Οιδίπους Τύραννος
Οἰδίπους Τύραννος Συγγραφέας: |
![]() |
Οἰδίπους
ὦ τέκνα,
Κάδμου τοῦ πάλαι νέα τροφή,
τίνας ποθ᾽ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων· [5]
ἁγὼ δικαιῶν μὴ παρ᾽ ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ᾽ ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
ἀλλ᾽ ὦ γεραιέ, φράζ᾽, ἐπεὶ πρέπων ἔφυς
πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,
[10]
δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
Ἱερεύς
ἀλλ᾽ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα [15]
βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τ᾽ ᾐθέων
λεκτοί· τὸ δ᾽ ἄλλο φῦλον ἐξεστεμμένον
ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς [20]
ναοῖς, ἐπ᾽ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει κἀνακουφίσαι κάρα
βυθῶν ἔτ᾽ οὐχ οἵα τε φοινίου σάλου,
φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, [25]
φθίνουσα δ᾽ ἀγέλαις βουνόμοις τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ᾽ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ᾽ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ᾽
Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. [30]
θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ᾽ ἐγὼ
οὐδ᾽ οἵδε παῖδες ἑζόμεσθ᾽ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
ὅς γ᾽ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν [35]
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ᾽ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγει νομίζει θ᾽ ἡμὶν ὀρθῶσαι βίον·
νῦν τ᾽, ὦ κράτιστον πᾶσιν οἰδίπου κάρα,
[40]
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν᾽ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ᾽ ἀπ᾽ ἀνδρὸς οἶσθά του·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. [45]
ἴθ᾽, ὦ βροτῶν ἄριστ᾽, ἀνόρθωσον πόλιν,
ἴθ᾽, εὐλαβήθηθ᾽· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
στάντες τ᾽ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.
[50]
ἀλλ᾽ ἀσφαλείᾳ τήνδ᾽ ἀνόρθωσον πόλιν·
ὄρνιθι γὰρ καὶ τὴν τότ᾽ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
[55]
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
Οἰδίπους
ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
προσήλθεθ᾽ ἱμείροντες· εὖ γὰρ οἶδ᾽ ὅτι
νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ [60]
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν᾽ ἔρχεται
μόνον καθ᾽ αὑτὸν κοὐδέν᾽ ἄλλον, ἡ δ᾽ ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ σ᾽ ὁμοῦ στένει.
ὥστ᾽ οὐχ ὕπνῳ γ᾽ εὕδοντά μ᾽ ἐξεγείρετε,
[65]
ἀλλ᾽ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δ᾽ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
ἣν δ᾽ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
Κρέοντ᾽, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ [70]
ἔπεμψα Φοίβου δώμαθ᾽, ὡς πύθοιθ᾽ ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
καί μ᾽ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. [75]
ὅταν δ᾽ ἵκηται, τηνικαῦτ᾽ ἐγὼ κακὸς
μὴ δρῶν ἂν εἴην πάνθ᾽ ὅσ᾽ ἂν δηλοῖ θεός.
Ἱερεύς
ἀλλ᾽ εἰς καλὸν σύ τ᾽ εἶπας οἵδε τ᾽ ἀρτίως
Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
Οἰδίπους
ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ [80]
σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι
Ἱερεύς
ἀλλ᾽ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα
πολυστεφὴς ὧδ᾽ εἷρπε παγκάρπου δάφνης.
Οἰδίπους
τάχ᾽ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.
ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, [85]
τίν᾽ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
Κρέων
ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ᾽, εἰ τύχοι
κατ᾽ ὀρθὸν ἐξελθόντα, πάντ᾽ ἂν εὐτυχεῖν.
Οἰδίπους
ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
οὔτ᾽ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
[90]
Κρέων
εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
Οἰδίπους
ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω
τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
Κρέων
λέγοιμ ἂν οἷ᾽ ἤκουσα τοῦ θεοῦ πάρα. [95]
ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ
ἐν τῇδ᾽, ἐλαύνειν μηδ᾽ ἀνήκεστον
τρέφειν.
Οἰδίπους
ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;
Κρέων
ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν [100]
λύοντας, ὡς τόδ᾽ αἷμα χειμάζον πόλιν.
Οἰδίπους
ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;
Κρέων
ἦν
ἡμίν, ὦναξ, Λάϊός ποθ᾽ ἡγεμὼν
γῆς
τῆσδε, πρὶν σὲ τήνδ᾽ ἀπευθύνειν
πόλιν.
Οἰδίπους
ἔξοιδ᾽
ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω. [105]
Κρέων
τούτου
θανόντος νῦν ἐπιστέλλει σαφῶς
τοὺς
αὐτοέντας χειρὶ τιμωρεῖν τινας.
Οἰδίπους
οἳ δ᾽
εἰσὶ ποῦ γῆς; ποῦ τόδ᾽ εὑρεθήσεται
ἴχνος
παλαιᾶς δυστέκμαρτον αἰτίας;
Κρέων
ἐν τῇδ᾽
ἔφασκε γῇ· τὸ δὲ ζητούμενον [110]
ἁλωτόν,
ἐκφεύγειν δὲ τἀμελούμενον.
Οἰδίπους
πότερα
δ᾽ ἐν οἴκοις ἢ ᾽ν ἀγροῖς ὁ Λάϊος
ἢ γῆς
ἐπ᾽ ἄλλης τῷδε συμπίπτει φόνῳ;
Κρέων
θεωρός,
ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν
πρὸς
οἶκον οὐκέθ᾽ ἵκεθ᾽, ὡς ἀπεστάλη.
[115]
Οἰδίπους
οὐδ᾽
ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ
κατεῖδ᾽,
ὅτου τις ἐκμαθὼν ἐχρήσατ᾽ ἄν;
Κρέων
θνῄσκουσι
γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν
ὧν εἶδε
πλὴν ἓν οὐδὲν εἶχ᾽ εἰδὼς φράσαι.
Οἰδίπους
τὸ
ποῖον; ἓν γὰρ πόλλ᾽ ἂν ἐξεύροι
μαθεῖν, [120]
ἀρχὴν
βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.
Κρέων
λῃστὰς
ἔφασκε συντυχόντας οὐ μιᾷ
ῥώμῃ
κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.
Οἰδίπους
πῶς
οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ
ἐπράσσετ᾽
ἐνθένδ᾽, ἐς τόδ᾽ ἂν τόλμης ἔβη; [125]
Κρέων
δοκοῦντα
ταῦτ᾽ ἦν· Λαΐου δ᾽ ὀλωλότος
οὐδεὶς
ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
Οἰδίπους
κακὸν
δὲ ποῖον ἐμποδών, τυραννίδος
οὕτω
πεσούσης, εἶργε τοῦτ᾽ ἐξειδέναι;
Κρέων
ἡ
ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν
σκοπεῖν [130]
μεθέντας
ἡμᾶς τἀφανῆ προσήγετο.
Οἰδίπους
ἀλλ᾽
ἐξ ὑπαρχῆς αὖθις αὔτ᾽ ἐγὼ φανῶ·
ἐπαξίως
γὰρ Φοῖβος, ἀξίως δὲ σὺ
πρὸ
τοῦ θανόντος τήνδ᾽ ἔθεσθ᾽ ἐπιστροφήν·
ὥστ᾽
ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον [135]
γῇ τῇδε
τιμωροῦντα τῷ θεῷ θ᾽ ἅμα.
ὑπὲρ
γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
ἀλλ᾽
αὐτὸς αὑτοῦ τοῦτ᾽ ἀποσκεδῶ μύσος.
ὅστις
γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχ᾽ ἂν
κἄμ᾽
ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθ᾽ ἕλοι.
[140]
κείνῳ
προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
ἀλλ᾽
ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
ἵστασθε,
τούσδ᾽ ἄραντες ἱκτῆρας κλάδους,
ἄλλος
δὲ Κάδμου λαὸν ὧδ᾽ ἀθροιζέτω,
ὡς πᾶν
ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς [145]
σὺν τῷ
θεῷ φανούμεθ᾽ ἢ πεπτωκότες.
Ἱερεύς
ὦ
παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
καὶ
δεῦρ᾽ ἔβημεν ὧν ὅδ᾽ ἐξαγγέλλεται.
Φοῖβος
δ᾽ ὁ πέμψας τάσδε μαντείας ἅμα
σωτήρ
δ᾽ ἵκοιτο καὶ νόσου παυστήριος. [150]
Χορός
ὦ Διὸς
ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
Πυθῶνος
ἀγλαὰς ἔβας
Θήβας;
ἐκτέταμαι φοβερὰν φρένα, δείματι
πάλλων,
ἰήιε
Δάλιε Παιάν,
ἀμφὶ
σοὶ ἁζόμενος τί μοι ἢ νέον [155]
ἢ
περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις
χρέος.
εἰπέ
μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε
Φάμα.
πρῶτα
σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτ᾽
Ἀθάνα [160]
γαιάοχόν
τ᾽ ἀδελφεὰν
Ἄρτεμιν,
ἃ κυκλόεντ᾽ ἀγορᾶς θρόνον εὐκλέα
θάσσει,
καὶ
Φοῖβον ἑκαβόλον, ἰὼ
τρισσοὶ
ἀλεξίμοροι προφάνητέ μοι,
εἴ ποτε
καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας
πόλει [165]
ἠνύσατ᾽
ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ
νῦν.
ὦ πόποι,
ἀνάριθμα γὰρ φέρω
πήματα·
νοσεῖ δέ μοι πρόπας στόλος, οὐδ᾽ ἔνι
φροντίδος ἔγχος [170]
ᾧ τις
ἀλέξεται. οὔτε γὰρ ἔκγονα
κλυτᾶς
χθονὸς αὔξεται οὔτε τόκοισιν
ἰηίων
καμάτων ἀνέχουσι γυναῖκες·
ἄλλον
δ᾽ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον
ὄρνιν [175]
κρεῖσσον
ἀμαιμακέτου πυρὸς ὄρμενον
ἀκτὰν
πρὸς ἑσπέρου θεοῦ.
ὧν
πόλις ἀνάριθμος ὄλλυται·
νηλέα
δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα
κεῖται ἀνοίκτως· [180]
ἐν δ᾽
ἄλοχοι πολιαί τ᾽ ἔπι ματέρες
ἀχὰν
παραβώμιον ἄλλοθεν ἄλλαν
λυγρῶν
πόνων ἱκετῆρες ἐπιστενάχουσιν.
παιὰν
δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος
[185]
ὧν
ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
εὐῶπα
πέμψον ἀλκάν.
Ἄρεά
τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων
[190]
φλέγει
με περιβόατον, ἀντιάζω
παλίσσυτον
δράμημα νωτίσαι πάτρας
ἔπουρον,
εἴτ᾽ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας
εἴτ᾽
ἐς τὸν ἀπόξενον ὅρμων [195]
Θρῄκιον
κλύδωνα·
τελεῖν
γὰρ εἴ τι νὺξ ἀφῇ,
τοῦτ᾽
ἐπ᾽ ἦμαρ ἔρχεται·
τόν, ὦ
τᾶν πυρφόρων
ἀστραπᾶν
κράτη νέμων, [200]
ὦ Ζεῦ
πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,
Λύκει᾽
ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπ᾽
ἀγκυλᾶν
βέλεα
θέλοιμ᾽ ἂν ἀδάματ᾽ ἐνδατεῖσθαι
ἀρωγὰ
προσταχθέντα τάς τε πυρφόρους [205]
Ἀρτέμιδος
αἴγλας, ξὺν αἷς Λύκι᾽ ὄρεα διᾴσσει·
τὸν
χρυσομίτραν τε κικλήσκω,
τᾶσδ᾽
ἐπώνυμον γᾶς, [210]
οἰνῶπα
Βάκχον εὔιον,
Μαινάδων
ὁμόστολον,
πελασθῆναι
φλέγοντ᾽
ἀγλαῶπι
< >
πεύκᾳ
᾽πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. [215]
Οἰδίπους
αἰτεῖς·
ἃ δ᾽ αἰτεῖς, τἄμ᾽ ἐὰν θέλῃς ἔπη
κλύων
δέχεσθαι τῇ νόσῳ θ᾽ ὑπηρετεῖν,
ἀλκὴν
λάβοις ἂν κἀνακούφισιν κακῶν·
ἁγὼ
ξένος μὲν τοῦ λόγου τοῦδ᾽ ἐξερῶ,
ξένος
δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν
[220]
ἴχνευον
αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,
νῦν δ᾽
ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν
προφωνῶ πᾶσι Καδμείοις τάδε·
ὅστις
ποθ᾽ ὑμῶν Λάϊον τὸν Λαβδάκου
κάτοιδεν
ἀνδρὸς ἐκ τίνος διώλετο, [225]
τοῦτον
κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ
μὲν φοβεῖται, τοὐπίκλημ᾽ ὑπεξελεῖν
αὐτὸν
καθ᾽ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς
οὐδέν. γῆς δ᾽ ἄπεισιν ἀσφαλής.
εἰ δ᾽
αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς
[230]
τὸν
αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
κέρδος
τελῶ ᾽γὼ χἠ χάρις προσκείσεται.
εἰ δ᾽
αὖ σιωπήσεσθε, καί τις ἢ φίλου
δείσας
ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
ἃκ
τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
[235]
τὸν
ἄνδρ᾽ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί,
γῆς
τῆσδ᾽,
ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,
μήτ᾽
εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
μήτ᾽
ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
κοινὸν
ποεῖσθαι, μήτε χέρνιβας νέμειν· [240]
ὠθεῖν
δ᾽ ἀπ᾽ οἴκων πάντας, ὡς μιάσματος
τοῦδ᾽
ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
μαντεῖον
ἐξέφηνεν ἀρτίως ἐμοί.
ἐγὼ
μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
τῷ τ᾽
ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· [245]
κατεύχομαι
δὲ τὸν δεδρακότ᾽, εἴτε τις
εἷς ὢν
λέληθεν εἴτε πλειόνων μέτα,
κακὸν
κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
ἐπεύχομαι
δ᾽, οἴκοισιν εἰ ξυνέστιος
ἐν τοῖς
ἐμοῖς γένοιτ᾽ ἐμοῦ συνειδότος, [250]
παθεῖν
ἅπερ τοῖσδ᾽ ἀρτίως ἠρασάμην.
ὑμῖν
δὲ ταῦτα πάντ᾽ ἐπισκήπτω τελεῖν,
ὑπέρ
τ᾽ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
γῆς
ὧδ᾽ ἀκάρπως κἀθέως ἐφθαρμένης.
Οἰδίπους
οὐδ᾽
εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, [255]
ἀκάθαρτον
ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
ἀνδρός
γ᾽ ἀρίστου βασιλέως τ᾽ ὀλωλότος,
ἀλλ᾽
ἐξερευνᾶν· νῦν δ᾽ ἐπεὶ κυρῶ γ᾽ ἐγὼ
ἔχων
μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
ἔχων
δὲ λέκτρα καὶ γυναῖχ᾽ ὁμόσπορον,
[260]
κοινῶν
τε παίδων κοίν᾽ ἄν, εἰ κείνῳ γένος
μὴ
᾽δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·
νῦν δ᾽
ἐς τὸ κείνου κρᾶτ᾽ ἐνήλαθ᾽ ἡ τύχη·
ἀνθ᾽
ὧν ἐγὼ τάδ᾽, ὡσπερεὶ τοὐμοῦ πατρός,
ὑπερμαχοῦμαι
κἀπὶ πᾶν ἀφίξομαι, [265]
ζητῶν
τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
τῷ
Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
τοῦ
πρόσθε Κάδμου τοῦ πάλαι τ᾽ Ἀγήνορος.
καὶ
ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
μήτ᾽
ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ [270]
μήτ᾽
οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
τῷ νῦν
φθερεῖσθαι κἄτι τοῦδ᾽ ἐχθίονι·
ὑμῖν
δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις
τάδ᾽
ἔστ᾽ ἀρέσκονθ᾽, ἥ τε σύμμαχος Δίκη
χοἰ
πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. [275]
Χορός
ὥσπερ
μ᾽ ἀραῖον ἔλαβες, ὧδ᾽, ἄναξ, ἐρῶ.
οὔτ᾽
ἔκτανον γὰρ οὔτε τὸν κτανόντ᾽ ἔχω
δεῖξαι.
τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
Φοίβου
τόδ᾽ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
Οἰδίπους
δίκαι᾽
ἔλεξας· ἀλλ᾽ ἀναγκάσαι θεοὺς [280]
ἃν μὴ
θέλωσιν οὐδ᾽ ἂν εἷς δύναιτ᾽ ἀνήρ.
Χορός
τὰ
δεύτερ᾽ ἐκ τῶνδ᾽ ἂν λέγοιμ᾽ ἁμοὶ
δοκεῖ.
Οἰδίπους
εἰ καὶ
τρίτ᾽ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
Χορός
ἄνακτ᾽
ἄνακτι ταὔθ᾽ ὁρῶντ᾽ ἐπίσταμαι
μάλιστα
Φοίβῳ Τειρεσίαν, παρ᾽ οὗ τις ἂν [285]
σκοπῶν
τάδ᾽, ὦναξ, ἐκμάθοι σαφέστατα.
Οἰδίπους
ἀλλ᾽
οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ᾽ ἐπραξάμην.
ἔπεμψα
γὰρ Κρέοντος εἰπόντος διπλοῦς
πομπούς·
πάλαι δὲ μὴ παρῶν θαυμάζεται.
Χορός
καὶ
μὴν τά γ᾽ ἄλλα κωφὰ καὶ παλαί᾽ ἔπη.
[290]
Οἰδίπους
τὰ ποῖα
ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
Χορός
θανεῖν
ἐλέχθη πρός τινων ὁδοιπόρων.
Οἰδίπους
ἤκουσα
κἀγώ. τὸν δ᾽ ἰδόντ᾽ οὐδεὶς ὁρᾷ.
Χορός
ἀλλ᾽
εἴ τι μὲν δὴ δείματός γ᾽ ἔχει μέρος,
τὰς
σὰς ἀκούων οὐ μενεῖ τοιάσδ᾽ ἀράς,
[295]
Οἰδίπους
ᾧ μή
᾽στι δρῶντι τάρβος, οὐδ᾽ ἔπος φοβεῖ.
Χορός
ἀλλ᾽
οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ
τὸν
θεῖον ἤδη μάντιν ὧδ᾽ ἄγουσιν, ᾧ
τἀληθὲς
ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
Οἰδίπους
ὦ πάντα
νωμῶν Τειρεσία, διδακτά τε [300]
ἄῤῥητά
τ᾽, οὐράνιά τε καὶ χθονοστιβῆ,
πόλιν
μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ᾽
ὅμως
οἵᾳ
νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
σωτῆρά
τ᾽, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
Φοῖβος
γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, [305]
πέμψασιν
ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
μόνην
ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
εἰ τοὺς
κτανόντας Λάϊον μαθόντες εὖ
κτείναιμεν
ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.
σύ νυν
φθονήσας μήτ᾽ ἀπ᾽ οἰωνῶν φάτιν [310]
μήτ᾽
εἴ τιν᾽ ἄλλην μαντικῆς ἔχεις ὁδόν,
ῥῦσαι
σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ᾽ ἐμέ,
ῥῦσαι
δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.
ἐν σοὶ
γὰρ ἐσμέν· ἄνδρα δ᾽ ὠφελεῖν ἀφ᾽ ὧν
ἔχοι
τε καὶ δύναιτο, κάλλιστος πόνων. [315]
Τειρεσίας
φεῦ
φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
λύῃ
φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ
εἰδὼς
διώλεσ᾽· οὐ γὰρ ἂν δεῦρ᾽ ἱκόμην.
Οἰδίπους
τί δ᾽
ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.
Τειρεσίας
ἄφες
μ᾽ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε
σὺ [320]
κἀγὼ
διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.
Οἰδίπους
οὔτ᾽
ἔννομ᾽ εἶπας οὔτε προσφιλῆ πόλει
τῇδ᾽,
ἥ σ᾽ ἔθρεψε, τήνδ᾽ ἀποστερῶν φάτιν.
Τειρεσίας
ὁρῶ
γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ᾽ ἰὸν
πρὸς
καιρόν· ὡς οὖν μηδ᾽ ἐγὼ ταὐτὸν
πάθω-- [325]
Οἰδίπους
μὴ πρὸς
θεῶν φρονῶν γ᾽ ἀποστραφῇς, ἐπεὶ
πάντες
σε προσκυνοῦμεν οἵδ᾽ ἱκτήριοι.
Τειρεσίας
πάντες
γὰρ οὐ φρονεῖτ᾽· ἐγὼ δ᾽ οὐ μή ποτε
τἄμ᾽,
ὡς ἂν εἴπω μὴ τὰ σ᾽, ἐκφήνω κακά.
Οἰδίπους
τί φής;
ξυνειδὼς οὐ φράσεις, ἀλλ᾽ ἐννοεῖς
[330]
ἡμᾶς
προδοῦναι καὶ καταφθεῖραι πόλιν;
Τειρεσίας
ἐγὼ
οὔτ᾽ ἐμαυτὸν οὔτε σ᾽ ἀλγυνῶ. τί
ταῦτ᾽
ἄλλως
ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.
Οἰδίπους
οὐκ, ὦ
κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
φύσιν
σύ γ᾽ ὀργάνειας, ἐξερεῖς ποτε, [335]
ἀλλ᾽
ὧδ᾽ ἄτεγκτος κἀτελεύτητος φανεῖ;
Τειρεσίας
ὀργὴν
ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ᾽ ὁμοῦ
ναίουσαν
οὐ κατεῖδες, ἀλλ᾽ ἐμὲ ψέγεις.
Οἰδίπους
τίς
γὰρ τοιαῦτ᾽ ἂν οὐκ ἂν ὀργίζοιτ᾽
ἔπη
κλύων,
ἃ νῦν σὺ τήνδ᾽ ἀτιμάζεις πόλιν; [340]
Τειρεσίας
ἥξει
γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.
Οἰδίπους
οὐκοῦν
ἅ γ᾽ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.
Τειρεσίας
οὐκ ἂν
πέρα φράσαιμι. πρὸς τάδ᾽, εἰ θέλεις,
θυμοῦ
δι᾽ ὀργῆς ἥτις ἀγριωτάτη.
Οἰδίπους
καὶ
μὴν παρήσω γ᾽ οὐδέν, ὡς ὀργῆς ἔχω,
[345]
ἅπερ
ξυνίημ᾽· ἴσθι γὰρ δοκῶν ἐμοὶ
καὶ
ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θ᾽,
ὅσον
μὴ
χερσὶ καίνων· εἰ δ᾽ ἐτύγχανες βλέπων,
καὶ
τοὔργον ἂν σοῦ τοῦτ᾽, ἔφην εἶναι
μόνου.
Τειρεσίας
ἄληθες;
ἐννέπω σὲ τῷ κηρύγματι [350]
ᾧπερ
προεῖπας ἐμμένειν, κἀφ᾽ ἡμέρας
τῆς
νῦν προσαυδᾶν μήτε τούσδε μήτ᾽ ἐμέ,
ὡς ὄντι
γῆς τῆσδ᾽ ἀνοσίῳ μιάστορι.
Οἰδίπους
οὕτως
ἀναιδῶς ἐξεκίνησας τόδε
τὸ
ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
[355]
Τειρεσίας
πέφευγα·
τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
Οἰδίπους
πρὸς
τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς
τέχνης.
Τειρεσίας
πρὸς
σοῦ· σὺ γάρ μ᾽ ἄκοντα προυτρέψω
λέγειν.
Οἰδίπους
ποῖον
λόγον; λέγ᾽ αὖθις, ὡς μᾶλλον μάθω.
Τειρεσίας
οὐχὶ
ξυνῆκας πρόσθεν; ἢ ᾽κπειρᾷ λέγων;
[360]
Οἰδίπους
οὐχ
ὥστε γ᾽ εἰπεῖν γνωστόν· ἀλλ᾽ αὖθις
φράσον.
Τειρεσίας
φονέα
σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
Οἰδίπους
ἀλλ᾽
οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
Τειρεσίας
εἴπω
τι δῆτα κἄλλ᾽, ἵν᾽ ὀργίζῃ πλέον;
Οἰδίπους
ὅσον
γε χρῄζεις· ὡς μάτην εἰρήσεται. [365]
Τειρεσίας
λεληθέναι
σε φημὶ σὺν τοῖς φιλτάτοις
αἴσχισθ᾽
ὁμιλοῦντ᾽, οὐδ᾽ ὁρᾶν ἵν᾽ εἶ κακοῦ.
Οἰδίπους
ἦ καὶ
γεγηθὼς ταῦτ᾽ ἀεὶ λέξειν δοκεῖς;
Τειρεσίας
εἴπερ
τί γ᾽ ἐστὶ τῆς ἀληθείας σθένος.
Οἰδίπους
ἀλλ᾽
ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ᾽ οὐκ
ἔστ᾽ ἐπεὶ [370]
τυφλὸς
τά τ᾽ ὦτα τόν τε νοῦν τά τ᾽ ὄμματ᾽
εἶ.
Τειρεσίας
σὺ δ᾽
ἄθλιός γε ταῦτ᾽ ὀνειδίζων, ἃ σοὶ
οὐδεὶς
ὃς οὐχὶ τῶνδ᾽ ὀνειδιεῖ τάχα.
Οἰδίπους
μιᾶς
τρέφει πρὸς νυκτός, ὥστε μήτ᾽ ἐμὲ
μήτ᾽
ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ᾽
ἄν. [375]
Τειρεσίας
οὐ γάρ
σε μοῖρα πρός γ᾽ ἐμοῦ πεσεῖν, ἐπεὶ
ἱκανὸς
Ἀπόλλων, ᾧ τάδ᾽ ἐκπρᾶξαι μέλει.
Οἰδίπους
Κρέοντος
ἢ σοῦ ταῦτα τἀξευρήματα;
Τειρεσίας
Κρέων
δέ σοι πῆμ᾽ οὐδέν, ἀλλ᾽ αὐτὸς σὺ
σοί.
Οἰδίπους
ὦ πλοῦτε
καὶ τυραννὶ καὶ τέχνη τέχνης [380]
ὑπερφέρουσα
τῷ πολυζήλῳ βίῳ,
ὅσος
παρ᾽ ὑμῖν ὁ φθόνος φυλάσσεται,
εἰ
τῆσδέ γ᾽ ἀρχῆς οὕνεχ᾽, ἣν ἐμοὶ
πόλις
δωρητόν,
οὐκ αἰτητόν, εἰσεχείρισεν,
ταύτης
Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, [385]
λάθρᾳ
μ᾽ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
ὑφεὶς
μάγον τοιόνδε μηχανοῤῥάφον,
δόλιον
ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
μόνον
δέδορκε, τὴν τέχνην δ᾽ ἔφυ τυφλός.
ἐπεί,
φέρ᾽ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
[390]
πῶς
οὐκ, ὅθ᾽ ἡ ῥαψῳδὸς ἐνθάδ᾽ ἦν κύων,
ηὔδας
τι τοῖσδ᾽ ἀστοῖσιν ἐκλυτήριον;
καίτοι
τό γ᾽ αἴνιγμ᾽ οὐχὶ τοὐπιόντος ἦν
ἀνδρὸς
διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
ἣν οὔτ᾽
ἀπ᾽ οἰωνῶν σὺ προυφάνης ἔχων [395]
οὔτ᾽
ἐκ θεῶν του γνωτόν· ἀλλ᾽ ἐγὼ μολών,
ὁ μηδὲν
εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
γνώμῃ
κυρήσας οὐδ᾽ ἀπ᾽, οἰωνῶν μαθών·
ὃν δὴ
σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
παραστατήσειν
τοῖς Κρεοντείοις πέλας. [400]
κλαίων
δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
ἀγηλατήσειν·
εἰ δὲ μὴ ᾽δόκεις γέρων
εἶναι,
παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.
Χορός
ἡμῖν
μὲν εἰκάζουσι καὶ τὰ τοῦδ᾽ ἔπη
ὀργῇ
λελέχθαι καὶ τά σ᾽, Οἰδίπους, δοκεῖ,
[405]
δεῖ δ᾽
οὐ τοιούτων, ἀλλ᾽ ὅπως τὰ τοῦ θεοῦ
μαντεῖ᾽
ἄριστα λύσομεν, τόδε σκοπεῖν.
Τειρεσίας
εἰ καὶ
τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
ἴσ᾽
ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ.
οὐ γάρ
τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ· [410]
ὥστ᾽
οὐ κρέοντος προστάτου γεγράψομαι.
λέγω
δ᾽, ἐπειδὴ καὶ τυφλόν μ᾽ ὠνείδισας·
σὺ καὶ
δέδορκας κοὐ βλέπεις ἵν᾽ εἶ κακοῦ,
οὐδ᾽
ἔνθα ναίεις, οὐδ᾽ ὅτων οἰκεῖς μέτα.
ἆρ᾽
οἶσθ᾽ ἀφ᾽ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς
ὢν [415]
τοῖς
σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,
καί σ᾽
ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
ἐλᾷ
ποτ᾽ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
βλέποντα
νῦν μὲν ὄρθ᾽, ἔπειτα δὲ σκότον.
βοῆς
δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,
[420]
ποῖος
Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
ὅταν
καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις
ἄνορμον
εἰσέπλευσας, εὐπλοίας τυχών;
ἄλλων
δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,
ἅ σ᾽
ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.
[425]
πρὸς
ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
προπηλάκιζε·
σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
κάκιον
ὅστις ἐκτριβήσεταί ποτε.
Οἰδίπους
ἦ ταῦτα
δῆτ᾽ ἀνεκτὰ πρὸς τούτου κλύειν;
οὐκ
εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν
[430]
ἄψοῤῥος
οἴκων τῶνδ᾽ ἀποστραφεὶς ἄπει;
Τειρεσίας
οὐδ᾽
ἱκόμην ἔγωγ᾽ ἄν, εἰ σὺ μὴ ᾽κάλεις.
Οἰδίπους
οὐ γάρ
τί σ᾽ ᾔδη μῶρα φωνήσοντ᾽, ἐπεὶ
σχολῇ
σ᾽ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
Τειρεσίας
ἡμεῖς
τοιοίδ᾽ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
[435]
μῶροι,
γονεῦσι δ᾽, οἵ σ᾽ ἔφυσαν, ἔμφρονες.
Οἰδίπους
ποίοισι;
μεῖνον, τίς δέ μ᾽ ἐκφύει βροτῶν;
Τειρεσίας
ἥδ᾽
ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
Οἰδίπους
ὡς
πάντ᾽ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
Τειρεσίας
οὔκουν
σὺ ταῦτ᾽ ἄριστος εὑρίσκειν ἔφυς;
[440]
Οἰδίπους
τοιαῦτ᾽
ὀνείδιζ᾽, οἷς ἔμ᾽ εὑρήσεις μέγαν.
Τειρεσίας
αὕτη
γε μέντοι σ᾽ ἡ τύχη διώλεσεν.
Οἰδίπους
ἀλλ᾽
εἰ πόλιν τήνδ᾽ ἐξέσωσ᾽, οὔ μοι μέλει.
Τειρεσίας
ἄπειμι
τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.
Οἰδίπους
κομιζέτω
δῆθ᾽· ὡς παρὼν σύ γ᾽ ἐμποδὼν [445]
ὀχλεῖς,
συθείς τ᾽ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.
Τειρεσίας
εἰπὼν
ἄπειμ᾽ ὧν οὕνεκ᾽, ἦλθον, οὐ τὸ σὸν
δείσας
πρόσωπον· οὐ γὰρ ἔσθ᾽ ὅπου μ᾽ ὀλεῖς.
λέγω
δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι
ζητεῖς
ἀπειλῶν κἀνακηρύσσων φόνον [450]
τὸν
Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
ξένος
λόγῳ μέτοικος, εἶτα δ᾽ ἐγγενὴς
φανήσεται
Θηβαῖος, οὐδ᾽ ἡσθήσεται
τῇ
ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
καὶ
πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι [455]
σκήπτρῳ
προδεικνὺς γαῖαν ἐμπορεύσεται.
φανήσεται
δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς
αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς
υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
ὁμόσπορός
τε καὶ φονεύς. καὶ ταῦτ᾽ ἰὼν [460]
εἴσω
λογίζου· κἂν λάβῃς ἐψευσμένον,
φάσκειν
ἔμ᾽ ἤδη μαντικῇ μηδὲν φρονεῖν.
Χορός
τίς
ὅντιν᾽ ἁ θεσπιέπεια δελφὶς εἶπε
πέτρα
ἄῤῥητ᾽
ἀῤῥήτων τελέσαντα φοινίαισι χερσίν;
[465]
ὥρα
νιν ἀελλάδων
ἵππων
σθεναρώτερον
φυγᾷ
πόδα νωμᾶν.
ἔνοπλος
γὰρ ἐπ᾽ αὐτὸν ἐπενθρῴσκει
πυρὶ
καὶ στεροπαῖς ὁ Διὸς γενέτας, [470]
δειναὶ
δ᾽ ἅμ᾽ ἕπονται
κῆρες
ἀναπλάκητοι
ἔλαμψε
γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
φάμα
Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ᾽
ἰχνεύειν.
φοιτᾷ
γὰρ ὑπ᾽ ἀγρίαν [475]
ὕλαν
ἀνά τ᾽ ἄντρα καὶ
πέτρας
ἰσόταυρος
μέλεος
μελέῳ ποδὶ χηρεύων,
τὰ
μεσόμφαλα γᾶς ἀπονοσφίζων [480]
μαντεῖα·
τὰ δ᾽ ἀεὶ
ζῶντα
περιποτᾶται.
δεινὰ
μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
οὔτε
δοκοῦντ᾽ οὔτ᾽ ἀποφάσκονθ᾽· ὅ τι
λέξω δ᾽ ἀπορῶ. [485]
πέτομαι
δ᾽ ἐλπίσιν οὔτ᾽, ἐνθάδ᾽ ὁρῶν οὔτ᾽
ὀπίσω.
τί γὰρ
ἢ Λαβδακίδαις
ἢ τῷ
Πολύβου νεῖκος ἔκειτ᾽, οὔτε πάροιθέν
ποτ᾽ ἔγωγ᾽ [490]
ἔμαθον,
πρὸς ὅτου δὴ βασανίζων βασάνῳ
ἐπὶ
τὰν ἐπίδαμον φάτιν εἶμ᾽ Οἰδιπόδα
Λαβδακίδαις
ἐπίκουρος
ἀδήλων θανάτων. [495]
ἀλλ᾽
ὁ μὲν οὖν Ζεὺς ὅ τ᾽ Ἀπόλλων ξυνετοὶ
καὶ τὰ βροτῶν
εἰδότες·
ἀνδρῶν δ᾽ ὅτι μάντις πλέον ἢ ᾽γὼ
φέρεται, [500]
κρίσις
οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δ᾽ ἂν σοφίαν
παραμείψειεν
ἀνήρ.
ἀλλ᾽
οὔποτ᾽ ἔγωγ᾽ ἄν, πρὶν ἴδοιμ᾽ ὀρθὸν
ἔπος, μεμφομένων ἂν καταφαίην. [505]
φανερὰ
γὰρ ἐπ᾽ αὐτῷ, πτερόεσσ᾽ ἦλθε κόρα
ποτέ,
καὶ σοφὸς ὤφθη βασάνῳ θ᾽ ἁδύπολις
τῷ ἀπ᾽ ἐμᾶς [510]
φρενὸς
οὔποτ᾽ ὀφλήσει κακίαν.
Κρέων
ἄνδρες
πολῖται, δείν᾽ ἔπη πεπυσμένος
κατηγορεῖν
μου τὸν τύραννον Οἰδίπουν,
πάρειμ᾽
ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
[515]
ταῖς
νῦν νομίζει πρός γ᾽ ἐμοῦ πεπονθέναι
λόγοισιν
εἴτ᾽ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι
βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι
τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
ἡ ζημία
μοι τοῦ λόγου τούτου φέρει, [520]
ἀλλ᾽
ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς
δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
Χορός
ἀλλ᾽
ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ᾽ ἂν
ὀργῇ
βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
Κρέων
τοὔπος
δ᾽ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι
[525]
πεισθεὶς
ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
Χορός
ηὐδᾶτο
μὲν τάδ᾽, οἶδα δ᾽ οὐ γνώμῃ τίνι.
Κρέων
ἐξ
ὀμμάτων δ᾽ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
κατηγορεῖτο
τοὐπίκλημα τοῦτό μου;
Χορός
οὐκ
οἶδ᾽· ἃ γὰρ δρῶσ᾽, οἱ κρατοῦντες
οὐχ ὁρῶ. [530]
αὐτὸς
δ᾽ ὅδ᾽ ἤδη δωμάτων ἔξω περᾷ.
Οἰδίπους
οὗτος
σύ, πῶς δεῦρ᾽ ἦλθες; ἦ τοσόνδ᾽ ἔχεις
τόλμης
πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου,
φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
λῃστής
τ᾽ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; [535]
φέρ᾽
εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
ἰδών
τιν᾽ ἔν μοι ταῦτ᾽ ἐβουλεύσω ποεῖν;
ἢ
τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
δόλῳ
προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;
ἆρ᾽
οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
[540]
ἄνευ
τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν,
ὃ πλήθει χρήμασίν θ᾽ ἁλίσκεται;
Κρέων
οἶσθ᾽
ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴσ᾽
ἀντάκουσον, κᾆτα κρῖν᾽ αὐτὸς μαθών.
Οἰδίπους
λέγειν
σὺ δεινός, μανθάνειν δ᾽ ἐγὼ κακὸς
[545]
σοῦ·
δυσμενῆ γὰρ καὶ βαρύν σ᾽ ηὕρηκ᾽
ἐμοί.
Κρέων
τοῦτ᾽
αὐτὸ νῦν μου πρῶτ᾽ ἄκουσον ὡς ἐρῶ.
Οἰδίπους
τοῦτ᾽
αὐτὸ μή μοι φράζ᾽, ὅπως οὐκ εἶ κακός.
Κρέων
εἴ τοι
νομίζεις κτῆμα τὴν αὐθαδίαν
εἶναί
τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
[550]
Οἰδίπους
εἴ τοι
νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν
οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
Κρέων
ξύμφημί
σοι ταῦτ᾽ ἔνδικ᾽ εἰρῆσθαι· τὸ δὲ
πάθημ᾽
ὁποῖον φὴς παθεῖν, δίδασκέ με.
Οἰδίπους
ἔπειθες
ἢ οὐκ ἔπειθες, ὡς χρείη μ᾽ ἐπὶ [555]
τὸν
σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
Κρέων
καὶ
νῦν ἔθ᾽ αὑτός εἰμι τῷ βουλεύματι.
Οἰδίπους
πόσον
τιν᾽ ἤδη δῆθ᾽ ὁ Λάϊος χρόνον
Κρέων
δέδρακε
ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
Οἰδίπους
ἄφαντος
ἔῤῥει θανασίμῳ χειρώματι; [560]
Κρέων
μακροὶ
παλαιοί τ᾽ ἂν μετρηθεῖεν χρόνοι.
Οἰδίπους
τότ᾽
οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
Κρέων
σοφός
γ᾽ ὁμοίως κἀξ ἴσου τιμώμενος.
Οἰδίπους
ἐμνήσατ᾽
οὖν ἐμοῦ τι τῷ τότ᾽ ἐν χρόνῳ;
Κρέων
οὔκουν
ἐμοῦ γ᾽ ἑστῶτος οὐδαμοῦ πέλας. [565]
Οἰδίπους
ἀλλ᾽
οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
Κρέων
παρέσχομεν,
πῶς δ᾽ οὐχί; κοὐκ ἠκούσαμεν.
Οἰδίπους
πῶς
οὖν τόθ᾽ οὗτος ὁ σοφὸς οὐκ ηὔδα
τάδε;
Κρέων
οὐκ
οἶδ᾽· ἐφ᾽ οἷς γὰρ μὴ φρονῶ σιγᾶν
φιλῶ.
Οἰδίπους
τοσόνδε
γ᾽ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
[570]
Κρέων
ποῖον
τόδ᾽; εἰ γὰρ οἶδά γ᾽, οὐκ ἀρνήσομαι.
Οἰδίπους
ὁθούνεκ᾽,
εἰ μὴ σοὶ ξυνῆλθε, τάσδ᾽ ἐμὰς
οὐκ ἄν
ποτ᾽ εἶπε Λαΐου διαφθοράς.
Κρέων
εἰ μὲν
λέγει τάδ᾽, αὐτὸς οἶσθ᾽· ἐγὼ δὲ
σοῦ
μαθεῖν
δικαιῶ ταὔθ᾽ ἅπερ κἀμοῦ σὺ νῦν. [575]
Οἰδίπους
ἐκμάνθαν᾽·
οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
Κρέων
τί
δῆτ᾽; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
Οἰδίπους
ἄρνησις
οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
Κρέων
ἄρχεις
δ᾽ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
Οἰδίπους
ἃν ᾖ
θέλουσα πάντ᾽ ἐμοῦ κομίζεται. [580]
Κρέων
οὔκουν
ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
Οἰδίπους
ἐνταῦθα
γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
Κρέων
οὔκ,
εἰ διδοίης γ᾽ ὡς ἐγὼ σαυτῷ λόγον.
σκέψαι
δὲ τοῦτο πρῶτον, εἴ τιν᾽ ἂν δοκεῖς
ἄρχειν
ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ [585]
ἄτρεστον
εὕδοντ᾽, εἰ τά γ᾽ αὔθ᾽ ἕξει κράτη.
ἐγὼ
μὲν οὖν οὔτ᾽ αὐτὸς ἱμείρων ἔφυν
τύραννος
εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
οὔτ᾽
ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
νῦν
μὲν γὰρ ἐκ σοῦ πάντ᾽ ἄνευ φόβου
φέρω, [590]
εἰ δ᾽
αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
πῶς
δῆτ᾽ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς
ἀλύπου καὶ δυναστείας ἔφυ;
οὔπω
τοσοῦτον ἠπατημένος κυρῶ
ὥστ᾽
ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.
[595]
νῦν
πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
νῦν οἱ
σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
τὸ γὰρ
τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ᾽ ἔνι.
πῶς
δῆτ᾽ ἐγὼ κεῖν᾽ ἂν λάβοιμ᾽ ἀφεὶς
τάδε;
οὐκ ἂν
γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. [600]
ἀλλ᾽
οὔτ᾽ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν
οὔτ᾽
ἂν μετ᾽ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
καὶ
τῶνδ᾽ ἔλεγχον τοῦτο μὲν Πυθώδ᾽ ἰὼν
πεύθου
τὰ χρησθέντ᾽ εἰ σαφῶς ἤγγειλά σοι·
τοῦτ᾽
ἄλλ᾽, ἐάν με τῷ τερασκόπῳ λάβῃς [605]
κοινῇ
τι βουλεύσαντα, μή μ᾽ ἁπλῇ κτάνῃς
ψήφῳ,
διπλῇ δέ, τῇ τ᾽ ἐμῇ καὶ σῇ, λαβών·
γνώμῃ
δ᾽ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
οὐ γὰρ
δίκαιον οὔτε τοὺς κακοὺς μάτην
χρηστοὺς
νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
[610]
φίλον
γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
καὶ
τὸν παρ᾽ αὑτῷ βίοτον, ὃν πλεῖστον,
φιλεῖ.
ἀλλ᾽
ἐν χρόνῳ γνώσει τάδ᾽ ἀσφαλῶς, ἐπεὶ
χρόνος
δίκαιον ἄνδρα δείκνυσιν μόνος·
κακὸν
δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. [615]
Χορός
καλῶς
ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
ἄναξ·
φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
Οἰδίπους
ὅταν
ταχύς τις οὑπιβουλεύων λάθρᾳ
χωρῇ,
ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν·
εἰ δ᾽
ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν [620]
πεπραγμέν᾽
ἔσται, τἀμὰ δ᾽ ἡμαρτημένα.
Κρέων
τί δῆτα
χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;
Οἰδίπους
ἥκιστα·
θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
ὡς ἂν
προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.
Κρέων
ὡς οὐχ
ὑπείξων οὐδὲ πιστεύσων λέγεις; [625]
Οἰδίπους
< >
Κρέων
οὐ γὰρ
φρονοῦντά σ᾽ εὖ βλέπω.
Οἰδίπους
--τὸ
γοῦν ἐμόν.
Κρέων
ἀλλ᾽
ἐξ ἴσου δεῖ κἀμόν.
Οἰδίπους
--ἀλλ᾽
ἔφυς κακός.
Κρέων
εἰ δὲ
ξυνίης μηδέν;
Οἰδίπους
--ἀρκτέον
γ᾽ ὅμως.
Κρέων
οὔτοι
κακῶς γ᾽ ἄρχοντος.
Οἰδίπους
--ὦ
πόλις πόλις.
Κρέων
κἀμοὶ
πόλεως μέτεστιν, οὐχί σοι μόνῳ. [630]
Χορός
παύσασθ᾽,
ἄνακτες· καιρίαν δ᾽ ὑμῖν ὁρῶ
τήνδ᾽
ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ᾽
ἧς
τὸ νῦν
παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.
Ἰοκάστη
τί τὴν
ἄβουλον, ὦ ταλαίπωροι, στάσιν
γλώσσης
ἐπήρασθ᾽ οὐδ᾽ ἐπαισχύνεσθε γῆς [635]
οὕτω
νοσούσης ἴδια κινοῦντες κακά;
οὐκ εἶ
σύ τ᾽ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
καὶ μὴ
τὸ μηδὲν ἄλγος εἰς μέγ᾽ οἴσετε;
Κρέων
ὅμαιμε,
δεινά μ᾽ Οἰδίπους ὁ σὸς πόσις
δρᾶσαι
δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν [640]
ἢ γῆς
ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
Οἰδίπους
ξύμφημι·
δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
εἴληφα
τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
Κρέων
μή νυν
ὀναίμην, ἀλλ᾽ ἀραῖος, εἴ σέ τι
δέδρακ᾽,
ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. [645]
Ἰοκάστη
ὦ πρὸς
θεῶν πίστευσον, Οἰδίπους, τάδε,
μάλιστα
μὲν τόνδ᾽ ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα
κἀμὲ τούσδε θ᾽ οἳ πάρεισί σοι.
Χορός
πιθοῦ
θελήσας φρονήσας τ᾽, ἄναξ, λίσσομαι.
Οἰδίπους
τί σοι
θέλεις δῆτ᾽ εἰκάθω; [650]
Χορός
τὸν
οὔτε πρὶν νήπιον νῦν τ᾽ ἐν ὅρκῳ
μέγαν καταίδεσαι.
Οἰδίπους
οἶσθ᾽
οὖν ἃ χρῄζεις; [655]
Χορός
οἶδα.
Οἰδίπους
--φράζε
δὴ τί φής.
Χορός
τὸν
ἐναγῆ φίλον μήποτ᾽ ἐν αἰτίᾳ
σὺν
ἀφανεῖ λόγῳ σ᾽ ἄτιμον βαλεῖν.
Οἰδίπους
εὖ νυν
ἐπίστω, ταῦθ᾽ ὅταν ζητῇς, ἐμοὶ
ζητῶν
ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.
Χορός
οὐ τὸν
πάντων θεῶν θεὸν πρόμον [660]
Ἅλιον·
ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
ὀλοίμαν,
φρόνησιν εἰ τάνδ᾽ ἔχω.
ἀλλά
μοι δυσμόρῳ γᾶ φθινὰς [665]
τρύχει
ψυχάν, τάδ᾽ εἰ κακοῖς κακὰ
προσάψει
τοῖς πάλαι τὰ πρὸς σφῷν.
Οἰδίπους
ὁ δ᾽
οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
ἢ γῆς
ἄτιμον τῆσδ᾽ ἀπωσθῆναι βίᾳ. [670]
τὸ γὰρ
σόν, οὐ τὸ τοῦδ᾽, ἐποικτίρω στόμα
ἐλεινόν·
οὗτος δ᾽ ἔνθ᾽ ἂν ᾖ στυγήσεται.
Κρέων
στυγνὸς
μὲν εἴκων δῆλος εἶ, βαρὺς δ᾽, ὅταν
θυμοῦ
περάσῃς· αἱ δὲ τοιαῦται φύσεις
αὑταῖς
δικαίως εἰσὶν ἄλγισται φέρειν. [675]
Οἰδίπους
οὔκουν
μ᾽ ἐάσεις κἀκτὸς εἶ;
Κρέων
--πορεύσομαι,
σοῦ
μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ᾽
ἴσος.
Χορός
γύναι,
τί μέλλεις κομίζειν δόμων τόνδ᾽ ἔσω;
Ἰοκάστη
μαθοῦσά
γ᾽ ἥτις ἡ τύχη. [680]
Χορός
δόκησις
ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ
μὴ
᾽νδικον.
Ἰοκάστη
ἀμφοῖν
ἀπ᾽ αὐτοῖν;
Χορός
ναίχι.
Ἰοκάστη
--καὶ
τίς ἦν λόγος;
Χορός
ἅλις
ἔμοιγ᾽, ἅλις, γᾶς προπονουμένας, [685]
φαίνεται
ἔνθ᾽ ἔληξεν αὐτοῦ μένειν.
Οἰδίπους
ὁρᾷς
ἵν᾽ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
τοὐμὸν
παριεὶς καὶ καταμβλύνων κέαρ;
Χορός
ὦναξ,
εἶπον μὲν οὐχ ἅπαξ μόνον, [690]
ἴσθι
δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα
πεφάνθαι
μ᾽ ἄν, εἴ σ᾽ ἐνοσφιζόμαν,
ὅς τ᾽
ἐμὰν γᾶν φίλαν ἐν πόνοις
ἀλύουσαν
κατ᾽ ὀρθὸν οὔρισας, [695]
τανῦν
τ᾽ εὔπομπος, ἂν γένοιο.
Ἰοκάστη
πρὸς
θεῶν δίδαξον κἄμ᾽, ἄναξ, ὅτου ποτὲ
μῆνιν
τοσήνδε πράγματος στήσας ἔχεις.
Οἰδίπους
ἐρῶ·
σὲ γὰρ τῶνδ᾽ ἐς πλέον, γύναι, σέβω·
[700]
Κρέοντος,
οἷά μοι βεβουλευκὼς ἔχει.
Ἰοκάστη
λέγ᾽,
εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
Οἰδίπους
φονέα
με φησὶ Λαΐου καθεστάναι.
Ἰοκάστη
αὐτὸς
ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
Οἰδίπους
μάντιν
μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
[705]
τό γ᾽
εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
Ἰοκάστη
σύ νυν
ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
ἐμοῦ
᾽πάκουσον, καὶ μάθ᾽ οὕνεκ᾽ ἐστί
σοι
βρότειον
οὐδὲν μαντικῆς ἔχον τέχνης.
φανῶ
δέ σοι σημεῖα τῶνδε σύντομα. [710]
χρησμὸς
γὰρ ἦλθε Λαΐῳ ποτ᾽, οὐκ ἐρῶ
Φοίβου
γ᾽ ἄπ᾽ αὐτοῦ, τῶν δ᾽ ὑπηρετῶν ἄπο,
ὡς
αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
ὅστις
γένοιτ᾽ ἐμοῦ τε κἀκείνου πάρα.
καὶ
τὸν μέν, ὥσπερ γ᾽ ἡ φάτις, ξένοι ποτὲ
[715]
λῃσταὶ
φονεύουσ᾽ ἐν τριπλαῖς ἁμαξιτοῖς·
παιδὸς
δὲ βλάστας οὐ διέσχον ἡμέραι
τρεῖς,
καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
ἔῤῥιψεν
ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
κἀνταῦθ᾽
Ἀπόλλων οὔτ᾽ ἐκεῖνον ἤνυσεν [720]
φονέα
γενέσθαι πατρὸς οὔτε Λάϊον
τὸ
δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
τοιαῦτα
φῆμαι μαντικαὶ διώρισαν,
ὧν
ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
χρείαν
ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ. [725]
Οἰδίπους
οἷόν
μ᾽ ἀκούσαντ᾽ ἀρτίως ἔχει, γύναι,
ψυχῆς
πλάνημα κἀνακίνησις φρενῶν.
Ἰοκάστη
ποίας
μερίμνης τοῦθ᾽ ὑποστραφεὶς λέγεις;
Οἰδίπους
ἔδοξ᾽
ἀκοῦσαι σοῦ τόδ᾽, ὡς ὁ Λάϊος
κατασφαγείη
πρὸς τριπλαῖς ἁμαξιτοῖς. [730]
Ἰοκάστη
ηὐδᾶτο
γὰρ ταῦτ᾽ οὐδέ πω λήξαντ᾽ ἔχει.
Οἰδίπους
καὶ
ποῦ ᾽σθ᾽ ὁ χῶρος οὗτος οὗ τόδ᾽ ἦν
πάθος;
Ἰοκάστη
Φωκὶς
μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ᾽ ὁδὸς
ἐς
ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
Οἰδίπους
καὶ
τίς χρόνος τοῖσδ᾽ ἐστὶν οὑξεληλυθώς;
[735]
Ἰοκάστη
σχεδόν
τι πρόσθεν ἢ σὺ τῆσδ᾽ ἔχων χθονὸς
ἀρχὴν
ἐφαίνου, τοῦτ᾽ ἐκηρύχθη πόλει.
Οἰδίπους
ὦ Ζεῦ,
τί μου δρᾶσαι βεβούλευσαι πέρι;
Ἰοκάστη
τί δ᾽
ἐστί σοι τοῦτ᾽, Οἰδίπους, ἐνθύμιον;
Οἰδίπους
μήπω
μ᾽ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν [740]
τίν᾽
ἦλθε φράζε, τίνα δ᾽ ἀκμὴν ἥβης ἔχων.
Ἰοκάστη
μέγας,
χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς
δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
Οἰδίπους
οἴμοι
τάλας· ἔοικ᾽ ἐμαυτὸν εἰς ἀρὰς
δεινὰς
προβάλλων ἀρτίως οὐκ εἰδέναι. [745]
Ἰοκάστη
πῶς
φῄς; ὀκνῶ τοι πρός σ᾽ ἀποσκοποῦσ᾽,
ἄναξ.
Οἰδίπους
δεινῶς
ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·
δείξεις
δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
Ἰοκάστη
καὶ
μὴν ὀκνῶ μέν, ἃ δ᾽ ἂν ἔρῃ μαθοῦσ᾽
ἐρῶ.
Οἰδίπους
πότερον
ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων [750]
ἄνδρας
λοχίτας, οἷ᾽ ἀνὴρ ἀρχηγέτης;
Ἰοκάστη
πέντ᾽
ἦσαν οἱ ξύμπαντες, ἐν δ᾽ αὐτοῖσιν
ἦν .
κῆρυξ·
ἀπήνη δ᾽ ἦγε Λάϊον μία.
Οἰδίπους
αἰαῖ,
τάδ᾽ ἤδη διαφανῆ. τίς ἦν ποτε
ὁ τούσδε
λέξας τοὺς λόγους ὑμῖν, γύναι; [755]
Ἰοκάστη
οἰκεύς
τις, ὅσπερ ἵκετ᾽ ἐκσωθεὶς μόνος.
Οἰδίπους
ἦ κἀν
δόμοισι τυγχάνει τανῦν παρών;
Ἰοκάστη
οὐ
δῆτ᾽· ἀφ᾽ οὗ γὰρ κεῖθεν ἦλθε καὶ
κράτη
σέ τ᾽
εἶδ᾽ ἔχοντα Λάϊόν τ᾽ ὀλωλότα,
ἐξικέτευσε
τῆς ἐμῆς χειρὸς θιγὼν [760]
ἀγρούς
σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς
πλεῖστον εἴη τοῦδ᾽ ἄποπτος ἄστεως.
κἄπεμψ᾽
ἐγώ νιν· ἄξιος γὰρ οἷ᾽ ἀνὴρ
δοῦλος
φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
Οἰδίπους
πῶς ἂν
μόλοι δῆθ᾽ ἡμὶν ἐν τάχει πάλιν; [765]
Ἰοκάστη
πάρεστιν·
ἀλλὰ πρὸς τί τοῦτ᾽ ἐφίεσαι;
Οἰδίπους
δέδοικ᾽
ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ᾽ ἄγαν
εἰρημέν᾽
ᾖ μοι δι᾽ ἅ νιν εἰσιδεῖν θέλω.
Ἰοκάστη
ἀλλ᾽
ἵξεται μέν· ἀξία δέ που μαθεῖν
κἀγὼ
τά γ᾽ ἐν σοὶ δυσφόρως ἔχοντ᾽, ἄναξ.
[770]
Οἰδίπους
κοὐ μὴ
στερηθῇς γ᾽, ἐς τοσοῦτον ἐλπίδων
ἐμοῦ
βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμ᾽
ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδ᾽ ἰών;
ἐμοὶ
πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
μήτηρ
δὲ Μερόπη Δωρίς. ἠγόμην δ᾽ ἀνὴρ [775]
ἀστῶν
μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδ᾽
ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς
γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
ἀνὴρ
γὰρ ἐν δείπνοις μ᾽ ὑπερπλησθεὶς μέθῃ
καλεῖ
παρ᾽ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί.
[780]
κἀγὼ
βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις
κατέσχον, θἀτέρᾳ δ᾽ ἰὼν πέλας
μητρὸς
πατρός τ᾽ ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος
ἦγον τῷ μεθέντι τὸν λόγον.
κἀγὼ
τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ᾽
[785]
ἔκνιζέ
μ᾽ ἀεὶ τοῦθ᾽· ὑφεῖρπε γὰρ πολύ.
λάθρᾳ
δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε,
καί μ᾽ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον
ἐξέπεμψεν, ἄλλα δ᾽ ἄθλια
καὶ
δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
[790]
ὡς
μητρὶ μὲν χρείη με μιχθῆναι, γένος
δ᾽
ἄτλητον
ἀνθρώποισι δηλώσοιμ᾽ ὁρᾶν,
φονεὺς
δ᾽ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
κἀγὼ
᾽πακούσας ταῦτα τὴν κορινθίαν,
ἄστροις
τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα [795]
ἔφευγον,
ἔνθα μήποτ᾽ ὀψοίμην κακῶν
χρησμῶν
ὀνείδη τῶν ἐμῶν τελούμενα.
στείχων
δ᾽ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν
οἷς
σὺ τὸν
τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
καί
σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
[800]
ὅτ᾽ ἦ
κελεύθου τῆσδ᾽ ὁδοιπορῶν πέλας,
ἐνταῦθά
μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ
ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
ξυνηντίαζον·
κἀξ ὁδοῦ μ᾽ ὅ θ᾽ ἡγεμὼν
αὐτός
θ᾽ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
[805]
κἀγὼ
τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω
δι᾽ ὀργῆς· καί μ᾽ ὁ πρέσβυς ὡς ὁρᾷ,
ὄχου
παραστείχοντα τηρήσας, μέσον
κάρα
διπλοῖς κέντροισί μου καθίκετο.
οὐ μὴν
ἴσην γ᾽ ἔτισεν, ἀλλὰ συντόμως [810]
σκήπτρῳ
τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης
ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω
δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
τούτῳ
προσήκει Λαΐου τι συγγενές,
τίς
τοῦδέ γ᾽ ἀνδρός ἐστιν ἀθλιώτερος;
[815]
τίς
ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ᾽ ἀνήρ;
ὃν μὴ
ξένων ἔξεστι μηδ᾽ ἀστῶν τινι
δόμοις
δέχεσθαι μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν
δ᾽ ἀπ᾽ οἴκων. καὶ τάδ᾽ οὔτις ἄλλος
ἦν
ἢ ᾽γὼ
᾽π᾽ ἐμαυτῷ τάσδ᾽ ἀρὰς ὁ προστιθείς.
[820]
λέχη
δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
χραίνω,
δι᾽ ὧνπερ ὤλετ᾽· ἆρ᾽ ἔφυν κακός;
ἆρ᾽
οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί
μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
μηδ᾽
ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ
[825]
μητρὸς
ζυγῆναι καὶ πατέρα κατακτανεῖν
Πόλυβον,
ὃς ἐξέφυσε κἀξέθρεψέ με.
ἆρ᾽
οὐκ ἀπ᾽ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων
ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἂν ὀρθοίη λόγον;
μὴ
δῆτα, μὴ δῆτ᾽, ὦ θεῶν ἁγνὸν σέβας,
[830]
ἴδοιμι
ταύτην ἡμέραν, ἀλλ᾽ ἐκ βροτῶν
βαίην
ἄφαντος πρόσθεν ἢ τοιάνδ᾽ ἰδεῖν
κηλῖδ᾽
ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
Χορός
ἡμῖν
μέν, ὦναξ, ταῦτ᾽ ὀκνήρ᾽· ἕως δ᾽ ἂν
οὖν
πρὸς
τοῦ παρόντος ἐκμάθῃς, ἔχ᾽ ἐλπίδα.
[835]
Οἰδίπους
καὶ
μὴν τοσοῦτόν γ᾽ ἐστί μοι τῆς ἐλπίδος,
τὸν
ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.
Ἰοκάστη
πεφασμένου
δὲ τίς ποθ᾽ ἡ προθυμία;
Οἰδίπους
ἐγὼ
διδάξω σ᾽· ἢν γὰρ εὑρεθῇ λέγων
σοὶ
ταὔτ᾽, ἔγωγ᾽ ἂν ἐκπεφευγοίην πάθος.
[840]
Ἰοκάστη
ποῖον
δέ μου περισσὸν ἤκουσας λόγον;
Οἰδίπους
λῃστὰς
ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
ὥς νιν
κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
λέξει
τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ᾽κτανον·
οὐ γὰρ
γένοιτ᾽ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·
[845]
εἰ δ᾽
ἄνδρ᾽ ἕν᾽ οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτ᾽
ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
Ἰοκάστη
ἀλλ᾽
ὡς φανέν γε τοὔπος ὧδ᾽ ἐπίστασο,
κοὐκ
ἔστιν αὐτῷ τοῦτό γ᾽ ἐκβαλεῖν πάλιν·
πόλις
γὰρ ἤκουσ᾽, οὐκ ἐγὼ μόνη, τάδε. [850]
εἰ δ᾽
οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι
ποτ᾽, ὦναξ, σόν γε Λαΐου φόνον
φανεῖ
δικαίως ὀρθόν, ὅν γε λοξίας
διεῖπε
χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
καίτοι
νιν οὐ κεῖνός γ᾽ ὁ δύστηνός ποτε [855]
κατέκταν᾽,
ἀλλ᾽ αὐτὸς πάροιθεν ὤλετο.
ὥστ᾽
οὐχὶ μαντείας γ᾽ ἂν οὔτε τῇδ᾽ ἐγὼ
βλέψαιμ᾽
ἂν εἵνεκ᾽ οὔτε τῇδ᾽ ἂν ὕστερον.
Οἰδίπους
καλῶς
νομίζεις· ἀλλ᾽ ὅμως τὸν ἐργάτην
πέμψον
τινὰ στελοῦντα μηδὲ τοῦτ᾽ ἀφῇς. [860]
Ἰοκάστη
πέμψω
ταχύνασ᾽· ἀλλ᾽ ἴωμεν ἐς δόμους·
οὐδὲν
γὰρ ἂν πράξαιμ᾽ ἂν ὧν οὐ σοὶ φίλον.
Χορός
εἴ μοι
ξυνείη φέροντι
μοῖρα
τὰν εὔσεπτον ἁγνείαν λόγων
ἔργων
τε πάντων, ὧν νόμοι πρόκεινται [865]
ὑψίποδες,
οὐρανίαν
δι᾽
αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος
πατὴρ
μόνος, οὐδέ νιν
θνατὰ
φύσις ἀνέρων
ἔτικτεν
οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ· [870]
μέγας
ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.
ὕβρις
φυτεύει τύραννον·
ὕβρις,
εἰ πολλῶν ὑπερπλησθῇ μάταν,
ἃ μὴ
᾽πίκαιρα μηδὲ συμφέροντα, [875]
ἀκρότατον
εἰσαναβᾶσ᾽
αἶπος
ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,
ἔνθ᾽
οὐ ποδὶ χρησίμῳ
χρῆται.
τὸ καλῶς δ᾽ ἔχον [880]
πόλει
πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι.
θεὸν
οὐ λήξω ποτὲ προστάταν ἴσχων.
εἰ δέ
τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται,
δίκας
ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων,
[885]
κακά
νιν ἕλοιτο μοῖρα,
δυσπότμου
χάριν χλιδᾶς,
εἰ μὴ
τὸ κέρδος κερδανεῖ δικαίως
καὶ
τῶν ἀσέπτων ἔρξεται [890]
ἢ τῶν
ἀθίκτων θίξεται ματᾴζων.
τίς
ἔτι ποτ᾽ ἐν τοῖσδ᾽ ἀνὴρ θεῶν βέλη
εὔξεται
ψυχᾶς ἀμύνειν;
εἰ γὰρ
αἱ τοιαίδε πράξεις τίμιαι, [895]
τί δεῖ
με χορεύειν;
οὐκέτι
τὸν ἄθικτον εἶμι γᾶς ἐπ᾽ ὀμφαλὸν
σέβων,
οὐδ᾽
ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν,
[900]
εἰ μὴ
τάδε χειρόδεικτα
πᾶσιν
ἁρμόσει βροτοῖς.
ἀλλ᾽,
ὦ κρατύνων, εἴπερ ὄρθ᾽ ἀκούεις, [905]
Ζεῦ,
πάντ᾽ ἀνάσσων, μὴ λάθοι
σὲ τάν
τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.
φθίνοντα
γὰρ Λαΐου παλαίφατα
θέσφατ᾽
ἐξαιροῦσιν ἤδη,
κοὐδαμοῦ
τιμαῖς Ἀπόλλων ἐμφανής·
ἔῤῥει
δὲ τὰ θεῖα. [910]
Ἰοκάστη
χώρας
ἄνακτες, δόξα μοι παρεστάθη
ναοὺς
ἱκέσθαι δαιμόνων, τάδ᾽ ἐν χεροῖν
στέφη
λαβούσῃ κἀπιθυμιάματα.
ὑψοῦ
γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
λύπαισι
παντοίαισιν· οὐδ᾽ ὁποῖ᾽ ἀνὴρ [915]
ἔννους
τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
ἀλλ᾽
ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.
ὅτ᾽
οὖν παραινοῦσ᾽ οὐδὲν ἐς πλέον ποιῶ,
πρὸς
σ᾽, ὦ Λύκει᾽ Ἄπολλον, ἄγχιστος γὰρ
εἶ,
ἱκέτις
ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, [920]
ὅπως
λύσιν τιν᾽ ἡμὶν εὐαγῆ πόρῃς·
ὡς νῦν
ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
κεῖνον
βλέποντες ὡς κυβερνήτην νεώς.
Ἄγγελος
ἆρ᾽
ἂν παρ᾽ ὑμῶν, ὦ ξένοι, μάθοιμ᾽ ὅπου
τὰ τοῦ
τυράννου δώματ᾽ ἐστὶν Οἰδίπου; [925]
μάλιστα
δ᾽ αὐτὸν εἴπατ᾽, εἰ κάτισθ᾽ ὅπου.
Χορός
στέγαι
μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·
γυνὴ
δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
Ἄγγελος
ἀλλ᾽
ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
γένοιτ᾽,
ἐκείνου γ᾽ οὖσα παντελὴς δάμαρ. [930]
Ἰοκάστη
αὔτως
δὲ καὶ σύ γ᾽, ὦ ξέν᾽· ἄξιος γὰρ εἶ
τῆς
εὐεπείας εἵνεκ᾽· ἀλλὰ φράζ᾽ ὅτου
χρῄζων
ἀφῖξαι χὤ τι σημῆναι θέλων.
Ἄγγελος
ἀγαθὰ
δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.
Ἰοκάστη
τὰ ποῖα
ταῦτα; παρὰ τίνος δ᾽ ἀφιγμένος; [935]
Ἄγγελος
ἐκ τῆς
Κορίνθου· τὸ δ᾽ ἔπος οὑξερῶ τάχα,
ἥδοιο
μέν, πῶς δ᾽ οὐκ ἄν, ἀσχάλλοις δ᾽
ἴσως.
Ἰοκάστη
τί δ᾽
ἔστι; ποίαν δύναμιν ὧδ᾽ ἔχει διπλῆν;
Ἄγγελος
τύραννον
αὐτὸν οὑπιχώριοι χθονὸς
τῆς
Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ᾽ ἐκεῖ.
[940]
Ἰοκάστη
τί δ᾽;
οὐχ ὁ πρέσβυς πόλυβος ἐγκρατὴς ἔτι;
Ἄγγελος
οὐ
δῆτ᾽, ἐπεί νιν θάνατος ἐν τάφοις
ἔχει.
Ἰοκάστη
πῶς
εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον;
Ἄγγελος
εἰ μὴ
λέγω τἀληθές, ἀξιῶ θανεῖν.
Ἰοκάστη
ὦ
πρόσπολ᾽, οὐχὶ δεσπότῃ τάδ᾽ ὡς
τάχος [945]
μολοῦσα
λέξεις; ὦ θεῶν μαντεύματα,
ἵν᾽
ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων
τὸν
ἄνδρ᾽ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
πρὸς
τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ᾽ ὕπο.
Οἰδίπους
ὦ
φίλτατον γυναικὸς Ἰοκάστης κάρα, [950]
τί μ᾽
ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
Ἰοκάστη
ἄκουε
τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
τὰ
σέμν᾽ ἵν᾽ ἥκει τοῦ θεοῦ μαντεύματα.
Οἰδίπους
οὗτος
δὲ τίς ποτ᾽ ἐστὶ καὶ τί μοι λέγει;
Ἰοκάστη
ἐκ τῆς
Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν [955]
ὡς
οὐκέτ᾽ ὄντα Πόλυβον, ἀλλ᾽ ὀλωλότα.
Οἰδίπους
τί φῄς,
ξέν᾽; αὐτός μοι σὺ σημάντωρ γενοῦ.
Ἄγγελος
εἰ
τοῦτο πρῶτον δεῖ μ᾽ ἀπαγγεῖλαι σαφῶς,
εὖ ἴσθ᾽
ἐκεῖνον θανάσιμον βεβηκότα.
Οἰδίπους
πότερα
δόλοισιν ἢ νόσου ξυναλλαγῇ; [960]
Ἄγγελος
σμικρὰ
παλαιὰ σώματ᾽ εὐνάζει ῥοπή.
Οἰδίπους
νόσοις
ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
Ἄγγελος
καὶ τῷ
μακρῷ γε συμμετρούμενος χρόνῳ.
Οἰδίπους
φεῦ
φεῦ, τί δῆτ᾽ ἄν, ὦ γύναι, σκοποῖτό
τι
τὴν
Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω [965]
κλάζοντας
ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ
κτενεῖν
ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν
κεύθει
κάτω δὴ γῆς. ἐγὼ δ᾽ ὅδ᾽ ἐνθάδε
ἄψαυστος
ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ
κατέφθιθ᾽·
οὕτω δ᾽ ἂν θανὼν εἴη ᾽ξ ἐμοῦ. [970]
τὰ δ᾽
οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται
παρ᾽ Ἅιδῃ Πόλυβος ἄξι᾽ οὐδενός.
Ἰοκάστη
οὔκουν
ἐγώ σοι ταῦτα προύλεγον πάλαι;
Οἰδίπους
ηὔδας·
ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
Ἰοκάστη
μὴ νῦν
ἔτ᾽ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. [975]
Οἰδίπους
καὶ
πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με
δεῖ;
Ἰοκάστη
τί δ᾽
ἂν φοβοῖτ᾽ ἄνθρωπος ᾧ τὰ τῆς τύχης
κρατεῖ,
πρόνοια δ᾽ ἐστὶν οὐδενὸς σαφής;
εἰκῆ
κράτιστον ζῆν, ὅπως δύναιτό τις.
σὺ δ᾽
εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·
[980]
πολλοὶ
γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
μητρὶ
ξυνηυνάσθησαν. ἀλλὰ ταῦθ᾽ ὅτῳ
παρ᾽
οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
Οἰδίπους
καλῶς
ἅπαντα ταῦτ᾽ ἂν ἐξείρητό σοι,
εἰ μὴ
᾽κύρει ζῶσ᾽ ἡ τεκοῦσα· νῦν δ᾽ ἐπεὶ
[985]
ζῇ,
πᾶσ᾽ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
Ἰοκάστη
καὶ
μὴν μέγας γ᾽ ὀφθαλμὸς οἱ πατρὸς
τάφοι.
Οἰδίπους
μέγας,
ξυνίημ᾽· ἀλλὰ τῆς ζώσης φόβος.
Ἄγγελος
ποίας
δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ᾽ ὕπερ;
Οἰδίπους
Μερόπης,
γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. [990]
Ἄγγελος
τί δ᾽
ἔστ᾽ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
Οἰδίπους
θεήλατον
μάντευμα δεινόν, ὦ ξένε.
Ἄγγελος
ἦ ῥητόν;
ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;
Οἰδίπους
μάλιστά
γ᾽· εἶπε γάρ με Λοξίας ποτὲ
χρῆναι
μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε [995]
πατρῷον
αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
ὧν
οὕνεχ᾽ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
μακρὰν
ἀπῳκεῖτ᾽· εὐτυχῶς μέν, ἀλλ᾽ ὅμως
τὰ τῶν
τεκόντων ὄμμαθ᾽ ἥδιστον βλέπειν.
Ἄγγελος
ἦ γὰρ
τάδ᾽ ὀκνῶν κεῖθεν ἦσθ᾽ ἀπόπτολις;
[1000]
Οἰδίπους
πατρός
τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
Ἄγγελος
τί δῆτ᾽
ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ᾽, ἄναξ,
ἐπείπερ
εὔνους ἦλθον, ἐξελυσάμην;
Οἰδίπους
καὶ
μὴν χάριν γ᾽ ἂν ἀξίαν λάβοις ἐμοῦ.
Ἄγγελος
καὶ
μὴν μάλιστα τοῦτ᾽ ἀφικόμην, ὅπως
[1005]
σοῦ
πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί
τι.
Οἰδίπους
ἀλλ᾽
οὔποτ᾽ εἶμι τοῖς φυτεύσασίν γ᾽ ὅμοῦ.
Ἄγγελος
ὦ παῖ,
καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
Οἰδίπους
πῶς, ὦ
γεραιέ; πρὸς θεῶν δίδασκέ με.
Ἄγγελος
εἰ
τῶνδε φεύγεις οὕνεκ᾽ εἰς οἴκους
μολεῖν. [1010]
Οἰδίπους
ταρβῶν
γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
Ἄγγελος
ἦ μὴ
μίασμα τῶν φυτευσάντων λάβῃς;
Οἰδίπους
τοῦτ᾽
αὐτό, πρέσβυ, τοῦτό μ᾽ εἰσαεὶ φοβεῖ.
Ἄγγελος
ἆρ᾽
οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
Οἰδίπους
πῶς δ᾽
οὐχί, παῖς γ᾽ εἰ τῶνδε γεννητῶν ἔφυν;
[1015]
Ἄγγελος
ὁθούνεκ᾽
ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
Οἰδίπους
πῶς
εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
Ἄγγελος
οὐ
μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ᾽
ἴσον.
Οἰδίπους
καὶ
πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;
Ἄγγελος
ἀλλ᾽
οὔ σ᾽ ἐγείνατ᾽ οὔτ᾽ ἐκεῖνος οὔτ᾽
ἐγώ. [1020]
Οἰδίπους
ἀλλ᾽
ἀντὶ τοῦ δὴ παῖδά μ᾽ ὠνομάζετο;
Ἄγγελος
δῶρόν
ποτ᾽, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
Οἰδίπους
κᾆθ᾽
ὧδ᾽ ἀπ᾽ ἄλλης χειρὸς ἔστερξεν μέγα;
Ἄγγελος
ἡ γὰρ
πρὶν αὐτὸν ἐξέπεισ᾽ ἀπαιδία.
Οἰδίπους
σὺ δ᾽
ἐμπολήσας ἢ τυχών μ᾽ αὐτῷ δίδως;
[1025]
Ἄγγελος
εὑρὼν
ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
Οἰδίπους
ὡδοιπόρεις
δὲ πρὸς τί τούσδε τοὺς τόπους;
Ἄγγελος
ἐνταῦθ᾽
ὀρείοις ποιμνίοις ἐπεστάτουν.
Οἰδίπους
ποιμὴν
γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
Ἄγγελος
σοῦ
τ᾽, ὦ τέκνον, σωτήρ γε τῷ τότ᾽ ἐν
χρόνῳ. [1030]
Οἰδίπους
τί δ᾽
ἄλγος ἴσχοντ᾽ ἀγκάλαις με λαμβάνεις;
Ἄγγελος
ποδῶν
ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά·
Οἰδίπους
οἴμοι,
τί τοῦτ᾽ ἀρχαῖον ἐννέπεις κακόν;
Ἄγγελος
λύω σ᾽
ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
Οἰδίπους
δεινόν
γ᾽ ὄνειδος σπαργάνων ἀνειλόμην. [1035]
Ἄγγελος
ὥστ᾽
ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.
Οἰδίπους
ὦ πρὸς
θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.
Ἄγγελος
οὐκ
οἶδ᾽· ὁ δοὺς δὲ ταῦτ᾽ ἐμοῦ λῷον
φρονεῖ.
Οἰδίπους
ἦ γὰρ
παρ᾽ ἄλλου μ᾽ ἔλαβες οὐδ᾽ αὐτὸς
τυχών;
Ἄγγελος
οὔκ,
ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι. [1040]
Οἰδίπους
τίς
οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;
Ἄγγελος
τῶν
Λαΐου δήπου τις ὠνομάζετο.
Οἰδίπους
ἦ τοῦ
τυράννου τῆσδε γῆς πάλαι ποτέ;
Ἄγγελος
μάλιστα·
τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.
Οἰδίπους
ἦ κἄστ᾽
ἔτι ζῶν οὗτος, ὥστ᾽ ἰδεῖν ἐμέ; [1045]
Ἄγγελος
ὑμεῖς
γ᾽ ἄριστ᾽ εἰδεῖτ᾽ ἂν οὑπιχώριοι.
Οἰδίπους
ἔστιν
τις ὑμῶν τῶν παρεστώτων πέλας,
ὅστις
κάτοιδε τὸν βοτῆρ᾽ ὃν ἐννέπει,
εἴτ᾽
οὖν ἐπ᾽ ἀγρῶν εἴτε κἀνθάδ᾽ εἰσιδών;
σημήναθ᾽,
ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε. [1050]
Χορός
οἶμαι
μὲν οὐδέν᾽ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν,
ὃν
κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ
ἥδ᾽
ἂν τάδ᾽ οὐχ ἥκιστ᾽ ἂν Ἰοκάστη λέγοι.
Οἰδίπους
γύναι,
νοεῖς ἐκεῖνον, ὅντιν᾽ ἀρτίως
μολεῖν
ἐφιέμεσθα; τόνδ᾽ οὗτος λέγει; [1055]
Ἰοκάστη
τί δ᾽
ὅντιν᾽ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ
ῥηθέντα
βούλου μηδὲ μεμνῆσθαι μάτην.
Οἰδίπους
οὐκ ἂν
γένοιτο τοῦθ᾽ ὅπως ἐγὼ λαβὼν
σημεῖα
τοιαῦτ᾽ οὐ φανῶ τοὐμὸν γένος.
Ἰοκάστη
μὴ πρὸς
θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου [1060]
κήδει,
ματεύσῃς τοῦθ᾽· ἅλις νοσοῦσ᾽ ἐγώ.
Οἰδίπους
θάρσει·
σὺ μὲν γὰρ οὐδ᾽ ἐὰν τρίτης ἐγὼ
μητρὸς
φανῶ τρίδουλος, ἐκφανεῖ κακή.
Ἰοκάστη
ὅμως
πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.
Οἰδίπους
οὐκ ἂν
πιθοίμην μὴ οὐ τάδ᾽ ἐκμαθεῖν σαφῶς.
[1065]
Ἰοκάστη
καὶ
μὴν φρονοῦσά γ᾽ εὖ τὰ λῷστά σοι
λέγω.
Οἰδίπους
τὰ
λῷστα τοίνυν ταῦτά μ᾽ ἀλγύνει πάλαι.
Ἰοκάστη
ὦ
δύσποτμ᾽, εἴθε μήποτε γνοίης ὃς εἶ.
Οἰδίπους
ἄξει
τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
ταύτην
δ᾽ ἐᾶτε πλουσίῳ χαίρειν γένει. [1070]
ἰοὺ
ἰού, δύστηνε· τοῦτο γάρ σ᾽ ἔχω
μόνον
προσειπεῖν, ἄλλο δ᾽ οὔποθ᾽ ὕστερον.
Χορός
τί ποτε
βέβηκεν, Οἰδίπους, ὑπ᾽ ἀγρίας
ᾄξασα
λύπης ἡ γυνή; δέδοιχ᾽ ὅπως
μὴ ᾽κ
τῆς σιωπῆς τῆσδ᾽ ἀναῤῥήξει κακά.
[1075]
Οἰδίπους
ὁποῖα
χρῄζει ῥηγνύτω· τοὐμὸν δ᾽ ἐγώ,
κεἰ
σμικρόν ἐστι, σπέρμ᾽ ἰδεῖν βουλήσομαι.
αὕτη
δ᾽ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
τὴν
δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
ἐγὼ
δ᾽ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
[1080]
τῆς εὖ
διδούσης οὐκ ἀτιμασθήσομαι.
τῆς
γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
μῆνές
με μικρὸν καὶ μέγαν διώρισαν.
τοιόσδε
δ᾽ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ᾽ ἔτι
ποτ᾽
ἄλλος, ὥστε μὴ ᾽κμαθεῖν τοὐμὸν γένος.
[1085]
Χορός
εἴπερ
ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν
ἴδρις,
οὐ τὸν
Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,
οὐκ
ἔσει τὰν αὔριον [1090]
πανσέληνον,
μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν
καὶ
τροφὸν καὶ ματέρ᾽ αὔξειν,
καὶ
χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα
φέροντα τοῖς ἐμοῖς τυράννοις. [1095]
ἰήϊε
Φοῖβε, σοὶ δὲ ταῦτ᾽ ἀρέστ᾽ εἴη.
τίς
σε, τέκνον, τίς σ᾽ ἔτικτε τᾶν μακραιώνων
ἄρα
Πανὸς
ὀρεσσιβάτα πατρὸς πελασθεῖσ᾽; [1100]
ἢ σέ
γ᾽ εὐνάτειρά τις
Λοξίου;
τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·
εἴθ᾽
ὁ Κυλλάνας ἀνάσσων, [1105]
εἴθ᾽
ὁ Βακχεῖος θεὸς ναίων ἐπ᾽ ἄκρων
ὀρέων σ᾽ εὕρημα δέξατ᾽ ἔκ του
Νυμφᾶν
Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.
Οἰδίπους
εἰ χρή
τι κἀμὲ μὴ συναλλάξαντά πω, [1110]
πρέσβεις,
σταθμᾶσθαι, τὸν βοτῆρ᾽ ὁρᾶν δοκῶ,
ὅνπερ
πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ
γήρᾳ
ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
ἄλλως
τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
ἔγνωκ᾽
ἐμαυτοῦ· τῇ δ᾽ ἐπιστήμῃ σύ μου [1115]
προύχοις
τάχ᾽ ἄν που, τὸν βοτῆρ᾽ ἰδὼν πάρος.
Χορός
ἔγνωκα
γάρ, σάφ᾽ ἴσθι· Λαΐου γὰρ ἦν
εἴπερ
τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.
Οἰδίπους
σὲ
πρῶτ᾽ ἐρωτῶ, τὸν Κορίνθιον ξένον,
ἦ τόνδε
φράζεις; [1120]
Ἄγγελος
--τοῦτον,
ὅνπερ εἰσορᾷς.
Οἰδίπους
οὗτος
σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
ὅσ᾽
ἄν σ᾽ ἐρωτῶ. Λαΐου ποτ᾽ ἦσθα σύ;
Θεράπων
ἦ δοῦλος
οὐκ ὠνητός, ἀλλ᾽ οἴκοι τραφείς.
Οἰδίπους
ἔργον
μεριμνῶν ποῖον ἢ βίον τινά;
Θεράπων
ποίμναις
τὰ πλεῖστα τοῦ βίου συνειπόμην. [1125]
Οἰδίπους
χώροις
μάλιστα πρὸς τίσι ξύναυλος ὤν;
Θεράπων
ἦν μὲν
Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.
Οἰδίπους
τὸν
ἄνδρα τόνδ᾽ οὖν οἶσθα τῇδέ που μαθών;
Θεράπων
τί
χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;
Οἰδίπους
τόνδ᾽
ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω; [1130]
Θεράπων
οὐχ
ὥστε γ᾽ εἰπεῖν ἐν τάχει μνήμης ἄπο.
Ἄγγελος
κοὐδέν
γε θαῦμα, δέσποτ᾽· ἀλλ᾽ ἐγὼ σαφῶς
ἀγνῶτ᾽
ἀναμνήσω νιν. εὖ γὰρ οἶδ᾽ ὅτι
κάτοιδεν,
ἦμος τῷ Κιθαιρῶνος τόπῳ,
ὁ μὲν
διπλοῖσι ποιμνίοις, ἐγὼ δ᾽ ἑνί, [1135]
ἐπλησίαζον
τῷδε τἀνδρὶ τρεῖς ὅλους
ἐξ ἦρος
εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·
χειμῶνα
δ᾽ ἤδη τἀμά τ᾽ εἰς ἔπαυλ᾽ ἐγὼ
ἤλαυνον
οὗτός τ᾽ εἰς τὰ Λαΐου σταθμά.
λέγω
τι τούτων ἢ οὐ λέγω πεπραγμένον; [1140]
Θεράπων
λέγεις
ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.
Ἄγγελος
φέρ᾽
εἰπὲ νῦν, τότ᾽ οἶσθα παῖδά μοί τινα
δούς,
ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
Θεράπων
τί δ᾽
ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;
Ἄγγελος
ὅδ᾽
ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ᾽ ἦν νέος.
[1145]
Θεράπων
οὐκ
εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;
Οἰδίπους
ἆ, μὴ
κόλαζε, πρέσβυ, τόνδ᾽, ἐπεὶ τὰ σὰ
δεῖται
κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ᾽ ἔπη.
Θεράπων
τί δ᾽,
ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;
Οἰδίπους
οὐκ
ἐννέπων τὸν παῖδ᾽ ὃν οὗτος ἱστορεῖ.
[1150]
Θεράπων
λέγει
γὰρ εἰδὼς οὐδέν, ἀλλ᾽ ἄλλως πονεῖ.
Οἰδίπους
σὺ πρὸς
χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ᾽ ἐρεῖς.
Θεράπων
μὴ
δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ᾽
αἰκίσῃ.
Οἰδίπους
οὐχ ὡς
τάχος τις τοῦδ᾽ ἀποστρέψει χέρας;
Θεράπων
δύστηνος,
ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; [1155]
Οἰδίπους
τὸν
παῖδ᾽ ἔδωκας τῷδ᾽ ὃν οὗτος ἱστορεῖ;
ἔδωκ᾽·
ὀλέσθαι δ᾽ ὤφελον τῇδ᾽ ἡμέρᾳ.
Οἰδίπους
ἀλλ᾽
εἰς τόδ᾽ ἥξεις μὴ λέγων γε τοὔνδικον.
Θεράπων
πολλῷ
γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.
Οἰδίπους
ἁνὴρ
ὅδ᾽, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. [1160]
Θεράπων
οὐ δῆτ᾽
ἔγωγ᾽, ἀλλ᾽ εἶπον, ὡς δοίην, πάλαι.
Οἰδίπους
πόθεν
λαβών; οἰκεῖον ἢ ᾽ξ ἄλλου τινός;
Θεράπων
ἐμὸν
μὲν οὐκ ἔγωγ᾽, ἐδεξάμην δέ του.
Οἰδίπους
τίνος
πολιτῶν τῶνδε κἀκ ποίας στέγης;
Θεράπων
μὴ πρὸς
θεῶν, μή, δέσποθ᾽, ἱστόρει πλέον.
[1165]
Οἰδίπους
ὄλωλας,
εἴ σε ταῦτ᾽ ἐρήσομαι πάλιν.
Θεράπων
τῶν
Λαΐου τοίνυν τις ἦν γεννημάτων.
Οἰδίπους
ἦ δοῦλος
ἢ κείνου τις ἐγγενὴς γεγώς;
Θεράπων
οἴμοι,
πρὸς αὐτῷ γ᾽ εἰμὶ τῷ δεινῷ λέγειν.
Οἰδίπους
κἄγωγ᾽
ἀκούειν· ἀλλ᾽ ὅμως ἀκουστέον. [1170]
Θεράπων
κείνου
γέ τοι δὴ παῖς ἐκλῄζεθ᾽· ἡ δ᾽ ἔσω
κάλλιστ᾽
ἂν εἴποι σὴ γυνὴ τάδ᾽ ὡς ἔχει.
Οἰδίπους
ἦ γὰρ
δίδωσιν ἥδε σοι;
Θεράπων
--μάλιστ᾽,
ἄναξ.
Οἰδίπους
ὡς πρὸς
τί χρείας;
Θεράπων
--ὡς
ἀναλώσαιμί νιν.
Οἰδίπους
τεκοῦσα
τλήμων; [1175]
Θεράπων
--θεσφάτων
γ᾽ ὄκνῳ κακῶν.
Οἰδίπους
ποίων;
Θεράπων
--κτενεῖν
νιν τοὺς τεκόντας ἦν λόγος.
Οἰδίπους
πῶς
δῆτ᾽ ἀφῆκας τῷ γέροντι τῷδε σύ;
Θεράπων
κατοικτίσας,
ὦ δέσποθ᾽, ὡς ἄλλην χθόνα
δοκῶν
ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ
κάκ᾽
εἰς μέγιστ᾽ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ
[1180]
ὅν
φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.
Οἰδίπους
ἰοὺ
ἰού· τὰ πάντ᾽ ἂν ἐξήκοι σαφῆ.
ὦ φῶς,
τελευταῖόν σε προσβλέψαιμι νῦν,
ὅστις
πέφασμαι φύς τ᾽ ἀφ᾽ ὧν οὐ χρῆν, ξὺν
οἷς τ᾽
οὐ χρῆν
ὁμιλῶν, οὕς τέ μ᾽ οὐκ ἔδει κτανών.
[1185]
Χορός
ἰὼ
γενεαὶ βροτῶν,
ὡς ὑμᾶς
ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ.
τίς
γάρ, τίς ἀνὴρ πλέον
τᾶς
εὐδαιμονίας φέρει [1190]
ἢ
τοσοῦτον ὅσον δοκεῖν
καὶ
δόξαντ᾽ ἀποκλῖναι;
τὸν
σόν τοι παράδειγμ᾽ ἔχων,
τὸν
σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα,
βροτῶν
οὐδὲν
μακαρίζω· [1195]
ὅστις
καθ᾽ ὑπερβολὰν
τοξεύσας
ἐκράτησε τοῦ πάντ᾽ εὐδαίμονος ὄλβου,
ὦ Ζεῦ,
κατὰ μὲν φθίσας
τὰν
γαμψώνυχα παρθένον
χρησμῳδόν,
θανάτων δ᾽ ἐμᾷ [1200]
χώρᾳ
πύργος ἀνέστα·
ἐξ οὗ
καὶ βασιλεὺς καλεῖ [1201]β
ἐμὸς
καὶ τὰ μέγιστ᾽ ἐτιμάθης, ταῖς
μεγάλαισιν ἐν
Θήβαισιν
ἀνάσσων.
τανῦν
δ᾽ ἀκούειν τίς ἀθλιώτερος;
τίς
ἄταις ἀγρίαις, τίς ἐν πόνοις [1205]
ξύνοικος
ἀλλαγᾷ βίου;
ἰὼ
κλεινὸν Οἰδίπου κάρα,
ἦ στέγας
λιμὴν
αὑτὸς
ἤρκεσεν
παιδὶ
καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν;
πῶς
ποτε πῶς ποθ᾽ αἱ πατρῷαί σ᾽ ἄλοκες
φέρειν, τάλας, [1210]
σῖγ᾽
ἐδυνάθησαν ἐς τοσόνδε;
ἐφηῦρέ
σ᾽ ἄκονθ᾽ ὁ πάνθ᾽ ὁρῶν χρόνος,
δικάζει
τ᾽ ἄγαμον γάμον πάλαι
τεκνοῦντα
καὶ τεκνούμενον. [1215]
ἰώ,
Λαΐειον ὦ τέκνον,
εἴθε
σ᾽ εἴθε σε
μήποτ᾽
εἰδόμαν.
δύρομαι
γὰρ ὥσπερ ἰάλεμον χέων
ἐκ
στομάτων. τὸ δ᾽ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά
τ᾽ ἐκ
σέθεν
[1220]
καὶ
κατεκοίμασα τοὐμὸν ὄμμα.
Ἐξάγγελος
ὦ γῆς
μέγιστα τῆσδ᾽ ἀεὶ τιμώμενοι,
οἷ᾽,
ἔργ᾽ ἀκούσεσθ᾽, οἷα δ᾽ εἰσόψεσθ᾽,
ὅσον δ᾽
ἀρεῖσθε
πένθος, εἴπερ ἐγγενῶς ἔτι [1225]
τῶν
Λαβδακείων ἐντρέπεσθε δωμάτων.
οἶμαι
γὰρ οὔτ᾽ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
νίψαι
καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
κεύθει,
τὰ δ᾽ αὐτίκ᾽ εἰς τὸ φῶς φανεῖ κακὰ
ἑκόντα
κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν [1230]
μάλιστα
λυποῦσ᾽ αἳ φανῶσ᾽ αὐθαίρετοι.
Χορός
λείπει
μὲν οὐδ᾽ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ
βαρύστον᾽
εἶναι· πρὸς δ᾽ ἐκείνοισιν τί φῄς;
Ἐξάγγελος
ὁ μὲν
τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ
μαθεῖν,
τέθνηκε θεῖον Ἰοκάστης κάρα. [1235]
Χορός
ὦ
δυστάλαινα, πρὸς τίνος ποτ᾽ αἰτίας;
Ἐξάγγελος
αὐτὴ
πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν
ἄλγιστ᾽
ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.
ὅμως
δ᾽, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
πεύσει
τὰ κείνης ἀθλίας παθήματα. [1240]
ὅπως
γὰρ ὀργῇ χρωμένη παρῆλθ᾽ ἔσω
θυρῶνος,
ἵετ᾽ εὐθὺ πρὸς τὰ νυμφικὰ
λέχη,
κόμην σπῶσ᾽ ἀμφιδεξίοις ἀκμαῖς.
πύλας
δ᾽, ὅπως εἰσῆλθ᾽, ἐπιῤῥάξασ᾽ ἔσω
καλεῖ
τὸν ἤδη Λάϊον πάλαι νεκρόν, [1245]
μνήμην
παλαιῶν σπερμάτων ἔχουσ᾽, ὑφ᾽ ὧν
θάνοι
μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι
τοῖς
οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.
γοᾶτο
δ᾽ εὐνάς, ἔνθα δύστηνος διπλοῦς
ἐξ
ἀνδρὸς ἄνδρα καὶ τέκν᾽ ἐκ τέκνων
τέκοι. [1250]
χὤπως
μὲν ἐκ τῶνδ᾽ οὐκέτ᾽ οἶδ᾽ ἀπόλλυται·
βοῶν
γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ᾽ οὗ
οὐκ ἦν
τὸ κείνης ἐκθεάσασθαι κακόν,
ἀλλ᾽
εἰς ἐκεῖνον περιπολοῦντ᾽ ἐλεύσσομεν.
φοιτᾷ
γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, [1255]
γυναῖκά
τ᾽ οὐ γυναῖκα, μητρῴαν δ᾽ ὅπου
κίχοι
διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
λυσσῶντι
δ᾽ αὐτῷ δαιμόνων δείκνυσί τις·
οὐδεὶς
γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
δεινὸν
δ᾽ ἀύσας ὡς ὑφηγητοῦ τινος [1260]
πύλαις
διπλαῖς ἐνήλατ᾽, ἐκ δὲ πυθμένων
ἔκλινε
κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
οὗ δὴ
κρεμαστὴν τὴν γυναῖκ᾽ ἐσείδομεν,
πλεκταῖσιν
αἰώραισιν ἐμπεπλεγμένην.
ὁ δ᾽
ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας
[1265]
χαλᾷ
κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ
ἔκειτο
τλήμων, δεινὰ δ᾽ ἦν τἀνθένδ᾽ ὁρᾶν.
ἀποσπάσας
γὰρ εἱμάτων χρυσηλάτους
περόνας
ἀπ᾽ αὐτῆς, αἷσιν ἐξεστέλλετο,
ἄρας
ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, [1270]
αὐδῶν
τοιαῦθ᾽, ὁθούνεκ᾽ οὐκ ὄψοιντό νιν
οὔθ᾽
οἷ᾽ ἔπασχεν οὔθ᾽ ὁποῖ᾽ ἔδρα κακά,
ἀλλ᾽
ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει
ὀψοίαθ᾽,
οὓς δ᾽ ἔχρῃζεν οὐ γνωσοίατο.
τοιαῦτ᾽
ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ [1275]
ἤρασσ᾽
ἐπαίρων βλέφαρα. φοίνιαι δ᾽ ὁμοῦ
γλῆναι
γένει᾽ ἔτελλον, οὐδ᾽ ἀνίεσαν
φόνου
μυδώσας σταγόνας, ἀλλ᾽ ὁμοῦ μέλας
ὄμβρος
χαλάζης αἱματοῦς ἐτέγγετο.
τάδ᾽
ἐκ δυοῖν ἔῤῥωγεν, οὐ μόνου κάτα, [1280]
ἀλλ᾽
ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.
ὁ πρὶν
παλαιὸς δ᾽ ὄλβος ἦν πάροιθε μὲν
ὄλβος
δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ
στεναγμός,
ἄτη, θάνατος, αἰσχύνη, κακῶν
ὅσ᾽
ἐστὶ πάντων ὀνόματ᾽, οὐδέν ἐστ᾽
ἀπόν. [1285]
Χορός
νῦν δ᾽
ἔσθ᾽ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ;
Ἐξάγγελος
βοᾷ
διοίγειν κλῇθρα καὶ δηλοῦν τινα
τοῖς
πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
τὸν
μητέρ᾽--αὐδῶν ἀνόσι᾽ οὐδὲ ῥητά
μοι,
ὡς ἐκ
χθονὸς ῥίψων ἑαυτὸν οὐδ᾽ ἔτι [1290]
μενῶν
δόμοις ἀραῖος, ὡς ἠράσατο.
ῥώμης
γε μέντοι καὶ προηγητοῦ τινος
δεῖται·
τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.
δείξει
δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε
διοίγεται·
θέαμα δ᾽ εἰσόψει τάχα [1295]
τοιοῦτον
οἷον καὶ στυγοῦντ᾽ ἐποικτίσαι.
Χορός
ὦ δεινὸν
ἰδεῖν πάθος ἀνθρώποις,
ὦ
δεινότατον πάντων ὅσ᾽ ἐγὼ
προσέκυρσ᾽
ἤδη. τίς σ᾽, ὦ τλῆμον,
προσέβη
μανία; τίς ὁ πηδήσας [1300]
μείζονα
δαίμων τῶν μακίστων
πρὸς
σῇ δυσδαίμονι μοίρᾳ;
φεῦ
φεῦ, δύσταν᾽·
ἀλλ᾽
οὐδ᾽ ἐσιδεῖν δύναμαί σε, θέλων
πόλλ᾽
ἀνερέσθαι, πολλὰ πυθέσθαι,
πολλὰ
δ᾽ ἀθρῆσαι· [1305]
τοίαν
φρίκην παρέχεις μοι.
Οἰδίπους
αἰαῖ
αἰαῖ, δύστανος ἐγώ,
ποῖ
γᾶς φέρομαι τλάμων; πᾷ μοι
φθογγὰ
διαπωτᾶται φοράδην; [1310]
ἰὼ
δαῖμον, ἵν᾽ ἐξήλλου.
Χορός
ἐς
δεινὸν οὐδ᾽ ἀκουστὸν οὐδ᾽ ἐπόψιμον.
Οἰδίπους
ἰὼ
σκότου
νέφος
ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,
ἀδάματόν
τε καὶ δυσούριστον ὄν. [1315]
οἴμοι,
οἴμοι
μάλ᾽ αὖθις· οἷον εἰσέδυ μ᾽ ἅμα
κέντρων
τε τῶνδ᾽ οἴστρημα καὶ μνήμη κακῶν.
Χορός
καὶ
θαῦμά γ᾽ οὐδὲν ἐν τοσοῖσδε πήμασιν
διπλᾶ
σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.
[1320]
Οἰδίπους
ἰὼ
φίλος,
σὺ μὲν
ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ
ὑπομένεις
με τὸν τυφλὸν κηδεύων.
φεῦ
φεῦ.
οὐ γάρ
με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, [1325]
καίπερ
σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.
Χορός
ὦ δεινὰ
δράσας, πῶς ἔτλης τοιαῦτα σὰς
ὄψεις
μαρᾶναι; τίς σ᾽ ἐπῆρε δαιμόνων;
Οἰδίπους
Ἀπόλλων
τάδ᾽ ἦν, Ἀπόλλων, φίλοι,
ὁ κακὰ
κακὰ τελῶν ἐμὰ τάδ᾽ ἐμὰ πάθεα. [1330]
ἔπαισε
δ᾽ αὐτόχειρ νιν οὔτις, ἀλλ᾽ ἐγὼ
τλάμων.
τί γὰρ
ἔδει μ᾽ ὁρᾶν,
ὅτῳ
γ᾽ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;
[1335]
Χορός
ἦν τᾷδ᾽
ὅπωσπερ καὶ σύ φῄς.
Οἰδίπους
τί δῆτ᾽
ἐμοὶ βλεπτὸν ἢ
στερκτὸν
ἢ προσήγορον
ἔτ᾽
ἔστ᾽ ἀκούειν ἡδονᾷ φίλοι;
ἀπάγετ᾽
ἐκτόπιον ὅ τι τάχιστά με, [1340]
ἀπάγετ᾽,
ὦ φίλοι, τὸν μέγ᾽ ὀλέθριον
τὸν
καταρατότατον, ἔτι δὲ καὶ θεοῖς
ἐχθρότατον
βροτῶν. [1345]
Χορός
δείλαιε
τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,
ὡς σ᾽
ἠθέλησα μηδέ γ᾽ ἂν γνῶναί ποτε.
Οἰδίπους
ὄλοιθ᾽
ὅστις ἦν, ὃς ἀγρίας πέδας
μονάδ᾽
ἐπιποδίας ἔλυσ᾽ μ᾽ ἀπό τε φόνου
[1350]
ἔρυτο
κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.
τότε
γὰρ ἂν θανὼν
οὐκ ἦ
φίλοισιν οὐδ᾽ ἐμοὶ τοσόνδ᾽ ἄχος.
[1355]
Χορός
θέλοντι
κἀμοὶ τοῦτ᾽ ἂν ἦν.
Οἰδίπους
οὔκουν
πατρός γ᾽ ἂν φονεὺς
ἦλθον
οὐδὲ νυμφίος
βροτοῖς
ἐκλήθην ὧν ἔφυν ἄπο.
νῦν δ᾽
ἄθεος μέν εἰμ᾽, ἀνοσίων δὲ παῖς,
[1360]
ὁμολεχὴς
δ᾽ ἀφ᾽ ὧν αὐτὸς ἔφυν τάλας.
εἰ δέ
τι πρεσβύτερον ἔτι κακοῦ κακόν, [1365]
τοῦτ᾽
ἔλαχ᾽ Οἰδίπους.
Χορός
οὐκ
οἶδ᾽ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·
κρείσσων
γὰρ ἦσθα μηκέτ᾽ ὢν ἢ ζῶν τυφλός.
Οἰδίπους
ὡς μὲν
τάδ᾽ οὐχ ὧδ᾽ ἔστ᾽ ἄριστ᾽ εἰργασμένα,
μή μ᾽
ἐκδίδασκε, μηδὲ συμβούλευ᾽ ἔτι. [1370]
ἐγὼ
γὰρ οὐκ οἶδ᾽ ὄμμασιν ποίοις βλέπων
πατέρα
ποτ᾽ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν
οὐδ᾽
αὖ τάλαιναν μητέρ᾽, οἷν ἐμοὶ δυοῖν
ἔργ᾽
ἐστὶ κρείσσον᾽ ἀγχόνης εἰργασμένα.
ἀλλ᾽
ἡ τέκνων δῆτ᾽ ὄψις ἦν ἐφίμερος, [1375]
βλαστοῦσ᾽
ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
οὐ δῆτα
τοῖς γ᾽ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·
οὐδ᾽
ἄστυ γ᾽ οὐδὲ πύργος οὐδὲ δαιμόνων
ἀγάλμαθ᾽
ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
κάλλιστ᾽
ἀνὴρ εἷς ἔν γε ταῖς θήβαις τραφεὶς
[1380]
ἀπεστέρησ᾽
ἐμαυτόν, αὐτὸς ἐννέπων
ὠθεῖν
ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
φανέντ᾽
ἄναγνον καὶ γένους τοῦ Λαΐου.
τοιάνδ᾽
ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
ὀρθοῖς
ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; [1385]
ἥκιστά
γ᾽· ἀλλ᾽ εἰ τῆς ἀκουούσης ἔτ᾽ ἦν
πηγῆς
δι᾽ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
τὸ μὴ
ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
ἵν᾽ ἦ
τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ
τὴν
φροντίδ᾽ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.
[1390]
ἰὼ
Κιθαιρών, τί μ᾽ ἐδέχου; τί μ᾽ οὐ
λαβὼν
ἔκτεινας
εὐθύς, ὡς ἔδειξα μήποτε
ἐμαυτὸν
ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;
ὦ Πόλυβε
καὶ Κόρινθε καὶ τὰ πάτρια
λόγῳ
παλαιὰ δώμαθ᾽, οἷον ἆρά με [1395]
κάλλος
κακῶν ὕπουλον ἐξεθρέψατε·
νῦν
γὰρ κακός τ᾽ ὢν κἀκ κακῶν εὑρίσκομαι.
ὦ τρεῖς
κέλευθοι καὶ κεκρυμμένη νάπη
δρυμός
τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,
αἳ
τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο
[1400]
ἐπίετε
πατρός, ἆρά μου μέμνησθ᾽ ἔτι
οἷ᾽
ἔργα δράσας ὑμὶν εἶτα δεῦρ᾽ ἰὼν
ὁποῖ᾽
ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι,
ἐφύσαθ᾽
ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
ἀνεῖτε
ταὐτοῦ σπέρμα, κἀπεδείξατε [1405]
πατέρας,
ἀδελφούς, παῖδας, αἷμ᾽ ἐμφύλιον,
νύμφας,
γυναῖκας μητέρας τε, χὠπόσα
αἴσχιστ᾽
ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
ἀλλ᾽
οὐ γὰρ αὐδᾶν ἔσθ᾽ ἃ μηδὲ δρᾶν καλόν,
ὅπως
τάχιστα πρὸς θεῶν ἔξω μέ που [1410]
καλύψατ᾽
ἢ φονεύσατ᾽ ἢ θαλάσσιον
ἐκρίψατ᾽,
ἔνθα μήποτ᾽ εἰσόψεσθ᾽ ἔτι.
ἴτ᾽,
ἀξιώσατ᾽ ἀνδρὸς ἀθλίου θιγεῖν.
πίθεσθε,
μὴ δείσητε· τἀμὰ γὰρ κακὰ
οὐδεὶς
οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.
[1415]
Χορός
ἀλλ᾽
ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθ᾽ ὅδε
Κρέων
τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ
χώρας
λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.
Οἰδίπους
οἴμοι,
τί δῆτα λέξομεν πρὸς τόνδ᾽ ἔπος;
τίς
μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ
[1420]
πάρος
πρὸς αὐτὸν πάντ᾽ ἐφεύρημαι κακός.
Κρέων
οὐχ ὡς
γελαστής, Οἰδίπους, ἐλήλυθα,
οὐδ᾽
ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.
ἀλλ᾽
εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ᾽ ἔτι
γένεθλα,
τὴν γοῦν πάντα βόσκουσαν φλόγα [1425]
αἰδεῖσθ᾽
ἄνακτος Ἡλίου, τοιόνδ᾽ ἄγος
ἀκάλυπτον
οὕτω δεικνύναι, τὸ μήτε γῆ
μήτ᾽
ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.
ἀλλ᾽
ὡς τάχιστ᾽ ἐς οἶκον ἐσκομίζετε·
τοῖς
ἐν γένει γὰρ τἀγγενῆ μάλισθ᾽ ὁρᾶν
[1430]
μόνοις
τ᾽ ἀκούειν εὐσεβῶς ἔχει κακά.
Οἰδίπους
πρὸς
θεῶν, ἐπείπερ ἐλπίδος μ᾽ ἀπέσπασας,
ἄριστος
ἐλθὼν πρὸς κάκιστον ἄνδρ᾽ ἐμέ,
πιθοῦ
τί μοι· πρὸς σοῦ γὰρ οὐδ᾽ ἐμοῦ φράσω.
Κρέων
καὶ
τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;
[1435]
Οἰδίπους
ῥῖψόν
με γῆς ἐκ τῆσδ᾽ ὅσον τάχισθ᾽, ὅπου
θνητῶν
φανοῦμαι μηδενὸς προσήγορος.
Κρέων
ἔδρασ᾽
ἂν εὖ τοῦτ᾽ ἴσθ᾽ ἄν, εἰ μὴ τοῦ θεοῦ
πρώτιστ᾽
ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.
Οἰδίπους
ἀλλ᾽
ἥ γ᾽ ἐκείνου πᾶσ᾽ ἐδηλώθη φάτις,
[1440]
τὸν
πατροφόντην, τὸν ἀσεβῆ μ᾽ ἀπολλύναι.
Κρέων
οὕτως
ἐλέχθη ταῦθ᾽· ὅμως δ᾽ ἵν᾽ ἕσταμεν
χρείας,
ἄμεινον ἐκμαθεῖν τι δραστέον.
Οἰδίπους
οὕτως
ἄρ᾽ ἀνδρὸς ἀθλίου πεύσεσθ᾽ ὕπερ;
Κρέων
καὶ
γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.
[1445]
Οἰδίπους
καὶ
σοί γ᾽ ἐπισκήπτω τε καὶ προστέψομαι,
τῆς
μὲν κατ᾽ οἴκους αὐτὸς ὃν θέλεις
τάφον
θοῦ·
καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·
ἐμοῦ
δὲ μήποτ᾽ ἀξιωθήτω τόδε
πατρῷον
ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν, [1450]
ἀλλ᾽
ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται
οὑμὸς
Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι
πατήρ
τ᾽ ἐθέσθην ζῶντε κύριον τάφον,
ἵν᾽
ἐξ ἐκείνων, οἵ μ᾽ ἀπωλλύτην, θάνω.
καίτοι
τοσοῦτόν γ᾽ οἶδα, μήτε μ᾽ ἂν νόσον
[1455]
μήτ᾽
ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε
θνῄσκων
ἐσώθην, μὴ ᾽πί τῳ δεινῷ κακῷ.
ἀλλ᾽
ἡ μὲν ἡμῶν μοῖρ᾽, ὅποιπερ εἶσ᾽, ἴτω·
παίδων
δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,
προσθῇ
μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ [1460]
σπάνιν
ποτὲ σχεῖν, ἔνθ᾽ ἂν ὦσι, τοῦ βίου·
ταῖν
δ᾽ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν
ἐμαῖν,
αἷν
οὔποθ᾽ ἡμὴ χωρὶς ἐστάθη βορᾶς
τράπεζ᾽
ἄνευ τοῦδ᾽ ἀνδρός, ἀλλ᾽ ὅσων ἐγὼ
ψαύοιμι,
πάντων τῶνδ᾽ ἀεὶ μετειχέτην· [1465]
αἷν
μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν
ψαῦσαί
μ᾽ ἔασον κἀποκλαύσασθαι κακά.
ἴθ᾽
ὦναξ,
ἴθ᾽ ὦ
γονῇ γενναῖε· χερσί τἂν θιγὼν
δοκοῖμ᾽
ἔχειν σφᾶς, ὥσπερ ἡνίκ᾽ ἔβλεπον.
[1470]
τί
φημί;
οὐ δὴ
κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν
δακρυῤῥοούντοιν,
καί μ᾽ ἐποικτίρας Κρέων
ἔπεμψέ
μοι τὰ φίλτατ᾽ ἐκγόνοιν ἐμοῖν;
λέγω
τι; [1475]
Κρέων
λέγεις·
ἐγὼ γὰρ εἰμ᾽ ὁ πορσύνας τάδε,
γνοὺς
τὴν παροῦσαν τέρψιν, ἥ σ᾽ εἶχεν πάλαι.
Οἰδίπους
ἀλλ᾽
εὐτυχοίης, καί σε τῆσδε τῆσδε τῆς
ὁδοῦ
δαίμων
ἄμεινον ἢ ᾽μὲ φρουρήσας τύχοι.
ὦ τέκνα,
ποῦ ποτ᾽ ἐστέ; δεῦρ᾽ ἴτ᾽, ἔλθετε
[1480]
ὡς τὰς
ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
αἳ τοῦ
φυτουργοῦ πατρὸς ὑμὶν ὧδ᾽ ὁρᾶν
τὰ
πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·
ὃς
ὑμίν, ὦ τέκν᾽, οὔθ᾽ ὁρῶν οὔθ᾽
ἱστορῶν
πατὴρ
ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. [1485]
καὶ
σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·
νοούμενος
τὰ λοιπὰ τοῦ πικροῦ βίου,
οἷον
βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
ποίας
γὰρ ἀστῶν ἥξετ᾽ εἰς ὁμιλίας,
ποίας
δ᾽ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι [1490]
πρὸς
οἶκον ἵξεσθ᾽ ἀντὶ τῆς θεωρίας;
ἀλλ᾽
ἡνίκ᾽ ἂν δὴ πρὸς γάμων ἥκητ᾽ ἀκμάς,
τίς
οὗτος ἔσται, τίς παραῤῥίψει, τέκνα,
τοιαῦτ᾽
ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς
γοναῖσιν
ἔσται σφῷν θ᾽ ὁμοῦ δηλήματα; [1495]
τί γὰρ
κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
ὑμῶν
ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,
ὅθεν
περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
ἐκτήσαθ᾽
ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
τοιαῦτ᾽
ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ; [1500]
οὐκ
ἔστιν οὐδείς, ὦ τέκν᾽, ἀλλὰ δηλαδὴ
χέρσους
φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
ὦ παῖ
Μενοικέως, ἀλλ᾽ ἐπεὶ μόνος πατὴρ
ταύταιν
λέλειψαι, νὼ γάρ, ὣ ᾽φυτεύσαμεν,
ὀλώλαμεν
δύ᾽ ὄντε, μή σφε περιίδῃς [1505]
πτωχὰς
ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,
μηδ᾽
ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
ἀλλ᾽
οἴκτισόν σφας, ὧδε τηλικάσδ᾽ ὁρῶν
πάντων
ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
ξύννευσον,
ὦ γενναῖε, σῇ ψαύσας χερί. [1510]
πόλλ᾽
ἂν παρῄνουν· νῦν δὲ τοῦτ᾽ εὔχεσθέ
μοι,
οὗ
καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
ὑμᾶς
κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
Κρέων
ἅλις
ἵν᾽ ἐξήκεις δακρύων· ἀλλ᾽ ἴθι στέγης
ἔσω. [1515]
Οἰδίπους
πειστέον,
κεἰ μηδὲν ἡδύ.
Κρέων
--πάντα
γὰρ καιρῷ καλά.
Οἰδίπους
οἶσθ᾽
ἐφ᾽ οἷς οὖν εἶμι;
Κρέων
--λέξεις,
καὶ τότ᾽ εἴσομαι κλύων.
Οἰδίπους
γῆς μ᾽
ὅπως πέμψεις ἄποικον.
Κρέων
--τοῦ
θεοῦ μ᾽ αἰτεῖς δόσιν.
Οἰδίπους
ἀλλὰ
θεοῖς γ᾽ ἔχθιστος ἥκω.
Κρέων
--τοιγαροῦν
τεύξει τάχα.
Οἰδίπους
φῂς
τάδ᾽ οὖν; [1520]
Κρέων
--ἃ μὴ
φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.
Οἰδίπους
ἄπαγέ
νύν μ᾽ ἐντεῦθεν ἤδη.
Κρέων
--στεῖχέ
νυν, τέκνων δ᾽ ἀφοῦ.
Οἰδίπους
μηδαμῶς
ταύτας γ᾽ ἕλῃ μου.
Κρέων
--πάντα
μὴ βούλου κρατεῖν·
καὶ
γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.
Χορός
ὦ πάτρας
Θήβης ἔνοικοι, λεύσσετ᾽, Οἰδίπους
ὅδε,
ὃς τὰ
κλείν᾽ αἰνίγματ᾽ ᾔδει καὶ κράτιστος
ἦν ἀνήρ, [1525]
οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,
εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.
ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν
ἰδεῖν
ἡμέραν
ἐπισκοποῦντα μηδέν᾽ ὀλβίζειν, πρὶν
ἂν
τέρμα
τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν
παθών. [1530]