Περί των εκλελοιπότων χρηστηρίων (Πλούταρχος)
←Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν | Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων Συγγραφέας: Ηθικά |
Εἰ διδακτὸν ἡ ἀρετή→ |
- ΠΕΡΙ ΤΩΝ ΕΚΛΕΛΟΙΠΟΤΩΝ ΧΡΗΣΤΗΡΙΩΝ
[1] Ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, μυθολογοῦσιν
ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους
εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον
ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν Φαίστιον Ἐπιμενίδην
ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν
ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν
’Οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὐδὲ θαλάσσης·
εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δ´ ἄφαντος.‘
Ἐκεῖνον μὲν οὖν εἰκότως ὁ θεὸς ἠμύνατο μύθου παλαιοῦ |
καθάπερ ζωγραφήματος ἁφῇ διαπειρώμενον·
[2] Ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ
τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ
δύο συνδραμόντες εἰς Δελφούς, Δημήτριος μὲν ὁ γραμματικὸς
ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε,
Κλεόμβροτος δ´ ὁ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ
καὶ περὶ τὴν Τρωγλοδυτικὴν πεπλανημένος, πόρρω δὲ
τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατ´ ἐμπορίαν,
ἀλλ´ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς οὐσίαν δ´ ἔχων
ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ
ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα καὶ συνῆγεν
ἱστορίαν οἷον ὕλην φιλοσοφίας θεολογίαν ὥσπερ αὐτὸς
ἐκάλει τέλος ἐχούσης. νεωστὶ δὲ γεγονὼς παρ´ Ἄμμωνα
τὰ μὲν ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς,
περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον
σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον
ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι
τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας τὸν
ὕστερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης·
εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι.
[3] Θαυμασάντων δὲ τῶν παρόντων, τοῦ δὲ Δημητρίου
καὶ γελοῖον φήσαντος εἶναι ἀπὸ μικρῶν πραγμάτων οὕτω
μεγάλα θηρᾶν, οὐ κατ´ Ἀλκαῖον ’ἐξ ὄνυχος τὸν
λέοντα‘ γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν
ὁμοῦ καὶ τὰ σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν
ἄρδην ἀναιροῦντας, ὁ Κλεόμβροτος ’οὐδέτερον‘ ἔφη
’τούτων διαταράξει τοὺς ἄνδρας· ἀλλὰ τοῖς μαθηματικοῖς
οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα
τὸν χρόνον ἐν κινήσεσι καὶ περιόδοις οὕτω
μακρὰν ἀφεστώσαις, ἢ τὸ μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας
ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας.
τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι
μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἔσται τέχναις ἐμποδών,
ἐπεὶ καὶ πολλῶν μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται
πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ἡμῖν οὐ μικρὸν
ἀποδείκνυτε πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς
ἥρωας, ἐντυχόντες γὰρ Ὁμήρῳ ξυρὸν ὀνομάσαντι,
καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που ‘χρέος
ὀφέλλεσθαι’ φησίν ‘οὔτι νέον οὐδ´ ὀλίγον,’ ὡς τοῦ ὀφέλλεσθαι
τὸ αὔξεσθαι δηλοῦντος. αὖθις δὲ τὴν νύκτα ‘θοήν’
εἰπόντος ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτ´ ἐκεῖνό
φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπ´ αὐτοῦ κωνικήν,
οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες θέρος
ἀραχνίων πλήθει προδηλοῦν καὶ θρίοις ἐαρινοῖς ὅταν
κορώνης ποσὶν εἴκελα γένηται τίς ἐάσει τῶν ἀξιούντων
μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δ´ ἀνέξεται
πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος
μετρούμενον, ἢ τῆς ἐνταῦθα πλινθίδος ἣν ποιεῖ γωνίαν
ὀξεῖαν κεκλιμένη πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην
τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς
ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ
προφητῶν. ὥστ´ ἄλλο τι λεγόντων πρὸς αὐτοὺς οἱ βουλόμενοι
τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν
ἀπαράβατον ποιῆσαι.‘
[4] Παρὼν οὖν ἀνεφώνησεν Ἀμμώνιος ὁ φιλόσοφος ’οὐ
τῷ ἡλίῳ μόνον, εἰπέ, ἀλλὰ τῷ οὐρανῷ παντί. συστέλλεσθαι
γὰρ ἀνάγκη τὴν ἀπὸ τροπῶν ἐπὶ τροπὰς πάροδον αὐτοῦ |
καὶ μὴ διαμένειν τηλικοῦτο μέρος οὖσαν τοῦ ὁρίζοντος
ἡλίκον οἱ μαθηματικοὶ λέγουσιν, ἀλλ´ ἐλάττονα γίγνεσθαι,
ἀεὶ πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων,
καὶ τὸ θέρος ἡμῖν βραχύτερον καὶ ψυχρότερον
εἶναι τὴν κρᾶσιν, ἐνδοτέρω κάμπτοντος αὐτοῦ καὶ μειζόνων
παραλλήλων ἐφαπτομένου τοῖς τροπικοῖς σημείοις·
ἔτι δὲ τοὺς μὲν ἐν Συήνῃ γνώμονας ἀσκίους μηκέτι φαίνεσθαι
περὶ τροπὰς θερινὰς πολλοὺς δὲ ὑποδεδραμηκέναι
τῶν ἀπλανῶν ἀστέρων ἐνίους δὲ ψαύειν καὶ συγκεχύσθαι
πρὸς ἀλλήλους τοῦ διαστήματος ἐκλελοιπότος. εἰ δ´ αὖ
φήσουσι τῶν ἄλλων ὁμοίως ἐχόντων ἀτακτεῖν ταῖς κινήσεσι
τὸν ἥλιον, οὔτε τὴν μόνον τοῦτον ἐκ τοσούτων ἐπιταχύνουσαν
αἰτίαν εἰπεῖν ἕξουσι καὶ τὰ πολλὰ τῶν φαινομένων
συνταράξουσι, τὰ δὲ πρὸς σελήνην καὶ παντάπασιν,
ὥστε μὴ δεῖσθαι μέτρων ἐλαίου τὴν διαφορὰν
ἐλεγχόντων. αἱ γὰρ ἐκλείψεις ἐλέγξουσιν αὐτοῦ τε τῇ
σελήνῃ πλεονάκις ἐπιβάλλοντος καὶ τῆς σελήνης τῇ τῆς
γῆς σκιᾷ, τὰ δ´ ἄλλα δῆλα καὶ οὐδὲν δεῖ περαιτέρω τὴν
ἀλαζονείαν τοῦ λόγου διελίττειν.‘ ’ἀλλὰ μήν‘ ὁ Κλεόμβροτος
ἔφη ’καὶ τὸ μέτρον αὐτὸς εἶδον· πολλὰ γὰρ ἐδείκνυσαν·
τὸ δ´ ἐπέτειον ἀπέδει τῶν παλαιοτάτων οὐκ ὀλίγον.‘
ὑπολαβὼν δ´ αὖθις ὁ Ἀμμώνιος ’εἶτα τοὺς ἄλλους ἀνθρώπους‘
εἶπεν ’ἔλαθε παρ´ οἷς ἄσβεστα θεραπεύεται πυρὰ
καὶ σῴζεται χρόνον ἐτῶν ὡς ἔπος εἰπεῖν ἄπειρον; εἰ δ´
οὖν ὑπόθοιτό τις ἀληθὲς εἶναι τὸ λεγόμενον, οὐ βέλτιόν
ἐστι ψυχρότητας αἰτιᾶσθαί τινας καὶ ὑγρότητας ἀέρων,
ὑφ´ ὧν τὸ πῦρ μαραινόμενον εἰκός ἐστι μὴ κρατεῖν πολλῆς
μηδὲ δεῖσθαι τροφῆς, ἢ τοὐναντίον ξηρότητας καὶ θερμότητας;
ἤδη γὰρ ἀκήκοα λεγόντων τινῶν περὶ τοῦ πυρός,
ὡς ἐν χειμῶνι καίεται βέλτιον ὑπὸ ῥώμης εἰς αὑτὸ συστελλόμενον
τῇ ψυχρότητι καὶ πυκνούμενον, ἐν δὲ τοῖς αὐχμοῖς
ἐξασθενεῖ καὶ γίγνεται μανὸν καὶ ἄτονον, κἂν ἐν ἡλίῳ
καίηται, χεῖρον ἐργάζεται καὶ τῆς ὕλης ἅπτεται μαλακῶς
καὶ καταναλίσκει βράδιον. μάλιστα δ´ ἄν τις εἰς αὐτὸ τὴν
αἰτίαν ἐπανάγοι τοὔλαιον· οὐ γὰρ ἀπεικός ἐστι πάλαι μὲν
ἄτροφον καὶ ὑδατῶδες εἶναι γεννώμενον ἐκ φυτάδος νέας,
ὕστερον δὲ πεττόμενον ἐν τελείοις καὶ συνιστάμενον ἀπὸ
πλήθους ἴσου μᾶλλον ἰσχύειν καὶ τρέφειν βέλτιον, εἰ δεῖ
τοῖς Ἀμμωνίοις ἀνασῴζειν καίπερ ἄτοπον καὶ ἀλλόκοτον
οὖσαν τὴν ὑπόθεσιν.‘
[5] Παυσαμένου δὲ τοῦ Ἀμμωνίου ’μᾶλλον‘ ἔφην ἐγώ
’περὶ τοῦ μαντείου δίελθ´ ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη
γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν
ὑπομαραίνεσθαι.‘ τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ
κάτω βλέποντος ὁ Δημήτριος ’οὐδέν‘ ἔφη ’δεῖ περὶ τῶν
ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν τὴν ἐνταῦθα τῶν χρηστηρίων
ἀμαύρωσιν μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων
ἔκλειψιν ὁρῶντας, ἀλλ´ ἐκεῖνο σκοπεῖν, δι´ ἣν αἰτίαν οὕτως
ἐξησθένηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν
ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον
χρόνοις νῦν ἐπιλέλοιπε κομιδῇ καθάπερ νάματα, καὶ πολὺς
ἐπέσχηκε μαντικῆς αὐχμὸς τὴν χώραν; οὐδαμοῦ γὰρ
ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοῖς
χρῄζουσιν ἀρύσασθαι μαντικῆς, τῶν δ´ ἄλλων τὰ μὲν
σιγὴ τὰ δὲ παντελὴς ἐρημία κατέσχηκε. καίτοι γε περὶ τὰ
Μηδικὰ μὲν εὐδοκίμησεν, - - - οὐχ ἧττον |
ἢ τὸ τοῦ Ἀμφιάρεω καὶ ἀπεπειράθη μὲν ὡς ἔοικεν
ἀμφοτέρων. Ὡς ὁ μὲν οὖν τοῦ μαντείου προφήτης φωνῇ
Αἰολίδι χρώμενος - - - τὸ πρὸ τοῦ τότε τῇ τῶν βαρβάρων
χρησμὸν ἐξήνεγκεν, ὥστε μηδένα ξυνεῖναι ἁγίων τῶν
παρόντων - - - ὃν ἐκεῖνον, ὡς - - - τοῦ ἐνθουσιασμοῦ - - -
τι τοῖς βαρβάροις οὐκ ἔστιν οὐδὲ δέδοται φωνὴν Ἑλληνίδα
λαβεῖν τὸ προσταττόμενον ὑπηρετοῦσαν. ὁ δὲ πεμφθεὶς
εἰς Ἀμφιάρεω Λυδὸς ἔδοξε κατὰ τοὺς ὕπνους ὑπηρέτην
τοῦ θεοῦ φανέντα πρῶτον μὲν ἀπὸ φωνῆς ἐκβάλλειν
αὐτόν, ὡς τοῦ θεοῦ μὴ παρόντος, ἔπειτα ταῖς χερσὶν
ὠθεῖν, ἐπιμένοντος δὲ λίθον εὐμεγέθη λαβόντα τὴν κεφαλὴν
πατάξαι. ταῦτα δ´ ἦν ὥσπερ ἀντίφωνα τῶν γενησομένων·
ἡττήθη γὰρ ὁ Μαρδόνιος, οὐ βασιλέως ἀλλ´ ἐπιτρόπου
καὶ διακόνου βασιλέως ἡγουμένου τῶν Ἑλλήνων,
καὶ λίθῳ πληγεὶς ἔπεσεν, ὥσπερ ὁ Λυδὸς ἔδοξε πληγῆναι
κατὰ τοὺς ὕπνους. ἤκμαζε δὲ τότε καὶ τὸ περὶ τὰς Τεγύρας
χρηστήριον, ὅπου καὶ γενέσθαι τὸν θεὸν ἱστοροῦσι,
καὶ ναμάτων δυεῖν παραρρεόντων τὸ μὲν Φοίνικα θάτερον
δ´ Ἐλαίαν ἄχρι νῦν Ὀρχομένιοι λέγουσιν. ἐν μὲν οὖν
τοῖς Μηδικοῖς Ἐχεκράτους προφητεύοντος ἀνεῖλε νίκην
καὶ κράτος πολέμου τοῖς Ἕλλησιν ὁ θεός· ἐν δὲ τῷ
Πελοποννησιακῷ πολέμῳ Δηλίοις ἐκπεσοῦσι τῆς νήσου
φασὶ χρησμὸν ἐκ Δελφῶν κομισθῆναι προστάττοντα τὸν
τόπον ἀνευρεῖν, ἐν ᾧ γέγονεν ὁ Ἀπόλλων, καὶ θυσίας
τινὰς ἐκεῖ τελέσαι. θαυμαζόντων δὲ καὶ διαπορούντων, εἰ
μὴ παρ´ αὐτοῖς ὁ θεὸς ἀλλ´ ἑτέρωθι γεγόνοι, τὴν Πυθίαν
προσανελεῖν, ὅτι κορώνη φράσει τὸ χωρίον αὐτοῖς. ἀπιόντας
οὖν ἐν Χαιρωνείᾳ γενέσθαι καὶ τῆς πανδοκευτρίας
ἀκοῦσαι πρός τινας ξένους βαδίζοντας εἰς Τεγύρας περὶ
τοῦ χρηστηρίου διαλεγομένης· τῶν δὲ ξένων, ὡς ἀπῄεσαν,
ἀσπαζομένων καὶ προσαγορευόντων τὴν ἄνθρωπον, ὅπερ
ὠνομάζετο, Κορώνην, συνεῖναι τὸ λόγιον καὶ θύσαντας
ἐν ταῖς Τεγύραις τυχεῖν καθόδου μετ´ ὀλίγον χρόνον.
γεγόνασι δὲ καὶ νεώτεραι τούτων ἐπιφάνειαι περὶ τὰ μαντεῖα
ταῦτα, νῦν δ´ ἐκλέλοιπεν· ὥστε τὴν αἰτίαν ἄξιον εἶναι
παρὰ τῷ Πυθίῳ διαπορῆσαι τῆς μεταβολῆς.‘
[6] Ἤδη δέ πως ἀπὸ τοῦ νεὼ προϊόντες ἐπὶ ταῖς θύραις
τῆς Κνιδίων λέσχης ἐγεγόνειμεν· παρελθόντες οὖν εἴσω
τοὺς φίλους πρὸς οὓς ἐβαδίζομεν ἑωρῶμεν καθημένους
καὶ περιμένοντας ἡμᾶς· ἦν δὲ τῶν ἄλλων ἡσυχία διὰ τὴν
ὥραν ἀλειφομένων ἢ θεωμένων τοὺς ἀθλητάς. καὶ ὁ
Δημήτριος διαμειδιάσας ’‘ψεύσομαι’ εἶπεν ‘ἢ ἔτυμον
ἐρέω’; δοκεῖτέ μοι μηδὲν ἄξιον σκέμμα διὰ
χειρῶν ἔχειν· ὁρῶ γὰρ ὑμᾶς ἀνειμένως σφόδρα καθημένους
καὶ διακεχυμένους τοῖς προσώποις.‘ ὑπολαβὼν
οὖν ὁ Μεγαρεὺς Ἡρακλέων ’οὐ γὰρ ζητοῦμεν‘ ἔφη ’τὸ
βάλλω ῥῆμα πότερον τῶν δύο τὸ ἓν λάμβδα κατὰ τὸν
μέλλοντα χρόνον ἀπόλλυσιν, οὐδ´ ἀπὸ τίνων ἁπλῶν ὀνομάτων
τὸ χεῖρον καὶ τὸ βέλτιον καὶ τὸ χείριστον καὶ τὸ
βέλτιστον ἐσχημάτισται. ταῦτα γὰρ ἴσως καὶ τὰ τοιαῦτα
συντείνει καὶ συνίστησι τὸ πρόσωπον· τὰ δ´ ἄλλ´ ἔξεστι
τὰς ὀφρῦς κατὰ χώραν ἔχοντας φιλοσοφεῖν καὶ ζητεῖν
ἀτρέμα μὴ δεινὸν βλέποντας μηδὲ χαλεπαίνοντας τοῖς
παροῦσιν.‘ ’δέξασθ´ οὖν‘ ὁ Δημήτριος ’ἡμᾶς‘ ἔφη ’καὶ
μεθ´ ἡμῶν λόγον, ὃς δὴ προσπέπτωκεν ἡμῖν οἰκεῖος ὢν
τοῦ τόπου καὶ διὰ τὸν θεὸν ἅπασι προσήκων· καὶ ὅπως
οὐ συνάξετε τὰς ὀφρῦς ἐπιχειροῦντες.‘
[7] Ὡς οὖν ἀνεμίχθημεν διακαθεζόμενοι καὶ προύβαλεν
εἰς μέσον ὁ Δημήτριος τὸν λόγον, | εὐθὺς ἀναπηδήσας ὁ
κυνικὸς Δίδυμος, ἐπίκλησιν Πλανητιάδης, καὶ τῇ βακτηρίᾳ
δὶς ἢ τρὶς πατάξας ἀνεβόησεν ’ἰοὺ ἰού, δύσκριτον
πρᾶγμα καὶ ζητήσεως δεόμενον πολλῆς ἥκετε κομίζοντες
ἡμῖν. θαυμαστὸν γάρ ἐστιν, εἰ τοσαύτης κακίας ὑποκεχυμένης
μὴ μόνον, ὡς προεῖπεν Ἡσίοδος,
Αἰδὼς καὶ Νέμεσις τὸν ἀνθρώπινον βίον ἀπολελοίπασιν,
ἀλλὰ καὶ πρόνοια θεῶν συσκευασαμένη τὰ χρηστήρια
πανταχόθεν οἴχεται; τοὐναντίον ὑμῖν ἐγὼ προβάλλω διαπορῆσαι,
πῶς οὐχὶ καὶ τόδ´ ἀπείρηκεν οὐδ´ Ἡρακλῆς
αὖθις ἤ τις ἄλλος θεῶν ὑπέσπακε τὸν τρίποδα καταπιμπλάμενον
αἰσχρῶν καὶ ἀθέων ἐρωτημάτων, ἃ τῷ θεῷ
προβάλλουσιν οἱ μὲν ὡς σοφιστοῦ διάπειραν λαμβάνοντες
οἱ δὲ περὶ θησαυρῶν ἢ κληρονομιῶν ἢ γάμων παρανόμων
διερωτῶντες· ὥστε κατὰ κράτος ἐξελέγχεσθαι τὸν Πυθαγόραν
εἰπόντα βελτίστους ἑαυτῶν γίγνεσθαι τοὺς ἀνθρώπους,
ὅταν πρὸς τοὺς θεοὺς βαδίζωσιν· οὕτως ἄρ´ ἃ καλῶς
εἶχεν ἀνθρώπου πρεσβυτέρου παρόντος ἀρνεῖσθαι καὶ ἀποκρύπτειν
νοσήματα τῆς ψυχῆς καὶ πάθη, ταῦτα γυμνὰ
καὶ περιφανῆ κομίζουσιν ἐπὶ τὸν θεόν.‘ ἔτι δ´ αὐτοῦ
βουλομένου λέγειν ὅ θ´ Ἡρακλέων ἐπελάβετο τοῦ τρίβωνος,
κἀγὼ σχεδὸν ἁπάντων αὐτῷ συνηθέστατος ὤν ’παῦ´‘
ἔφην ’ὦ φίλε Πλανητιάδη, παροξύνων τὸν θεόν· εὐόργητος
γάρ ἐστι καὶ πρᾶος
‘κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν’
ὥς φησιν ὁ Πίνδαρος. καὶ εἴθ´ ἥλιός ἐστιν εἴτε
κύριος ἡλίου καὶ πατὴρ καὶ ἐπέκεινα τοῦ ὁρατοῦ παντός,
οὐκ εἰκὸς ἀπαξιοῦν φωνῆς τοὺς νῦν ἀνθρώπους, οἷς
αἴτιός ἐστι γενέσεως καὶ τροφῆς καὶ τοῦ εἶναι καὶ φρονεῖν·
οὐδ´ ἅμα τὴν πρόνοιαν ὥσπερ εὐγνώμονα μητέρα
καὶ χρηστὴν πάντα ποιοῦσαν ἡμῖν καὶ φυλάττουσαν ἐν
μόνῃ μνησίκακον εἶναι τῇ μαντικῇ καὶ ταύτην ἀφαιρεῖσθαι
δοῦσαν ἐξ ἀρχῆς· ὥσπερ οὐχὶ καὶ τότε πλειόνων
ὄντων ἐν πλείοσιν ἀνθρώπων πονηρῶν, ὅτε πολλαχόθεν
τῆς οἰκουμένης χρηστήρια καθειστήκει. δεῦρο δὴ πάλιν
καθίσας καὶ πρὸς τὴν κακίαν, ἣν εἴωθας ἀεὶ τῷ λόγῳ
κολάζειν, Πυθικὰς ἐκεχειρίας σπεισάμενος ἑτέραν τινὰ
μεθ´ ἡμῶν αἰτίαν ζήτει τῆς λεγομένης ἐκλείψεως τῶν
χρηστηρίων, τὸν δὲ θεὸν εὐμενῆ φύλαττε καὶ ἀμήνιτον.‘
ἐγὼ μὲν οὖν ταῦτ´ εἰπὼν τοσοῦτο διεπραξάμην, ὅσον ἀπελθεῖν
διὰ θυρῶν σιωπῇ τὸν Πλανητιάδην.
[8] Ἡσυχίας δὲ γενομένης ἐπ´ ὀλίγον ὁ Ἀμμώνιος ἐμὲ
προσαγορεύσας ’ὅρα τί ποιοῦμεν‘ εἶπεν ’ὦ Λαμπρία, καὶ
πρόσεχε τῷ λόγῳ τὴν διάνοιαν, ὅπως μὴ τὸν θεὸν ἀναίτιον
ποιῶμεν. ὁ γὰρ ἄλλῳ τινὶ καὶ μὴ θεοῦ γνώμῃ τὰ
παυσάμενα τῶν χρηστηρίων ἐκλιπεῖν ἡγούμενος ὑπόνοιαν
δίδωσι τοῦ μὴ γίνεσθαι μηδ´ εἶναι διὰ τὸν θεὸν ἀλλ´
ἑτέρῳ τινὶ τρόπῳ νομίζειν. οὐ γὰρ ἄλλη γέ τις ἔστι
μείζων οὐδὲ κρείττων δύναμις, ὥστ´ ἀναιρεῖν καὶ ἀφανίζειν
ἔργον θεοῦ τὴν μαντικὴν οὖσαν. ὁ μὲν οὖν Πλανητιάδου
λόγος οὐκ ἀρεστὸς ἐμοὶ διά τε τἄλλα καὶ τὴν ἀνωμαλίαν,
ἣν περὶ τὸν θεὸν ποιεῖ, πῆ μὲν ἀποστρεφόμενον
καὶ ἀπαξιοῦντα τὴν κακίαν πῆ δὲ πάλιν αὖ προσιέμενον·
ὥσπερ εἰ βασιλεύς τις ἢ τύραννος ἑτέραις ἀποκλείων
θύραις τοὺς πονηροὺς καθ´ ἑτέρας εἰσδέχοιτο καὶ χρηματίζοι.
τοῦ δὲ μετρίου καὶ ἱκανοῦ καὶ μηδαμῆ περιττοῦ
πανταχῆ δ´ αὐτάρκους μάλιστα τοῖς θείοις πρέποντος
ἔργοις, εἰ ταύτην λαβὼν ἀρχὴν φαίη τις, ὅτι τῆς κοινῆς
ὀλιγανδρίας, ἣν αἱ πρότεραι στάσεις καὶ οἱ πόλεμοι περὶ
πᾶσαν ὁμοῦ τι τὴν οἰκουμένην ἀπειργάσαντο, | πλεῖστον
μέρος ἡ Ἑλλὰς μετέσχηκε, καὶ μόλις ἂν νῦν ὅλη παράσχοι
τρισχιλίους ὁπλίτας, ὅσους ἡ Μεγαρέων μία πόλις ἐξέπεμψεν
εἰς Πλαταιάς (οὐδὲν οὖν ἕτερον ἦν τὸ πολλὰ καταλιπεῖν
χρηστήρια τὸν θεὸν ἢ τῆς Ἑλλάδος ἐλέγχειν τὴν
ἐρημίαν), ἀκριβῶς ἂν αὐτῷ παράσχοιμι τῆς εὑρησιλογίας.
τίνος γὰρ ἦν ἀγαθὸν ἐν Τεγύραις ὡς πρότερον
εἶναι μαντεῖον ἢ περὶ τὸ Πτῷον ὅπου μέρος ἡμέρας
ἐντυχεῖν ἔστιν ἀνθρώπῳ νέμοντι; καὶ γὰρ τοῦτο δὴ τοὐνταῦθα
πρεσβύτατον ὂν χρόνῳ τε καὶ δόξῃ τε κλεινότατον
ὑπὸ θηρίου χαλεποῦ δρακαίνης πολὺν χρόνον ἔρημον γενέσθαι
καὶ ἀπροσπέλαστον ἱστοροῦσιν, οὐκ ὀρθῶς τὴν
αἰτίαν ἀλλ´ ἀνάπαλιν λαμβάνοντες· ἡ γὰρ ἐρημία τὸ
θηρίον ἐπηγάγετο μᾶλλον ἢ τὸ θηρίον ἐποίησε τὴν ἐρημίαν.
ἐπεὶ δὲ τῷ θεῷ δόξαν οὕτως ἥ θ´ Ἑλλὰς ἐρρώσθη
πόλεσι καὶ τὸ χωρίον ἀνθρώποις ἐπλήθυνε, δυσὶν ἐχρῶντο
προφήτισιν ἐν μέρει καθιεμέναις, καὶ τρίτη δ´ ἔφεδρος ἦν
ἀποδεδειγμένη. νῦν δ´ ἔστι μία προφῆτις, καὶ οὐκ ἐγκαλοῦμεν·
ἐξαρκεῖ γὰρ αὕτη τοῖς δεομένοις. οὐ τοίνυν αἰτιατέον
οὐδὲν τὸν θεόν· ἡ γὰρ οὖσα μαντικὴ καὶ διαμένουσα
πᾶσίν ἐστιν ἱκανὴ καὶ πάντας ἀποπέμπει τυγχάνοντας
ὧν χρῄζουσιν. ὥσπερ οὖν ἐννέα κήρυξιν ὁ Ἀγαμέμνων
ἐχρῆτο καὶ μόλις κατεῖχε τὴν ἐκκλησίαν διὰ
πλῆθος, ἐνταῦθα δ´ ὄψεσθε μεθ´ ἡμέρας ὀλίγας ἐν τῷ
θεάτρῳ μίαν φωνὴν ἐξικνουμένην εἰς πάντας, οὕτω τότε
πλείοσιν ἐχρῆτο φωναῖς πρὸς πλείονας ἡ μαντική, νῦν δὲ
τοὐναντίον ἔδει θαυμάζειν τὸν θεόν, εἰ περιεώρα τὴν
μαντικὴν ἀχρήστως δίκην ὕδατος ἀπορρέουσαν ἢ καθάπερ
αἱ πέτραι ποιμένων ἐν ἐρημίᾳ καὶ βοσκημάτων φωναῖς
ἀντηχοῦσαν.‘
[9] Εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου κἀμοῦ σιωπῶντος
ὁ Κλεόμβροτος ἐμὲ προσαγορεύσας ’ἤδη σὺ τοῦτο δέδωκας‘
ἔφη ’τὸ καὶ ποιεῖν ταυτὶ τὰ μαντεῖα καὶ ἀναιρεῖν τὸν
θεόν;‘ ’οὐκ ἔγωγ´‘ εἶπον· ’ἀναιρεῖσθαι μὲν γὰρ οὐδὲν
αἰτίᾳ θεοῦ φημι μαντεῖον οὐδὲ χρηστήριον· ἀλλ´ ὥσπερ
ἄλλα πολλὰ ποιοῦντος ἡμῖν ἐκείνου καὶ παρασκευάζοντος
ἐπάγει φθορὰν ἐνίοις καὶ στέρησιν ἡ φύσις, μᾶλλον δ´ ἡ
ὕλη στέρησις οὖσα διαφθείρει πολλάκις καὶ ἀναλύει τὸ
γιγνόμενον ὑπὸ τῆς κρείττονος αἰτίας, οὕτω μαντικῶν οἶμαι
δυνάμεων σκοτώσεις ἑτέρας καὶ ἀναιρέσεις εἶναι, πολλὰ
καλὰ τοῦ θεοῦ διδόντος ἀνθρώποις ἀθάνατον δὲ μηδέν·
ὥστε θνήσκειν καὶ τὰ θεῶν θεοὺς δ´ οὒ κατὰ τὸν Σοφοκλέα.
Τὴν δ´ οὐσίαν αὐτῶν καὶ δύναμιν ἐν τῇ
φύσει καὶ τῇ ὕλῃ φασὶ δεῖν οἱ θεοφιλεῖς ζητεῖν, τῷ θεῷ
τῆς ἀρχῆς ὥσπερ ἐστὶ δίκαιον φυλαττομένης. εὔηθες γάρ
ἐστι καὶ παιδικὸν κομιδῇ τὸ οἴεσθαι τὸν θεὸν αὐτὸν
ὥσπερ τοὺς ἐγγαστριμύθους Εὐρυκλέας πάλαι νυνὶ δὲ
Πύθωνας προσαγορευομένους ἐνδυόμενον εἰς τὰ σώματα
τῶν προφητῶν ὑποφθέγγεσθαι τοῖς ἐκείνων στόμασι καὶ
φωναῖς χρώμενον ὀργάνοις. - - - καταμιγνὺς ἀνθρωπίναις
χρείαις οὐ φείδεται τῆς σεμνότητος οὐδὲ τηρεῖ τὸ ἀξίωμα
καὶ τὸ μέγεθος αὐτῷ τῆς ἀρετῆς.‘
[10] Καὶ ὁ Κλεόμβροτος ’ὀρθῶς λέγεις· ἀλλ´ ἐπεὶ τὸ
λαβεῖν καὶ διορίσαι, πῶς χρηστέον καὶ μέχρι τίνων τῇ
προνοίᾳ, χαλεπόν, οἱ μὲν οὐδενὸς ἁπλῶς τὸν θεὸν οἱ δ´
ὁμοῦ τι πάντων αἴτιον ποιοῦντες ἀστοχοῦσι τοῦ μετρίου
καὶ πρέποντος. εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες, ὅτι
Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον
ἐξευρών, ὃ νῦν ὕλην καὶ φύσιν καλοῦσιν, πολλῶν
ἀπήλλαξε καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους· | ἐμοὶ
δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν
δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων τρόπον τινὰ
τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον
ἐξευρόντες· εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος
οὗτός ἐστιν εἴτε Θρᾴκιος ἀπ´ Ὀρφέως εἴτ´ Αἰγύπτιος ἢ
Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα
πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ
δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δ´ Ὅμηρος μὲν ἔτι
φαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ
τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων· Ἡσίοδος
δὲ καθαρῶς καὶ διωρισμένως πρῶτος ἐξέθηκε τῶν λογικῶν
τέσσαρα γένη, θεοὺς εἶτα δαίμονας εἶθ´ ἥρωας τὸ δ´
ἐπὶ πᾶσιν ἀνθρώπους, ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολὴν
τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθοὺς
τῶν δ´ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων. ἕτεροι δὲ μεταβολὴν
τοῖς τε σώμασιν ὁμοίως ποιοῦσι καὶ ταῖς ψυχαῖς·
ὥσπερ γὰρ ἐκ γῆς ὕδωρ ἐκ δ´ ὕδατος ἀὴρ ἐκ δ´ ἀέρος
πῦρ γεννώμενον ὁρᾶται τῆς οὐσίας ἄνω φερομένης, οὕτως
ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας ἐκ δ´ ἡρώων εἰς δαίμονας αἱ
βελτίονες ψυχαὶ τὴν μεταβολὴν λαμβάνουσιν, ἐκ δὲ δαιμόνων
ὀλίγαι μὲν ἐν χρόνῳ πολλῷ δι´ ἀρετὴν καθαρθεῖσαι
παντάπασι θειότητος μετέσχον. ἐνίαις δὲ συμβαίνει μὴ
κρατεῖν ἑαυτῶν, ἀλλ´ ὑφιεμέναις καὶ ἐνδυομέναις πάλιν
σώμασι θνητοῖς ἀλαμπῆ καὶ ἀμυδρὰν ζωὴν ὥσπερ ἀναθυμίασιν
ἴσχειν.‘
[11] ’Ὁ δ´ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ
χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς· λέγει γὰρ ἐν
τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος
‘Ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη,
ἀνδρῶν ἡβώντων· ἔλαφος δέ τε τετρακόρωνος·
τρεῖς δ´ ἐλάφους ὁ κόραξ γηράσκεται· αὐτὰρ ὁ φοίνιξ
ἐννέα τοὺς κόρακας· δέκα δ´ ἡμεῖς τοὺς φοίνικας
νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο.’
Τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν
οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός·
ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια ἔτη καὶ ἑπτακόσια
καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς, ἔλαττον μὲν
οὗ νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δ´ οὗ
Πίνδαρος εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν ‘ἰσοδένδρου
τέκμωρ αἰῶνος λαχούσας,’ διὸ καὶ καλεῖν αὑτὰς
ἁμαδρυάδας.‘ ἔτι δ´ αὐτοῦ λέγοντος Δημήτριος ὑπολαβών
’πῶς‘ ἔφη ’λέγεις, ὦ Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι
τὸν ἐνιαυτόν; οὔτε γάρ ‘ἡβῶντος’ οὔτε ‘γηρῶντος’, ὡς
ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτός
ἐστιν. ἀλλ´ οἱ μὲν ‘ἡβώντων’ ἀναγιγνώσκοντες ἔτη τριάκοντα
ποιοῦσι τὴν γενεὰν καθ´ Ἡράκλειτον, ἐν ᾧ χρόνῳ
γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας,
οἱ δέ ‘γηρώντων’ πάλιν, οὐχ ‘ἡβώντων’ γράφοντες ὀκτὼ
καὶ ἑκατὸν ἔτη νέμουσι τῇ γενεᾷ· τὰ γὰρ πεντήκοντα καὶ
τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον
ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων
καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων, οὓς καὶ Πλάτων
ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ
ὁ λόγος ὅλος ᾐνίχθαι δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν,
ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας,
‘αἵ τ´ ἄλσεα καλὰ νέμονται
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.’‘
[12] Καὶ ὁ Κλεόμβροτος ’ἀκούω ταῦτ´‘ ἔφη ’πολλῶν καὶ
ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ
τὰ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω καὶ τὰ Ἡσιόδου καὶ
συνεξάπτουσαν· | ἀλλ´ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι
λεγομένην, τά τ´ ἀμήχανα καὶ ὧν ὑπόμνησις
τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον
ἐκδύεσθαι ἐπὶ τοὺς ὑπερβάλλοντας. οὐκ ἐνιαυτὸς ἀρχὴν
ἐν αὑτῷ καὶ τελευτὴν ὁμοῦ τι ‘πάντων ὧν φέρουσιν
ὧραι γῆ δὲ φύει’ περιεσχηκὼς οὐδ´ ἀνθρώπων ἀπὸ τρόπου
γενεὰ κέκληται; καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου τὸν
Ἡσίοδον ἀνθρωπίνην ζωὴν τὴν γενεὰν λέγειν. ἦ γὰρ οὐχ
οὕτως;‘ συνέφησεν ὁ Δημήτριος. ’ἀλλὰ μὴν κἀκεῖνο
δῆλον‘ ὁ Κλεόμβροτος εἶπε ’τὸ πολλάκις τὸ μετροῦν καὶ
τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι,
κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον
οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον
καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν, οὕτω τὸν ἐνιαυτόν,
ᾧ πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ
γενεὰν ὠνόμασε. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν
ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ
λαμπρῶν ὡς ἐν ἀριθμοῖς· ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων
εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν ἐκ τῶν
ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων ***
τεσσάρων· τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα
δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν.
ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ
διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων ὁ χρόνος ᾖ κἂν
ἐλάττων κἂν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει
δαίμονος ψυχὴ καὶ ἥρωος τὸν βίον, οὐδὲν ἧττον ὃ
βούλεται δεδείξεται μετὰ μαρτύρων σαφῶν καὶ παλαιῶν,
ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων
δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας,
οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων
ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.‘
[13] ’Παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης
μὲν, ὁ Πλάτωνος ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων,
θείῳ μὲν ἀπεικάσας τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ
σκαληνὸν τὸ δ´ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γὰρ ἴσον
πάντῃ τὸ δ´ ἄνισον πάντῃ, τὸ δὲ πῆ μὲν ἴσον πῆ δ´ ἄνισον,
ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ
θεοῦ δύναμιν. ἡ δὲ φύσις αἰσθητὰς εἰκόνας ἐξέθηκε καὶ
ὁμοιότητας ὁρωμένας, θεῶν μὲν ἥλιον καὶ ἄστρα θνητῶν
δὲ σέλα καὶ κομήτας καὶ διᾴττοντας, ὡς Εὐριπίδης εἴκασεν
ἐν οἷς εἶπεν
‘ὁ δ´ ἄρτι θάλλων σάρκα διοπετὴς ὅπως
ἀστὴρ ἀπέσβη, πνεῦμ´ ἀφεὶς ἐς αἰθέρα·’
Μικτὸν δὲ σῶμα καὶ μίμημα δαιμόνιον ὄντως τὴν σελήνην,
ἣν τῷ τῇ τούτου τοῦ γένους συνᾴδειν περιφορᾷ φθίσεις
φαινομένας δεχομένην καὶ αὐξήσεις καὶ μεταβολὰς ὁρῶντες
οἱ μὲν ἄστρον γεῶδες οἱ δ´ ὀλυμπίαν γῆν οἱ δὲ χθονίας
ὁμοῦ καὶ οὐρανίας κλῆρον Ἑκάτης προσεῖπον. ὥσπερ
οὖν εἰ τὸν ἀέρα τις ἀνέλοι καὶ ὑποσπάσειε τὸν μεταξὺ γῆς
καὶ σελήνης, τὴν ἑνότητα διαλύσει καὶ τὴν κοινωνίαν τοῦ
παντὸς ἐν μέσῳ κενῆς καὶ ἀσυνδέτου χώρας γενομένης,
οὕτως οἱ δαιμόνων γένος μὴ ἀπολείποντες ἀνεπίμικτα τὰ
τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυνάλλακτα, τὴν
ἑρμηνευτικήν, ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν
ἀναιροῦντες φύσιν, ἢ πάντα φύρειν ἅμα καὶ ταράττειν
ἀναγκάζουσιν ἡμᾶς τοῖς ἀνθρωπίνοις πάθεσι καὶ
πράγμασι τὸν θεὸν ἐμβιβάζοντας καὶ κατασπῶντας ἐπὶ
τὰς χρείας, ὥσπερ αἱ Θετταλαὶ λέγονται τὴν σελήνην. |
ἀλλ´ ἐκείνων μὲν ἐν γυναιξὶ τὸ πανοῦργον ἔσχε πίστιν,
Ἀγλαονίκης τῆς Ἡγήτορος, ὥς φασιν, ἀστρολογικῆς γυναικός,
ἐν ἐκλείψει σελήνης ἀεὶ προσποιουμένης γοητεύειν
καὶ καθαιρεῖν αὐτήν· ἡμεῖς δὲ μήτε μαντείας τινὰς ἀθειάστους
εἶναι λέγοντας ἢ τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους
ὑπὸ θεῶν ἀκούωμεν μήτ´ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις
ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι
δοξάζωμεν, ἀλλ´ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς
θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ γραμματεῦσι δαίμονας
νομίζωμεν ἐπισκόπους θεῶν ἱερῶν καὶ μυστηρίων
ὀργιαστάς, ἄλλους δὲ τῶν ὑπερηφάνων καὶ μεγάλων τιμωροὺς
ἀδικιῶν περιπολεῖν. τοὺς δὲ πάνυ σεμνῶς ὁ Ἡσίοδος
‘ἁγνούς’ προσεῖπε ‘πλουτοδότας, καὶ τοῦτο
γέρας βασιλήιον ἔχοντας’, ὡς βασιλικοῦ τοῦ εὖ ποιεῖν
ὄντος. εἰσὶ γάρ, ὡς ἐν ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς
διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς
καὶ ἀμαυρὸν ἔτι λείψανον ὥσπερ περίττωμα τοῖς δὲ πολὺ
καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ
θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ
διαφυλάττουσιν ἐνδιεσπαρμένα.‘
[14] ’Περὶ μὲν οὖν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας
ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων
ἀληθείας, ‘εὔστομά μοι κείσθω’ καθ´ Ἡρόδοτον·
ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ
σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί
τε καὶ κοπετοὶ πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς
‘μανίαι τ´ ἀλαλαί τ´ ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ’,
θεῶν μὲν οὐδενὶ δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα
φήσαιμ´ ἂν τελεῖσθαι μειλίχια καὶ παραμύθια. καὶ τὰς
πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς ἀπαιτεῖν ἢ
προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἠνέσχοντο
βασιλεῖς καὶ στρατηγοὶ παῖδας αὑτῶν ἐπιδιδόντες καὶ
καταρχόμενοι καὶ σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων
ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες
ἀλαστόρων, ἐνίων δὲ μανικοὺς καὶ τυραννικοὺς
ἔρωτας οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ διὰ
σωμάτων ὁμιλεῖν. ἀλλ´ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει
διὰ παρθένον, οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι
δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην
σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι καὶ
πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ
τύχωσιν ὧν ἐρῶσιν. ἔνιοι δὲ τοὐναντίον, ὥσπερ ἐν Κρήτῃ
χρόνον συχνὸν διάγων ἔγνων ἄτοπόν τινα τελουμένην
ἑορτήν, ἐν ᾗ καὶ εἴδωλον ἀνδρὸς ἀκέφαλον ἀναδεικνύουσι
καὶ λέγουσιν ὡς οὗτος ἦν Μόλος ὁ Μηριόνου πατήρ,
νύμφῃ δὲ πρὸς βίαν συγγενόμενος ἀκέφαλος εὑρεθείη.‘
[15] ’Καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ
ᾄδουσι τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας θεῶν κρύψεις
τε καὶ φυγὰς καὶ λατρείας, οὐ θεῶν εἰσιν ἀλλὰ δαιμόνων
παθήματα καὶ τύχαι μνημονευόμεναι δι´ ἀρετὴν καὶ δύναμιν
αὐτῶν, καὶ οὔτ´ Αἰσχύλος εἶπεν ὀρθῶς
‘ἁγνόν τ´ Ἀπόλλω φυγάδ´ ἀπ´ οὐρανοῦ θεόν’,
οὔθ´ ὁ Σοφοκλέους Ἄδμητος
‘οὑμὸς δ´ ἀλέκτωρ αὐτὸν ἦγε πρὸς μύλην·’
πλεῖστον δὲ τῆς ἀληθείας διαμαρτάνουσιν οἱ Δελφῶν
θεολόγοι νομίζοντες ἐνταῦθά ποτε πρὸς ὄφιν τῷ θεῷ
περὶ τοῦ χρηστηρίου μάχην γενέσθαι καὶ ταῦτα ποιητὰς
καὶ λογογράφους ἐν θεάτροις ἀγωνιζομένους λέγειν ἐῶντες,
| ὥσπερ ἐπίτηδες ἀντιμαρτυροῦντας ὧν δρῶσιν ἱεροῖς
τοῖς ἁγιωτάτοις‘. θαυμάσαντος δὲ τοῦ Φιλίππου (παρῆν
γὰρ ὁ συγγραφεύς) καὶ πυθομένου, τίσιν ἀντιμαρτυρεῖν
θεοῖς οἴεται τοὺς ἀνταγωνιζομένους· ’τούτοις‘
ἔφη ’τοῖς περὶ τὸ χρηστήριον, οἷς ἄρτι τοὺς ἔξω Πυλῶν
πάντας Ἕλληνας ἡ πόλις κατοργιάζουσα μέχρι Τεμπῶν
ἐλήλακεν. ἥ τε γὰρ ἱσταμένη καλιὰς ἐνταῦθα περὶ τὴν
ἅλω δι´ ἐννέα ἐτῶν οὐ φωλεοῦ δὴ τοῦ δράκοντος χειά,
ἀλλὰ μίμημα τυραννικῆς ἢ βασιλικῆς ἐστιν οἰκήσεως· ἥ τε
μετὰ σιγῆς ἐπ´ αὐτὴν διὰ τῆς ὀνομαζομένης Δολωνίας
ἔφοδος, ᾗ Λαβυάδαι τὸν ἀμφιθαλῆ κόρον ἡμμέναις δᾳσὶν
ἄγουσι καὶ προσβαλόντες τὸ πῦρ τῇ καλιάδι καὶ τὴν
τράπεζαν ἀνατρέψαντες ἀνεπιστρεπτὶ φεύγουσι διὲκ θυρῶν
τοῦ ἱεροῦ· καὶ τελευταῖον αἵ τε πλάναι καὶ ἡ λατρεία
τοῦ παιδὸς οἵ τε γιγνόμενοι περὶ τὰ Τέμπη καθαρμοὶ
μεγάλου τινὸς ἄγους καὶ τολμήματος ὑποψίαν ἔχουσι.
παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλω κτείναντα
θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον,
εἶτ´ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν
ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶ πραΰνοντες,
οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς
ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας.
ὃν δ´ ἤκουσα λόγον ἤδη περὶ τῆς φυγῆς ταύτης
καὶ τῆς μεταστάσεως, ἄτοπος μέν ἐστι δεινῶς καὶ παράδοξος·
εἰ δ´ ἀληθείας τι μετέχει, μὴ μικρὸν οἰώμεθα
μηδὲ κοινὸν εἶναι τὸ πραχθὲν ἐν τοῖς τότε χρόνοις περὶ
τὸ χρηστήριον. ἀλλ´ ἵνα μὴ τὸ Ἐμπεδόκλειον ποιεῖν δόξω
‘κορυφὰς ἑτέρας ἑτέρῃσι προσάπτων
μύθων μὴ τελέειν ἀτραπὸν μίαν’,
ἐάσατέ με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος· ἤδη
γὰρ ἐπ´ αὐτῷ γεγόναμεν· καὶ τετολμήσθω μετὰ πολλοὺς
εἰρῆσθαι καὶ ἡμῖν, ὅτι τοῖς περὶ τὰ μαντεῖα καὶ χρηστήρια
τεταγμένοις δαιμονίοις ἐκλείπουσί τε κομιδῇ συνεκλείπει
τὰ τοιαῦτα καὶ φυγόντων ἢ μεταστάντων ἀποβάλλει τὴν
δύναμιν, εἶτα παρόντων αὖθις διὰ χρόνου πολλοῦ καθάπερ
ὄργανα φθέγγεται τῶν χρωμένων ἐπιστάντων καὶ παρόντων.‘
[16] Ταῦτα τοῦ Κλεομβρότου διελθόντος ὁ Ἡρακλέων
’οὐδεὶς μέν‘ ἔφη ’τῶν βεβήλων καὶ ἀμυήτων καὶ περὶ
θεῶν δόξας ἀσυγκράτους ἡμῖν ἐχόντων πάρεστιν· αὐτοὶ
δὲ παραφυλάττωμεν αὑτούς, ὦ Φίλιππε, μὴ λάθωμεν
ἀτόπους ὑποθέσεις καὶ μεγάλας τῷ λόγῳ διδόντες‘. ’εὖ
λέγεις‘ ὁ Φίλιππος εἶπεν· ’ἀλλὰ τί μάλιστά σε δυσωπεῖ
τῶν ὑπὸ Κλεομβρότου τιθεμένων;‘ καὶ ὁ Ἡρακλέων ’τὸ
μὲν ἐφεστάναι τοῖς χρηστηρίοις‘ εἶπε ’μὴ θεοὺς οἷς ἀπηλλάχθαι
τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας
ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι· τὸ δὲ τοῖς
δαίμοσι τούτοις μονονουχὶ δράγδην λαμβάνοντας ἐκ τῶν
ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας
θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ
ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.‘
ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον,
ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας· πυθόμενος δὲ τοὔνομα καὶ
τὴν πόλιν ’οὐδ´ ἡμᾶς αὐτούς‘ ἔφη ’λανθάνομεν, ὦ Ἡρακλέων,
ἐν λόγοις ἀτόποις γεγονότες· ἀλλ´ οὐκ ἔστι περὶ
πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς
ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας ὃ
δίδως ἀφαιρούμενος· ὁμολογεῖς γὰρ εἶναι δαίμονας, τῷ δὲ
μὴ φαύλους ἀξιοῦν εἶναι μηδὲ θνητοὺς οὐκέτι δαίμονας
φυλάττεις· | τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατ´
οὐσίαν τὸ ἄφθαρτον καὶ κατ´ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον
ἔχουσι;‘
[17] Πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου
τι πρὸς αὑτὸν ὁ Φίλιππος ’ἀλλὰ φαύλους μέν‘ ἔφη ’δαίμονας
οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ
καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος·
ἔτι δὲ Δημόκριτος εὐχόμενος ‘εὐλόγχων εἰδώλων’
τυγχάνειν, ᾗ δῆλος ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς
γιγνώσκων ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς. περὶ
δὲ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ
ἄφρονος οὐδ´ ἀλαζόνος. Αἰμιλιανοῦ γὰρ τοῦ ῥήτορος, οὗ
καὶ ὑμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατήρ, ἐμὸς
πολίτης καὶ διδάσκαλος γραμματικῶν. οὗτος ἔφη ποτὲ
πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς ἐμπορικὰ χρήματα καὶ
συχνοὺς ἐπιβάτας ἀγούσης· ἑσπέρας δ´ ἤδη περὶ τὰς
Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα, καὶ τὴν ναῦν
διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ
τοὺς πλείστους, πολλοὺς δὲ καὶ πίνειν ἔτι δεδειπνηκότας·
ἐξαίφνης δὲ φωνὴν ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι,
Θαμοῦν τινος βοῇ καλοῦντος, ὥστε θαυμάζειν. ὁ δὲ
Θαμοῦς Αἰγύπτιος ἦν κυβερνήτης οὐδὲ τῶν ἐμπλεόντων
γνώριμος πολλοῖς ἀπ´ ὀνόματος. δὶς μὲν οὖν κληθέντα
σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι· κἀκεῖνον
ἐπιτείνοντα τὴν φωνὴν εἰπεῖν ‘ὁπόταν γένῃ κατὰ τὸ Παλῶδες,
ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκε.’ τοῦτ´ ἀκούσαντας
ὁ Ἐπιθέρσης ἔφη πάντας ἐκπλαγῆναι καὶ διδόντων
ἑαυτοῖς λόγον εἴτε ποιῆσαι βέλτιον εἴη τὸ προστεταγμένον
εἴτε μὴ πολυπραγμονεῖν ἀλλ´ ἐᾶν, οὕτως γνῶναι
τὸν Θαμοῦν, εἰ μὲν εἴη πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα,
νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης ἀνειπεῖν
ὃ ἤκουσεν. ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε
πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα
τὸν Θαμοῦν πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι ‘ὁ
μέγας Πὰν τέθνηκεν’. οὐ φθῆναι δὲ παυσάμενον αὐτὸν καὶ
γενέσθαι μέγαν οὐχ ἑνὸς ἀλλὰ πολλῶν στεναγμὸν ἅμα
θαυμασμῷ μεμιγμένον. οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων
ταχὺ τὸν λόγον ἐν Ῥώμῃ σκεδασθῆναι, καὶ τὸν
Θαμοῦν γενέσθαι μετάπεμπτον ὑπὸ Τιβερίου Καίσαρος.
οὕτω δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον, ὥστε διαπυνθάνεσθαι
καὶ ζητεῖν περὶ τοῦ Πανός· εἰκάζειν δὲ τοὺς
περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ
Πηνελόπης γεγενημένον.‘ ὁ μὲν οὖν Φίλιππος εἶχε καὶ
τῶν παρόντων ἐνίους μάρτυρας Αἰμιλιανοῦ τοῦ γέροντος
ἀκηκοότας.
[18] Ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν
νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων
καὶ ἡρώων ὀνομάζεσθαι· πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ
θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην
τῶν ἐρήμων ἔχουσαν οὐ πολλοὺς τοὺς ἐποικοῦντας ἱεροὺς
δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας. ἀφικομένου
δ´ αὐτοῦ νεωστὶ σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ
διοσημίας πολλὰς γενέσθαι καὶ πνεύματα καταρραγῆναι καὶ
πεσεῖν πρηστῆρας· ἐπεὶ δ´ ἐλώφησε, λέγειν τοὺς νησιώτας
ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν. ’ὡς γὰρ λύχνος
ἀναπτόμενος‘ φάναι ’δεινὸν οὐδὲν ἔχει σβεννύμενος δὲ πολλοῖς
λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν
ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις
αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νυνί, πνεύματα καὶ
ζάλας τρέφουσι, πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν ἀέρα
φαρμάττουσιν.‘ | ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν
Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα·
δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι, πολλοὺς
δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.
[19] Ὑπολαβὼν δ´ ὁ Κλεόμβροτος ’ἔχω μέν‘ ἔφη ’καὶ
ἐγὼ τοιαῦτα διελθεῖν, ἀρκεῖ δὲ πρὸς τὴν ὑπόθεσιν τὸ
μηδὲν ἐναντιοῦσθαι μηδὲ κωλύειν ἔχειν οὕτω ταῦτα. καίτοι
τοὺς Στωικούς‘ ἔφη ’γιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων
ἣν λέγω δόξαν ἔχοντας,
ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους
ἀιδίῳ καὶ ἀφθάρτῳ· τοὺς δ´ ἄλλους καὶ γεγονέναι καὶ
φθαρήσεσθαι νομίζοντας. Ἐπικουρείων δὲ χλευασμοὺς
καὶ γέλωτας οὔτι φοβητέον οἷς τολμῶσι χρῆσθαι
καὶ κατὰ τῆς προνοίας μῦθον αὐτὴν ἀποκαλοῦντες. ἡμεῖς
δὲ τὴν ἀπειρίαν μῦθον εἶναί φαμεν ἐν κόσμοις τοσούτοις
μηδένα λόγῳ θείῳ κυβερνώμενον ἔχουσαν, ἀλλὰ πάντας
ἐκ ταὐτομάτου καὶ γεγονότας καὶ συνισταμένους. εἰ δὲ
χρὴ γελᾶν ἐν φιλοσοφίᾳ, τὰ εἴδωλα γελαστέον τὰ κωφὰ
καὶ τυφλὰ καὶ ἄψυχα, ἃ ποιμαίνουσιν ἀπλέτους ἐτῶν
περιόδους ἐπιφαινόμενα καὶ περινοστοῦντα πάντῃ, τὰ μὲν
ἔτι ζώντων τὰ δὲ πάλαι κατακαέντων ἢ κατασαπέντων
ἀπορρυέντα, φλεδόνας καὶ σκιὰς ἕλκοντες εἰς φυσιολογίαν,
ἂν δὲ φῇ τις εἶναι δαίμονας οὐ φύσει μόνον ἀλλὰ καὶ
λόγοις καὶ τὸ σῴζεσθαι καὶ διαμένειν πολὺν χρόνον
ἔχοντας, δυσκολαίνοντες.‘
[20] Ῥηθέντων δὲ τούτων ὁ Ἀμμώνιος ’ὀρθῶς‘ ἔφη ’μοι
δοκεῖ Θεόφραστος ἀποφήνασθαι ‘τί γὰρ κωλύει φωνὴν
δέξασθαι σεμνὴν καὶ φιλοσοφωτάτην; καὶ γὰρ ἀθετουμένη
πολλὰ τῶν ἐνδεχομένων ἀποδειχθῆναι δὲ μὴ δυναμένων
ἀναιρεῖ, καὶ τιθεμένη πολλὰ συνεφέλκεται τῶν
ἀδυνάτων καὶ ἀνυπάρκτων’ ὃ μέντοι μόνον ἀκήκοα
τῶν Ἐπικουρείων λεγόντων πρὸς τοὺς εἰσαγομένους ὑπ´
Ἐμπεδοκλέους δαίμονας, ὡς οὐ δυνατὸν
εἶναι φαύλους καὶ ἁμαρτητικοὺς ὄντας μακαρίους καὶ
μακραίωνας, πολλὴν τυφλότητα τῆς κακίας ἐχούσης καὶ
τὸ περιπτωτικὸν τοῖς ἀναιρετικοῖς, εὔηθές ἐστιν. οὕτω
γὰρ Ἐπίκουρός τε χείρων Γοργίου φανεῖται τοῦ σοφιστοῦ
καὶ Μητρόδωρος Ἀλέξιδος τοῦ κωμῳδοποιοῦ· διπλάσιον
γὰρ οὗτος ἔζησε Μητροδώρου, Ἐπικούρου δ´ ἐκεῖνος
πλέον ἢ ἐπίτριτον. ἄλλως γὰρ ἰσχυρὸν ἀρετὴν καὶ κακίαν
ἀσθενὲς λέγομεν, οὐ πρὸς διαμονὴν καὶ διάλυσιν σώματος·
ἐπεὶ καὶ τῶν θηρίων πολλὰ μὲν δυσκίνητα καὶ νωθρὰ
ταῖς ψυχαῖς ὄντα πολλὰ δ´ ἀκόλαστα καὶ ἄτακτα τῶν
συνετῶν καὶ πανούργων χρόνους ζῇ μακροτέρους. ὅθεν
οὐκ εὖ τῷ θεῷ τὴν ἀιδιότητα ποιοῦσιν ἐκ φυλακῆς καὶ
διακρούσεως τῶν ἀναιρετικῶν. ἔδει γὰρ ἐν τῇ φύσει τοῦ
μακαρίου τὸ ἀπαθὲς καὶ ἄφθαρτον εἶναι μηδεμιᾶς πραγματείας
δεόμενον. ἀλλ´ ἴσως τὸ λέγειν πρὸς μὴ παρόντας
οὐκ εὔγνωμον φαίνεται. πάλιν οὖν ὁ Κλεόμβροτος ἡμῖν ὃν
ἄρτι περὶ τῆς μεταστάσεως καὶ φυγῆς τῶν δαιμονίων
ἀφῆκε λόγον ἀναλαβεῖν δίκαιός ἐστι.‘
[21] Καὶ ὁ Κλεόμβροτος ’ἀλλὰ θαυμάσαιμ´ ἄν‘ εἶπεν
’εἰ μὴ πολὺ φαίνεται τῶν εἰρημένων ὑμῖν ἀτοπώτερος.
καίτοι δοκεῖ φυσιολογίας ἔχεσθαι, καὶ Πλάτων αὐτῷ
παρέσχε τὸ ἐνδόσιμον οὐχ ἁπλῶς ἀποφηνάμενος ἐκ δόξης
δ´ ἀμαυρᾶς καὶ ὑπόνοιαν ἐμβαλὼν αἰνιγματώδη μετ´
εὐλαβείας· ἀλλ´ ὅμως πολλὴ γέγονε κἀκείνου καταβόησις
ὑπὸ τῶν ἄλλων φιλοσόφων. | ἐπεὶ δὲ μύθων καὶ λόγων
ἀναμεμιγμένων κρατὴρ ἐν μέσῳ πρόκειται (καὶ ποῦ τις
ἂν εὐμενεστέροις ἀκροαταῖς ἐπιτυχὼν ὥσπερ νομίσματα
ξενικὰ τούτους δοκιμάσειε τοὺς λόγους;), οὐκ ὀκνῶ χαρίζεσθαι
βαρβάρου διήγησιν ἀνδρός, ὃν πλάναις πολλαῖς
καὶ μήνυτρα τελέσας μεγάλα περὶ τὴν Ἐρυθρὰν θάλασσαν
ἀνθρώποις ἀνὰ πᾶν ἔτος ἅπαξ ἐντυγχάνοντα τἄλλα δὲ
συνόντα νύμφαις νομάσι καὶ δαίμοσιν, ὡς ἔφασκε, μόλις
ἐξανευρὼν ἔτυχον λόγου καὶ φιλοφροσύνης. κάλλιστος μὲν
. ἦν ὧν εἶδον ἀνθρώπων ὀφθῆναι νόσου τε πάσης ἀπαθὴς
διετέλει, καρπόν τινα πόας φαρμακώδη καὶ πικρὸν ἑκάστου
μηνὸς ἅπαξ προσφερόμενος· γλώσσαις δὲ πολλαῖς
ἤσκητο χρῆσθαι, πρὸς δ´ ἐμὲ τὸ πλεῖστον ἐδώριζεν οὐ
πόρρω μελῶν. φθεγγομένου δὲ τὸν τόπον εὐωδία κατεῖχε
τοῦ στόματος ἥδιστον ἀποπνέοντος. ἡ μὲν οὖν ἄλλη
μάθησις καὶ ἱστορία συνῆν αὐτῷ τὸν πάντα χρόνον· εἰς δὲ
μαντικὴν ἐνεπνεῖτο μίαν ἡμέραν ἔτους ἑκάστου καὶ προεθέσπιζε
κατιὼν ἐπὶ θάλατταν, ἐπεφοίτων δὲ καὶ δυνάσται
καὶ γραμματεῖς βασιλέων εἶτ´ ἀπῄεσαν. ἐκεῖνος οὖν τὴν
μαντικὴν ἀνῆγεν εἰς δαίμονας· πλεῖστον δὲ Δελφῶν λόγον
εἶχε καὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ
δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων
ἔφασκεν εἶναι πάθη μεγάλα καὶ ταῦτα δὴ τὰ περὶ τὸν
Πύθωνα. τῷ δ´ ἀποκτείναντι μήτ´ ἐννέα ἐτῶν μήτ´ εἰς
τὰ Τέμπη γενέσθαι μετὰ τοῦτο τὴν φυγήν, ἀλλ´ ἐκπεσόντ´
ἐλθεῖν εἰς ἕτερον κόσμον, ὕστερον δ´ ἐκεῖθεν ἐνιαυτῶν
μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον
ἀληθῶς κατελθόντα τὸ χρηστήριον παραλαβεῖν τέως ὑπὸ
Θέμιδος φυλαττόμενον. οὕτως δ´ ἔχειν καὶ τὰ Τυφωνικὰ
καὶ τὰ Τιτανικά· δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας
εἶτα φυγὰς τῶν κρατηθέντων ἢ δίκας ὑπὸ θεοῦ τῶν
ἐξαμαρτόντων, οἷα Τυφὼν λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν
καὶ Κρόνος περὶ Οὐρανόν, ὧν ἀμαυρότεραι γεγόνασιν
αἱ τιμαὶ παρ´ ἡμῖν ἢ καὶ παντάπασιν ἐκλελοίπασι μεταστάντων
εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυνθάνομαι
τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾶν τὸν
Κρόνον· ἐπεὶ δ´ ἀποκτείνας τοὺς ἄρχοντας αὐτῶν, Ἄρσαλον
καὶ Δρύον καὶ Τρωσοβιόν, ἔφυγε καὶ μετεχώρησεν
ὁποιδήποτε (τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν), ἐκεῖνον μὲν
ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκιρροὺς θεοὺς προσαγορεύεσθαι,
καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ
καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν
ἔστιν ἐκ τῶν μυθολογουμένων. ‘εἰ δὲ τοῖς νενομισμένοις
τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν, οὐ θαυμαστέον’
εἶπεν ὁ ξένος· ‘ᾧ γὰρ ἕκαστος θεῷ συντέτακται
καὶ οὗ τῆς δυνάμεως καὶ τιμῆς μετείληχεν, ἀπὸ τούτου
φιλεῖ καλεῖσθαι. καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστι Δῖος ὁ δ´
Ἀθήναιος ὁ δ´ Ἀπολλώνιος ἢ Διονύσιος ἢ Ἑρμαῖος· ἀλλ´
ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ
μηδὲν προσηκούσας ἀλλ´ ἐνηλλαγμένας ἐκτήσαντο θεῶν
παρωνυμίας.’‘
[22] Σιωπήσαντος δὲ τοῦ Κλεομβρότου πᾶσι μὲν ὁ λόγος
ἐφάνη θαυμαστός, τοῦ δ´ Ἡρακλέωνος πυθομένου πῆ
ταῦτα προσήκει Πλάτωνι καὶ πῶς ἐκεῖνος τὸ ἐνδόσιμον
τῷ λόγῳ τούτῳ παρέσχεν, ὁ Κλεόμβροτος ’εὖ μνημονεύεις‘
εἶπεν ’ὅτι τὴν μὲν ἀπειρίαν αὐτόθεν ἀπέγνω τῶν κόσμων, |
περὶ δὲ πλήθους ὡρισμένου διηπόρησε, καὶ μέχρι τῶν
πέντε τοῖς ὑποτιθεμένοις κατὰ στοιχεῖον ἕνα κόσμον ἐπιχωρήσας
τὸ εἰκὸς αὐτὸς ἑαυτὸν ἐφ´ ἑνὸς ἐτήρησεν. καὶ
δοκεῖ τοῦτο Πλάτωνος ἴδιον εἶναι, τῶν ἄλλων σφόδρα
φοβηθέντων τὸ πλῆθος, ὡς τοὺς ἑνὶ τὴν ὕλην μὴ ὁρίσαντας
ἀλλ´ ἐκβάντας εὐθὺς ἀορίστου καὶ χαλεπῆς ἀπειρίας ὑπολαμβανούσης‘.
’ὁ δὲ ξένος‘ ἔφην ἐγώ ’περὶ πλήθους κόσμων
ὥριζεν ᾗ Πλάτων ἤ, ὅτε συνεγένου τῷ ἀνδρὶ τούτῳ,
οὐδὲ διεπειράθης;‘ ’ἀλλ´ οὐκ ἔμελλον‘ εἶπεν ὁ Κλεόμβροτος
’εἰ μηδὲν ἄλλο, τῶν περὶ ταῦτα λιπαρὴς εἶναι καὶ
πρόθυμος ἀκροατὴς ἐνδιδόντος ἑαυτὸν ἵλεων καὶ παρέχοντος;
ἔλεγε δὲ μήτ´ ἀπείρους μήθ´ ἕνα μήτε πέντε
κόσμους, ἀλλὰ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑκατὸν εἶναι
συντεταγμένους κατὰ σχῆμα τριγωνοειδές, οὗ πλευρὰν
ἑκάστην ἑξήκοντα κόσμους ἔχειν· τριῶν δὲ τῶν λοιπῶν
ἕκαστον ἱδρῦσθαι κατὰ γωνίαν, ἅπτεσθαι δὲ τοὺς ἐφεξῆς
ἀλλήλων ἀτρέμα περιιόντας ὥσπερ ἐν χορείᾳ· τὸ δ´ ἐντὸς
ἐπίπεδον τοῦ τριγώνου κοινὴν ἑστίαν εἶναι πάντων, καλεῖσθαι
δὲ πεδίον ἀληθείας, ἐν ᾧ τοὺς λόγους καὶ τὰ εἴδη καὶ
τὰ παραδείγματα τῶν γεγονότων καὶ τῶν γενησομένων
ἀκίνητα κεῖσθαι, καὶ περὶ αὐτὰ τοῦ αἰῶνος ὄντος οἷον
ἀπορροὴν ἐπὶ τοὺς κόσμους φέρεσθαι τὸν χρόνον. ὄψιν δὲ
τούτων καὶ θέαν ψυχαῖς ἀνθρωπίναις ἅπαξ ἐν ἔτεσι μυρίοις
ὑπάρχειν, ἄν γ´ εὖ βιώσωσι· καὶ τῶν ἐνταῦθα τελετῶν
τὰς ἀρίστας ἐκείνης ὄνειρον εἶναι τῆς ἐποπτείας καὶ
τελετῆς· καὶ τοὺς λόγους ἀναμνήσεως ἕνεκα τῶν ἐκεῖ
φιλοσοφεῖσθαι καλῶν ἢ μάτην περαίνεσθαι. ταῦτ´‘ ἔφη
’περὶ τούτων μυθολογοῦντος ἤκουον ἀτεχνῶς καθάπερ
ἐν τελετῇ καὶ μυήσει, μηδεμίαν ἀπόδειξιν τοῦ λόγου μηδὲ
πίστιν ἐπιφέροντος.‘
[23] Κἀγὼ τὸν Δημήτριον προσαγορεύσας ’πῶς ἔχει‘
ἔφην ’τὰ τῶν μνηστήρων ἔπη τὸν Ὀδυσσέα θαυμασάντων
τὸ τόξον μεταχειριζόμενον;‘ ὑπομνησθέντος δὲ τοῦ Δημητρίου
’ταῦτ´‘ ἔφην ’ἐπέρχεται κἀμοὶ περὶ τοῦ ξένου εἰπεῖν
‘ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο’
δογμάτων δὲ καὶ λόγων παντοδαπῶν, καὶ πολυπλανὴς ἐν
γράμμασι καὶ οὐ βάρβαρος ἀλλ´ Ἕλλην γένος ἦν, πολλῆς
Ἑλληνίδος μούσης ἀνάπλεως. ἐλέγχει δ´ αὐτὸν ὁ τῶν
κόσμων ἀριθμὸς οὐκ ὢν Αἰγύπτιος οὐδ´ Ἰνδὸς ἀλλὰ
Δωριεὺς ἀπὸ Σικελίας, ἀνδρὸς Ἱμεραίου τοὔνομα Πέτρωνος.
αὐτοῦ μὲν ἐκείνου βιβλίδιον οὐκ ἀνέγνων οὐδ´ οἶδα
διασῳζόμενον, Ἵππυς δ´ ὁ Ῥηγῖνος, οὗ μέμνηται
Φανίας ὁ Ἐρέσιος, ἱστορεῖ δόξαν εἶναι ταύτην
Πέτρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς
κόσμους ὄντας ἁπτομένους δ´ ἀλλήλων κατὰ στοιχεῖον·
ὅ τι δὲ τοῦτ´ ἐστί, τὸ κατὰ στοιχεῖον ἅπτεσθαι, μὴ προσδιασαφῶν
μηδ´ ἄλλην τινὰ πιθανότητα προσάπτων.‘ ὑπολαβὼν
δ´ ὁ Δημήτριος ’τίς δ´ ἄν‘ εἶπεν ’ἐν τοιούτοις
πράγμασιν εἴη πιθανότης, ὅπου καὶ Πλάτων οὐδὲν εἰπὼν
εὔλογον οὐδ´ εἰκὸς οὕτω κατέβαλε τὸν λόγον;‘ καὶ ὁ
Ἡρακλέων ’ἀλλὰ μὴν ὑμῶν‘ ἔφη ’τῶν γραμματικῶν ἀκούομεν
εἰς Ὅμηρον ἀναγόντων τὴν δόξαν, ὡς
ἐκείνου τὸ πᾶν εἰς πέντε κόσμους διανέμοντος, οὐρανὸν
ὕδωρ ἀέρα γῆν ὄλυμπον. ὧν τὰ μὲν δύο κοινὰ καταλείπει,
γῆν μὲν τοῦ κάτω παντὸς οὖσαν ὄλυμπον δὲ τοῦ ἄνω
παντός· οἱ δ´ ἐν μέσῳ τρεῖς τοῖς τρισὶ θεοῖς ἀπεδόθησαν.
οὕτω δὲ καὶ Πλάτων ἔοικε τὰ κάλλιστα καὶ
πρῶτα σωμάτων εἴδη καὶ σχήματα συννέμων ταῖς τοῦ
ὅλου διαφοραῖς | πέντε κόσμους καλεῖν, τὸν γῆς τὸν ὕδατος
τὸν ἀέρος τὸν πυρός, ἔσχατον δὲ τὸν περιέχοντα τούτους,
ᾧ τὸ τοῦ δωδεκαέδρου πολύχυτον καὶ πολύτρεπτον ὡς
μάλιστα δὴ ταῖς ψυχικαῖς περιόδοις καὶ κινήσεσι πρέπον
σχῆμα καὶ συναρμόττον ἀπέδωκε.‘ καὶ ὁ Δημήτριος ’Ὅμηρον‘
ἔφη ’τί κινοῦμεν ἐν τῷ παρόντι; μύθων γὰρ ἅλις.
Πλάτων δὲ πολλοῦ δεῖ τὰς πέντε τοῦ κόσμου διαφορὰς
πέντε κόσμους προσαγορεύειν, ἐν οἷς τε μάχεται τοῖς
ἀπείρους κόσμους ὑποτιθεμένοις, αὐτὸς ἤδη φησὶ δοκεῖν
ἕνα τοῦτον εἶναι μονογενῆ τῷ θεῷ καὶ ἀγαπητόν, ἐκ τοῦ
σωματοειδοῦς παντὸς ὅλον καὶ τέλειον καὶ αὐτάρκη γεγενημένον.
ὅθεν ἄν τις καὶ θαυμάσειεν, ὅτι τἀληθὲς εἰπὼν
αὐτὸς ἑτέροις ἀπιθάνου καὶ λόγον οὐκ ἐχούσης ἀρχὴν
παρέσχε διανομῆς. τὸ μὲν γὰρ ἕνα μὴ φυλάξαι κόσμον
εἶχεν ἁμωσγέπως ὑπόθεσιν τὴν τοῦ παντὸς ἀπειρίαν, τὸ
δ´ ἀφωρισμένως ποιῆσαι τοσούτους καὶ μήτε πλείους τῶν
πέντε μήτ´ ἐλάττους κομιδῇ παράλογον καὶ πάσης πιθανότητος
ἀπηρτημένον, εἰ μή τι σὺ λέγεις‘ ἔφη πρὸς ἐμὲ
βλέψας. κἀγώ ’δοκεῖ γὰρ οὕτως‘ ἔφην ’ἀφέντας ἤδη τὸν
περὶ χρηστηρίων λόγον ὡς τέλος ἔχοντα μεταλαμβάνειν
ἕτερον τοσοῦτον;‘ ’οὐκ ἀφέντας‘ εἶπεν ὁ Δημήτριος ’ἐκεῖ–
νον, ἀλλὰ μὴ παρελθόντας τοῦτον ἀντιλαμβανόμενον
ἡμῶν. οὐ γὰρ ἐνδιατρίψομεν, ἀλλ´ ὅσον ἱστορῆσαι τὴν
πιθανότητα θιγόντες αὐτοῦ μέτιμεν ἐπὶ τὴν ἐξ ἀρχῆς
ὑπόθεσιν.‘
[24] ’Πρῶτον τοίνυν‘ ἔφην ἐγώ ’τὰ κωλύοντα ποιεῖν
κόσμους ἀπείρους οὐκ ἀπείργει πλείονας ἑνὸς ποιεῖν. καὶ
γὰρ θεὸν ἔστιν εἶναι καὶ μαντικὴν καὶ πρόνοιαν ἐν πλείοσι
κόσμοις καὶ τὸ μικροτάτην μὲν τύχην παρεμπίπτειν,
τὰ δὲ πλεῖστα καὶ μέγιστα τάξει λαμβάνειν γένεσιν καὶ
μεταβολήν, ὧν οὐδὲν ἡ ἀπειρία δέχεσθαι πέφυκεν.
ἔπειτα τῷ λόγῳ μᾶλλον ἕπεται τὸ τῷ θεῷ μὴ μονογενῆ
μηδ´ ἔρημον εἶναι τὸν κόσμον. ἀγαθὸς γὰρ ὢν τελέως
οὐδεμιᾶς ἀρετῆς ἐνδεής ἐστιν, ἥκιστα δὲ τῶν περὶ δικαιοσύνην
καὶ φιλίαν· κάλλισται γὰρ αὗται καὶ θεοῖς πρέπουσαι.
μάτην δ´ οὐδὲν ἔχειν οὐδ´ ἄχρηστον θεὸς πέφυκεν.
εἰσὶν οὖν ἐκτὸς ἕτεροι θεοὶ καὶ κόσμοι, πρὸς οὓς χρῆται
ταῖς κοινωνικαῖς ἀρεταῖς· οὐ γὰρ πρὸς αὑτὸν οὐδὲ μέρος αὑτοῦ
χρῆσίς ἐστι δικαιοσύνης ἢ χάριτος ἢ χρηστότητος ἀλλὰ
πρὸς ἄλλους. ὥστ´ οὐκ εἰκὸς ἄφιλον οὐδ´ ἀγείτονα τόνδ´
οὐδ´ ἄμικτον ἐν ἀπείρῳ κενῷ τὸν κόσμον σαλεύειν.
ἐπεὶ καὶ τὴν φύσιν ὁρῶμεν τὰ καθ´ ἕκαστα γένεσιν καὶ
εἴδεσιν οἷον ἀγγείοις ἢ περικαρπίοις σπέρματα περιέχουσαν·
οὐδὲν γὰρ ἐν ἀριθμῷ τῶν ὄντων ἔστιν, οὗ γε μὴ
λόγος ὑπάρχει κοινός, οὐδὲ τυγχάνει τῆς τοιᾶσδε προσηγορίας
ὃ μὴ κοινῶς ποιὸν ἢ ἰδίως ἐστίν. ὁ δὲ κόσμος
οὐ λέγεται κοινῶς εἶναι ποιός· ἰδίως τοίνυν ποιός ἐστιν
ἐκ διαφορᾶς τῆς πρὸς ἄλλα συγγενῆ καὶ ὁμοειδῆ γεγονὼς
τοιοῦτος. εἰ γὰρ οὔτ´ ἄνθρωπος εἷς οὔθ´ ἵππος ἐν τῇ
φύσει γέγονεν οὔτ´ ἄστρον οὔτε θεὸς οὔτε δαίμων, τί
κωλύει μηδὲ κόσμον ἕνα τὴν φύσιν ἔχειν ἀλλ´ ἢ πλείονας;
ὁ γὰρ λέγων, ὅτι καὶ γῆν μίαν ἔχει καὶ θάλατταν, ἐμφανές
τι παρορᾷ τὸ τῶν ὁμοιομερῶν· τήν τε γὰρ γῆν εἰς ὁμώνυμα
μέρη καὶ τὴν θάλατταν ὡσαύτως διαιροῦμεν, τοῦ
δὲ κόσμου μέρος οὐκέτι κόσμος ἀλλ´ ἐκ διαφόρων φύσεων
συνέστηκε.
[25] Καὶ μὴν ὅ γε μάλιστα φοβηθέντες
ἔνιοι καταναλίσκουσιν τὴν ὕλην εἰς τὸν κόσμον ἅπασαν,
ὡς μηδὲν ὑπολειπόμενον ἐκτὸς ἐνστάσεσιν ἢ πληγαῖς διαταράττοι
τὴν τοῦδε σύστασιν, οὐκ ὀρθῶς ἔδεισαν. πλειόνων
γὰρ ὄντων κόσμων ἰδίᾳ δ´ ἑκάστου συνειληχότος
οὐσίᾳ καὶ ὕλῃ μέτρον ὡρισμένον ἐχούσῃ καὶ πέρας, οὐδὲν
ἄτακτον οὐδ´ ἀκατακόσμητον οἷον περίττωμα λειφθήσεται
προσπῖπτον ἔξωθεν. ὁ γὰρ περὶ ἕκαστον λόγος ἐγκρατὴς
ὢν τῆς συννενεμημένης ὕλης οὐδὲν ἔκφορον ἐάσει καὶ
πλανώμενον ἐμπεσεῖν εἰς ἄλλον οὐδ´ εἰς ἑαυτὸν ἐξ ἄλλου
διὰ τὸ μήτε πλῆθος ἀόριστον καὶ ἄπειρον τὴν φύσιν ἔχειν
μήτε κίνησιν ἄλογον καὶ ἄτακτον. εἰ δὲ καί τις ἀπορροὴ
φέρεται πρὸς ἑτέρους ἀφ´ ἑτέρων, ὁμόφυλον εἰκὸς
εἶναι καὶ προσηνῆ καὶ πᾶσιν ἠπίως ἐπιμιγνυμένην ὥσπερ
αἱ τῶν ἀστέρων αὐγαὶ καὶ συγκράσεις, αὐτούς τε τέρπεσθαι
καθορῶντας ἀλλήλους εὐμενῶς, θεοῖς τε πολλοῖς καὶ
ἀγαθοῖς καθ´ ἕκαστον οὖσι παρέχειν ἐπιμιξίας καὶ φιλοφροσύνας.
ἀδύνατον γὰρ οὐδέν ἐστι τούτων οὔτε μυθῶδες
οὔτε παράλογον, εἰ μὴ νὴ Δία τὰ τοῦ Ἀριστοτέλους
ὑπόψονταί τινες ὡς φυσικὰς
αἰτίας ἔχοντα. τῶν γὰρ σωμάτων ἑκάστου τόπον οἰκεῖον
ἔχοντος, ὥς φησιν, ἀνάγκη τὴν γῆν πανταχόθεν ἐπὶ τὸ
μέσον φέρεσθαι καὶ τὸ ὕδωρ ἐπ´ αὐτῆς διὰ βάρος ὑφιστάμενον
τοῖς κουφοτέροις. ἂν οὖν πλείονες ὦσι κόσμοι,
συμβήσεται τὴν γῆν πολλαχοῦ μὲν ἐπάνω τοῦ πυρὸς καὶ
τοῦ ἀέρος κεῖσθαι πολλαχοῦ δ´ ὑποκάτω· καὶ τὸν ἀέρα καὶ
τὸ ὕδωρ ὁμοίως πῆ μὲν ἐν ταῖς κατὰ φύσιν χώραις ὑπάρχειν,
πῆ δ´ ἐν ταῖς παρὰ φύσιν· ὧν ἀδυνάτων ὄντων, ὡς
οἴεται, μήτε δύο μήτε πλείονας εἶναι κόσμους, ἀλλ´ ἕνα
τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης συγκείμενον, ἱδρυμένον
κατὰ φύσιν, ὡς προσήκει ταῖς τῶν σωμάτων διαφοραῖς.
[26] Ἀλλὰ καὶ ταῦτα πιθανῶς μᾶλλον ἢ ἀληθῶς εἴρηται·
σκόπει δ´ οὕτως‘ ἔφην ’ὦ φίλε Δημήτριε. τῶν γὰρ σωμάτων
τὰ μὲν ἐπὶ τὸ μέσον καὶ κάτω κινεῖσθαι λέγων τὰ
δ´ ἀπὸ τοῦ μέσου καὶ ἄνω τὰ δὲ περὶ τὸ μέσον καὶ κύκλῳ,
πρὸς τί λαμβάνει τὸ μέσον; οὐ δήπου πρὸς τὸ κενόν· οὐ
γὰρ ἔστι κατ´ αὐτόν. καθ´ οὓς δ´ ἔστιν, οὐκ ἔχει μέσον,
ὥσπερ οὐδὲ πρῶτον οὐδ´ ἔσχατον· πέρατα γὰρ ταῦτα,
τὸ δ´ ἄπειρον καὶ ἀπεράτωτον. εἰ δὲ καὶ βιάσαιτό τις
αὑτὸν λόγου βίᾳ κενοῦ μέσον ἀπείρου τι ὁμολογῆσαι, τίς
ἡ πρὸς τοῦτο γιγνομένη τῶν κινήσεων διαφορὰ τοῖς
σώμασι; οὔτε γὰρ ἐν τῷ κενῷ δύναμίς ἐστι κρατοῦσα
τῶν σωμάτων οὔτε τὰ σώματα προαίρεσιν ἔχει καὶ
ὁρμήν, ᾗ τοῦ μέσου γλίχεται καὶ πρὸς τοῦτο συντείνει
πανταχόθεν. ἀλλ´ ὁμοίως ἄπορόν ἐστιν ἀψύχων σωμάτων
πρὸς ἀσώματον χώραν καὶ ἀδιάφορον ἢ φορὰν ἐξ αὑτῶν
ἢ ὁλκὴν ὑπ´ ἐκείνης γιγνομένην νοῆσαι. λείπεται τοίνυν
τὸ μέσον οὐ τοπικῶς ἀλλὰ σωματικῶς λέγεσθαι. τοῦδε
γὰρ τοῦ κόσμου μίαν ἐκ πλειόνων σωμάτων καὶ ἀνομοίων
ἑνότητα καὶ σύνταξιν ἔχοντος αἱ διαφοραὶ τὰς κινήσεις
ἄλλοις πρὸς ἄλλα ποιοῦσιν ἐξ ἀνάγκης. δῆλον δὲ τῷ μετακοσμούμενα
ταῖς οὐσίαις ἕκαστα καὶ τὰς χώρας ἅμα συμμεταβάλλειν·
αἱ μὲν γὰρ διακρίσεις ἀπὸ τοῦ μέσου τὴν
ὕλην αἰρομένην ἄνω κύκλῳ διανέμουσιν· αἱ δὲ συγκρίσεις
καὶ πυκνώσεις πιέζουσι κάτω πρὸς τὸ μέσον καὶ συνελαύνουσι.
[27] Περὶ ὧν οὐκ ἀναγκαῖον ἐνταῦθα πλείοσι
λόγοις χρῆσθαι. ἣν γὰρ ἄν τις ὑποθῆται τῶν παθῶν
τούτων καὶ μεταβολῶν αἰτίαν εἶναι δημιουργόν, αὕτη
συνέξει τῶν κόσμων ἕκαστον ἐν ἑαυτῷ. καὶ γὰρ γῆν καὶ
θάλατταν ἕκαστος ἔχει κόσμος· | ἔχει γὰρ καὶ μέσον
ἕκαστος ἴδιον καὶ πάθη σωμάτων καὶ μεταβολὰς καὶ
φύσιν καὶ δύναμιν, ἣ σῴζει καὶ φυλάττει κατὰ χώραν
ἕκαστον. τοῦ μὲν γὰρ ἐκτός, εἴτ´ οὐδέν ἐστιν εἴτε κενὸν
ἄπειρον, οὐχ ὑπάρχει μέσον, ὡς εἴρηται· πλειόνων δὲ
κόσμων ὄντων καθ´ ἕκαστόν ἐστιν ἴδιον μέσον· ὥστε
κίνησις ἰδία τοῖς μὲν ἐπὶ τοῦτο τοῖς δ´ ἀπὸ τούτου τοῖς
δὲ περὶ τοῦτο, καθάπερ αὐτοὶ διαιροῦσιν. ὁ δ´ ἀξιῶν
πολλῶν μέσων ὄντων ἐφ´ ἓν μόνον ὠθεῖσθαι τὰ βάρη
πανταχόθεν οὐδὲν διαφέρει τοῦ πολλῶν ὄντων ἀνθρώπων
ἀξιοῦντος εἰς μίαν φλέβα τὸ πανταχόθεν αἷμα συρρεῖν καὶ
μιᾷ μήνιγγι τοὺς πάντων ἐγκεφάλους περιέχεσθαι, δεινὸν
ἡγούμενος, εἰ τῶν φυσικῶν σωμάτων οὐ μίαν ἅπαντα τὰ
στερρὰ καὶ μίαν τὰ μανὰ χώραν ἐφέξει. καὶ γὰρ οὗτος
ἄτοπος ἔσται κἀκεῖνος ἀγανακτῶν, εἰ τὰ ὅλα τοῖς αὑτῶν
μέρεσι χρῆται τὴν κατὰ φύσιν θέσιν ἔχουσιν ἐν ἑκάστῳ
καὶ τάξιν. ἐκεῖνο γὰρ ἦν ἄτοπον, εἴ τις ἔλεγε κόσμον
εἶναι τὸν ἐν αὑτῷ μέσην τὴν σελήνην ἔχοντα καθάπερ
ἄνθρωπον ἐν ταῖς πτέρναις τὸν ἐγκέφαλον φοροῦντα καὶ
τὴν καρδίαν ἐν τοῖς κροτάφοις. τὸ δὲ πλείονας ποιοῦντας
χωρὶς ἀλλήλων κόσμους ἅμα τοῖς ὅλοις τὰ μέρη συναφορίζειν
καὶ συνδιαιρεῖν οὐκ ἄτοπον· ἡ γὰρ ἐν ἑκάστῳ γῆ
καὶ θάλασσα καὶ οὐρανὸς κείσεται κατὰ φύσιν ὡς προσήκει,
τό τ´ ἄνω καὶ κάτω καὶ κύκλῳ καὶ μέσον οὐ πρὸς ἄλλον οὐδ´
ἐκτὸς ἀλλ´ ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν ἔχει τῶν κόσμων ἕκαστος.
[28] Ὅν μὲν γὰρ ἔξω τοῦ κόσμου λίθον ὑποτίθενταί
τινες οὔτε μονῆς εὐπόρως παρέχει νόησιν οὔτε
κινήσεως. πῶς γὰρ ἢ μενεῖ βάρος ἔχων ἢ κινήσεται πρὸς
τὸν κόσμον, ὥσπερ τὰ λοιπὰ βάρη, μήτε μέρος ὢν αὐτοῦ
μήτε συντεταγμένος εἰς τὴν οὐσίαν; γῆν δ´ ἐν ἑτέρῳ
κόσμῳ περιεχομένην καὶ συνδεδεμένην οὐκ ἔδει διαπορεῖν
ὅπως οὐκ ἐνταῦθα μεταχωρεῖ διὰ βάρος ἀπορραγεῖσα τοῦ
ὅλου, τὴν φύσιν ὁρῶντας καὶ τὸν τόνον ὑφ´ οὗ συνέχεται
τῶν μερῶν ἕκαστον. ἐπεὶ μὴ πρὸς τὸν κόσμον ἀλλ´ ἐκτὸς
αὐτοῦ τὸ κάτω καὶ ἄνω λαμβάνοντες ἐν ταῖς αὐταῖς
ἀπορίαις Ἐπικούρῳ γενησόμεθα κινοῦντι τὰς
ἀτόμους ἁπάσας εἰς τοὺς ὑπὸ πόδας τόπους, ὥσπερ ἢ
τοῦ κενοῦ πόδας ἔχοντος ἢ τῆς ἀπειρίας ἐν αὑτῇ κάτω τε
καὶ ἄνω διανοῆσαι διδούσης. διὸ καὶ Χρύσιππον
ἔστι θαυμάζειν, μᾶλλον δ´ ὅλως διαπορεῖν, ὅ τι δὴ παθὼν
τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι καὶ τὴν οὐσίαν αὐτοῦ
τὸν μέσον τόπον ἀιδίως κατειληφυῖαν οὐχ ἥκιστα τούτῳ
συνεργεῖν πρὸς τὴν διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν. ταυτὶ
γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ
ἀπείρου τόπον οὐκ ὀρθῶς ὀνειρώττων ἀτοπώτερόν τε τῆς
διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ τὴν αἰτίαν
ὑποτιθείς· καὶ ταῦτα πολλάκις εἰρηκὼς ἐν ἑτέροις, ὅτι
ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς
μέσου διοικεῖται καὶ συνέχεται κινήσεσι.‘
[29] ’Καὶ μὴν τά γ´ ἄλλα τῶν Στωικῶν
τίς ἂν φοβηθείη πυνθανομένων πῶς εἱμαρμένη μία
μενεῖ καὶ πρόνοια καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται
πλειόνων ὄντων κόσμων; πρῶτον μὲν γὰρ εἰ τὸ πολλοὺς
εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται
τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ ἡλίους καὶ σελήνας καὶ
Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις
κόσμων περιόδοις ἀπείρους ποιοῦσιν. ἔπειτα τίς ἀνάγκη
πολλοὺς εἶναι Δίας, ἂν πλείονες ὦσι κόσμοι, καὶ μὴ καθ´
ἕκαστον ἄρχοντα πρῶτον καὶ ἡγεμόνα τοῦ ὅλου θεὸν
ἔχοντα καὶ νοῦν καὶ λόγον, | οἷος ὁ παρ´ ἡμῖν κύριος ἁπάντων
καὶ πατὴρ ἐπονομαζόμενος; ἢ τί κωλύσει τῆς τοῦ Διὸς
εἱμαρμένης καὶ προνοίας ὑπηκόους πάντας εἶναι, καὶ τοῦτον
ἐφορᾶν ἐν μέρει καὶ κατευθύνειν ἐνδιδόντα πᾶσιν ἀρχὰς καὶ
σπέρματα καὶ λόγους τῶν περαινομένων; οὐ γὰρ ἐνταῦθα
μὲν ἓν συνίσταται σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων,
οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός, ὧν ἑκάστῳ
καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται
Χρύσιππος, ἐν δὲ τῷ παντὶ δέκα κόσμους ἢ
πεντήκοντα ἢ ἑκατὸν ὄντας ἑνὶ χρῆσθαι λόγῳ καὶ πρὸς
ἀρχὴν συντετάχθαι μίαν ἀδύνατόν ἐστιν. ἀλλὰ καὶ πάνυ
πρέπει θεοῖς ἡ τοιαύτη διάταξις· οὐ γὰρ ὡς σμήνους ἡγεμόνας
δεῖ ποιεῖν ἀνεξόδους οὐδὲ φρουρεῖν συγκλείσαντας
τῇ ὕλῃ μᾶλλον δὲ συμφράξαντας, ὥσπερ οὗτοι
τοὺς θεοὺς ἀέρων ἕξεις ποιοῦντες καὶ ὑδάτων
καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι συγγεννῶσι
τῷ κόσμῳ καὶ πάλιν συγκατακάουσιν, οὐκ ἀπολύτους
οὐδ´ ἐλευθέρους οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας, ἀλλ´
ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν,
οὕτως ἐγκεκλεισμένους εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους,
κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ
διαλύσεως ἁπάσης καὶ μεταβολῆς.‘
[30] ’Ἐκεῖνος δ´ οἶμαι σεμνότερος ὁ λόγος καὶ μεγαλοπρεπέστερος,
ἀδεσπότους καὶ αὐτοκρατεῖς τοὺς θεοὺς
ὄντας, ὥσπερ οἱ Τυνδαρίδαι τοῖς χειμαζομένοις βοηθοῦσιν
‘ἐπερχόμενόν τε μαλάσσοντες βιατάν
πόντον ὠκείας τ´ ἀνέμων ῥιπάς’
οὐκ ἐμπλέοντες αὐτοὶ καὶ συγκινδυνεύοντες ἀλλ´ ἄνωθεν
ἐπιφαινόμενοι καὶ σῴζοντες, οὕτως ἐπιέναι τῶν κόσμων
ἄλλοτ´ ἄλλον ἡδονῇ τε τῆς θέας ἀγομένους καὶ τῇ φύσει
συναπευθύνοντας ἕκαστον. ὁ μὲν γὰρ Ὁμηρικὸς Ζεὺς
οὐ πάνυ πρόσω μετέθηκε τὴν ὄψιν ἀπὸ Τροίας
ἐπὶ τὰ Θρᾴκια καὶ τοὺς περὶ τὸν Ἴστρον νομάδας, ὁ δ´
ἀληθινὸς ἔχει καλὰς καὶ πρεπούσας ἐν πλείοσι κόσμοις
μεταβολάς, οὐκ ἐπὶ κενὸν ἄπειρον ἔξω βλέπων οὐδ´
ἑαυτὸν ἄλλο δ´ οὐδὲν (ὡς ᾠήθησαν ἔνιοι) νοῶν, ἀλλ´ ἔργα τε
θεῶν καὶ ἀνθρώπων πολλὰ κινήσεις τε καὶ φορὰς ἄστρων
ἐν περιόδοις καταθεώμενος. οὐ γὰρ ἀπεχθάνεται μεταβολαῖς
ἀλλὰ καὶ πάνυ χαίρει τὸ θεῖον, εἰ δεῖ τῶν φαινομένων
τεκμαίρεσθαι ταῖς κατ´ οὐρανὸν ἐξαμείψεσι καὶ
περιόδοις. ἡ μὲν οὖν ἀπειρία παντάπασιν ἀγνώμων καὶ
ἄλογος καὶ μηδαμῇ προσιεμένη θεόν, ἀλλὰ χρωμένη πρὸς
πάντα τῷ κατὰ τύχην καὶ αὐτομάτως· ἡ δ´ ἐν ὡρισμένῳ
πλήθει καὶ ἀριθμῷ κόσμων ἐπιμέλεια καὶ πρόνοια τῆς
εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ καὶ τοῦτο
μετασχηματιζούσης καὶ ἀναπλαττούσης ἀπειράκις ἔμοιγε
δοκεῖ μηδὲν ἔχειν ἀσεμνότερον μηδ´ ἐπιπονώτερον.‘
[31] Ἐγὼ μὲν οὖν τοσαῦτ´ εἰπὼν ἐπέσχον. ὁ δὲ Φίλιππος
οὐ πολὺν χρόνον διαλιπών ’τὸ μὲν ἀληθές‘ ἔφη ’περὶ
τούτων οὕτως ἔχειν ἢ ἑτέρως οὐκ ἂν ἔγωγε διισχυρισαίμην·
εἰ δὲ τὸν θεὸν ἐκβιβάζομεν ἑνὸς κόσμου, διὰ τί πέντε
μόνων ποιοῦμεν οὐ πλειόνων δημιουργόν, καὶ τίς ἔστι τοῦ
ἀριθμοῦ τούτου πρὸς τὸ πλῆθος λόγος, ἥδιον ἄν μοι
δοκῶ μαθεῖν ἢ τῆς ἐνταῦθα τοῦ Ε καθιερώσεως τὴν διάνοιαν.
οὔτε γὰρ τρίγωνος ἢ τετράγωνος οὔτε τέλειος ἢ
κυβικὸς οὔτ´ ἄλλην τινὰ φαίνεται κομψότητα παρέχων
τοῖς ἀγαπῶσι τὰ τοιαῦτα καὶ θαυμάζουσιν. ἡ δ´ ἀπὸ τῶν
στοιχείων ἔφοδος, ἣν αὐτὸς ὑπῃνίξατο, πάντῃ δύσληπτός
ἐστι καὶ μηδὲν ὑποφαίνουσα τῆς ἐκεῖνον ἐπεσπασμένης
πιθανότητος εἰπεῖν, | ὡς εἰκός ἐστι πέντε σωμάτων ἰσογωνίων
καὶ ἰσοπλεύρων καὶ περιεχομένων ἴσοις ἐπιπέδοις
ἐγγενομένων τῇ ὕλῃ τοσούτους εὐθὺς ἐξ αὐτῶν ἀποτελεσθῆναι
κόσμους.‘
[32] ’Καὶ μήν‘ ἔφην ἐγώ ’δοκεῖ Θεόδωρος ὁ Σολεὺς οὐ
φαύλως μετιέναι τὸν λόγον, ἐξηγούμενος τὰ μαθηματικὰ
τοῦ Πλάτωνος. μέτεισι δ´ οὕτως. πυραμὶς καὶ ὀκτάεδρον
καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἃ πρῶτα τίθεται
Πλάτων, καλὰ μέν ἐστι πάντα συμμετρίαις λόγων καὶ
ἰσότησι, καὶ κρεῖσσον οὐδὲν αὐτῶν οὐδ´ ὅμοιον ἄλλο
συνθεῖναι τῇ φύσει καὶ συναρμόσαι λέλειπται. μιᾶς γε
μὴν πάντα συστάσεως οὐκ εἴληχεν οὐδ´ ὁμοίαν ἔχει τὴν
γένεσιν, ἀλλὰ λεπτότατον μέν ἐστι καὶ μικρότατον ἡ
πυραμίς, μέγιστον δὲ καὶ πολυμερέστατον τὸ δωδεκάεδρον·
τῶν δὲ λειπομένων δυεῖν τοῦ ὀκταέδρου μεῖζον ἢ
διπλάσιον πλήθει τριγώνων τὸ εἰκοσάεδρον. διὸ τὴν γένεσιν
ἅμα πάντα λαμβάνειν ἐκ μιᾶς ὕλης ἀδύνατόν ἐστι. τὰ
γὰρ λεπτὰ καὶ μικρὰ καὶ ταῖς κατασκευαῖς ἁπλούστερα
πρῶτα τῷ κινοῦντι καὶ διαπλάττοντι τὴν ὕλην ὑπακούειν
ἀνάγκη καὶ συντελεῖσθαι καὶ προϋφίστασθαι τῶν ἁδρομερῶν
καὶ πολυσωμάτων καὶ τὴν σύστασιν ἐργωδεστέραν
ἐχόντων, ἐξ ὧν τὸ δωδεκάεδρον. ἕπεται δὲ τούτῳ τὸ
μόνον εἶναι σῶμα πρῶτον τὴν πυραμίδα, τῶν δ´ ἄλλων
μηδέν, ἀπολειπομένων τῇ φύσει τῆς γενέσεως. ἔστιν οὖν
ἴαμα καὶ ταύτης τῆς ἀτοπίας ἡ τῆς ὕλης εἰς πέντε κόσμους
διαίρεσις καὶ διάστασις. ὅπου μὲν γὰρ πυραμὶς ὑποστήσεται
πρῶτον, ὅπου δ´ ὀκτάεδρον, ὅπου δ´ εἰκοσάεδρον. ἐκ
δὲ τοῦ προϋποστάντος ἐν ἑκάστῳ τὰ λοιπὰ τὴν γένεσιν
ἕξει, κατὰ σύγκρισιν καὶ διάκρισιν μερῶν εἰς πάντα
γιγνομένης πᾶσι μεταβολῆς, ὡς αὐτὸς ὁ Πλάτων ὑποδείκνυσι
διὰ πάντων σχεδὸν ἐπεξιών· ἡμῖν δὲ βραχέως
ἀρκέσει μαθεῖν. ἐπεὶ γὰρ ἀὴρ μὲν σβεννυμένου πυρὸς
ὑφίσταται καὶ λεπτυνόμενος αὖθις ἐξ αὑτοῦ πῦρ ἀναδίδωσιν,
ἐν τοῖς ἑκατέροις σπέρμασι τὰ πάθη δεῖ
θεᾶσθαι καὶ τὰς μεταβολάς. σπέρματα δὲ πυρὸς μὲν ἡ
πυραμὶς ἐξ εἴκοσι καὶ τεσσάρων πρώτων τριγώνων, τὸ
δ´ ὀκτάεδρον ἀέρος ἐκ τεσσαράκοντα καὶ ὀκτὼ τῶν
αὐτῶν γίγνεται. γίγνεται τοίνυν ἀέρος μὲν ἓν στοιχεῖον
ἐκ δυεῖν πυρὸς - - - συγκραθέντων καὶ συστάντων,
τὸ δ´ ἀέρος αὖ κερματιζόμενον εἰς δύο πυρὸς διακρίνεται
σώματα, συνθλιβόμενον δ´ αὖθις αὑτῷ καὶ συμπῖπτον εἰς
ὕδατος ἰδέαν ἄπεισιν. ὥστε πανταχοῦ τὸ προϋφιστάμενον
ἀεὶ πᾶσι τοῖς ἄλλοις εὐπόρως παρέχειν τὴν γένεσιν ἐκ
τῆς μεταβολῆς· καὶ μὴ μόνον ἓν εἶναι πρῶτον, ἑτέρου δ´
ἐν ἑτέρῳ συστήματι κίνησιν ἀρχηγὸν καὶ προληπτικὴν ἐς
γένεσιν ἔχοντος πᾶσι τηρεῖσθαι τὴν ὁμωνυμίαν.‘
[33] Καὶ ὁ Ἀμμώνιος ’ἀνδρικῶς μέν‘ ἔφη ’ταῦτα τῷ
Θεοδώρῳ καὶ φιλοτίμως διαπεπόνηται· θαυμάσαιμι δ´ ἄν,
εἰ μὴ δόξειε χρῆσθαι λήμμασιν ἀναιρετικοῖς ἀλλήλων.
ἀξιοῖ γὰρ ἅμα πᾶσι τοῖς πέντε μὴ γίγνεσθαι τὴν σύστασιν,
ἀλλὰ τὸ λεπτότατον ἀεὶ καὶ δι´ ἐλάττονος πραγματείας
συνιστάμενον προεκπίπτειν εἰς γένεσιν· εἶτα ὥσπερ ἀκόλουθον
οὐ μαχόμενον τούτῳ τίθησι τὸ μὴ πᾶσαν ὕλην
πρῶτον εἰσφέρειν τὸ λεπτότατον καὶ ἁπλούστατον, ἀλλ´
ἐνιαχῆ τὰ ἐμβριθῆ καὶ πολυμερῆ φθάνειν προανίσχοντα
ταῖς γενέσεσιν ἐκ τῆς ὕλης. ἄνευ δὲ τούτου πέντε σωμάτων
πρώτων ὑποκειμένων καὶ διὰ τοῦτο κόσμων λεγομένων
εἶναι τοσούτων πρὸς μόνα τὰ τέσσαρα τῇ πιθανότητι
χρῆται, τὸν δὲ κύβον ὥσπερ ἐν παιδιᾷ ψήφων ὑφῄρηται
μήτ´ αὐτὸν εἰς ἐκεῖνα μεταβάλλειν πεφυκότα μήτ´
ἐκείνοις παρέχειν μεταβολὴν εἰς ἑαυτόν, | ἅτε δὴ τῶν
τριγώνων οὐχ ὁμογενῶν ὄντων. ἐκείνοις μὲν γὰρ ὑπόκειται
κοινὸν ἐν πᾶσι τὸ ἡμιτρίγωνον, ἐν τούτῳ δ´ ἴδιον μόνῳ τὸ
ἰσοσκελὲς οὐ ποιοῦν πρὸς ἐκεῖνο σύννευσιν οὐδὲ σύγκρασιν
ἑνωτικήν. εἴπερ οὖν πέντε σωμάτων ὄντων καὶ πέντε
κόσμων ἓν ἐν ἑκάστῳ τὴν ἡγεμονίαν ἔχει τῆς γενέσεως,
ὅπου γέγονεν ὁ κύβος πρῶτος, οὐδὲν ἔσται τῶν ἄλλων·
εἰς οὐδὲν γὰρ ἐκείνων μεταβάλλειν πέφυκεν. ἐῶ γάρ, ὅτι
καὶ τοῦ καλουμένου δωδεκαέδρου στοιχεῖον ἄλλο ποιοῦσιν,
οὐκ ἐκεῖνο τὸ σκαληνόν, ἐξ οὗ τὴν πυραμίδα καὶ τὸ
ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον ὁ Πλάτων συνίστησιν.
ὥσθ´‘ ἅμα γελῶν ὁ Ἀμμώνιος εἶπεν ’ἢ ταῦτά σοι διαλυτέον
ἢ ἴδιόν τι λεκτέον περὶ τῆς κοινῆς ἀπορίας.‘
[34] Κἀγώ ’πιθανώτερον οὐδὲν ἔχω λέγειν ἔν γε τῷ
παρόντι· βέλτιον δ´ ἴσως ἐστὶν ἰδίας εὐθύνας ὑπέχειν
δόξης ἢ ἀλλοτρίας. λέγω τοίνυν αὖθις ἐξ ἀρχῆς, ὅτι δυεῖν
ὑποκειμένων φύσεων, τῆς μὲν αἰσθητῆς ἐν γενέσει καὶ
φθορᾷ μεταβόλου καὶ φορητῆς ἄλλοτ´ ἄλλως, ἑτέρας δ´
ἐν οὐσίᾳ νοητῆς ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης, δεινόν
ἐστιν, ὦ ἑταῖρε, τὴν μὲν νοητὴν διωρίσθαι καὶ διαφορὰν
ἔχειν ἐν ἑαυτῇ, τὴν δὲ σωματικὴν καὶ παθητικὴν εἰ μὴ
μίαν τις ἀπολείπει συμπεφυκυῖαν αὑτῇ καὶ συμπνέουσαν
ἀλλὰ χωρίζει καὶ διίστησιν, ἀγανακτεῖν καὶ δυσχεραίνειν.
τὰ γὰρ μόνιμα καὶ θεῖα δήπου μᾶλλον αὑτῶν ἔχεσθαι
προσήκει καὶ φεύγειν ὡς ἀνυστόν ἐστι τομὴν ἅπασαν καὶ
διάστασιν· ἀλλὰ καὶ τούτων ἡ τοῦ ἑτέρου δύναμις ἁπτομένη
μείζονας ἐνείργασται τῶν κατὰ τόπον διαστάσεων
τοῖς νοητοῖς τὰς κατὰ λόγον καὶ ἰδέαν ἀνομοιότητας.
ὅθεν ἐνιστάμενος τοῖς ἓν τὸ πᾶν ἀποφαίνουσιν ὁ Πλάτων
τό τ´ ὂν εἶναί φησι καὶ τὸ ταὐτὸν καὶ τὸ
ἕτερον, ἐπὶ πᾶσι δὲ κίνησιν καὶ στάσιν. ὄντων οὖν πέντε
τούτων οὐ θαυμαστὸν ἦν, εἰ τῶν πέντε σωματικῶν στοιχείων
ἐκείνων ἕκαστον ἑκάστου μίμημα τῇ φύσει καὶ
εἴδωλόν ἐστι γεγενημένον οὐκ ἄμικτον οὐδ´ εἰλικρινές,
ἀλλὰ τῷ μάλιστα μετέχειν ἕκαστον ἑκάστης δυνάμεως.
ὁ μέν γε κύβος ἐμφανῶς στάσεως οἰκεῖόν ἐστι σῶμα διὰ
τὴν τῶν ἐπιπέδων ἀσφάλειαν καὶ βεβαιότητα· τῆς δὲ
πυραμίδος πᾶς ἄν τις τὸ πυροειδὲς καὶ κινητικὸν ἐν τῇ
λεπτότητι τῶν πλευρῶν καὶ τῇ τῶν γωνιῶν ὀξύτητι κατανοήσειεν·
ἡ δὲ τοῦ δωδεκαέδρου φύσις περιληπτικὴ τῶν
ἄλλων σχημάτων οὖσα τοῦ ὄντος εἰκὼν πρὸς πᾶν ἂν τὸ
σωματικὸν γεγονέναι δόξειε· τῶν δὲ λοιπῶν δυεῖν τὸ μὲν
εἰκοσάεδρον τῆς τοῦ ἑτέρου τὸ δ´ ὀκτάεδρον μάλιστα τῆς
ταὐτοῦ μετείληχεν ἰδέας. διὸ τοῦτο μὲν ἀέρα σχετικὸν
οὐσίας πάσης ἐν μιᾷ μορφῇ, θάτερον δ´ ὕδωρ ἐπὶ πλεῖστα
τῷ κεράννυσθαι γένη ποιοτήτων τρεπόμενον παρεῖχεν.
εἴπερ οὖν ἡ φύσις ἀπαιτεῖ τὴν ἰσονομίαν ἐν πᾶσι, καὶ
κόσμους εἰκός ἐστι μήτε πλείους γεγονέναι μήτ´ ἐλάττους
τῶν παραδειγμάτων, ὅπως ἕκαστον ἐν ἑκάστῳ τάξιν
ἡγεμονικὴν ἔχῃ καὶ δύναμιν, ὥσπερ ἐν ταῖς συστάσεσι
τῶν σωμάτων ἔσχηκεν.‘
[35] ’Οὐ μὴν ἀλλὰ τοῦτο μὲν ἔστω παραμυθία τοῦ θαυμάζοντος,
εἰ τὴν ἐν γενέσει καὶ μεταβολῇ φύσιν εἰς γένη
τοσαῦτα διαιροῦμεν. ἐκεῖνο δ´ ἤδη σκοπεῖτε κοινῇ προσέχοντες,
ὅτι τῶν ἀνωτάτων ἀρχῶν, λέγω δὲ τοῦ ἑνὸς
καὶ τῆς ἀορίστου δυάδος, ἡ μὲν ἀμορφίας πάσης στοιχεῖον
οὖσα καὶ ἀταξίας ἀπειρία κέκληται· ἡ δὲ τοῦ ἑνὸς φύσις
ὁρίζουσα καὶ καταλαμβάνουσα τῆς ἀπειρίας τὸ κενὸν καὶ
ἄλογον καὶ ἀόριστον ἔμμορφον παρέχεται καὶ τὴν ἑπομένην
τῇ περὶ τὰ αἰσθητὰ δόξῃ καταγόρευσιν ἁμωσγέπως
ὑπομένον καὶ δεχόμενον. | αὗται δὲ πρῶτον αἱ ἀρχαὶ περὶ
τὸν ἀριθμὸν ἐπιφαίνονται, μᾶλλον δ´ ὅλως ἀριθμὸς οὐκ
ἔστι τὸ πλῆθος, ἂν μὴ καθάπερ εἶδος ὕλης τὸ ἓν γενόμενον
ἐκ τῆς ἀπειρίας τοῦ ἀορίστου πῆ μὲν πλεῖον πῆ
δ´ ἔλαττον ἀποτέμνηται. τότε γὰρ ἀριθμὸς γίγνεται τῶν
πληθῶν ἕκαστον ὑπὸ τοῦ ἑνὸς ὁριζόμενον· ἐὰν δ´ ἀναιρεθῇ
τὸ ἕν, πάλιν ἡ ἀόριστος δυὰς συγχέασα πᾶν ἄρρυθμον
καὶ ἄπειρον καὶ ἄμετρον ἐποίησεν. ἐπεὶ δὲ τὸ εἶδος
οὐκ ἀναίρεσίς ἐστι τῆς ὕλης ἀλλὰ μορφὴ καὶ τάξις ὑποκειμένης,
ἀνάγκη καὶ τῷ ἀριθμῷ τὰς ἀρχὰς ἐνυπάρχειν
ἀμφοτέρας, ὅθεν ἡ πρώτη καὶ μεγίστη διαφορὰ καὶ
ἀνομοιότης γέγονεν. ἔστι γὰρ ἡ μὲν ἀόριστος ἀρχὴ τοῦ
ἀρτίου δημιουργὸς ἡ δὲ βελτίων τοῦ περιττοῦ· πρῶτος δὲ
τῶν ἀρτίων τὰ δύο καὶ τὰ τρία τῶν περιττῶν, ἐξ ὧν τὰ
πέντε τῇ μὲν συνθέσει κοινὸς ὢν ἀμφοῖν ἀριθμὸς τῇ δὲ
δυνάμει γεγονὼς περιττός. ἔδει γάρ, εἰς πλείονα μέρη
τοῦ αἰσθητοῦ καὶ σωματικοῦ μεριζομένου διὰ τὴν σύμφυτον
ἀνάγκην τῆς ἑτερότητος, μήτε τὸν πρῶτον ἄρτιον
γενέσθαι μήτε τὸν πρῶτον περιττόν, ἀλλὰ τὸν τρίτον ἐκ
τούτων ἀποτελούμενον, ὅπως ἀπ´ ἀμφοτέρων τῶν ἀρχῶν
γένηται, καὶ τῆς τὸ ἄρτιον δημιουργούσης καὶ τῆς τὸ
περιττόν· οὐ γὰρ ἦν οἷόν τε τῆς ἑτέρας ἀπαλλαγῆναι τὴν
ἑτέραν· ἑκατέρα γὰρ ἀρχῆς φύσιν ἔχει καὶ δύναμιν. ἀμφοτέρων
οὖν συνδυαζομένων ἡ βελτίων κρατήσασα τῆς
ἀοριστίας διαιρούσης τὸ σωματικὸν ἐνέστη, καὶ τῆς ὕλης
ἐπ´ ἀμφότερα διισταμένης μέσην τὴν μονάδα θεμένη δίχα
νεμηθῆναι τὸ πᾶν οὐκ εἴασεν, ἀλλὰ πλῆθος μὲν γέγονε
κόσμων ὑπὸ τῆς ἑτερότητος τοῦ ἀορίστου καὶ διαφορᾶς,
περιττὸν δὲ πλῆθος ἡ ταὐτοῦ καὶ ὡρισμένου δύναμις ἀπείργασται,
περιττὸν δὲ τοιοῦτον, ὅτι πορρωτέρω τὴν φύσιν
ἢ βέλτιον ἔχει προελθεῖν οὐκ εἴασεν. εἰ μὲν γὰρ ἀμιγὲς
καὶ καθαρὸν ἦν τὸ ἕν, οὐδ´ ἂν ὅλως εἶχεν ἡ ὕλη διάστασιν·
ἐπεὶ δὲ τῷ διαιρετικῷ τῆς δυάδος μέμικται, τομὴν μὲν
ἐδέξατο καὶ διαίρεσιν, ἐνταῦθα δ´ ἔστη τῷ περιττῷ τοῦ
ἀρτίου κρατηθέντος.
[36] Διὸ καὶ πεμπάσασθαι τὸ ἀριθμῆσαι
τοῖς παλαιοῖς ἔθος ἦν καλεῖν. οἶμαι δὲ καὶ τὰ
πάντα τῶν πέντε παρώνυμα γεγονέναι κατὰ λόγον, ἅτε δὴ
τῆς πεντάδος ἐκ τῶν πρώτων ἀριθμῶν συνεστώσης. καὶ
γὰρ οἱ μὲν ἄλλοι πολλαπλασιαζόμενοι πρὸς ἄλλους εἰς
ἕτερον αὑτῶν ἀριθμὸν ἐκβαίνουσιν· ἡ δὲ πεντάς, ἂν μὲν
ἀρτιάκις λαμβάνηται, τὸν δέκα ποιεῖ τέλειον· ἐὰν δὲ περισσάκις,
ἑαυτὴν πάλιν ἀποδίδωσιν. ἐῶ δ´ ὅτι πρώτη μὲν ἐκ
πρώτων δυεῖν τετραγώνων συνέστηκε τῆς τε μονάδος καὶ
τῆς τετράδος ἡ πεντάς, πρώτη δ´ ἴσον δυναμένη τοῖς πρὸ
αὑτῆς δυσὶ τὸ κάλλιστον τῶν ὀρθογωνίων τριγώνων συνίστησι,
πρώτη δὲ ποιεῖ τὸν ἡμιόλιον λόγον. οὐ γὰρ ἴσως
οἰκεῖα ταῦτα τοῖς ὑποκειμένοις πράγμασιν, ἀλλ´ ἐκεῖνο
μᾶλλον τὸ φύσει διαιρετικὸν τοῦ ἀριθμοῦ καὶ τὸ πλεῖστα
τούτῳ τὴν φύσιν διανέμειν. ἔνειμε γὰρ ἡμῖν αὐτοῖς αἰσθήσεις
πέντε καὶ μέρη ψυχῆς, φυτικὸν αἰσθητικὸν ἐπιθυμητικὸν
θυμοειδὲς λογιστικόν, καὶ δακτύλους ἑκατέρας
χειρὸς τοσούτους, καὶ τὸ γονιμώτατον σπέρμα πενταχῆ
σχιζόμενον. οὐ γὰρ ἱστόρηται γυνὴ πλείονα τεκοῦσα ἢ
πέντε συχνὰ ταῖς αὐταῖς ὠδῖσι. καὶ τὴν Ῥέαν Αἰγύπτιοι
μυθολογοῦσι πέντε θεοὺς τεκεῖν, αἰνιττόμενοι τὴν
ἐκ μιᾶς ὕλης τῶν πέντε κόσμων γένεσιν. ἐν δὲ τῷ παντὶ
πέντε μὲν ζώναις ὁ περὶ γῆν τόπος, πέντε δὲ κύκλοις ὁ
οὐρανὸς διώρισται, δυσὶν ἀρκτικοῖς καὶ δυσὶ τροπικοῖς καὶ
μέσῳ τῷ ἰσημερινῷ· | πέντε δ´ αἱ τῶν πλανωμένων ἄστρων
περίοδοι γεγόνασιν, Ἡλίου καὶ Φωσφόρου καὶ Στίλβωνος
ὁμοδρομούντων. ἐναρμόνιος δὲ καὶ ἡ τοῦ κόσμου σύνταξις,
ὥσπερ ἀμέλει καὶ τὸ παρ´ ἡμῖν ἡρμοσμένον ἐν πέντε
τετραχόρδων θέσεσιν ὁρᾶται, τῶν ὑπάτων καὶ μέσων καὶ
συνημμένων καὶ διεζευγμένων καὶ ὑπερβολαίων· καὶ τὰ
μελῳδούμενα διαστήματα πέντε, δίεσις καὶ ἡμιτόνιον καὶ
τόνος καὶ τριημιτόνιον καὶ δίτονον. οὕτως ἡ φύσις ἔοικε
τῷ πέντε ποιεῖν ἅπαντα χαίρειν μᾶλλον ἢ τῷ σφαιροειδῆ,
καθάπερ Ἀριστοτέλης ἔλεγε.
[37] Τί δῆτα, φήσαι τις ἄν, ὁ Πλάτων ἐπὶ τὰ πέντε σχήματα
τὸν τῶν πέντε κόσμων ἀριθμὸν ἀνήνεγκεν, εἰπὼν ὅτι τῇ
πέμπτῃ συστάσει ‘ὁ θεὸς ἐπὶ τὸ πᾶν κατεχρήσατο ἐκεῖνο
διαζωγραφῶν,’ εἶτα τὴν περὶ τοῦ πλήθους τῶν κόσμων
ὑποθεὶς ἀπορίαν, πότερον ἕν´ ἢ πέντ´ αὐτοὺς ἀληθείᾳ
πεφυκότας λέγειν προσήκει, δῆλός ἐστιν ἐντεῦθεν οἰόμενος
ὡρμῆσθαι τὴν ὑπόνοιαν; εἴπερ οὖν δεῖ πρὸς τὴν ἐκείνου
διάνοιαν ἐπάγειν τὸ εἰκός, σκοπῶμεν ὅτι ταῖς τῶν
σωμάτων καὶ σχημάτων ἐκείνων διαφοραῖς ἀνάγκη καὶ
κινήσεων εὐθὺς ἕπεσθαι διαφοράς, ὥσπερ αὐτὸς διδάσκει,
τὸ διακρινόμενον ἢ συγκρινόμενον ἅμα τῆς οὐσίας τῇ
ἑτεροιώσει καὶ τὸν τόπον μεταλλάττειν ἀποφαινόμενος.
ἂν γὰρ ἐξ ἀέρος πῦρ γένηται, λυθέντος τοῦ ὀκταέδρου καὶ
κερματισθέντος εἰς πυραμίδας, ἢ πάλιν ἀὴρ ἐκ πυρός,
συνωσθέντος καὶ συνθλιβέντος εἰς ὀκτάεδρον, οὐ δυνατὸν
μένειν ὅπου πρότερον ἦν, ἀλλὰ φεύγει καὶ φέρεται πρὸς
ἑτέραν χώραν ἐκβιαζόμενον καὶ μαχόμενον τοῖς ἐνισταμένοις
καὶ κατεπείγουσιν. ἔτι δὲ μᾶλλον εἰκόνι τὸ συμβαῖνον
ἐνδείκνυται, ‘τοῖς ὑπὸ τῶν πλοκάνων καὶ
ὀργάνων τῶν περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις
καὶ ἀναλικμωμένοις’ ὁμοίως λέγων τὰ στοιχεῖα σείοντα
τὴν ὕλην ὑπ´ ἐκείνης τε σειόμενα προσχωρεῖν ἀεὶ τὰ ὅμοια
τοῖς ὁμοίοις, ἄλλην τε χώραν ἄλλα ἴσχειν πρὶν ἐξ αὐτῶν
γενέσθαι τὸ πᾶν διακοσμηθέν· οὕτως οὖν τότε τῆς ὕλης
ἐχούσης ὡς ἔχειν τὸ πᾶν εἰκός, οὗ θεὸς ἄπεστιν, εὐθὺς
αἱ πρῶται πέντε ποιότητες ἰδίας ἔχουσαι ῥοπὰς ἐφέροντο
χωρίς, οὐ παντάπασιν οὐδ´ εἰλικρινῶς ἀποκρινόμεναι,
διὰ τὸ πάντων ἀναμεμιγμένων ἀεὶ τὰ κρατούμενα τοῖς
ἐπικρατοῦσι παρὰ φύσιν ἕπεσθαι. διὸ δὴ τοῖς τῶν
σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους
μερίδας καὶ διαστάσεις ἐποίησαν, τὴν μὲν οὐ καθαροῦ
πυρὸς ἀλλὰ πυροειδῆ, τὴν δ´ οὐκ ἀμιγοῦς αἰθέρος ἀλλ´
αἰθεροειδῆ, τὴν δ´ οὐ γῆς αὐτῆς καθ´ ἑαυτὴν ἀλλὰ γεοειδῆ,
μάλιστα δὲ καὶ τὴν ἀέρος κοίνωσιν τὴν ὕδατος διὰ τὸ
πολλῶν, ὥσπερ εἴρηται, τῶν ἀλλοφύλων ἀναπεπλησμένων
ἀπελθεῖν. οὐ γὰρ ὁ θεὸς διέστησεν οὐδὲ διῴκισε
τὴν οὐσίαν, ἀλλ´ ὑπ´ αὐτῆς διεστῶσαν αὐτὴν καὶ
φερομένην χωρὶς ἐν ἀκοσμίαις τοσαύταις παραλαβὼν
ἔταξε καὶ συνήρμοσε δι´ ἀναλογίας καὶ μεσότητος· εἶθ´
ἑκάστῃ λόγον ἐγκαταστήσας ὥσπερ ἁρμοστὴν καὶ φύλακα
κόσμους ἐποίησε τοσούτους, ὅσα γένη τῶν πρώτων
σωμάτων ὑπῆρχε. ταῦτα μὲν οὖν τῇ Πλάτωνος ἀνακείσθω
χάριτι δι´ Ἀμμώνιον· ἐγὼ δὲ περὶ μὲν ἀριθμοῦ κόσμων
οὐκ ἄν ποτε διισχυρισαίμην ὅτι τοσοῦτοι, τὴν δὲ πλείονας
μὲν ἑνὸς οὐ μὴν ἀπείρους ἀλλ´ ὡρισμένους πλήθει τιθεμένην
δόξαν οὐδετέρας ἐκείνων ἀλογωτέραν ἡγοῦμαι, τὸ
φύσει τῆς ὕλης σκεδαστὸν καὶ μεριστὸν ὁρῶν οὔτ´ ἐφ´
ἑνὸς μένον οὔτ´ εἰς ἄπειρον ὑπὸ τοῦ λόγου βαδίζειν
ἐώμενον. | εἰ δ´ ἀλλαχόθι που κἀνταῦθα τῆς Ἀκαδημείας
ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν
καὶ τὴν ἀσφάλειαν ὥσπερ ἐν χωρίῳ σφαλερῷ τῷ περὶ
τῆς ἀπειρίας λόγῳ μόνον διασῴζωμεν.‘
[38] Ἐμοῦ δὲ ταῦτ´ εἰπόντος ὁ Δημήτριος ’ὀρθῶς‘ ἔφη
’Λαμπρίας παραινεῖ. ‘πολλαῖς γὰρ οἱ θεοὶ μορφαῖς’ οὐ
‘σοφισμάτων’ ὡς Εὐριπίδης φησίν, ἀλλὰ πραγμάτων
‘σφάλλουσιν ἡμᾶς’, ὅταν ὡς ἐπιστάμενοι τολμῶμεν
ἀποφαίνεσθαι περὶ τηλικούτων. ‘ἀλλ´ ἀνοιστέος ὁ
λόγος’, ὡς αὑτὸς ἀνήρ φησιν, ἐπὶ τὴν ἐξ ἀρχῆς
ὑπόθεσιν. τὸ γὰρ ἀφισταμένων καὶ ἀπολειπόντων τὰ
χρηστήρια τῶν δαιμόνων ὥσπερ ὄργανα τεχνιτῶν ἀργὰ
καὶ ἄναυδα κεῖσθαι λεχθὲν ἕτερον λόγον ἐγείρει μείζονα
τὸν περὶ τῆς αἰτίας καὶ δυνάμεως, αἷς χρώμενοι ποιοῦσι
κατόχους τοῖς ἐνθουσιασμοῖς καὶ φαντασιαστικοὺς τοὺς
προφήτας καὶ τὰς προφήτιδας. οὐ γὰρ οἷόν τε τὴν ἔκλειψιν
αἰτιᾶσθαι τοῦ ἀπαυδᾶν τὰ μαντεῖα μὴ πεισθέντας ὃν
τρόπον ἐφεστῶτες αὐτοῖς καὶ παρόντες ἐνεργὰ καὶ λόγια
ποιοῦσιν οἱ δαίμονες.‘ ὑπολαβὼν δ´ Ἀμμώνιος ’οἴει γὰρ
ἕτερόν τι τοὺς δαίμονας‘ εἶπεν ’ἢ ψυχὰς ὄντας περιπολεῖν
καθ´ Ἡσίοδον ‘ἠέρα ἑσσαμένους;’ ἐμοὶ μὲν γάρ,
ἣν ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον
τραγῳδίαν ἢ κωμῳδίαν, ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς
ψυχὴν ἐνεσκευασμένην σῶμα τῷ παρόντι βίῳ πρόσφορον.
οὐδὲν οὖν ἄλογον οὐδὲ θαυμαστόν, εἰ ψυχαὶ ψυχαῖς
ἐντυγχάνουσαι φαντασίας ἐμποιοῦσι τοῦ μέλλοντος,
ὥσπερ ἡμεῖς ἀλλήλοις οὐ πάντα διὰ φωνῆς ἀλλὰ καὶ
γράμμασι καὶ θιγόντες μόνον καὶ προσβλέψαντες πολλὰ
καὶ μηνύομεν τῶν γεγονότων καὶ τῶν ἐσομένων προσημαίνομεν.
εἰ μή τι σὺ λέγεις ἕτερον, ὦ Λαμπρία· καὶ γὰρ
ἔναγχος ἧκέ τις φωνὴ πρὸς ἡμᾶς, ὡς σοῦ πολλὰ περὶ
τούτων ἐν Λεβαδείᾳ ξένοις διαλεχθέντος, ὧν οὐδὲν ὁ
διηγούμενος ἀκριβῶς διεμνημόνευε.‘ ’μὴ θαυμάσῃς‘ ἔφην
ἐγώ, ’πολλαὶ γὰρ ἅμα πράξεις διὰ μέσου καὶ ἀσχολίαι
συντυγχάνουσαι διὰ τὸ μαντεῖον εἶναι καὶ θυσίαν τοὺς
λόγους διεσπαρμένους ἡμῖν καὶ σποράδας ἐποίησαν.‘ ’ἀλλὰ
νῦν‘ ὁ Ἀμμώνιος ἔφη ’καὶ σχολὴν ἄγοντας ἀκροατὰς ἔχεις
καὶ προθύμους τὰ μὲν ζητεῖν τὰ δὲ μανθάνειν ἔριδος
ἐκποδὼν οὔσης καὶ φιλονεικίας ἁπάσης συγγνώμης δὲ
παντὶ λόγῳ καὶ παρρησίας ὡς ὁρᾷς δεδομένης.‘
[39] Ταῦτα δὴ καὶ τῶν ἄλλων συμπαρακαλούντων μικρὸν
ἐγὼ σιωπήσας ’καὶ μὴν ἀπὸ τύχης τινός, ὦ Ἀμμώνιε,
τοῖς τότε λόγοις αὐτὸς ἀρχήν τινα καὶ πάροδον
ἐνδέδωκας. εἰ γὰρ αἱ διακριθεῖσαι σώματος ἢ μὴ μετασχοῦσαι
τὸ παράπαν ψυχαὶ δαίμονές εἰσι κατὰ σὲ καὶ τὸν
θεῖον Ἡσίοδον
‘ἁγνοὶ ἐπιχθόνιοι φύλακες θνητῶν ἀνθρώπων’,
διὰ τί τὰς ἐν τοῖς σώμασι ψυχὰς ἐκείνης τῆς δυνάμεως
ἀποστεροῦμεν, ᾗ τὰ μέλλοντα καὶ προγιγνώσκειν πεφύκασι
καὶ προδηλοῦν οἱ δαίμονες; οὔτε γὰρ δύναμιν οὔτε
μέρος οὐδὲν ἐπιγίγνεσθαι ταῖς ψυχαῖς, ὅταν ἀπολίπωσι τὸ
σῶμα, μὴ κεκτημέναις πρότερον εἰκός ἐστιν· ἀλλ´ ἀεὶ
μὲν ἔχειν ἔχειν δὲ φαυλότερα τῷ σώματι μεμιγμένας, καὶ
τὰ μὲν ὅλως ἄδηλα καὶ κεκρυμμένα τὰ δ´ ἀσθενῆ καὶ
ἀμαυρὰ καὶ τοῖς δι´ ὁμίχλης ὁρῶσιν ἢ κινουμένοις ἐν
ὑγρῷ παραπλησίως δύσεργα καὶ βραδέα καὶ πολλὴν ποθοῦντα
θεραπείαν τοῦ οἰκείου καὶ ἀνάληψιν ἀφαίρεσιν δὲ
καὶ κάθαρσιν τοῦ καλύπτοντος. ὥσπερ γὰρ ὁ ἥλιος οὐχ
ὅταν διαφύγῃ τὰ νέφη γίγνεται λαμπρός, ἀλλ´ ἔστι μὲν
ἀεὶ φαίνεται δ´ ἡμῖν ἐν ὁμίχλῃ δυσφαὴς καὶ ἀμαυρός, |
οὕτως ἡ ψυχὴ τὴν μαντικὴν οὐκ ἐπικτᾶται δύναμιν ἐκβᾶσα
τοῦ σώματος ὥσπερ νέφους, ἀλλ´ ἔχουσα καὶ νῦν τυφλοῦται
διὰ τὴν πρὸς τὸ θνητὸν ἀνάμιξιν αὐτῆς καὶ σύγχυσιν.
οὐ δεῖ δὲ θαυμάζειν οὐδ´ ἀπιστεῖν ὁρῶντας, εἰ μηδὲν
ἄλλο, τῆς ψυχῆς τὴν ἀντίστροφον τῇ μαντικῇ δύναμιν, ἣν
μνήμην καλοῦμεν, ἡλίκον ἔργον ἀποδείκνυται τὸ σῴζειν
τὰ παρῳχημένα καὶ φυλάττειν, μᾶλλον δὲ τὰ μηκέτ´ ὄντα·
Τῶν γὰρ γεγονότων οὐδὲν ἔστιν οὐδ´ ὑφέστηκεν, ἀλλ´
ἅμα γίγνεται πάντα καὶ φθείρεται, καὶ πράξεις καὶ λόγοι
καὶ παθήματα, τοῦ χρόνου καθάπερ ῥεύματος ἕκαστα
παραφέροντος· αὕτη δὲ τῆς ψυχῆς ἡ δύναμις οὐκ οἶδ´
ὅντινα τρόπον ἀντιλαμβανομένη τοῖς μὴ παροῦσι φαντασίαν
καὶ οὐσίαν περιτίθησιν. ὁ μὲν γὰρ Θεσσαλοῖς περὶ
Ἄρνης δοθεὶς χρησμὸς ἐκέλευε φράζειν
‘κωφοῦ τ´ ἀκοὴν τυφλοῖό τε δέρξιν,’
ἡ δὲ μνήμη καὶ κωφῶν πραγμάτων ἀκοὴ καὶ τυφλῶν
ὄψις ἡμῖν ἐστιν. ὅθεν, ὡς ἔφην, οὐκ ἔστι θαυμαστόν, εἰ
κρατοῦσα τῶν μηκέτ´ ὄντων προλαμβάνει πολλὰ τῶν
μηδέπω γεγονότων· ταῦτα γὰρ αὐτῇ μᾶλλον προσήκει
καὶ τούτοις συμπαθής ἐστι· καὶ γὰρ ἐπιβάλλεται καὶ
προτίθεται πρὸς τὰ μέλλοντα καὶ τῶν παρῳχημένων
καὶ τέλος ἐχόντων ἀπήλλακται πλὴν τοῦ μνημονεύειν.
[40] Ταύτην οὖν ἔχουσαι τὴν δύναμιν αἱ ψυχαὶ σύμφυτον
μὲν ἀμυδρὰν δὲ καὶ δυσφάνταστον ὅμως ἐξανθοῦσι πολλάκις
καὶ ἀναλάμπουσιν ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ
τὰς τελευτὰς ἔνιαι καθαροῦ γιγνομένου τοῦ σώματος ἤ
τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, ὥστε τὸ
λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι
τῶν παρόντων, τῷ ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ
μέλλοντος ἐπιστρεφόμεναι. οὐ γάρ, ὡς ὁ Εὐριπίδης
φησί, ‘μάντις ἄριστος ὅστις εἰκάζει καλῶς,’
ἀλλ´ οὗτος ἔμφρων μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι τῆς
ψυχῆς καὶ μετ´ εἰκότος ἡγουμένῳ καθ´ ὁδὸν ἑπόμενος,
τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον
καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν πάθεσι
καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος,
ὅταν ἐκστῇ μάλιστα τοῦ παρόντος. ἐξίσταται δὲ κράσει
καὶ διαθέσει τοῦ σώματος ἐν μεταβολῇ γιγνόμενον, ὃν
ἐνθουσιασμὸν καλοῦμεν. αὐτὸ μὲν οὖν ἐξ αὑτοῦ τὸ σῶμα
τοιαύτην οὐ πολλάκις ἴσχει διάθεσιν· ἡ δὲ γῆ πολλῶν μὲν
ἄλλων δυνάμεων πηγὰς ἀνίησιν ἀνθρώποις τὰς μὲν ἐκστατικὰς
καὶ νοσώδεις καὶ θανατηφόρους τὰς δὲ χρηστὰς καὶ
προσηνεῖς καὶ ὠφελίμους, ὡς δῆλαι γίγνονται πείρᾳ προστυγχάνουσι,
τὸ δὲ μαντικὸν ῥεῦμα καὶ πνεῦμα θειότατόν
ἐστι καὶ ὁσιώτατον, ἄν τε καθ´ ἑαυτὸ δι´ ἀέρος ἄν τε μεθ´
ὑγροῦ νάματος ἀναφέρηται. καταμιγνύμενον γὰρ εἰς τὸ
σῶμα κρᾶσιν ἐμποιεῖ ταῖς ψυχαῖς ἀήθη καὶ ἄτοπον, ἧς
τὴν ἰδιότητα χαλεπὸν εἰπεῖν σαφῶς, εἰκάσαι δὲ πολλαχῶς
ὁ λόγος δίδωσι. θερμότητι γὰρ καὶ διαχύσει πόρους τινὰς
ἀνοίγειν φανταστικοὺς τοῦ μέλλοντος εἰκός ἐστιν, ὡς
οἶνος ἀναθυμιαθεὶς ἕτερα πολλὰ κινήματα καὶ λόγους ἀποκειμένους
καὶ λανθάνοντας ἀποκαλύπτει·
‘τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει’
κατ´ Εὐριπίδην, ὅταν ἔνθερμος ἡ ψυχὴ γενομένη καὶ
πυρώδης ἀπώσηται τὴν εὐλάβειαν, ἣν ἡ θνητὴ φρόνησις
ἐπάγουσα πολλάκις ἀποστρέφει καὶ κατασβέννυσι τὸν ἐνθουσιασμόν.‘
[41] ’Ἅμα δ´ ἄν τις οὐκ ἀλόγως καὶ ξηρότητα φαίη μετὰ
τῆς θερμότητος ἐγγιγνομένην λεπτύνειν τὸ πνεῦμα καὶ
ποιεῖν αἰθερῶδες καὶ καθαρόν· ‘αὐγή’ γάρ ‘ξηρὴ ψυχὴ ἀρί–
στη’ καθ´ Ἡράκλειτον. ὑγρότης δ´ οὐ μόνον
ὄψιν ἀμβλύνει καὶ ἀκοήν, | ἀλλὰ καὶ κατόπτρων θιγοῦσα
καὶ μιχθεῖσα πρὸς ἀέρας ἀφαιρεῖ τὴν λαμπρότητα καὶ τὸ
φέγγος. τοὐναντίον τε πάλιν αὖ περιψύξει τινὶ καὶ πυκνώσει
τοῦ πνεύματος οἷον βαφῇ σίδηρον τὸ προγνωστικὸν
μόριον ἐντείνεσθαι καὶ στομοῦσθαι τῆς ψυχῆς οὐκ ἀδύνατόν
ἐστι. καὶ μὴν ὡς κασσίτερος μανὸν ὄντα καὶ πολύπορον
τὸν χαλκὸν ἐντακεὶς ἅμα μὲν ἔσφιγξε καὶ κατεπύκνωσεν
ἅμα δὲ λαμπρότερον ἀπέδειξε καὶ καθαρώτερον,
οὕτως οὐδὲν ἀπέχει τὴν μαντικὴν ἀναθυμίασιν οἰκεῖόν τι
ταῖς ψυχαῖς καὶ συγγενὲς ἔχουσαν ἀναπληροῦν τὰ μανὰ
καὶ συνέχειν ἐναρμόττουσαν. ἄλλα γὰρ ἄλλοις οἰκεῖα καὶ
πρόσφορα, καθάπερ τῆς μὲν πορφύρας ὁ κύαμος τῆς δὲ
κόκκου τὸ νίτρον δοκεῖ τὴν βαφὴν ἄγειν μεμιγμένον·
‘βύσσῳ δὲ γλαυκῆς κόκκος καταμίσγεται ἀκτῆς’
ὡς Ἐμπεδοκλῆς εἴρηκε. περὶ δὲ τοῦ Κύδνου καὶ
τῆς ἱερᾶς τοῦ Ἀπόλλωνος ἐν Ταρσῷ μαχαίρας, ὦ φίλε
Δημήτριε, σοῦ λέγοντος ἠκούομεν, ὡς οὔτε ὁ Κύδνος
ἄλλον ἐκκαθαίρει σίδηρον ἢ ἐκεῖνον οὔθ´ ὕδωρ ἄλλο
τὴν μάχαιραν ἢ ἐκεῖνο· καθάπερ ἐν Ὀλυμπίᾳ τὴν τέφραν
προσπλάττουσι τῷ βωμῷ καὶ περιπηγνύουσιν ἐκ τοῦ
Ἀλφειοῦ παραχέοντες ὕδωρ, ἑτέρων δὲ πειρώμενοι ποταμῶν
οὐδενὶ δύνανται συναγαγεῖν οὐδὲ κολλῆσαι τὴν τέφραν.‘
[42] ’Οὐ θαυμαστέον οὖν, εἰ πολλὰ τῆς γῆς ἄνω ῥεύματα
μεθιείσης ταῦτα μόνα τὰς ψυχὰς ἐνθουσιαστικῶς διατίθησι
καὶ φαντασιαστικῶς τοῦ μέλλοντος. ἀμέλει δὲ καὶ τὰ τῆς
φήμης συνᾴδει τῷ λόγῳ· καὶ γὰρ ἐνταῦθα τὴν περὶ τὸν
τόπον δύναμιν ἐμφανῆ γενέσθαι πρῶτον ἱστοροῦσιν νομέως
τινὸς ἐμπεσόντος κατὰ τύχην, εἶτα φωνὰς ἀναφέροντος
ἐνθουσιώδεις, ὧν τὸ μὲν πρῶτον οἱ παραγενόμενοι
κατεφρόνουν, ὕστερον δὲ γενομένων ὧν προεῖπεν ὁ ἄνθρωπος
ἐθαύμασαν. οἱ δὲ λογιώτατοι Δελφῶν καὶ τοὔνομα τοῦ
ἀνθρώπου διαμνημονεύοντες Κορήταν λέγουσιν. ἐμοὶ δὲ
δοκεῖ μάλιστα τοιαύτην πρὸς τὸ μαντικὸν πνεῦμα λαμβάνειν
σύγκρασιν ψυχὴ καὶ σύμπηξιν, οἵαν πρὸς τὸ φῶς ἡ
ὄψις ὁμοιοπαθὲς γιγνόμενον· ὀφθαλμοῦ τε γὰρ ἔχοντος
τὴν ὁρατικὴν δύναμιν οὐδὲν ἄνευ φωτὸς ἔργον ἐστίν,
ψυχῆς τε τὸ μαντικὸν ὥσπερ ὄμμα δεῖται τοῦ συνεξάπτοντος
οἰκείου καὶ συνεπιθήγοντος. ὅθεν οἱ μὲν πολλοὶ τῶν
προγενεστέρων ἕνα καὶ τὸν αὐτὸν ἡγοῦντο θεὸν Ἀπόλλωνα
καὶ ἥλιον· οἱ δὲ τὴν καλὴν καὶ σοφὴν ἐπιστάμενοι
καὶ τιμῶντες ἀναλογίαν, ὅπερ σῶμα πρὸς ψυχὴν ὄψις δὲ
πρὸς νοῦν φῶς δὲ πρὸς ἀλήθειάν ἐστι, τοῦτο τὴν ἡλίου
δύναμιν εἴκαζον εἶναι πρὸς τὴν Ἀπόλλωνος φύσιν, ἔκγονον
ἐκείνου καὶ τόκον ὄντος ἀεὶ γιγνόμενον ἀεὶ τοῦτον
ἀποφαίνοντες. ἐξάπτει γὰρ καὶ προάγεται καὶ συνεξορμᾷ
τῆς αἰσθήσεως τὴν ὁρατικὴν δύναμιν οὗτος ὡς τῆς ψυχῆς
τὴν μαντικὴν ἐκεῖνος.
[43] Οἱ μέντοι δοξάζοντες ἕνα καὶ
τὸν αὐτὸν θεὸν εἶναι, εἰκότως Ἀπόλλωνι καὶ Γῇ κοινῶς
ἀνέθεσαν τὸ χρηστήριον, οἰόμενοι τὴν διάθεσιν καὶ κρᾶσιν
ἐμποιεῖν τῇ γῇ τὸν ἥλιον, ἀφ´ ἧς ἐκφέρεσθαι τὰς
μαντικὰς ἀναθυμιάσεις. αὐτὴν μὲν οὖν τὴν γῆν ὥσπερ
Ἡσίοδος ἐνίων φιλοσόφων βέλτιον διανοηθείς
‘πάντων ἕδος ἀσφαλές’ προσεῖπεν, οὕτω καὶ ἡμεῖς
καὶ ἀίδιον καὶ ἄφθαρτον νομίζομεν· τῶν δὲ περὶ αὐτὴν
δυνάμεων πῆ μὲν ἐκλείψεις πῆ δὲ γενέσεις ἀλλαχοῦ δὲ
μεταστάσεις καὶ μεταρροίας ἀλλαχόθεν εἰκός ἐστι συμβαίνειν,
καὶ κυκλεῖν ἐν αὐτῇ τὰς τοιαύτας ἐν τῷ χρόνῳ παντὶ
πολλάκις περιόδους, ὡς ἔστι τεκμαίρεσθαι τοῖς φαινομένοις.
λιμνῶν τε γὰρ γεγόνασι καὶ ποταμῶν ἔτι δὲ πλείονες
ναμάτων θερμῶν ὅπου μὲν ἐκλείψεις καὶ φθοραὶ
παντάπασιν ὅπου δ´ οἷον ἀποδράσεις καὶ καταδύσεις, |
εἶτα πάλιν ἥκει διὰ χρόνων ἐπιφαινόμενα τοῖς αὐτοῖς
τόποις ἢ πλησίον ὑπορρέοντα· καὶ μετάλλων ἴσμεν
ἐξαμαυρώσεις γεγονέναι καινὰς, ὡς τῶν περὶ τὴν
Ἀττικὴν ἀργυρείων καὶ τῆς ἐν Εὐβοίᾳ χαλκίτιδος ἐξ ἧς
ἐδημιουργεῖτο τὰ ψυχρήλατα τῶν ξιφῶν, ὡς Αἰσχύλος
εἴρηκε
‘λαβὼν γὰρ αὐτόθηκτον Εὐβοικὸν ξίφος·’
ἡ δ´ ἐν Καρύστῳ πέτρα χρόνος οὐ πολὺς ἀφ´ οὗ
πέπαυται μηρύματα λίθων μαλακὰ καὶ νηματώδη
συνεκφέρουσα. καὶ γὰρ ὑμῶν ἑωρακέναι τινὰς οἴομαι
χειρόμακτρα καὶ δίκτυα καὶ κεκρυφάλους ἐκεῖθεν οὔτε
ὕδατι λυομένους οὔτε πυρὶ καιομένους· ἀλλ´ ὅς´ ἂν
ῥυπανθῇ χρωμένων, ἐμβαλόντες εἰς φλόγα λαμπρὰ καὶ
διαφανῆ κομίζονται· νῦν δ´ ἠφάνισται καὶ μόλις οἷον
ἶνες ἢ τρίχες ἀραιαὶ διατρέχουσιν ἐν τοῖς μετάλλοις.
[44] Καὶ πάντων τούτων οἱ περὶ Ἀριστοτέλην δημιουργὸν
ἐν τῇ γῇ τὴν ἀναθυμίασιν ἀποφαίνουσιν, ᾗ
καὶ συνεκλείπειν καὶ συμμεθίστασθαι καὶ συνεξανθεῖν
πάλιν τὰς τοιαύτας φύσεις ἀναγκαῖόν ἐστι. ταὐτὰ δὴ
περὶ μαντικῶν πνευμάτων διανοητέον, ὡς οὐκ ἐχόντων
ἀίδιον οὐδ´ ἀγήρω τὴν δύναμιν ἀλλ´ ὑποκειμένην μεταβολαῖς.
καὶ γὰρ ὄμβρους ὑπερβάλλοντας εἰκός ἐστι κατασβεννύναι
καὶ κεραυνῶν ἐμπεσόντων διαφορεῖσθαι, μάλιστα
δὲ τῆς γῆς ὑποσάλου γιγνομένης καὶ λαμβανούσης
ἱζήματα καὶ σύγχωσιν ἐν βάθει μεθίστασθαι τὰς ἀναθυμιάσεις
ἢ τυφλοῦσθαι τὸ παράπαν, ὥσπερ ἐνταῦθά φασι
παραμένειν τὰ περὶ τὸν μέγαν σεισμόν, ὃς καὶ τὴν
πόλιν ἀνέτρεψεν. ἐν δ´ Ὀρχομενῷ λέγουσι λοιμοῦ γενομένου
πολλοὺς μὲν ἀνθρώπους διαφθαρῆναι, τὸ δὲ τοῦ
Τειρεσίου χρηστήριον ἐκλιπεῖν παντάπασι καὶ μέχρι τοῦ
νῦν ἀργὸν διαμένειν καὶ ἄναυδον. εἰ δὲ καὶ τοῖς περὶ Κιλικίαν
ὅμοια παθεῖν συμβέβηκε, ὡς ἀκούομεν, οὐδεὶς ἂν
ἡμῖν, ὦ Δημήτριε, σοῦ φράσειε σαφέστερον.‘
[45] Καὶ ὁ Δημήτριος ’οὐκ οἶδ´ ἔγωγε τά γε νῦν·
ἀποδημῶ γάρ, ὡς ἴστε, πάμπολυν ἤδη χρόνον· ἔτι δ´
ἤκμαζεν ἐμοῦ παρόντος καὶ τὸ Μόψου καὶ τὸ Ἀμφιλόχου
μαντεῖον. ἔχω δ´ εἰπεῖν τῷ Μόψου παραγενόμενος πρᾶγμα
θαυμασιώτατον. ὁ γὰρ ἡγεμὼν τῆς Κιλικίας αὐτὸς μὲν
ἀμφίδοξος ὢν ἔτι πρὸς τὰ θεῖα δι´ ἀσθένειαν ἀπιστίας
οἶμαι (τἄλλα γὰρ ἦν ὑβριστὴς καὶ φαῦλος), ἔχων δὲ περὶ
αὑτὸν Ἐπικουρείους τινὰς τὴν καλὴν δὴ καὶ φυσιολόγον
ἐνυβρίζοντας, ὡς αὐτοὶ λέγουσι, τοῖς τοιούτοις
εἰσέπεμψεν ἀπελεύθερον οἷον εἰς πολεμίων κατάσκοπον
ἐνσκευάσας, ἔχοντα κατεσφραγισμένην δέλτον, ἐν ᾗ τὸ
ἐρώτημα ἦν ἐγγεγραμμένον οὐδενὸς εἰδότος. ἐννυχεύσας
οὖν ὁ ἄνθρωπος ὥσπερ ἔθος ἐστὶ τῷ σηκῷ καὶ κατακοιμηθεὶς
ἀπήγγειλε μεθ´ ἡμέραν ἐνύπνιον τοιοῦτον. ἄνθρωπον
ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι τοσοῦτον
‘μέλανα’ καὶ πλέον οὐδὲν ἀλλ´ εὐθὺς οἴχεσθαι. τοῦθ´
ἡμῖν μὲν ἄτοπον ἐφάνη καὶ πολλὴν ἀπορίαν παρέσχεν,
ὁ δ´ ἡγεμὼν ἐκεῖνος ἐξεπλάγη καὶ προσεκύνησεν καὶ τὴν
δέλτον ἀνοίξας ἐπεδείκνυεν ἐρώτημα τοιοῦτον γεγραμμένον
‘πότερόν σοι λευκὸν ἢ μέλανα θύσω ταῦρον;’ ὥστε
καὶ τοὺς Ἐπικουρείους διατραπῆναι, κἀκεῖνον αὐτὸν τήν
τε θυσίαν ἐπιτελεῖν καὶ σέβεσθαι διὰ τέλους Μόψον.‘
[46] Ὁ μὲν οὖν Δημήτριος ταῦτ´ εἰπὼν ἐσιώπησεν· ἐγὼ
δὲ βουλόμενος ὥσπερ τι κεφάλαιον ἐπιθεῖναι τῷ λόγῳ
πρὸς τὸν Φίλιππον αὖθις ἀπέβλεψα καὶ τὸν Ἀμμώνιον
ὁμοῦ καθημένους. ἔδοξαν οὖν μοι βούλεσθαί τι διαλεχθῆναι,
καὶ πάλιν ἐπέσχον. ὁ δ´ Ἀμμώνιος ’ἔχει μέν‘ ἔφη
’καὶ Φίλιππος, ὦ Λαμπρία, περὶ τῶν εἰρημένων εἰπεῖν·
οἴεται γὰρ ὥσπερ οἱ πολλοὶ καὶ αὐτὸς οὐχ ἕτερον εἶναι
τὸν Ἀπόλλωνα θεὸν ἀλλὰ τῷ ἡλίῳ τὸν αὐτόν. | ἡ δ´ ἐμὴ
μείζων ἀπορία καὶ περὶ μειζόνων· ἄρτι γὰρ οὐκ οἶδ´ ὅπως
τῷ λόγῳ παρεχωρήσαμεν ἐκ τῶν θεῶν τὴν μαντικὴν ἐς
δαίμονάς τινας ἀτεχνῶς ἀποδιοπομπουμένῳ. νυνὶ δέ μοι
δοκοῦμεν αὐτοὺς πάλιν ἐκείνους ἐξωθεῖν καὶ ἀπελαύνειν
ἐνθένδε τοῦ χρηστηρίου καὶ τοῦ τρίποδος εἰς πνεύματα καὶ
ἀτμοὺς καὶ ἀναθυμιάσεις τὴν τῆς μαντικῆς ἀρχὴν μᾶλλον
δὲ τὴν οὐσίαν αὐτὴν καὶ τὴν δύναμιν ἀναλύοντες. αἱ γὰρ
εἰρημέναι κράσεις καὶ θερμότητες αὗται καὶ στομώσεις
ὅσῳ μᾶλλον φυσικαῖς αἰτίαις ἐνδέδενται, τοσούτῳ μᾶλλον
ἀπάγουσι τὴν δόξαν ἀπὸ τῶν θεῶν καί τινα τοιοῦτον
ὑποβάλλουσι τῆς αἰτίας ἐπιλογισμόν, οἵῳ ποιεῖ τὸν Κύκλωπα
χρώμενον Εὐριπίδης,
‘ἡ γῆ δ´ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,
τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.’
Πλὴν ἐκεῖνος μὲν οὔ φησι θύειν τοῖς θεοῖς ἀλλ´ ἑαυτῷ καὶ
‘τῇ μεγίστῃ γαστρὶ δαιμόνων,’ ἡμεῖς δὲ καὶ θύομεν καὶ
προσευχόμεθα τί παθόντες ἐπὶ τοῖς χρηστηρίοις, εἰ δύναμιν
μὲν ἐν ἑαυταῖς μαντικὴν αἱ ψυχαὶ κομίζουσιν, ἡ δὲ
κινοῦσα ταύτην ἀέρος τίς ἐστι κρᾶσις ἢ πνεύματος; αἱ δὲ
τῶν ἱερείων κατασπείσεις τί βούλονται, καὶ τὸ μὴ θεμιστεύειν,
ἐὰν μὴ τὸ ἱερεῖον ὅλον ἐξ ἄκρων σφυρῶν ὑπότρομον
γένηται καὶ κραδανθῇ κατασπενδόμενον; οὐ γὰρ
ἀρκεῖ τὸ διασεῖσαι τὴν κεφαλὴν ὥσπερ ἐν ταῖς ἄλλαις
θυσίαις, ἀλλὰ πᾶσι δεῖ τοῖς μέρεσι τὸν σάλον ὁμοῦ καὶ τὸν
παλμὸν ἐγγενέσθαι μετὰ ψόφου τρομώδους· ἐὰν γὰρ μὴ
τοῦτο γένηται, τὸ μαντεῖον οὔ φασι χρηματίζειν οὐδ´
εἰσάγουσι τὴν Πυθίαν. καίτοι θεοῦ μὲν ἢ δαίμονος ἐν–
εργείαις αἰτίαν τὴν πλείστην ἀνατιθέντας εἰκός ἐστι
ταῦτα ποιεῖν καὶ νομίζειν· ὡς δὲ σὺ λέγεις, οὐκ εἰκός· ἡ
γὰρ ἀναθυμίασις, ἄν τε πτοῆται τὸ ἱερεῖον ἄν τε μή,
παροῦσα ποιήσει τὸν ἐνθουσιασμὸν καὶ διαθήσει τὴν
ψυχὴν ὁμοίως οὐ τῆς Πυθίας μόνον, ἀλλὰ κἂν τοῦ τυχόντος
ἅψηται σώματος. ὅθεν εὔηθές ἐστι τὸ μιᾷ γυναικὶ
πρὸς τὰ μαντεῖα χρῆσθαι καὶ ταύτῃ παρέχειν πράγματα
φυλάττοντας ἁγνὴν διὰ βίου καὶ καθαρεύουσαν. ὁ γὰρ
Κορήτας ἐκεῖνος, ὃν Δελφοὶ λέγουσι πρῶτον ἐμπεσόντα
τῆς περὶ τὸν τόπον δυνάμεως αἴσθησιν παρασχεῖν, οὐδὲν
οἶμαι διέφερε τῶν ἄλλων αἰπόλων καὶ ποιμένων· εἴ γε δὴ
τοῦτο μὴ μῦθός ἐστι μηδὲ πλάσμα κενόν, ὡς ἔγωγ´
ἡγοῦμαι. καὶ λογιζόμενος πηλίκων ἀγαθῶν τουτὶ τὸ
μαντεῖον αἴτιον γέγονε τοῖς Ἕλλησιν ἔν τε πολέμοις καὶ
κτίσεσι πόλεων ἔν τε λοιμοῖς καὶ καρπῶν ἀφορίαις,
δεινὸν ἡγοῦμαι μὴ θεῷ καὶ προνοίᾳ τὴν εὕρεσιν αὐτοῦ καὶ
ἀρχὴν ἀλλὰ τῷ κατὰ τύχην καὶ αὐτομάτως ἀνατίθεσθαι.
πρὸς δὴ ταῦτ´‘ εἶπε ’τὸν Λαμπρίαν βούλομαι διαλεχθῆναι·
περιμενεῖς δέ;‘ ’πάνυ μὲν οὖν‘ ὁ Φίλιππος ἔφη ’καὶ
πάντες οὗτοι· πάντας γὰρ ἡμᾶς ὁ λόγος κεκίνηκε.‘
[47] Κἀγὼ πρὸς αὐτόν ’ἐμὲ δ´‘ εἶπον ’οὐ κεκίνηκεν, ὦ
Φίλιππε, μόνον ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ
τηλικούτοις οὖσιν ὑμῖν δοκῶ παρ´ ἡλικίαν τῷ πιθανῷ τοῦ
λόγου καλλωπιζόμενος ἀναιρεῖν τι καὶ κινεῖν τῶν ἀληθῶς
καὶ ὁσίως περὶ τοῦ θείου νενομισμένων. ἀπολογήσομαι δὲ
μάρτυρα καὶ σύνδικον ὁμοῦ Πλάτωνα παριστάμενος.
ἐκεῖνος γὰρ ὁ ἀνὴρ Ἀναξαγόραν μὲν ἐμέμψατο
τὸν παλαιόν, ὅτι ταῖς φυσικαῖς ἄγαν ἐνδεδεμένος αἰτίαις
καὶ τὸ κατ´ ἀνάγκην τοῖς τῶν σωμάτων ἀποτελούμενον
πάθεσι μετιὼν ἀεὶ καὶ διώκων, τὸ οὗ ἕνεκα καὶ ὑφ´ οὗ,
βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς, ἀφῆκεν· αὐτὸς δὲ
πρῶτος ἢ μάλιστα τῶν φιλοσόφων ἀμφοτέρας ἐπεξῆλθε,
τῷ μὲν θεῷ τὴν ἀρχὴν ἀποδιδοὺς τῶν κατὰ λόγον ἐχόντων,
| οὐκ ἀποστερῶν δὲ τὴν ὕλην τῶν ἀναγκαίων πρὸς
τὸ γιγνόμενον αἰτιῶν, ἀλλὰ συνορῶν, ὅτι τῇδέ πη καὶ τὸ
πᾶν αἰσθητὸν διακεκοσμημένον οὐ καθαρὸν οὐδ´ ἀμιγές
ἐστιν, ἀλλὰ τῆς ὕλης συμπλεκομένης τῷ λόγῳ λαμβάνει
τὴν γένεσιν. ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς
ἡ περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν
Ἡρόδοτος ὑποκρητηρίδιον ὠνόμασεν, αἰτίας μὲν
ἔσχε τὰς ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς
καὶ δι´ ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ ἔργον
οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα
κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος
τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ
εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται
‘γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν’
ὡς ὁρᾶται γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ
συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διάθεσιν
λαβεῖν καὶ ὄψιν. ἆρ´ οὖν ὁ βουλόμενος ἅπτεσθαι τῆς
ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ διδάσκων τὰ παθήματα καὶ
τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ
μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου δόξαν· ὁ δὲ
τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι
τῷ μὲν πυρὶ χαλασθεὶς ἐνδίδωσι καὶ ὑπείκει τοῖς ἐλαύνουσι
καὶ πλάττουσιν, ἐμπεσὼν δὲ πάλιν εἰς ὕδωρ ἀκραιφνὲς
καὶ τῇ ψυχρότητι διὰ τὴν ὑπὸ τοῦ πυρὸς ἐγγενομένην
ἁπαλότητα καὶ μανότητα πιληθεὶς καὶ καταπυκνωθεὶς
εὐτονίαν ἴσχει καὶ πῆξιν, ἣν Ὅμηρος ‘σιδήρου
κράτος’ εἶπεν, ἧττόν τι τῷ τεχνίτῃ τηρεῖ τὴν αἰτίαν τῆς
τοῦ ἔργου γενέσεως; ἐγὼ μὲν οὐκ οἴομαι· καὶ γὰρ τῶν
ἰατρικῶν δυνάμεων ἔνιοι τὰς ποιότητας ἐλέγχουσι, τὴν
δ´ ἰατρικὴν οὐκ ἀναιροῦσιν. ὥσπερ ἀμέλει καὶ Πλάτων
ὁρᾶν μὲν ἡμᾶς τῇ παρὰ τῶν ὀφθαλμῶν αὐγῇ
συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς, ἀκούειν δὲ τῇ
πληγῇ τοῦ ἀέρος ἀποφαινόμενος οὐκ ἀνῄρει τὸ κατὰ λόγον
καὶ πρόνοιαν ὁρατικοὺς καὶ ἀκουστικοὺς γεγονέναι.‘
[48] ’Καθόλου γάρ, ὥς φημι, δύο πάσης γενέσεως αἰτίας
ἐχούσης οἱ μὲν σφόδρα παλαιοὶ θεολόγοι καὶ ποιηταὶ τῇ
κρείττονι μόνῃ τὸν νοῦν προσεῖχον τοῦτο δὴ τὸ κοινὸν
ἐπιφθεγγόμενοι πᾶσι πράγμασι
‘Ζεὺς ἀρχὴ Ζεὺς μέσσα, Διὸς δ´ ἐκ πάντα πέλονται·’
ταῖς δ´ ἀναγκαίαις καὶ φυσικαῖς οὐκέτι προσῄεσαν αἰτίαις.
οἱ δὲ νεώτεροι τούτων καὶ φυσικοὶ προσαγορευόμενοι
τοὐναντίον ἐκείνοις τῆς καλῆς καὶ θείας ἀποπλανηθέντες
ἀρχῆς ἐν σώμασι καὶ πάθεσι σωμάτων πληγαῖς τε καὶ
μεταβολαῖς καὶ κράσεσι τίθενται τὸ σύμπαν. ὅθεν ἀμφοτέροις
ὁ λόγος ἐνδεὴς τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ δι´
οὗ καὶ ὑφ´ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ δι´ ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν.
ὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν καὶ τῷ
κατὰ λόγον ποιοῦντι καὶ κινοῦντι προσλαβὼν τὸ ἀναγκαίως
ὑποκείμενον καὶ πάσχον ἀπολύεται καὶ ὑπὲρ
ἡμῶν πᾶσαν ὑποψίαν καὶ διαβολήν. οὐ γὰρ ἄθεον ποιοῦμεν
οὐδ´ ἄλογον τὴν μαντικήν, ὕλην μὲν αὐτῇ τὴν ψυχὴν
τοῦ ἀνθρώπου τὸ δ´ ἐνθουσιαστικὸν πνεῦμα καὶ τὴν
ἀναθυμίασιν οἷον ὀργάνῳ ἢ πλῆκτρον ἀποδιδόντες· πρῶτον
μὲν γὰρ ἡ γεννήσασα γῆ τὰς ἀναθυμιάσεις ὅ τε
πᾶσαν ἐνδιδοὺς κράσεως τῇ γῇ καὶ μεταβολῆς δύναμιν
ἥλιος νόμῳ πατέρων θεός ἐστιν ἡμῖν· ἔπειτα δαίμονας
ἐπιστάτας καὶ περιπόλους καὶ φύλακας οἷον ἁρμονίας τῆς
κράσεως ταύτης τὰ μὲν ἀνιέντας ἐν καιρῷ | τὰ δ´ ἐπιτείνοντας
καὶ τὸ ἄγαν ἐκστατικὸν αὐτῆς καὶ ταρακτικὸν
ἀφαιροῦντας τὸ δὲ κινητικὸν ἀλύπως καὶ ἀβλαβῶς τοῖς
χρωμένοις καταμιγνύντας ἀπολείποντες οὐδὲν ἄλογον
ποιεῖν οὐδ´ ἀδύνατον δόξομεν.
[49] Οὐδέ γε προθυόμενοι
καὶ καταστέφοντες ἱερεῖα καὶ κατασπένδοντες ἐναντία τῷ
λόγῳ τούτῳ πράττομεν. οἱ γὰρ ἱερεῖς καὶ ὅσιοι θύειν
φασὶ τὸ ἱερεῖον καὶ κατασπένδειν καὶ τὴν κίνησιν αὐτοῦ
καὶ τὸν τρόμον ἀποθεωρεῖν ἑτέρου τίνος τοῦτο σημεῖον
ἢ τοῦ θεμιστεύειν τὸν θεὸν λαμβάνοντες; δεῖ γὰρ τὸ
θύσιμον τῷ τε σώματι καὶ τῇ ψυχῇ καθαρὸν εἶναι καὶ
ἀσινὲς καὶ ἀδιάφθορον. μήνυτρα μὲν οὖν τῶν περὶ τὸ
σῶμα κατιδεῖν οὐ πάνυ χαλεπόν ἐστι, τὴν δὲ ψυχὴν δοκιμάζουσι
τοῖς μὲν ταύροις ἄλφιτα τοῖς δὲ κάπροις ἐρεβίνθους
παρατιθέντες· τὸ γὰρ μὴ γευσάμενον ὑγιαίνειν οὐκ οἴονται.
τὴν δ´ αἶγα διελέγχειν τὸ ψυχρὸν ὕδωρ· οὐ γὰρ εἶναι
ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς
καὶ ἀκίνητον. ἐγὼ δέ, κἂν ᾖ βέβαιον ὅτι σημεῖόν ἐστι
τοῦ θεμιστεύειν τὸ σείσασθαι καὶ τοῦ μὴ θεμιστεύειν
τοὐναντίον, οὐχ ὁρῶ τί συμβαίνει δυσχερὲς ἀπ´ αὐτοῦ
τοῖς εἰρημένοις. πᾶσα γὰρ δύναμις ὃ πέφυκε σὺν καιρῷ
βέλτιον ἢ χεῖρον ἀποδίδωσι· τοῦ δὲ καιροῦ διαφεύγοντος
ἡμᾶς σημεῖα διδόναι τὸν θεὸν εἰκός ἐστιν.‘
[50] ’Οἴομαι μὲν οὖν μηδὲ τὴν ἀναθυμίασιν ὡσαύτως
ἔχειν ἀεὶ διὰ παντός, ἀνέσεις δέ τινας ἴσχειν καὶ πάλιν
σφοδρότητας· ᾧ δὲ τεκμηρίῳ χρῶμαι, μάρτυρας ἔχει καὶ
ξένους πολλοὺς καὶ τοὺς θεραπεύοντας τὸ ἱερὸν ἅπαντας.
ὁ γὰρ οἶκος, ἐν ᾧ τοὺς χρωμένους τῷ θεῷ καθίζουσιν,
οὔτε πολλάκις οὔτε τεταγμένως ἀλλ´ ὡς ἔτυχε διὰ χρόνων
εὐωδίας ἀναπίμπλαται καὶ πνεύματος, οἵας ἂν τὰ ἥδιστα
καὶ πολυτελέστατα τῶν μύρων ἀποφορὰς ὥσπερ ἐκ πηγῆς
τοῦ ἀδύτου προσβάλλοντος· ἐξανθεῖν γὰρ εἰκὸς ὑπὸ θερμότητος
ἤ τινος ἄλλης ἐγγιγνομένης δυνάμεως. εἰ δὲ τοῦτο
μὴ δοκεῖ πιθανόν, ἀλλά γε τὴν Πυθίαν αὐτὴν ἐν πάθεσι
καὶ διαφοραῖς ἄλλοτ´ ἄλλαις ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς
ἴσχειν, ᾧ πλησιάζει τὸ πνεῦμα, καὶ μὴ μίαν ἀεὶ κρᾶσιν
ὥσπερ ἁρμονίαν ἀμετάβολον ἐν παντὶ καιρῷ διαφυλάττειν
ὁμολογήσετε. πολλαὶ μὲν γὰρ αἰσθομένης πλείονες δ´
ἄδηλοι τό τε σῶμα καταλαμβάνουσι καὶ τὴν ψυχὴν
ὑπορρέουσι δυσχέρειαι καὶ κινήσεις· ὧν ἀναπιμπλαμένην
οὐκ ἄμεινον ἐκεῖ βαδίζειν οὐδὲ παρέχειν ἑαυτὴν τῷ θεῷ μὴ
παντάπασι καθαρὰν οὖσαν ὥσπερ ὄργανον ἐξηρτυμένον καὶ
εὐηχές, ἀλλ´ ἐμπαθῆ καὶ ἀκατάστατον. οὔτε γὰρ ὁ οἶνος
ὡσαύτως ἀεὶ τὸν μεθυστικὸν οὔθ´ ὁ αὐλὸς τὸν ἐνθουσιαστικὸν
ὁμοίως διατίθησιν, ἀλλὰ νῦν μὲν ἧττον οἱ αὐτοὶ
νῦν δὲ μᾶλλον ἐκβακχεύονται καὶ παρακινοῦσι τῆς κράσεως
ἐν αὐτοῖς ἑτέρας γενομένης. μάλιστα δὲ τὸ φανταστικὸν
ἔοικε τῆς ψυχῆς ὑπὸ τοῦ σώματος ἀλλοιουμένου
κρατεῖσθαι καὶ συμμεταβάλλειν, ὡς δῆλόν ἐστιν ἀπὸ τῶν
ὀνείρων· ποτὲ μὲν γὰρ ἐν πολλαῖς γιγνόμεθα καὶ παντοδαπαῖς
ἐνυπνίων ὄψεσι, ποτὲ δ´ αὖ πάλιν πᾶσα γίγνεται
γαλήνη καὶ ἡσυχία τῶν τοιούτων. καὶ Κλέωνα μὲν ἴσμεν
αὐτοὶ τὸν ἐκ Δαυλίας τοῦτον ἐν πολλοῖς ἔτεσιν οἷς βεβίωκε
φάσκοντα μηδὲν ἰδεῖν πώποτε, τῶν δὲ πρεσβυτέρων ταὐτὸ
τοῦτο λέγεται περὶ Θρασυμήδους τοῦ Ἡραιέως. αἰτία δ´ ἡ
κρᾶσις τοῦ σώματος, ὥσπερ αὖ πάλιν ἡ τῶν μελαγχολικῶν
πολυόνειρος καὶ πολυφάνταστος, ᾗ καὶ δοκεῖ τὸ
εὐθυόνειρον αὐτοῖς ὑπάρχειν· ἐπ´ ἄλλα γὰρ ἄλλοτε τῷ
φανταστικῷ τρεπόμενοι, | καθάπερ οἱ πολλὰ βάλλοντες,
ἐπιτυγχάνουσι πολλάκις.
[51] Ὅταν οὖν εὐαρμόστως ἔχῃ πρὸς τὴν τοῦ πνεύματος ὥσπερ
φαρμάκου κρᾶσιν ἡ φαντασιαστικὴ
καὶ μαντικὴ δύναμις, ἐν τοῖς προφητεύουσιν
ἀνάγκη γίγνεσθαι τὸν ἐνθουσιασμόν· ὅταν δὲ μὴ οὕτως,
μὴ γίγνεσθαι, ἢ γίγνεσθαι παράφορον καὶ οὐκ ἀκέραιον
καὶ ταρακτικόν, ὥσπερ ἴσμεν ἐπὶ τῆς ἔναγχος ἀποθανούσης
Πυθίας. θεοπρόπων γὰρ ἀπὸ ξένης παραγενομένων
λέγεται τὰς πρώτας κατασπείσεις ἀκίνητον ὑπομεῖναι καὶ
ἀπαθὲς τὸ ἱερεῖον, ὑπερβαλλομένων δὲ φιλοτιμίᾳ τῶν
ἱερέων καὶ προσλιπαρούντων μόλις ὕπομβρον γενόμενον καὶ
κατακλυσθὲν ἐνδοῦναι. τί οὖν συνέβη περὶ τὴν Πυθίαν;
κατέβη μὲν εἰς τὸ μαντεῖον ὥς φασιν ἄκουσα καὶ ἀπρόθυμος,
εὐθὺς δὲ περὶ τὰς πρώτας ἀποκρίσεις ἦν καταφανὴς
τῇ τραχύτητι τῆς φωνῆς οὐκ ἀναφέρουσα δίκην
νεὼς ἐπειγομένης ἀλάλου καὶ κακοῦ πνεύματος οὖσα πλήρης·
τέλος δὲ παντάπασιν ἐκταραχθεῖσα καὶ μετὰ κραυγῆς
ἀσήμου καὶ φοβερᾶς φερομένη πρὸς τὴν ἔξοδον ἔρριψεν
ἑαυτήν, ὥστε φυγεῖν μὴ μόνον τοὺς θεοπρόπους ἀλλὰ
καὶ τὸν προφήτην Νίκανδρον καὶ τοὺς παρόντας τῶν
ὁσίων. ἀνείλοντο μέντοι μετὰ μικρὸν αὐτὴν εἰσελθόντες
ἔμφρονα καὶ διεβίωσεν ὀλίγας ἡμέρας. τούτων ἕνεκα καὶ
συνουσίας ἁγνὸν τὸ σῶμα καὶ τὸν βίον ὅλως ἀνεπίμικτον
ἀλλοδαπαῖς καὶ ἄθικτον ὁμιλίαις φυλάττουσι τῆς Πυθίας
καὶ πρὸ τοῦ χρηστηρίου τὰ σημεῖα λαμβάνουσιν, οἰόμενοι
τῷ θεῷ κατάδηλον εἶναι, πότε τὴν πρόσφορον ἔχουσα
κρᾶσιν καὶ διάθεσιν ἀβλαβῶς ὑπομενεῖ τὸν ἐνθουσιασμόν.
οὔτε γὰρ πάντας οὔτε τοὺς αὐτοὺς ἀεὶ διατίθησιν ὡσαύτως
ἡ τοῦ πνεύματος δύναμις, ἀλλ´ ὑπέκκαυμα παρέχει
καὶ ἀρχὴν ὥσπερ εἴρηται τοῖς πρὸς τὸ παθεῖν καὶ
μεταβαλεῖν οἰκείως ἔχουσιν. ἔστι δὲ θεία μὲν ὄντως καὶ
δαιμόνιος, οὐ μὴν ἀνέκλειπτος οὐδ´ ἄφθαρτος οὐδ´ ἀγήρως
καὶ διαρκὴς εἰς τὸν ἄπειρον χρόνον ὑφ´ οὗ πάντα κάμνει τὰ
μεταξὺ γῆς καὶ σελήνης κατὰ τὸν ἡμέτερον λόγον. εἰσὶ δ´
οἱ καὶ τὰ ἐπάνω φάσκοντες οὐχ ὑπομένειν, ἀλλ´ ἀπαυδῶντα
πρὸς τὸ ἀίδιον καὶ ἄπειρον ὀξέσι χρῆσθαι καὶ
μεταβολαῖς καὶ παλιγγενεσίαις.‘
[52] ’Ταῦτ´‘ ἔφην ἐγώ ’πολλάκις ἀνασκέπτεσθαι καὶ
ὑμᾶς παρακαλῶ καὶ ἐμαυτόν, ὡς ἔχοντα πολλὰς ἀντιλήψεις
καὶ ὑπονοίας πρὸς τοὐναντίον, ἃς ὁ καιρὸς οὐ παρέχει
πάσας ἐπεξελθεῖν· ὥστε καὶ ταῦθ´ ὑπερκείσθω καὶ ἃ
Φίλιππος διαπορεῖ περὶ ἡλίου καὶ Ἀπόλλωνος.‘