατηγοροῦσιν ὅτι τοὺς παῖδας ἀπέκτεινεν, οὐ φαίνεσθαι γοῦν αὐτούς (ἥμαρτε γὰρ ἡ Μήδεια περὶ τὴν ἀποστολὴν τῶν παίδων), ἡ δ᾽ ἀπολογεῖται ὅτι οὐ [ἂν] τοὺς παῖδας ἀλλὰ τὸν Ἰάσονα ἂν ἀπέκτεινεν: τοῦτο γὰρ ἥμαρτεν ἂν μὴ ποιήσασα, εἴπερ καὶ θάτερον ἐποίησεν. ἔστι δ᾽ ὁ τόπος οὗτος τοῦ ἐνθυμήματος καὶ τὸ εἶδος ὅλη ἡ πρότερον Θεοδώρου τέχνη.
[29] ἄλλος ἀπὸ τοῦ ὀνόματος, οἷον ὡς ὁ Σοφοκλῆς σαφῶς σιδήρῳ καὶ φοροῦσα τοὔνομα, Soph. fr. 597 καὶ ὡς ἐν τοῖς τῶν θεῶν ἐπαίνοις εἰώθασι λέγειν, καὶ ὡς Κόνων Θρασύβουλον θρασύβουλον ἐκάλει, καὶ Ἡρόδικος Θρασύμαχον "ἀεὶ θρασύμαχος εἶ", καὶ Πῶλον "ἀεὶ σὺ πῶλος εἶ", καὶ Δράκοντα τὸν νομοθέτην, ὅτι οὐκ [ἂν] ἀνθρώπου οἱ νόμοι ἀλλὰ δράκοντος (χαλεποὶ γάρ): καὶ ὡς ἡ Εὐριπίδου Ἑκάβη εἰς τὴν Ἀφροδίτην καὶ τοὔνομ᾽ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς, Eur. Hec. 990 καὶ ὡς Χαιρήμων Πενθεὺς ἐσομένης συμφορᾶς ἐπώνυμος. Chaeremon fr. 4
[30] εὐδοκιμεῖ δὲ μᾶλλον τῶν ἐνθυμημάτων τὰ ἐλεγκτικὰ τῶν ἀποδεικτικῶν διὰ τὸ συναγωγὴν μὲν ἐναντίων εἶναι ἐν μικρῷ τὸ ἐλεγκτικὸν ἐνθύμημα, παρ᾽ ἄλληλα δὲ φανερὰ εἶναι τῷ ἀκροατῇ μᾶλλον. πάντων δὲ καὶ τῶν ἐλεγκτικῶν καὶ τῶν δεικτικῶν συλλογισμῶν θορυβεῖται μάλιστα τὰ τοιαῦτα ὅσα ἀρχόμενα προορῶσι μὴ ἐπιπολῆς εἶναι (ἅμα γὰρ καὶ αὐτοὶ ἐφ᾽ αὑτοῖς χαίρουσι προαισθανόμενοι), καὶ ὅσων τοσοῦτον ὑστερίζουσιν ὥσθ᾽ ἅμα εἰρημένων γνωρίζειν.
Κεφάλαιο 24
[Επεξεργασία][1] ἐπεὶ δ᾽ ἐνδέχεται τὸν μὲν εἶναι συλλογισμόν, τὸν δὲ μὴ εἶναι μὲν φαίνεσθαι δέ, ἀνάγκη καὶ ἐνθύμημα τὸ μὲν εἶναι, τὸ δὲ μὴ εἶναι ἐνθύμημα φαίνεσθαι δέ, ἐπείπερ τὸ ἐνθύμημα συλλογισμός τις.
[2] τόποι δ᾽ εἰσὶ τῶν φαινομένων ἐνθυμημάτων εἷς μὲν ὁ παρὰ τὴν λέξιν, καὶ τούτου ἓν μὲν μέρος, ὥσπερ ἐν τοῖς διαλεκτικοῖς, τὸ μὴ συλλογισάμενον συμπερασματικῶς τὸ τελευταῖον εἰπεῖν, "οὐκ ἄρα τὸ καὶ τό, ἀνάγκη ἄρα τὸ καὶ τό", ἐν τοῖς ἐνθυμήμασι τὸ συνεστραμμένως καὶ ἀντικειμένως εἰπεῖν φαίνεται ἐνθύμημα (ἡ γὰρ τοιαύτη λέξις χώρα ἐστὶν ἐνθυμήματος): καὶ ἔοικε τὸ τοιοῦτον εἶναι παρὰ τὸ σχῆμα τῆς λέξεως. ἔστι δὲ εἰς τὸ τῇ λέξει συλλογιστικῶς λέγειν χρήσιμον τὸ συλλογισμῶν πολλῶν κεφάλαια λέγειν, ὅτι τοὺς μὲν ἔσωσε, τοῖς δ᾽ ἑτέροις ἐτιμώρησε, τοὺς δ᾽ Ἕλληνας ἠλευθέρωσε: ἕκαστον μὲν γὰρ τούτων ἐξ ἄλλων ἀπεδείχθη, συντεθέντων δὲ φαίνεται καὶ ἐκ τούτων τι γίγνεσθαι. ἓν δὲ τὸ παρὰ τὴν ὁμωνυμίαν, τὸ φάναι σπουδαῖον εἶναι μῦν, ἀφ᾽ οὗ γ᾽ ἐστὶν ἡ τιμιωτάτη πασῶν τελετή: τὰ γὰρ μυστήρια πασῶν τιμιωτάτη τελετή. ἢ εἴ τις κύνα ἐγκωμιάζων τὸν ἐν τῷ οὐρανῷ συμπαραλαμβάνοι, ἢ τὸν Πᾶνα, ὅτι Πίνδαρος ἔφησεν ὦ μάκαρ, ὅν τε μεγάλας θεοῦ κύνα παντοδαπὸν καλέουσιν Ὀλύμπιοι, ἢ ὅτι τὸ μηδένα εἶναι κύν᾽ ἀτιμότατόν ἐστιν, ὥστε τὸ κύνα δῆλον ὅτι τίμιον. καὶ τὸ κοινωνικὸν φάναι τὸν Ἑρμῆν εἶναι μάλιστα τῶν θεῶν: μόνος γὰρ καλεῖται κοινὸς Ἑρμῆς. καὶ τὸ τὸν λόγον εἶναι σπουδαιότατον, ὅτι οἱ ἀγαθοὶ ἄνδρες οὐ χρημάτων ἀλλὰ λόγου εἰσὶν ἄξιοι: τὸ γὰρ λόγου ἄξιον οὐχ ἁπλῶς λέγεται.
[3] ἄλλος τὸ <τὸ>διῃρημένον συντιθέντα λέγειν ἢ τὸ συγκείμενον διαιροῦντα: ἐπεὶ γὰρ ταὐτὸν δοκεῖ εἶναι οὐκ ὂν ταὐτὸ πολλάκις, ὁπότερον χρησιμώτερον, τοῦτο δεῖ ποιεῖν. ἔστι δὲ τοῦτο Εὐθυδήμου λόγος, οἷον τὸ εἰδέναι ὅτι τριήρης ἐμ Πειραεῖ ἐστίν: ἕκαστον γὰρ οἶδεν. καὶ τὸν τὰ στοιχεῖα ἐπιστάμενον ὅτι τὸ ἔπος οἶδεν: τὸ γὰρ ἔπος τὸ αὐτό ἐστιν. καὶ ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες, μηδὲ τὸ ἓν φάναι ὑγιεινὸν εἶναι: ἄτοπον γὰρ εἰ τὰ δύο ἀγαθὰ ἓν κακόν ἐστιν. οὕτω μὲν οὖν ἐλεγκτικόν, ὧδε δὲ δεικτικόν: οὐ γάρ ἐστιν ἓν ἀγαθὸν δύο κακά: ὅλος δὲ ὁ τόπος παραλογιστικός. πάλιν τὸ Πολυκράτους εἰς Θρασύβουλον, ὅτι τριάκοντα τυράννους κατέλυσε: συντίθησι γάρ. ἢ τὸ ἐν τῷ Ὀρέστῃ τῷ Θεοδέκτου: ἐκ διαιρέσεως γάρ ἐστιν: δίκαιόν ἐστιν, ἥτις ἂν κτείνῃ πόσιν, Theodectes fr. 5 ἀποθνῄσκειν ταύτην, καὶ τῷ πατρί γε τιμωρεῖν τὸν υἱόν, οὐκοῦν καὶ ταῦτα ἃ πέπρακται: συντεθέντα γὰρ ἴσως οὐκέτι δίκαιον. εἴη δ᾽ ἂν καὶ παρὰ τὴν ἔλλειψιν: ἀφαιρεῖ γὰρ τὸ ὑπὸ τίνος.
[4] ἄλλος δὲ τόπος τὸ δεινώσει κατασκευάζειν ἢ ἀνασκευάζειν: τοῦτο δ᾽ ἐστὶν ὅταν, μὴ δείξας ὅτι ἐποίησεν <μηδ᾽ ὅτι οὐκ ἐποίησεν>, αὐξήσῃ τὸ πρᾶγμα: ποιεῖ γὰρ φαίνεσθαι ἢ ὡς οὐ πεποίηκεν, ὅταν ὁ τὴν αἰτίαν ἔχων αὔξῃ, ἢ ὡς πεποίηκεν, ὅταν ὁ κατηγορῶν αὐξῇ. οὔκουν ἐστὶν ἐνθύμημα: παραλογίζεται γὰρ ὁ ἀκροατὴς ὅτι ἐποίησεν ἢ οὐκ ἐποίησεν, οὐ δεδειγμένου.
[5] ἄλλος τὸ ἐκ σημείου: ἀσυλλόγιστον γὰρ καὶ τοῦτο: οἷον εἴ τις λέγοι "ταῖς πόλεσι συμφέρουσιν οἱ ἐρῶντες: ὁ γὰρ Ἁρμοδίου καὶ Ἀριστογείτονος ἔρως κατέλυσε τὸν τύραννον Ἵππαρχον", ἢ εἴ τις λέγοι ὅτι κλέπτης Διονύσιος: πονηρὸς γάρ: ἀσυλλόγιστον γὰρ δὴ τοῦτο: οὐ γὰρ πᾶς πονηρὸς κλέπτης, ἀλλὰ κλέπτης πᾶς πονηρός.
[6] ἄλλος διὰ τὸ συμβεβηκός, οἷον ὃ λέγει Πολυκράτης εἰς τοὺς μῦς, ὅτι ἐβοήθησαν διατραγόντες τὰς νευράς: ἢ εἴ τις φαίη τὸ ἐπὶ δεῖπνον κληθῆναι τιμιώτατον: διὰ γὰρ τὸ μὴ κληθῆναι ὁ Ἀχιλλεὺς ἐμήνισε τοῖς Ἀχαιοῖς ἐν Τενέδῳ: ὁ δ᾽ ὡς ἀτιμαζόμενος ἐμήνισεν, συνέβη δὲ τοῦτο διὰ τὸ μὴ κληθῆναι.
[7] ἄλλος τὸ παρὰ τὸ ἑπόμενον, οἷον ἐν τῷ Ἀλεξάνδρῳ, ὅτι μεγαλόψυχος: ὑπεριδὼν γὰρ τὴν πολλῶν ὁμιλίαν ἐν τῇ Ἴδῃ διέτριβεν καθ᾽ αὑτόν: ὅτι γὰρ οἱ μεγαλόψυχοι τοιοῦτοι, καὶ οὗτος μεγαλόψυχος δόξειεν ἄν. καὶ ἐπεὶ καλλωπιστὴς καὶ νύκτωρ πλανᾶται, μοιχός: τοιοῦτοι γάρ. ὅμοιον δὲ καὶ ὅτι ἐν τοῖς ἱεροῖς οἱ πτωχοὶ καὶ ᾁδουσι καὶ ὀρχοῦνται, καὶ ὅτι τοῖς φυγάσιν ἔξεστιν οἰκεῖν ὅπου ἂν θέλωσιν: ὅτι γὰρ τοῖς δοκοῦσιν εὐδαιμονεῖν ὑπάρχει ταῦτα, καὶ οἷς ταῦτα ὑπάρχει δόξαιεν ἂν εὐδαιμονεῖν, διαφέρει δὲ τῷ πῶς: διὸ καὶ εἰς τὴν ἔλλειψιν ἐμπίπτει.
[8] ἄλλος παρὰ τὸ ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα ἢ μετὰ τοῦτο γεγονέναι: τὸ γὰρ μετὰ τοῦτο ὡς διὰ τοῦτο λαμβάνουσιν, καὶ μάλιστα οἱ ἐν ταῖς πολιτείαις, οἷον ὡς ὁ Δημάδης τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰτίαν: μετ᾽ ἐκείνην γὰρ συνέβη ὁ πόλεμος.
[9] ἄλλος παρὰ τὴν ἔλλειψιν τοῦ πότε καὶ πῶς, οἷον ὅτι δικαίως Ἀλέξανδρος ἔλαβε τὴν Ἑλένην: αἵρεσις γὰρ αὐτῇ ἐδόθη παρὰ τοῦ πατρός. οὐ γὰρ ἀεὶ ἴσως, ἀλλὰ τὸ πρῶτον: καὶ γὰρ ὁ πατὴρ μέχρι τούτου κύριος. ἢ εἴ τις φαίη τὸ τύπτειν τοὺς ἐλευθέρους ὕβριν εἶναι: οὐ γὰρ πάντως, ἀλλ᾽ ὅταν ἄρχῃ χειρῶν ἀδίκων.
[10]ἔτι ὥσπερ ἐν τοῖς ἐριστικοῖς παρὰ τὸ ἁπλῶς καὶ μὴ ἁπλῶς, ἀλλὰ τί, γίγνεται φαινόμενος συλλογισμός, οἷον ἐν μὲν τοῖς διαλεκτικοῖς ὅτι ἔστι τὸ μὴ ὄν [ὄν], ἔστι γὰρ τὸ μὴ ὂν μὴ ὄν, καὶ ὅτι ἐπιστητὸν τὸ ἄγνωστον, ἔστιν γὰρ ἐπιστητὸν τὸ ἄγνωστον ὅτι ἄγνωστον, οὕτως καὶ ἐν τοῖς ῥητορικοῖς ἐστιν φαινόμενον ἐνθύμημα παρὰ τὸ μὴ ἁπλῶς εἰκὸς ἀλλὰ τὶ εἰκός. ἔστιν δὲ τοῦτο οὐ καθόλου, ὥσπερ καὶ Ἀγάθων λέγει τάχ᾽ ἄν τις εἰκὸς αὐτὸ τοῦτ᾽ εἶναι λέγοι, βροτοῖσι πολλὰ τυγχάνειν οὐκ εἰκότα. γίγνεται γὰρ τὸ παρὰ τὸ εἰκός, ὥστε εἰκὸς καὶ τὸ παρὰ τὸ εἰκός, εἰ δὲ τοῦτο, ἔσται τὸ μὴ εἰκὸς εἰκός. ἀλλ᾽ οὐχ ἁπλῶς, ἀλλ᾽ ὥσπερ καὶ ἐπὶ τῶν ἐριστικῶν τὸ κατὰ τί καὶ πρὸς τί καὶ πῇ οὐ προστιθέμενα ποιεῖ τὴν συκοφαντίαν, καὶ ἐνταῦθα παρὰ τὸ εἰκὸς εἶναι μὴ ἁπλῶς ἀλλὰ τὶ εἰκός.
[11] ἔστι δ᾽ ἐκ τούτου τοῦ τόπου ἡ Κόρακος τέχνη συγκειμένη: "ἄν τε γὰρ μὴ ἔνοχος ᾖ τῇ αἰτίᾳ, οἷον ἀσθενὴς ὢν αἰκίας φεύγει (οὐ γὰρ εἰκός), κἂν ἔνοχος ᾖ, οἷον ἰσχυρὸς ὤν (οὐ γὰρ εἰκός, ὅτι εἰκὸς ἔμελλε δόξειν)". ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων: ἢ γὰρ ἔνοχον ἀνάγκη ἢ μὴ ἔνοχον εἶναι τῇ αἰτίᾳ: φαίνεται μὲν οὖν ἀμφότερα εἰκότα, ἔστι δὲ τὸ μὲν εἰκός, τὸ δὲ οὐχ ἁπλῶς ἀλλ᾽ ὥσπερ εἴρηται: καὶ τὸ τὸν ἥττω δὲ λόγον κρείττω ποιεῖν τοῦτ᾽ ἔστιν. καὶ ἐντεῦθεν δικαίως ἐδυσχέραινον οἱ ἄνθρωποι τὸ Πρωταγόρου ἐπάγγελμα: ψεῦδός τε γάρ ἐστιν, καὶ οὐκ ἀληθὲς ἀλλὰ φαινόμενον εἰκός, καὶ ἐν οὐδεμιᾷ τέχνῃ ἀλλ᾽ <ἢ>ἐν ῥητορικῇ καὶ ἐριστικῇ.
Κεφάλαιο 25
[Επεξεργασία][1] καὶ περὶ μὲν ἐνθυμημάτων, καὶ τῶν ὄντων καὶ τῶν φαινομένων, εἴρηται, περὶ δὲ λύσεως ἐχόμενόν ἐστιν τῶν εἰρημένων εἰπεῖν. ἔστιν δὲ λύειν ἢ ἀντισυλλογισάμενον ἢ ἔνστασιν ἐνεγκόντα.
[2] τὸ μὲν οὖν ἀντισυλλογίζεσθαι δῆλον ὅτι ἐκ τῶν αὐτῶν τόπων ἐνδέχεται ποιεῖν: οἱ μὲν γὰρ συλλογισμοὶ ἐκ τῶν ἐνδόξων, δοκοῦντα δὲ πολλὰ ἐναντία ἀλλήλοις ἐστίν:
[3] αἱ δ᾽ ἐνστάσεις φέρονται καθάπερ καὶ ἐν τοῖς Τοπικοῖς, τετραχῶς: ἢ γὰρ ἐξ ἑαυτοῦ ἢ ἐκ τοῦ ὁμοίου ἢ ἐκ τοῦ ἐναντίου ἢ ἐκ τῶν κεκριμένων.
[4] λέγω δὲ ἀφ᾽ ἑαυτοῦ μέν, οἷον εἰ περὶ ἔρωτος εἴη τὸ ἐνθύμημα ὡς σπουδαῖος, ἡ ἔνστασις διχῶς: ἢ γὰρ καθόλου εἰπόντα ὅτι πᾶσα ἔνδεια πονηρόν, ἢ κατὰ μέρος ὅτι οὐκ ἂν ἐλέγετο Καύνιος ἔρως, εἰ μὴ ἦσαν καὶ πονηροὶ ἔρωτες.
[5] ἀπὸ δὲ τοῦ ἐναντίου ἔνστασις φέρεται, οἷον, εἰ τὸ ἐνθύμημα ἦν ὅτι ὁ ἀγαθὸς ἀνὴρ πάντας τοὺς φίλους εὖ ποιεῖ, <ὅτι>ἀλλ᾽ οὐδ᾽ ὁ μοχθηρὸς κακῶς.
[6] ἀπὸ δὲ τοῦ ὁμοίου, οἷον, εἰ ἦν τὸ ἐνθύμημα ὅτι οἱ κακῶς πεπονθότες ἀεὶ μισοῦσιν, ὅτι ἀλλ᾽ οὐδ᾽ οἱ εὖ πεπονθότες ἀεὶ φιλοῦσιν. [
[7] αἱ δὲ κρίσεις αἱ ἀπὸ τῶν γνωρίμων ἀνδρῶν, οἷον εἴ τις ἐνθύμημα εἶπεν ὅτι τοῖς μεθύουσι δεῖ συγγνώμην ἔχειν, ἀγνοοῦντες γὰρ ἁμαρτάνουσιν, ἔνστασις ὅτι οὔκουν ὁ Πιττακὸς αἰνετός: οὐ γὰρ ἂν μείζους ζημίας ἐνομοθέτησεν ἐάν τις μεθύων ἁμαρτάνῃ.
[8] ἐπεὶ δὲ τὰ ἐνθυμήματα λέγεται ἐκ τεττάρων, τὰ δὲ τέτταρα ταῦτ᾽ ἐστίν, εἰκὸς παράδειγμα τεκμήριον σημεῖον, ἔστι δὲ τὰ μὲν ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ ἢ ὄντων ἢ δοκούντων συνηγμένα ἐνθυμήματα ἐκ τῶν εἰκότων, τὰ δὲ δι᾽ ἐπαγωγῆς ἐκ τοῦ ὁμοίου, ἢ ἑνὸς ἢ πλειόνων, ὅταν λαβὼν τὸ καθόλου εἶτα συλλογίσηται τὰ κατὰ μέρος, διὰ παραδείγματος, τὰ δὲ διὰ ἀναγκαίου καὶ <ἀεὶ>ὄντος διὰ τεκμηρίου, τὰ δὲ διὰ τοῦ καθόλου [ἢ] τοῦ ἐν μέρει ὄντος, ἐάν τε ὂν ἐάν τε μή, διὰ σημείων, τὸ δὲ εἰκὸς οὐ τὸ ἀεὶ ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ, φανερὸν ὅτι τὰ τοιαῦτα μὲν τῶν ἐνθυμημάτων ἀεὶ ἔστι λύειν φέροντα ἔνστασιν,
[9] ἡ δὲ λύσις φαινομένη ἀλλ᾽ οὐκ ἀληθὴς ἀεί: οὐ γὰρ ὅτι οὐκ εἰκός λύει ὁ ἐνιστάμενος, ἀλλ᾽ ὅτι οὐκ ἀναγκαῖον:
[10] διὸ καὶ ἀεὶ ἔστι πλεονεκτεῖν ἀπολογούμενον μᾶλλον ἢ κατηγοροῦντα διὰ τοῦτον τὸν παραλογισμόν: ἐπεὶ γὰρ ὁ μὲν κατηγορῶν διὰ εἰκότων ἀποδείκνυσιν, ἔστι δὲ οὐ ταὐτὸ λῦσαι ἢ ὅτι οὐκ εἰκὸς ἢ ὅτι οὐκ ἀναγκαῖον, ἀεὶ δ᾽ ἔχει ἔνστασιν τὸ ὡς ἐπὶ τὸ πολύ (οὐ γὰρ ἂν ᾖ ἅμ᾽ ἀεὶ εἰκός, ἀεὶ καὶ ἀναγκαῖον), ὁ δὲ κριτὴς οἴεται, ἂν οὕτω λυθῇ, ἢ οὐκ εἰκὸς εἶναι ἢ οὐχ αὑτῷ κριτέον, παραλογιζόμενος, ὥσπερ ἐλέγομεν (οὐ γὰρ ἐκ τῶν ἀναγκαίων δεῖ αὐτὸν μόνον κρίνειν, ἀλλὰ καὶ ἐκ τῶν εἰκότων: τοῦτο γάρ ἐστι τὸ γνώμῃ τῇ ἀρίστῃ κρίνειν), οὔκουν ἱκανὸν ἂν λύσῃ ὅτι οὐκ ἀναγκαῖον, ἀλλὰ δεῖ λύειν ὅτι οὐκ εἰκός.
[11] τοῦτο δὲ συμβήσεται ἐὰν ᾖ ἡ ἔνστασις μᾶλλον ὡς ἐπὶ τὸ πολύ. ἐνδέχεται δὲ εἶναι τοιαύτην διχῶς, ἢ τῷ χρόνῳ ἢ τοῖς πράγμασιν, κυριώτατα δὲ εἰ ἀμφοῖν: εἰ γὰρ τὰ <πλείω καὶ>πλεονάκις οὕτως, τοῦτ᾽ ἐστὶν εἰκὸς μᾶλλον.
[12] λύεται δὲ καὶ τὰ σημεῖα καὶ τὰ διὰ σημείου ἐνθυμήματα εἰρημένα, κἂν ᾖ ὑπάρχοντα, ὥσπερ ἐλέχθη ἐν τοῖς πρώτοις: ὅτι γὰρ ἀσυλλόγιστόν ἐστιν πᾶν σημεῖον, δῆλον ἡμῖν ἐκ τῶν Ἀναλυτικῶν.
[13] πρὸς δὲ τὰ παραδειγματώδη ἡ αὐτὴ λύσις καὶ τὰ εἰκότα: ἐάν τε γὰρ ἔχωμεν <ἕν>τι οὐχ οὕτω, λέλυται, ὅτι οὐκ ἀναγκαῖον, εἰ καὶ τὰ πλείω ἢ πλεονάκις ἄλλως, ἐάν τε καὶ τὰ πλείω καὶ τὰ πλεονάκις οὕτω, μαχετέον ἢ ὅτι τὸ παρὸν οὐχ ὅμοιον ἢ οὐχ ὁμοίως, ἢ διαφοράν γέ τινα ἔχει.
[14] τὰ δὲ τεκμήρια καὶ τεκμηριώδη ἐνθυμήματα κατὰ μὲν τὸ ἀσυλλόγιστον οὐκ ἔσται λῦσαι (δῆλον δὲ καὶ τοῦθ᾽ ἡμῖν ἐκ τῶν Ἀναλυτικῶν), λείπεται δ᾽ ὡς οὐχ ὑπάρχει τὸ λεγόμενον δεικνύναι. εἰ δὲ φανερὸν καὶ ὅτι ὑπάρχει καὶ ὅτι τεκμήριον, ἄλυτον ἤδη γίγνεται τοῦτο: πάντα γὰρ γίγνεται ἀπόδειξις ἤδη φανερά.
Κεφάλαιο 26
[Επεξεργασία][1] τὸ δ᾽ αὔξειν καὶ μειοῦν οὐκ ἔστιν ἐνθυμήματος στοιχεῖον: τὸ γὰρ αὐτὸ λέγω στοιχεῖον καὶ τόπον: ἔστιν γὰρ στοιχεῖον καὶ τόπος εἰς ὃ πολλὰ ἐνθυμήματα ἐμπίπτει. τὸ δ᾽ αὔξειν καὶ μειοῦν ἐστὶν ἐνθυμήματα πρὸς τὸ δεῖξαι ὅτι μέγα ἢ μικρόν, ὥσπερ καὶ ὅτι ἀγαθὸν ἢ κακόν, ἢ δίκαιον ἢ ἄδικον, καὶ τῶν ἄλλων ὁτιοῦν.
[2] ταῦτα δ᾽ ἐστὶν πάντα περὶ ἃ οἱ συλλογισμοὶ καὶ τὰ ἐνθυμήματα, ὥστ᾽ εἰ μηδὲ τούτων ἕκαστον ἐνθυμήματος τόπος, οὐδὲ τὸ αὔξειν καὶ μειοῦν.
[3] οὐδὲ τὰ λυτικὰ ἐνθυμήματος εἶδός τί ἐστιν [ἄλλο τῶν κατασκευαστικῶν]: δῆλον γὰρ ὅτι λύει μὲν ἢ δείξας ἢ ἔνστασιν ἐνεγκών, ἀνταποδείκνυσι δὲ τὸ ἀντικείμενον, οἷον εἰ ἔδειξε ὅτι γέγονεν, οὗτος ὅτι οὐ γέγονεν, εἰ δὲ ὅτι οὐ γέγονεν, οὗτος ὅτι γέγονεν: ὥστε αὕτη μὲν οὐκ ἂν εἴη [ἡ] διαφορά (τοῖς αὐτοῖς γὰρ χρῶνται ἀμφότεροι: ὅτι γὰρ οὐκ ἔστιν ἢ ἔστιν, ἐνθυμήματα φέρουσιν):
[4] ἡ δ᾽ ἔνστασις οὐκ ἔστιν ἐνθύμημα, ἀλλά, καθάπερ ἐν τοῖς Τοπικοῖς, τὸ εἰπεῖν δόξαν τινὰ ἐξ ἧς ἔσται δῆλον ὅτι οὐ συλλελόγισται ἢ ὅτι ψεῦδός τι εἴληφεν.
[5] ἐπεὶ δὲ τρία ἔστιν ἃ δεῖ πραγματευθῆναι περὶ τὸν λόγον, ὑπὲρ μὲν παραδειγμάτων καὶ γνωμῶν καὶ ἐνθυμημάτων καὶ ὅλως τῶν περὶ τὴν διάνοιαν, ὅθεν τε εὐπορήσομεν καὶ ὡς αὐτὰ λύσομεν, εἰρήσθω ἡμῖν τοσαῦτα, λοιπὸν δὲ διελθεῖν περὶ λέξεως καὶ τάξεως.