Μετάβαση στο περιεχόμενο

Εκκλησιάζουσαι

Από Βικιθήκη


Ἐκκλησιάζουσαι
Κωμῳδία



Πραξάγορα

Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου
κάλλιστ᾽ ἐν εὐστόχοισιν ἐζητημένον:
γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν:
τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο
μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις:    5
ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
πειρωμέναισι πλησίον παραστατεῖς,
λορδουμένων τε σωμάτων ἐπιστάτην    10
ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα:
στοάς τε καρποῦ Βακχίου τε νάματος
πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς:    15
καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
ἀνθ᾽ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
ἀλλ᾽ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
καίτοι πρὸς ὄρθρον γ᾽ ἐστίν: ἡ δ᾽ ἐκκλησία    20
αὐτίκα μάλ᾽ ἔσται: καταλαβεῖν δ᾽ ἡμᾶς ἕδρας,
ἃς Φυρόμαχός ποτ᾽ εἶπεν, εἰ μέμνησθ᾽ ἔτι,
δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.
τί δῆτ᾽ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν;    25
ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
ἦν χαλεπὸν αὐταῖς; ἀλλ᾽ ὁρῶ τονδὶ λύχνον
προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
 

Γυνὴ Α

ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως    30
ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
 

Πραξάγορα

ἐγὼ δέ γ᾽ ὑμᾶς προσδοκῶσ᾽ ἠγρηγόρη
τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
τήνδ᾽ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
δεῖ γὰρ τὸν ἄνδρ᾽ αὐτῆς λαθεῖν.    35
 

Γυνὴ Β

ἤκουσά τοι
ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
ἅτ᾽ οὐ καταδαρθοῦσ᾽. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,
Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ᾽ ἐγώ,
τὴν νύχθ᾽ ὅλην ἤλαυνέ μ᾽ ἐν τοῖς στρώμασιν,
ὥστ᾽ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ 'λαβον.    40
 

Γυνὴ Α

καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
 

Πραξάγορα

οὔκουν ἐπείξεσθ᾽; ὡς Γλύκη κατώμοσεν
τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.    45
 

Γυνὴ Α

τὴν Σμικυθίωνος δ᾽ οὐχ ὁρᾷς Μελιστίχην
σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;
 

Πραξάγορα

καίτοι δοκεῖ
κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
 

Γυνὴ Α

τὴν τοῦ καπήλου δ᾽ οὐχ ὁρᾷς Γευσιστράτην
ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;    50
 

Γυνὴ Β

καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
γυναῖκας, ὅ τι πέρ ἐστ᾽ ὄφελος ἐν τῇ πόλει.
 

Γυνὴ Γ

καὶ πάνυ ταλαιπώρως ἔγωγ᾽ ὦ φιλτάτη
ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ᾽ ὅλην    55
ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
 

Πραξάγορα

κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε
ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
 

Γυνὴ Α

ἔγωγε. πρῶτον μέν γ᾽ ἔχω τὰς μασχάλας    60
λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον:
ἔπειθ᾽ ὁπόθ᾽ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,
ἀλειψαμένη τὸ σῶμ᾽ ὅλον δι᾽ ἡμέρας
ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
 

Γυνὴ Β

κἄγωγε: τὸ ξυρὸν δέ γ᾽ ἐκ τῆς οἰκίας    65
ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη
καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
 

Πραξάγορα

ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν
πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;
 

Γυνὴ Α

νὴ τὴν Ἑκάτην καλόν γ᾽ ἔγωγε τουτονί.    70
 

Γυνὴ Β

κἄγωγ᾽ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.
 

Πραξάγορα

ὑμεῖς δὲ τί φατε;
 

Γυνὴ Α

φασί: κατανεύουσι γάρ.
 

Πραξάγορα

καὶ μὴν τά γ᾽ ἄλλ᾽ ὑμῖν ὁρῶ πεπραγμένα.
Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.    75
 

Γυνὴ Α

ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην
τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
 

Γυνὴ Β

τοῦτ᾽ ἔστ᾽ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.
 

Πραξάγορα

νὴ τὸν Δία τὸν σωτῆρ᾽ ἐπιτήδειός γ᾽ ἂν ἦν
τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος    80
εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
ἀλλ᾽ ἄγεθ᾽ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
ἕως ἔτ᾽ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν:
ἡκκλησία δ᾽, εἰς ἣν παρεσκευάσμεθα
ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.    85
 

Γυνὴ Α

νὴ τὸν Δί᾽ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
 

Γυνὴ Β

ταυτί γέ τοι νὴ τὸν Δί᾽ ἐφερόμην, ἵνα
πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
 

Πραξάγορα

πληρουμένης τάλαινα;    90
 

Γυνὴ Β

νὴ τὴν Ἄρτεμιν
ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
ξαίνουσα; γυμνὰ δ᾽ ἐστί μου τὰ παιδία.
 

Πραξάγορα

ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
οὐκοῦν καλά γ᾽ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι    95
ὁ δῆμος ὢν κἄπειθ᾽ ὑπερβαίνουσά τις
ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
ἢν δ᾽ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
ξυστειλάμεναι θαἰμάτια: τὸν πώγωνά τε
ὅταν καθῶμεν ὃν περιδησόμεσθ᾽ ἐκεῖ,    100
τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ᾽ ὁρῶν;
 

Γυνὴ Α

Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων᾽ ἔχων
λέληθε: καίτοι πρότερον ἦν οὗτος γυνή:
νυνὶ δ᾽, ὁρᾷς, πράττει τὰ μέγιστ᾽ ἐν τῇ πόλει.
 

Πραξάγορα

τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν    105
τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
δυνώμεθ᾽, ὥστ᾽ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν:
νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ᾽ ἐλαύνομεν.
 

Γυνὴ Α

καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία    110
δημηγορήσει;
 

Πραξάγορα

πολὺ μὲν οὖν ἄριστά που.
λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν:
ἡμῖν δ᾽ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
 

Γυνὴ Α

οὐκ οἶδα: δεινὸν δ᾽ ἐστὶν ἡ μὴ 'μπειρία.    115
 

Πραξάγορα

οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
ἄλλαι θ᾽ ὅσαι λαλεῖν μεμελετήκασί που.
 

Γυνὴ Α

τίς δ᾽ ὦ μέλ᾽ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;    120
 

Πραξάγορα

ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ:
ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
καὐτὴ μεθ᾽ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
 

Γυνὴ Α

δεῦρ᾽ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.    125
 

Πραξάγορα

πῶς καταγέλαστον;
 

Γυνὴ Α

ὥσπερ εἴ τις σηπίαις
πώγωνα περιδήσειεν ἐσταθευμέναις.
 

Πραξάγορα

ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
πάριτ᾽ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.
κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;    130
 

Γυνὴ Α

ἐγώ.
 

Πραξάγορα

περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
 

Γυνὴ Α

ἰδού.
 

Πραξάγορα

λέγοις ἄν.
 

Γυνὴ Α

εἶτα πρὶν πιεῖν λέγω;
 

Πραξάγορα

ἰδοὺ πιεῖν.
 

Γυνὴ Α

τί γὰρ ὦ μέλ᾽ ἐστεφανωσάμην;
 

Πραξάγορα

ἄπιθ᾽ ἐκποδών: τοιαῦτ᾽ ἂν ἡμᾶς ἠργάσω
κἀκεῖ.    135
 

Γυνὴ Α

τί δ᾽; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
 

Πραξάγορα

ἰδού γε σοὶ πίνουσι.
 

Γυνὴ Α

νὴ τὴν Ἄρτεμιν
καὶ ταῦτα γ᾽ εὔζωρον. τὰ γοῦν βουλεύματα
αὐτῶν ὅσ᾽ ἂν πράξωσιν ἐνθυμουμένοις
ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
καὶ νὴ Δία σπένδουσί γ᾽: ἢ τίνος χάριν    140
τοσαῦτ᾽ ἂν ηὔχοντ᾽, εἴπερ οἶνος μὴ παρῆν;
καὶ λοιδοροῦνταί γ᾽ ὥσπερ ἐμπεπωκότες,
καὶ τὸν παροινοῦντ᾽ ἐκφέρουσ᾽ οἱ τοξόται,
 

Πραξάγορα

σὺ μὲν βάδιζε καὶ κάθησ᾽: οὐδὲν γὰρ εἶ.
 

Γυνὴ Α

νὴ τὸν Δί᾽ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν:    145
δίψῃ γάρ, ὡς ἔοικ᾽, ἀφαυανθήσομαι.
 

Πραξάγορα

 
ἔσθ᾽ ἥτις ἑτέρα βούλεται λέγειν;
 

Γυνὴ Β

ἐγώ.
 

Πραξάγορα

ἴθι δὴ στεφανοῦ: καὶ γὰρ τὸ χρῆμ᾽ ἐργάζεται.
ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.    150
 

Γυνὴ Β

ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων
λέγειν τὰ βέλτισθ᾽, ἵν᾽ ἐκαθήμην ἥσυχος:
νῦν δ᾽ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν
ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.    155
 

Πραξάγορα

μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;
 

Γυνὴ Β

τί δ᾽ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γ᾽ ᾔτησά σε.
 

Πραξάγορα

μὰ Δί᾽ ἀλλ᾽ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
καίτοι τά γ᾽ ἄλλ᾽ εἰποῦσα δεξιώτατα.
 

Γυνὴ Β

ὢ νὴ τὸν Ἀπόλλω.    160
 

Πραξάγορα

παῦε τοίνυν, ὡς ἐγὼ
ἐκκλησιάσουσ᾽ οὐκ ἂν προβαίην τὸν πόδα
τὸν ἕτερον, εἰ μὴ ταῦτ᾽ ἀκριβωθήσεται.
 

Γυνὴ Β

φέρε τὸν στέφανον: ἐγὼ γὰρ αὖ λέξω πάλιν.
οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—    165
 

Πραξάγορα

γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;
 

Γυνὴ Β

δι᾽ Ἐπίγονόν γ᾽ ἐκεῖνον: ἐπιβλέψασα γὰρ
ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
 

Πραξάγορα

ἄπερρε καὶ σὺ καὶ κάθησ᾽ ἐντευθενί:
αὐτὴ γὰρ ὑμῶν γ᾽ ἕνεκά μοι λέξειν δοκῶ    170
τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι
τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
ἐμοὶ δ᾽ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
ὅσονπερ ὑμῖν: ἄχθομαι δὲ καὶ φέρω
τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.    175
ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην
ἀεὶ πονηροῖς: κἄν τις ἡμέραν μίαν
χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
ἐπέτρεψας ἑτέρῳ: πλείον᾽ ἔτι δράσει κακά.
χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,    180
οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,
τοὺς δ᾽ οὐκ ἐθέλοντας ἀντιβολεῖθ᾽ ἑκάστοτε.
ἐκκλησίαισιν ἦν ὅτ᾽ οὐκ ἐχρώμεθα
οὐδὲν τὸ παράπαν: ἀλλὰ τόν γ᾽ Ἀγύρριον
πονηρὸν ἡγούμεσθα: νῦν δὲ χρωμένων    185
ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,
ὁ δ᾽ οὐ λαβὼν εἶναι θανάτου φήσ᾽ ἀξίους
τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.
 

Γυνὴ Α

νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
 

Πραξάγορα

τάλαιν᾽ Ἀφροδίτην ὤμοσας; χαρίεντά γ᾽ ἂν    190
ἔδρασας, εἰ τοῦτ᾽ εἶπας ἐν τἠκκλησίᾳ.
 

Γυνὴ Α

ἀλλ᾽ οὐκ ἂν εἶπον.
 

Πραξάγορα

μηδ᾽ ἐθίζου νῦν λέγειν.
τὸ συμμαχικὸν αὖ τοῦθ᾽, ὅτ᾽ ἐσκοπούμεθα,
εἰ μὴ γένοιτ᾽, ἀπολεῖν ἔφασκον τὴν πόλιν:
ὅτε δὴ δ᾽ ἐγένετ᾽, ἤχθοντο, τῶν δὲ ῥητόρων    195
ὁ τοῦτ᾽ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
ναῦς δεῖ καθέλκειν: τῷ πένητι μὲν δοκεῖ,
τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.
Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι:
νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.    200
Ἀργεῖος ἀμαθής, ἀλλ᾽ Ἱερώνυμος σοφός:
σωτηρία παρέκυψεν, ἀλλ᾽ ὡρᾴζεται
Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
 

Γυνὴ Α

ὡς ξυνετὸς ἁνήρ.
 

Πραξάγορα

νῦν καλῶς ἐπῄνεσας.
ὑμεῖς γάρ ἐστ᾽ ὦ δῆμε τούτων αἴτιοι.    205
τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
ἰδίᾳ σκοπεῖσθ᾽ ἕκαστος ὅ τι τις κερδανεῖ,
τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθ᾽ ἔτι.
ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν    210
ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
 

Γυνὴ Α

εὖ γ᾽ εὖ γε νὴ Δί᾽ εὖ γε.
 

Γυνὴ Β

λέγε λέγ᾽ ὦγαθέ.
 

Πραξάγορα

ὡς δ᾽ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια    215
βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον
ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας
ἴδοις ἂν αὐτάς. ἡ δ᾽ Ἀθηναίων πόλις,
εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,
εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.    220
καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ:
ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ:
τὰ Θεσμοφόρι᾽ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ:
πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ:
τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ:
μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ:    225
αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ:
οἶνον φιλοῦσ᾽ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ:
βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα    230
τί ποτ᾽ ἄρα δρᾶν μέλλουσιν, ἀλλ᾽ ἁπλῷ τρόπῳ
ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
σῴζειν ἐπιθυμήσουσιν: εἶτα σιτία
τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;    235
χρήματα πορίζειν εὐπορώτατον γυνή,
ἄρχουσά τ᾽ οὐκ ἂν ἐξαπατηθείη ποτέ:
αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
τὰ δ᾽ ἄλλ᾽ ἐάσω: ταῦτ᾽ ἐὰν πίθησθέ μοι,
εὐδαιμονοῦντες τὸν βίον διάξετε.    240
 

Γυνὴ Α

εὖ γ᾽ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
πόθεν ὦ τάλαινα ταῦτ᾽ ἔμαθες οὕτω καλῶς;
 

Πραξάγορα

ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησ᾽ ἐν πυκνί:
ἔπειτ᾽ ἀκούουσ᾽ ἐξέμαθον τῶν ῥητόρων.
 

Γυνὴ Α

οὐκ ἐτὸς ἄρ᾽ ὦ μέλ᾽ ἦσθα δεινὴ καὶ σοφή:    245
καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν
αἱρούμεθ᾽, ἢν ταῦθ᾽ ἁπινοεῖς κατεργάσῃ.
ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
 

Πραξάγορα

φήσω παραφρονεῖν αὐτόν.    250
 

Γυνὴ Α

ἀλλὰ τοῦτό γε
ἴσασι πάντες.
 

Πραξάγορα

ἀλλὰ καὶ μελαγχολᾶν.
 

Γυνὴ Α

καὶ τοῦτ᾽ ἴσασιν.
 

Πραξάγορα

ἀλλὰ καὶ τὰ τρύβλια
κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
 

Γυνὴ Α

τί δ᾽ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
 

Πραξάγορα

τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.    255
 

Γυνὴ Α

τί δ᾽ ἢν ὑποκρούωσίν σε;
 

Πραξάγορα

προσκινήσομαι
ἅτ᾽ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
 

Γυνὴ Α

ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σ᾽ οἱ τοξόται
ἕλκωσιν, ὅ τι δράσεις ποτ᾽.
 

Πραξάγορα

ἐξαγκωνιῶ
ὡδί: μέση γὰρ οὐδέποτε ληφθήσομαι.    260
 

Γυνὴ Β

ἡμεῖς δέ γ᾽, ἢν αἴρωσ᾽, ἐᾶν κελεύσομεν.
 

Γυνὴ Α

ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς
ἐκεῖνο δ᾽ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.    265
 

Πραξάγορα

χαλεπὸν τὸ πρᾶγμ᾽: ὅμως δὲ χειροτονητέον
ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
ἄγε νυν ἀναστέλλεσθ᾽ ἄνω τὰ χιτώνια:
ὑποδεῖσθε δ᾽ ὡς τάχιστα τὰς Λακωνικάς,
ὥσπερ τὸν ἄνδρ᾽ ἐθεᾶσθ᾽, ὅτ᾽ εἰς ἐκκλησίαν    270
μέλλοι βαδίζειν ἢ θύραζ᾽ ἑκάστοτε.
ἔπειτ᾽ ἐπειδὰν ταῦτα πάντ᾽ ἔχῃ καλῶς,
περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ᾽ ἂν δέ γε
τούτους ἀκριβώσητε περιηρμοσμέναι,
καὶ θαἰμάτια τἀνδρεῖά γ᾽ ἅπερ ἐκλέψατε    275
ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις
ἐπερειδόμεναι βαδίζετ᾽ ᾁδουσαι μέλος
πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι
τὸν τῶν ἀγροίκων.
 

Γυνὴ Β

εὖ λέγεις: ἡμεῖς δέ γε
προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι    280
ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν᾽ ἥξειν ἄντικρυς
γυναῖκας.
 

Πραξάγορα

ἀλλὰ σπεύσαθ᾽ ὡς εἴωθ᾽ ἐκεῖ
τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.
 

Χορὸς

ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι: τοῦτο γὰρ χρὴ    285
μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτ᾽ ἐξολίσθῃ
ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
 
χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες: ἠπείλησε γὰρ
ὁ θεσμοθέτης, ὃς ἂν    290
μὴ πρῲ πάνυ τοῦ κνέφους
ἥκῃ κεκονιμένος,
στέργων σκοροδάλμῃ
βλέπων ὑπότριμμα, μὴ
δώσειν τὸ τριώβολον.
ἀλλ᾽ ὦ Χαριτιμίδη
καὶ Σμίκυθε καὶ Δράκης
ἕπου κατεπείγων,
σαυτῷ προσέχων ὅπως
μηδὲν παραχορδιεῖς    295
ὧν δεῖ σ᾽ ἀποδεῖξαι:
ὅπως δὲ τὸ σύμβολον
λαβόντες ἔπειτα πλησίοι
καθεδούμεθ᾽, ὡς
ἂν χειροτονῶμεν
ἅπανθ᾽ ὁπόσ᾽ ἂν δέῃ
τὰς ἡμετέρας φίλας.
καίτοι τί λέγω; φίλους
γὰρ χρῆν μ᾽ ὀνομάζειν.
 
ὅρα δ᾽ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως    300
ἥκοντας, ὅσοι πρὸ τοῦ
μέν, ἡνίκ᾽ ἔδει λαβεῖν
ἐλθόντ᾽ ὀβολὸν μόνον,
καθῆντο λαλοῦντες
ἐν τοῖς στεφανώμασιν,
νυνὶ δ᾽ ἐνοχλοῦσ᾽ ἄγαν.
ἀλλ᾽ οὐχί, Μυρωνίδης
ὅτ᾽ ἦρχεν ὁ γεννάδας,
οὐδεὶς ἂν ἐτόλμα
τὰ τῆς πόλεως διοικεῖν    305
ἀργύριον φέρων:
ἀλλ᾽ ἧκεν ἕκαστος
ἐν ἀσκιδίῳ φέρων
πιεῖν ἅμα τ᾽ ἄρτον αὑτῷ
καὶ δύο κρομμύω
καὶ τρεῖς ἂν ἐλάας.
νυνὶ δὲ τριώβολον
ζητοῦσι λαβεῖν, ὅταν
πράττωσί τι κοινὸν ὥσ-
περ πηλοφοροῦντες.    310
 

Βλέπυρος

τί τὸ πρᾶγμα; ποῖ ποθ᾽ ἡ γυνὴ φρούδη 'στί μοι;
ἐπεὶ πρὸς ἕω νῦν γ᾽ ἔστιν, ἡ δ᾽ οὐ φαίνεται.
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
καὶ θοἰμάτιον: ὅτε δὴ δ᾽ ἐκεῖνο ψηλαφῶν    315
οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ᾽ ἤδη τὴν θύραν
ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
ἀλλ᾽ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;    320
ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
οὐ γάρ με νῦν χέζοντά γ᾽ οὐδεὶς ὄψεται.
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
γυναῖχ᾽: ὅσας εἴμ᾽ ἄξιος πληγὰς λαβεῖν.
οὐ γάρ ποθ᾽ ὑγιὲς οὐδὲν ἐξελήλυθεν    325
δράσουσ᾽. ὅμως δ᾽ οὖν ἐστιν ἀποπατητέον.
 

Ἀνήρ

τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
 

Βλέπυρος

νὴ τὸν Δί᾽ αὐτὸς δῆτ᾽ ἐκεῖνος.
 

Ἀνήρ

εἰπέ μοι,
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
Κινησίας σου κατατετίληκέν ποθεν;    330
 

Βλέπυρος

οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
 

Ἀνήρ

τὸ δ᾽ ἱμάτιόν σου ποῦ 'στιν;
 

Βλέπυρος

οὐκ ἔχω φράσαι.
ζητῶν γὰρ αὔτ᾽ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
 

Ἀνήρ

εἶτ᾽ οὐδὲ τὴν γυναῖκ᾽ ἐκέλευσάς σοι φράσαι;    335
 

Βλέπυρος

μὰ τὸν Δί᾽ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
ἀλλ᾽ ἐκτετρύπηκεν λαθοῦσά μ᾽ ἔνδοθεν:
ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
 

Ἀνήρ

νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμ᾽ ἐγὼ    340
φρούδη 'στ᾽ ἔχουσα θοἰμάτιον οὑγὼ 'φόρουν.
κοὐ τοῦτο λυπεῖ μ᾽, ἀλλὰ καὶ τὰς ἐμβάδας.
οὔκουν λαβεῖν γ᾽ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
 

Βλέπυρος

μὰ τὸν Διόνυσον οὐδ᾽ ἐγὼ γὰρ τὰς ἐμὰς
Λακωνικάς, ἀλλ᾽ ὡς ἔτυχον χεζητιῶν,    345
ἐς τὼ κοθόρνω τὼ πόδ᾽ ἐνθεὶς ἵεμαι,
ἵνα μὴ 'γχέσαιμ᾽ ἐς τὴν σισύραν: φανὴ γὰρ ἦν.
 

Ἀνήρ

τί δῆτ᾽ ἂν εἴη; μῶν ἐπ᾽ ἄριστον γυνὴ
κέκληκεν αὐτὴν τῶν φίλων;
 

Βλέπυρος

γνώμην γ᾽ ἐμήν.
 

Ἀνήρ

οὔκουν πονηρά γ᾽ ἐστὶν ὅ τι κἄμ᾽ εἰδέναι.    350
ἀλλὰ σὺ μὲν ἱμονιάν τιν᾽ ἀποπατεῖς, ἐμοὶ δ᾽
ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
 

Βλέπυρος

κἄγωγ᾽, ἐπειδὰν ἀποπατήσω: νῦν δέ μου
ἀχράς τις ἐγκλῄσασ᾽ ἔχει τὰ σιτία.    355
 

Ἀνήρ

μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
 

Βλέπυρος

νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
μόνον τὸ λυποῦν ἐστιν, ἀλλ᾽ ὅταν φάγω,
ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.    360
νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
ὅστις ποτ᾽ ἔσθ᾽ ἅνθρωπος ἁχραδούσιος.
τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
ἀλλ᾽ οἶδ᾽, Ἀμύνων. ἀλλ᾽ ἴσως ἀρνήσεται.    365
Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
ὦ πότνι᾽ Εἰλείθυια μή με περιίδῃς
διαρραγέντα μηδὲ βεβαλανωμένον,    370
ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
 

Χρέμης

οὗτος τί ποιεῖς; οὔτι που χέζεις;
 

Βλέπυρος

ἐγώ;
οὐ δῆτ᾽ ἔτι γε μὰ τὸν Δί᾽, ἀλλ᾽ ἀνίσταμαι.
 

Χρέμης

τὸ τῆς γυναικὸς δ᾽ ἀμπέχει χιτώνιον;
 

Βλέπυρος

ἐν τῷ σκότῳ γὰρ τοῦτ᾽ ἔτυχον ἔνδον λαβών.    375
ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
 

Χρέμης

ἐξ ἐκκλησίας.
 

Βλέπυρος

ἤδη λέλυται γάρ;
 

Χρέμης

νὴ Δί᾽ ὄρθριον μὲν οὖν.
καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
 

Βλέπυρος

τὸ τριώβολον δῆτ᾽ ἔλαβες;    380
 

Χρέμης

εἰ γὰρ ὤφελον.
ἀλλ᾽ ὕστερος νῦν ἦλθον, ὥστ᾽ αἰσχύνομαι
μὰ τὸν Δί᾽ οὐδέν᾽ ἄλλον ἢ τὸν θύλακον.
 

Βλέπυρος

τὸ δ᾽ αἴτιον τί;
 

Χρέμης

πλεῖστος ἀνθρώπων ὄχλος,
ὅσος οὐδεπώποτ᾽ ἦλθ᾽ ἁθρόος ἐς τὴν πύκνα.
καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν    385
ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλ᾽ ὑπερφυῶς
ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία:
ὥστ᾽ οὐκ ἔλαβον οὔτ᾽ αὐτὸς οὔτ᾽ ἄλλοι συχνοί.
 

Βλέπυρος

οὐδ᾽ ἄρ᾽ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;
 

Χρέμης

πόθεν;
οὐδ᾽ εἰ μὰ Δία τότ᾽ ἦλθες ὅτε τὸ δεύτερον    390
ἁλεκτρυὼν ἐφθέγγετ᾽.
 

Βλέπυρος

οἴμοι δείλαιος.
Ἀντίλοχ᾽ ἀποίμωξόν με τοῦ τριωβόλου
τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἦν, ὅτι τοσοῦτον χρῆμ᾽ ὄχλου
οὕτως ἐν ὥρᾳ ξυνελέγη;    395
 

Χρέμης

τί δ᾽ ἄλλο γ᾽ ἢ
ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
γνώμας καθεῖναι τῆς πόλεως; κᾆτ᾽ εὐθέως
πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
κἄπειθ᾽ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
‘οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,    400
καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
ὃς αὐτὸς αὑτῷ βλεφαρίδ᾽ οὐκ ἐσώσατο;’
ὁ δ᾽ ἀναβοήσας καὶ περιβλέψας ἔφη,
‘τί δαί με χρῆν δρᾶν;’
 

Βλέπυρος

‘σκόροδ᾽ ὁμοῦ τρίψαντ᾽ ὀπῷ
τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ    405
σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,’
ἔγωγ᾽ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
 

Χρέμης

μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος
παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν:
αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν:    410
κἄπειτ᾽ ἔλεξε δημοτικωτάτους λόγους:
‘ὁρᾶτε μέν με δεόμενον σωτηρίας
τετραστατήρου καὐτόν: ἀλλ᾽ ὅμως ἐρῶ
ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς    415
χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,
πλευρῖτις ἡμῶν οὐδέν᾽ ἂν λάβοι ποτέ.
ὅσοις δὲ κλίνη μή 'στι μηδὲ στρώματα,
ἰέναι καθευδήσοντας ἀπονενιμμένους
ἐς τῶν σκυλοδεψῶν: ἢν δ᾽ ἀποκλῄῃ θύρᾳ    420
χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.’
 

Βλέπυρος

νὴ τὸν Διόνυσον χρηστά γ᾽: εἰ δ᾽ ἐκεῖνά γε
προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,    425
ἵνα τοῦτ᾽ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
 

Χρέμης

μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
λευκός τις ἀνεπήδησ᾽ ὅμοιος Νικίᾳ
δημηγορήσων, κἀπεχείρησεν λέγειν
ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.    430
εἶτ᾽ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ᾽ ἐκ τῶν ἀγρῶν
ἀνεβορβόρυξαν.
 

Βλέπυρος

νοῦν γὰρ εἶχον νὴ Δία.
 

Χρέμης

ἀλλ᾽ ἦσαν ἥττους: ὁ δὲ κατεῖχε τῇ βοῇ,
τὰς μὲν γυναῖκας πόλλ᾽ ἀγαθὰ λέγων, σὲ δὲ    435
πολλὰ κακά.
 

Βλέπυρος

καὶ τί εἶπε;
 

Χρέμης

πρῶτον μέν σ᾽ ἔφη
εἶναι πανοῦργον.
 

Βλέπυρος

καὶ σέ;
 

Χρέμης

μή πω τοῦτ᾽ ἔρῃ.
κἄπειτα κλέπτην.
 

Βλέπυρος

ἐμὲ μόνον;
 

Χρέμης

καὶ νὴ Δία
καὶ συκοφάντην.
 

Βλέπυρος

ἐμὲ μόνον;
 

Χρέμης

καὶ νὴ Δία
τωνδὶ τὸ πλῆθος.    440
 

Βλέπυρος

τίς δὲ τοῦτ᾽ ἄλλως λέγει;
 

Χορὸς

γυναῖκα δ᾽ εἶναι πρᾶγμ᾽ ἔφη νουβυστικὸν
καὶ χρηματοποιόν: κοὔτε τἀπόρρητ᾽ ἔφη
ἐκ Θεσμοφόροιν ἑκάστοτ᾽ αὐτὰς ἐκφέρειν,
σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
 

Βλέπυρος

καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ᾽ οὐκ ἐψεύσατο.    445
 

Χρέμης

ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
ἱμάτια χρυσί᾽ ἀργύριον ἐκπώματα
μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
καὶ ταῦτ᾽ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.    450
 

Βλέπυρος

νὴ τὸν Ποσειδῶ μαρτύρων γ᾽ ἐναντίον.
 

Χρέμης

 
οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
 

Βλέπυρος

τί δῆτ᾽ ἔδοξεν;    455
 

Χρέμης

ἐπιτρέπειν γε τὴν πόλιν
ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
οὔπω γεγενῆσθαι.
 

Βλέπυρος

καὶ δέδοκται;
 

Χρέμης

φήμ᾽ ἐγώ.
 

Βλέπυρος

ἅπαντά τ᾽ αὐταῖς ἐστι προστεταγμένα
ἃ τοῖσιν ἀστοῖς ἔμελεν;
 

Χρέμης

οὕτω ταῦτ᾽ ἔχει.
 

Βλέπυρος

οὐδ᾽ ἐς δικαστήριον ἄρ᾽ εἶμ᾽ ἀλλ᾽ ἡ γυνή;    460
 

Χρέμης

οὐδ᾽ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ᾽ ἡ γυνή.
 

Βλέπυρος

οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ᾽ ἆρά μοι;
 

Χρέμης

μὰ Δί᾽ ἀλλὰ ταῖς γυναιξὶ ταῦτ᾽ ἤδη μέλει:
σὺ δ᾽ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
 

Βλέπυρος

ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,    465
μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
ἔπειτ᾽ ἀναγκάζωσι πρὸς βίαν—
 

Χρέμης

τί δρᾶν;
 

Βλέπυρος

κινεῖν ἑαυτάς.
 

Χρέμης

ἢν δὲ μὴ δυνώμεθα;
 

Βλέπυρος

ἄριστον οὐ δώσουσι.
 

Χρέμης

σὺ δέ γε νὴ Δία
δρᾶ ταῦθ᾽, ἵν᾽ ἀριστᾷς τε καὶ κινῇς ἅμα.    470
 

Βλέπυρος

τὸ πρὸς βίαν δεινότατον.
 

Χρέμης

ἀλλ᾽ εἰ τῇ πόλει
τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ᾽ ἄνδρα δρᾶν.
 

Βλέπυρος

λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
ἀνόηθ᾽ ὅσ᾽ ἂν καὶ μῶρα βουλευσώμεθα,
ἅπαντ᾽ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.    475
 

Χρέμης

καὶ ξυμφέροι γ᾽ ὦ πότνια Παλλὰς καὶ θεοί.
ἀλλ᾽ εἶμι: σὺ δ᾽ ὑγίαινε.
 

Βλέπυρος

καὶ σύ γ᾽ ὦ Χρέμης.
 

Χορὸς

ἔμβα χώρει.
ἆρ᾽ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
στρέφου σκόπει,    480
φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
ἀλλ᾽ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε:
ἡμῖν δ᾽ ἂν αἰσχύνην φέροι
πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτ᾽ ἐλεγχθέν.    485
πρὸς ταῦτα συστέλλου σεαυτὴν
καὶ περισκοπουμένη
τἀνθένδε καὶ τἀκεῖσε καὶ
τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.
ἀλλ᾽ ἐγκονῶμεν: τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,
ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθ᾽ ἡνίκ᾽ ᾖμεν:    490
τὴν δ᾽ οἰκίαν ἔξεσθ᾽ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
ἔσθ᾽ ἡ τὸ πρᾶγμ᾽ εὑροῦσ᾽ ὃ νῦν ἔδοξε τοῖς πολίταις.
 
ὥστ᾽ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστ᾽ ἐπαναμενούσας
πώγωνας ἐξηρτημένας,
μὴ καὶ τις †ὄψεθ᾽ ἡμᾶς† χἠμῶν ἴσως κατείπῃ.    495
ἀλλ᾽ εἶα δεῦρ᾽ ἐπὶ σκιᾶς
ἐλθοῦσα πρὸς τὸ τειχίον
παραβλέπουσα θατέρῳ
πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
καὶ μὴ βράδυν᾽: ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν    500
χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλ᾽ ἐπείγου
ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα:
χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτ᾽ ἔχουσαι.
 

Πραξάγορα

ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς
τὰ πράγματ᾽ ἐκβέβηκεν ἁβουλεύσαμεν.    505
ἀλλ᾽ ὡς τάχιστα πρίν τιν᾽ ἀνθρώπων ἰδεῖν,
ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω,
χάλα συναπτοὺς ἡνίας Λακωνικάς,
βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
ταύτας κατευτρέπιζ᾽, ἐγὼ δὲ βούλομαι    510
εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
ὅθενπερ ἔλαβον τἄλλα θ᾽ ἁξηνεγκάμην.
 

Χορὸς

κεῖται καὶ δὴ πάνθ᾽ ἅπερ εἶπας, σὸν δ᾽ ἔργον τἄλλα διδάσκειν,
ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.    515
οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασ᾽ οἶδα γυναικί.
 

Πραξάγορα

περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
 

Βλέπυρος

αὕτη πόθεν ἥκεις Πραξαγόρα;    520
 

Πραξάγορα

τί δ᾽ ὦ μέλε
σοὶ τοῦθ᾽;
 

Βλέπυρος

ὅ τί μοι τοῦτ᾽ ἔστιν; ὡς εὐηθικῶς.
 

Πραξάγορα

οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
 

Βλέπυρος

οὐκ ἴσως
ἑνός γε.
 

Πραξάγορα

καὶ μὴν βασανίσαι τουτί γέ σοι
ἔξεστι.
 

Βλέπυρος

πῶς;
 

Πραξάγορα

εἰ τῆς κεφαλῆς ὄζω μύρου.
 

Βλέπυρος

τί δ᾽; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;    525
 

Πραξάγορα

οὐ δῆτα τάλαν ἔγωγε.
 

Βλέπυρος

πῶς οὖν ὄρθριον
ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
 

Πραξάγορα

γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
μετεπέμψατ᾽ ὠδίνουσα.
 

Βλέπυρος

κᾆτ᾽ οὐκ ἦν ἐμοὶ
φράσασαν ἰέναι;    530
 

Πραξάγορα

τῆς λεχοῦς δ᾽ οὐ φροντίσαι
οὕτως ἐχούσης ὦνερ;
 

Βλέπυρος

εἰποῦσάν γέ μοι.
ἀλλ᾽ ἔστιν ἐνταῦθά τι κακόν.
 

Πραξάγορα

μὰ τὼ θεὼ
ἀλλ᾽ ὥσπερ εἶχον ᾠχόμην: ἐδεῖτο δὲ
ἥπερ μεθῆκέ μ᾽ ἐξιέναι πάσῃ τέχνῃ.
 

Βλέπυρος

εἶτ᾽ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σ᾽ ἔχειν;    535
ἀλλ᾽ ἔμ᾽ ἀποδύσασ᾽ ἐπιβαλοῦσα τοὔγκυκλον
ᾤχου καταλιποῦσ᾽ ὡσπερεὶ προκείμενον,
μόνον οὐ στεφανώσασ᾽ οὐδ᾽ ἐπιθεῖσα λήκυθον.
 

Πραξάγορα

ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής:
ἔπειθ᾽ ἵν᾽ ἀλεαίνοιμι, τοῦτ᾽ ἠμπεσχόμην:    540
σὲ δ᾽ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
κατέλιπον ὦνερ.
 

Βλέπυρος

αἱ δὲ δὴ Λακωνικαὶ
ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
 

Πραξάγορα

ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν    545
καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
 

Βλέπυρος

οἶσθ᾽ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
ὃν χρῆν ἔμ᾽ ἐξ ἐκκλησίας εἰληφέναι;
 

Πραξάγορα

μὴ φροντίσῃς: ἄρρεν γὰρ ἔτεκε παιδίον.
 

Βλέπυρος

ἡκκλησία;    550
 

Πραξάγορα

μὰ Δί᾽ ἀλλ᾽ ἐφ᾽ ἣν ἐγᾠχόμην.
ἀτὰρ γεγένηται;
 

Βλέπυρος

ναὶ μὰ Δί᾽. οὐκ ᾔδησθά με
φράσαντά σοι χθές;
 

Πραξάγορα

ἄρτι γ᾽ ἀναμιμνῄσκομαι.
 

Βλέπυρος

οὐδ᾽ ἄρα τὰ δόξαντ᾽ οἶσθα;
 

Πραξάγορα

μὰ Δί ἐγὼ μὲν οὔ.
 

Βλέπυρος

κάθησο τοίνυν σηπίας μασωμένη.
ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.    555
 

Πραξάγορα

τί δρᾶν; ὑφαίνειν;
 

Βλέπυρος

οὐ μὰ Δί᾽ ἀλλ᾽ ἄρχειν.
 

Πραξάγορα

τίνων;
 

Βλέπυρος

ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
 

Πραξάγορα

νὴ τὴν Ἀφροδίτην μακαρία γ᾽ ἄρ ἡ πόλις
ἔσται τὸ λοιπόν.
 

Βλέπυρος

κατὰ τί;
 

Πραξάγορα

πολλῶν οὕνεκα.
οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν    560
ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
οὐ συκοφαντεῖν—
 

Βλέπυρος

μηδαμῶς πρὸς τῶν θεῶν
τουτὶ ποιήσῃς μηδ᾽ ἀφέλῃ μου τὸν βίον.
 

Ἀνήρ

ὦ δαιμόνι᾽ ἀνδρῶν τὴν γυναῖκ᾽ ἔα λέγειν.
 

Πραξάγορα

μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,    565
μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
μὴ λοιδορεῖσθαι, μὴ 'νεχυραζόμενον φέρειν.
 

Ἀνήρ

νὴ τὸν Ποσειδῶ μεγάλα γ᾽, εἰ μὴ ψεύσεται.
 

Πραξάγορα

ἀλλ᾽ ἀποφανῶ τοῦθ᾽, ὥστε σέ τέ μοι μαρτυρεῖν
καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.    570
 

Χορὸς

νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν
φροντίδ᾽ ἐπισταμένην
ταῖσι φίλαισιν ἀμύνειν.
καινὴ γὰρ ἐπ᾽ εὐτυχίαισιν
ἔρχεται γλώττης ἐπίνοια πολίτην
δῆμον ἐπαγλαϊοῦσα    575
μυρίαισιν ὠφελίαισι βίου: δηλοῦν δ᾽ ὅ τί περ δύνασαι
καιρός.
δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.
ἀλλὰ πέραινε μόνον
μήτε δεδραμένα μήτ᾽ εἰρημένα πω πρότερον:
μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.    580
ἀλλ᾽ οὐ μέλλειν, ἀλλ᾽ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,
ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.
 

Πραξάγορα

καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω: τοὺς δὲ θεατάς,
εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
τοῖς τ᾽ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ᾽ ἔσθ᾽ ὃ μάλιστα δέδοικα.    585
 

Βλέπυρος

περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς: τοῦτο γὰρ ἡμῖν
δρᾶν ἀντ᾽ ἄλλης ἀρχῆς ἐστιν, τῶν δ᾽ ἀρχαίων ἀμελῆσαι.
 

Πραξάγορα

μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδ᾽ ὑποκρούσῃ,
πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.
κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας    590
κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ᾽ ἄθλιον εἶναι,
μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δ᾽ εἶναι μηδὲ ταφῆναι,
μηδ᾽ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ᾽ οὐδ᾽ ἀκολούθῳ:
ἀλλ᾽ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.
 

Βλέπυρος

πῶς οὖν ἔσται κοινὸς ἅπασιν;    595
 

Πραξάγορα

κατέδει πέλεθον πρότερός μου.
 

Βλέπυρος

καὶ τῶν πελέθων κοινωνοῦμεν;
 

Πραξάγορα

μὰ Δί᾽ ἀλλ᾽ ἔφθης μ᾽ ὑποκρούσας.
τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν: τὴν γῆν πρώτιστα ποιήσω
κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ᾽ ὁπόσ᾽ ἐστὶν ἑκάστῳ.
εἶτ᾽ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.    600
 

Βλέπυρος

πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;
 

Πραξάγορα

τοῦτ᾽ ἐς τὸ μέσον καταθήσει.
καὶ μὴ καταθεὶς ψευδορκήσει.
 

Βλέπυρος

κἀκτήσατο γὰρ διὰ τοῦτο.
 

Πραξάγορα

ἀλλ᾽ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.
 

Βλέπυρος

κατὰ δὴ τί;
 

Πραξάγορα

οὐδεὶς οὐδὲν πενίᾳ δράσει: πάντα γὰρ ἕξουσιν ἅπαντες,    605
ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.
ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.
 

Βλέπυρος

οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσ᾽ οἷς ταῦτα πάρεστιν;
 

Πραξάγορα

πρότερόν γ᾽ ὦταῖρ᾽ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν:
νῦν δ᾽ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;    610
 

Βλέπυρος

ἢν μείρακ᾽ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
ξυγκαταδαρθών.
 

Πραξάγορα

ἀλλ᾽ ἐξέσται προῖκ᾽ αὐτῷ ξυγκαταδαρθεῖν.
καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι
καὶ παιδοποιεῖν τῷ βουλομένῳ.    615
 

Βλέπυρος

πῶς οὖν οὐ πάντες ἴασιν
ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
 

Πραξάγορα

αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται:
κᾆτ᾽ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθ᾽ ὑποκρούσει.
 

Βλέπυρος

καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,
οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσ᾽ οἷ φῂς ἀφικέσθαι;    620
 

Πραξάγορα

οὐχὶ μαχοῦνται: περὶ σοῦ θάρρει: μὴ δείσῃς: οὐχὶ μαχοῦνται.
 

Βλέπυρος

περὶ τοῦ;
 

Πραξάγορα

τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.
 

Βλέπυρος

τὸ μὲν ὑμέτερον γνώμην τιν᾽ ἔχει: προβεβούλευται γάρ, ὅπως ἂν
μηδεμιᾶς ᾖ τρύπημα κενόν: τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.    625
 

Πραξάγορα

ἀλλὰ φυλάξουσ᾽ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσ᾽ ἐπὶ τοῖσιν δημοσίοισιν:
κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.
 

Βλέπυρος

ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.    630
 

Πραξάγορα

νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ᾽ ἡ γνώμη καὶ καταχήνη
τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,
ὅταν ἐμβάδ᾽ ἔχων εἴπῃ πρότερος, ‘παραχώρει κᾆτ᾽ ἐπιτήρει,
ὅταν ἤδη 'γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.’
 

Βλέπυρος

πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος    635
ἔσται δυνατὸς διαγιγνώσκειν;
 

Πραξάγορα

τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας
τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.
 

Βλέπυρος

οὐκοῦν ἄγξουσ᾽ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ᾽ ὄντα
ἄγχουσι. τί δῆθ᾽ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπιχεσοῦνται;    640
 

Πραξάγορα

ἀλλ᾽ ὁ παρεστὼς οὐκ ἐπιτρέψει: τότε δ᾽ αὐτοῖς οὐκ ἔμελ᾽ οὐδὲν
τῶν ἀλλοτρίων ὅστις τύπτοι: νῦν δ᾽ ἢν πληγέντος ἀκούσῃ,
μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.
 

Βλέπυρος

τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς: εἰ δὲ προσελθὼν Ἐπίκουρος
ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτ᾽ ἤδη δεινὸν ἀκοῦσαι.    645
 

Πραξάγορα

πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,
 

Βλέπυρος

τὸ ποῖον;
 

Πραξάγορα

εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ᾽ εἶναι.
 

Βλέπυρος

οἰμώζοι γ᾽ ἂν καὶ κωκύοι.
 

Πραξάγορα

σὺ δέ γ᾽ ὄζοις ἂν καλαμίνθης,
ἀλλ᾽ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
ὥστ᾽ οὐχὶ δέος μή σε φιλήσῃ.    650
 

Βλέπυρος

δεινὸν μέντἂν ἐπεπόνθη.
τὴν γῆν δὲ τίς ἔσθ᾽ ὁ γεωργήσων;
 

Πραξάγορα

οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
 

Βλέπυρος

περὶ δ᾽ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτ᾽ ἔστιν ἐρέσθαι.
 

Πραξάγορα

τὰ μὲν ὄνθ᾽ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ᾽ ἡμεῖς ὑφανοῦμεν.
 

Βλέπυρος

ἓν ἔτι ζητῶ: πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,    655
πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γ᾽ ἐστὶ δίκαιον.
 

Πραξάγορα

ἀλλ᾽ οὐδὲ δίκαι πρῶτον ἔσονται.
 

Βλέπυρος

τουτὶ τοὔπος σ᾽ ἐπιτρίψει.
 

Πραξάγορα

κἀγὼ ταύτην γνώμην ἐθέμην: τοῦ γὰρ τάλαν οὕνεκ᾽ ἔσονται;
 

Βλέπυρος

πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω: πρῶτον δ᾽ ἑνὸς οὕνεκα δήπου,
ἤν τις ὀφείλων ἐξαρνῆται.    660
 

Πραξάγορα

πόθεν οὖν ἐδάνεισ᾽ ὁ δανείσας
ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπου᾽ στ᾽ ἐπίδηλος.
 

Βλέπυρος

νὴ τὴν Δήμητρ᾽ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σ᾽ ἀπορήσειν.
 

Πραξάγορα

ἀπὸ τῆς μάζης ἧς σιτεῖται: ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,    665
οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
 

Βλέπυρος

οὐδ᾽ αὖ κλέπτης οὐδεὶς ἔσται;
 

Πραξάγορα

πῶς γὰρ κλέψει μετὸν αὐτῷ;
 

Βλέπυρος

οὐδ᾽ ἀποδύσουσ᾽ ἄρα τῶν νυκτῶν;
 

Πραξάγορα

οὐκ ἢν οἴκοι γε καθεύδῃς,
οὐδ᾽ ἤν γε θύραζ᾽ ὥσπερ πρότερον: βίοτος γὰρ πᾶσιν ὑπάρξει.
ἢν δ᾽ ἀποδύῃ γ᾽, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;    670
ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
 

Βλέπυρος

οὐδὲ κυβεύσουσ᾽ ἆρ᾽ ἄνθρωποι;
 

Πραξάγορα

περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
 

Βλέπυρος

τὴν δὲ δίαιταν τίνα ποιήσεις;
 

Πραξάγορα

κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
μίαν οἴκησίν φημι ποιήσειν συρρήξασ᾽ εἰς ἓν ἅπαντα,
ὥστε βαδίζειν ὡς ἀλλήλους.    675
 

Βλέπυρος

τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;
 

Πραξάγορα

τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
 

Βλέπυρος

τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;
 

Πραξάγορα

τοὺς κρατῆρας καταθήσω
καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,
ἵνα μὴ δειπνῶσ᾽ αἰσχυνόμενοι.    680
 

Βλέπυρος

νὴ τὸν Ἀπόλλω χάριέν γε.
τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;
 

Πραξάγορα

εἰς τὴν ἀγορὰν καταθήσω:
κᾆτα στήσασα παρ᾽ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ:
και κηρύξει τοὺς ἐκ τοῦ βῆτ᾽ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
τὴν βασίλειον δειπνήσοντας: τὸ δὲ θῆτ᾽ ἐς τὴν παρὰ ταύτην,    685
τοὺς δ᾽ ἐκ τοῦ κάππ᾽ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
 

Βλέπυρος

ἵνα κάπτωσιν;
 

Πραξάγορα

μὰ Δί᾽ ἀλλ᾽ ἵν᾽ ἐκεῖ δειπνῶσιν.
 

Βλέπυρος

ὅτῳ δὲ τὸ γράμμα
μὴ 'ξελκυσθῇ καθ᾽ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.
 

Πραξάγορα

ἀλλ᾽ οὐκ ἔσται τοῦτο παρ᾽ ἡμῖν:
πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,    690
ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.
αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
τάδε λέξουσιν: ‘δεῦρο παρ᾽ ἡμᾶς:    695
ἐνθάδε μεῖράξ ἐσθ᾽ ὡραία.’
‘παρ᾽ ἐμοὶ δ᾽ ἑτέρα’
φήσει τις ἄνωθ᾽ ἐξ ὑπερῴου,
‘καὶ καλλίστη καὶ λευκοτάτη:
πρότερον μέντοι δεῖ σε καθεύδειν    700
αὐτῆς παρ᾽ ἐμοί.’
τοῖς εὐπρεπέσιν δ᾽ ἀκολουθοῦντες
καὶ μειρακίοις οἱ φαυλότεροι
τοιάδ᾽ ἐροῦσιν: ‘ποῖ θεῖς οὗτος;
πάντως οὐδὲν δράσεις ἐλθών:
τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς    705
ἐψήφισται προτέροις βινεῖν,
ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς
ἐν τοῖς προθύροισι δέφεσθαι.’
 

Πραξάγορα

φέρε νυν φράσον μοι, ταῦτ᾽ ἀρέσκει σφῷν;    710
 

Βλέπυρος

πάνυ.
 

Πραξάγορα

βαδιστέον τἄρ᾽ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
ἵν᾽ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,    715
ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
 

Βλέπυρος

ἤδη γὰρ εὐωχησόμεσθα;
 

Πραξάγορα

φήμ᾽ ἐγώ.
ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
ἁπαξαπάσας.
 

Βλέπυρος

ἵνα τί;
 

Πραξάγορα

δῆλον τουτογί:
ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.    720
καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον
κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
 

Βλέπυρος

φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,    725
ἵν᾽ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,
τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;
 

Ἀνὴρ Α

ἐγὼ δ᾽ ἵν᾽ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.
 
Κομμάτιον Χοροῦ
 

Ἀνὴρ Α

χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς    730
τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,
ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
πολλοὺς κάτω δὴ θυλάκους στρέψασ᾽ ἐμούς.
ποῦ᾽ σθ᾽ ἡ διφροφόρος; ἡ χύτρα δεῦρ᾽ ἔξιθι,
νὴ Δία μέλαινά γ᾽, οὐδ᾽ ἂν εἰ τὸ φάρμακον    735
ἕψουσ᾽ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.
ἵστω παρ᾽ αὐτήν, δεῦρ᾽ ἴθ᾽, ἡ κομμώτρια.
φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε
ἐνταῦθα. σὺ δὲ δεῦρ᾽ ἡ κιθαρῳδὸς ἔξιθι,
πολλάκις ἀναστήσασά μ᾽ εἰς ἐκκλησίαν    740
ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.
ὁ τὴν σκάφην λαβὼν προΐτω: τὰ κηρία
κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
καὶ τὼ τρίποδ᾽ ἐξένεγκε καὶ τὴν λήκυθον.
τὰ χυτρίδι᾽ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.    745
 

Ἀνὴρ Β

ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα
ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
μὰ τὸν Ποσειδῶ γ᾽ οὐδέποτ᾽, ἀλλὰ βασανιῶ
πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν    750
οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,
πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ᾽ ὅπως ἔχει.
οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;
πότερον μετοικιζόμενος ἐξενήνοχας
αὔτ᾽ ἢ φέρεις ἐνέχυρα θήσων;    755
 

Ἀνὴρ Α

οὐδαμῶς.
 

Ἀνὴρ Β

τί δῆτ᾽ ἐπὶ στοίχου 'στὶν οὕτως; οὔτι μὴ
Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
 

Ἀνὴρ Α

μὰ Δί᾽ ἀλλ᾽ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
 

Ἀνὴρ Β

μέλλεις ἀποφέρειν;    760
 

Ἀνὴρ Α

πάνυ γε.
 

Ἀνὴρ Β

κακοδαίμων ἄρ᾽ εἶ
νὴ τὸν Δία τὸν σωτῆρα.
 

Ἀνὴρ Α

πῶς;
 

Ἀνὴρ Β

πῶς; ῥᾳδίως.
 

Ἀνὴρ Α

τί δ᾽; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
 

Ἀνὴρ Β

ποίοισιν ὦ δύστηνε;
 

Ἀνὴρ Α

τοῖς δεδογμένοις.
 

Ἀνὴρ Β

δεδογμένοισιν; ὡς ἀνόητος ἦσθ᾽ ἄρα.
 

Ἀνὴρ Α

ἀνόητος;    765
 

Ἀνὴρ Β

οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
ἁπαξαπάντων.
 

Ἀνὴρ Α

ὅτι τὸ ταττόμενον ποιῶ;
 

Ἀνὴρ Β

τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
 

Ἀνὴρ Α

μάλιστα πάντων.
 

Ἀνὴρ Β

τὸν μὲν οὖν ἀβέλτερον.
 

Ἀνὴρ Α

σὺ δ᾽ οὐ καταθεῖναι διανοεῖ;
 

Ἀνὴρ Β

φυλάξομαι,
πρὶν ἄν γ᾽ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.    770
 

Ἀνὴρ Α

τί γὰρ ἄλλο γ᾽ ἢ φέρειν παρεσκευασμένοι
τὰ χρήματ᾽ εἰσίν;
 

Ἀνὴρ Β

ἀλλ᾽ ἰδὼν ἐπειθόμην.
 

Ἀνὴρ Α

λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.
 

Ἀνὴρ Β

λέξουσι γάρ.
 

Ἀνὴρ Α

καί φασιν οἴσειν ἀράμενοι.
 

Ἀνὴρ Β

φήσουσι γάρ.
 

Ἀνὴρ Α

ἀπολεῖς ἀπιστῶν πάντ᾽.    775
 

Ἀνὴρ Β

ἀπιστήσουσι γάρ.
 

Ἀνὴρ Α

ὁ Ζεύς σέ γ᾽ ἐπιτρίψειεν.
 

Ἀνὴρ Β

ἐπιτρίψουσι γάρ.
οἴσειν δοκεῖς τιν᾽ ὅστις αὐτῶν νοῦν ἔχει;
οὐ γὰρ πάτριον τοῦτ᾽ ἐστίν, ἀλλὰ λαμβάνειν
ἡμᾶς μόνον δεῖ νὴ Δία: καὶ γὰρ οἱ θεοί:
γνώσει δ᾽ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων:    780
ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ᾽ ὑπτίαν
οὐχ ὥς τι δώσοντ᾽ ἀλλ᾽ ὅπως τι λήψεται.
 

Ἀνὴρ Α

ὦ δαιμόνι᾽ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.
ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθ᾽ ἱμάς;    785
 

Ἀνὴρ Β

ὄντως γὰρ οἴσεις;
 

Ἀνὴρ Α

ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
τωδὶ ξυνάπτω τὼ τρίποδε.
 

Ἀνὴρ Β

τῆς μωρίας,
τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
δράσουσιν εἶτα τηνικαῦτ᾽ ἤδη—
 

Ἀνὴρ Α

τί δρᾶν;
 

Ἀνὴρ Β

ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.    790
 

Ἀνὴρ Α

ἵνα δὴ τί;
 

Ἀνὴρ Β

σεισμὸς εἰ γένοιτο πολλάκις
ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,
παύσαιντ᾽ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.
 

Ἀνὴρ Α

χαρίεντα γοῦν πάθοιμ᾽ ἄν, εἰ μὴ 'χοιμ᾽ ὅποι
ταῦτα καταθείμην.    795
 

Ἀνὴρ Β

μὴ γὰρ οὐ λάβῃς ὅποι:
θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.
 

Ἀνὴρ Α

τιή;
 

Ἀνὴρ Β

ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
ἅττ᾽ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
 

Ἀνὴρ Α

οἴσουσιν ὦ τᾶν.
 

Ἀνὴρ Β

ἢν δὲ μὴ κομίσωσι, τί;
 

Ἀνὴρ Α

ἀμέλει κομιοῦσιν.    800
 

Ἀνὴρ Β

ἢν δὲ μὴ κομίσωσι, τί;
 

Ἀνὴρ Α

μαχούμεθ᾽ αὐτοῖς.
 

Ἀνὴρ Β

ἢν δὲ κρείττους ὦσι, τί;
 

Ἀνὴρ Α

ἄπειμ᾽ ἐάσας.
 

Ἀνὴρ Β

ἢν δὲ πωλῶσ᾽ αὐτά, τί;
 

Ἀνὴρ Α

διαρραγείης.
 

Ἀνὴρ Β

ἢν διαρραγῶ δέ, τί;
 

Ἀνὴρ Α

καλῶς ποιήσεις.
 

Ἀνὴρ Β

σὺ δ᾽ ἐπιθυμήσεις φέρειν;
 

Ἀνὴρ Α

ἔγωγε: καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας    805
ὁρῶ φέροντας.
 

Ἀνὴρ Β

πάνυ γ᾽ ἂν οὖν Ἀντισθένης
αὔτ᾽ εἰσενέγκοι: πολὺ γὰρ ἐμμελέστερον
πρότερον χέσαι πλεῖν ἢ τριάκονθ᾽ ἡμέρας.
 

Ἀνὴρ Α

οἴμωζε.
 

Ἀνὴρ Β

Καλλίμαχος δ᾽ ὁ χοροδιδάσκαλος
αὐτοῖσιν εἰσοίσει τι;    810
 

Ἀνὴρ Α

πλείω Καλλίου.
 

Ἀνὴρ Β

ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
 

Ἀνὴρ Α

 
δεινά γε λέγεις.
 

Ἀνὴρ Β

τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
οὐκ οἶσθ᾽ ἐκεῖν᾽ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
 

Ἀνὴρ Α

ἔγωγε.    815
 

Ἀνὴρ Β

τοὺς χαλκοῦς δ᾽ ἐκείνους ἡνίκα
ἐψηφισάμεθ᾽, οὐκ οἶσθα;
 

Ἀνὴρ Α

καὶ κακόν γέ μοι
τὸ κόμμ᾽ ἐγένετ᾽ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
κἄπειτ᾽ ἐχώρουν εἰς ἀγορὰν ἐπ᾽ ἄλφιτα.
ἔπειθ᾽ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,    820
ἀνέκραγ᾽ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
χαλκοῦν τὸ λοιπόν: ‘ἀργύρῳ γὰρ χρώμεθα.’
 

Ἀνὴρ Β

τὸ δ᾽ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
τάλαντ᾽ ἔσεσθαι πεντακόσια τῇ πόλει
τῆς τετταρακοστῆς, ἣν ἐπόρισ᾽ Εὐριπίδης;    825
κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην:
ὅτε δὴ δ᾽ ἀνασκοπουμένοις ἐφαίνετο
ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ᾽ οὐκ ἤρκεσεν,
πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
 

Ἀνὴρ Α

οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,    830
νῦν δ᾽ αἱ γυναῖκες.
 

Ἀνὴρ Β

ἃς ἐγὼ φυλάξομαι
νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
 

Ἀνὴρ Α

οὐκ οἶδ᾽ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.
 

Κηρύκαινα

ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ᾽ ἔχει,
χωρεῖτ᾽ ἐπείγεσθ᾽ εὐθὺ τῆς στρατηγίδος,    835
ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις
φράσῃ καθ᾽ ἕκαστον ἄνδρ᾽ ὅποι δειπνήσετε:
ὡς αἱ τράπεζαί γ᾽ εἰσὶν ἐπινενησμέναι
ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†,    840
κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες
ἑστᾶσ᾽ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,
λαγῷ᾽ ἀναπηγνύασι, πόπανα πέττεται,
στέφανοι πλέκονται, φρύγεται τραγήματα,
χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.    845
Σμοῖος δ᾽ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε
ἔχων, καχάζων μεθ᾽ ἑτέρου νεανίου:
ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.    850
πρὸς ταῦτα χωρεῖθ᾽, ὡς ὁ τὴν μᾶζαν φέρων
ἕστηκεν: ἀλλὰ τὰς γνάθους διοίγνυτε.
 

Ἀνὴρ Β

οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ᾽ ἔχων
ἐνταῦθ᾽, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
 

Ἀνὴρ Α

καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;    855
 

Ἀνὴρ Β

ἐπὶ δεῖπνον.
 

Ἀνὴρ Α

οὐ δῆτ᾽, ἤν γ᾽ ἐκείναις νοῦς ἐνῇ,
πρίν γ᾽ ἂν ἀπενέγκῃς.
 

Ἀνὴρ Β

ἀλλ᾽ ἀποίσω.
 

Ἀνὴρ Α

πηνίκα;
 

Ἀνὴρ Β

οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.
 

Ἀνὴρ Α

τί δή;
 

Ἀνὴρ Β

ἑτέρους ἀποίσειν φήμ᾽ ἔθ᾽ ὑστέρους ἐμοῦ.
 

Ἀνὴρ Α

βαδιεῖ δὲ δειπνήσων ὅμως;    860
 

Ἀνὴρ Β

τί γὰρ πάθω;
τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
τοὺς εὖ φρονοῦντας.
 

Ἀνὴρ Α

ἢν δὲ κωλύσωσι, τί;
 

Ἀνὴρ Β

ὁμόσ᾽ εἶμι κύψας.
 

Ἀνὴρ Α

ἢν δὲ μαστιγῶσι, τί;
 

Ἀνὴρ Β

καλούμεθ᾽ αὐτάς.
 

Ἀνὴρ Α

ἢν δὲ καταγελῶσι, τί;
 

Ἀνὴρ Β

ἐπὶ ταῖς θύραις ἑστώς—    865
 

Ἀνὴρ Α

τί δράσεις; εἰπέ μοι.
 

Ἀνὴρ Β

τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
 

Ἀνὴρ Α

βάδιζε τοίνυν ὕστερος: σὺ δ᾽ ὦ Σίκων
καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
 

Ἀνὴρ Β

φέρε νυν ἐγώ σοι ξυμφέρω.
 

Ἀνὴρ Α

μὴ μηδαμῶς.
δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,    870
ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
 

Ἀνὴρ Β

νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
ὅπως τὰ μὲν ὄντα χρήμαθ᾽ ἕξω, τοισδεδὶ
τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
ὀρθῶς ἔμοιγε φαίνεται: βαδιστέον    875
ὁμόσ᾽ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
 
Κομμάτιον Χοροῦ
 

Γραῦς Α

τί ποθ᾽ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δ᾽ ἦν πάλαι:
ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,    880
ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
παίζουσα. πῶς ἂν περιλάβοιμ᾽ αὐτῶν τινὰ
παριόντα; Μοῦσαι δεῦρ᾽ ἴτ᾽ ἐπὶ τοὐμὸν στόμα,
μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
 

Νεᾶνις

νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
ᾤου δ᾽ ἐρήμας οὐ παρούσης ἐνθάδε    885
ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
ᾁδουσ᾽: ἐγὼ δ᾽ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
κεἰ γὰρ δι᾽ ὄχλου τοῦτ᾽ ἐστὶ τοῖς θεωμένοις,
ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
 

Γραῦς Α

τούτῳ διαλέγου κἀποχώρησον: σὺ δὲ    890
φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν
ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
 

Γραῦς Α

εἴ τις ἀγαθὸν βούλεται παθεῖν
τι, παρ᾽ ἐμοὶ χρὴ καθεύδειν.
οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν    895
ἀλλ᾽ ἐν ταῖς πεπείραις:
οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ 'γὼ
τὸν φίλον ᾧπερ ξυνείην,
ἀλλ᾽ ἐφ᾽ ἕτερον ἂν πέτοιτο.
 

Νεᾶνις

μὴ φθόνει ταῖσιν νέαισι.    900
τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
τοῖς ἁπαλοῖσι μηροῖς
κἀπὶ τοῖς μήλοις ἐπανθεῖ: σὺ δ᾽ ὦ γραῦ,
παραλέλεξαι κἀντέτριψαι,
τῷ θανάτῳ μέλημα.    905
 

Γραῦς Α

ἐκπέσοι σου τὸ τρῆμα
τό τ᾽ ἐπίκλιντρον ἀποβάλοιο
βουλομένη σποδεῖσθαι,
κἀπὶ τῆς κλίνης ὄφιν εὕροις
καὶ προσελκύσαιο ...
βουλομένη φιλῆσαι.    910
 

Νεᾶνις

αἰαῖ τί ποτε πείσομαι;
οὐχ ἥκει μοὐταῖρος:
μόνη δ᾽ αὐτοῦ λείπομ᾽: ἡ
γὰρ μοι μήτηρ ἄλλῃ
βέβηκε: †καὶ τἄλλ᾽ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.
ἀλλ᾽ ὦ μαῖ᾽ ἱκετεύομαι, κάλει    915
τὸν Ὀρθαγόραν, ὅπως
σαυτῆς κατόναι᾽, ἀντιβολῶ σε.
 

Γραῦς Α

ἤδη τὸν ἀπ᾽ Ἰωνίας
τρόπον τάλαινα κνησιᾷς:
δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.    920
ἀλλ᾽ οὐκ ἄν ποθ᾽ ὑφαρπάσαιο
τἀμὰ παίγνια: τὴν δ᾽ ἐμὴν
ὥραν οὐκ ἀπολεῖς οὐδ᾽ ἀπολήψει.
 

Νεᾶνις

ᾆδ᾽ ὁπόσα βούλει καὶ παράκυφθ᾽ ὥσπερ γαλῆ:
οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισ᾽ ἀντ᾽ ἐμοῦ.    925
 

Γραῦς Α

οὔκουν ἐπ᾽ ἐκφοράν γε.
 

Νεᾶνις

καινόν γ᾽ ὦ σαπρά.
 

Γραῦς Α

οὐ δῆτα.
 

Νεᾶνις

τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
 

Γραῦς Α

οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.
 

Νεᾶνις

ἀλλὰ τί;
ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
 

Γραῦς Α

τί μοι διαλέγει;    930
 

Νεᾶνις

σὺ δὲ τί διακύπτεις;
 

Γραῦς Α

ἐγώ;
ᾁδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
 

Νεᾶνις

σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
 

Γραῦς Α

δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
 

Νεᾶνις

ὁδὶ γὰρ αὐτός ἐστιν.
 

Γραῦς Α

οὐ σοῦ γ᾽ ὦλεθρε
δεόμενος οὐδέν.    935
 

Νεᾶνις

νὴ Δί᾽ ὦ φθίνυλλα σὺ
δείξει τάχ᾽ αὐτός, ὡς ἔγωγ᾽ ἀπέρχομαι.
 

Γραῦς Α

κἄγωγ᾽, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
 

Νεανίας

εἴθ᾽ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
καὶ μὴ δ᾽ει πρότερον διασποδῆσαι
ἀνάσιμον ἢ πρεσβυτέραν:    940
οὐ γὰρ ἀνασχετὸν τοῦτό γ᾽ ἐλευθέρῳ.
 

Γραῦς Α

οἰμώζων ἄρα νὴ Δία σποδήσεις.
οὐ γὰρ τἀπὶ Χαριξένης τάδ᾽ ἐστίν.
κατὰ τὸν νόμον ταῦτα ποιεῖν
ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.    945
ἀλλ᾽ εἶμι τηρήσουσ᾽ ὅ τι καὶ δράσει ποτέ.
 

Νεανίας

εἴθ᾽ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,
ἐφ᾽ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
 

Νεᾶνις

ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον:
φρούδη γάρ ἐστιν οἰομένη μ᾽ ἔνδον μένειν.    950
ἀλλ᾽ οὑτοσὶ γὰρ αὐτὸς οὗ 'μεμνήμεθα.
 
δεῦρο δὴ δεῦρο δή,
φίλον ἐμόν, δεῦρό μοι
πρόσελθε καὶ ξύνευνος
τὴν εὐφρόνην ὅπως ἔσει.
πάνυ γάρ τις ἔρως με δονεῖ
τῶνδε τῶν σῶν βοστρύχων.    955
ἄτοπος δ᾽ ἔγκειταί μοί τις
πόθος, ὅς με διακναίσας ἔχει.
μέθες, ἱκνοῦμαί σ᾽ Ἔρως,
καὶ ποίησον τόνδ᾽ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
 

Νεανίας

δεῦρο δὴ δεῦρο δή,    960
καὶ σύ μοι καταδραμοῦσα
τὴν θύραν ἄνοιξον
τήνδ᾽: εἰ δὲ μή, καταπεσὼν κείσομαι.
φίλον, ἀλλ᾽ ἐν τῷ σῷ
βούλομαι κόλπῳ πληκτίζεσθαι
μετὰ τῆς σῆς πυγῆς.    965
Κύπρι τί μ᾽ ἐκμαίνεις ἐπὶ ταύτῃ;
μέθες, ἱκνοῦμαί σ᾽ Ἔρως,
καὶ ποίησον τήνδ᾽ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
 

Νεᾶνις

καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
εἰρημέν᾽ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,    970
ἄνοιξον ἀσπάζου με:
διά τοι σὲ πόνους ἔχω.
 

Νεανίας

ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
ἄνοιξον ἀσπάζου με:
διά τοι σὲ πόνους ἔχω.    975
 

Γραῦς Α

οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;
 

Νεανίας

πόθεν;
 

Γραῦς Α

καὶ τὴν θύραν γ᾽ ἤραττες.
 

Νεανίας

ἀποθάνοιμ᾽ ἄρα.
 

Γραῦς Α

τοῦ δαὶ δεόμενος δᾷδ᾽ ἔχων ἐλήλυθας;
 

Νεανίας

Ἀναφλύστιον ζητῶν τιν᾽ ἄνθρωπον.
 

Γραῦς Α

τίνα;
 

Νεανίας

οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.    980
 

Γραῦς Α

νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ᾽ ἤν τε μή.
 

Νεανίας

ἀλλ᾽ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
εἰσάγομεν, ἀλλ᾽ εἰσαῦθις ἀναβεβλήμεθα.
τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
 

Γραῦς Α

ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ᾽ ἦν ὦ γλύκων:    985
νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
 

Νεανίας

τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
 

Γραῦς Α

ἀλλ᾽ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
 

Νεανίας

οὐκ οἶδ᾽ ὅ τι λέγεις: τηνδεδί μοι κρουστέον.
 

Γραῦς Α

ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.    990
 

Νεανίας

ἀλλ᾽ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
 

Γραῦς Α

οἶδ᾽ ὅτι φιλοῦμαι: νῦν δὲ θαυμάζεις ὅτι
θύρασί μ᾽ ηὗρες: ἀλλὰ πρόσαγε τὸ στόμα.
 

Νεανίας

ἀλλ᾽ ὦ μέλ᾽ ὀρρωδῶ τὸν ἐραστήν σου.
 

Γραῦς Α

τίνα;
 

Νεανίας

τὸν τῶν γραφέων ἄριστον.    995
 

Γραῦς Α

οὗτος δ᾽ ἔστι τίς;
 

Νεανίας

ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
ἀλλ᾽ ἄπιθ᾽, ὅπως μή σ᾽ ἐπὶ θύραισιν ὄψεται.
 

Γραῦς Α

οἶδ᾽ οἶδ᾽ ὅ τι βούλει.
 

Νεανίας

καὶ γὰρ ἐγώ σε νὴ Δία.
 

Γραῦς Α

μὰ τὴν Ἀφροδίτην ἥ μ᾽ ἔλαχε κληρουμένη,
μὴ 'γώ σ᾽ ἀφήσω.    1000
 

Νεανίας

παραφρονεῖς ὦ γρᾴδιον.
 

Γραῦς Α

ληρεῖς: ἐγὼ δ᾽ ἄξω σ᾽ ἐπὶ τἀμὰ στρώματα.
 

Νεανίας

τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
 

Γραῦς Α

μὴ σκῶπτέ μ᾽ ὦ τάλαν ἀλλ᾽ ἕπου δεῦρ᾽ ὡς ἐμέ.    1005
 

Νεανίας

ἀλλ᾽ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
 

Γραῦς Α

νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σ᾽. ὡς ἐγὼ
τοῖς τηλικούτοις ξυγκαθεύδουσ᾽ ἥδομαι.
 

Νεανίας

ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,    1010
κοὐκ ἂν πιθοίμην οὐδέποτ᾽.
 

Γραῦς Α

ἀλλὰ νὴ Δία
ἀναγκάσει τουτί σε.
 

Νεανίας

τοῦτο δ᾽ ἔστι τί;
 

Γραῦς Α

ψήφισμα, καθ᾽ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
 

Νεανίας

λέγ᾽ αὐτὸ τί ποτε κἄστι.
 

Γραῦς Α

καὶ δή σοι λέγω.
ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος    1015
νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
τὴν γραῦν προκρούσῃ πρῶτον: ἢν δὲ μὴ 'θέλῃ
πρότερον προκρούειν ἀλλ᾽ ἐπιθυμῇ τῆς νέας,
ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.    1020
 

Νεανίας

οἴμοι Προκρούστης τήμερον γενήσομαι.
 

Γραῦς Α

τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
 

Νεανίας

τί δ᾽ ἢν ἀφαιρῆταί μ᾽ ἀνὴρ τῶν δημοτῶν
ἢ τῶν φίλων ἐλθών τις;
 

Γραῦς Α

ἀλλ᾽ οὐ κύριος
ὑπὲρ μέδιμνόν ἐστ᾽ ἀνὴρ οὐδεὶς ἔτι.    1025
 

Νεανίας

ἐξωμοσία δ᾽ οὐκ ἔστιν;
 

Γραῦς Α

οὐ γὰρ δεῖ στροφῆς.
 

Νεανίας

ἀλλ᾽ ἔμπορος εἶναι σκήψομαι.
 

Γραῦς Α

κλάων γε σύ.
 

Νεανίας

τί δῆτα χρὴ δρᾶν;
 

Γραῦς Α

δεῦρ᾽ ἀκολουθεῖν ὡς ἐμέ.
 

Νεανίας

καὶ ταῦτ᾽ ἀνάγκη μοὐστί;
 

Γραῦς Α

Διομήδειά γε.
 

Νεανίας

ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου    1030
καὶ κλήμαθ᾽ ὑπόθου συγκλάσασα τέτταρα,
καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
 

Γραῦς Α

ἦ μὴν ἔτ᾽ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
 

Νεανίας

νὴ τὸν Δί᾽ ἤνπερ ᾖ γέ που τῶν κηρίνων:    1035
οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σ᾽ αὐτίκα.
 

Νεᾶνις

ποῖ τοῦτον ἕλκεις;
 

Γραῦς Α

τὸν ἐμὸν αὐτῆς εἰσάγω.
 

Νεᾶνις

οὐ σωφρονοῦσά γ᾽: οὐ γὰρ ἡλικίαν ἔχει
παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.    1040
ὥστ᾽ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
 

Γραῦς Α

ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
ἐξηῦρες: ἀλλ᾽ ἐγώ σε τιμωρήσομαι.
 

Νεανίας

νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι    1045
ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου:
ὥστ᾽ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
 

Γραῦς Β

αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
ἕλκεις, παρ᾽ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων    1050
πρότερον καθεύδειν αὐτόν;
 

Νεανίας

οἴμοι δείλαιος.
πόθεν ἐξέκυψας ὦ κάκιστ᾽ ἀπολουμένη;
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
 

Γραῦς Β

βάδιζε δεῦρο.
 

Νεανίας

μηδαμῶς με περιίδῃς
ἑλκόμενον ὑπὸ τῆσδ᾽ ἀντιβολῶ σ᾽.    1055
 

Γραῦς Β

ἀλλ᾽ οὐκ ἐγώ,
ἀλλ᾽ ὁ νόμος ἕλκει σ᾽.
 

Νεανίας

οὐκ ἐμέ γ᾽, ἀλλ᾽ ἔμπουσά τις
ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
 

Γραῦς Β

ἕπου μαλακίων δεῦρ᾽ ἀνύσας καὶ μὴ λάλει.
 

Νεανίας

ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν: εἰ δὲ μή,    1060
αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ᾽ αὐτίκα
ὑπὸ τοῦ δέους.
 

Γραῦς Β

θάρρει, βάδιζ᾽: ἔνδον χεσεῖ.
 

Νεανίας

δέδοικα κἀγὼ μὴ πλέον γ᾽ ἢ βούλομαι.
ἀλλ᾽ ἐγγυητάς σοι καταστήσω δύο
ἀξιόχρεως.
 

Γραῦς Β

μή μοι καθίστη.
 

Γραῦς Γ

ποῖ σὺ ποῖ    1065
χωρεῖς μετὰ ταύτης;
 

Νεανίας

οὐκ ἔγωγ᾽, ἀλλ᾽ ἕλκομαι.
ἀτὰρ ἥτις εἶ γε, πόλλ᾽ ἀγαθὰ γένοιτό σοι,
ὅτι μ᾽ οὐπεριεῖδες ἐπιτριβέντ᾽. ὦ Ἡράκλεις
ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,
τοῦτ᾽ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.    1070
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἔστ᾽ ἀντιβολῶ τουτί ποτε;
πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
 

Γραῦς Γ

μὴ σκῶπτέ μ᾽ ἀλλὰ δεῦρ᾽ ἕπου.
 

Γραῦς Β

δευρὶ μὲν οὖν.
 

Γραῦς Γ

ὡς οὐκ ἀφήσω σ᾽ οὐδέποτ᾽.    1075
 

Γραῦς Β

οὐδὲ μὴν ἐγώ.
 

Νεανίας

διασπάσεσθέ μ᾽ ὦ κακῶς ἀπολούμεναι.
 

Γραῦς Β

ἐμοὶ γὰρ ἀκολουθεῖν σ᾽ ἔδει κατὰ τὸν νόμον.
 

Γραῦς Γ

οὐκ ἢν ἑτέρα γε γραῦς ἔτ᾽ αἰσχίων φανῇ.
 

Νεανίας

ἢν οὖν ὑφ᾽ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
φέρε πῶς ἐπ᾽ ἐκείνην τὴν καλὴν ἀφίξομαι;    1080
 

Γραῦς Γ

αὐτὸς σκόπει σύ: τάδε δέ σοι ποιητέον.
 

Νεανίας

ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
 

Γραῦς Β

οὐκ οἶσθα; βαδιεῖ δεῦρ᾽.
 

Νεανίας

ἀφέτω νύν μ᾽ αὑτηί.
 

Γραῦς Γ

δευρὶ μὲν οὖν ἴθ᾽ ὡς ἔμ᾽.
 

Νεανίας

ἢν ἡδί μ᾽ ἀφῇ.
 

Γραῦς Β

ἀλλ᾽ οὐκ ἀφήσω μὰ Δία σ᾽.    1085
 

Γραῦς Γ

οὐδὲ μὴν ἐγώ.
 

Νεανίας

χαλεπαί γ᾽ ἂν ἦστε γενόμεναι πορθμῆς.
 

Γραῦς Β

τιή;
 

Νεανίας

ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
 

Γραῦς Β

σιγῇ βάδιζε δεῦρο.
 

Γραῦς Γ

μὰ Δί᾽ ἀλλ᾽ ὡς ἐμέ.
 

Νεανίας

τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.    1090
πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
 

Γραῦς Β

καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
 

Νεανίας

οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας
ἑλκόμενός εἰμ᾽.
 

Γραῦς Β

ἀλλ᾽ οὐδὲν ἔσται σοι πλέον.
ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.    1095
 

Νεανίας

μὴ πρὸς θεῶν:
ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
 

Γραῦς Γ

νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γ᾽ ἤν τέ μή.
 

Νεανίας

ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν
βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,
κἄπειτ᾽ ἐπειδὰν τῆσδ᾽ ἀπαλλαγῶ, πάλιν    1100
φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
ἆρ᾽ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν
νὴ τὸν Δία τὸν σωτῆρ᾽ ἀνὴρ καὶ δυστυχής,
ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
ὅμως δ᾽ ἐάν τι πολλὰ πολλάκις πάθω    1105
ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ᾽ ἐσπλέων,
θάψαι μ᾽ ἐπ᾽ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
καὶ τήνδ᾽ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ    1110
ἄνω 'πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
 

Θεραπαίνα

ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δ᾽ ἐγώ,
αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
ὑμεῖς θ᾽ ὅσαι παρέστατ᾽ ἐπὶ ταῖσιν θύραις
οἱ γείτονές τε πάντες οἵ τε δημόται,    1115
ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
ἀγαθοῖσιν ὦ Ζεῦ: πολὺ δ᾽ ὑπερπέπαικεν αὖ
τούτων ἁπάντων τὰ Θάσι᾽ ἀμφορείδια.
ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον:    1120
τὰ δ᾽ ἄλλ᾽ ἀπανθήσαντα πάντ᾽ ἀπέπτετο:
ὥστ᾽ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ᾽ ὦ θεοί.
κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθ᾽ ὅλην
ἐκλεγομένας ὅ τι ἂν μάλιστ᾽ ὀσμὴν ἔχῃ.
ἀλλ᾽ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,    1125
τὸν ἄνδρ᾽, ὅπου 'στί, τῆς ἐμῆς κεκτημένης.
 

Χορὸς

αὐτοῦ μένουσ᾽ ἡμῖν γ᾽ ἂν ἐξευρεῖν δοκεῖς.
 

Θεραπαίνα

μάλισθ᾽: ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
ὦ δέσποτ᾽ ὦ μακάριε καὶ τρισόλβιε.
 

Βλέπυρος

ἐγώ;    1130
 

Θεραπαίνα

σὺ μέντοι νὴ Δί᾽ ὥς γ᾽ οὐδεὶς ἀνήρ.
τίς γὰρ γένοιτ᾽ ἂν μᾶλλον ὀλβιώτερος,
ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
 

Χορὸς

εὐδαιμονικόν γ᾽ ἄνθρωπον εἴρηκας σαφῶς.
 

Θεραπαίνα

ποῖ ποῖ βαδίζεις;    1135
 

Βλέπυρος

ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
 

Θεραπαίνα

νὴ τὴν Ἀφροδίτην πολύ γ᾽ ἁπάντων ὕστατος.
ὅμως δ᾽ ἐκέλευε συλλαβοῦσάν μ᾽ ἡ γυνὴ
ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
καὶ τἄλλ᾽ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,    1140
καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
ἴτω μεθ᾽ ἡμῶν: πάντα γὰρ παρέξομεν.
 

Βλέπυρος

οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
καὶ μὴ παραλείψεις μηδέν᾽, ἀλλ᾽ ἐλευθέρως    1145
καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
τὸ δεῖπνον αὐτοῖς ἐστ᾽ ἐπεσκευασμένον
ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη 'πείξομαι:
ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.    1150
 

Χορὸς

τί δῆτα διατρίβεις ἔχων, ἀλλ᾽ οὐκ ἄγεις
τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
σμικρὸν δ᾽ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.
 
τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,    1155
τοῖς γελῶσι δ᾽ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ:
σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
ὅτι προείληχ᾽: ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
μὴ 'πιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,    1160
μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
 
ὦ ὦ ὥρα δή,
ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε    1165
καὶ σὺ κίνει.
 

Βλέπυρος

τοῦτο δρῶ.
 

Χορὸς

καὶ τάσδε νῦν ...
Λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
 
τάχα γὰρ ἔπεισι
λοπαδοτεμαχοσελαχογαλεο-
κρανιολειψανοδριμυποτριμματο-    1170
σιλφιοτυρομελιτοκατακεχυμενο-
κιχλεπικοσσυφοφαττοπεριστερα-
λεκτρυονοπτεκεφαλλιοκιγκλοπε-
λειολαγῳοσιραιοβαφητραγα-
νοπτερυγών: σὺ δὲ ταῦτ᾽ ἀκροασάμενος    1175
ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον:
εἶτα λαβὼν κόνισαι
λέκιθον, ἵν᾽ ἐπιδειπνῇς:
ἀλλὰ λαιμάττουσί που.
 
αἴρεσθ᾽ ἄνω, ἰαὶ εὐαί.    1180
δειπνήσομεν, εὐοῖ εὐαί,
εὐαί, ὡς ἐπὶ νίκῃ:
εὐαί, εὐαί, εὐαί, εὐαί.