Μετάβαση στο περιεχόμενο

Οιδίπους Τύραννος

Από Βικιθήκη
Οἰδίπους Τύραννος
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Σοφοκλής και διδάχθηκε (παίχτηκε) περίπου το 428 π.Χ.


ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ

[Επεξεργασία]

ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ

[Επεξεργασία]


Οιδίπους Τύραννος
Τραγῳδία
ed. Sir Richard Jebb, Cambridge (1887)



οιδιπους
ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,

τίνας ποθ᾽ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων· 5
ἁγὼ δικαιῶν μὴ παρ᾽ ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ᾽ ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
ἀλλ᾽ ὦ γεραιέ, φράζ᾽, ἐπεὶ πρέπων ἔφυς
πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε, 10
δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.

ιερευς
ἀλλ᾽ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,

ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα 15
βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τ᾽ ᾐθέων
λεκτοί· τὸ δ᾽ ἄλλο φῦλον ἐξεστεμμένον
ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς 20
ναοῖς, ἐπ᾽ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει κἀνακουφίσαι κάρα
βυθῶν ἔτ᾽ οὐχ οἵα τε φοινίου σάλου,
φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, 25
φθίνουσα δ᾽ ἀγέλαις βουνόμοις τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ᾽ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ᾽ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ᾽
Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. 30
θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ᾽ ἐγὼ
οὐδ᾽ οἵδε παῖδες ἑζόμεσθ᾽ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
ὅς γ᾽ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν 35
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ᾽ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγει νομίζει θ᾽ ἡμὶν ὀρθῶσαι βίον·
νῦν τ᾽, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα, 40
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν᾽ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ᾽ ἀπ᾽ ἀνδρὸς οἶσθά του·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. 45
ἴθ᾽, ὦ βροτῶν ἄριστ᾽, ἀνόρθωσον πόλιν,
ἴθ᾽, εὐλαβήθηθ᾽· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
στάντες τ᾽ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον. 50
ἀλλ᾽ ἀσφαλείᾳ τήνδ᾽ ἀνόρθωσον πόλιν·
ὄρνιθι γὰρ καὶ τὴν τότ᾽ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν· 55
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.

οιδιπους
ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι

προσήλθεθ᾽ ἱμείροντες· εὖ γὰρ οἶδ᾽ ὅτι
νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ 60
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν᾽ ἔρχεται
μόνον καθ᾽ αὑτὸν κοὐδέν᾽ ἄλλον, ἡ δ᾽ ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ σ᾽ ὁμοῦ στένει.
ὥστ᾽ οὐχ ὕπνῳ γ᾽ εὕδοντά μ᾽ ἐξεγείρετε, 65
ἀλλ᾽ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δ᾽ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
ἣν δ᾽ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
Κρέοντ᾽, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ 70
ἔπεμψα Φοίβου δώμαθ᾽, ὡς πύθοιθ᾽ ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
καί μ᾽ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. 75
ὅταν δ᾽ ἵκηται, τηνικαῦτ᾽ ἐγὼ κακὸς
μὴ δρῶν ἂν εἴην πάνθ᾽ ὅσ᾽ ἂν δηλοῖ θεός.

ιερευς
ἀλλ᾽ εἰς καλὸν σύ τ᾽ εἶπας οἵδε τ᾽ ἀρτίως

Κρέοντα προσστείχοντα σημαίνουσί μοι.

οιδιπους
ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ 80

σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι

ιερευς
ἀλλ᾽ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα

πολυστεφὴς ὧδ᾽ εἷρπε παγκάρπου δάφνης.

οιδιπους
τάχ᾽ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.

ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, 85
τίν᾽ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;

κρεων
ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ᾽, εἰ τύχοι

κατ᾽ ὀρθὸν ἐξελθόντα, πάντ᾽ ἂν εὐτυχεῖν.

οιδιπους
ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς

οὔτ᾽ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. 90

κρεων
εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,

ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.

οιδιπους
ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω

τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.

κρεων
λέγοιμ ἂν οἷ᾽ ἤκουσα τοῦ θεοῦ πάρα. 95

ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ
ἐν τῇδ᾽, ἐλαύνειν μηδ᾽ ἀνήκεστον τρέφειν.

οιδιπους
ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;


κρεων
ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν 100

λύοντας, ὡς τόδ᾽ αἷμα χειμάζον πόλιν.

οιδιπους
ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;


κρεων
ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ᾽ ἡγεμὼν

γῆς τῆσδε, πρὶν σὲ τήνδ᾽ ἀπευθύνειν πόλιν.

οιδιπους
ἔξοιδ᾽ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω. 105


κρεων
τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς

τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.

οιδιπους
οἳ δ᾽ εἰσὶ ποῦ γῆς; ποῦ τόδ᾽ εὑρεθήσεται

ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;

κρεων
ἐν τῇδ᾽ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον 110

ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.

οιδιπους
πότερα δ᾽ ἐν οἴκοις ἢ ᾽ν ἀγροῖς ὁ Λάϊος

ἢ γῆς ἐπ᾽ ἄλλης τῷδε συμπίπτει φόνῳ;

κρεων
θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν

πρὸς οἶκον οὐκέθ᾽ ἵκεθ᾽, ὡς ἀπεστάλη. 115

οιδιπους
οὐδ᾽ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ

κατεῖδ᾽, ὅτου τις ἐκμαθὼν ἐχρήσατ᾽ ἄν;

κρεων
θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν

ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ᾽ εἰδὼς φράσαι.

οιδιπους
τὸ ποῖον; ἓν γὰρ πόλλ᾽ ἂν ἐξεύροι μαθεῖν, 120

ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.

κρεων
λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ

ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.

οιδιπους
πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ

ἐπράσσετ᾽ ἐνθένδ᾽, ἐς τόδ᾽ ἂν τόλμης ἔβη; 125

κρεων
δοκοῦντα ταῦτ᾽ ἦν· Λαΐου δ᾽ ὀλωλότος

οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.

οιδιπους
κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος

οὕτω πεσούσης, εἶργε τοῦτ᾽ ἐξειδέναι;

κρεων
ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν 130

μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.

οιδιπους
ἀλλ᾽ ἐξ ὑπαρχῆς αὖθις αὔτ᾽ ἐγὼ φανῶ·

ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ
πρὸ τοῦ θανόντος τήνδ᾽ ἔθεσθ᾽ ἐπιστροφήν·
ὥστ᾽ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον 135
γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ᾽ ἅμα.
ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
ἀλλ᾽ αὐτὸς αὑτοῦ τοῦτ᾽ ἀποσκεδῶ μύσος.
ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχ᾽ ἂν
κἄμ᾽ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθ᾽ ἕλοι. 140
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
ἀλλ᾽ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
ἵστασθε, τούσδ᾽ ἄραντες ἱκτῆρας κλάδους,
ἄλλος δὲ Κάδμου λαὸν ὧδ᾽ ἀθροιζέτω,
ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς 145
σὺν τῷ θεῷ φανούμεθ᾽ ἢ πεπτωκότες.

ιερευς
ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν

καὶ δεῦρ᾽ ἔβημεν ὧν ὅδ᾽ ἐξαγγέλλεται.
Φοῖβος δ᾽ ὁ πέμψας τάσδε μαντείας ἅμα
σωτήρ δ᾽ ἵκοιτο καὶ νόσου παυστήριος. 150

χορος
ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου

Πυθῶνος ἀγλαὰς ἔβας
Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
ἰήιε Δάλιε Παιάν,
ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον 155
ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.
εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.

πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτ᾽ Ἀθάνα
γαιάοχόν τ᾽ ἀδελφεὰν 160
Ἄρτεμιν, ἃ κυκλόεντ᾽ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰὼ
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει 165
ἠνύσατ᾽ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.

ὦ πόποι, ἀνάριθμα γὰρ φέρω
πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδ᾽ ἔνι φροντίδος
ἔγχος 170
ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
ἄλλον δ᾽ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν 175
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.

ὧν πόλις ἀνάριθμος ὄλλυται·
νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται 180
ἀνοίκτως·
ἐν δ᾽ ἄλοχοι πολιαί τ᾽ ἔπι ματέρες
ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν
λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν. 185
παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος
ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
εὐῶπα πέμψον ἀλκάν.

Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων 190
φλέγει με περιβόατον, ἀντιάζων
παλίσσυτον δράμημα νωτίσαι πάτρας
ἔπουρον, εἴτ᾽ ἐς μέγαν
θάλαμον Ἀμφιτρίτας 195
εἴτ᾽ ἐς τὸν ἀπόξενον ὅρμων
Θρῄκιον κλύδωνα·
τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ,
τοῦτ᾽ ἐπ᾽ ἦμαρ ἔρχεται·
τόν, ὦ <τᾶν> πυρφόρων 200
ἀστραπᾶν κράτη νέμων,
ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,

Λύκει᾽ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπ᾽ ἀγκυλᾶν
βέλεα θέλοιμ᾽ ἂν ἀδάματ᾽ ἐνδατεῖσθαι 205
ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους
Ἀρτέμιδος αἴγλας, ξὺν αἷς
Λύκι᾽ ὄρεα διᾴσσει·
τὸν χρυσομίτραν τε κικλήσκω,
τᾶσδ᾽ ἐπώνυμον γᾶς, 210
οἰνῶπα Βάκχον εὔιον,
Μαινάδων ὁμόστολον,
πελασθῆναι φλέγοντ᾽
ἀγλαῶπι < σύμμαχον >
πεύκᾳ ᾽πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. 215

οιδιπους
αἰτεῖς· ἃ δ᾽ αἰτεῖς, τἄμ᾽ ἐὰν θέλῃς ἔπη

κλύων δέχεσθαι τῇ νόσῳ θ᾽ ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·
ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ᾽ ἐξερῶ,
ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν 220
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,
νῦν δ᾽ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
ὅστις ποθ᾽ ὑμῶν Λάϊον τὸν Λαβδάκου
κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, 225
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ μὲν φοβεῖται, τοὐπίκλημ᾽ ὑπεξελεῖν
αὐτὸν καθ᾽ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν. γῆς δ᾽ ἄπεισιν ἀσφαλής.
εἰ δ᾽ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς 230
τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
κέρδος τελῶ ᾽γὼ χἠ χάρις προσκείσεται.
εἰ δ᾽ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου
δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. 235
τὸν ἄνδρ᾽ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
τῆσδ᾽, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,
μήτ᾽ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
μήτ᾽ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν· 240
ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων πάντας, ὡς μιάσματος
τοῦδ᾽ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
τῷ τ᾽ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· 245
κατεύχομαι δὲ τὸν δεδρακότ᾽, εἴτε τις
εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
ἐπεύχομαι δ᾽, οἴκοισιν εἰ ξυνέστιος
ἐν τοῖς ἐμοῖς γένοιτ᾽ ἐμοῦ συνειδότος, 250
παθεῖν ἅπερ τοῖσδ᾽ ἀρτίως ἠρασάμην.
ὑμῖν δὲ ταῦτα πάντ᾽ ἐπισκήπτω τελεῖν,
ὑπέρ τ᾽ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
γῆς ὧδ᾽ ἀκάρπως κἀθέως ἐφθαρμένης.
οὐδ᾽ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, 255
ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
ἀνδρός γ᾽ ἀρίστου βασιλέως τ᾽ ὀλωλότος,
ἀλλ᾽ ἐξερευνᾶν· νῦν δ᾽ ἐπεὶ κυρῶ γ᾽ ἐγὼ
ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
ἔχων δὲ λέκτρα καὶ γυναῖχ᾽ ὁμόσπορον, 260
κοινῶν τε παίδων κοίν᾽ ἄν, εἰ κείνῳ γένος
μὴ ᾽δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·
νῦν δ᾽ ἐς τὸ κείνου κρᾶτ᾽ ἐνήλαθ᾽ ἡ τύχη·
ἀνθ᾽ ὧν ἐγὼ τάδ᾽, ὡσπερεὶ τοὐμοῦ πατρός,
ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, 265
ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ᾽ Ἀγήνορος.
καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
μήτ᾽ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ 270
μήτ᾽ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ᾽ ἐχθίονι·
ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις
τάδ᾽ ἔστ᾽ ἀρέσκονθ᾽, ἥ τε σύμμαχος Δίκη
χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. 275

χορος
ὥσπερ μ᾽ ἀραῖον ἔλαβες, ὧδ᾽, ἄναξ, ἐρῶ.

οὔτ᾽ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ᾽ ἔχω
δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
Φοίβου τόδ᾽ εἰπεῖν, ὅστις εἴργασταί ποτε.

οιδιπους
δίκαι᾽ ἔλεξας· ἀλλ᾽ ἀναγκάσαι θεοὺς 280

ἃν μὴ θέλωσιν οὐδ᾽ ἂν εἷς δύναιτ᾽ ἀνήρ.

χορος
τὰ δεύτερ᾽ ἐκ τῶνδ᾽ ἂν λέγοιμ᾽ ἁμοὶ δοκεῖ.


οιδιπους
εἰ καὶ τρίτ᾽ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.


χορος
ἄνακτ᾽ ἄνακτι ταὔθ᾽ ὁρῶντ᾽ ἐπίσταμαι

μάλιστα Φοίβῳ Τειρεσίαν, παρ᾽ οὗ τις ἂν 285
σκοπῶν τάδ᾽, ὦναξ, ἐκμάθοι σαφέστατα.

οιδιπους
ἀλλ᾽ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ᾽ ἐπραξάμην.

ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται.

χορος
καὶ μὴν τά γ᾽ ἄλλα κωφὰ καὶ παλαί᾽ ἔπη. 290


οιδιπους
τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.


χορος
θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.


οιδιπους
ἤκουσα κἀγώ. τὸν δ᾽ ἰδόντ᾽ οὐδεὶς ὁρᾷ.


χορος
ἀλλ᾽ εἴ τι μὲν δὴ δείματός γ᾽ ἔχει μέρος,

τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ᾽ ἀράς, 295

οιδιπους
ᾧ μή ᾽στι δρῶντι τάρβος, οὐδ᾽ ἔπος φοβεῖ.


χορος
ἀλλ᾽ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ

τὸν θεῖον ἤδη μάντιν ὧδ᾽ ἄγουσιν, ᾧ
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.

οιδιπους
ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε 300

ἄῤῥητά τ᾽, οὐράνιά τε καὶ χθονοστιβῆ,
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ᾽ ὅμως
οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
σωτῆρά τ᾽, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, 305
πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ
κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.
σύ νυν φθονήσας μήτ᾽ ἀπ᾽ οἰωνῶν φάτιν 310
μήτ᾽ εἴ τιν᾽ ἄλλην μαντικῆς ἔχεις ὁδόν,
ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ᾽ ἐμέ,
ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.
ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δ᾽ ὠφελεῖν ἀφ᾽ ὧν
ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων. 315

τειρεσιας
φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη

λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ
εἰδὼς διώλεσ᾽· οὐ γὰρ ἂν δεῦρ᾽ ἱκόμην.

οιδιπους
τί δ᾽ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.


τειρεσιας
ἄφες μ᾽ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ 320

κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.

οιδιπους
οὔτ᾽ ἔννομ᾽ εἶπας οὔτε προσφιλῆ πόλει

τῇδ᾽, ἥ σ᾽ ἔθρεψε, τήνδ᾽ ἀποστερῶν φάτιν.

τειρεσιας
ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ᾽ ἰὸν

πρὸς καιρόν· ὡς οὖν μηδ᾽ ἐγὼ ταὐτὸν πάθω. 325

οιδιπους
μὴ πρὸς θεῶν φρονῶν γ᾽ ἀποστραφῇς, ἐπεὶ

πάντες σε προσκυνοῦμεν οἵδ᾽ ἱκτήριοι.

τειρεσιας
πάντες γὰρ οὐ φρονεῖτ᾽· ἐγὼ δ᾽ οὐ μή ποτε

τἄμ᾽, ὡς ἂν εἴπω μὴ τὰ σ᾽, ἐκφήνω κακά.


οιδιπους
τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλ᾽ ἐννοεῖς 330

ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;

τειρεσιας
ἐγὼ οὔτ᾽ ἐμαυτὸν οὔτε σ᾽ ἀλγυνῶ. τί ταῦτ᾽

ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.

οιδιπους
οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου

φύσιν σύ γ᾽ ὀργάνειας, ἐξερεῖς ποτε, 335
ἀλλ᾽ ὧδ᾽ ἄτεγκτος κἀτελεύτητος φανεῖ;

τειρεσιας
ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ᾽ ὁμοῦ

ναίουσαν οὐ κατεῖδες, ἀλλ᾽ ἐμὲ ψέγεις.

οιδιπους
τίς γὰρ τοιαῦτ᾽ ἂν οὐκ ἂν ὀργίζοιτ᾽ ἔπη

κλύων, ἃ νῦν σὺ τήνδ᾽ ἀτιμάζεις πόλιν; 340

τειρεσιας
ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.


οιδιπους
οὐκοῦν ἅ γ᾽ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.


τειρεσιας
οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδ᾽, εἰ θέλεις,

θυμοῦ δι᾽ ὀργῆς ἥτις ἀγριωτάτη.

οιδιπους
καὶ μὴν παρήσω γ᾽ οὐδέν, ὡς ὀργῆς ἔχω, 345

ἅπερ ξυνίημ᾽· ἴσθι γὰρ δοκῶν ἐμοὶ
καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θ᾽, ὅσον
μὴ χερσὶ καίνων· εἰ δ᾽ ἐτύγχανες βλέπων,
καὶ τοὔργον ἂν σοῦ τοῦτ᾽, ἔφην εἶναι μόνου.

τειρεσιας
ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι 350

ᾧπερ προεῖπας ἐμμένειν, κἀφ᾽ ἡμέρας
τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ᾽ ἐμέ,
ὡς ὄντι γῆς τῆσδ᾽ ἀνοσίῳ μιάστορι.

οιδιπους
οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε

τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς; 355

τειρεσιας
πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.


οιδιπους
πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.


τειρεσιας
πρὸς σοῦ· σὺ γάρ μ᾽ ἄκοντα προυτρέψω λέγειν.


οιδιπους
ποῖον λόγον; λέγ᾽ αὖθις, ὡς μᾶλλον μάθω.


τειρεσιας
οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ᾽κπειρᾷ λέγων; 360


οιδιπους
οὐχ ὥστε γ᾽ εἰπεῖν γνωστόν· ἀλλ᾽ αὖθις φράσον.


τειρεσιας
φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.


οιδιπους
ἀλλ᾽ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.


τειρεσιας
εἴπω τι δῆτα κἄλλ᾽, ἵν᾽ ὀργίζῃ πλέον;


οιδιπους
ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται. 365


τειρεσιας
λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις

αἴσχισθ᾽ ὁμιλοῦντ᾽, οὐδ᾽ ὁρᾶν ἵν᾽ εἶ κακοῦ.

οιδιπους
ἦ καὶ γεγηθὼς ταῦτ᾽ ἀεὶ λέξειν δοκεῖς;


τειρεσιας
εἴπερ τί γ᾽ ἐστὶ τῆς ἀληθείας σθένος.


οιδιπους
ἀλλ᾽ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ᾽ οὐκ ἔστ᾽ ἐπεὶ 370

τυφλὸς τά τ᾽ ὦτα τόν τε νοῦν τά τ᾽ ὄμματ᾽ εἶ.

τειρεσιας
σὺ δ᾽ ἄθλιός γε ταῦτ᾽ ὀνειδίζων, ἃ σοὶ

οὐδεὶς ὃς οὐχὶ τῶνδ᾽ ὀνειδιεῖ τάχα.

οιδιπους
μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτ᾽ ἐμὲ

μήτ᾽ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ᾽ ἄν. 375

τειρεσιας
οὐ γάρ σε μοῖρα πρός γ᾽ ἐμοῦ πεσεῖν, ἐπεὶ

ἱκανὸς Ἀπόλλων, ᾧ τάδ᾽ ἐκπρᾶξαι μέλει.

οιδιπους
Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;


τειρεσιας
Κρέων δέ σοι πῆμ᾽ οὐδέν, ἀλλ᾽ αὐτὸς σὺ σοί.


οιδιπους
ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης 380

ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,
ὅσος παρ᾽ ὑμῖν ὁ φθόνος φυλάσσεται,
εἰ τῆσδέ γ᾽ ἀρχῆς οὕνεχ᾽, ἣν ἐμοὶ πόλις
δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, 385
λάθρᾳ μ᾽ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
ὑφεὶς μάγον τοιόνδε μηχανοῤῥάφον,
δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
μόνον δέδορκε, τὴν τέχνην δ᾽ ἔφυ τυφλός.
ἐπεί, φέρ᾽ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής; 390
πῶς οὐκ, ὅθ᾽ ἡ ῥαψῳδὸς ἐνθάδ᾽ ἦν κύων,
ηὔδας τι τοῖσδ᾽ ἀστοῖσιν ἐκλυτήριον;
καίτοι τό γ᾽ αἴνιγμ᾽ οὐχὶ τοὐπιόντος ἦν
ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
ἣν οὔτ᾽ ἀπ᾽ οἰωνῶν σὺ προυφάνης ἔχων 395
οὔτ᾽ ἐκ θεῶν του γνωτόν· ἀλλ᾽ ἐγὼ μολών,
ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
γνώμῃ κυρήσας οὐδ᾽ ἀπ᾽, οἰωνῶν μαθών·
ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
παραστατήσειν τοῖς Κρεοντείοις πέλας. 400
κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
ἀγηλατήσειν· εἰ δὲ μὴ ᾽δόκεις γέρων
εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.


χορος
ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ᾽ ἔπη

ὀργῇ λελέχθαι καὶ τά σ᾽, Οἰδίπους, δοκεῖ, 405
δεῖ δ᾽ οὐ τοιούτων, ἀλλ᾽ ὅπως τὰ τοῦ θεοῦ
μαντεῖ᾽ ἄριστα λύσομεν, τόδε σκοπεῖν.

τειρεσιας
εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν

ἴσ᾽ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ.
οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ· 410
ὥστ᾽ οὐ κρέοντος προστάτου γεγράψομαι.
λέγω δ᾽, ἐπειδὴ καὶ τυφλόν μ᾽ ὠνείδισας·
σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν᾽ εἶ κακοῦ,
οὐδ᾽ ἔνθα ναίεις, οὐδ᾽ ὅτων οἰκεῖς μέτα.
ἆρ᾽ οἶσθ᾽ ἀφ᾽ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν 415
τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,
καί σ᾽ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
ἐλᾷ ποτ᾽ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
βλέποντα νῦν μὲν ὄρθ᾽, ἔπειτα δὲ σκότον.
βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, 420
ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις
ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;
ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,
ἅ σ᾽ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. 425
πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
κάκιον ὅστις ἐκτριβήσεταί ποτε.

οιδιπους
ἦ ταῦτα δῆτ᾽ ἀνεκτὰ πρὸς τούτου κλύειν;

οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν 430
ἄψοῤῥος οἴκων τῶνδ᾽ ἀποστραφεὶς ἄπει;

τειρεσιας
οὐδ᾽ ἱκόμην ἔγωγ᾽ ἄν, εἰ σὺ μὴ ᾽κάλεις.


οιδιπους
οὐ γάρ τί σ᾽ ᾔδη μῶρα φωνήσοντ᾽, ἐπεὶ

σχολῇ σ᾽ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.

τειρεσιας
ἡμεῖς τοιοίδ᾽ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, 435

μῶροι, γονεῦσι δ᾽, οἵ σ᾽ ἔφυσαν, ἔμφρονες.

οιδιπους
ποίοισι; μεῖνον, τίς δέ μ᾽ ἐκφύει βροτῶν;


τειρεσιας
ἥδ᾽ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.


οιδιπους
ὡς πάντ᾽ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.


τειρεσιας
οὔκουν σὺ ταῦτ᾽ ἄριστος εὑρίσκειν ἔφυς; 440


οιδιπους
τοιαῦτ᾽ ὀνείδιζ᾽, οἷς ἔμ᾽ εὑρήσεις μέγαν.


τειρεσιας
αὕτη γε μέντοι σ᾽ ἡ τύχη διώλεσεν.


οιδιπους
ἀλλ᾽ εἰ πόλιν τήνδ᾽ ἐξέσωσ᾽, οὔ μοι μέλει.


τειρεσιας
ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.


οιδιπους
κομιζέτω δῆθ᾽· ὡς παρὼν σύ γ᾽ ἐμποδὼν 445

ὀχλεῖς, συθείς τ᾽ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.

τειρεσιας
εἰπὼν ἄπειμ᾽ ὧν οὕνεκ᾽, ἦλθον, οὐ τὸ σὸν

δείσας πρόσωπον· οὐ γὰρ ἔσθ᾽ ὅπου μ᾽ ὀλεῖς.
λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι
ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον 450
τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
ξένος λόγῳ μέτοικος, εἶτα δ᾽ ἐγγενὴς
φανήσεται Θηβαῖος, οὐδ᾽ ἡσθήσεται
τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι 455
σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτ᾽ ἰὼν 460
εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον,
φάσκειν ἔμ᾽ ἤδη μαντικῇ μηδὲν φρονεῖν.

χορος
τίς ὅντιν᾽ ἁ θεσπιέπεια δελφὶς εἶπε πέτρα

ἄῤῥητ᾽ ἀῤῥήτων τελέσαντα φοινίαισι χερσίν; 465
ὥρα νιν ἀελλάδων
ἵππων σθεναρώτερον
φυγᾷ πόδα νωμᾶν.
ἔνοπλος γὰρ ἐπ᾽ αὐτὸν ἐπενθρῴσκει
πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, 470
δειναὶ δ᾽ ἅμ᾽ ἕπονται
κῆρες ἀναπλάκητοι

ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ᾽ ἰχνεύειν.
φοιτᾷ γὰρ ὑπ᾽ ἀγρίαν 475
ὕλαν ἀνά τ᾽ ἄντρα καὶ
πέτρας ἰσόταυρος
μέλεος μελέῳ ποδὶ χηρεύων,
τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων 480
μαντεῖα· τὰ δ᾽ ἀεὶ
ζῶντα περιποτᾶται.

δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
οὔτε δοκοῦντ᾽ οὔτ᾽ ἀποφάσκονθ᾽· ὅ τι λέξω δ᾽ ἀπορῶ. 485
πέτομαι δ᾽ ἐλπίσιν οὔτ᾽, ἐνθάδ᾽ ὁρῶν οὔτ᾽ ὀπίσω.
τί γὰρ ἢ Λαβδακίδαις
ἢ τῷ Πολύβου νεῖκος ἔκειτ᾽, οὔτε πάροιθέν ποτ᾽ ἔγωγ᾽ οὔτε τανῦν πω 490
ἔμαθον, πρὸς ὅτου δὴ < βασανίζων > βασάνῳ
ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμ᾽ Οἰδιπόδα Λαβδακίδαις 495
ἐπίκουρος ἀδήλων θανάτων.

ἀλλ᾽ ὁ μὲν οὖν Ζεὺς ὅ τ᾽ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
εἰδότες· ἀνδρῶν δ᾽ ὅτι μάντις πλέον ἢ ᾽γὼ φέρεται, 500
κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δ᾽ ἂν σοφίαν
παραμείψειεν ἀνήρ.
ἀλλ᾽ οὔποτ᾽ ἔγωγ᾽ ἄν, πρὶν ἴδοιμ᾽ ὀρθὸν ἔπος, μεμφομένων
ἂν καταφαίην. 505
φανερὰ γὰρ ἐπ᾽ αὐτῷ, πτερόεσσ᾽ ἦλθε κόρα
ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θ᾽ ἁδύπολις τῷ ἀπ᾽ ἐμᾶς 510
φρενὸς οὔποτ᾽ ὀφλήσει κακίαν.

κρεων
ἄνδρες πολῖται, δείν᾽ ἔπη πεπυσμένος

κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
πάρειμ᾽ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς 515
ταῖς νῦν νομίζει πρός γ᾽ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτ᾽ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, 520
ἀλλ᾽ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.

χορος
ἀλλ᾽ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ᾽ ἂν

ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.

κρεων
τοὔπος δ᾽ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι 525

πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;

χορος
ηὐδᾶτο μὲν τάδ᾽, οἶδα δ᾽ οὐ γνώμῃ τίνι.


κρεων
ἐξ ὀμμάτων δ᾽ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς

κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;

χορος
οὐκ οἶδ᾽· ἃ γὰρ δρῶσ᾽, οἱ κρατοῦντες οὐχ ὁρῶ. 530

αὐτὸς δ᾽ ὅδ᾽ ἤδη δωμάτων ἔξω περᾷ.

οιδιπους
οὗτος σύ, πῶς δεῦρ᾽ ἦλθες; ἦ τοσόνδ᾽ ἔχεις

τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
λῃστής τ᾽ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; 535
φέρ᾽ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
ἰδών τιν᾽ ἔν μοι ταῦτ᾽ ἐβουλεύσω ποεῖν;
ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;
ἆρ᾽ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, 540
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν, ὃ πλήθει χρήμασίν θ᾽ ἁλίσκεται;

κρεων
οἶσθ᾽ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων

ἴσ᾽ ἀντάκουσον, κᾆτα κρῖν᾽ αὐτὸς μαθών.

οιδιπους
λέγειν σὺ δεινός, μανθάνειν δ᾽ ἐγὼ κακὸς 545

σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σ᾽ ηὕρηκ᾽ ἐμοί.

κρεων
τοῦτ᾽ αὐτὸ νῦν μου πρῶτ᾽ ἄκουσον ὡς ἐρῶ.


οιδιπους
τοῦτ᾽ αὐτὸ μή μοι φράζ᾽, ὅπως οὐκ εἶ κακός.


κρεων
εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν

εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. 550

οιδιπους
εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς

δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.

κρεων
ξύμφημί σοι ταῦτ᾽ ἔνδικ᾽ εἰρῆσθαι· τὸ δὲ

πάθημ᾽ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.

οιδιπους
ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μ᾽ ἐπὶ 555

τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;

κρεων
καὶ νῦν ἔθ᾽ αὑτός εἰμι τῷ βουλεύματι.


οιδιπους
πόσον τιν᾽ ἤδη δῆθ᾽ ὁ Λάϊος χρόνον


κρεων
δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.


οιδιπους
ἄφαντος ἔῤῥει θανασίμῳ χειρώματι; 560


κρεων
μακροὶ παλαιοί τ᾽ ἂν μετρηθεῖεν χρόνοι.


οιδιπους
τότ᾽ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;


κρεων
σοφός γ᾽ ὁμοίως κἀξ ἴσου τιμώμενος.


οιδιπους
ἐμνήσατ᾽ οὖν ἐμοῦ τι τῷ τότ᾽ ἐν χρόνῳ;


κρεων
οὔκουν ἐμοῦ γ᾽ ἑστῶτος οὐδαμοῦ πέλας. 565


οιδιπους
ἀλλ᾽ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;


κρεων
παρέσχομεν, πῶς δ᾽ οὐχί; κοὐκ ἠκούσαμεν.


οιδιπους
πῶς οὖν τόθ᾽ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;


κρεων
οὐκ οἶδ᾽· ἐφ᾽ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.


οιδιπους
τοσόνδε γ᾽ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν. 570


κρεων
ποῖον τόδ᾽; εἰ γὰρ οἶδά γ᾽, οὐκ ἀρνήσομαι.


οιδιπους
ὁθούνεκ᾽, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδ᾽ ἐμὰς

οὐκ ἄν ποτ᾽ εἶπε Λαΐου διαφθοράς.

κρεων
εἰ μὲν λέγει τάδ᾽, αὐτὸς οἶσθ᾽· ἐγὼ δὲ σοῦ

μαθεῖν δικαιῶ ταὔθ᾽ ἅπερ κἀμοῦ σὺ νῦν. 575

οιδιπους
ἐκμάνθαν᾽· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.


κρεων
τί δῆτ᾽; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;


οιδιπους
ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.


κρεων
ἄρχεις δ᾽ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;


οιδιπους
ἃν ᾖ θέλουσα πάντ᾽ ἐμοῦ κομίζεται. 580


κρεων
οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;


οιδιπους
ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.


κρεων
οὔκ, εἰ διδοίης γ᾽ ὡς ἐγὼ σαυτῷ λόγον.

σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν᾽ ἂν δοκεῖς
ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ 585
ἄτρεστον εὕδοντ᾽, εἰ τά γ᾽ αὔθ᾽ ἕξει κράτη.
ἐγὼ μὲν οὖν οὔτ᾽ αὐτὸς ἱμείρων ἔφυν
τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
οὔτ᾽ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
νῦν μὲν γὰρ ἐκ σοῦ πάντ᾽ ἄνευ φόβου φέρω, 590
εἰ δ᾽ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
πῶς δῆτ᾽ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
ὥστ᾽ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. 595
νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ᾽ ἔνι.
πῶς δῆτ᾽ ἐγὼ κεῖν᾽ ἂν λάβοιμ᾽ ἀφεὶς τάδε;
οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. 600
ἀλλ᾽ οὔτ᾽ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν
οὔτ᾽ ἂν μετ᾽ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
καὶ τῶνδ᾽ ἔλεγχον τοῦτο μὲν Πυθώδ᾽ ἰὼν
πεύθου τὰ χρησθέντ᾽ εἰ σαφῶς ἤγγειλά σοι·
τοῦτ᾽ ἄλλ᾽, ἐάν με τῷ τερασκόπῳ λάβῃς 605
κοινῇ τι βουλεύσαντα, μή μ᾽ ἁπλῇ κτάνῃς
ψήφῳ, διπλῇ δέ, τῇ τ᾽ ἐμῇ καὶ σῇ, λαβών·
γνώμῃ δ᾽ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. 610
φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
καὶ τὸν παρ᾽ αὑτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ.
ἀλλ᾽ ἐν χρόνῳ γνώσει τάδ᾽ ἀσφαλῶς, ἐπεὶ
χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·
κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. 615

χορος
καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,

ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.

οιδιπους
ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ

χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν·
εἰ δ᾽ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν 620
πεπραγμέν᾽ ἔσται, τἀμὰ δ᾽ ἡμαρτημένα.

κρεων
τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;


οιδιπους
ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.

ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.

κρεων
ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; 625


οιδιπους
* * * * * *


κρεων
οὐ γὰρ φρονοῦντά σ᾽ εὖ βλέπω.


οιδιπους
τὸ γοῦν ἐμόν.


κρεων
ἀλλ᾽ ἐξ ἴσου δεῖ κἀμόν.


οιδιπους
ἀλλ᾽ ἔφυς κακός.


κρεων
εἰ δὲ ξυνίης μηδέν;


οιδιπους
ἀρκτέον γ᾽ ὅμως.


κρεων
οὔτοι κακῶς γ᾽ ἄρχοντος.


οιδιπους
ὦ πόλις πόλις.


κρεων
κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ. 630


χορος
παύσασθ᾽, ἄνακτες· καιρίαν δ᾽ ὑμῖν ὁρῶ

τήνδ᾽ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ᾽ ἧς
τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.

ιοκαστη
τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν

γλώσσης ἐπήρασθ᾽ οὐδ᾽ ἐπαισχύνεσθε γῆς 635
οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
οὐκ εἶ σύ τ᾽ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ᾽ οἴσετε;

κρεων
ὅμαιμε, δεινά μ᾽ Οἰδίπους ὁ σὸς πόσις

δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν 640
ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.

οιδιπους
ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς

εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.

κρεων
μή νυν ὀναίμην, ἀλλ᾽ ἀραῖος, εἴ σέ τι

δέδρακ᾽, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. 645

ιοκαστη
ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,

μάλιστα μὲν τόνδ᾽ ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα κἀμὲ τούσδε θ᾽ οἳ πάρεισί σοι.

χορος
πιθοῦ θελήσας φρονήσας τ᾽, ἄναξ, λίσσομαι.


οιδιπους
τί σοι θέλεις δῆτ᾽ εἰκάθω; 650


χορος
τὸν οὔτε πρὶν νήπιον νῦν τ᾽ ἐν ὅρκῳ μέγαν καταί-

δεσαι.

οιδιπους
οἶσθ᾽ οὖν ἃ χρῄζεις;


χορος
οἶδα.


οιδιπους
φράζε δὴ τί φής. 655


χορος
τὸν ἐναγῆ φίλον μήποτ᾽ ἐν αἰτίᾳ

σὺν ἀφανεῖ λόγῳ σ᾽ ἄτιμον βαλεῖν.

οιδιπους
εὖ νυν ἐπίστω, ταῦθ᾽ ὅταν ζητῇς, ἐμοὶ

ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.

χορος
οὐ τὸν πάντων θεῶν θεὸν πρόμον 660

Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
ὀλοίμαν, φρόνησιν εἰ τάνδ᾽ ἔχω.
ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς 665
τρύχει ψυχάν, τάδ᾽ εἰ κακοῖς κακὰ
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.

οιδιπους
ὁ δ᾽ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν

ἢ γῆς ἄτιμον τῆσδ᾽ ἀπωσθῆναι βίᾳ. 670
τὸ γὰρ σόν, οὐ τὸ τοῦδ᾽, ἐποικτίρω στόμα
ἐλεινόν· οὗτος δ᾽ ἔνθ᾽ ἂν ᾖ στυγήσεται.

κρεων
στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ᾽, ὅταν

θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις
αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. 675

οιδιπους
οὔκουν μ᾽ ἐάσεις κἀκτὸς εἶ;


κρεων
πορεύσομαι,

σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ᾽ ἴσος.

χορος
γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ᾽ ἔσω;


ιοκαστη
μαθοῦσά γ᾽ ἥτις ἡ τύχη. 680


χορος
δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ

᾽νδικον.

ιοκαστη
ἀμφοῖν ἀπ᾽ αὐτοῖν;


χορος
ναίχι.


ιοκαστη
καὶ τίς ἦν

λόγος;

χορος
ἅλις ἔμοιγ᾽, ἅλις, γᾶς προπονουμένας, 685

φαίνεται ἔνθ᾽ ἔληξεν αὐτοῦ μένειν.

οιδιπους
ὁρᾷς ἵν᾽ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,

τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;

χορος
ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, 690

ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα
πεφάνθαι μ᾽ ἄν, εἴ σ᾽ ἐνοσφιζόμαν,
ὅς τ᾽ ἐμὰν γᾶν φίλαν ἐν πόνοις
ἀλύουσαν κατ᾽ ὀρθὸν οὔρισας, 695
τανῦν τ᾽ εὔπομπος, ἂν γένοιο.

ιοκαστη
πρὸς θεῶν δίδαξον κἄμ᾽, ἄναξ, ὅτου ποτὲ

μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.

οιδιπους
ἐρῶ· σὲ γὰρ τῶνδ᾽ ἐς πλέον, γύναι, σέβω· 700

Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.

ιοκαστη
λέγ᾽, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.


οιδιπους
φονέα με φησὶ Λαΐου καθεστάναι.


ιοκαστη
αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;


οιδιπους
μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ 705

τό γ᾽ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.

ιοκαστη
σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι

ἐμοῦ ᾽πάκουσον, καὶ μάθ᾽ οὕνεκ᾽ ἐστί σοι
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα. 710
χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ᾽, οὐκ ἐρῶ
Φοίβου γ᾽ ἄπ᾽ αὐτοῦ, τῶν δ᾽ ὑπηρετῶν ἄπο,
ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
ὅστις γένοιτ᾽ ἐμοῦ τε κἀκείνου πάρα.
καὶ τὸν μέν, ὥσπερ γ᾽ ἡ φάτις, ξένοι ποτὲ 715
λῃσταὶ φονεύουσ᾽ ἐν τριπλαῖς ἁμαξιτοῖς·
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
ἔῤῥιψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
κἀνταῦθ᾽ Ἀπόλλων οὔτ᾽ ἐκεῖνον ἤνυσεν 720
φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον
τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ. 725

οιδιπους
οἷόν μ᾽ ἀκούσαντ᾽ ἀρτίως ἔχει, γύναι,

ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.

ιοκαστη
ποίας μερίμνης τοῦθ᾽ ὑποστραφεὶς λέγεις;


οιδιπους
ἔδοξ᾽ ἀκοῦσαι σοῦ τόδ᾽, ὡς ὁ Λάϊος

κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς. 730

ιοκαστη
ηὐδᾶτο γὰρ ταῦτ᾽ οὐδέ πω λήξαντ᾽ ἔχει.


οιδιπους
καὶ ποῦ ᾽σθ᾽ ὁ χῶρος οὗτος οὗ τόδ᾽ ἦν πάθος;


ιοκαστη
Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ᾽ ὁδὸς

ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.

οιδιπους
καὶ τίς χρόνος τοῖσδ᾽ ἐστὶν οὑξεληλυθώς; 735


ιοκαστη
σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ᾽ ἔχων χθονὸς

ἀρχὴν ἐφαίνου, τοῦτ᾽ ἐκηρύχθη πόλει.

οιδιπους
ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;


ιοκαστη
τί δ᾽ ἐστί σοι τοῦτ᾽, Οἰδίπους, ἐνθύμιον;


οιδιπους
μήπω μ᾽ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν 740

τίν᾽ ἦλθε φράζε, τίνα δ᾽ ἀκμὴν ἥβης ἔχων.

ιοκαστη
μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,

μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.

οιδιπους
οἴμοι τάλας· ἔοικ᾽ ἐμαυτὸν εἰς ἀρὰς

δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι. 745

ιοκαστη
πῶς φῄς; ὀκνῶ τοι πρός σ᾽ ἀποσκοποῦσ᾽, ἄναξ.


οιδιπους
δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·

δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.

ιοκαστη
καὶ μὴν ὀκνῶ μέν, ἃ δ᾽ ἂν ἔρῃ μαθοῦσ᾽ ἐρῶ.


οιδιπους
πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων 750

ἄνδρας λοχίτας, οἷ᾽ ἀνὴρ ἀρχηγέτης;

ιοκαστη
πέντ᾽ ἦσαν οἱ ξύμπαντες, ἐν δ᾽ αὐτοῖσιν ἦν

κῆρυξ· ἀπήνη δ᾽ ἦγε Λάϊον μία.

οιδιπους
αἰαῖ, τάδ᾽ ἤδη διαφανῆ. τίς ἦν ποτε

ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι; 755

ιοκαστη
οἰκεύς τις, ὅσπερ ἵκετ᾽ ἐκσωθεὶς μόνος.


οιδιπους
ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;


ιοκαστη
οὐ δῆτ᾽· ἀφ᾽ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη

σέ τ᾽ εἶδ᾽ ἔχοντα Λάϊόν τ᾽ ὀλωλότα,
ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν 760
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς πλεῖστον εἴη τοῦδ᾽ ἄποπτος ἄστεως.
κἄπεμψ᾽ ἐγώ νιν· ἄξιος γὰρ οἷ᾽ ἀνὴρ
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.

οιδιπους
πῶς ἂν μόλοι δῆθ᾽ ἡμὶν ἐν τάχει πάλιν; 765


ιοκαστη
πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτ᾽ ἐφίεσαι;


οιδιπους
δέδοικ᾽ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ᾽ ἄγαν

εἰρημέν᾽ ᾖ μοι δι᾽ ἅ νιν εἰσιδεῖν θέλω.

ιοκαστη
ἀλλ᾽ ἵξεται μέν· ἀξία δέ που μαθεῖν

κἀγὼ τά γ᾽ ἐν σοὶ δυσφόρως ἔχοντ᾽, ἄναξ. 770

οιδιπους
κοὐ μὴ στερηθῇς γ᾽, ἐς τοσοῦτον ἐλπίδων

ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμ᾽ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδ᾽ ἰών;
ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δ᾽ ἀνὴρ 775
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδ᾽ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
ἀνὴρ γὰρ ἐν δείπνοις μ᾽ ὑπερπλησθεὶς μέθῃ
καλεῖ παρ᾽ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί. 780
κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις κατέσχον, θἀτέρᾳ δ᾽ ἰὼν πέλας
μητρὸς πατρός τ᾽ ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ᾽ 785
ἔκνιζέ μ᾽ ἀεὶ τοῦθ᾽· ὑφεῖρπε γὰρ πολύ.
λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μ᾽ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δ᾽ ἄθλια
καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων, 790
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ᾽
ἄτλητον ἀνθρώποισι δηλώσοιμ᾽ ὁρᾶν,
φονεὺς δ᾽ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
κἀγὼ ᾽πακούσας ταῦτα τὴν κορινθίαν,
ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα 795
ἔφευγον, ἔνθα μήποτ᾽ ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
στείχων δ᾽ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς 800
ὅτ᾽ ἦ κελεύθου τῆσδ᾽ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
ξυνηντίαζον· κἀξ ὁδοῦ μ᾽ ὅ θ᾽ ἡγεμὼν
αὐτός θ᾽ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. 805
κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω δι᾽ ὀργῆς· καί μ᾽ ὁ πρέσβυς ὡς ὁρᾷ,
ὄχου παραστείχοντα τηρήσας, μέσον
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
οὐ μὴν ἴσην γ᾽ ἔτισεν, ἀλλὰ συντόμως 810
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐου τι συγγενές,
τίς τοῦδέ γ᾽ ἀνδρός ἐστιν ἀθλιώτερος; 815
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ᾽ ἀνήρ;
ὃν μὴ ξένων ἔξεστι μηδ᾽ ἀστῶν τινι
δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων. καὶ τάδ᾽ οὔτις ἄλλος ἦν
ἢ ᾽γὼ ᾽π᾽ ἐμαυτῷ τάσδ᾽ ἀρὰς ὁ προστιθείς. 820
λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
χραίνω, δι᾽ ὧνπερ ὤλετ᾽· ἆρ᾽ ἔφυν κακός;
ἆρ᾽ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
μηδ᾽ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ 825
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
ἆρ᾽ οὐκ ἀπ᾽ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἂν ὀρθοίη λόγον;
μὴ δῆτα, μὴ δῆτ᾽, ὦ θεῶν ἁγνὸν σέβας, 830
ἴδοιμι ταύτην ἡμέραν, ἀλλ᾽ ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ᾽ ἰδεῖν
κηλῖδ᾽ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.

χορος
ἡμῖν μέν, ὦναξ, ταῦτ᾽ ὀκνήρ᾽· ἕως δ᾽ ἂν οὖν

πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ᾽ ἐλπίδα. 835

οιδιπους
καὶ μὴν τοσοῦτόν γ᾽ ἐστί μοι τῆς ἐλπίδος,

τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.

ιοκαστη
πεφασμένου δὲ τίς ποθ᾽ ἡ προθυμία;


οιδιπους
ἐγὼ διδάξω σ᾽· ἢν γὰρ εὑρεθῇ λέγων

σοὶ ταὔτ᾽, ἔγωγ᾽ ἂν ἐκπεφευγοίην πάθος. 840

ιοκαστη
ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;


οιδιπους
λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν

ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ᾽κτανον·
οὐ γὰρ γένοιτ᾽ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος· 845
εἰ δ᾽ ἄνδρ᾽ ἕν᾽ οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτ᾽ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.

ιοκαστη
ἀλλ᾽ ὡς φανέν γε τοὔπος ὧδ᾽ ἐπίστασο,

κοὐκ ἔστιν αὐτῷ τοῦτό γ᾽ ἐκβαλεῖν πάλιν·
πόλις γὰρ ἤκουσ᾽, οὐκ ἐγὼ μόνη, τάδε. 850
εἰ δ᾽ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτ᾽, ὦναξ, σόν γε Λαΐου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
καίτοι νιν οὐ κεῖνός γ᾽ ὁ δύστηνός ποτε 855
κατέκταν᾽, ἀλλ᾽ αὐτὸς πάροιθεν ὤλετο.
ὥστ᾽ οὐχὶ μαντείας γ᾽ ἂν οὔτε τῇδ᾽ ἐγὼ
βλέψαιμ᾽ ἂν εἵνεκ᾽ οὔτε τῇδ᾽ ἂν ὕστερον.

οιδιπους
καλῶς νομίζεις· ἀλλ᾽ ὅμως τὸν ἐργάτην

πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτ᾽ ἀφῇς. 860

ιοκαστη
πέμψω ταχύνασ᾽· ἀλλ᾽ ἴωμεν ἐς δόμους·

οὐδὲν γὰρ ἂν πράξαιμ᾽ ἂν ὧν οὐ σοὶ φίλον.

χορος
εἴ μοι ξυνείη φέροντι

μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων
ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται 865
ὑψίποδες, οὐρανίαν
δι᾽ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος
πατὴρ μόνος, οὐδέ νιν
θνατὰ φύσις ἀνέρων
ἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ· 870
μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.

ὕβρις φυτεύει τύραννον·
ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν,
ἃ μὴ ᾽πίκαιρα μηδὲ συμφέροντα, 875
ἀκρότατον εἰσαναβᾶσ᾽
< αἶπος > ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,
ἔνθ᾽ οὐ ποδὶ χρησίμῳ
χρῆται. τὸ καλῶς δ᾽ ἔχον 880
πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι.
θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.

εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται,
δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων, 885
κακά νιν ἕλοιτο μοῖρα,
δυσπότμου χάριν χλιδᾶς,
εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως
καὶ τῶν ἀσέπτων ἔρξεται 890
ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων.
τίς ἔτι ποτ᾽ ἐν τοῖσδ᾽ ἀνὴρ θεῶν βέλη
εὔξεται ψυχᾶς ἀμύνειν;
εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, 895
τί δεῖ με χορεύειν;

οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπ᾽ ὀμφαλὸν σέβων,
οὐδ᾽ ἐς τὸν Ἀβαῖσι ναὸν 900
οὐδὲ τὰν Ὀλυμπίαν,
εἰ μὴ τάδε χειρόδεικτα
πᾶσιν ἁρμόσει βροτοῖς.
ἀλλ᾽, ὦ κρατύνων, εἴπερ ὄρθ᾽ ἀκούεις, 905
Ζεῦ, πάντ᾽ ἀνάσσων, μὴ λάθοι
σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.
φθίνοντα γὰρ Λαΐου < παλαίφατα >
θέσφατ᾽ ἐξαιροῦσιν ἤδη,
κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·
ἔῤῥει δὲ τὰ θεῖα. 910

ιοκαστη
χώρας ἄνακτες, δόξα μοι παρεστάθη

ναοὺς ἱκέσθαι δαιμόνων, τάδ᾽ ἐν χεροῖν
στέφη λαβούσῃ κἀπιθυμιάματα.
ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
λύπαισι παντοίαισιν· οὐδ᾽ ὁποῖ᾽ ἀνὴρ 915
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
ἀλλ᾽ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.
ὅτ᾽ οὖν παραινοῦσ᾽ οὐδὲν ἐς πλέον ποιῶ,
πρὸς σ᾽, ὦ Λύκει᾽ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, 920
ὅπως λύσιν τιν᾽ ἡμὶν εὐαγῆ πόρῃς·
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.

αγγελος
ἆρ᾽ ἂν παρ᾽ ὑμῶν, ὦ ξένοι, μάθοιμ᾽ ὅπου

τὰ τοῦ τυράννου δώματ᾽ ἐστὶν Οἰδίπου; 925
μάλιστα δ᾽ αὐτὸν εἴπατ᾽, εἰ κάτισθ᾽ ὅπου.

χορος
στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·

γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.

αγγελος
ἀλλ᾽ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ

γένοιτ᾽, ἐκείνου γ᾽ οὖσα παντελὴς δάμαρ. 930

ιοκαστη
αὔτως δὲ καὶ σύ γ᾽, ὦ ξέν᾽· ἄξιος γὰρ εἶ

τῆς εὐεπείας εἵνεκ᾽· ἀλλὰ φράζ᾽ ὅτου
χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.

αγγελος
ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.


ιοκαστη
τὰ ποῖα ταῦτα; παρὰ τίνος δ᾽ ἀφιγμένος; 935


αγγελος
ἐκ τῆς Κορίνθου· τὸ δ᾽ ἔπος οὑξερῶ τάχα,

ἥδοιο μέν, πῶς δ᾽ οὐκ ἄν, ἀσχάλλοις δ᾽ ἴσως.

ιοκαστη
τί δ᾽ ἔστι; ποίαν δύναμιν ὧδ᾽ ἔχει διπλῆν;


αγγελος
τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς

τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ᾽ ἐκεῖ. 940

ιοκαστη
τί δ᾽; οὐχ ὁ πρέσβυς πόλυβος ἐγκρατὴς ἔτι;


αγγελος
οὐ δῆτ᾽, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.


ιοκαστη
πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον;


αγγελος
εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.


ιοκαστη
ὦ πρόσπολ᾽, οὐχὶ δεσπότῃ τάδ᾽ ὡς τάχος 945

μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα,
ἵν᾽ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων
τὸν ἄνδρ᾽ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ᾽ ὕπο.

οιδιπους
ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα, 950

τί μ᾽ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;

ιοκαστη
ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων

τὰ σέμν᾽ ἵν᾽ ἥκει τοῦ θεοῦ μαντεύματα.

οιδιπους
οὗτος δὲ τίς ποτ᾽ ἐστὶ καὶ τί μοι λέγει;


ιοκαστη
ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν 955

ὡς οὐκέτ᾽ ὄντα Πόλυβον, ἀλλ᾽ ὀλωλότα.

οιδιπους
τί φῄς, ξέν᾽; αὐτός μοι σὺ σημάντωρ γενοῦ.


αγγελος
εἰ τοῦτο πρῶτον δεῖ μ᾽ ἀπαγγεῖλαι σαφῶς,

εὖ ἴσθ᾽ ἐκεῖνον θανάσιμον βεβηκότα.

οιδιπους
πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ; 960


αγγελος
σμικρὰ παλαιὰ σώματ᾽ εὐνάζει ῥοπή.


οιδιπους
νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.


αγγελος
καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.


οιδιπους
φεῦ φεῦ, τί δῆτ᾽ ἄν, ὦ γύναι, σκοποῖτό τις

τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω 965
κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ
κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν
κεύθει κάτω δὴ γῆς. ἐγὼ δ᾽ ὅδ᾽ ἐνθάδε
ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ
κατέφθιθ᾽· οὕτω δ᾽ ἂν θανὼν εἴη ᾽ξ ἐμοῦ. 970
τὰ δ᾽ οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται παρ᾽ Ἅιδῃ Πόλυβος ἄξι᾽ οὐδενός.

ιοκαστη
οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;


οιδιπους
ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.


ιοκαστη
μὴ νῦν ἔτ᾽ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. 975


οιδιπους
καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;


ιοκαστη
τί δ᾽ ἂν φοβοῖτ᾽ ἄνθρωπος ᾧ τὰ τῆς τύχης

κρατεῖ, πρόνοια δ᾽ ἐστὶν οὐδενὸς σαφής;
εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
σὺ δ᾽ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα· 980
πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθ᾽ ὅτῳ
παρ᾽ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.

οιδιπους
καλῶς ἅπαντα ταῦτ᾽ ἂν ἐξείρητό σοι,

εἰ μὴ ᾽κύρει ζῶσ᾽ ἡ τεκοῦσα· νῦν δ᾽ ἐπεὶ 985
ζῇ, πᾶσ᾽ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.

ιοκαστη
καὶ μὴν μέγας γ᾽ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.


οιδιπους
μέγας, ξυνίημ᾽· ἀλλὰ τῆς ζώσης φόβος.


αγγελος
ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ᾽ ὕπερ;


οιδιπους
Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. 990


αγγελος
τί δ᾽ ἔστ᾽ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;


οιδιπους
θεήλατον μάντευμα δεινόν, ὦ ξένε.


αγγελος
ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;


οιδιπους
μάλιστά γ᾽· εἶπε γάρ με Λοξίας ποτὲ

χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε 995
πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
ὧν οὕνεχ᾽ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
μακρὰν ἀπῳκεῖτ᾽· εὐτυχῶς μέν, ἀλλ᾽ ὅμως
τὰ τῶν τεκόντων ὄμμαθ᾽ ἥδιστον βλέπειν.

αγγελος
ἦ γὰρ τάδ᾽ ὀκνῶν κεῖθεν ἦσθ᾽ ἀπόπτολις; 1000


οιδιπους
πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.


αγγελος
τί δῆτ᾽ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ᾽, ἄναξ,

ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;

οιδιπους
καὶ μὴν χάριν γ᾽ ἂν ἀξίαν λάβοις ἐμοῦ.


αγγελος
καὶ μὴν μάλιστα τοῦτ᾽ ἀφικόμην, ὅπως 1005

σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.

οιδιπους
ἀλλ᾽ οὔποτ᾽ εἶμι τοῖς φυτεύσασίν γ᾽ ὅμοῦ.


αγγελος
ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.


οιδιπους
πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με.


αγγελος
εἰ τῶνδε φεύγεις οὕνεκ᾽ εἰς οἴκους μολεῖν. 1010


οιδιπους
ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.


αγγελος
ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;


οιδιπους
τοῦτ᾽ αὐτό, πρέσβυ, τοῦτό μ᾽ εἰσαεὶ φοβεῖ.


αγγελος
ἆρ᾽ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;


οιδιπους
πῶς δ᾽ οὐχί, παῖς γ᾽ εἰ τῶνδε γεννητῶν ἔφυν; 1015


αγγελος
ὁθούνεκ᾽ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.


οιδιπους
πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;


αγγελος
οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ᾽ ἴσον.


οιδιπους
καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;


αγγελος
ἀλλ᾽ οὔ σ᾽ ἐγείνατ᾽ οὔτ᾽ ἐκεῖνος οὔτ᾽ ἐγώ. 1020


οιδιπους
ἀλλ᾽ ἀντὶ τοῦ δὴ παῖδά μ᾽ ὠνομάζετο;


αγγελος
δῶρόν ποτ᾽, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.


οιδιπους
κᾆθ᾽ ὧδ᾽ ἀπ᾽ ἄλλης χειρὸς ἔστερξεν μέγα;


αγγελος
ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισ᾽ ἀπαιδία.


οιδιπους
σὺ δ᾽ ἐμπολήσας ἢ τυχών μ᾽ αὐτῷ δίδως; 1025


αγγελος
εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.


οιδιπους
ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;


αγγελος
ἐνταῦθ᾽ ὀρείοις ποιμνίοις ἐπεστάτουν.


οιδιπους
ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;


αγγελος
σοῦ τ᾽, ὦ τέκνον, σωτήρ γε τῷ τότ᾽ ἐν χρόνῳ. 1030


οιδιπους
τί δ᾽ ἄλγος ἴσχοντ᾽ ἀγκάλαις με λαμβάνεις;


αγγελος
ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά·


οιδιπους
οἴμοι, τί τοῦτ᾽ ἀρχαῖον ἐννέπεις κακόν;


αγγελος
λύω σ᾽ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.


οιδιπους
δεινόν γ᾽ ὄνειδος σπαργάνων ἀνειλόμην. 1035


αγγελος
ὥστ᾽ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.


οιδιπους
ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.


αγγελος
οὐκ οἶδ᾽· ὁ δοὺς δὲ ταῦτ᾽ ἐμοῦ λῷον φρονεῖ.


οιδιπους
ἦ γὰρ παρ᾽ ἄλλου μ᾽ ἔλαβες οὐδ᾽ αὐτὸς τυχών;


αγγελος
οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι. 1040


οιδιπους
τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;


αγγελος
τῶν Λαΐου δήπου τις ὠνομάζετο.


οιδιπους
ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;


αγγελος
μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.


οιδιπους
ἦ κἄστ᾽ ἔτι ζῶν οὗτος, ὥστ᾽ ἰδεῖν ἐμέ; 1045


αγγελος
ὑμεῖς γ᾽ ἄριστ᾽ εἰδεῖτ᾽ ἂν οὑπιχώριοι.


οιδιπους
ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,

ὅστις κάτοιδε τὸν βοτῆρ᾽ ὃν ἐννέπει,
εἴτ᾽ οὖν ἐπ᾽ ἀγρῶν εἴτε κἀνθάδ᾽ εἰσιδών;
σημήναθ᾽, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε. 1050

χορος
οἶμαι μὲν οὐδέν᾽ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν,

ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ
ἥδ᾽ ἂν τάδ᾽ οὐχ ἥκιστ᾽ ἂν Ἰοκάστη λέγοι.

οιδιπους
γύναι, νοεῖς ἐκεῖνον, ὅντιν᾽ ἀρτίως

μολεῖν ἐφιέμεσθα; τόνδ᾽ οὗτος λέγει; 1055

ιοκαστη
τί δ᾽ ὅντιν᾽ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ

ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.

οιδιπους
οὐκ ἂν γένοιτο τοῦθ᾽ ὅπως ἐγὼ λαβὼν

σημεῖα τοιαῦτ᾽ οὐ φανῶ τοὐμὸν γένος.

ιοκαστη
μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου 1060

κήδει, ματεύσῃς τοῦθ᾽· ἅλις νοσοῦσ᾽ ἐγώ.

οιδιπους
θάρσει· σὺ μὲν γὰρ οὐδ᾽ ἐὰν τρίτης ἐγὼ

μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.

ιοκαστη
ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.


οιδιπους
οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ᾽ ἐκμαθεῖν σαφῶς. 1065


ιοκαστη
καὶ μὴν φρονοῦσά γ᾽ εὖ τὰ λῷστά σοι λέγω.


οιδιπους
τὰ λῷστα τοίνυν ταῦτά μ᾽ ἀλγύνει πάλαι.


ιοκαστη
ὦ δύσποτμ᾽, εἴθε μήποτε γνοίης ὃς εἶ.


οιδιπους
ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;

ταύτην δ᾽ ἐᾶτε πλουσίῳ χαίρειν γένει. 1070
ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σ᾽ ἔχω
μόνον προσειπεῖν, ἄλλο δ᾽ οὔποθ᾽ ὕστερον.

χορος
τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ᾽ ἀγρίας

ᾄξασα λύπης ἡ γυνή; δέδοιχ᾽ ὅπως
μὴ ᾽κ τῆς σιωπῆς τῆσδ᾽ ἀναῤῥήξει κακά. 1075

οιδιπους
ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δ᾽ ἐγώ,

κεἰ σμικρόν ἐστι, σπέρμ᾽ ἰδεῖν βουλήσομαι.
αὕτη δ᾽ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
ἐγὼ δ᾽ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων 1080
τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
τοιόσδε δ᾽ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ᾽ ἔτι
ποτ᾽ ἄλλος, ὥστε μὴ ᾽κμαθεῖν τοὐμὸν γένος. 1085

χορος
εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις,

οὐ τὸν Ὄλυμπον ἀπείρων,
ὦ Κιθαιρών, οὐκ ἔσει τὰν αὔριον 1090
πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν
καὶ τροφὸν καὶ ματέρ᾽ αὔξειν,
καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα
τοῖς ἐμοῖς τυράννοις. 1095
ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτ᾽ ἀρέστ᾽ εἴη.

τίς σε, τέκνον, τίς σ᾽ ἔτικτε τᾶν μακραιώνων
ἄρα
Πανὸς ὀρεσσιβάτα πα- 1100
τρὸς πελασθεῖσ᾽; ἢ σέ γ᾽ εὐνάτειρά τις
Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·
εἴθ᾽ ὁ Κυλλάνας ἀνάσσων, 1105
εἴθ᾽ ὁ Βακχεῖος θεὸς ναίων ἐπ᾽ ἄκρων ὀρέων σ᾽ εὕ-
ρημα δέξατ᾽ ἔκ του
Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.

οιδιπους
εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, 1110

πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ᾽ ὁρᾶν δοκῶ,
ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ
γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
ἔγνωκ᾽ ἐμαυτοῦ· τῇ δ᾽ ἐπιστήμῃ σύ μου 1115
προύχοις τάχ᾽ ἄν που, τὸν βοτῆρ᾽ ἰδὼν πάρος.

χορος
ἔγνωκα γάρ, σάφ᾽ ἴσθι· Λαΐου γὰρ ἦν

εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.

οιδιπους
σὲ πρῶτ᾽ ἐρωτῶ, τὸν Κορίνθιον ξένον,

ἦ τόνδε φράζεις; 1120

αγγελος
τοῦτον, ὅνπερ εἰσορᾷς.


οιδιπους
οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων

ὅσ᾽ ἄν σ᾽ ἐρωτῶ. Λαΐου ποτ᾽ ἦσθα σύ;

θεραπων
ἦ δοῦλος οὐκ ὠνητός, ἀλλ᾽ οἴκοι τραφείς.


οιδιπους
ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά;


θεραπων
ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην. 1125


οιδιπους
χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν;


θεραπων
ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.


οιδιπους
τὸν ἄνδρα τόνδ᾽ οὖν οἶσθα τῇδέ που μαθών;


θεραπων
τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;


οιδιπους
τόνδ᾽ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω; 1130


θεραπων
οὐχ ὥστε γ᾽ εἰπεῖν ἐν τάχει μνήμης ἄπο.


αγγελος
κοὐδέν γε θαῦμα, δέσποτ᾽· ἀλλ᾽ ἐγὼ σαφῶς

ἀγνῶτ᾽ ἀναμνήσω νιν. εὖ γὰρ οἶδ᾽ ὅτι
κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ,
ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ᾽ ἑνί, 1135
ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους
ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·
χειμῶνα δ᾽ ἤδη τἀμά τ᾽ εἰς ἔπαυλ᾽ ἐγὼ
ἤλαυνον οὗτός τ᾽ εἰς τὰ Λαΐου σταθμά.
λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον; 1140

θεραπων
λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.


αγγελος
φέρ᾽ εἰπὲ νῦν, τότ᾽ οἶσθα παῖδά μοί τινα

δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;

θεραπων
τί δ᾽ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;


αγγελος
ὅδ᾽ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ᾽ ἦν νέος. 1145


θεραπων
οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;


οιδιπους
ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ᾽, ἐπεὶ τὰ σὰ

δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ᾽ ἔπη.

θεραπων
τί δ᾽, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;


οιδιπους
οὐκ ἐννέπων τὸν παῖδ᾽ ὃν οὗτος ἱστορεῖ. 1150


θεραπων
λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ᾽ ἄλλως πονεῖ.


οιδιπους
σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ᾽ ἐρεῖς.


θεραπων
μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ᾽ αἰκίσῃ.


οιδιπους
οὐχ ὡς τάχος τις τοῦδ᾽ ἀποστρέψει χέρας;


θεραπων
δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; 1155


οιδιπους
τὸν παῖδ᾽ ἔδωκας τῷδ᾽ ὃν οὗτος ἱστορεῖ;

ἔδωκ᾽· ὀλέσθαι δ᾽ ὤφελον τῇδ᾽ ἡμέρᾳ.

οιδιπους
ἀλλ᾽ εἰς τόδ᾽ ἥξεις μὴ λέγων γε τοὔνδικον.


θεραπων
πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.


οιδιπους
ἁνὴρ ὅδ᾽, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. 1160


θεραπων
οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ εἶπον, ὡς δοίην, πάλαι.


οιδιπους
πόθεν λαβών; οἰκεῖον ἢ ᾽ξ ἄλλου τινός;


θεραπων
ἐμὸν μὲν οὐκ ἔγωγ᾽, ἐδεξάμην δέ του.


οιδιπους
τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;


θεραπων
μὴ πρὸς θεῶν, μή, δέσποθ᾽, ἱστόρει πλέον. 1165


οιδιπους
ὄλωλας, εἴ σε ταῦτ᾽ ἐρήσομαι πάλιν.


θεραπων
τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.


οιδιπους
ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς;


θεραπων
οἴμοι, πρὸς αὐτῷ γ᾽ εἰμὶ τῷ δεινῷ λέγειν.


οιδιπους
κἄγωγ᾽ ἀκούειν· ἀλλ᾽ ὅμως ἀκουστέον. 1170


θεραπων
κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ᾽· ἡ δ᾽ ἔσω

κάλλιστ᾽ ἂν εἴποι σὴ γυνὴ τάδ᾽ ὡς ἔχει.

οιδιπους
ἦ γὰρ δίδωσιν ἥδε σοι;


θεραπων
μάλιστ᾽, ἄναξ.


οιδιπους
ὡς πρὸς τί χρείας;


θεραπων
ὡς ἀναλώσαιμί νιν.


οιδιπους
τεκοῦσα τλήμων;


θεραπων
θεσφάτων γ᾽ ὄκνῳ κακῶν. 1175


οιδιπους
ποίων;


θεραπων
κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.


οιδιπους
πῶς δῆτ᾽ ἀφῆκας τῷ γέροντι τῷδε σύ;


θεραπων
κατοικτίσας, ὦ δέσποθ᾽, ὡς ἄλλην χθόνα

δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ
κάκ᾽ εἰς μέγιστ᾽ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ 1180
ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.

οιδιπους
ἰοὺ ἰού· τὰ πάντ᾽ ἂν ἐξήκοι σαφῆ.

ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
ὅστις πέφασμαι φύς τ᾽ ἀφ᾽ ὧν οὐ χρῆν, ξὺν οἷς τ᾽
οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ᾽ οὐκ ἔδει κτανών. 1185

χορος
ἰὼ γενεαὶ βροτῶν,

ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ.
τίς γάρ, τίς ἀνὴρ πλέον
τᾶς εὐδαιμονίας φέρει 1190
ἢ τοσοῦτον ὅσον δοκεῖν
καὶ δόξαντ᾽ ἀποκλῖναι;
τὸν σόν τοι παράδειγμ᾽ ἔχων,
τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα,
βροτῶν
οὐδὲν μακαρίζω· 1195

ὅστις καθ᾽ ὑπερβολὰν
τοξεύσας ἐκράτησε τοῦ πάντ᾽ εὐδαίμονος ὄλβου,
ὦ Ζεῦ, κατὰ μὲν φθίσας
τὰν γαμψώνυχα παρθένον
χρησμῳδόν, θανάτων δ᾽ ἐμᾷ 1200
χώρᾳ πύργος ἀνέστα·
ἐξ οὗ καὶ βασιλεὺς καλεῖ 1201
ἐμὸς καὶ τὰ μέγιστ᾽ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν
Θήβαισιν ἀνάσσων.

τανῦν δ᾽ ἀκούειν τίς ἀθλιώτερος;
τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις 1205
ξύνοικος ἀλλαγᾷ βίου;
ἰὼ κλεινὸν Οἰδίπου κάρα,
ἦ στέγας λιμὴν
αὑτὸς ἤρκεσεν
παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν; 1210
πῶς ποτε πῶς ποθ᾽ αἱ πατρῷαί σ᾽ ἄλοκες φέρειν, τάλας,
σῖγ᾽ ἐδυνάθησαν ἐς τοσόνδε;

ἐφηῦρέ σ᾽ ἄκονθ᾽ ὁ πάνθ᾽ ὁρῶν χρόνος,
δικάζει τ᾽ ἄγαμον γάμον πάλαι
τεκνοῦντα καὶ τεκνούμενον. 1215
ἰώ, Λαΐειον < ὦ > τέκνον,
εἴθε σ᾽ εἴθε σε
μήποτ᾽ εἰδόμαν.
δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων
ἐκ στομάτων. τὸ δ᾽ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τ᾽ 1220
ἐκ σέθεν
καὶ κατεκοίμασα τοὐμὸν ὄμμα.

εξαγγελος
ὦ γῆς μέγιστα τῆσδ᾽ ἀεὶ τιμώμενοι,

οἷ᾽, ἔργ᾽ ἀκούσεσθ᾽, οἷα δ᾽ εἰσόψεσθ᾽, ὅσον δ᾽
ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι 1225
τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
οἶμαι γὰρ οὔτ᾽ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
κεύθει, τὰ δ᾽ αὐτίκ᾽ εἰς τὸ φῶς φανεῖ κακὰ
ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν 1230
μάλιστα λυποῦσ᾽ αἳ φανῶσ᾽ αὐθαίρετοι.

χορος
λείπει μὲν οὐδ᾽ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ

βαρύστον᾽ εἶναι· πρὸς δ᾽ ἐκείνοισιν τί φῄς;

εξαγγελος
ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ

μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. 1235

χορος
ὦ δυστάλαινα, πρὸς τίνος ποτ᾽ αἰτίας;


εξαγγελος
αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν

ἄλγιστ᾽ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.
ὅμως δ᾽, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
πεύσει τὰ κείνης ἀθλίας παθήματα. 1240
ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ᾽ ἔσω
θυρῶνος, ἵετ᾽ εὐθὺ πρὸς τὰ νυμφικὰ
λέχη, κόμην σπῶσ᾽ ἀμφιδεξίοις ἀκμαῖς.
πύλας δ᾽, ὅπως εἰσῆλθ᾽, ἐπιῤῥάξασ᾽ ἔσω
καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν, 1245
μνήμην παλαιῶν σπερμάτων ἔχουσ᾽, ὑφ᾽ ὧν
θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι
τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.
γοᾶτο δ᾽ εὐνάς, ἔνθα δύστηνος διπλοῦς
ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν᾽ ἐκ τέκνων τέκοι. 1250
χὤπως μὲν ἐκ τῶνδ᾽ οὐκέτ᾽ οἶδ᾽ ἀπόλλυται·
βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ᾽ οὗ
οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,
ἀλλ᾽ εἰς ἐκεῖνον περιπολοῦντ᾽ ἐλεύσσομεν.
φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, 1255
γυναῖκά τ᾽ οὐ γυναῖκα, μητρῴαν δ᾽ ὅπου
κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
λυσσῶντι δ᾽ αὐτῷ δαιμόνων δείκνυσί τις·
οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
δεινὸν δ᾽ ἀύσας ὡς ὑφηγητοῦ τινος 1260
πύλαις διπλαῖς ἐνήλατ᾽, ἐκ δὲ πυθμένων
ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ᾽ ἐσείδομεν,
πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.
ὁ δ᾽ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας 1265
χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ
ἔκειτο τλήμων, δεινὰ δ᾽ ἦν τἀνθένδ᾽ ὁρᾶν.
ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους
περόνας ἀπ᾽ αὐτῆς, αἷσιν ἐξεστέλλετο,
ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, 1270
αὐδῶν τοιαῦθ᾽, ὁθούνεκ᾽ οὐκ ὄψοιντό νιν
οὔθ᾽ οἷ᾽ ἔπασχεν οὔθ᾽ ὁποῖ᾽ ἔδρα κακά,
ἀλλ᾽ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει
ὀψοίαθ᾽, οὓς δ᾽ ἔχρῃζεν οὐ γνωσοίατο.
τοιαῦτ᾽ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ 1275
ἤρασσ᾽ ἐπαίρων βλέφαρα. φοίνιαι δ᾽ ὁμοῦ
γλῆναι γένει᾽ ἔτελλον, οὐδ᾽ ἀνίεσαν
φόνου μυδώσας σταγόνας, ἀλλ᾽ ὁμοῦ μέλας
ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.
τάδ᾽ ἐκ δυοῖν ἔῤῥωγεν, οὐ μόνου κάτα, 1280
ἀλλ᾽ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.
ὁ πρὶν παλαιὸς δ᾽ ὄλβος ἦν πάροιθε μὲν
ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ
στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν
ὅσ᾽ ἐστὶ πάντων ὀνόματ᾽, οὐδέν ἐστ᾽ ἀπόν. 1285

χορος
νῦν δ᾽ ἔσθ᾽ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ;


εξαγγελος
βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα

τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
τὸν μητέρ᾽--αὐδῶν ἀνόσι᾽ οὐδὲ ῥητά μοι,
ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδ᾽ ἔτι 1290
μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.
ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος
δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.
δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε
διοίγεται· θέαμα δ᾽ εἰσόψει τάχα 1295
τοιοῦτον οἷον καὶ στυγοῦντ᾽ ἐποικτίσαι.

χορος
ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,

ὦ δεινότατον πάντων ὅσ᾽ ἐγὼ
προσέκυρσ᾽ ἤδη. τίς σ᾽, ὦ τλῆμον,
προσέβη μανία; τίς ὁ πηδήσας 1300
μείζονα δαίμων τῶν μακίστων
πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
φεῦ φεῦ, δύσταν᾽·
ἀλλ᾽ οὐδ᾽ ἐσιδεῖν δύναμαί σε, θέλων
πόλλ᾽ ἀνερέσθαι, πολλὰ πυθέσθαι,
πολλὰ δ᾽ ἀθρῆσαι· 1305
τοίαν φρίκην παρέχεις μοι.

οιδιπους
αἰαῖ αἰαῖ, δύστανος ἐγώ,

ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι
φθογγὰ διαπωτᾶται φοράδην; 1310
ἰὼ δαῖμον, ἵν᾽ ἐξήλλου.

χορος
ἐς δεινὸν οὐδ᾽ ἀκουστὸν οὐδ᾽ ἐπόψιμον.


οιδιπους
ἰὼ σκότου

νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,
ἀδάματόν τε καὶ δυσούριστον < ὄν >. 1315
οἴμοι,
οἴμοι μάλ᾽ αὖθις· οἷον εἰσέδυ μ᾽ ἅμα
κέντρων τε τῶνδ᾽ οἴστρημα καὶ μνήμη κακῶν.

χορος
καὶ θαῦμά γ᾽ οὐδὲν ἐν τοσοῖσδε πήμασιν

διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά. 1320

οιδιπους
ἰὼ φίλος,

σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ
ὑπομένεις με τὸν τυφλὸν κηδεύων.
φεῦ φεῦ.
οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, 1325
καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.

χορος
ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς

ὄψεις μαρᾶναι; τίς σ᾽ ἐπῆρε δαιμόνων;

οιδιπους
Ἀπόλλων τάδ᾽ ἦν, Ἀπόλλων, φίλοι,

ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ᾽ ἐμὰ πάθεα. 1330
ἔπαισε δ᾽ αὐτόχειρ νιν οὔτις, ἀλλ᾽ ἐγὼ τλάμων.
τί γὰρ ἔδει μ᾽ ὁρᾶν,
ὅτῳ γ᾽ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; 1335

χορος
ἦν τᾷδ᾽ ὅπωσπερ καὶ σύ φῄς.


οιδιπους
τί δῆτ᾽ ἐμοὶ βλεπτὸν, ἢ

στερκτὸν, ἢ προσήγορον
ἔτ᾽ ἔστ᾽ ἀκούειν ἡδονᾷ φίλοι;
ἀπάγετ᾽ ἐκτόπιον ὅ τι τάχιστά με, 1340
ἀπάγετ᾽, ὦ φίλοι, τὸν μέγ᾽ ὀλέθριον
τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς
ἐχθρότατον βροτῶν. 1345

χορος
δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,

ὡς σ᾽ ἠθέλησα μηδέ γ᾽ ἂν γνῶναί ποτε.

οιδιπους
ὄλοιθ᾽ ὅστις ἦν, ὃς ἀγρίας πέδας

μονάδ᾽ ἐπιποδίας ἔλυσ᾽ μ᾽ ἀπό τε φόνου 1350
ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.
τότε γὰρ ἂν θανὼν
οὐκ ἦ φίλοισιν οὐδ᾽ ἐμοὶ τοσόνδ᾽ ἄχος. 1355

χορος
θέλοντι κἀμοὶ τοῦτ᾽ ἂν ἦν.


οιδιπους
οὔκουν πατρός γ᾽ ἂν φονεὺς

ἦλθον οὐδὲ νυμφίος
βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.
νῦν δ᾽ ἄθεος μέν εἰμ᾽, ἀνοσίων δὲ παῖς, 1360
ὁμολεχὴς δ᾽ ἀφ᾽ ὧν αὐτὸς ἔφυν τάλας.
εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, 1365
τοῦτ᾽ ἔλαχ᾽ Οἰδίπους.

χορος
οὐκ οἶδ᾽ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·

κρείσσων γὰρ ἦσθα μηκέτ᾽ ὢν ἢ ζῶν τυφλός.

οιδιπους
ὡς μὲν τάδ᾽ οὐχ ὧδ᾽ ἔστ᾽ ἄριστ᾽ εἰργασμένα,

μή μ᾽ ἐκδίδασκε, μηδὲ συμβούλευ᾽ ἔτι. 1370
ἐγὼ γὰρ οὐκ οἶδ᾽ ὄμμασιν ποίοις βλέπων
πατέρα ποτ᾽ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν
οὐδ᾽ αὖ τάλαιναν μητέρ᾽, οἷν ἐμοὶ δυοῖν
ἔργ᾽ ἐστὶ κρείσσον᾽ ἀγχόνης εἰργασμένα.
ἀλλ᾽ ἡ τέκνων δῆτ᾽ ὄψις ἦν ἐφίμερος, 1375
βλαστοῦσ᾽ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
οὐ δῆτα τοῖς γ᾽ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·
οὐδ᾽ ἄστυ γ᾽ οὐδὲ πύργος οὐδὲ δαιμόνων
ἀγάλμαθ᾽ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
κάλλιστ᾽ ἀνὴρ εἷς ἔν γε ταῖς θήβαις τραφεὶς 1380
ἀπεστέρησ᾽ ἐμαυτόν, αὐτὸς ἐννέπων
ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
φανέντ᾽ ἄναγνον καὶ γένους τοῦ Λαΐου.
τοιάνδ᾽ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; 1385
ἥκιστά γ᾽· ἀλλ᾽ εἰ τῆς ἀκουούσης ἔτ᾽ ἦν
πηγῆς δι᾽ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
ἵν᾽ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ
τὴν φροντίδ᾽ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. 1390
ἰὼ Κιθαιρών, τί μ᾽ ἐδέχου; τί μ᾽ οὐ λαβὼν
ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε
ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;
ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
λόγῳ παλαιὰ δώμαθ᾽, οἷον ἆρά με 1395
κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·
νῦν γὰρ κακός τ᾽ ὢν κἀκ κακῶν εὑρίσκομαι.
ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη
δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,
αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο 1400
ἐπίετε πατρός, ἆρά μου μέμνησθ᾽ ἔτι
οἷ᾽ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ᾽ ἰὼν
ὁποῖ᾽ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι,
ἐφύσαθ᾽ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε 1405
πατέρας, ἀδελφούς, παῖδας, αἷμ᾽ ἐμφύλιον,
νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα
αἴσχιστ᾽ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
ἀλλ᾽ οὐ γὰρ αὐδᾶν ἔσθ᾽ ἃ μηδὲ δρᾶν καλόν,
ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που 1410
καλύψατ᾽ ἢ φονεύσατ᾽ ἢ θαλάσσιον
ἐκρίψατ᾽, ἔνθα μήποτ᾽ εἰσόψεσθ᾽ ἔτι.
ἴτ᾽, ἀξιώσατ᾽ ἀνδρὸς ἀθλίου θιγεῖν.
πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ
οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν. 1415

χορος
ἀλλ᾽ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθ᾽ ὅδε

Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ
χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.

οιδιπους
οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ᾽ ἔπος;

τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ 1420
πάρος πρὸς αὐτὸν πάντ᾽ ἐφεύρημαι κακός.

κρεων
οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,

οὐδ᾽ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.
ἀλλ᾽ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ᾽ ἔτι
γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα 1425
αἰδεῖσθ᾽ ἄνακτος Ἡλίου, τοιόνδ᾽ ἄγος
ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ
μήτ᾽ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.
ἀλλ᾽ ὡς τάχιστ᾽ ἐς οἶκον ἐσκομίζετε·
τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ᾽ ὁρᾶν 1430
μόνοις τ᾽ ἀκούειν εὐσεβῶς ἔχει κακά.

οιδιπους
πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ᾽ ἀπέσπασας,

ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ᾽ ἐμέ,
πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδ᾽ ἐμοῦ φράσω.

κρεων
καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν; 1435


οιδιπους
ῥῖψόν με γῆς ἐκ τῆσδ᾽ ὅσον τάχισθ᾽, ὅπου

θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.

κρεων
ἔδρασ᾽ ἂν εὖ τοῦτ᾽ ἴσθ᾽ ἄν, εἰ μὴ τοῦ θεοῦ

πρώτιστ᾽ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.

οιδιπους
ἀλλ᾽ ἥ γ᾽ ἐκείνου πᾶσ᾽ ἐδηλώθη φάτις, 1440

τὸν πατροφόντην, τὸν ἀσεβῆ μ᾽ ἀπολλύναι.

κρεων
οὕτως ἐλέχθη ταῦθ᾽· ὅμως δ᾽ ἵν᾽ ἕσταμεν

χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον.

οιδιπους
οὕτως ἄρ᾽ ἀνδρὸς ἀθλίου πεύσεσθ᾽ ὕπερ;


κρεων
καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις. 1445


οιδιπους
καὶ σοί γ᾽ ἐπισκήπτω τε καὶ προστέψομαι,

τῆς μὲν κατ᾽ οἴκους αὐτὸς ὃν θέλεις τάφον
θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·
ἐμοῦ δὲ μήποτ᾽ ἀξιωθήτω τόδε
πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν, 1450
ἀλλ᾽ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται
οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι
πατήρ τ᾽ ἐθέσθην ζῶντε κύριον τάφον,
ἵν᾽ ἐξ ἐκείνων, οἵ μ᾽ ἀπωλλύτην, θάνω.
καίτοι τοσοῦτόν γ᾽ οἶδα, μήτε μ᾽ ἂν νόσον 1455
μήτ᾽ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε
θνῄσκων ἐσώθην, μὴ ᾽πί τῳ δεινῷ κακῷ.
ἀλλ᾽ ἡ μὲν ἡμῶν μοῖρ᾽, ὅποιπερ εἶσ᾽, ἴτω·
παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,
προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ 1460
σπάνιν ποτὲ σχεῖν, ἔνθ᾽ ἂν ὦσι, τοῦ βίου·
ταῖν δ᾽ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,
αἷν οὔποθ᾽ ἡμὴ χωρὶς ἐστάθη βορᾶς
τράπεζ᾽ ἄνευ τοῦδ᾽ ἀνδρός, ἀλλ᾽ ὅσων ἐγὼ
ψαύοιμι, πάντων τῶνδ᾽ ἀεὶ μετειχέτην· 1465
αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν
ψαῦσαί μ᾽ ἔασον κἀποκλαύσασθαι κακά.
ἴθ᾽ ὦναξ,
ἴθ᾽ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν
δοκοῖμ᾽ ἔχειν σφᾶς, ὥσπερ ἡνίκ᾽ ἔβλεπον. 1470

τί φημί;
οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν
δακρυῤῥοούντοιν, καί μ᾽ ἐποικτίρας Κρέων
ἔπεμψέ μοι τὰ φίλτατ᾽ ἐκγόνοιν ἐμοῖν;
λέγω τι; 1475

κρεων
λέγεις· ἐγὼ γὰρ εἰμ᾽ ὁ πορσύνας τάδε,

γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σ᾽ εἶχεν πάλαι.

οιδιπους
ἀλλ᾽ εὐτυχοίης, καί σε τῆσδε τῆσδε τῆς ὁδοῦ

δαίμων ἄμεινον ἢ ᾽μὲ φρουρήσας τύχοι.
ὦ τέκνα, ποῦ ποτ᾽ ἐστέ; δεῦρ᾽ ἴτ᾽, ἔλθετε 1480
ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ᾽ ὁρᾶν
τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·
ὃς ὑμίν, ὦ τέκν᾽, οὔθ᾽ ὁρῶν οὔθ᾽ ἱστορῶν
πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. 1485
καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·
νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
ποίας γὰρ ἀστῶν ἥξετ᾽ εἰς ὁμιλίας,
ποίας δ᾽ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι 1490
πρὸς οἶκον ἵξεσθ᾽ ἀντὶ τῆς θεωρίας;
ἀλλ᾽ ἡνίκ᾽ ἂν δὴ πρὸς γάμων ἥκητ᾽ ἀκμάς,
τίς οὗτος ἔσται, τίς παραῤῥίψει, τέκνα,
τοιαῦτ᾽ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς
γοναῖσιν ἔσται σφῷν θ᾽ ὁμοῦ δηλήματα; 1495
τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,
ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
ἐκτήσαθ᾽ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
τοιαῦτ᾽ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ; 1500
οὐκ ἔστιν οὐδείς, ὦ τέκν᾽, ἀλλὰ δηλαδὴ
χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
ὦ παῖ Μενοικέως, ἀλλ᾽ ἐπεὶ μόνος πατὴρ
ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ᾽φυτεύσαμεν,
ὀλώλαμεν δύ᾽ ὄντε, μή σφε περιίδῃς 1505
πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,
μηδ᾽ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
ἀλλ᾽ οἴκτισόν σφας, ὧδε τηλικάσδ᾽ ὁρῶν
πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί. 1510
πόλλ᾽ ἂν παρῄνουν· νῦν δὲ τοῦτ᾽ εὔχεσθέ μοι,
οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.

κρεων
ἅλις ἵν᾽ ἐξήκεις δακρύων· ἀλλ᾽ ἴθι στέγης ἔσω. 1515


οιδιπους
πειστέον, κεἰ μηδὲν ἡδύ.


κρεων
πάντα γὰρ καιρῷ καλά.


οιδιπους
οἶσθ᾽ ἐφ᾽ οἷς οὖν εἶμι;


κρεων
λέξεις, καὶ τότ᾽ εἴσομαι

κλύων.

οιδιπους
γῆς μ᾽ ὅπως πέμψεις ἄποικον.


κρεων
τοῦ θεοῦ μ᾽ αἰτεῖς

δόσιν.

οιδιπους
ἀλλὰ θεοῖς γ᾽ ἔχθιστος ἥκω.


κρεων
τοιγαροῦν τεύξει

τάχα.

οιδιπους
φῂς τάδ᾽ οὖν; 1520


κρεων
ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν

μάτην.

οιδιπους
ἄπαγέ νύν μ᾽ ἐντεῦθεν ἤδη.


κρεων
στεῖχέ νυν, τέκνων

δ᾽ ἀφοῦ.

οιδιπους
μηδαμῶς ταύτας γ᾽ ἕλῃ μου.


κρεων
πάντα μὴ βούλου

κρατεῖν·
καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.

χορος
ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ᾽, Οἰδίπους ὅδε,

ὃς τὰ κλείν᾽ αἰνίγματ᾽ ᾔδει καὶ κράτιστο ἦν ἀνήρ, 1525
οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,
εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.
ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν
ἡμέραν ἐπισκοποῦντα μηδέν᾽ ὀλβίζειν, πρὶν ἂν
τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών. 1530