Μετάβαση στο περιεχόμενο

Ρητορική/3

Από Βικιθήκη
Ρητορική
Συγγραφέας:
Βιβλίο 3
Ars Rhetorica. Aristotle. W. D. Ross. Oxford. Clarendon Press. 1959.



Κεφάλαιο 1

[Επεξεργασία]

[1] ἐπειδὴ τρία ἐστὶν ἃ δεῖ πραγματευθῆναι περὶ τὸν λόγον, ἓν μὲν ἐκ τίνων αἱ πίστεις ἔσονται, δεύτερον δὲ περὶ τὴν λέξιν, τρίτον δὲ πῶς χρὴ τάξαι τὰ μέρη τοῦ λόγου, περὶ μὲν τῶν πίστεων εἴρηται, καὶ ἐκ πόσων, ὅτι ἐκ τριῶν εἰσί, καὶ ταῦτα ποῖα, καὶ διὰ τί τοσαῦτα μόνα (ἢ γὰρ τῷ αὐτοί τι πεπονθέναι οἱ κρίνοντες, ἢ τῷ ποιούς τινας ὑπολαμβάνειν τοὺς λέγοντας, ἢ τῷ ἀποδεδεῖχθαι, πείθονται πάντες), εἴρηται δὲ καὶ τὰ ἐνθυμήματα, πόθεν δεῖ πορίζεσθαι (ἔστι γὰρ τὰ μὲν εἴδη τῶν ἐνθυμημάτων, τὰ δὲ τόποι):

[2] περὶ δὲ τῆς λέξεως ἐχόμενόν ἐστιν εἰπεῖν: οὐ γὰρ ἀπόχρη τὸ ἔχειν ἃ δεῖ λέγειν, ἀλλ᾽ ἀνάγκη καὶ ταῦτα ὡς δεῖ εἰπεῖν, καὶ συμβάλλεται πολλὰ πρὸς τὸ φανῆναι ποιόν τινα τὸν λόγον.

[3] τὸ μὲν οὖν πρῶτον ἐζητήθη κατὰ φύσιν ὅπερ πέφυκε πρῶτον, αὐτὰ τὰ πράγματα ἐκ τίνων ἔχει τὸ πιθανόν, δεύτερον δὲ τὸ ταῦτα τῇ λέξει διαθέσθαι, τρίτον δὲ τούτων ὃ δύναμιν μὲν ἔχει μεγίστην, οὔπω δ᾽ ἐπικεχείρηται, τὰ περὶ τὴν ὑπόκρισιν. καὶ γὰρ εἰς τὴν τραγικὴν καὶ ῥαψῳδίαν ὀψὲ παρῆλθεν: ὑπεκρίνοντο γὰρ αὐτοὶ τὰς τραγῳδίας οἱ ποιηταὶ τὸ πρῶτον. δῆλον οὖν ὅτι καὶ περὶ τὴν ῥητορικήν ἐστι τὸ τοιοῦτον ὥσπερ καὶ περὶ τὴν ποιητικήν, ὅπερ ἕτεροί <τέ>τινες ἐπραγματεύθησαν καὶ Γλαύκων ὁ Τήιος.

[4] ἔστιν δὲ αὕτη μὲν ἐν τῇ φωνῇ, πῶς αὐτῇ δεῖ χρῆσθαι πρὸς ἕκαστον πάθος, οἷον πότε μεγάλῃ καὶ πότε μικρᾷ καὶ μέσῃ, καὶ πῶς τοῖς τόνοις, οἷον ὀξείᾳ καὶ βαρείᾳ καὶ μέσῃ, καὶ ῥυθμοῖς τίσι πρὸς ἕκαστα. τρία γάρ ἐστιν περὶ ἃ σκοποῦσιν: ταῦτα δ᾽ ἐστὶ μέγεθος ἁρμονία ῥυθμός. τὰ μὲν οὖν ἆθλα σχεδὸν ἐκ τῶν ἀγώνων οὗτοι λαμβάνουσιν, καὶ καθάπερ ἐκεῖ μεῖζον δύνανται νῦν τῶν ποιητῶν οἱ ὑποκριταί, καὶ κατὰ τοὺς πολιτικοὺς ἀγῶνας, διὰ τὴν μοχθηρίαν τῶν πολιτῶν.

[5] οὔπω δὲ σύγκειται τέχνη περὶ αὐτῶν, ἐπεὶ καὶ τὸ περὶ τὴν λέξιν ὀψὲ προῆλθεν: καὶ δοκεῖ φορτικὸν εἶναι, καλῶς ὑπολαμβανόμενον. ἀλλ᾽ ὅλης οὔσης πρὸς δόξαν τῆς πραγματείας τῆς περὶ τὴν ῥητορικήν, οὐχ ὡς ὀρθῶς ἔχοντος ἀλλ᾽ ὡς ἀναγκαίου τὴν ἐπιμέλειαν ποιητέον, ἐπεὶ τό γε δίκαιόν <ἐστι>μηδὲν πλέον ζητεῖν περὶ τὸν λόγον ἢ ὥστε μήτε λυπεῖν μήτ᾽ εὐφραίνειν: δίκαιον γὰρ αὐτοῖς ἀγωνίζεσθαι τοῖς πράγμασιν, ὥστε τἆλλα ἔξω τοῦ ἀποδεῖξαι περίεργα ἐστίν: ἀλλ᾽ ὅμως μέγα δύναται, καθάπερ εἴρηται, διὰ τὴν τοῦ ἀκροατοῦ μοχθηρίαν.

[6] τὸ μὲν οὖν τῆς λέξεως ὅμως ἔχει τι μικρὸν ἀναγκαῖον ἐν πάσῃ διδασκαλίᾳ: διαφέρει γάρ τι πρὸς τὸ δηλῶσαι ὡδὶ ἢ ὡδὶ εἰπεῖν, οὐ μέντοι τοσοῦτον, ἀλλ᾽ ἅπαντα φαντασία ταῦτ᾽ ἐστί, καὶ πρὸς τὸν ἀκροατήν: διὸ οὐδεὶς οὕτω γεωμετρεῖν διδάσκει.

[7] ἐκείνη μὲν οὖν ὅταν ἔλθῃ ταὐτὸ ποιήσει τῇ ὑποκριτικῇ, ἐγκεχειρήκασιν δὲ ἐπ᾽ ὀλίγον περὶ αὐτῆς εἰπεῖν τινές, οἷον Θρασύμαχος ἐν τοῖς Ἐλέοις: καὶ ἔστιν φύσεως τὸ ὑποκριτικὸν εἶναι, καὶ ἀτεχνότερον, περὶ δὲ τὴν λέξιν ἔντεχνον. διὸ καὶ τοῖς τοῦτο δυναμένοις γίνεται πάλιν ἆθλα, καθάπερ καὶ τοῖς κατὰ τὴν ὑπόκρισιν ῥήτορσιν: οἱ γὰρ γραφόμενοι λόγοι μεῖζον ἰσχύουσι διὰ τὴν λέξιν ἢ διὰ τὴν διάνοιαν.

[8] ἤρξαντο μὲν οὖν κινῆσαι τὸ πρῶτον, ὥσπερ πέφυκεν, οἱ ποιηταί: τὰ γὰρ ὀνόματα μιμήματα ἐστίν, ὑπῆρξεν δὲ καὶ ἡ φωνὴ πάντων μιμητικώτατον τῶν μορίων ἡμῖν: διὸ καὶ αἱ τέχναι συνέστησαν ἥ τε ῥαψῳδία καὶ ἡ ὑποκριτικὴ καὶ ἄλλαι γε.

[9] ἐπεὶ δ᾽ οἱ ποιηταί, λέγοντες εὐήθη, διὰ τὴν λέξιν ἐδόκουν πορίσασθαι τὴν δόξαν, διὰ τοῦτο ποιητικὴ πρώτη ἐγένετο λέξις, οἷον ἡ Γοργίου, καὶ νῦν ἔτι οἱ πολλοὶ τῶν ἀπαιδεύτων τοὺς τοιούτους οἴονται διαλέγεσθαι κάλλιστα. τοῦτο δ᾽ οὐκ ἔστιν, ἀλλ᾽ ἑτέρα λόγου καὶ ποιήσεως λέξις ἐστίν. δηλοῖ δὲ τὸ συμβαῖνον: οὐδὲ γὰρ οἱ τὰς τραγῳδίας ποιοῦντες ἔτι χρῶνται τὸν αὐτὸν πρόπον, ἀλλ᾽ ὥσπερ καὶ ἐκ τῶν τετραμέτρων εἰς τὸ ἰαμβεῖον μετέβησαν διὰ τὸ τῷ λόγῳ τοῦτο τῶν μέτρων ὁμοιότατον εἶναι τῶν ἄλλων, οὕτω καὶ τῶν ὀνομάτων ἀφείκασιν ὅσα παρὰ τὴν διάλεκτόν ἐστιν, οἷς [δ᾽] οἱ πρῶτοι ἐκόσμουν, καὶ ἔτι νῦν οἱ τὰ ἑξάμετρα ποιοῦντες [ἀφείκασιν]. διὸ γελοῖον μιμεῖσθαι τούτους οἳ αὐτοὶ οὐκέτι χρῶνται ἐκείνῳ τῷ τρόπῳ,

[10] ὥστε φανερὸν ὅτι οὐχ ἅπαντα ὅσα περὶ λέξεως ἔστιν εἰπεῖν ἀκριβολογητέον ἡμῖν, ἀλλ᾽ ὅσα περὶ τοιαύτης οἵας λέγομεν. περὶ δ᾽ ἐκείνης εἴρηται ἐν τοῖς περὶ ποιητικῆς.


Κεφάλαιο 2

[Επεξεργασία]

[1] ἔστω οὖν ἐκεῖνα τεθεωρημένα καὶ ὡρίσθω λέξεως ἀρετὴ σαφῆ εἶναι (σημεῖον γάρ τι ὁ λόγος ὤν, ἐὰν μὴ δηλοῖ οὐ ποιήσει τὸ ἑαυτοῦ ἔργον), καὶ μήτε ταπεινὴν μήτε ὑπὲρ τὸ ἀξίωμα, ἀλλὰ πρέπουσαν: ἡ γὰρ ποιητικὴ ἴσως οὐ ταπεινή, ἀλλ᾽ οὐ πρέπουσα λόγῳ.

[2] τῶν δ᾽ ὀνομάτων καὶ ῥημάτων σαφῆ μὲν ποιεῖ τὰ κύρια, μὴ ταπεινὴν δὲ ἀλλὰ κεκοσμημένην τἆλλα ὀνόματα ὅσα εἴρηται ἐν τοῖς περὶ ποιητικῆς: τὸ γὰρ ἐξαλλάξαι ποιεῖ φαίνεσθαι σεμνοτέραν: ὥσπερ γὰρ πρὸς τοὺς ξένους οἱ ἄνθρωποι καὶ πρὸς τοὺς πολίτας, τὸ αὐτὸ πάσχουσιν καὶ πρὸς τὴν λέξιν:

[3] διὸ δεῖ ποιεῖν ξένην τὴν διάλεκτον: θαυμασταὶ γὰρ τῶν ἀπόντων εἰσίν, ἡδὺ δὲ τὸ θαυμαστόν ἐστιν. ἐπὶ μὲν οὖν τῶν μέτρων πολλά τε ποιεῖται οὕτω καὶ ἁρμόττει ἐκεῖ (πλέον γὰρ ἐξέστηκεν περὶ ἃ καὶ περὶ οὓς ὁ λόγος), ἐν δὲ τοῖς ψιλοῖς λόγοις πολλῷ ἐλάττω: ἡ γὰρ ὑπόθεσις ἐλάττων, ἐπεὶ καὶ ἐνταῦθα, εἰ δοῦλος καλλιεποῖτο ἢ λίαν νέος, ἀπρεπέστερον, ἢ περὶ λίαν μικρῶν: ἀλλ᾽ ἔστι καὶ ἐν τούτοις ἐπισυστελλόμενον καὶ αὐξανόμενον τὸ πρέπον:

[4] διὸ δεῖ λανθάνειν ποιοῦντας, καὶ μὴ δοκεῖν λέγειν πεπλασμένως ἀλλὰ πεφυκότως (τοῦτο γὰρ πιθανόν, ἐκεῖνο δὲ τοὐναντίον: ὡς γὰρ πρὸς ἐπιβουλεύοντα διαβάλλονται, καθάπερ πρὸς τοὺς οἴνους τοὺς μεμιγμένους), καὶ οἷον ἡ Θεοδώρου φωνὴ πέπονθε πρὸς τὴν τῶν ἄλλων ὑποκριτῶν: ἡ μὲν γὰρ τοῦ λέγοντος ἔοικεν εἶναι, αἱ δ᾽ ἀλλότριαι.

[5] κλέπτεται δ᾽ εὖ, ἐάν τις ἐκ τῆς εἰωθυίας διαλέκτου ἐκλέγων συντιθῇ: ὅπερ Εὐριπίδης ποιεῖ καὶ ὑπέδειξε πρῶτος. ὄντων δ᾽ ὀνομάτων καὶ ῥημάτων ἐξ ὧν ὁ λόγος συνέστηκεν, τῶν δὲ ὀνομάτων τοσαῦτ᾽ ἐχόντων εἴδη ὅσα τεθεώρηται ἐν τοῖς περὶ ποιήσεως, τούτων γλώτταις μὲν καὶ διπλοῖς ὀνόμασι καὶ πεποιημένοις ὀλιγάκις καὶ ὀλιγαχοῦ χρηστέον (ὅπου δέ, ὕστερον ἐροῦμεν, τό τε διὰ τί εἴρηται:

[6] ἐπὶ τὸ μεῖζον γὰρ ἐξαλλάττει τοῦ πρέποντος), τὸ δὲ κύριον καὶ τὸ οἰκεῖον καὶ μεταφορὰ μόνα χρήσιμα πρὸς τὴν τῶν ψιλῶν λόγων λέξιν. σημεῖον δ᾽ ὅτι τούτοις μόνοις πάντες χρῶνται: πάντες γὰρ μεταφοραῖς διαλέγονται καὶ τοῖς οἰκείοις καὶ τοῖς κυρίοις, ὥστε δῆλον ὡς ἂν εὖ ποιῇ τις, ἔσται τε ξενικὸν καὶ λανθάνειν ἐνδέξεται καὶ σαφηνιεῖ: αὕτη δ᾽ ἦν ἡ τοῦ ῥητορικοῦ λόγου ἀρετή.

[7] τῶν δ᾽ ὀνομάτων τῷ μὲν σοφιστῇ ὁμωνυμίαι χρήσιμοι (παρὰ ταύτας γὰρ κακουργεῖ), τῷ ποιητῇ δὲ συνωνυμίαι, λέγω δὲ κύριά τε καὶ συνώνυμα οἷον τὸ πορεύεσθαι καὶ τὸ βαδίζειν: ταῦτα γὰρ ἀμφότερα καὶ κύρια καὶ συνώνυμα ἀλλήλοις. τί μὲν οὖν τούτων ἕκαστόν ἐστι, καὶ πόσα εἴδη μεταφορᾶς, καὶ ὅτι τοῦτο πλεῖστον δύναται καὶ ἐν ποιήσει καὶ ἐν λόγοις, [αἱ μεταφοραί,] εἴρηται, καθάπερ ἐλέγομεν, ἐν τοῖς περὶ ποιητικῆς:

[8] τοσούτῳ δ᾽ ἐν λόγῳ δεῖ μᾶλλον φιλοπονεῖσθαι περὶ αὐτῶν, ὅσῳ ἐξ ἐλαττόνων βοηθημάτων ὁ λόγος ἐστὶ τῶν μέτρων: καὶ τὸ σαφὲς καὶ τὸ ἡδὺ καὶ τὸ ξενικὸν ἔχει μάλιστα ἡ μεταφορά, καὶ λαβεῖν οὐκ ἔστιν αὐτὴν παρ᾽ ἄλλου.

[9] δεῖ δὲ καὶ τὰ ἐπίθετα καὶ τὰς μεταφορὰς ἁρμοττούσας λέγειν. τοῦτο δ᾽ ἔσται ἐκ τοῦ ἀνάλογον: εἰ δὲ μή, ἀπρεπὲς φανεῖται διὰ τὸ παρ᾽ ἄλληλα τὰ ἐναντία μάλιστα φαίνεσθαι. ἀλλὰ δεῖ σκοπεῖν, ὡς νέῳ φοινικίς, οὕτω γέροντι τί

[10] (οὐ γὰρ ἡ αὐτὴ πρέπει ἐσθής), καὶ ἐάν τε κοσμεῖν βούλῃ, ἀπὸ τῶν βελτίστων τῶν ἐν ταὐτῷ γένει φέρειν τὴν μεταφοράν, ἐάν τε ψέγειν, ἀπὸ τῶν χειρόνων: λέγω δ᾽ οἷον, ἐπεὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει, τὸ φάναι τὸν μὲν πτωχεύοντα εὔχεσθαι τὸν δὲ εὐχόμενον πτωχεύειν, ὅτι ἄμφω αἰτήσεις, τὸ εἰρημένον ἐστὶ ποιεῖν, ὡς καὶ Ἰφικράτης Καλλίαν μητραγύρτην ἀλλ᾽ οὐ δᾳδοῦχον, ὁ δὲ ἔφη ἀμύητον αὐτὸν εἶναι: οὐ γὰρ ἂν μητραγύρτην αὐτὸν καλεῖν, ἀλλὰ δᾳδοῦχον: ἄμφω γὰρ περὶ θεόν, ἀλλὰ τὸ μὲν τίμιον τὸ δὲ ἄτιμον. καὶ ὁ μὲν διονυσοκόλακας, αὐτοὶ δ᾽ αὑτοὺς τεχνίτας καλοῦσιν (ταῦτα δ᾽ ἄμφω μεταφορά, ἡ μὲν ῥυπαινόντων ἡ δὲ τοὐναντίον), καὶ οἱ μὲν λῃσταὶ αὑτοὺς ποριστὰς καλοῦσι νῦν (διὸ ἔξεστι λέγειν τὸν ἀδικήσαντα μὲν ἁμαρτάνειν, τὸν δ᾽ ἁμαρτάνοντα ἀδικῆσαι, καὶ τὸν κλέψαντα καὶ λαβεῖν καὶ πορίσασθαι). τὸ δὲ ὡς ὁ Τήλεφος Εὐριπίδου φησίν, κώπης ἀνάσσων κἀποβὰς εἰς Μυσίαν, ἀπρεπές, ὅτι μεῖζον τὸ ἀνάσσειν ἢ κατ᾽ ἀξίαν: οὐ κέκλεπται οὖν.

[11] ἔστιν δὲ καὶ ἐν ταῖς συλλαβαῖς ἁμαρτία, ἐὰν μὴ ἡδείας ᾖ σημεῖα φωνῆς, οἷον Διονύσιος προσαγορεύει ὁ χαλκοῦς ἐν τοῖς ἐλεγείοις κραυγὴν Καλλιόπης τὴν ποίησιν, ὅτι ἄμφω φωναί: φαύλη δὲ ἡ μεταφορὰ ταῖς ἀσήμοις φωναῖς.

[12] ἔτι δὲ οὐ πόρρωθεν δεῖ ἀλλ᾽ ἐκ τῶν συγγενῶν καὶ τῶν ὁμοειδῶν μεταφέρειν <ἐπὶ>τὰ ἀνώνυμα ὠνομασμένως ὃ λεχθὲν δῆλόν ἐστιν ὅτι συγγενές (οἷον ἐν τῷ αἰνίγματι τῷ εὐδοκιμοῦντι ἄνδρ᾽ εἶδον πυρὶ χαλκὸν ἐπ᾽ ἀνέρι κολλήσαντα: ἀνώνυμον γὰρ τὸ πάθος, ἔστι δ᾽ ἄμφω πρόσθεσίς τις: κόλλησιν τοίνυν εἶπε τὴν τῆς σικύας προσβολήν), καὶ ὅλως ἐκ τῶν εὖ ᾐνιγμένων ἔστι μεταφορὰς λαβεῖν ἐπιεικεῖς: μεταφοραὶ γὰρ αἰνίττονται, ὥστε δῆλον ὅτι εὖ μετενήνεκται.

[13] καὶ ἀπὸ καλῶν: κάλλος δὲ ὀνόματος τὸ μὲν ὥσπερ Λικύμνιος λέγει, ἐν τοῖς ψόφοις ἢ τῷ σημαινομένῳ, καὶ αἶσχος δὲ ὡσαύτως. ἔτι δὲ τρίτον ὃ λύει τὸν σοφιστικὸν λόγον: οὐ γὰρ ὡς ἔφη Βρύσων οὐθένα αἰσχρολογεῖν, εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦδε εἰπεῖν: τοῦτο γάρ ἐστιν ψεῦδος: ἔστιν γὰρ ἄλλο ἄλλου κυριώτερον καὶ ὡμοιωμένον μᾶλλον καὶ οἰκειότερον, τῷ ποιεῖν τὸ πρᾶγμα πρὸ ὀμμάτων. ἔτι οὐχ ὁμοίως ἔχον σημαίνει τόδε καὶ τόδε, ὥστε καὶ οὕτως ἄλλου ἄλλο κάλλιον καὶ αἴσχιον θετέον: ἄμφω μὲν γὰρ τὸ καλὸν ἢ τὸ αἰσχρὸν σημαίνουσιν, ἀλλ᾽ οὐχ ᾗ καλὸν ἢ οὐχ ᾗ αἰσχρόν: ἢ ταῦτα μέν, ἀλλὰ μᾶλλον καὶ ἧττον. τὰς δὲ μεταφορὰς ἐντεῦθεν οἰστέον, ἀπὸ καλῶν ἢ τῇ φωνῇ ἢ τῇ δυνάμει ἢ τῇ ὄψει ἢ ἄλλῃ τινὶ αἰσθήσει. διαφέρει δ᾽ εἰπεῖν, οἷον ῥοδοδάκτυλος ἠὼς μᾶλλον ἢ φοινικοδάκτυλος, ἢ ἔτι φαυλότερον ἐρυθροδάκτυλος.

[14] καὶ ἐν τοῖς ἐπιθέτοις ἔστιν μὲν τὰς ἐπιθέσεις ποιεῖσθαι ἀπὸ φαύλου ἢ αἰσχροῦ, οἷον ὁ μητροφόντης, ἔστι δ᾽ ἀπὸ τοῦ βελτίονος, οἷον ὁ πατρὸς ἀμύντωρ: καὶ ὁ Σιμωνίδης, ὅτε μὲν ἐδίδου μισθὸν ὀλίγον αὐτῷ ὁ νικήσας τοῖς ὀρεῦσιν, οὐκ ἤθελε ποιεῖν, ὡς δυσχεραίνων εἰς ἡμιόνους ποιεῖν, ἐπεὶ δ᾽ ἱκανὸν ἔδωκεν, ἐποίησε χαίρετ᾽ ἀελλοπόδων θύγατρες ἵππων: Simonides fr. 7 καίτοι καὶ τῶν ὄνων θυγατέρες ἦσαν. ἔστιν αὖ τὸ ὑποκορίζεσθαι:

[15] ἔστιν δὲ ὁ ὑποκορισμὸς ὃ ἔλαττον ποιεῖ καὶ τὸκακὸν καὶ τὸ ἀγαθόν, ὥσπερ καὶ Ἀριστοφάνης σκώπτει ἐν τοῖς Βαβυλωνίοις, ἀντὶ μὲν χρυσίου χρυσιδάριον, ἀντὶ δ᾽ ἱματίου ἱματιδάριον, ἀντὶ δὲ λοιδορίας λοιδορημάτιον καὶ ἀντὶ νοσήματος νοσημάτιον. εὐλαβεῖσθαι δὲ δεῖ καὶ παρατηρεῖν ἐν ἀμφοῖν τὸ μέτριον.


Κεφάλαιο 3

[Επεξεργασία]

[1] τὰ δὲ ψυχρὰ ἐν τέτταρσι γίγνεται κατὰ τὴν λέξιν, ἔν τε τοῖς διπλοῖς ὀνόμασιν, οἷον Λυκόφρων "τὸν πολυπρόσωπον οὐρανὸν τῆς μεγαλοκορύφου γῆς", καὶ "ἀκτὴν δὲ στενοπόρον", καὶ ὡς Γοργίας ὠνόμαζεν "πτωχομουσοκόλοκας ἐπιορκήσαντας κατ᾽ εὐορκήσαντος", καὶ ὡς Ἀλκιδάμας "μένους μὲν τὴν ψυχὴν πληρουμένην, πυρίχρων δὲ τὴν ὄψιν γιγνομένην", καὶ "τελεσφόρον" ᾠήθη τὴν προθυμίαν αὐτῶν γενήσεσθαι, καὶ "τελεσφόρον" τὴν πειθὼ τῶν λόγων κατέστησεν, καὶ "κυανόχρων" τὸ τῆς θαλάττης ἔδαφος: πάντα ταῦτα γὰρ ποιητικὰ διὰ τὴν δίπλωσιν φαίνεται.

[2] μία μὲν οὖν αὕτη αἰτία, μία δὲ τὸ χρῆσθαι γλώτταις, οἷον Λυκόφρων Ξέρξην "πέλωρον ἄνδρα", καὶ Σκίρων "σίνις ἀνήρ", καὶ Ἀλκιδάμας "ἄθυρμα τῇ ποιήσει", καὶ "τὴν τῆς φύσεως ἀτασθαλίαν", καὶ "ἀκράτῳ τῆς διανοίας ὀργῇ τεθηγμένον".

[3] τρίτον δ᾽ ἐν τοῖς ἐπιθέτοις τὸ ἢ μακροῖς ἢ ἀκαίροις ἢ πυκνοῖς χρῆσθαι: ἐν μὲν γὰρ ποιήσει πρέπει "γάλα λευκὸν" εἰπεῖν, ἐν δὲ λόγῳ τὰ μὲν ἀπρεπέστερα: τὰ δέ, ἂν ᾖ κατακορῆ, ἐξελέγχει καὶ ποιεῖ φανερὸν ὅτι ποίησις ἐστίν, ἐπεὶ δεῖ γε χρῆσθαι αὐτοῖς (ἐξαλλάττει γὰρ τὸ εἰωθὸς καὶ ξενικὴν ποιεῖ τὴν λέξιν), ἀλλὰ δεῖ στοχάζεσθαι τοῦ μετρίου, ἐπεὶ μεῖζον ποιεῖ κακὸν τοῦ εἰκῇ λέγειν: ἡ μὲν γὰρ οὐκ ἔχει τὸ εὖ, ἡ δὲ τὸ κακῶς. διὸ τὰ Ἀλκιδάμαντος ψυχρὰ φαίνεται: οὐ γὰρ ὡς ἡδύσματι χρῆται ἀλλ᾽ ὡς ἐδέσματι τοῖς ἐπιθέτοις <τοῖς>οὕτω πυκνοῖς καὶ μείζοσι καὶ ἐπιδήλοις, οἷον οὐχ ἱδρῶτα ἀλλὰ τὸν ὑγρὸν ἱδρῶτα, καὶ οὐκ εἰς Ἴσθμια ἀλλ᾽ εἰς τὴν τῶν Ἰσθμίων πανήγυριν, καὶ οὐχὶ νόμους ἀλλὰ τοὺς τῶν πόλεων βασιλεῖς νόμους, καὶ οὐ δρόμῳ ἀλλὰ δρομαίᾳ τῇ τῆς ψυχῆς ὁρμῇ, καὶ οὐχὶ μουσεῖον ἀλλὰ τὸ τῆς φύσεως παραλαβὼν μουσεῖον, καὶ σκυθρωπὸν τὴν φροντίδα τῆς ψυχῆς, καὶ οὐ χάριτος ἀλλὰ πανδήμου χάριτος δημιουργός, καὶ οἰκονόμος τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ οὐ κλάδοις ἀλλὰ τοῖς τῆς ὕλης κλάδοις ἀπέκρυψεν, καὶ οὐ τὸ σῶμα παρήμπισχεν ἀλλὰ τὴν τοῦ σώματος αἰσχύνην, καὶ ἀντίμιμον τὴν τῆς ψυχῆς ἐπιθυμίαν (τοῦτο δ᾽ ἅμα καὶ διπλοῦν καὶ ἐπίθετον, ὥστε ποίημα γίνεται), καὶ οὕτως ἔξεδρον τὴν τῆς μοχθηρίας ὑπερβολήν. διὸ ποιητικῶς λέγοντες τῇ ἀπρεπείᾳ τὸ γελοῖον καὶ τὸ ψυχρὸν ἐμποιοῦσι, καὶ τὸ ἀσαφὲς διὰ τὴν ἀδολεσχίαν: ὅταν γὰρ γιγνώσκοντι ἐπεμβάλλῃ, διαλύει τὸ σαφὲς τῷ ἐπισκοτεῖν. οἱ δ᾽ ἄνθρωποι τοῖς διπλοῖς χρῶνται ὅταν ἀνώνυμον ᾖ καὶ ὁ λόγος εὐσύνθετος, οἷον τὸ χρονοτριβεῖν: ἀλλ᾽ ἂν πολύ, πάντως ποιητικόν: διὸ χρησιμωτάτη ἡ διπλῆ λέξις τοῖς διθυραμβοποιοῖς (οὗτοι γὰρ ψοφώδεις), αἱ δὲ γλῶτται τοῖς ἐποποιοῖς (σεμνὸν γὰρ καὶ αὔθαδες), ἡ δὲ μεταφορὰ τοῖς ἰαμβείοις (τούτοις γὰρ νῦν χρῶνται, ὥσπερ εἴρηται).

[4] καὶ ἔτι τέταρτον τὸ ψυχρὸν ἐν ταῖς μεταφοραῖς γίνεται: εἰσὶν γὰρ καὶ μεταφοραὶ ἀπρεπεῖς, αἱ μὲν διὰ τὸ γελοῖον (χρῶνται γὰρ καὶ οἱ κωμῳδοποιοὶ μεταφοραῖς), αἱ δὲ διὰ τὸ σεμνὸν ἄγαν καὶ τραγικόν: ἀσαφεῖς δέ, ἂν πόρρωθεν, οἷον Γοργίας "χλωρὰ καὶ ἄναιμα τὰ πράγματα", "σὺ δὲ ταῦτα αἰσχρῶς μὲν ἔσπειρας κακῶς δὲ ἐθέρισας": ποιητικῶς γὰρ ἄγαν. καὶ ὡς Ἀλκιδάμας τὴν φιλοσοφίαν "ἐπιτείχισμα τῷ νόμῳ", καὶ τὴν Ὀδύσσειαν "καλὸν ἀνθρωπίνου βίου κάτοπτρον", καὶ "οὐδὲν τοιοῦτον ἄθυρμα τῇ ποιήσει προσφέρων": ἅπαντα γὰρ ταῦτα ἀπίθανα διὰ τὰ εἰρημένα. τὸ δὲ Γοργίου εἰς τὴν χελιδόνα, ἐπεὶ κατ᾽ αὐτοῦ πετομένη ἀφῆκε τὸ περίττωμα, ἄριστα <ἔχει>τῶν τραγικῶν: εἶπε γὰρ "αἰσχρόν γε, ὦ Φιλομήλα". ὄρνιθι μὲν γάρ, εἰ ἐποίησεν, οὐκ αἰσχρόν, παρθένῳ δὲ αἰσχρόν. εὖ οὖν ἐλοιδόρησεν εἰπὼν ὃ ἦν, ἀλλ᾽ οὐχ ὃ ἔστιν.


Κεφάλαιο 4

[Επεξεργασία]

[1] ἔστιν δὲ καὶ ἡ εἰκὼν μεταφορά: διαφέρει γὰρ μικρόν: ὅταν μὲν γὰρ εἴπῃ [τὸν Ἀχιλλέα] ὡς δὲ λέων ἐπόρουσεν, εἰκών ἐστιν, ὅταν δὲ "λέων ἐπόρουσε", μεταφορά: διὰ γὰρ τὸ ἄμφω ἀνδρείους εἶναι, προσηγόρευσεν μετενέγκας λέοντα τὸν Ἀχιλλέα.

[2] χρήσιμον δὲ ἡ εἰκὼν καὶ ἐν λόγῳ, ὀλιγάκις δέ: ποιητικὸν γάρ. οἰστέαι δὲ ὥσπερ αἱ μεταφοραί: μεταφοραὶ γάρ εἰσι, διαφέρουσαι τῷ εἰρημένῳ.

[3] εἰσὶν δ᾽ εἰκόνες οἷον ἣν Ἀνδροτίων εἰς Ἰδριέα, ὅτι ὅμοιος τοῖς ἐκ τῶν δεσμῶν κυνιδίοις: ἐκεῖνά τε γὰρ προσπίπτοντα δάκνειν, καὶ Ἰδριέα λυθέντα ἐκ τῶν δεσμῶν εἶναι χαλεπόν. καὶ ὡς Θεοδάμας εἴκαζεν Ἀρχίδαμον Εὐξένῳ γεωμετρεῖν οὐκ ἐπισταμένῳ ἐν τῷ ἀνάλογόν <ἐστιν>: ἔσται γὰρ καὶ ὁ Εὔξενος Ἀρχίδαμος γεωμετρικός. καὶ τὸ ἐν τῇ Πολιτείᾳ τῇ Πλάτωνος, ὅτι οἱ τοὺς τεθνεῶτας σκυλεύοντες ἐοίκασι τοῖς κυνιδίοις ἃ τοὺς λίθους δάκνει, τοῦ βάλλοντος οὐχ ἁπτόμενα, καὶ ἡ εἰς τὸν δῆμον, ὅτι ὅμοιος ναυκλήρῳ ἰσχυρῷ μὲν ὑποκώφῳ δέ, καὶ ἡ εἰς τὰ μέτρα τῶν ποιητῶν, ὅτι ἔοικε τοῖς ἄνευ κάλλους ὡραίοις: οἱ μὲν γὰρ ἀπανθήσαντες, τὰ δὲ διαλυθέντα οὐχ ὅμοια φαίνεται. καὶ ἡ Περικλέους εἰς Σαμίους, ἐοικέναι αὐτοὺς τοῖς παιδίοις ἃ τὸν ψωμὸν δέχεται μέν, κλαίοντα δέ, καὶ εἰς Βοιωτούς, ὅτι ὅμοιοι τοῖς πρίνοις: τούς τε γὰρ πρίνους ὑφ᾽ αὑτῶν κατακόπτεσθαι, καὶ τοὺς Βοιωτοὺς πρὸς ἀλλήλους μαχομένους. καὶ ὃ Δημοσθένης <εἰς>τὸν δῆμον, ὅτι ὅμοιός ἐστιν τοῖς ἐν τοῖς πλοίοις ναυτιῶσιν. καὶ ὡς Δημοκράτης εἴκασεν τοὺς ῥήτορας ταῖς τίτθαις αἳ τὸ ψώμισμα καταπίνουσαι τῷ σιάλῳ τὰ παιδία παραλείφουσιν. καὶ ὡς Ἀντισθένης Κηφισόδοτον τὸν λεπτὸν λιβανωτῷ εἴκασεν, ὅτι ἀπολλύμενος εὐφραίνει. πάσας δὲ ταύτας καὶ ὡς εἰκόνας καὶ ὡς μεταφορὰς ἔξεστι λέγειν, ὥστε ὅσαι ἂν εὐδοκιμῶσιν ὡς μεταφοραὶ λεχθεῖσαι, δῆλον ὅτι αὗται καὶ εἰκόνες ἔσονται, καὶ αἱ εἰκόνες μεταφοραὶ λόγου δεόμεναι.

[4] ἀεὶ δὲ δεῖ τὴν μεταφορὰν τὴν ἐκ τοῦ ἀνάλογον ἀνταποδιδόναι καὶ ἐπὶ θάτερα [καὶ ἐπὶ] τῶν ὁμογενῶν, οἷον εἰ ἡ φιάλη ἀσπὶς Διονύσου, καὶ τὴν ἀσπίδα ἁρμόττει λέγεσθαι φιάλην Ἄρεως.


Κεφάλαιο 5

[Επεξεργασία]

[1] ὁ μὲν οὖν λόγος συντίθεται ἐκ τούτων, ἔστι δ᾽ ἀρχὴ τῆς λέξεως τὸ ἑλληνίζειν: τοῦτο δ᾽ ἐστὶν ἐν πέντε,

[2] πρῶτον μὲν ἐν τοῖς συνδέσμοις, ἂν ἀποδιδῷ τις ὡς πεφύκασι πρότεροι καὶ ὕστεροι γίγνεσθαι ἀλλήλων, οἷον ἔνιοι ἀπαιτοῦσιν, ὥσπερ ὁ μέν καὶ ὁ ἐγὼ μέν ἀπαιτεῖ τὸν δέ καὶ τὸν ὁ δέ. δεῖ δὲ ἕως μέμνηται ἀνταποδιδόναι ἀλήλλοις, καὶ μήτε μακρὰν ἀπαρτᾶν μήτε σύνδεσμον πρὸ συνδέσμου ἀποδιδόναι τοῦ ἀναγκαίου: ὀλιγαχοῦ γὰρ ἁρμόττει. "ἐγὼ μέν, ἐπεί μοι εἶπεν (ἦλθε γὰρ Κλέων δεόμενός τε καὶ ἀξιῶν), ἐπορευόμην παραλαβὼν αὐτούς". ἐν τούτοις γὰρ πολλοὶ πρὸ τοῦ ἀποδοθησομένου συνδέσμου προεμβέβληνται σύνδεσμοι: ἐὰν δὲ πολὺ τὸ μεταξὺ γένηται τοῦ ἐπορευόμην, ἀσαφές.

[3] ἓν μὲν δὴ τὸ εὖ ἐν τοῖς συνδέσμοις, δεύτερον δὲ τὸ τοῖς ἰδίοις ὀνόμασι λέγειν καὶ μὴ τοῖς περιέχουσιν.

[4] τρίτον μὴ ἀμφιβόλοις. τοῦτο δ᾽ ἂν μὴ τἀναντία προαιρῆται, ὅπερ ποιοῦσιν ὅταν μηδὲν μὲν ἔχωσι λέγειν, προσποιῶνται δέ τι λέγειν: οἱ γὰρ τοιοῦτοι ἐν ποιήσει λέγουσιν ταῦτα, οἷον Ἐμπεδοκλῆς: φενακίζει γὰρ τὸ κύκλῳ πολὺ ὄν, καὶ πάσχουσιν οἱ ἀκροαταὶ ὅπερ οἱ πολλοὶ παρὰ τοῖς μάντεσιν: ὅταν γὰρ λέγωσιν ἀμφίβολα, συμπαρανεύουσιν Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει Hdt. 1.53, Hdt. 1.91 καὶ διὰ τὸ ὅλως ἔλαττον εἶναι ἁμάρτημα διὰ τῶν γενῶν τοῦ πράγματος λέγουσιν οἱ μάντεις: τύχοι γὰρ ἄν τις μᾶλλον ἐν τοῖς ἀρτιασμοῖς ἄρτια ἢ περισσὰ εἰπὼν μᾶλλον ἢ πόσα ἔχει, καὶ τὸ ὅτι ἔσται ἢ τὸ πότε, διὸ οἱ χρησμολόγοι οὐ προσορίζονται τὸ πότε. ἅπαντα δὴ ταῦτα ὅμοια, ὥστ᾽ ἂν μὴ τοιούτου τινὸς ἕνεκα, φευκτέον.

[5] τέταρτον, ὡς Πρωταγόρας τὰ γένη τῶν ὀνομάτων διῄρει, ἄρρενα καὶ θήλεα καὶ σκεύη: δεῖ γὰρ ἀποδιδόναι καὶ ταῦτα ὀρθῶς:

[6] "ἡ δ᾽ ἐλθοῦσα καὶ διαλεχθεῖσα ᾤχετο". πέμπτον ἐν τῷ τὰ πολλὰ καὶ ὀλίγα καὶ ἓν ὀρθῶς ὀνομάζειν: "οἱ δ᾽ ἐλθόντες ἔτυπτόν με". " ὅλως δὲ δεῖ εὐανάγνωστον εἶναι τὸ γεγραμμένον καὶ εὔφραστον: ἔστιν δὲ τὸ αὐτό: ὅπερ οἱ πολλοὶ σύνδεσμοι οὐκ ἔχουσιν, οὐδ᾽ ἃ μὴ ῥᾴδιον διαστίξαι, ὥσπερ τὰ Ἡρακλείτου. τὰ γὰρ Ἡρακλείτου διαστίξαι ἔργον διὰ τὸ ἄδηλον εἶναι ποτέρῳ πρόσκειται, τῷ ὕστερον ἢ τῷ πρότερον, οἷον ἐν τῇ ἀρχῇ αὐτῇ τοῦ συγγράμματος: φησὶ γὰρ "τοῦ λόγου τοῦδ᾽ ἐόντος ἀεὶ ἀξύνετοι ἄνθρωποι γίγνονται": ἄδηλον γὰρ τὸ ἀεί, πρὸς ποτέρῳ <δεῖ>διαστίξαι.

[7] ἔτι τόδε ποιεῖ σολοικίζειν, τὸ μὴ ἀποδιδόναι, ἐὰν μὴ ἐπιζευγνύῃς ὃ ἀμφοῖν ἁρμόττει, οἷον [ἢ] ψόφῳ καὶ χρώματι τὸ μὲν ἰδὼν οὐ κοινόν, τὸ δ᾽ αἰσθόμενος κοινόν: ἀσαφῆ δὲ ἂν μὴ προθεὶς εἴπῃς, μέλλων πολλὰ μεταξὺ ἐμβάλλειν, οἷον "ἔμελλον γὰρ διαλεχθεὶς ἐκείνῳ τάδε καὶ τάδε καὶ ὧδε πορεύεσθαι", ἀλλὰ μὴ "ἔμελλον γὰρ διαλεχθεὶς πορεύεσθαι, εἶτα τάδε καὶ τάδε καὶ ὧδε ἐγένετο".

Κεφάλαιο 6

[Επεξεργασία]

[1] εἰς ὄγκον δὲ τῆς λέξεως συμβάλλεται τάδε, τὸ λόγῳ χρῆσθαι ἀντ᾽ ὀνόματος, οἷον μὴ κύκλον, ἀλλ᾽ ἐπίπεδον τὸ ἐκ τοῦ μέσου ἴσον: εἰς δὲ συντομίαν τὸ ἐναντίον, ἀντὶ τοῦ λόγου ὄνομα.

[2] καὶ ἐὰν αἰσχρὸν ἢ ἀπρεπές, ἐὰν μὲν ἐν τῷ λόγῳ ᾖ <τὸ>αἰσχρόν, τοὔνομα λέγειν, ἐὰν δ᾽ ἐν τῷ ὀνόματι, τὸν λόγον.

[3] καὶ μεταφορᾷ δηλοῦν καὶ τοῖς ἐπιθέτοις, εὐλαβούμενον τὸ ποιητικόν.

[4] καὶ τὸ ἓν πολλὰ ποιεῖν, ὅπερ οἱ ποιηταὶ ποιοῦσιν: ἑνὸς ὄντος λιμένος ὅμως λέγουσι λιμένας εἰς Ἀχαϊκούς καὶ δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί. Eur. IT 727

[5] καὶ μὴ ἐπιζευγνύναι, ἀλλ᾽ ἑκατέρῳ ἑκάτερον, "τῆς γυναικὸς τῆς ἡμετέρας": ἐὰν δὲ συντόμως, τοὐναντίον, "τῆς ἡμετέρας γυναικός".

[6] καὶ μετὰ συνδέσμου λέγειν: ἐὰν δὲ συντόμως, ἄνευ μὲν συνδέσμου, μὴ ἀσύνδετα δέ, οἷον "πορευθεὶς καὶ διαλεχθείς", "πορευθεὶς διελέχθην".

[7] καὶ τὸ Ἀντιμάχου χρήσιμον, ἐξ ὧν μὴ ἔχει λέγειν, ὃ ἐκεῖνος ποιεῖ ἐπὶ τοῦ Τευμησσοῦ, ἔστι τις ἠνεμόεις ὀλίγος λόφος: αὔξεται γὰρ οὕτως εἰς ἄπειρον. ἔστι δὲ τοῦτο καὶ ἐπὶ ἀγαθῶν καὶ κακῶν, ὅπως οὐκ ἔχει, ὁποτέρως ἂν ᾖ χρήσιμον, ὅθεν καὶ τὰ ὀνόματα οἱ ποιηταὶ φέρουσιν, τὸ ἄχορδον καὶ τὸ ἄλυρον μέλος: ἐκ τῶν στερήσεων γὰρ ἐπιφέρουσιν: εὐδοκιμεῖ γὰρ τοῦτο ἐν ταῖς μεταφοραῖς λεγόμενον ταῖς ἀνάλογον, οἷον τὸ φάναι τὴν σάλπιγγα ἱέναι μέλος ἄλυρον.


Κεφάλαιο 7

[Επεξεργασία]

[1] τὸ δὲ πρέπον ἕξει ἡ λέξις, ἐὰν ᾖ παθητική τε καὶ ἠθικὴ καὶ τοῖς ὑποκειμένοις πράγμασιν ἀνάλογον.

[2] τὸ δ᾽ ἀνάλογόν ἐστιν ἐὰν μήτε περὶ εὐόγκων αὐτοκαβδάλως λέγηται μήτε περὶ εὐτελῶν σεμνῶς, μηδ᾽ ἐπὶ τῷ εὐτελεῖ ὀνόματι ἐπῇ κόσμος: εἰ δὲ μή, κωμῳδία φαίνεται, οἷον ποιεῖ Κλεοφῶν: ὁμοίως γὰρ ἔνια ἔλεγε καὶ εἰ εἴπειεν [ἂν] "πότνια συκῆ".

[3] παθητικὴ δέ, ἐὰν μὲν ᾖ ὕβρις, ὀργιζομένου λέξις, ἐὰν δὲ ἀσεβῆ καὶ αἰσχρά, δυσχεραίνοντος καὶ εὐλαβουμένου καὶ λέγειν, ἐὰν δὲ ἐπαινετά, ἀγαμένως, ἐὰν δὲ ἐλεεινά, ταπεινῶς, καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.

[4] πιθανοῖ δὲ τὸ πρᾶγμα καὶ ἡ οἰκεία λέξις: παραλογίζεταί τε γὰρ ἡ ψυχὴ ὡς ἀληθῶς λέγοντος, ὅτι ἐπὶ τοῖς τοιούτοις οὕτως ἔχουσιν, ὥστ᾽ οἴονται, εἰ καὶ μὴ οὕτως ἔχει ὡς <λέγει>ὁ λέγων, τὰ πράγματα οὕτως ἔχειν, καὶ συνομοπαθεῖ ὁ ἀκούων ἀεὶ τῷ παθητικῶς λέγοντι, κἂν μηθὲν λέγῃ. [

[5] διὸ πολλοὶ καταπλήττουσι τοὺς ἀκροατὰς θορυβοῦντες.

[6] καὶ ἠθικὴ δὲ αὕτη ἡ ἐκ τῶν σημείων δεῖξις, ὅτε ἀκολουθεῖ ἡ ἁρμόττουσα ἑκάστῳ γένει καὶ ἕξει. λέγω δὲ γένος μὲν καθ᾽ ἡλικίαν, οἷον παῖς ἢ ἀνὴρ ἢ γέρων, καὶ γυνὴ ἢ ἀνήρ, καὶ Λάκων ἢ Θετταλός, ἕξεις δέ, καθ᾽ ἃς ποιός τις τῷ βίῳ: οὐ γὰρ καθ᾽ ἅπασαν ἕξιν οἱ βίοι ποιοί τινες.

[7] ἐὰν οὖν καὶ τὰ ὀνόματα οἰκεῖα λέγῃ τῇ ἕξει, ποιήσει τὸ ἦθος: οὐ γὰρ ταὐτὰ οὐδ᾽ ὡσαύτως ἀγροῖκος ἂν καὶ πεπαιδευμένος εἴπειεν. πάσχουσι δέ τι οἱ ἀκροαταὶ καὶ ᾧ κατακόρως χρῶνται οἱ λογογράφοι, "τίς δ᾽ οὐκ οἶδεν;", "ἅπαντες ἴσασιν": ὁμολογεῖ γὰρ ὁ ἀκούων αἰσχυνόμενος, ὅπως μετέχῃ οὗπερ καὶ οἱ ἄλλοι πάντες.

[8] τὸ δ᾽ εὐκαίρως ἢ μὴ εὐκαίρως χρῆσθαι κοινὸν ἁπάντων τῶν εἰδῶν ἐστιν.

[9] ἄκος δ᾽ ἐπὶ πάσῃ ὑπερβολῇ τὸ θρυλούμενον: δεῖ γὰρ αὐτὸν αὑτῷ προσεπιπλήττειν: δοκεῖ γὰρ ἀληθὲς εἶναι, ἐπεὶ οὐ λανθάνει γε ὃ ποιεῖ τὸν λέγοντα.

[10] ἔτι τοῖς ἀνάλογον μὴ πᾶσιν ἅμα χρήσασθαι (οὕτω γὰρ κλέπτεται ὁ ἀκροατής): λέγω δὲ οἷον ἐὰν τὰ ὀνόματα σκληρὰ ᾖ, μὴ καὶ τῇ φωνῇ καὶ τῷ προσώπῳ [καὶ] τοῖς ἁρμόττουσιν: εἰ δὲ μή, φανερὸν γίνεται ἕκαστον ὅ ἐστιν. ἐὰν δὲ τὸ μὲν τὸ δὲ μή, λανθάνει ποιῶν τὸ αὐτό. ἐὰν οὖν τὰ μαλακὰ σκληρῶς καὶ τὰ σκληρὰ μαλακῶς λέγηται, πιθανὸν γίγνεται.

[11] τὰ δὲ ὀνόματα τὰ διπλᾶ καὶ [τὰ] ἐπίθετα πλείω καὶ τὰ ξένα μάλιστα ἁρμόττει λέγοντι παθητικῶς: συγγνώμη γὰρ ὀργιζομένῳ κακὸν φάναι οὐρανόμηκες, ἢ πελώριον εἰπεῖν, καὶ ὅταν ἔχῃ ἤδη τοὺς ἀκροατὰς καὶ ποιήσῃ ἐνθουσιάσαι ἢ ἐπαίνοις ἢ ψόγοις ἢ ὀργῇ ἢ φιλίᾳ, οἷον καὶ Ἰσοκράτης ποιεῖ ἐν τῷ Πανηγυρικῷ ἐπὶ τέλει "φήμην δὲ καὶ μνήμην" καὶ "οἵτινες ἔτλησαν": φθέγγονται γὰρ τὰ τοιαῦτα ἐνθουσιάζοντες, ὥστε καὶ ἀποδέχονται δηλονότι ὁμοίως ἔχοντες. διὸ καὶ τῇ ποιήσει ἥρμοσεν: ἔνθεον γὰρ ἡ ποίησις. ἢ δὴ οὕτως δεῖ, ἢ μετ᾽ εἰρωνείας, ὥσπερ Γοργίας ἐποίει καὶ τὰ ἐν τῷ Φαίδρῳ.


Κεφάλαιο 8

[Επεξεργασία]

[1] τὸ δὲ σχῆμα τῆς λέξεως δεῖ μήτε ἔμμετρον εἶναι μήτε ἄρρυθμον: τὸ μὲν γὰρ ἀπίθανον (πεπλάσθαι γὰρ δοκεῖ), καὶ ἅμα καὶ ἐξίστησι: προσέχειν γὰρ ποιεῖ τῷ ὁμοίῳ, πότε πάλιν ἥξει: ὥσπερ οὖν τῶν κηρύκων προλαμβάνουσι τὰ παιδία τὸ "τίνα αἱρεῖται ἐπίτροπον ὁ ἀπελευθερούμενος;" "Κλέωνα":

[2] τὸ δὲ ἄρρυθμον ἀπέραντον, δεῖ δὲ πεπεράνθαι μέν, μὴ μέτρῳ δέ: ἀηδὲς γὰρ καὶ ἄγνωστον τὸ ἄπειρον. περαίνεται δὲ ἀριθμῷ πάντα: ὁ δὲ τοῦ σχήματος τῆς λέξεως ἀριθμὸς ῥυθμός ἐστιν, οὗ καὶ τὰ μέτρα τμήματα:

[3] διὸ ῥυθμὸν δεῖ ἔχειν τὸν λόγον, μέτρον δὲ μή: ποίημα γὰρ ἔσται. ῥυθμὸν δὲ μὴ ἀκριβῶς: τοῦτο δὲ ἔσται ἐὰν μέχρι του ᾖ.

[4] τῶν δὲ ῥυθμῶν ὁ μὲν ἡρῷος σεμνῆς ἀλλ᾽ οὐ λεκτικῆς ἁρμονίας δεόμενος, ὁ δ᾽ ἴαμβος αὐτή ἐστιν ἡ λέξις ἡ τῶν πολλῶν (διὸ μάλιστα πάντων τῶν μέτρων ἰαμβεῖα φθέγγονται λέγοντες), δεῖ δὲ σεμνότητα γενέσθαι καὶ ἐκστῆσαι. ὁ δὲ τροχαῖος κορδακικώτερος: δηλοῖ δὲ τὰ τετράμετρα: ἔστι γὰρ τροχερὸς ῥυθμὸς τὰ τετράμετρα. λείπεται δὲ παιάν, ᾧ ἐχρῶντο μὲν ἀπὸ Θρασυμάχου ἀρξάμενοι, οὐκ εἶχον δὲ λέγειν τίς ἦν. ἔστι δὲ τρίτος ὁ παιάν, καὶ ἐχόμενος τῶν εἰρημένων: τρία γὰρ πρὸς δύ᾽ ἐστίν, ἐκείνων δὲ ὁ μὲν ἓν πρὸς ἕν, ὁ δὲ δύο πρὸς ἕν, ἔχεται δὲ τῶν λόγων τούτων ὁ ἡμιόλιος: οὗτος δ᾽ ἐστὶν ὁ παιάν.

[5] οἱ μὲν οὖν ἄλλοι διά τε τὰ εἰρημένα ἀφετέοι, καὶ διότι μετρικοί: ὁ δὲ παιὰν ληπτέος: ἀπὸ μόνου γὰρ οὐκ ἔστι μέτρον τῶν ῥηθέντων ῥυθμῶν, ὥστε μάλιστα λανθάνειν.

[6] νῦν μὲν οὖν χρῶνται τῷ ἑνὶ παιᾶνι καὶ ἀρχόμενοι <καὶ τελευτῶντες>, δεῖ δὲ διαφέρειν τὴν τελευτὴν τῆς ἀρχῆς. ἔστιν δὲ παιᾶνος δύο εἴδη ἀντικείμενα ἀλλήλοις, ὧν τὸ μὲν ἓν ἀρχῇ ἁρμόττει, ὥσπερ καὶ χρῶνται: οὗτος δ᾽ ἐστὶν οὗ ἄρχει μὲν ἡ μακρά, τελευτῶσιν δὲ τρεῖς βραχεῖαι, Δαλογενὲς εἴτε Λυκίαν, καὶ Χρυσεοκόμα Ἕκατε παῖ Διός: ἕτερος δ᾽ ἐξ ἐναντίας, οὗ βραχεῖαι ἄρχουσιν τρεῖς, ἡ δὲ μακρὰ τελευταία: μετὰ δὲ γᾶν ὕδατά τ᾽ ὠκεανὸν ἠφάνισε νύξ. Simonides fr. 26b οὗτος δὲ τελευτὴν ποιεῖ: ἡ γὰρ βραχεῖα διὰ τὸ ἀτελὴς εἶναι ποιεῖ κολοβόν.

[7] ἀλλὰ δεῖ τῇ μακρᾷ ἀποκόπτεσθαι, καὶ δήλην εἶναι τὴν τελευτὴν μὴ διὰ τὸν γραφέα, μηδὲ διὰ τὴν παραγραφήν, ἀλλὰ διὰ τὸν ῥυθμόν.


Κεφάλαιο 9

[Επεξεργασία]

[1] ὅτι μὲν οὖν εὔρυθμον δεῖ εἶναι τὴν λέξιν καὶ μὴ ἄρρυθμον, καὶ τίνες εὔρυθμον ποιοῦσι ῥυθμοὶ καὶ πῶς ἔχοντες, εἴρηται: τὴν δὲ λέξιν ἀνάγκη εἶναι ἢ εἰρομένην καὶ τῷ συνδέσμῳ μίαν, ὥσπερ αἱ ἐν τοῖς διθυράμβοις ἀναβολαί, ἢ κατεστραμμένην καὶ ὁμοίαν ταῖς τῶν ἀρχαίων ποιητῶν ἀντιστρόφοις.

[2] ἡ μὲν οὖν εἰρομένη λέξις ἡ ἀρχαία ἐστίν ["Ἡροδότου Θουρίου ἥδ᾽ ἱστορίης ἀπόδειξις"] (ταύτῃ γὰρ πρότερον μὲν ἅπαντες, νῦν δὲ οὐ πολλοὶ χρῶνται): λέγω δὲ εἰρομένην ἣ οὐδὲν ἔχει τέλος καθ᾽ αὑτήν, ἂν μὴ τὸ πρᾶγμα <τὸ>λεγόμενον τελειωθῇ. ἔστι δὲ ἀηδὴς διὰ τὸ ἄπειρον: τὸ γὰρ τέλος πάντες βούλονται καθορᾶν: διόπερ ἐπὶ τοῖς καμπτῆρσιν ἐκπνέουσι καὶ ἐκλύονται: προορῶντες γὰρ τὸ πέρας οὐ κάμνουσι πρότερον.

[3] ἡ μὲν οὖν εἰρομένη [τῆς λέξεώς] ἐστιν ἥδε, κατεστραμμένη δὲ ἡ ἐν περιόδοις: λέγω δὲ περίοδον λέξιν ἔχουσαν ἀρχὴν καὶ τελευτὴν αὐτὴν καθ᾽ αὑτὴν καὶ μέγεθος εὐσύνοπτον. ἡδεῖα δ᾽ ἡ τοιαύτη καὶ εὐμαθής, ἡδεῖα μὲν διὰ τὸ ἐναντίως ἔχειν τῷ ἀπεράντῳ, καὶ ὅτι ἀεί τὶ οἴεται ἔχειν ὁ ἀκροατὴς καὶ πεπερ?νθαι τι αὑτῷ, τὸ δὲ μηδὲν προνοεῖν μηδὲ ἀνύειν ἀηδές: εὐμαθὴς δὲ ὅτι εὐμνημόνευτος, τοῦτο δὲ ὅτι ἀριθμὸν ἔχει ἡ ἐν περιόδοις λέξις, ὃ πάντων εὐμνημονευτότατον. διὸ καὶ τὰ μέτρα πάντες μνημονεύουσιν μᾶλλον τῶν χύδην: ἀριθμὸν γὰρ ἔχει ᾧ μετρεῖται.

[4] δεῖ δὲ τὴν περίοδον καὶ τῇ διανοία τετελειῶσθαι, καὶ μὴ διακόπτεσθαι ὥσπερ τὰ Σοφοκλέους ἰαμβεῖα, Καλυδὼν μὲν ἥδε γαῖα: Πελοπίας χθονός: Eur. fr. 515 τοὐναντίον γὰρ ἔστιν ὑπολαβεῖν τῷ διαιρεῖσθαι, ὥσπερ καὶ ἐπὶ τοῦ εἰρημένου τὴν Καλυδῶνα εἶναι τῆς Πελοποννήσου

[5] περίοδος δὲ ἡ μὲν ἐν κώλοις ἡ δ᾽ ἀφελής. ἔστιν δ᾽ ἐν κώλοις μὲν λέξις ἡ τετελειωμένη τε καὶ διῃρημένη καὶ εὐανάπνευστος, μὴ ἐν τῇ διαιρέσει ὥσπερ καὶ ἡ περίοδος, ἀλλ᾽ ὅλη (κῶλον δ᾽ ἐστὶν τὸ ἕτερον μόριον ταύτης): ἀφελῆ δὲ λέγω τὴν μονόκωλον.

[6] δεῖ δὲ καὶ τὰ κῶλα καὶ τὰς περιόδους μήτε μυούρους εἶναι μήτε μακράς. τὸ μὲν γὰρ μικρὸν προσπταίειν πολλάκις ποιεῖ τὸν ἀκροατήν (ἀνάγκη γὰρ ὅταν, ἔτι ὁρμῶν ἐπὶ τὸ πόρρω καὶ τὸ μέτρον οὗ ἔχει ἐν ἑαυτῷ ὅρον, ἀντισπασθῇ παυσαμένου, οἷον πρόσπταισιν γίγνεσθαι διὰ τὴν ἀντίκρουσιν): τὰ δὲ μακρὰ ἀπολείπεσθαι ποιεῖ, ὥσπερ οἱ ἐξωτέρω ἀποκάμπτοντες τοῦ τέρματος: ἀπολείπουσι γὰρ καὶ οὗτοι τοὺς συμπεριπατοῦντας, ὁμοίως δὲ καὶ αἱ περίοδοι αἱ μακραὶ οὖσαι λόγος γίνεται καὶ ἀναβολῇ ὅμοιον, ὥστε γίνεται ὃ ἔσκωψεν Δημόκριτος ὁ Χῖος εἰς Μελανιππίδην ποιήσαντα ἀντὶ τῶν ἀντιστρόφων ἀναβολάς οἷ τ᾽ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων, ἡ δὲ μακρὰ ἀναβολὴ τῷ ποιήσαντι κακίστη: Hes. WD 265 ἁρμόττει γὰρ τὸ τοιοῦτον καὶ εἰς τὰς μακροκώλους λέγειν. αἵ τε λίαν βραχύκωλοι οὐ περίοδος γίνεται: προπετῆ οὖν ἄγει τὸν ἀκροατήν.

[7] τῆς δὲ ἐν κώλοις λέξεως ἡ μὲν διῃρημένη ἐστὶν ἡ δὲ ἀντικειμένη, διῃρημένη μὲν, οἷον "πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων", ἀντικειμένη δέ, ἐν ᾗ ἑκατέρῳ τῷ κώλῳ ἢ πρὸς ἐναντίῳ ἐναντίον σύγκειται ἢ ταὐτὸ ἐπέζευκται τοῖς ἐναντίοις, οἷον "ἀμφοτέρους δ᾽ ὤνησαν, καὶ τοὺς ὑπομείναντας καὶ τοὺς ἀκολουθήσαντας: τοῖς μὲν γὰρ πλείω τῆς οἴκοι προσεκτήσαντο, τοῖς δ᾽ ἱκανὴν τὴν οἴκοι κατέλιπον": ἐναντία ὑπομονὴ ἀκολούθησις, ἱκανὸν πλεῖον. "ὥστε καὶ τοῖς χρημάτων δεομένοις καὶ τοῖς ἀπολαῦσαι βουλομένοις": ἀπόλαυσις κτήσει ἀντίκειται. καὶ ἔτι "συμβαίνει πολλάκις ἐν ταύταις καὶ τοὺς φρονίμους ἀτυχεῖν καὶ τοὺς ἄφρονας κατορθοῦν". "εὐθὺς μὲν τῶν ἀριστείων ἠξιώθησαν, οὐ πολὺ δὲ ὕστερον τὴν ἀρχὴν τῆς θαλάττης ἔλαβον". "πλεῦσαι μὲν διὰ τῆς ἠπείρου, πεζεῦσαι δὲ διὰ τῆς θαλάττης, τὸν μὲν Ἑλλήσποντον ζεύξας, τὸν δ᾽ Ἄθω διορύξας." "καὶ φύσει πολίτας ὄντας νόμῳ τῆς πόλεως στέρεσθαι." "οἱ μὲν γὰρ αὐτῶν κακῶς ἀπώλοντο, οἱ δ᾽ αἰσχρῶς ἐσώθησαν." "καὶ ἰδίᾳ μὲν τοῖς βαρβάροις οἰκέταις χρῆσθαι, κοινῇ δὲ πολλοὺς τῶν συμμάχων περιορᾶν δουλεύοντας." "ἢ ζῶντας ἕξειν ἢ τελευτήσαντας καταλείψειν." καὶ ὃ εἰς Πειθόλαόν τις εἶπεν καὶ Λυκόφρονα ἐν τῷ δικαστηρίῳ, "οὗτοι δ᾽ ὑμᾶς οἴκοι μὲν ὄντες ἐπώλουν, ἐλθόντες δ᾽ ὡς ὑμᾶς ἐώνηνται". ἅπαντα γὰρ ταῦτα ποιεῖ τὸ εἰρημένον.

[8] ἡδεῖα δὲ ἐστὶν ἡ τοιαύτη λέξις, ὅτι τἀναντία γνωριμώτατα καὶ παρ᾽ ἄλληλα μᾶλλον γνώριμα, καὶ ὅτι ἔοικεν συλλογισμῷ: ὁ γὰρ ἔλεγχος συναγωγὴ τῶν ἀντικειμένων ἐστίν.

[9] ἀντίθεσις μὲν οὖν τὸ τοιοῦτον ἐστίν, παρίσωσις δ᾽ ἐὰν ἴσα τὰ κῶλα, παρομοίωσις δὲ ἐὰν ὅμοια τὰ ἔσχατα ἔχῃ ἑκάτερον τὸ κῶλον: ἀνάγκη δὲ ἢ ἐν ἀρχῇ ἢ ἐπὶ τελευτῆς ἔχειν, καὶ ἐν ἀρχῇ μὲν ἀεὶ τὰ ὀνόματα, ἐπὶ δὲ τελευτῆς τὰς ἐσχάτας συλλαβὰς ἢ τοῦ αὐτοῦ ὀνόματος πτώσεις ἢ τὸ αὐτὸ ὄνομα: ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα, "ἀγρὸν γὰρ ἔλαβεν ἀργὸν παρ᾽ αὐτοῦ", "δωρητοί τ᾽ ἐπέλοντο παράρρητοί τ᾽ ἐπέεσσιν: Hom. Il. 9.526 ἐπὶ τελευτῆς δέ "ᾠήθης ἂν αὐτὸν <οὐ>παιδίον τετοκέναι, ἀλλ᾽ αὐτὸν παιδίον γεγονέναι", "ἐν πλείσταις δὲ φροντίσι καὶ ἐν ἐλαχίσταις ἐλπίσιν". πτώσεις δὲ ταὐτοῦ "ἀξιοῖ δὲ σταθῆναι χαλκοῦς, οὐκ ἄξιος ὢν χαλκοῦ;" ταὐτὸ δ᾽ ὄνομα "σὺ δ᾽ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς καὶ νῦν γράφεις κακῶς". ἀπὸ συλλαβῆς δέ "τί ἂν ἔπαθες δεινόν, εἰ ἄνδρ᾽ εἶδες ἀργόν;" ἔστιν δὲ ἅμα πάντα ἔχειν ταὐτό, καὶ ἀντίθεσιν εἶναι τὸ αὐτὸ καὶ πάρισον καὶ ὁμοιοτέλευτον. αἱ δ᾽ ἀρχαὶ τῶν περιόδων σχεδὸν ἐν τοῖς Θεοδεκτείοις ἐξηρίθμηνται.

[10] εἰσὶν δὲ καὶ ψευδεῖς ἀντιθέσεις, οἷον καὶ Ἐπίχαρμος ἐποίει, τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών.


Κεφάλαιο 10

[Επεξεργασία]

[1] ἐπεὶ δὲ διώρισται περὶ τούτων, πόθεν λέγεται τὰ ἀστεῖα καὶ τὰ εὐδοκιμοῦντα λεκτέον. ποιεῖν μὲν οὖν ἐστὶν τοῦ εὐφυοῦς ἢ τοῦ γεγυμνασμένου, δεῖξαι δὲ τῆς μεθόδου ταύτης.

[2] εἴπωμεν οὖν καὶ διαριθμησώμεθα: ἀρχὴ δ᾽ ἔστω ἡμῖν αὕτη. τὸ γὰρ μανθάνειν ῥᾳδίως ἡδὺ φύσει πᾶσιν ἐστί, τὰ δὲ ὀνόματα σημαίνει τι, ὥστε ὅσα τῶν ὀνομάτων ποιεῖ ἡμῖν μάθησιν, ἥδιστα. αἱ μὲν οὖν γλῶτται ἀγνῶτες, τὰ δὲ κύρια ἴσμεν: ἡ δὲ μεταφορὰ ποιεῖ τοῦτο μάλιστα: ὅταν γὰρ εἴπῃ τὸ γῆρας καλάμην, ἐποίησεν μάθησιν καὶ γνῶσιν διὰ τοῦ γένους: ἄμφω γὰρ ἀπηνθηκότα.

[3] ποιοῦσιν μὲν οὖν καὶ αἱ τῶν ποιητῶν εἰκόνες τὸ αὐτό: διόπερ ἂν εὖ, ἀστεῖον φαίνεται. ἔστιν γὰρ ἡ εἰκών, καθάπερ εἴρηται πρότερον, μεταφορὰ διαφέρουσα προθέσει: διὸ ἧττον ἡδύ, ὅτι μακροτέρως: καὶ οὐ λέγει ὡς τοῦτο ἐκεῖνο: οὐκοῦν οὐδὲ ζητεῖ τοῦτο ἡ ψυχή.

[4] ἀνάγκη δὴ καὶ λέξιν καὶ ἐνθυμήματα ταῦτ᾽ εἶναι ἀστεῖα ὅσα ποιεῖ ἡμῖν μάθησιν ταχεῖαν: διὸ οὔτε τὰ ἐπιπόλαια τῶν ἐνθυμημάτων εὐδοκιμεῖ (ἐπιπόλαια γὰρ λέγομεν τὰ παντὶ δῆλα, καὶ ἃ μηδὲν δεῖ ζητῆσαι), οὔτε ὅσα εἰρημένα ἀγνοοῦμεν, ἀλλ᾽ ὅσων ἢ ἅμα λεγομένων ἡ γνῶσις γίνεται, καὶ εἰ μὴ πρότερον ὑπῆρχεν, ἢ μικρὸν ὑστερίζει ἡ διάνοια: γίγνεται γὰρ οἷον μάθησις, ἐκείνων δὲ οὐδετέρου.

[5] κατὰ μὲν οὖν τὴν διάνοιαν τοῦ λεγομένου τὰ τοιαῦτα εὐδοκιμεῖ τῶν ἐνθυμημάτων, κατὰ δὲ τὴν λέξιν τῷ μὲν σχήματι, ἐὰν ἀντικειμένως λέγηται, οἷον "καὶ τὴν τοῖς ἄλλοις κοινὴν εἰρήνην νομιζόντων τοῖς αὑτῶν ἰδίοις πόλεμον": ἀντίκειται πόλεμος εἰρήνῃ:

[6] τοῖς δ᾽ ὀνόμασιν, ἐὰν ἔχῃ μεταφοράν, καὶ ταύτην μήτ᾽ ἀλλοτρίαν, χαλεπὸν γὰρ συνιδεῖν, μήτ᾽ ἐπιπόλαιον, οὐδὲν γὰρ ποιεῖ πάσχειν. ἔτι εἰ πρὸ ὀμμάτων ποιεῖ: ὁρᾶν γὰρ δεῖ [τὰ] πραττόμενα μᾶλλον ἢ μέλλοντα. δεῖ ἄρα τούτων στοχάζεσθαι τριῶν, μεταφορᾶς ἀντιθέσεως ἐνεργείας.

[7] τῶν δὲ μεταφορῶν τεττάρων οὐσῶν εὐδοκιμοῦσι μάλιστα αἱ κατ᾽ ἀναλογίαν, ὥσπερ Περικλῆς ἔφη τὴν νεότητα τὴν ἀπολομένην ἐν τῷ πολέμῳ οὕτως ἠφανίσθαι ἐκ τῆς πόλεως ὥσπερ εἴ τις τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξέλοι. καὶ Λεπτίνης περὶ Λακεδαιμονίων, οὐκ ἂν περιιδεῖν τὴν Ἑλλάδα ἑτερόφθαλμον γενομένην. καὶ Κηφισόδοτος, σπουδάζοντος Χάρητος εὐθύνας δοῦναι περὶ τὸν Ὀλυνθιακὸν πόλεμον, ἠγανάκτει, φάσκων εἰς πνῖγμα τὸν δῆμον ἄγχοντα τὰς εὐθύνας πειρᾶσθαι δοῦναι. καὶ παρακαλῶν ποτὲ τοὺς Ἀθηναίους εἰς Εὔβοιαν ἐπισιτισαμένους ἔφη δεῖν ἐξιέναι τὸ Μιλτιάδου ψήφισμα. καὶ Ἰφικράτης σπεισαμένων Ἀθηναίων πρὸς Ἐπίδαυρον καὶ τὴν παραλίαν ἠγανάκτει, φάσκων αὐτοὺς τὰ ἐφόδια τοῦ πολέμου παρῃρῆσθαι. καὶ Πειθόλαος τὴν πάραλον ῥόπαλον τοῦ δήμου, Σηστὸν δὲ τηλίαν τοῦ Πειραιέως. καὶ Περικλῆς τὴν Αἴγιναν ἀφελεῖν ἐκέλευσε, τὴν λήμην τοῦ Πειραιέως. καὶ Μοιροκλῆς οὐθὲν ἔφη πονηρότερος εἶναι, ὀνομάσας τινὰ τῶν ἐπιεικῶν: ἐκεῖνον μὲν γὰρ ἐπιτρίτων τόκων πονηρεύεσθαι, αὐτὸς δὲ ἐπιδεκάτων. καὶ τὸ Ἀναξανδρίδου ἰαμβεῖον ὑπὲρ τῶν θυγατέρων πρὸς τὸν γάμον ἐγχρονιζουσῶν ὑπερήμεροί μοι τῶν γάμων αἱ παρθένοι. Anaxandrides fr. 68 καὶ τὸ Πολυεύκτου εἰς ἀποπληκτικόν τινα Σπεύσιππον, τὸ μὴ δύνασθαι ἡσυχίαν ἄγειν ὑπὸ τῆς τύχης ἐν πεντεσυρίγγῳ νόσῳ δεδεμένον. καὶ Κηφισόδοτος τὰς τριήρεις ἐκάλει μύλωνας ποικίλους, ὁ Κύων δὲ τὰ καπηλεῖα τὰ Ἀττικὰ φιδίτια: Αἰσίων δέ, ὅτι εἰς Σικελίαν τὴν πόλιν ἐξέχεαν: τοῦτο γὰρ μεταφορὰ καὶ πρὸ ὀμμάτων. καὶ "ὥστε βοῆσαι τὴν Ἑλλάδα", καὶ τοῦτο τρόπον τινὰ μεταφορὰ καὶ πρὸ ὀμμάτων. καὶ ὥσπερ Κηφισόδοτος εὐλαβεῖσθαι ἐκέλευεν μὴ πολλὰς ποιήσωσιν τὰς συνδρομάς [ἐκκλησίας]. καὶ Ἰσοκράτης πρὸς τοὺς συντρέχοντας ἐν ταῖς πανηγύρεσιν. καὶ οἷον ἐν τῷ ἐπιταφίῳ, διότι ἄξιον ἦν ἐπὶ τῷ τάφῳ τῷ τῶν ἐν Σαλαμῖνι τελευτησάντων κείρασθαι τὴν Ἑλλάδα ὡς συγκαταθαπτομένης τῇ ἀρετῇ αὐτῶν τῆς ἐλευθερίας: εἰ μὲν γὰρ εἶπεν ὅτι ἄξιον δακρῦσαι συγκαταθαπτομένης τῆς ἀρετῆς, μεταφορὰ καὶ πρὸ ὀμμάτων, τὸ δὲ "τῇ ἀρετῇ τῆς ἐλευθερίας" ἀντίθεσίν τινα ἔχει. καὶ ὡς Ἰφικράτης εἶπεν "ἡ γὰρ ὁδός μοι τῶν λόγων διὰ μέσων τῶν Χάρητι πεπραγμένων ἐστίν" μεταφορὰ κατ᾽ ἀναλογίαν, καὶ τὸ διὰ μέσου πρὸ ὀμμάτων ποιεῖ. καὶ τὸ φάναι παρακαλεῖν τοὺς κινδύνους τοῖς κινδύνοις βοηθήσοντας, πρὸ ὀμμάτων <καὶ>μεταφορά. καὶ Λυκολέων ὑπὲρ Χαβρίου "οὐδὲ τὴν ἱκετηρίαν αἰσχυνθέντες αὐτοῦ, τὴν εἰκόνα τὴν χαλκῆν": μεταφορὰ γὰρ ἐν τῷ παρόντι, ἀλλ᾽ οὐκ ἀεί, ἀλλὰ πρὸ ὀμμάτων: κινδυνεύοντος γὰρ αὐτοῦ ἱκετεύει ἡ εἰκών, τὸ "ἔμψυχον δὴ ἄψυχον", τὸ ὑπόμνημα τῶν τῆς πόλεως ἔργων. καὶ "πάντα τρόπον μικρὸν φρονεῖν μελετῶντες": τὸ γὰρ μελετᾶν αὔξειν τι ἐστίν. καὶ ὅτι "τὸν νοῦν ὁ θεὸς φῶς ἀνῆψεν ἐν τῇ ψυχῇ": ἄμφω γὰρ δηλοῖ τι. "οὐ γὰρ διαλυόμεθα τοὺς πολέμους ἀλλ᾽ ἀναβαλλόμεθα": ἄμφω γάρ ἐστιν μέλλοντα, καὶ ἡ ἀναβολὴ καὶ ἡ τοιαύτη εἰρήνη. καὶ τὸ τὰς συνθήκας φάναι τρόπαιον εἶναι πολὺ κάλλιον τῶν ἐν τοῖς πολέμοις γινομένων: τὰ μὲν γὰρ ὑπὲρ μικρῶν καὶ μιᾶς τύχης, αὗται δ᾽ ὑπὲρ παντὸς τοῦ πολέμου: ἄμφω γὰρ νίκης σημεῖα. καὶ ὅτι αἱ πόλεις τῷ ψόγῳ τῶν ἀνθρώπων μεγάλας εὐθύνας διδόασιν: ἡ γὰρ εὔθυνα βλάβη τις δικαία ἐστίν.


Κεφάλαιο 11

[Επεξεργασία]

[1] ὅτι μὲν οὖν τὰ ἀστεῖα ἐκ μεταφορᾶς τε τῆς ἀνάλογον λέγεται καὶ τῷ πρὸ ὀμμάτων ποιεῖν, εἴρηται: λεκτέον δὲ τί λέγομεν πρὸ ὀμμάτων, καὶ τί ποιοῦσι γίγνεται τοῦτο.

[2] λέγωδὴ πρὸ ὀμμάτων ταῦτα ποιεῖν ὅσα ἐνεργοῦντα σημαίνει, οἷον τὸν ἀγαθὸν ἄνδρα φάναι εἶναι τετράγωνον μεταφορά, (ἄμφω γὰρ τέλεια), ἀλλ᾽ οὐ σημαίνει ἐνέργειαν: ἀλλὰ τὸ "ἀνθοῦσαν ἔχοντος τὴν ἀκμήν" ἐνέργεια, καὶ τὸ "σὲ δ᾽ ὥσπερ ἄφετον" [ἐλεύθερον] ἐνέργεια, καὶ <τοὐντεῦθεν οὖν>Ἕλληνες ᾁξαντες ποσίν: Eur. IA 80 τὸ ᾁξαντες ἐνέργεια καὶ μεταφορά: ταχὺ γὰρ λέγει.

[3] καὶ ὡς κέχρηται πολλαχοῦ Ὅμηρος, τὸ τὰ ἄψυχα ἔμψυχα ποιεῖν διὰ τῆς μεταφορᾶς. ἐν πᾶσι δὲ τῷ ἐνέργειαν ποιεῖν εὐδοκιμεῖ, οἷον ἐν τοῖσδε, αὖτις ἐπὶ δάπεδόνδε κυλίνδετο λᾶας ἀναιδής, Hom. Od. 11.598 καὶ ἔπτατ᾽ ὀιστός, Hom. Il. 13.587 καὶ ἐπιπτέσθαι μενεαίνων, Hom. Il. 4.126 καὶ ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι, Hom. Il. 11.574 καὶ αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα. Hom. Il. 15.541 ἐν πᾶσι γὰρ τούτοις διὰ τὸ ἔμψυχα εἶναι ἐνεργοῦντα φαίνεται: τὸ ἀναισχυντεῖν γὰρ καὶ μαιμᾶν καὶ τὰ ἄλλα ἐνέργεια.ταῦτα δὲ προσῆψε διὰ τῆς κατ᾽ ἀναλογίαν μεταφορᾶς: ὡς γὰρ ὁ λίθος πρὸς τὸν Σίσυφον, ὁ ἀναισχυντῶν πρὸς τὸν ἀναισχυντούμενον.

[4] ποιεῖ δὲ καὶ ἐν ταῖς εὐδοκιμούσαις εἰκόσιν ἐπὶ τῶν ἀψύχων ταὐτά: κυρτά, φαληριόωντα: πρὸ μέν τ᾽ ἄλλ᾽, αὐτὰρ ἐπ᾽ ἄλλα: Hom. Il. 13.799 κινούμενα γὰρ καὶ ζῶντα ποιεῖ πάντα, ἡ δ᾽ ἐνέργεια κίνησις.

[5] δεῖ δὲ μεταφέρειν, καθάπερ εἴρηται πρότερον, ἀπὸ οἰκείων καὶ μὴ φανερῶν, οἷον καὶ ἐν φιλοσοφίᾳ τὸ ὅμοιον καὶ ἐν πολὺ διέχουσι θεωρεῖν εὐστόχου, ὥσπερ Ἀρχύτας ἔφη ταὐτὸν εἶναι διαιτητὴν καὶ βωμόν: ἐπ᾽ ἄμφω γὰρ τὸνἀδικούμενον καταφεύγειν. ἢ εἴ τις φαίη ἄγκυραν καὶ κρεμάθραν τὸ αὐτὸ εἶναι: ἄμφω γὰρ ταὐτό τι, ἀλλὰ διαφέρει τῷ ἄνωθεν καὶ κάτωθεν. καὶ τὸ ἀνωμαλίσθαι τὰς πόλεις ἐν πολὺ διέχουσιν ταὐτό, ἐν ἐπιφανείᾳ καὶ δυνάμεσι τὸ ἴσον.

[6] ἔστιν δὲ καὶ τὰ ἀστεῖα τὰ πλεῖστα διὰ μεταφορᾶς καὶἐκ τοῦ προσεξαπατᾶν: μᾶλλον γὰρ γίγνεται δῆλον ὅ τι ἔμαθε παρὰ τὸ ἐναντίως ἔχειν, καὶ ἔοικεν λέγειν ἡ ψυχὴ "ὡς ἀληθῶς, ἐγὼ δὲ ἥμαρτον". καὶ τῶν ἀποφθεγμάτων δὲ τὰ ἀστεῖά ἐστιν ἐκ τοῦ μὴ ὅ φησι λέγειν, οἷον τὸ Στησιχόρου, ὅτι οἱ τέττιγες ἑαυτοῖς χαμόθεν ᾁσονται. καὶ τὰ εὖ ᾐνιγμέναδιὰ τὸ αὐτὸ ἡδέα (μάθησις γάρ ἐστι καὶ μεταφορά), καὶ (ὃ λέγει Θεόδωρος) τὸ καινὰ λέγειν. γίγνεται δὲ ὅταν παράδοξον ᾖ, καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλ᾽ ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημένα (ὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα:ἐξαπατᾷ γάρ), καὶ ἐν τοῖς μέτροις: οὐ γὰρ ὥσπερ ὁ ἀκούων ὑπέλαβεν: ἔστειχε δ᾽ ἔχων ὑπὸ ποσσὶ χίμεθλα: ὁ δ᾽ ᾤετο πέδιλα ἐρεῖν. τούτου δ᾽ ἅμα λεγομένου δεῖ δῆλον εἶναι. τὰ δὲ παρὰ γράμμα ποιεῖ οὐχ ὃ λέγει λέγειν, ἀλλ᾽ ὃ μεταστρέφει ὄνομα, οἷον τὸ Θεοδώρου εἰς Νίκωνατὸν κιθαρῳδὸν "θράξει σε", προσποιεῖται γὰρ λέγειν τὸ "Θρᾷξ εἶ σύ" καὶ ἐξαπατᾷ: ἄλλο γὰρ λέγει. διὸ μαθόντι ἡδύ, ἐπεὶ εἰ μὴ ὑπολαμβάνει Θρᾷκα εἶναι, οὐ δόξει ἀστεῖον εἶναι.

[7] καὶ τὸ "βούλει αὐτὸν πέρσαι". δεῖ δὲ ἀμφότερα προσηκόντως λεχθῆναι. οὕτω δὲ καὶ τὰ ἀστεῖα, οἷον τὸ φάναιἈθηναίοις τὴν τῆς θαλάττης ἀρχὴν μὴ ἀρχὴν εἶναι τῶν κακῶν: ὄνασθαι γάρ. ἢ ὥσπερ Ἰσοκράτης τὴν ἀρχὴν τῇ πόλει ἀρχὴν εἶναι τῶν κακῶν. ἀμφοτέρως γὰρ ὃ οὐκ ἂν ᾠήθη τις ἐρεῖν, τοῦτ᾽ εἴρηται, καὶ ἐγνώσθη ὅτι ἀληθές: τό τε γὰρ τὴν ἀρχὴν φάναι ἀρχὴν εἶναι οὐθὲν σοφόν, ἀλλ᾽οὐχ οὕτω λέγει ἀλλ᾽ ἄλλως, καὶ ἀρχὴν οὐχ ὃ εἶπεν ἀπόφησιν, ἀλλ᾽ ἄλλως.

[8] ἐν ἅπασι δὲ τούτοις, ἐὰν προσηκόντως τὸ ὄνομα ἐνέγκῃ ὁμωνυμίᾳ ἢ μεταφορᾷ, τότε τὸ εὖ. οἷον "Ἀνάσχετος οὐκ ἀνασχετός" ὁμωνυμίᾳ ἀπέφησε, ἀλλὰ προσηκόντως, εἰ ἀηδής. καὶ οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος:ξένος" <γὰρ> "οὐ μᾶλλον ἤ σε δεῖ" τὸ αὐτὸ καὶ "οὐ δεῖ τὸν ξένον ξένον ἀεὶ εἶναι": ἀλλότριον γὰρ καὶ τοῦτο. τὸ αὐτὸ καὶ τὸ Ἀναξανδρίδου τὸ ἐπαινούμενον, καλόν γ᾽ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον: Anaxandrides fr. 64 ταὐτὸ γάρ ἐστι τῷ εἰπεῖν "ἄξιόν γ᾽ ἀποθανεῖν μὴ ὄνταἄξιον ἀποθανεῖν", ἢ "ἄξιόν γ᾽ ἀποθανεῖν μὴ θανάτου ἄξιον ὄντα", ἢ "μὴ ποιοῦντα θανάτου ἄξια".

[9] τὸ μὲν οὖν εἶδος τὸ αὐτὸ τῆς λέξεως τούτων: ἀλλ᾽ ὅσῳ ἂν <ἐν>ἐλάττονι καὶ ἀντικειμένως λεχθῇ, τοσούτῳ εὐδοκιμεῖ μᾶλλον. τὸ δ᾽ αἴτιον ὅτι ἡ μάθησις διὰ μὲν τὸ ἀντικεῖσθαι μᾶλλον, διὰ δὲ τὸἐν ὀλίγῳ θᾶττον γίνεται.

[10] δεῖ δ᾽ ἀεὶ προσεῖναι [ἢ] τὸ πρὸς ὃν λέγεται [ἢ] ὀρθῶς λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲς καὶ μὴ ἐπιπόλαιον <ἔσται>: ἔστιν γὰρ ταῦτα χωρὶς ἔχειν, οἷον "ἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνοντα" [ἀλλ᾽ οὐκ ἀστεῖον], "τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον", ἀλλ᾽ οὐκ ἀστεῖον, ἀλλ᾽ <ἢ>ἐὰνἅμα ἄμφω ἔχῃ: "ἄξιόν γ᾽ ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν". ὅσῳ δ᾽ ἂν πλείω ἔχῃ, τοσούτῳ ἀστειότερον φαίνεται, οἷον εἰ καὶ τὰ ὀνόματα μεταφορὰ εἴη καὶ μεταφορὰ τοιαδὶ καὶ ἀντίθεσις καὶ παρίσωσις, καὶ ἔχοι ἐνέργειαν.

[11] εἰσὶν δὲ καὶ αἱ εἰκόνες, ὥσπερ εἴρηται καὶ ἐν τοῖς ἄνω,αἱ εὐδοκιμοῦσαι τρόπον τινὰ μεταφοραί: ἀεὶ γὰρ ἐκ δυοῖν λέγονται, ὥσπερ ἡ ἀνάλογον μεταφορά, οἷον "ἡ ἀσπίς", φαμέν, "ἐστι φιάλη Ἄρεως", καὶ "<τὸ>τόξον φόρμιγξ ἄχορδος". οὕτω μὲν οὖν λέγουσιν οὐχ ἁπλοῦν, τὸ δ᾽ εἰπεῖν τὸ τόξον φόρμιγγα ἢ τὴν ἀσπίδα φιάλην ἁπλοῦν.

[12] καὶ εἰκάζουσιν δὲ οὕτως, οἷον πιθήκῳ αὐλητήν, λύχνῳ ψακαζομένῳ [εἰς] μύωπα:ἄμφω γὰρ συνάγεται.

[13] τὸ δὲ εὖ ἐστὶν ὅταν μεταφορὰ ᾖ: ἔστιν γὰρ εἰκάσαι τὴν ἀσπίδα φιάλῃ Ἄρεως καὶ τὸ ἐρείπιον ῥάκει οἰκίας, καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψῳδοῦντα,κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι. ἐν οἷς μάλιστά τ᾽ ἐκπίπτουσιν οἱ ποιηταὶ ἐὰν μὴ εὖ, καὶ ἐὰν εὖ, εὐδοκιμοῦσιν: λέγω δ᾽ ὅταν ἀποδιδῶσιν: "ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ. ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ.καὶ τὰ τοιαῦτα πάντ᾽ εἰκόνες εἰσίν. αἱ δ᾽ εἰκόνες ὅτι μεταφοραί, εἴρηται πολλάκις.

[14] καὶ αἱ παροιμίαι δὲ μεταφοραὶ ἀπ᾽ εἴδους ἐπ᾽ εἶδος εἰσίν: οἷον ἄν τις ὡς ἀγαθὸν πεισόμενος αὐτὸς ἐπαγάγηται, εἶτα βλαβῇ, "ὡς ὁ Καρπάθιός", φασιν, "τὸν λαγώ": ἄμφω γὰρ τὸεἰρημένον πεπόνθασιν. ὅθεν μὲν οὖν τὰ ἀστεῖα λέγεται καὶ διότι, σχεδὸν εἴρηται τὸ αἴτιον:

[15] εἰσὶν δὲ καὶ <αἱ>εὐδοκιμοῦσαι ὑπερβολαὶ μεταφοραί, οἷον εἰς ὑπωπιασμένον "ᾠήθητε δ᾽ ἂν αὐτὸν εἶναι συκαμίνων κάλαθον": ἐρυθρὸν γάρ τι τὸ ὑπώπιον, ἀλλὰ τοῦτο πολὺ σφόδρα. τὸ δὲ "ὥσπερ τὸ καὶ τὸ" ὑπερβολὴτῇ λέξει διαφέρουσα. ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ, ᾠήθης δ᾽ ἂν αὐτὸν Φιλάμμωνα εἶναι μαχόμενον τῷ κωρύκῳ. ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν, ᾠήθης δ᾽ ἂν οὐ σκέλη ἀλλὰ σέλινα ἔχειν, οὕτως οὖλα".

[16]εἰσὶ δ᾽ αἱ ὑπερβολαὶ μειρακιώδεις: σφοδρότητα γὰρ δηλοῦσιν. διὸ ὀργιζόμενοι λέγουσιν μάλιστα: οὐδ᾽ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε. κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δ᾽ Ἀθηναίῃ: Hom. Il. 9.385 διὸ πρεσβυτέρῳ λέγειν ἀπρεπές: χρῶνται δὲ μάλιστα τούτῳ Ἀττικοὶ ῥήτορες.


Κεφάλαιο 12

[Επεξεργασία]

[1] δεῖ δὲ μὴ λεληθέναι ὅτι ἄλλη ἑκάστῳ γένει ἁρμόττει λέξις. οὐ γὰρ ἡ αὐτὴ γραφικὴ καὶ ἀγωνιστική, οὐδὲ δημηγορικὴκαὶ δικανική. ἄμφω δὲ ἀνάγκη εἰδέναι: τὸ μὲν γάρ ἐστιν ἑλληνίζειν ἐπίστασθαι, τὸ δὲ μὴ ἀναγκάζεσθαι κατασιωπᾶν ἄν τι βούληται μεταδοῦναι τοῖς ἄλλοις, ὅπερ πάσχουσιν οἱ μὴ ἐπιστάμενοι γράφειν.

[2] ἔστι δὲ λέξις γραφικὴ μὲν ἡ ἀκριβεστάτη, ἀγωνιστικὴ δὲ ἡ ὑποκριτικωτάτη(ταύτης δὲ δύο εἴδη: ἡ μὲν γὰρ ἠθικὴ ἡ δὲ παθητική): διὸ καὶ οἱ ὑποκριταὶ τὰ τοιαῦτα τῶν δραμάτων διώκουσι, καὶ οἱ ποιηταὶ τοὺς τοιούτους. βαστάζονται δὲ οἱ ἀναγνωστικοί, οἷον Χαιρήμων (ἀκριβὴς γὰρ ὥσπερ λογογράφος), καὶ Λικύμνιος τῶν διθυραμβοποιῶν. καὶ παραβαλλόμενοι οἱμὲν τῶν γραφέων <λόγοι>ἐν τοῖς ἀγῶσι στενοὶ φαίνονται, οἱ δὲ τῶν ῥητόρων, εὖ λεχθέντες, ἰδιωτικοὶ ἐν ταῖς χερσίν. αἴτιον δ᾽ ὅτι ἐν τῷ ἀγῶνι ἁρμόττει τὰ ὑποκριτικά: διὸ καὶ ἀφῃρημένης τῆς ὑποκρίσεως οὐ ποιοῦντα τὸ αὑτῶν ἔργον φαίνεται εὐήθη, οἷον τά τε ἀσύνδετα καὶ τὸ πολλάκιςτὸ αὐτὸ εἰπεῖν ἐν τῇ γραφικῇ ὀρθῶς ἀποδοκιμάζεται, ἐν δὲ ἀγωνιστικῇ οὔ, καὶ οἱ ῥήτορες χρῶνται: ἔστι γὰρ ὑποκριτική.

[3] ἀνάγκη δὲ μεταβάλλειν τὸ αὐτὸ λέγοντας, ὅπερ ὥσπερ ὁδοποιεῖ τῷ ὑποκρίνεσθαι: "οὗτός ἐστιν ὁ κλέψας ὑμῶν, οὗτός ἐστιν ὁ ἐξαπατήσας, οὗτος ὁ τὸ ἔσχατον προδοῦναιἐπιχειρήσας", οἷον καὶ Φιλήμων ὁ ὑποκριτὴς ἐποίει ἔν τε τῇ Ἀναξανδρίδου Γεροντομαχίᾳ, ὅτε λέγοι "Ῥαδάμανθυς καὶ Παλαμήδης", καὶ ἐν τῷ προλόγῳ τῶν Εὐσεβῶν τὸ "ἐγώ": ἐὰν γάρ τις τὰ τοιαῦτα μὴ ὑποκρίνηται, γίγνεται "ὁ τὴν δοκὸν φέρων".

[4] καὶ τὰ ἀσύνδετα ὡσαύτως: "ἦλθον, ἀπήντησα,ἐδεόμην:" ἀνάγκη γὰρ ὑποκρίνεσθαι καὶ μὴ ὡς ἓν λέγοντα τῷ αὐτῷ ἤθει καὶ τόνῳ εἰπεῖν. ἔτι ἔχει ἴδιόν τι τὰ ἀσύνδετα: ἐν ἴσῳ γὰρ χρόνῳ πολλὰ δοκεῖ εἰρῆσθαι: ὁ γὰρ σύνδεσμος ἓν ποιεῖ τὰ πολλά, ὥστε ἐὰν ἐξαιρεθῇ, δῆλον ὅτι τοὐναντίον ἔσται τὸ ἓν πολλά. ἔχει οὖν αὔξησιν: "ἦλθον, διελέχθην, ἱκέτευσα" (πολλὰ δοκεῖ), "ὑπερεῖδεν ὅσα εἶπον". τοῦτο δὲ βούλεται ποιεῖν καὶ Ὅμηρος ἐν τῷ Νιρεὺς αὖ Σύμηθεν, Νιρεὺς Ἀγλαΐης, Νιρεὺς ὃς κάλλιστος. Hom. Il. 2.671-673 περὶ οὗ γὰρ πολλὰ λέγεται, ἀνάγκη καὶ πολλάκις εἰρῆσθαι:εἰ οὖν [καὶ] πολλάκις, καὶ πολλὰ δοκεῖ, ὥστε ηὔξηκεν, ἅπαξ μνησθείς, διὰ τὸν παραλογισμόν, καὶ μνήμην πεποίηκεν, οὐδαμοῦ ὕστερον αὐτοῦ λόγον ποιησάμενος.

[5] ἡ μὲν οὖν δημηγορικὴ λέξις καὶ παντελῶς ἔοικεν τῇ σκιαγραφίᾳ: ὅσῳ γὰρ ἂν πλείων ᾖ ὁ ὄχλος, πορρώτερον ἡθέα, διὸ τὰ ἀκριβῆ περίεργα καὶ χείρω φαίνεται ἐν ἀμφοτέροις: ἡ δὲ δικανικὴ ἀκριβεστέρα. ἔτι δὲ μᾶλλον ἡ <ἐν>ἑνὶ κριτῇ: ἐλάχιστον γὰρ ἔνεστι ῥητορικῆς: εὐσύνοπτον γὰρ μᾶλλον τὸ οἰκεῖον τοῦ πράγματος καὶ τὸ ἀλλότριον, καὶ ὁ ἀγὼν ἄπεστιν, ὥστε καθαρὰ ἡ κρίσις. διὸ οὐχ οἱ αὐτοὶἐν πᾶσιν τούτοις εὐδοκιμοῦσιν ῥήτορες: ἀλλ᾽ ὅπου μάλιστα ὑπόκρισις, ἐνταῦθα ἥκιστα ἀκρίβεια ἔνι. τοῦτο δὲ ὅπου φωνῆς, καὶ μάλιστα ὅπου μεγάλης. ἡ μὲν οὖν ἐπιδεικτικὴ λέξις γραφικωτάτη: τὸ γὰρ ἔργον αὐτῆς ἀνάγνωσις:

[6] δευτέρα δὲ ἡ δικανική. τὸ δὲ προσδιαιρεῖσθαιτὴν λέξιν, ὅτι ἡδεῖαν δεῖ εἶναι καὶ μεγαλοπρεπῆ, περίεργον: τί γὰρ μᾶλλον ἢ σώφρονα καὶ ἐλευθέριον καὶ εἴ τις ἄλλη ἤθους ἀρετή; τὸ δὲ ἡδεῖαν εἶναι ποιήσει δηλονότι τὰ εἰρημένα, εἴπερ ὀρθῶς ὥρισται ἡ ἀρετὴ τῆς λέξεως: τίνος γὰρ ἕνεκα δεῖ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι ἀλλὰπρέπουσαν; ἄν τε γὰρ ἀδολεσχῇ, οὐ σαφής, οὐδὲ ἂν σύντομος, ἀλλὰ δῆλον ὅτι τὸ μέσον ἁρμόττει. καὶ τὸ ἡδεῖαν τὰ εἰρημένα ποιήσει, ἂν εὖ μιχθῇ, τὸ εἰωθὸς καὶ <τὸ>ξενικόν, καὶ ὁ ῥυθμός, καὶ τὸ πιθανὸν ἐκ τοῦ πρέποντος.


Κεφάλαιο 13

[Επεξεργασία]

[1] περὶ μὲν οὖν τῆς λέξεως εἴρηται, καὶ κοινῇ περὶ ἁπάντωνκαὶ ἰδίᾳ περὶ ἑκάστου γένους: λοιπὸν δὲ περὶ τάξεως εἰπεῖν. ἔστι δὲ τοῦ λόγου δύο μέρη: ἀναγκαῖον γὰρ τό τε πρᾶγμα εἰπεῖν περὶ οὗ, καὶ τοῦτ᾽ ἀποδεῖξαι. διὸ εἰπόντα μὴ ἀποδεῖξαι ἢ ἀποδεῖξαι μὴ προειπόντα ἀδύνατον: ὅ τε γὰρ ἀποδεικνύων τι ἀποδείκνυσι, καὶ ὁ προλέγων ἕνεκατοῦ ἀποδεῖξαι προλέγει.

[2] τούτων δὲ τὸ μὲν πρόθεσίς ἐστι τὸ δὲ πίστις, ὥσπερ ἂν εἴ τις διέλοι ὅτι τὸ μὲν πρόβλημα τὸ δὲ ἀπόδειξις.

[3] νῦν δὲ διαιροῦσι γελοίως: διήγησις γάρ που τοῦ δικανικοῦ μόνου λόγου ἐστίν, ἐπιδεικτικοῦ δὲ καὶ δημηγορικοῦ πῶς ἐνδέχεται εἶναι διήγησιν οἵαν λέγουσιν, ἢ τὰ πρὸς τὸν ἀντίδικον, ἢ ἐπίλογον τῶν ἀποδεικτικῶν; προοίμιον δὲ καὶ ἀντιπαραβολὴ καὶ ἐπάνοδος ἐν ταῖς δημηγορίαις τότε γίνεται ὅταν ἀντιλογία ᾖ. καὶ γὰρ ἡ κατηγορία καὶ ἡ ἀπολογία πολλάκις, ἀλλ᾽ οὐχ ἡ συμβουλή: ἀλλ᾽ὁ ἐπίλογος ἔτι οὐδὲ δικανικοῦ παντός, οἷον ἐὰν μικρὸς ὁ λόγος ἢ τὸ πρᾶγμα εὐμνημόνευτον: συμβαίνει γὰρ τοῦ μήκους ἀφαιρεῖσθαι.

[4] ἀναγκαῖα ἄρα μόρια πρόθεσις καὶ πίστις. ἴδια μὲν οὖν ταῦτα, τὰ δὲ πλεῖστα προοίμιον πρόθεσις πίστις ἐπίλογος: τὰ γὰρ πρὸς τὸν ἀντίδικον τῶνπίστεών ἐστι, καὶ ἡ ἀντιπαραβολὴ αὔξησις τῶν αὐτοῦ, ὥστε μέρος τι τῶν πίστεων (ἀποδείκνυσι γάρ τι ὁ ποιῶν τοῦτο), ἀλλ᾽ οὐ τὸ προοίμιον, οὐδ᾽ ὁ ἐπίλογος, ἀλλ᾽ ἀναμιμνήσκει.

[5] ἔσται οὖν, ἄν τις τὰ τοιαῦτα διαιρῇ, ὅπερ ἐποίουν οἱ περὶ Θεόδωρον, διήγησις ἕτερον καὶ [ἡ] ἐπιδιήγησιςκαὶ προδιήγησις, καὶ ἔλεγχος καὶ ἐπεξέλεγχος. δεῖ δὲ εἶδός τι λέγοντα καὶ διαφορᾷ ὄνομα τίθεσθαι: εἰ δὲ μή, γίνεται κενὸν καὶ ληρῶδες, οἷον Λικύμνιος ποιεῖ ἐν τῇ τέχνῃ, ἐπούρωσιν ὀνομάζων καὶ ἀποπλάνησιν καὶ ὄζους.


Κεφάλαιο 14

[Επεξεργασία]

[1] τὸ μὲν οὖν προοίμιόν ἐστιν ἀρχὴ λόγου, ὅπερ ἐνποιήσει πρόλογος καὶ ἐν αὐλήσει προαύλιον: πάντα γὰρ ἀρχαὶ ταῦτ᾽ εἰσί, καὶ οἷον ὁδοποίησις τῷ ἐπιόντι. τὸ μὲν οὖν προαύλιον ὅμοιον τῷ τῶν ἐπιδεικτικῶν προοιμίῳ: καὶ γὰρ οἱ αὐληταί, ὅ τι ἂν εὖ ἔχωσιν αὐλῆσαι, τοῦτο προαυλήσαντες συνῆψαν τῷ ἐνδοσίμῳ, καὶ ἐν τοῖς ἐπιδεικτικοῖςλόγοις δεῖ οὕτως γράφειν, ὅ τι [γὰρ] ἂν βούληται εὐθὺ εἰπόντα ἐνδοῦναι καὶ συνάψαι, ὅπερ πάντες ποιοῦσιν. παράδειγμα τὸ τῆς Ἰσοκράτους Ἑλένης προοίμιον: οὐθὲν γὰρ κοινὸν ὑπάρχει τοῖς ἐριστικοῖς καὶ Ἑλένῃ. ἅμα δὲ καὶ ἐὰν ἐκτοπίσῃ, ἁρμόττει, καὶ μὴ ὅλον τὸν λόγον ὁμοειδῆεἶναι.

[2] λέγεται δὲ τὰ τῶν ἐπιδεικτικῶν προοίμια ἐξ ἐπαίνου ἢ ψόγου (οἷον Γοργίας μὲν ἐν τῷ Ὀλυμπικῷ λόγῳ "ὑπὸ πολλῶν ἄξιοι θαυμάζεσθαι, ὦ ἄνδρες Ἕλληνες": ἐπαινεῖ γὰρ τοὺς τὰς πανηγύρεις συνάγοντας: Ἰσοκράτης δὲ ψέγει ὅτι τὰς μὲν τῶν σωμάτων ἀρετὰς δωρεαῖς ἐτίμησαν, τοῖςδ᾽ εὖ φρονοῦσιν οὐθὲν ἆθλον ἐποίησαν),

[3] καὶ ἀπὸ συμβουλῆς (οἷον ὅτι δεῖ τοὺς ἀγαθοὺς τιμᾶν, διὸ καὶ αὐτὸς Ἀριστείδην ἐπαινεῖ, ἢ τοὺς τοιούτους οἳ μήτε εὐδοκιμοῦσιν μήτε φαῦλοι, ἀλλ᾽ ὅσοι ἀγαθοὶ ὄντες ἄδηλοι, ὥσπερ Ἀλέξανδρος ὁ Πριάμου: οὗτος γὰρ συμβουλεύει):

[4] ἔτι δ᾽ ἐκ τῶν δικανικῶν προοιμίων: τοῦτο δ᾽ ἐστὶν ἐκ τῶν πρὸς τὸν ἀκροατήν, εἰ περὶ παραδόξου λόγος ἢ περὶ χαλεποῦ ἢ περὶ τεθρυλημένου πολλοῖς, ὥστε συγγνώμην ἔχειν, οἷον Χοιρίλος νῦν δ᾽ ὅτε πάντα δέδασται. τὰ μὲν οὖν τῶν ἐπιδεικτικῶν λόγων προοίμια ἐκ τούτων, ἐξ ἐπαίνου, ἐκ ψόγου, ἐκ προτροπῆς, ἐξ ἀποτροπῆς, ἐκ τῶν πρὸς τὸν ἀκροατήν: δεῖ δὲ ἢ ξένα ἢ οἰκεῖα εἶναι τὰ ἐνδόσιμα τῷ λόγῳ.

[5] τὰ δὲ τοῦ δικανικοῦ προοίμια δεῖ λαβεῖν ὅτι ταὐτὸ δύναται ὅπερ τῶν δραμάτων οἱ πρόλογοικαὶ τῶν ἐπῶν τὰ προοίμια: τὰ μὲν γὰρ τῶν διθυράμβων ὅμοια τοῖς ἐπιδεικτικοῖς: διὰ σὲ καὶ τεὰ δῶρα εἴτε σκῦλα".

[6] ἐν δὲ προλόγοις καὶ ἔπεσι δεῖγμά ἐστιν τοῦ λόγου, ἵνα προειδῶσι περὶ οὗ [ᾖ] ὁ λόγος καὶ μὴ κρέμηται ἡ διάνοια: τὸ γὰρ ἀόριστον πλανᾷ: ὁ δοὺς οὖν ὥσπερ εἰς τὴν χεῖρατὴν ἀρχὴν ποιεῖ ἐχόμενον ἀκολουθεῖν τῷ λόγῳ. διὰ τοῦτο μῆνιν ἄειδε, θεά Hom. Il. 1.1 ἄνδρα μοι ἔννεπε, μοῦσα Hom. Od. 1.1 ἥγεό μοι λόγον ἄλλον, ὅπως Ἀσίας ἀπὸ γαίης ἦλθεν ἐς Εὐρώπην πόλεμος μέγας. Choerilus 4 καὶ οἱ τραγικοὶ δηλοῦσι περὶ <οὗ>τὸ δρᾶμα, κἂν μὴ εὐθὺςὥσπερ Εὐριπίδης ἐν τῷ προλόγῳ, ἀλλά πού γε, ὥσπερ [καὶ] Σοφοκλῆς ἐμοὶ πατὴρ ἦν Πόλυβος. Soph. OT 774 καὶ ἡ κωμῳδία ὡσαύτως. τὸ μὲν οὖν ἀναγκαιότατον ἔργον τοῦ προοιμίου καὶ ἴδιον τοῦτο, δηλῶσαι τί ἐστιν τὸ τέλος οὗ ἕνεκα ὁ λόγος (διόπερ ἂν δῆλον ᾖ καὶ μικρὸν τὸ πρᾶγμα,οὐ χρηστέον προοιμίῳ):

[7] τὰ δὲ ἄλλα εἴδη οἷς χρῶνται, ἰατρεύματα καὶ κοινά. λέγεται δὲ ταῦτα ἔκ τε τοῦ λέγοντος καὶ τοῦ ἀκροατοῦ καὶ τοῦ πράγματος καὶ τοῦ ἐναντίου περὶ αὐτοῦ μὲν καὶ τοῦ ἀντιδίκου οἷά περ διαβολὴν λῦσαι καὶ ποιῆσαι (ἔστιν δὲ οὐχ ὁμοίως: ἀπολογουμένῳ μὲνγὰρ πρῶτον τὰ πρὸς διαβολήν, κατηγοροῦντι δ᾽ ἐν τῷ ἐπιλόγῳ: δι᾽ ὃ δέ, οὐκ ἄδηλον: τὸν μὲν γὰρ ἀπολογούμενον, ὅταν μέλλῃ εἰσάξειν αὑτόν, ἀναγκαῖον ἀνελεῖν τὰ κωλύοντα, ὥστε λυτέον πρῶτον τὴν διαβολήν: τῷ δὲ διαβάλλοντι ἐν τῷ ἐπιλόγῳ διαβλητέον, ἵνα μνημονεύσωσι μᾶλλον). τὰ δὲπρὸς τὸν ἀκροατὴν ἔκ τε τοῦ εὔνουν ποιῆσαι καὶ ἐκ τοῦ ὀργίσαι, καὶ ἐνίοτε τὸ προσεκτικὸν ἢ τοὐναντίον: οὐ γὰρ ἀεὶ συμφέρει ποιεῖν προσεκτικόν, διὸ πολλοὶ εἰς γέλωτα πειρῶνται προάγειν. εἰς δὲ εὐμάθειαν ἅπαντα ἀνάξει, ἐάν τις βούληται, καὶ τὸ ἐπιεικῆ φαίνεσθαι: προσέχουσι γὰρ μᾶλλον τούτοις. προσεκτικοὶ δὲ τοῖς μεγάλοις, τοῖς ἰδίοις, τοῖς θαυμαστοῖς, τοῖς ἡδέσιν: διὸ δεῖ ἐμποιεῖν ὡς περὶ τοιούτων ὁ λόγος: ἐὰν δὲ μὴ προσεκτικούς, ὅτι μικρόν, ὅτι οὐδὲν πρὸς ἐκείνους, ὅτι λυπηρόν.

[8] δεῖ δὲ μὴ λανθάνεινὅτι πάντα ἔξω τοῦ λόγου τὰ τοιαῦτα: πρὸς φαῦλον γὰρ ἀκροατὴν καὶ τὰ ἔξω τοῦ πράγματος ἀκούοντα: ἐπεὶ ἂν μὴ τοιοῦτος ᾖ, οὐθὲν δεῖ προοιμίου, ἀλλ᾽ ἢ ὅσον τὸ πρᾶγμα εἰπεῖν κεφαλαιωδῶς, ἵνα ἔχῃ ὥσπερ σῶμα κεφαλήν.

[9] ἔτι τὸ προσεκτικοὺς ποιεῖν πάντων τῶν μερῶνκοινόν, ἐὰν δέῃ: πανταχοῦ γὰρ ἀνιᾶσι μᾶλλον ἢ ἀρχόμενοι: διὸ γελοῖον ἐν ἀρχῇ τάττειν, ὅτε μάλιστα πάντες προσέχοντες ἀκροῶνται: ὥστε ὅπου ἂν ᾖ καιρός, λεκτέον "καί μοι προσέχετε τὸν νοῦν: οὐθὲν γὰρ μᾶλλον ἐμὸν ἢ ὑμέτερον", καὶ "ἐρῶ γὰρ ὑμῖν οἷον οὐδεπώποτε ἀκηκόατε δεινὸν ἢοὕτω θαυμαστόν". τοῦτο δ᾽ ἐστίν, ὥσπερ ἔφη Πρόδικος, ὅτε νυστάζοιεν οἱ ἀκροαταί, παρεμβάλλειν <τι>τῆς πεντηκονταδράχμου αὐτοῖς.

[10] ὅτι δὲ πρὸς τὸν ἀκροατὴν οὐχ ᾗπερ [ὁ] ἀκροατής, δῆλον: πάντες γὰρ ἢ διαβάλλουσιν ἢ φόβους ἀπολύονται ἐν τοῖς προοιμίοις: ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως σπουδῆς ὕπο, Soph. Ant. 223 τί φροιμιάζῃ;, Eur. IT 1162 καὶ οἱ πονηρὸν τὸ πρᾶγμα ἔχοντες ἢ δοκοῦντες: πανταχοῦ γὰρ βέλτιον διατρίβειν ἢ ἐν τῷ πράγματι, διὸ οἱ δοῦλοι οὐ τὰ ἐρωτώμενα λέγουσιν ἀλλὰ τὰ κύκλῳ, καὶ προοιμιάζονται.

[11]πόθεν δ᾽ εὔνους δεῖ ποιεῖν, εἴρηται, καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων. ἐπεὶ δ᾽ εὖ λέγεται δός μ᾽ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν, Hom. Od. 7.327 τούτων δεῖ δύο στοχάζεσθαι. ἐν δὲ τοῖς ἐπιδεικτικοῖς οἴεσθαι δεῖ ποιεῖν συνεπαινεῖσθαι τὸν ἀκροατήν, ἢ αὐτὸνἢ γένος ἢ ἐπιτηδεύματ᾽ αὐτοῦ ἢ ἄλλως γέ πως: ὃ γὰρ λέγει Σωκράτης ἐν τῷ ἐπιταφίῳ, ἀληθές, ὅτι οὐ χαλεπὸν Ἀθηναίους ἐν Ἀθηναίοις ἐπαινεῖν, ἀλλ᾽ ἐν Λακεδαιμονίοις.

[12] τὰ δὲ τοῦ δημηγορικοῦ ἐκ τῶν τοῦ δικανικοῦ λόγου ἐστίν, φύσει δὲ ἥκιστα ἔχει: καὶ γὰρ καὶ περὶ οὗ ἴσασιν,καὶ οὐδὲν δεῖται τὸ πρᾶγμα προοιμίου, ἀλλ᾽ ἢ δι᾽ αὐτὸν ἢ τοὺς ἀντιλέγοντας, ἢ ἐὰν μὴ ἡλίκον βούλει ὑπολαμβάνωσιν, ἀλλ᾽ ἢ μεῖζον ἢ ἔλαττον, διὸ ἢ διαβάλλειν ἢ ἀπολύεσθαι ἀνάγκη, καὶ ἢ αὐξῆσαι ἢ μειῶσαι. τούτων δὲ ἕνεκα προοιμίου δεῖται, ἢ κόσμου χάριν, ὡς αὐτοκάβδαλα φαίνεται ἐὰν μὴ ἔχῃ. τοιοῦτον γὰρ τὸ Γοργίου ἐγκώμιον εἰς Ἠλείους: οὐδὲν γὰρ προεξαγκωνίσας οὐδὲ προανακινήσας εὐθὺς ἄρχεται "Ἦλις, πόλις εὐδαίμων".


Κεφάλαιο 15

[Επεξεργασία]

[1] περὶ δὲ διαβολῆς ἓν μὲν τὸ ἐξ ὧν ἄν τις ὑπόληψινδυσχερῆ ἀπολύσαιτο (οὐθὲν γὰρ διαφέρει εἴτε εἰπόντος τινὸς εἴτε μή, ὥστε τοῦτο καθόλου):

[2] ἄλλος τόπος ὥστε πρὸς τὰ ἀμφισβητούμενα ἀπαντᾶν, ἢ ὡς οὐκ ἔστιν, ἢ ὡς οὐ βλαβερὸν ἢ οὐ τούτῳ, ἢ ὡς οὐ τηλικοῦτον, ἢ οὐκ ἄδικον ἢ οὐ μέγα, ἢ οὐκ αἰσχρὸν ἢ οὐκ ἔχον μέγεθος: περὶ γὰρτοιούτων ἡ ἀμφισβήτησις, ὥσπερ Ἰφικράτης πρὸς Ναυσικράτην: ἔφη γὰρ ποιῆσαι ὃ ἔλεγεν καὶ βλάψαι, ἀλλ᾽ οὐκ ἀδικεῖν. ἢ ἀντικαταλλάττεσθαι ἀδικοῦντα, εἰ βλαβερόν, ἀλλ᾽ οὖν καλόν, εἰ λυπηρόν, ἀλλ᾽ ὠφέλιμον, ἤ τι ἄλλο τοιοῦτον.

[3] ἄλλος τόπος ὡς ἐστὶν ἁμάρτημα ἢ ἀτύχημα ἢἀναγκαῖον, οἷον Σοφοκλῆς ἔφη τρέμειν οὐχ ὡς ὁ διαβάλλων ἔφη, ἵνα δοκῇ γέρων, ἀλλ᾽ ἐξ ἀνάγκης: οὐ γὰρ ἑκόντι εἶναι αὑτῷ ἔτη ὀγδοήκοντα. καὶ ἀντικαταλλάττεσθαι τὸ οὗ ἕνεκα, ὅτι οὐ βλάψαι ἐβούλετο ἀλλὰ τόδε, καὶ οὐ τοῦτο ὃ διεβάλλετο ποιῆσαι, συνέβη δὲ βλαβῆναι: "δίκαιον δὲμισεῖν, εἰ ὅπως τοῦτο γένηται ἐποίουν."

[4] ἄλλος, εἰ ἐμπεριείληπται ὁ διαβάλλων, ἢ νῦν ἢ πρότερον, ἢ αὐτὸς ἢ τῶν ἐγγύς τις.

[5] ἄλλος, εἰ ἄλλοι ἐμπεριλαμβάνονται οὓς ὁμολογοῦσιν μὴ ἐνόχους εἶναι τῇ διαβολῇ, οἷον εἰ, ὅτι καθάριος, ὁ <δεῖνα>μοιχός, καὶ ὁ δεῖνα ἄρα.

[6] ἄλλος, εἰ ἄλλουςδιέβαλεν ἢ ἄλλος <ἢ>αὐτός, ἢ ἄνευ διαβολῆς ὑπελαμβάνοντο ὥσπερ αὐτὸς νῦν, οἳ πεφήνασιν οὐκ ἔνοχοι.

[7] ἄλλος ἐκ τοῦ ἀντιδιαβάλλειν τὸν διαβάλλοντα: ἄτοπον γὰρ εἰ ὃς αὐτὸς ἄπιστος, οἱ τούτου λόγοι ἔσονται πιστοί.

[8] ἄλλος, εἰ γέγονεν κρίσις, ὥσπερ Εὐριπίδης πρὸς Ὑγιαίνοντα ἐντῇ ἀντιδόσει κατηγοροῦντα ὡς ἀσεβής, ὅς γ᾽ ἐποίησε κελεύων ἐπιορκεῖν, ἡ γλῶσς᾽ ὀμώμοχ᾽, ἡ δὲ φρὴν ἀνώμοτος. Eur. Hipp. 612 ἔφη γὰρ αὐτὸν ἀδικεῖν τὰς ἐκ τοῦ Διονυσιακοῦ ἀγῶνος κρίσεις εἰς τὰ δικαστήρια ἄγοντα: ἐκεῖ γὰρ αὐτῶν δεδωκέναιλόγον, ἢ δώσειν εἰ βούλεται κατηγορεῖν.

[9] ἄλλος ἐκ τοῦ διαβολῆς κατηγορεῖν, ἡλίκον, καὶ τοῦτο, ὅτι ἄλλας κρίσεις ποιεῖ, καὶ ὅτι οὐ πιστεύει τῷ πράγματι. κοινὸς δ᾽ ἀμφοῖν [ὁ] τόπος τὸ σύμβολα λέγειν, οἷον ἐν τῷ Τεύκρῳ ὁ Ὀδυσσεὺς ὅτι οἰκεῖος τῷ Πριάμῳ: ἡ γὰρ Ἡσιόνη ἀδελφή: ὁ δὲ ὅτι ὁ πατὴρ ἐχθρὸς τῷ Πριάμῳ, ὁ Τελαμών, καὶ ὅτι οὐ κατεῖπε τῶν κατασκόπων.

[10] ἄλλος τῷ διαβάλλοντι,τὸ ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι μέγα συντόμως, ἢ πολλὰ ἀγαθὰ προθέντα, ὃ εἰς τὸ πρᾶγμα προφέρει ἓν ψέξαι. τοιοῦτοι δὲ οἱ τεχνικώτατοι καὶ ἀδικώτατοι: τοῖς ἀγαθοῖς γὰρ βλάπτειν πειρῶνται, μιγνύντες αὐτὰ τῷ κακῷ. κοινὸν δὲ τῷ διαβάλλοντι καὶ τῷ ἀπολυομένῳ, ἐπειδὴτὸ αὐτὸ ἐνδέχεται πλειόνων ἕνεκα πραχθῆναι, τῷ μὲν διαβάλλοντι κακοηθιστέον ἐπὶ τὸ χεῖρον ἐκλαμβάνοντι, τῷ δὲ ἀπολυομένῳ ἐπὶ τὸ βέλτιον, οἷον ὅτι ὁ Διομήδης τὸν Ὀδυσσέα προείλετο, τῷ μὲν ὅτι διὰ τὸ ἄριστον ὑπολαμβάνειν τὸν Ὀδυσσέα, τῷ δ᾽ ὅτι οὕ, ἀλλὰ διὰ τὸ μόνον μὴ ἀνταγωνιστεῖνὡς φαῦλον.


Κεφάλαιο 16

[Επεξεργασία]

[1] καὶ περὶ μὲν διαβολῆς εἰρήσθω τοσαῦτα, διήγησις δ᾽ ἐν μὲν τοῖς ἐπιδεικτικοῖς ἐστιν οὐκ ἐφεξῆς ἀλλὰ κατὰ μέρος: δεῖ μὲν γὰρ τὰς πράξεις διελθεῖν ἐξ ὧν ὁ λόγος: σύγκειται γὰρ ἔχων ὁ λόγος τὸ μὲν ἄτεχνον (οὐθὲν γὰρ αἴτιος ὁ λέγωντῶν πράξεων), τὸ δ᾽ ἐκ τῆς τέχνης: τοῦτο δ᾽ ἐστὶν ἢ ὅτι ἔστι δεῖξαι, ἐὰν ᾖ ἄπιστον, ἢ ὅτι ποιόν, ἢ ὅτι ποσόν, ἢ καὶ ἅπαντα.

[2] διὰ δὲ τοῦτ᾽ ἐνίοτε οὐκ ἐφεξῆς δεῖ διηγεῖσθαι πάντα, ὅτι δυσμνημόνευτον τὸ δεικνύναι οὕτως: ἐκ μὲν οὖν τούτων ἀνδρεῖος, ἐκ δὲ τῶνδε σοφὸς ἢ δίκαιος. καὶἁπλούστερος ὁ λόγος οὗτος, ἐκεῖνος δὲ ποικίλος καὶ οὐ λιτός.

[3] δεῖ δὲ τὰς μὲν γνωρίμους ἀναμιμνήσκειν: διὸ οἱ πολλοὶ οὐδὲν δέονται διηγήσεως, οἷον εἰ θέλεις Ἀχιλλέα ἐπαινεῖν (ἴσασι γὰρ πάντες τὰς πράξεις), ἀλλὰ χρῆσθαι αὐταῖς δεῖ. ἐὰν δὲ Κριτίαν, δεῖ: οὐ γὰρ πολλοὶ ἴσασιν ....

[4]νῦν δὲ γελοίως τὴν διήγησίν φασι δεῖν εἶναι ταχεῖαν. καίτοι ὥσπερ [ὁ] τῷ μάττοντι ἐρομένῳ πότερον σκληρὰν ἢ μαλακὴν μάξῃ "τί δ᾽", ἔφη <τις>, "εὖ ἀδύνατον;", καὶ ἐνταῦθα ὁμοίως: δεῖ γὰρ μὴ μακρῶς διηγεῖσθαι ὥσπερ οὐδὲ προοιμιάζεσθαι μακρῶς, οὐδὲ τὰς πίστεις λέγειν. οὐδὲ γὰρ ἐνταῦθάἐστι τὸ εὖ [ἢ] τὸ ταχὺ ἢ τὸ συντόμως, ἀλλὰ τὸ μετρίως: τοῦτο δ᾽ ἐστὶ τὸ λέγειν ὅσα δηλώσει τὸ πρᾶγμα, ἢ ὅσα ποιήσει ὑπολαβεῖν γεγονέναι ἢ βεβλαφέναι ἢ ἠδικηκέναι, ἢ τηλικαῦτα ἡλίκα βούλει, τῷ δὲ ἐναντίῳ τὰ ἐναντία:

[5] παραδιηγεῖσθαι δὲ ὅσα εἰς τὴν σὴν ἀρετὴν φέρει (οἷον "ἐγὼ δ᾽ ἐνουθέτουν, ἀεὶ τὰ δίκαια λέγων, μὴ τὰ τέκναἐγκαταλείπειν"), ἢ θατέρου κακίαν: "ὁ δὲ ἀπεκρίνατό μοι ὅτι, οὗ ἂν ᾖ αὐτός, ἔσται ἄλλα παιδία", ὃ τοὺς ἀφισταμένους Αἰγυπτίους ἀποκρίνασθαί φησιν ὁ Ἡρόδοτος: ἢ ὅσα ἡδέα τοῖς δικασταῖς.

[6] ἀπολογουμένῳ δὲ ἐλάττων ἡ διήγησις: αἱ γὰρ ἀμφισβητήσεις ἢ μὴ γεγονέναι ἢ μὴ βλαβερὸν εἶναι ἢμὴ ἄδικον ἢ μὴ τηλικοῦτον, ὥστε περὶ τὸ ὁμολογούμενον οὐ διατριπτέον, ἐὰν μή τι εἰς ἐκεῖνο συντείνῃ, οἷον εἰ πέπρακται, ἀλλ᾽ οὐκ ἄδικον.

[7] ἔτι πεπραγμένα δεῖ λέγειν ὅσα μὴ πραττόμενα ἢ οἶκτον ἢ δείνωσιν φέρει: παράδειγμα ὁ Ἀλκίνου ἀπόλογος, ὃς πρὸς τὴν Πηνελόπην ἐν ἑξήκονταἔπεσιν πεποίηται, καὶ ὡς Φάϋλλος τὸν κύκλον, καὶ ὁ ἐν τῷ Οἰνεῖ πρόλογος.

[8] ἠθικὴν δὲ χρὴ τὴν διήγησιν εἶναι: ἔσται δὲ τοῦτο, ἂν εἰδῶμεν τί ἦθος ποιεῖ. ἓν μὲν δὴ τὸ προαίρεσιν δηλοῦν, ποιὸν δὲ τὸ ἦθος τῷ ποιὰν ταύτην, ἡ δὲ προαίρεσις ποιὰ τῷ τέλει: διὰ τοῦτο <δ᾽>οὐκ ἔχουσιν οἱ μαθηματικοὶλόγοι ἤθη, ὅτι οὐδὲ προαίρεσιν (τὸ γὰρ οὗ ἕνεκα οὐκ ἔχουσιν), ἀλλ᾽ οἱ Σωκρατικοί: περὶ τοιούτων γὰρ λέγουσιν.

[9] ἄλλα δ᾽ ἠθικὰ τὰ ἑπόμενα ἑκάστῳ ἤθει, οἷον ὅτι ἅμα λέγων ἐβάδιζεν: δηλοῖ γὰρ θρασύτητα καὶ ἀγροικίαν ἤθους. καὶ μὴ ὡς ἀπὸ διανοίας λέγειν, ὥσπερ οἱ νῦν,ἀλλ᾽ ὡς ἀπὸ προαιρέσεως: ἐγὼ δὲ ἐβουλόμην: καὶ προειλόμην γὰρ τοῦτο: ἀλλ᾽ εἰ μὴ ὠνήμην, βέλτιον": τὸ μὲν γὰρ φρονίμου τὸ δὲ ἀγαθοῦ: φρονίμου μὲν γὰρ ἐν τῷ τὸ ὠφέλιμον διώκειν, ἀγαθοῦ δ᾽ ἐν τῷ τὸ καλόν. ἂν δ᾽ ἄπιστον ᾖ, τότε τὴν αἰτίαν ἐπιλέγειν, ὥσπερ Σοφοκλῆς ποιεῖ: παράδειγματὸ ἐκ τῆς Ἀντιγόνης, ὅτι μᾶλλον τοῦ ἀδελφοῦ ἐκήδετο ἢ ἀνδρὸς ἢ τέκνων: τὰ μὲν γὰρ ἂν γενέσθαι ἀπολομένων, μητρὸς δ᾽ ἐν Ἅιδου καὶ πατρὸς βεβηκότων οὐκ ἔστ᾽ ἀδελφὸς ὅς τις ἂν βλάστοι ποτέ. Soph. Ant. 911-912 ἐὰν δὲ μὴ ἔχῃς αἰτίαν, ἀλλ᾽ ὅτι οὐκ ἀγνοεῖς ἄπιστα λέγων,ἀλλὰ φύσει τοιοῦτος εἶ: ἀπιστοῦσι γὰρ ἄλλο τι πράττειν ἑκόντα πλὴν τὸ συμφέρον.

[10] ἔτι ἐκ τῶν παθητικῶν λέγε διηγούμενος καὶ τὰ ἑπόμενα [καὶ] ἃ ἴσασι, καὶ τὰ ἴδια ἢ σεαυτῷ ἢ ἐκείνῳ προσόντα: "ὁ δ᾽ ᾤχετό με ὑποβλέψας". καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης, ὅτι διασίζων, τοῖν χειροῖν διασείων: πιθανὰ γάρ, διότι σύμβολα γίγνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν. πλεῖστα δὲ τοιαῦτα λαβεῖν ἐξ Ὁμήρου ἔστιν: ὧς ἄρ᾽ ἔφη, γρῆυς δὲ κατέσχετο χερσὶ πρόσωπα: Hom. Od. 19.361 οἱ γὰρ δακρύειν ἀρχόμενοι ἐπιλαμβάνονται τῶν ὀφθαλμῶν. καὶ εὐθὺς εἴσαγε καὶ σεαυτὸν ποιόν τινα, ἵνα ὡς τοιοῦτον θεωρῶσιν, καὶ τὸν ἀντίδικον: λανθάνων δὲ ποίει. ὅτι δὲ ῥᾴδιον, ὅρα ἐκ τῶν ἀπαγγελλόντων: περὶ ὧν γὰρ μηθὲνἴσμεν, ὅμως λαμβάνομεν ὑπόληψιν τινά. πολλαχοῦ δὲ δεῖ διηγεῖσθαι, καὶ ἐνίοτε οὐκ ἐν ἀρχῇ.

[11] ἐν δὲ δημηγορίᾳ ἥκιστα διήγησις ἔστιν, ὅτι περὶ τῶν μελλόντων οὐθεὶς διηγεῖται: ἀλλ᾽ ἐάν περ διήγησις ᾖ, τῶν γενομένων ἔστω, ἵνα ἀναμνησθέντες ἐκείνων βέλτιον βουλεύσωνταιπερὶ τῶν ὕστερον, ἢ διαβάλλοντος ἢ ἐπαινοῦντος: ἀλλὰ τότε οὐ τὸ τοῦ συμβούλου ποιεῖ ἔργον. ἂν δ᾽ ᾖ ἄπιστον, ὑπισχνεῖσθαι δεῖ καὶ αἰτίαν λέγειν εὐθὺς καὶ διατάττειν ὡς βούλονται, οἷον ἡ Ἰοκάστη ἡ Καρκίνου ἐν τῷ Οἰδίποδι ἀεὶ ὑπισχνεῖται πυνθανομένου τοῦ ζητοῦντος τὸνυἱόν, καὶ ὁ Αἵμων ὁ Σοφοκλέους.


Κεφάλαιο 17

[Επεξεργασία]

[1] τὰς δὲ πίστεις δεῖ ἀποδεικτικὰς εἶναι: ἀποδεικνύναι δὲ χρή, ἐπεί περ τεττάρων ἡ ἀμφισβήτησις, περὶ τοῦ ἀμφισβητουμένου φέροντα τὴν ἀπόδειξιν, οἷον, εἰ ὅτι οὐ γέγονεν ἀμφισβητεῖται, ἐν τῇ κρίσει δεῖ τούτου μάλιστα τὴν ἀπόδειξινφέρειν, εἰ δ᾽ ὅτι οὐκ ἔβλαψεν, τούτου, καὶ ὅτι οὐ τοσόνδε ἢ ὅτι δικαίως, ὡσαύτως καὶ εἰ περὶ τοῦ γενέσθαι τοῦτο ἡ ἀμφισβήτησις.

[2] μὴ λανθανέτω δ᾽ ὅτι ἀναγκαῖον ἐν ταύτῃ τῇ ἀμφισβητήσει μόνῃ τὸν ἕτερον εἶναι πονηρόν: οὐ γάρ ἐστιν ἄγνοια αἰτία, ὥσπερ ἂν εἴ τινες περὶ τοῦ δικαίου ἀμφισβητοῖεν,ὥστ᾽ ἐν τούτῳ χρονιστέον, ἐν δὲ τοῖς ἄλλοις οὔ.

[3] ἐν δὲ τοῖς ἐπιδεικτικοῖς τὸ πολὺ ὅτι καλὰ καὶ ὠφέλιμα ἡ αὔξησις ἔστω: τὰ γὰρ πράγματα δεῖ πιστεύεσθαι: ὀλιγάκις γὰρ καὶ τούτων ἀποδείξεις φέρουσιν, ἐὰν ἄπιστα ᾖ ἢ ἐὰν ἄλλος αἰτίαν ἔχῃ.

[4] ἐν δὲ τοῖς δημηγορικοῖς ἢ ὡς οὐκ ἔσται ἀμφισβητήσειενἄν τις, ἢ ὡς ἔσται μὲν <ποιοῦσιν>ἃ κελεύει, ἀλλ᾽ οὐ δίκαια ἢ οὐκ ὠφέλιμα ἢ οὐ τηλικαῦτα. δεῖ δὲ καὶ ὁρᾶν εἴ τι ψεύδεται ἐκτὸς τοῦ πράγματος: τεκμήρια γὰρ ταῦτα φαίνεται καὶ τῶν ἄλλων ὅτι ψεύδεται.

[5] ἔστιν δὲ τὰ μὲν παραδείγματα δημηγορικώτερα, τὰ δ᾽ ἐνθυμήματα δικανικώτερα: ἡ μὲν γὰρ περὶ τὸ μέλλον, ὥστ᾽ ἐκ τῶν γενομένων ἀνάγκη παραδείγματα λέγειν, ἡ δὲ περὶ ὄντων ἢ μὴ ὄντων, οὗ μᾶλλονἀπόδειξίς ἐστι καὶ ἀνάγκη: ἔχει γὰρ τὸ γεγονὸς ἀνάγκην.

[6] οὐ δεῖ δὲ ἐφεξῆς λέγειν τὰ ἐνθυμήματα, ἀλλ᾽ ἀναμιγνύναι: εἰ δὲ μή, καταβλάπτει ἄλληλα. ἔστιν γὰρ καὶ τοῦ ποσοῦ ὅρος. ὦ φίλ᾽, ἐπεὶ τόσα εἶπες ὅς᾽ ἂν πεπνυμένος ἀνήρ, Hom. Od. 4.204 ἀλλ᾽ οὐ τοιαῦτα.

[7] καὶ μὴ περὶ πάντων ἐνθυμήματα ζητεῖ:εἰ δὲ μή, ποιήσεις ὅπερ ἔνιοι ποιοῦσι τῶν φιλοσοφούντων, οἳ συλλογίζονται τὰ γνωριμώτερα καὶ πιστότερα ἢ ἐξ ὧν λέγουσιν.

[8] καὶ ὅταν πάθος ποιῇς, μὴ λέγε ἐνθύμημα (ἢ γὰρ ἐκκρούσει τὸ πάθος ἢ μάτην εἰρημένον ἔσται τὸ ἐνθύμημα: ἐκκρούουσι γὰρ αἱ κινήσεις ἀλλήλας αἱ ἅμα, καὶ ἢἀφανίζουσιν ἢ ἀσθενεῖς ποιοῦοιν), οὐδ᾽ ὅταν ἠθικὸν τὸν λόγον, οὐ δεῖ ἐνθύμημά τι ζητεῖν ἅμα: οὐ γὰρ ἔχει οὔτε ἦθος οὔτε προαίρεσιν ἡ ἀπόδειξις.

[9] γνώμαις δὲ χρηστέον καὶ ἐν διηγήσει καὶ ἐν πίστει: ἠθικὸν γὰρ "καὶ ἐγὼ δέδωκα, καὶ ταῦτ᾽ εἰδὼς ὡς οὐ δεῖ πιστεύειν": ἐὰν δὲ παθητικῶς,"καὶ οὐ μεταμέλει μοι καίπερ ἠδικημένῳ: τούτῳ μὲν γὰρ περίεστιν τὸ κέρδος, ἐμοὶ δὲ τὸ δίκαιον."

[10] τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον, ἐκεῖ δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης ὁ Κρής (ἐκεῖνος γὰρ περὶτῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μὲν ἀδήλων δέ), καὶ ὁ νόμος ὑπόθεσις ἐν τοῖς δικανικοῖς: ἔχοντα δὲ ἀρχὴν ῥᾷον εὑρεῖν ἀπόδειξιν. καὶ οὐκ ἔχει πολλὰς διατριβάς, οἷον πρὸς ἀντίδικον ἢ περὶ αὑτοῦ, ἢ παθητικὸν ποιεῖν, ἀλλ᾽ ἥκιστα πάντων, ἐὰν μὴ ἐξιστῇ. δεῖ οὖνἀποροῦντα τοῦτο ποιεῖν ὅπερ οἱ Ἀθήνησι ῥήτορες ποιοῦσι καὶ Ἰσοκράτης: καὶ γὰρ συμβουλεύων κατηγορεῖ, οἷον Λακεδαιμονίων μὲν ἐν τῷ πανηγυρικῷ, Χάρητος δ᾽ ἐν τῷ συμμαχικῷ.

[11] ἐν δὲ τοῖς ἐπιδεικτικοῖς δεῖ τὸν λόγον ἐπεισοδιοῦν ἐπαίνοις, οἷον Ἰσοκράτης ποιεῖ: ἀεὶ γάρ τινα εἰσάγει. καὶὃ ἔλεγεν Γοργίας, ὅτι οὐχ ὑπολείπει αὐτὸν ὁ λόγος, ταὐτό ἐστιν: εἰ γὰρ Ἀχιλλέα λέγει Πηλέα ἐπαινεῖ, εἶτα Αἰακόν, εἶτα τὸν θεόν, ὁμοίως δὲ καὶ ἀνδρείαν, ἣ τὰ καὶ τὰ ποιεῖ ἢ τοιόνδε ἐστίν.

[12] ἔχοντα μὲν οὖν ἀποδείξεις καὶ ἠθικῶς λεκτέον καὶ ἀποδεικτικῶς, ἐὰν δὲ μὴ ἔχῃς ἐνθυμήματα, ἠθικῶς:καὶ μᾶλλον τῷ ἐπιεικεῖ ἁρμόττει χρηστὸν φαίνεσθαι ἢ τὸν λόγον ἀκριβῆ.

[13] τῶν δὲ ἐνθυμημάτων τὰ ἐλεγκτικὰ μᾶλλον εὐδοκιμεῖ τῶν δεικτικῶν, ὅτι ὅσα ἔλεγχον ποιεῖ, μᾶλλον δῆλον ὅτι συλλελόγισται: παρ᾽ ἄλληλα γὰρ μᾶλλον τἀναντία γνωρίζεται.

[14] τὰ δὲ πρὸς τὸν ἀντίδικον οὐχ ἕτερόν τι εἶδος, ἀλλὰ τῶν πίστεών ἐστι <τὸ>τὰ μὲν λῦσαι ἐνστάσει τὰ δὲ συλλογισμῷ. δεῖ δὲ καὶ ἐν συμβουλῇ καὶ ἐν δίκῃ ἀρχόμενον μὲν λέγειν τὰς ἑαυτοῦ πίστεις πρότερον, ὕστερον δὲ πρὸς τἀναντία ἀπαντᾶν λύοντα καὶ προδιασύροντα. ἂν δὲ πολύχους ᾖ ἡἐναντίωσις, πρότερον τὰ ἐναντία, οἷον ἐποίησε Καλλίστρατος ἐν τῇ Μεσσηνιακῇ ἐκκλησίᾳ: ἃ γὰρ ἐροῦσι προανελὼν οὕτως τότε αὐτὸς εἶπεν.

[15] ὕστερον δὲ λέγοντα πρῶτον πρὸς τὸν ἐναντίον λόγον λεκτέον, λύοντα καὶ ἀντισυλλογιζόμενον, καὶ μάλιστα ἂν εὐδοκιμηκότα ᾖ: ὥσπερ γὰρ ἄνθρωπον προδιαβεβλημένονοὐ δέχεται ἡ ψυχή, τὸν αὐτὸν τρόπον οὐδὲ λόγον, ἐὰν ὁ ἐναντίος εὖ δοκῇ εἰρηκέναι. δεῖ οὖν χώραν ποιεῖν ἐν τῷ ἀκροατῇ τῷ μέλλοντι λόγῳ: ἔσται δὲ ἂν ἀνέλῃς: διὸ ἢ πρὸς πάντα ἢ τὰ μέγιστα ἢ τὰ εὐδοκιμοῦντα ἢ τὰ εὐέλεγκτα μαχεσάμενον οὕτω τὰ αὑτοῦ πιστὰ ποιητέον. ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι: ἐγὼ γὰρ Ἥραν: Eur. Tro. 969-971 ἐν τούτοις ἥψατο πρῶτον τοῦ εὐηθεστάτου.

[16] περὶ μὲν οὖν πίστεων ταῦτα. εἰς δὲ τὸ ἦθος, ἐπειδὴ ἔνια περὶ αὑτοῦ λέγειν ἢ ἐπίφθονον ἢ μακρολογίαν ἢ ἀντιλογίανἔχει, καὶ περὶ ἄλλου ἢ λοιδορίαν ἢ ἀγροικίαν, ἕτερον χρὴ λέγοντα ποιεῖν, ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει, καὶ ὡς Ἀρχίλοχος ψέγει: ποιεῖ γὰρ τὸν πατέρα λέγοντα περὶ τῆς θυγατρὸς ἐν τῷ ἰάμβῳ χρημάτων δ᾽ ἄελπτον οὐθέν ἐστιν οὐδ᾽ ἀπώμοτον, Archilochus fr. 74 καὶ τὸν Χάρωνα τὸν τέκτονα ἐν τῷ ἰάμβῳ οὗ ἀρχὴ οὔ μοι τὰ Γύγεω, καὶ ὡς Σοφοκλῆς τὸν Αἵμονα ὑπὲρ τῆς Ἀντιγόνης πρὸς τὸν πατέρα ὡς λεγόντων ἑτέρων.

[17] δεῖ δὲ καὶ μεταβάλλειν τὰ ἐνθυμήματα καὶ γνώμας ποιεῖν ἐνίοτε, οἷον "χρὴ δὲ τὰςδιαλλαγὰς ποιεῖν τοὺς νοῦν ἔχοντας εὐτυχοῦντας: οὕτω γὰρ ἂν μέγιστα πλεονεκτοῖεν," ἐνθυμηματικῶς δὲ "εἰ γὰρ δεῖ, ὅταν ὠφελιμώταται ὦσιν καὶ πλεονεκτικώταται αἱ καταλλαγαί, τότε καταλλάττεσθαι, εὐτυχοῦντας δεῖ καταλλάττεσθαι."


Κεφάλαιο 18

[Επεξεργασία]

[1] περὶ δὲ ἐρωτήσεως, εὔκαιρόν ἐστι ποιεῖσθαι μάλιστα μὲν ὅταν τὸ ἕτερον εἰρηκὼς ᾖ, ὥστε ἑνὸς προσερωτηθέντος συμβαίνει τὸ ἄτοπον, οἷον Περικλῆς Λάμπωνα ἐπήρετο περὶ τῆς τελετῆς τῶν τῆς σωτείρας ἱερῶν, εἰπόντος δὲ ὅτι οὐχ οἷόν τε ἀτέλεστον ἀκούειν, ἤρετο εἰ οἶδεν αὐτός, φάσκοντοςδὲ "καὶ πῶς, ἀτέλεστος ὤν;"

[2] δεύτερον δὲ ὅταν τὸ μὲν φανερὸν ᾖ, τὸ δὲ ἐρωτήσαντι δῆλον ᾖ ὅτι δώσει: πυθόμενον μὲν γὰρ δεῖ τὴν μίαν πρότασιν μὴ προσερωτᾶν τὸ φανερὸν ἀλλὰ τὸ συμπέρασμα εἰπεῖν, οἷον Σωκράτης, Μελήτου οὐ φάσκοντος αὐτὸν θεοὺς νομίζειν, εἰρηκότος δὲ ὡς δαιμόνιόντι λέγοι, ἤρετο εἰ οὐχ οἱ δαίμονες ἤτοι θεῶν παῖδες εἶεν ἢ θεῖόν τι, φήσαντος δὲ "ἔστιν οὖν",

[3] ἔφη, "ὅστις θεῶν μὲν παῖδας οἴεται εἶναι, θεοὺς δὲ οὔ;" ἔτι ὅταν μέλλῃ ἢ ἐναντία λέγοντα δείξειν ἢ παράδοξον.

[4] τέταρτον δὲ ὅταν μὴ ἐνῇ ἀλλ᾽ ἢ σοφιστικῶς ἀποκρινάμενον λῦσαι: ἐὰν γὰρ οὕτως ἀποκρίνηται,ὅτι ἔστι μὲν ἔστι δ᾽ οὔ, ἢ τὰ μὲν τὰ δ᾽ οὔ, ἢ πῇ μὲν πῇ δ᾽ οὔ, θορυβοῦσιν ὡς ἀποροῦντος. ἄλλως δὲ μὴ ἐγχείρει. ἐὰν γὰρ ἐνστῇ, κεκρατῆσθαι δόξεις: οὐ γὰρ οἷόν τε πολλὰ ἐρωτᾶν, διὰ τὴν ἀσθένειαν τοῦ ἀκροατοῦ: διὸ καὶ τὰ ἐνθυμήματα ὅτι μάλιστα συστρέφειν δεῖ.

[5] ἀποκρίνασθαι δὲ δεῖ πρὸς μὲν τὰ ἀμφίβολα διαιροῦντα λόγῳ καὶ μὴ συντόμως, πρὸς δὲ τὰ δοκοῦντα ἐναντία τὴν λύσιν φέροντα εὐθὺς τῇ ἀποκρίσει, πρὶν ἐπερωτῆσαι τὸ ἐπιὸν ἢ συλλογίσασθαι: οὐ γὰρ χαλεπὸν προορᾶν ἐν τίνι ὁ λόγος. φανερὸν δ᾽ ἡμῖν ἐστιν ἐκ τῶν Τοπικῶν καὶ τοῦτοκαὶ αἱ λύσεις.

[6] καὶ συμπεραινομένου, ἐὰν ἐρώτημα ποιῇ τὸ συμπέρασμα, τὴν αἰτίαν εἰπεῖν, οἷον Σοφοκλῆς, ἐρωτώμενος ὑπὸ Πεισάνδρου εἰ ἔδοξεν αὐτῷ, ὥσπερ καὶ τοῖς ἄλλοις προβούλοις, καταστῆσαι τοὺς τετρακοσίους, ἔφη "τί δέ; οὐ πονηρά σοι ταῦτα ἐδόκει εἶναι;" ἔφη. "οὐκοῦν σὺ ταῦταἔπραξας τὰ πονηρά;" "ναὶ", ἔφη, "οὐ γὰρ ἦν ἄλλα βελτίω". καὶ ὡς ὁ Λάκων εὐθυνόμενος τῆς ἐφορίας, ἐρωτώμενος εἰ δοκοῦσιν αὐτῷ δικαίως ἀπολωλέναι ἅτεροι, ἔφη. ὁ δὲ "οὐκοῦν σὺ τούτοις ταὐτὰ ἔθου;" καὶ ὃς ἔφη. "οὐκοῦν δικαίως ἄν", ἔφη, "καὶ σὺ ἀπόλοιο;" "οὐ δῆτα", ἔφη, "οἱ μὲν γὰρ χρήματαλαβόντες ταῦτα ἔπραξαν, ἐγὼ δὲ οὔ, ἀλλὰ γνώμῃ." διὸ οὔτε ἐπερωτᾶν δεῖ μετὰ τὸ συμπέρασμα, οὔτε τὸ συμπέρασμα ἐπερωτᾶν, ἐὰν μὴ τὸ πολὺ περιῇ τοῦ ἀληθοῦς.

[7] περὶ δὲ τῶν γελοίων, ἐπειδή τινα δοκεῖ χρῆσιν ἔχειν ἐν τοῖς ἀγῶσι, καὶ δεῖν ἔφη Γοργίας τὴν μὲν σπουδὴν διαφθείρειντῶν ἐναντίων γέλωτι τὸν δὲ γέλωτα σπουδῇ, ὀρθῶς λέγων, εἴρηται πόσα εἴδη γελοίων ἔστιν ἐν τοῖς περὶ ποιητικῆς, ὧν τὸ μὲν ἁρμόττει ἐλευθέρῳ τὸ δ᾽ οὔ, ὅπως τὸ ἁρμόττον αὑτῷ λήψεται. ἔστι δ᾽ ἡ εἰρωνεία τῆς βωμολοχίας ἐλευθεριώτερον: ὁ μὲν γὰρ αὑτοῦ ἕνεκα ποιεῖ τὸ γελοῖον, ὁ δὲ βωμολόχος ἑτέρου.


Κεφάλαιο 19

[Επεξεργασία]

[1] ὁ δ᾽ ἐπίλογος σύγκειται ἐκ τεττάρων, ἔκ τε τοῦ πρὸς ἑαυτὸν κατασκευάσαι εὖ τὸν ἀκροατὴν καὶ τὸν ἐναντίον φαύλως, καὶ ἐκ τοῦ αὐξῆσαι καὶ ταπεινῶσαι, καὶ ἐκ τοῦ εἰς τὰ πάθη τὸν ἀκροατὴν καταστῆσαι, καὶ ἐξ ἀναμνήσεως. πέφυκε γάρ, μετὰ τὸ ἀποδεῖξαι αὐτὸν μὲν ἀληθῆ τὸν δὲἐναντίον ψευδῆ, οὕτω τὸ ἐπαινεῖν καὶ ψέγειν καὶ ἐπιχαλκεύειν. δυοῖν δὲ θατέρου δεῖ στοχάζεσθαι, ἢ ὅτι τούτοις ἀγαθὸς ἢ ὅτι ἁπλῶς, ὁ δ᾽ ὅτι κακὸς τούτοις ἢ ὅτι ἁπλῶς. ἐξ ὧν δὲ δεῖ τοῦτο κατασκευάζειν [δεῖ], εἴρηνται οἱ τόποι πόθεν σπουδαίους δεῖ κατασκευάζειν καὶ φαύλους.

[2] τὸ δὲ μετὰ τοῦτο,δεδειγμένων ἤδη, αὔξειν ἐστὶν κατὰ φύσιν ἢ ταπεινοῦν: δεῖ γὰρ τὰ πεπραγμένα ὁμολογεῖσθαι, εἰ μέλλει τὸ ποσὸν ἐρεῖν: καὶ γὰρ ἡ τῶν σωμάτων αὔξησις ἐκ προϋπαρχόντων ἐστίν. ὅθεν δὲ δεῖ αὔξειν καὶ ταπεινοῦν ἔκκεινται οἱ τόποι πρότερον.

[3] μετὰ δὲ ταῦτα, δήλων ὄντων καὶ οἷα καὶ ἡλίκα, εἰςτὰ πάθη ἄγειν τὸν ἀκροατήν. ταῦτα δ᾽ ἐστὶν ἔλεος καὶ δείνωσις καὶ ὀργὴ καὶ μίσος καὶ φθόνος καὶ ζῆλος καὶ ἔρις. εἴρηνται δὲ καὶ τούτων οἱ τόποι πρότερον,

[4] ὥστε λοιπὸν ἀναμνῆσαι τὰ προειρημένα. τοῦτο δὲ ἁρμόττει ποιεῖν οὐχ ὥσπερ φασὶν ἐν τοῖς προοιμίοις, οὐκ ὀρθῶς λέγοντες. ἵνα γὰρεὐμαθὴς ᾖ, κελεύουσι πολλάκις εἰπεῖν. ἐκεῖ μὲν οὖν δεῖ τὸ πρᾶγμα εἰπεῖν, ἵνα μὴ λανθάνῃ περὶ οὗ ἡ κρίσις, ἐνταῦθα δὲ δι᾽ ὧν δέδεικται, κεφαλαιωδῶς.

[5] ἀρχὴ δὲ διότι ἃ ὑπέσχετο ἀποδέδωκεν, ὥστε ἅ τε καὶ δι᾽ ὃ λεκτέον. λέγεται δὲ ἐξ ἀντιπαραβολῆς τοῦ ἐναντίου. παραβάλλειν δὲ [ἢ] ὅσαπερὶ τὸ αὐτὸ ἄμφω εἶπον, ἢ [μὴ] καταντικρύ ("ἀλλ᾽ οὗτος μὲν τάδε περὶ τούτου, ἐγὼ δὲ ταδί, καὶ διὰ ταῦτα"), ἢ ἐξ εἰρωνείας (οἷον "οὗτος γὰρ τάδ᾽ εἶπεν, ἐγὼ δὲ ταδί", καὶ "τὶ ἂν ἐποίει, εἰ τάδε ἔδειξεν, ἀλλὰ μὴ ταδί"), ἢ ἐξ ἐρωτήσεως ("τί οὖν δέδεικται;" ἢ "οὗτος τί ἔδειξεν;"). ἢ δὴ οὕτως [ἢ] ἐκ παραβολῆςἢ κατὰ φύσιν ὡς ἐλέχθη, οὕτως τὰ αὐτοῦ, καὶ πάλιν, ἐὰν βούλῃ, χωρὶς τὰ τοῦ ἐναντίου λόγου.

[6] τελευτὴ δὲ τῆς λέξεως ἁρμόττει ἡ ἀσύνδετος, ὅπως ἐπίλογος ἀλλὰ μὴ λόγος ᾖ: "εἴρηκα, ἀκηκόατε, ἔχετε, κρίνατε".