Εκκλησιάζουσαι

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση


Ἐκκλησιάζουσαι
Κωμῳδία



Πραξάγορα

Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου
κάλλιστ᾽ ἐν εὐστόχοισιν ἐζητημένον:
γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν:
τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο
5 μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις:
ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
πειρωμέναισι πλησίον παραστατεῖς,
10 λορδουμένων τε σωμάτων ἐπιστάτην
ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα:
στοάς τε καρποῦ Βακχίου τε νάματος
15 πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς:
καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
ἀνθ᾽ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
ἀλλ᾽ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
20 καίτοι πρὸς ὄρθρον γ᾽ ἐστίν: ἡ δ᾽ ἐκκλησία
αὐτίκα μάλ᾽ ἔσται: καταλαβεῖν δ᾽ ἡμᾶς ἕδρας,
ἃς Φυρόμαχός ποτ᾽ εἶπεν, εἰ μέμνησθ᾽ ἔτι,
δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.
τί δῆτ᾽ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
25 ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν;
ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
ἦν χαλεπὸν αὐταῖς; ἀλλ᾽ ὁρῶ τονδὶ λύχνον
προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.

Γυνὴ Α

30 ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.

Πραξάγορα

ἐγὼ δέ γ᾽ ὑμᾶς προσδοκῶσ᾽ ἠγρηγόρη
τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
τήνδ᾽ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
35 δεῖ γὰρ τὸν ἄνδρ᾽ αὐτῆς λαθεῖν.

Γυνὴ Β

ἤκουσά τοι
ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
ἅτ᾽ οὐ καταδαρθοῦσ᾽. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,
Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ᾽ ἐγώ,
τὴν νύχθ᾽ ὅλην ἤλαυνέ μ᾽ ἐν τοῖς στρώμασιν,
40 ὥστ᾽ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ 'λαβον.

Γυνὴ Α

καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.

Πραξάγορα

οὔκουν ἐπείξεσθ᾽; ὡς Γλύκη κατώμοσεν
τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
45 ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.

Γυνὴ Α

τὴν Σμικυθίωνος δ᾽ οὐχ ὁρᾷς Μελιστίχην
σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;

Πραξάγορα

καίτοι δοκεῖ
κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.

Γυνὴ Α

τὴν τοῦ καπήλου δ᾽ οὐχ ὁρᾷς Γευσιστράτην
50 ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;

Γυνὴ Β

καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
γυναῖκας, ὅ τι πέρ ἐστ᾽ ὄφελος ἐν τῇ πόλει.

Γυνὴ Γ

καὶ πάνυ ταλαιπώρως ἔγωγ᾽ ὦ φιλτάτη
55 ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ᾽ ὅλην
ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.

Πραξάγορα

κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε
ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.

Γυνὴ Α

60 ἔγωγε. πρῶτον μέν γ᾽ ἔχω τὰς μασχάλας
λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον:
ἔπειθ᾽ ὁπόθ᾽ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,
ἀλειψαμένη τὸ σῶμ᾽ ὅλον δι᾽ ἡμέρας
ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.

Γυνὴ Β

65 κἄγωγε: τὸ ξυρὸν δέ γ᾽ ἐκ τῆς οἰκίας
ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη
καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.

Πραξάγορα

ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν
πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;

Γυνὴ Α

70 νὴ τὴν Ἑκάτην καλόν γ᾽ ἔγωγε τουτονί.

Γυνὴ Β

κἄγωγ᾽ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.

Πραξάγορα

ὑμεῖς δὲ τί φατε;

Γυνὴ Α

φασί: κατανεύουσι γάρ.

Πραξάγορα

καὶ μὴν τά γ᾽ ἄλλ᾽ ὑμῖν ὁρῶ πεπραγμένα.
Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
75 καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.

Γυνὴ Α

ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην
τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.

Γυνὴ Β

τοῦτ᾽ ἔστ᾽ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.

Πραξάγορα

νὴ τὸν Δία τὸν σωτῆρ᾽ ἐπιτήδειός γ᾽ ἂν ἦν
80 τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
ἀλλ᾽ ἄγεθ᾽ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
ἕως ἔτ᾽ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν:
ἡκκλησία δ᾽, εἰς ἣν παρεσκευάσμεθα
85 ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.

Γυνὴ Α

νὴ τὸν Δί᾽ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.

Γυνὴ Β

ταυτί γέ τοι νὴ τὸν Δί᾽ ἐφερόμην, ἵνα
πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.

Πραξάγορα

90 πληρουμένης τάλαινα;

Γυνὴ Β

νὴ τὴν Ἄρτεμιν
ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
ξαίνουσα; γυμνὰ δ᾽ ἐστί μου τὰ παιδία.

Πραξάγορα

ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
95 οὐκοῦν καλά γ᾽ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι
ὁ δῆμος ὢν κἄπειθ᾽ ὑπερβαίνουσά τις
ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
ἢν δ᾽ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
ξυστειλάμεναι θαἰμάτια: τὸν πώγωνά τε
100 ὅταν καθῶμεν ὃν περιδησόμεσθ᾽ ἐκεῖ,
τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ᾽ ὁρῶν;

Γυνὴ Α

Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων᾽ ἔχων
λέληθε: καίτοι πρότερον ἦν οὗτος γυνή:
νυνὶ δ᾽, ὁρᾷς, πράττει τὰ μέγιστ᾽ ἐν τῇ πόλει.

Πραξάγορα

105τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν
τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
δυνώμεθ᾽, ὥστ᾽ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν:
νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ᾽ ἐλαύνομεν.

Γυνὴ Α

110καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
δημηγορήσει;

Πραξάγορα

πολὺ μὲν οὖν ἄριστά που.
λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν:
ἡμῖν δ᾽ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.

Γυνὴ Α

115οὐκ οἶδα: δεινὸν δ᾽ ἐστὶν ἡ μὴ 'μπειρία.

Πραξάγορα

οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
ἄλλαι θ᾽ ὅσαι λαλεῖν μεμελετήκασί που.

Γυνὴ Α

120τίς δ᾽ ὦ μέλ᾽ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;

Πραξάγορα

ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ:
ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
καὐτὴ μεθ᾽ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.

Γυνὴ Α

δεῦρ᾽ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
125ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.

Πραξάγορα

πῶς καταγέλαστον;

Γυνὴ Α

ὥσπερ εἴ τις σηπίαις
πώγωνα περιδήσειεν ἐσταθευμέναις.

Πραξάγορα

ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
πάριτ᾽ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.
130κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;

Γυνὴ Α

ἐγώ.

Πραξάγορα

περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.

Γυνὴ Α

ἰδού.

Πραξάγορα

λέγοις ἄν.

Γυνὴ Α

εἶτα πρὶν πιεῖν λέγω;

Πραξάγορα

ἰδοὺ πιεῖν.

Γυνὴ Α

τί γὰρ ὦ μέλ᾽ ἐστεφανωσάμην;

Πραξάγορα

ἄπιθ᾽ ἐκποδών: τοιαῦτ᾽ ἂν ἡμᾶς ἠργάσω
135κἀκεῖ.

Γυνὴ Α

τί δ᾽; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;

Πραξάγορα

ἰδού γε σοὶ πίνουσι.

Γυνὴ Α

νὴ τὴν Ἄρτεμιν
καὶ ταῦτα γ᾽ εὔζωρον. τὰ γοῦν βουλεύματα
αὐτῶν ὅσ᾽ ἂν πράξωσιν ἐνθυμουμένοις
ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
140καὶ νὴ Δία σπένδουσί γ᾽: ἢ τίνος χάριν
τοσαῦτ᾽ ἂν ηὔχοντ᾽, εἴπερ οἶνος μὴ παρῆν;
καὶ λοιδοροῦνταί γ᾽ ὥσπερ ἐμπεπωκότες,
καὶ τὸν παροινοῦντ᾽ ἐκφέρουσ᾽ οἱ τοξόται,

Πραξάγορα

σὺ μὲν βάδιζε καὶ κάθησ᾽: οὐδὲν γὰρ εἶ.

Γυνὴ Α

145νὴ τὸν Δί᾽ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν:
δίψῃ γάρ, ὡς ἔοικ᾽, ἀφαυανθήσομαι.

Πραξάγορα


ἔσθ᾽ ἥτις ἑτέρα βούλεται λέγειν;

Γυνὴ Β

ἐγώ.

Πραξάγορα

ἴθι δὴ στεφανοῦ: καὶ γὰρ τὸ χρῆμ᾽ ἐργάζεται.
ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
150διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.

Γυνὴ Β

ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων
λέγειν τὰ βέλτισθ᾽, ἵν᾽ ἐκαθήμην ἥσυχος:
νῦν δ᾽ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν
ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
155ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.

Πραξάγορα

μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;

Γυνὴ Β

τί δ᾽ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γ᾽ ᾔτησά σε.

Πραξάγορα

μὰ Δί᾽ ἀλλ᾽ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
καίτοι τά γ᾽ ἄλλ᾽ εἰποῦσα δεξιώτατα.

Γυνὴ Β

160ὢ νὴ τὸν Ἀπόλλω.

Πραξάγορα

παῦε τοίνυν, ὡς ἐγὼ
ἐκκλησιάσουσ᾽ οὐκ ἂν προβαίην τὸν πόδα
τὸν ἕτερον, εἰ μὴ ταῦτ᾽ ἀκριβωθήσεται.

Γυνὴ Β

φέρε τὸν στέφανον: ἐγὼ γὰρ αὖ λέξω πάλιν.
οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
165ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—

Πραξάγορα

γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;

Γυνὴ Β

δι᾽ Ἐπίγονόν γ᾽ ἐκεῖνον: ἐπιβλέψασα γὰρ
ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.

Πραξάγορα

ἄπερρε καὶ σὺ καὶ κάθησ᾽ ἐντευθενί:
170αὐτὴ γὰρ ὑμῶν γ᾽ ἕνεκά μοι λέξειν δοκῶ
τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι
τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
ἐμοὶ δ᾽ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
ὅσονπερ ὑμῖν: ἄχθομαι δὲ καὶ φέρω
175τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.
ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην
ἀεὶ πονηροῖς: κἄν τις ἡμέραν μίαν
χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
ἐπέτρεψας ἑτέρῳ: πλείον᾽ ἔτι δράσει κακά.
180χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,
οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,
τοὺς δ᾽ οὐκ ἐθέλοντας ἀντιβολεῖθ᾽ ἑκάστοτε.
ἐκκλησίαισιν ἦν ὅτ᾽ οὐκ ἐχρώμεθα
οὐδὲν τὸ παράπαν: ἀλλὰ τόν γ᾽ Ἀγύρριον
185πονηρὸν ἡγούμεσθα: νῦν δὲ χρωμένων
ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,
ὁ δ᾽ οὐ λαβὼν εἶναι θανάτου φήσ᾽ ἀξίους
τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.

Γυνὴ Α

νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.

Πραξάγορα

190τάλαιν᾽ Ἀφροδίτην ὤμοσας; χαρίεντά γ᾽ ἂν
ἔδρασας, εἰ τοῦτ᾽ εἶπας ἐν τἠκκλησίᾳ.

Γυνὴ Α

ἀλλ᾽ οὐκ ἂν εἶπον.

Πραξάγορα

μηδ᾽ ἐθίζου νῦν λέγειν.
τὸ συμμαχικὸν αὖ τοῦθ᾽, ὅτ᾽ ἐσκοπούμεθα,
εἰ μὴ γένοιτ᾽, ἀπολεῖν ἔφασκον τὴν πόλιν:
195ὅτε δὴ δ᾽ ἐγένετ᾽, ἤχθοντο, τῶν δὲ ῥητόρων
ὁ τοῦτ᾽ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
ναῦς δεῖ καθέλκειν: τῷ πένητι μὲν δοκεῖ,
τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.
Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι:
200νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.
Ἀργεῖος ἀμαθής, ἀλλ᾽ Ἱερώνυμος σοφός:
σωτηρία παρέκυψεν, ἀλλ᾽ ὡρᾴζεται
Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.

Γυνὴ Α

ὡς ξυνετὸς ἁνήρ.

Πραξάγορα

νῦν καλῶς ἐπῄνεσας.
205ὑμεῖς γάρ ἐστ᾽ ὦ δῆμε τούτων αἴτιοι.
τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
ἰδίᾳ σκοπεῖσθ᾽ ἕκαστος ὅ τι τις κερδανεῖ,
τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθ᾽ ἔτι.
210ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν
ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.

Γυνὴ Α

εὖ γ᾽ εὖ γε νὴ Δί᾽ εὖ γε.

Γυνὴ Β

λέγε λέγ᾽ ὦγαθέ.

Πραξάγορα

ὡς δ᾽ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
215ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια
βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον
ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας
ἴδοις ἂν αὐτάς. ἡ δ᾽ Ἀθηναίων πόλις,
εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,
220εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.
καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ:
ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ:
τὰ Θεσμοφόρι᾽ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ:
πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ:
τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ:
225μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ:
αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ:
οἶνον φιλοῦσ᾽ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ:
βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
230μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα
τί ποτ᾽ ἄρα δρᾶν μέλλουσιν, ἀλλ᾽ ἁπλῷ τρόπῳ
ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
σῴζειν ἐπιθυμήσουσιν: εἶτα σιτία
235τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;
χρήματα πορίζειν εὐπορώτατον γυνή,
ἄρχουσά τ᾽ οὐκ ἂν ἐξαπατηθείη ποτέ:
αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
τὰ δ᾽ ἄλλ᾽ ἐάσω: ταῦτ᾽ ἐὰν πίθησθέ μοι,
240εὐδαιμονοῦντες τὸν βίον διάξετε.

Γυνὴ Α

εὖ γ᾽ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
πόθεν ὦ τάλαινα ταῦτ᾽ ἔμαθες οὕτω καλῶς;

Πραξάγορα

ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησ᾽ ἐν πυκνί:
ἔπειτ᾽ ἀκούουσ᾽ ἐξέμαθον τῶν ῥητόρων.

Γυνὴ Α

245οὐκ ἐτὸς ἄρ᾽ ὦ μέλ᾽ ἦσθα δεινὴ καὶ σοφή:
καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν
αἱρούμεθ᾽, ἢν ταῦθ᾽ ἁπινοεῖς κατεργάσῃ.
ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;

Πραξάγορα

250φήσω παραφρονεῖν αὐτόν.

Γυνὴ Α

ἀλλὰ τοῦτό γε
ἴσασι πάντες.

Πραξάγορα

ἀλλὰ καὶ μελαγχολᾶν.

Γυνὴ Α

καὶ τοῦτ᾽ ἴσασιν.

Πραξάγορα

ἀλλὰ καὶ τὰ τρύβλια
κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.

Γυνὴ Α

τί δ᾽ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;

Πραξάγορα

255τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.

Γυνὴ Α

τί δ᾽ ἢν ὑποκρούωσίν σε;

Πραξάγορα

προσκινήσομαι
ἅτ᾽ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.

Γυνὴ Α

ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σ᾽ οἱ τοξόται
ἕλκωσιν, ὅ τι δράσεις ποτ᾽.

Πραξάγορα

ἐξαγκωνιῶ
260ὡδί: μέση γὰρ οὐδέποτε ληφθήσομαι.

Γυνὴ Β

ἡμεῖς δέ γ᾽, ἢν αἴρωσ᾽, ἐᾶν κελεύσομεν.

Γυνὴ Α

ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς
ἐκεῖνο δ᾽ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
265εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.

Πραξάγορα

χαλεπὸν τὸ πρᾶγμ᾽: ὅμως δὲ χειροτονητέον
ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
ἄγε νυν ἀναστέλλεσθ᾽ ἄνω τὰ χιτώνια:
ὑποδεῖσθε δ᾽ ὡς τάχιστα τὰς Λακωνικάς,
270ὥσπερ τὸν ἄνδρ᾽ ἐθεᾶσθ᾽, ὅτ᾽ εἰς ἐκκλησίαν
μέλλοι βαδίζειν ἢ θύραζ᾽ ἑκάστοτε.
ἔπειτ᾽ ἐπειδὰν ταῦτα πάντ᾽ ἔχῃ καλῶς,
περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ᾽ ἂν δέ γε
τούτους ἀκριβώσητε περιηρμοσμέναι,
275καὶ θαἰμάτια τἀνδρεῖά γ᾽ ἅπερ ἐκλέψατε
ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις
ἐπερειδόμεναι βαδίζετ᾽ ᾁδουσαι μέλος
πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι
τὸν τῶν ἀγροίκων.

Γυνὴ Β

εὖ λέγεις: ἡμεῖς δέ γε
280προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι
ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν᾽ ἥξειν ἄντικρυς
γυναῖκας.

Πραξάγορα

ἀλλὰ σπεύσαθ᾽ ὡς εἴωθ᾽ ἐκεῖ
τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.

Χορὸς

285ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι: τοῦτο γὰρ χρὴ
μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτ᾽ ἐξολίσθῃ
ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.

χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες: ἠπείλησε γὰρ
290ὁ θεσμοθέτης, ὃς ἂν
μὴ πρῲ πάνυ τοῦ κνέφους
ἥκῃ κεκονιμένος,
στέργων σκοροδάλμῃ
βλέπων ὑπότριμμα, μὴ
δώσειν τὸ τριώβολον.
ἀλλ᾽ ὦ Χαριτιμίδη
καὶ Σμίκυθε καὶ Δράκης
ἕπου κατεπείγων,
σαυτῷ προσέχων ὅπως
295μηδὲν παραχορδιεῖς
ὧν δεῖ σ᾽ ἀποδεῖξαι:
ὅπως δὲ τὸ σύμβολον
λαβόντες ἔπειτα πλησίοι
καθεδούμεθ᾽, ὡς
ἂν χειροτονῶμεν
ἅπανθ᾽ ὁπόσ᾽ ἂν δέῃ
τὰς ἡμετέρας φίλας.
καίτοι τί λέγω; φίλους
γὰρ χρῆν μ᾽ ὀνομάζειν.

300ὅρα δ᾽ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως
ἥκοντας, ὅσοι πρὸ τοῦ
μέν, ἡνίκ᾽ ἔδει λαβεῖν
ἐλθόντ᾽ ὀβολὸν μόνον,
καθῆντο λαλοῦντες
ἐν τοῖς στεφανώμασιν,
νυνὶ δ᾽ ἐνοχλοῦσ᾽ ἄγαν.
ἀλλ᾽ οὐχί, Μυρωνίδης
ὅτ᾽ ἦρχεν ὁ γεννάδας,
οὐδεὶς ἂν ἐτόλμα
305τὰ τῆς πόλεως διοικεῖν
ἀργύριον φέρων:
ἀλλ᾽ ἧκεν ἕκαστος
ἐν ἀσκιδίῳ φέρων
πιεῖν ἅμα τ᾽ ἄρτον αὑτῷ
καὶ δύο κρομμύω
καὶ τρεῖς ἂν ἐλάας.
νυνὶ δὲ τριώβολον
ζητοῦσι λαβεῖν, ὅταν
πράττωσί τι κοινὸν ὥσ-
310περ πηλοφοροῦντες.

Βλέπυρος

τί τὸ πρᾶγμα; ποῖ ποθ᾽ ἡ γυνὴ φρούδη 'στί μοι;
ἐπεὶ πρὸς ἕω νῦν γ᾽ ἔστιν, ἡ δ᾽ οὐ φαίνεται.
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
315καὶ θοἰμάτιον: ὅτε δὴ δ᾽ ἐκεῖνο ψηλαφῶν
οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ᾽ ἤδη τὴν θύραν
ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
320ἀλλ᾽ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
οὐ γάρ με νῦν χέζοντά γ᾽ οὐδεὶς ὄψεται.
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
γυναῖχ᾽: ὅσας εἴμ᾽ ἄξιος πληγὰς λαβεῖν.
325οὐ γάρ ποθ᾽ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
δράσουσ᾽. ὅμως δ᾽ οὖν ἐστιν ἀποπατητέον.

Ἀνήρ

τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;

Βλέπυρος

νὴ τὸν Δί᾽ αὐτὸς δῆτ᾽ ἐκεῖνος.

Ἀνήρ

εἰπέ μοι,
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
330Κινησίας σου κατατετίληκέν ποθεν;

Βλέπυρος

οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.

Ἀνήρ

τὸ δ᾽ ἱμάτιόν σου ποῦ 'στιν;

Βλέπυρος

οὐκ ἔχω φράσαι.
ζητῶν γὰρ αὔτ᾽ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.

Ἀνήρ

335εἶτ᾽ οὐδὲ τὴν γυναῖκ᾽ ἐκέλευσάς σοι φράσαι;

Βλέπυρος

μὰ τὸν Δί᾽ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
ἀλλ᾽ ἐκτετρύπηκεν λαθοῦσά μ᾽ ἔνδοθεν:
ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.

Ἀνήρ

νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
340ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμ᾽ ἐγὼ
φρούδη 'στ᾽ ἔχουσα θοἰμάτιον οὑγὼ 'φόρουν.
κοὐ τοῦτο λυπεῖ μ᾽, ἀλλὰ καὶ τὰς ἐμβάδας.
οὔκουν λαβεῖν γ᾽ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.

Βλέπυρος

μὰ τὸν Διόνυσον οὐδ᾽ ἐγὼ γὰρ τὰς ἐμὰς
345Λακωνικάς, ἀλλ᾽ ὡς ἔτυχον χεζητιῶν,
ἐς τὼ κοθόρνω τὼ πόδ᾽ ἐνθεὶς ἵεμαι,
ἵνα μὴ 'γχέσαιμ᾽ ἐς τὴν σισύραν: φανὴ γὰρ ἦν.

Ἀνήρ

τί δῆτ᾽ ἂν εἴη; μῶν ἐπ᾽ ἄριστον γυνὴ
κέκληκεν αὐτὴν τῶν φίλων;

Βλέπυρος

γνώμην γ᾽ ἐμήν.

Ἀνήρ

350οὔκουν πονηρά γ᾽ ἐστὶν ὅ τι κἄμ᾽ εἰδέναι.
ἀλλὰ σὺ μὲν ἱμονιάν τιν᾽ ἀποπατεῖς, ἐμοὶ δ᾽
ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.

Βλέπυρος

κἄγωγ᾽, ἐπειδὰν ἀποπατήσω: νῦν δέ μου
355ἀχράς τις ἐγκλῄσασ᾽ ἔχει τὰ σιτία.

Ἀνήρ

μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;

Βλέπυρος

νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
μόνον τὸ λυποῦν ἐστιν, ἀλλ᾽ ὅταν φάγω,
360ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
ὅστις ποτ᾽ ἔσθ᾽ ἅνθρωπος ἁχραδούσιος.
τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
365ἀλλ᾽ οἶδ᾽, Ἀμύνων. ἀλλ᾽ ἴσως ἀρνήσεται.
Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
ὦ πότνι᾽ Εἰλείθυια μή με περιίδῃς
370διαρραγέντα μηδὲ βεβαλανωμένον,
ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.

Χρέμης

οὗτος τί ποιεῖς; οὔτι που χέζεις;

Βλέπυρος

ἐγώ;
οὐ δῆτ᾽ ἔτι γε μὰ τὸν Δί᾽, ἀλλ᾽ ἀνίσταμαι.

Χρέμης

τὸ τῆς γυναικὸς δ᾽ ἀμπέχει χιτώνιον;

Βλέπυρος

375ἐν τῷ σκότῳ γὰρ τοῦτ᾽ ἔτυχον ἔνδον λαβών.
ἀτὰρ πόθεν ἥκεις ἐτεόν;

Χρέμης

ἐξ ἐκκλησίας.

Βλέπυρος

ἤδη λέλυται γάρ;

Χρέμης

νὴ Δί᾽ ὄρθριον μὲν οὖν.
καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.

Βλέπυρος

380τὸ τριώβολον δῆτ᾽ ἔλαβες;

Χρέμης

εἰ γὰρ ὤφελον.
ἀλλ᾽ ὕστερος νῦν ἦλθον, ὥστ᾽ αἰσχύνομαι
μὰ τὸν Δί᾽ οὐδέν᾽ ἄλλον ἢ τὸν θύλακον.

Βλέπυρος

τὸ δ᾽ αἴτιον τί;

Χρέμης

πλεῖστος ἀνθρώπων ὄχλος,
ὅσος οὐδεπώποτ᾽ ἦλθ᾽ ἁθρόος ἐς τὴν πύκνα.
385καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν
ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλ᾽ ὑπερφυῶς
ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία:
ὥστ᾽ οὐκ ἔλαβον οὔτ᾽ αὐτὸς οὔτ᾽ ἄλλοι συχνοί.

Βλέπυρος

οὐδ᾽ ἄρ᾽ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;

Χρέμης

πόθεν;
390οὐδ᾽ εἰ μὰ Δία τότ᾽ ἦλθες ὅτε τὸ δεύτερον
ἁλεκτρυὼν ἐφθέγγετ᾽.

Βλέπυρος

οἴμοι δείλαιος.
Ἀντίλοχ᾽ ἀποίμωξόν με τοῦ τριωβόλου
τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἦν, ὅτι τοσοῦτον χρῆμ᾽ ὄχλου
395οὕτως ἐν ὥρᾳ ξυνελέγη;

Χρέμης

τί δ᾽ ἄλλο γ᾽ ἢ
ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
γνώμας καθεῖναι τῆς πόλεως; κᾆτ᾽ εὐθέως
πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
κἄπειθ᾽ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
400‘οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
ὃς αὐτὸς αὑτῷ βλεφαρίδ᾽ οὐκ ἐσώσατο;’
ὁ δ᾽ ἀναβοήσας καὶ περιβλέψας ἔφη,
‘τί δαί με χρῆν δρᾶν;’

Βλέπυρος

‘σκόροδ᾽ ὁμοῦ τρίψαντ᾽ ὀπῷ
405τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,’
ἔγωγ᾽ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.

Χρέμης

μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος
παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν:
410αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν:
κἄπειτ᾽ ἔλεξε δημοτικωτάτους λόγους:
‘ὁρᾶτε μέν με δεόμενον σωτηρίας
τετραστατήρου καὐτόν: ἀλλ᾽ ὅμως ἐρῶ
ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
415ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς
χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,
πλευρῖτις ἡμῶν οὐδέν᾽ ἂν λάβοι ποτέ.
ὅσοις δὲ κλίνη μή 'στι μηδὲ στρώματα,
ἰέναι καθευδήσοντας ἀπονενιμμένους
420ἐς τῶν σκυλοδεψῶν: ἢν δ᾽ ἀποκλῄῃ θύρᾳ
χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.’

Βλέπυρος

νὴ τὸν Διόνυσον χρηστά γ᾽: εἰ δ᾽ ἐκεῖνά γε
προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
425δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
ἵνα τοῦτ᾽ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.

Χρέμης

μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
λευκός τις ἀνεπήδησ᾽ ὅμοιος Νικίᾳ
δημηγορήσων, κἀπεχείρησεν λέγειν
430ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
εἶτ᾽ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ᾽ ἐκ τῶν ἀγρῶν
ἀνεβορβόρυξαν.

Βλέπυρος

νοῦν γὰρ εἶχον νὴ Δία.

Χρέμης

ἀλλ᾽ ἦσαν ἥττους: ὁ δὲ κατεῖχε τῇ βοῇ,
435τὰς μὲν γυναῖκας πόλλ᾽ ἀγαθὰ λέγων, σὲ δὲ
πολλὰ κακά.

Βλέπυρος

καὶ τί εἶπε;

Χρέμης

πρῶτον μέν σ᾽ ἔφη
εἶναι πανοῦργον.

Βλέπυρος

καὶ σέ;

Χρέμης

μή πω τοῦτ᾽ ἔρῃ.
κἄπειτα κλέπτην.

Βλέπυρος

ἐμὲ μόνον;

Χρέμης

καὶ νὴ Δία
καὶ συκοφάντην.

Βλέπυρος

ἐμὲ μόνον;

Χρέμης

καὶ νὴ Δία
440τωνδὶ τὸ πλῆθος.

Βλέπυρος

τίς δὲ τοῦτ᾽ ἄλλως λέγει;

Χορὸς

γυναῖκα δ᾽ εἶναι πρᾶγμ᾽ ἔφη νουβυστικὸν
καὶ χρηματοποιόν: κοὔτε τἀπόρρητ᾽ ἔφη
ἐκ Θεσμοφόροιν ἑκάστοτ᾽ αὐτὰς ἐκφέρειν,
σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.

Βλέπυρος

445καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ᾽ οὐκ ἐψεύσατο.

Χρέμης

ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
ἱμάτια χρυσί᾽ ἀργύριον ἐκπώματα
μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
καὶ ταῦτ᾽ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
450ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.

Βλέπυρος

νὴ τὸν Ποσειδῶ μαρτύρων γ᾽ ἐναντίον.

Χρέμης


οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.

Βλέπυρος

455τί δῆτ᾽ ἔδοξεν;

Χρέμης

ἐπιτρέπειν γε τὴν πόλιν
ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
οὔπω γεγενῆσθαι.

Βλέπυρος

καὶ δέδοκται;

Χρέμης

φήμ᾽ ἐγώ.

Βλέπυρος

ἅπαντά τ᾽ αὐταῖς ἐστι προστεταγμένα
ἃ τοῖσιν ἀστοῖς ἔμελεν;

Χρέμης

οὕτω ταῦτ᾽ ἔχει.

Βλέπυρος

460οὐδ᾽ ἐς δικαστήριον ἄρ᾽ εἶμ᾽ ἀλλ᾽ ἡ γυνή;

Χρέμης

οὐδ᾽ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ᾽ ἡ γυνή.

Βλέπυρος

οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ᾽ ἆρά μοι;

Χρέμης

μὰ Δί᾽ ἀλλὰ ταῖς γυναιξὶ ταῦτ᾽ ἤδη μέλει:
σὺ δ᾽ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.

Βλέπυρος

465ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
ἔπειτ᾽ ἀναγκάζωσι πρὸς βίαν—

Χρέμης

τί δρᾶν;

Βλέπυρος

κινεῖν ἑαυτάς.

Χρέμης

ἢν δὲ μὴ δυνώμεθα;

Βλέπυρος

ἄριστον οὐ δώσουσι.

Χρέμης

σὺ δέ γε νὴ Δία
470δρᾶ ταῦθ᾽, ἵν᾽ ἀριστᾷς τε καὶ κινῇς ἅμα.

Βλέπυρος

τὸ πρὸς βίαν δεινότατον.

Χρέμης

ἀλλ᾽ εἰ τῇ πόλει
τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ᾽ ἄνδρα δρᾶν.

Βλέπυρος

λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
ἀνόηθ᾽ ὅσ᾽ ἂν καὶ μῶρα βουλευσώμεθα,
475ἅπαντ᾽ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.

Χρέμης

καὶ ξυμφέροι γ᾽ ὦ πότνια Παλλὰς καὶ θεοί.
ἀλλ᾽ εἶμι: σὺ δ᾽ ὑγίαινε.

Βλέπυρος

καὶ σύ γ᾽ ὦ Χρέμης.

Χορὸς

ἔμβα χώρει.
ἆρ᾽ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
480στρέφου σκόπει,
φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
ἀλλ᾽ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε:
ἡμῖν δ᾽ ἂν αἰσχύνην φέροι
485πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτ᾽ ἐλεγχθέν.
πρὸς ταῦτα συστέλλου σεαυτὴν
καὶ περισκοπουμένη
τἀνθένδε καὶ τἀκεῖσε καὶ
τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.
ἀλλ᾽ ἐγκονῶμεν: τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,
490ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθ᾽ ἡνίκ᾽ ᾖμεν:
τὴν δ᾽ οἰκίαν ἔξεσθ᾽ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
ἔσθ᾽ ἡ τὸ πρᾶγμ᾽ εὑροῦσ᾽ ὃ νῦν ἔδοξε τοῖς πολίταις.

ὥστ᾽ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστ᾽ ἐπαναμενούσας
πώγωνας ἐξηρτημένας,
495μὴ καὶ τις †ὄψεθ᾽ ἡμᾶς† χἠμῶν ἴσως κατείπῃ.
ἀλλ᾽ εἶα δεῦρ᾽ ἐπὶ σκιᾶς
ἐλθοῦσα πρὸς τὸ τειχίον
παραβλέπουσα θατέρῳ
πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
500καὶ μὴ βράδυν᾽: ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν
χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλ᾽ ἐπείγου
ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα:
χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτ᾽ ἔχουσαι.

Πραξάγορα

ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς
505τὰ πράγματ᾽ ἐκβέβηκεν ἁβουλεύσαμεν.
ἀλλ᾽ ὡς τάχιστα πρίν τιν᾽ ἀνθρώπων ἰδεῖν,
ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω,
χάλα συναπτοὺς ἡνίας Λακωνικάς,
βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
510ταύτας κατευτρέπιζ᾽, ἐγὼ δὲ βούλομαι
εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
ὅθενπερ ἔλαβον τἄλλα θ᾽ ἁξηνεγκάμην.

Χορὸς

κεῖται καὶ δὴ πάνθ᾽ ἅπερ εἶπας, σὸν δ᾽ ἔργον τἄλλα διδάσκειν,
515ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασ᾽ οἶδα γυναικί.

Πραξάγορα

περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.

Βλέπυρος

520αὕτη πόθεν ἥκεις Πραξαγόρα;

Πραξάγορα

τί δ᾽ ὦ μέλε
σοὶ τοῦθ᾽;

Βλέπυρος

ὅ τί μοι τοῦτ᾽ ἔστιν; ὡς εὐηθικῶς.

Πραξάγορα

οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.

Βλέπυρος

οὐκ ἴσως
ἑνός γε.

Πραξάγορα

καὶ μὴν βασανίσαι τουτί γέ σοι
ἔξεστι.

Βλέπυρος

πῶς;

Πραξάγορα

εἰ τῆς κεφαλῆς ὄζω μύρου.

Βλέπυρος

525τί δ᾽; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;

Πραξάγορα

οὐ δῆτα τάλαν ἔγωγε.

Βλέπυρος

πῶς οὖν ὄρθριον
ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;

Πραξάγορα

γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
μετεπέμψατ᾽ ὠδίνουσα.

Βλέπυρος

κᾆτ᾽ οὐκ ἦν ἐμοὶ
530φράσασαν ἰέναι;

Πραξάγορα

τῆς λεχοῦς δ᾽ οὐ φροντίσαι
οὕτως ἐχούσης ὦνερ;

Βλέπυρος

εἰποῦσάν γέ μοι.
ἀλλ᾽ ἔστιν ἐνταῦθά τι κακόν.

Πραξάγορα

μὰ τὼ θεὼ
ἀλλ᾽ ὥσπερ εἶχον ᾠχόμην: ἐδεῖτο δὲ
ἥπερ μεθῆκέ μ᾽ ἐξιέναι πάσῃ τέχνῃ.

Βλέπυρος

535εἶτ᾽ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σ᾽ ἔχειν;
ἀλλ᾽ ἔμ᾽ ἀποδύσασ᾽ ἐπιβαλοῦσα τοὔγκυκλον
ᾤχου καταλιποῦσ᾽ ὡσπερεὶ προκείμενον,
μόνον οὐ στεφανώσασ᾽ οὐδ᾽ ἐπιθεῖσα λήκυθον.

Πραξάγορα

ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής:
540ἔπειθ᾽ ἵν᾽ ἀλεαίνοιμι, τοῦτ᾽ ἠμπεσχόμην:
σὲ δ᾽ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
κατέλιπον ὦνερ.

Βλέπυρος

αἱ δὲ δὴ Λακωνικαὶ
ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;

Πραξάγορα

ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
545μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.

Βλέπυρος

οἶσθ᾽ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
ὃν χρῆν ἔμ᾽ ἐξ ἐκκλησίας εἰληφέναι;

Πραξάγορα

μὴ φροντίσῃς: ἄρρεν γὰρ ἔτεκε παιδίον.

Βλέπυρος

550ἡκκλησία;

Πραξάγορα

μὰ Δί᾽ ἀλλ᾽ ἐφ᾽ ἣν ἐγᾠχόμην.
ἀτὰρ γεγένηται;

Βλέπυρος

ναὶ μὰ Δί᾽. οὐκ ᾔδησθά με
φράσαντά σοι χθές;

Πραξάγορα

ἄρτι γ᾽ ἀναμιμνῄσκομαι.

Βλέπυρος

οὐδ᾽ ἄρα τὰ δόξαντ᾽ οἶσθα;

Πραξάγορα

μὰ Δί ἐγὼ μὲν οὔ.

Βλέπυρος

κάθησο τοίνυν σηπίας μασωμένη.
555ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.

Πραξάγορα

τί δρᾶν; ὑφαίνειν;

Βλέπυρος

οὐ μὰ Δί᾽ ἀλλ᾽ ἄρχειν.

Πραξάγορα

τίνων;

Βλέπυρος

ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.

Πραξάγορα

νὴ τὴν Ἀφροδίτην μακαρία γ᾽ ἄρ ἡ πόλις
ἔσται τὸ λοιπόν.

Βλέπυρος

κατὰ τί;

Πραξάγορα

πολλῶν οὕνεκα.
560οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
οὐ συκοφαντεῖν—

Βλέπυρος

μηδαμῶς πρὸς τῶν θεῶν
τουτὶ ποιήσῃς μηδ᾽ ἀφέλῃ μου τὸν βίον.

Ἀνήρ

ὦ δαιμόνι᾽ ἀνδρῶν τὴν γυναῖκ᾽ ἔα λέγειν.

Πραξάγορα

565μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
μὴ λοιδορεῖσθαι, μὴ 'νεχυραζόμενον φέρειν.

Ἀνήρ

νὴ τὸν Ποσειδῶ μεγάλα γ᾽, εἰ μὴ ψεύσεται.

Πραξάγορα

ἀλλ᾽ ἀποφανῶ τοῦθ᾽, ὥστε σέ τέ μοι μαρτυρεῖν
570καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.

Χορὸς

νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν
φροντίδ᾽ ἐπισταμένην
ταῖσι φίλαισιν ἀμύνειν.
καινὴ γὰρ ἐπ᾽ εὐτυχίαισιν
ἔρχεται γλώττης ἐπίνοια πολίτην
575δῆμον ἐπαγλαϊοῦσα
μυρίαισιν ὠφελίαισι βίου: δηλοῦν δ᾽ ὅ τί περ δύνασαι
καιρός.
δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.
ἀλλὰ πέραινε μόνον
μήτε δεδραμένα μήτ᾽ εἰρημένα πω πρότερον:
580μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.
ἀλλ᾽ οὐ μέλλειν, ἀλλ᾽ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,
ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.

Πραξάγορα

καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω: τοὺς δὲ θεατάς,
εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
585τοῖς τ᾽ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ᾽ ἔσθ᾽ ὃ μάλιστα δέδοικα.

Βλέπυρος

περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς: τοῦτο γὰρ ἡμῖν
δρᾶν ἀντ᾽ ἄλλης ἀρχῆς ἐστιν, τῶν δ᾽ ἀρχαίων ἀμελῆσαι.

Πραξάγορα

μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδ᾽ ὑποκρούσῃ,
πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.
590κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας
κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ᾽ ἄθλιον εἶναι,
μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δ᾽ εἶναι μηδὲ ταφῆναι,
μηδ᾽ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ᾽ οὐδ᾽ ἀκολούθῳ:
ἀλλ᾽ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.

Βλέπυρος

595πῶς οὖν ἔσται κοινὸς ἅπασιν;

Πραξάγορα

κατέδει πέλεθον πρότερός μου.

Βλέπυρος

καὶ τῶν πελέθων κοινωνοῦμεν;

Πραξάγορα

μὰ Δί᾽ ἀλλ᾽ ἔφθης μ᾽ ὑποκρούσας.
τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν: τὴν γῆν πρώτιστα ποιήσω
κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ᾽ ὁπόσ᾽ ἐστὶν ἑκάστῳ.
εἶτ᾽ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
600ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.

Βλέπυρος

πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;

Πραξάγορα

τοῦτ᾽ ἐς τὸ μέσον καταθήσει.
καὶ μὴ καταθεὶς ψευδορκήσει.

Βλέπυρος

κἀκτήσατο γὰρ διὰ τοῦτο.

Πραξάγορα

ἀλλ᾽ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.

Βλέπυρος

κατὰ δὴ τί;

Πραξάγορα

605οὐδεὶς οὐδὲν πενίᾳ δράσει: πάντα γὰρ ἕξουσιν ἅπαντες,
ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.
ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.

Βλέπυρος

οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσ᾽ οἷς ταῦτα πάρεστιν;

Πραξάγορα

πρότερόν γ᾽ ὦταῖρ᾽ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν:
610νῦν δ᾽ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;

Βλέπυρος

ἢν μείρακ᾽ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
ξυγκαταδαρθών.

Πραξάγορα

ἀλλ᾽ ἐξέσται προῖκ᾽ αὐτῷ ξυγκαταδαρθεῖν.
καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι
615καὶ παιδοποιεῖν τῷ βουλομένῳ.

Βλέπυρος

πῶς οὖν οὐ πάντες ἴασιν
ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;

Πραξάγορα

αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται:
κᾆτ᾽ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθ᾽ ὑποκρούσει.

Βλέπυρος

καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,
620οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσ᾽ οἷ φῂς ἀφικέσθαι;

Πραξάγορα

οὐχὶ μαχοῦνται: περὶ σοῦ θάρρει: μὴ δείσῃς: οὐχὶ μαχοῦνται.

Βλέπυρος

περὶ τοῦ;

Πραξάγορα

τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.

Βλέπυρος

τὸ μὲν ὑμέτερον γνώμην τιν᾽ ἔχει: προβεβούλευται γάρ, ὅπως ἂν
μηδεμιᾶς ᾖ τρύπημα κενόν: τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
625φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.

Πραξάγορα

ἀλλὰ φυλάξουσ᾽ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσ᾽ ἐπὶ τοῖσιν δημοσίοισιν:
κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.

Βλέπυρος

630ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.

Πραξάγορα

νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ᾽ ἡ γνώμη καὶ καταχήνη
τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,
ὅταν ἐμβάδ᾽ ἔχων εἴπῃ πρότερος, ‘παραχώρει κᾆτ᾽ ἐπιτήρει,
ὅταν ἤδη 'γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.’

Βλέπυρος

635πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
ἔσται δυνατὸς διαγιγνώσκειν;

Πραξάγορα

τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας
τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.

Βλέπυρος

οὐκοῦν ἄγξουσ᾽ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ᾽ ὄντα
640ἄγχουσι. τί δῆθ᾽ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπιχεσοῦνται;

Πραξάγορα

ἀλλ᾽ ὁ παρεστὼς οὐκ ἐπιτρέψει: τότε δ᾽ αὐτοῖς οὐκ ἔμελ᾽ οὐδὲν
τῶν ἀλλοτρίων ὅστις τύπτοι: νῦν δ᾽ ἢν πληγέντος ἀκούσῃ,
μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.

Βλέπυρος

τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς: εἰ δὲ προσελθὼν Ἐπίκουρος
645ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτ᾽ ἤδη δεινὸν ἀκοῦσαι.

Πραξάγορα

πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,

Βλέπυρος

τὸ ποῖον;

Πραξάγορα

εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ᾽ εἶναι.

Βλέπυρος

οἰμώζοι γ᾽ ἂν καὶ κωκύοι.

Πραξάγορα

σὺ δέ γ᾽ ὄζοις ἂν καλαμίνθης,
ἀλλ᾽ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
650ὥστ᾽ οὐχὶ δέος μή σε φιλήσῃ.

Βλέπυρος

δεινὸν μέντἂν ἐπεπόνθη.
τὴν γῆν δὲ τίς ἔσθ᾽ ὁ γεωργήσων;

Πραξάγορα

οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.

Βλέπυρος

περὶ δ᾽ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτ᾽ ἔστιν ἐρέσθαι.

Πραξάγορα

τὰ μὲν ὄνθ᾽ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ᾽ ἡμεῖς ὑφανοῦμεν.

Βλέπυρος

655ἓν ἔτι ζητῶ: πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,
πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γ᾽ ἐστὶ δίκαιον.

Πραξάγορα

ἀλλ᾽ οὐδὲ δίκαι πρῶτον ἔσονται.

Βλέπυρος

τουτὶ τοὔπος σ᾽ ἐπιτρίψει.

Πραξάγορα

κἀγὼ ταύτην γνώμην ἐθέμην: τοῦ γὰρ τάλαν οὕνεκ᾽ ἔσονται;

Βλέπυρος

πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω: πρῶτον δ᾽ ἑνὸς οὕνεκα δήπου,
660ἤν τις ὀφείλων ἐξαρνῆται.

Πραξάγορα

πόθεν οὖν ἐδάνεισ᾽ ὁ δανείσας
ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπου᾽ στ᾽ ἐπίδηλος.

Βλέπυρος

νὴ τὴν Δήμητρ᾽ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σ᾽ ἀπορήσειν.

Πραξάγορα

665ἀπὸ τῆς μάζης ἧς σιτεῖται: ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,
οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.

Βλέπυρος

οὐδ᾽ αὖ κλέπτης οὐδεὶς ἔσται;

Πραξάγορα

πῶς γὰρ κλέψει μετὸν αὐτῷ;

Βλέπυρος

οὐδ᾽ ἀποδύσουσ᾽ ἄρα τῶν νυκτῶν;

Πραξάγορα

οὐκ ἢν οἴκοι γε καθεύδῃς,
οὐδ᾽ ἤν γε θύραζ᾽ ὥσπερ πρότερον: βίοτος γὰρ πᾶσιν ὑπάρξει.
670ἢν δ᾽ ἀποδύῃ γ᾽, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;
ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.

Βλέπυρος

οὐδὲ κυβεύσουσ᾽ ἆρ᾽ ἄνθρωποι;

Πραξάγορα

περὶ τοῦ γὰρ τοῦτο ποιήσει;

Βλέπυρος

τὴν δὲ δίαιταν τίνα ποιήσεις;

Πραξάγορα

κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
μίαν οἴκησίν φημι ποιήσειν συρρήξασ᾽ εἰς ἓν ἅπαντα,
675ὥστε βαδίζειν ὡς ἀλλήλους.

Βλέπυρος

τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;

Πραξάγορα

τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.

Βλέπυρος

τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;

Πραξάγορα

τοὺς κρατῆρας καταθήσω
καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,
680ἵνα μὴ δειπνῶσ᾽ αἰσχυνόμενοι.

Βλέπυρος

νὴ τὸν Ἀπόλλω χάριέν γε.
τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;

Πραξάγορα

εἰς τὴν ἀγορὰν καταθήσω:
κᾆτα στήσασα παρ᾽ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ:
και κηρύξει τοὺς ἐκ τοῦ βῆτ᾽ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
685τὴν βασίλειον δειπνήσοντας: τὸ δὲ θῆτ᾽ ἐς τὴν παρὰ ταύτην,
τοὺς δ᾽ ἐκ τοῦ κάππ᾽ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.

Βλέπυρος

ἵνα κάπτωσιν;

Πραξάγορα

μὰ Δί᾽ ἀλλ᾽ ἵν᾽ ἐκεῖ δειπνῶσιν.

Βλέπυρος

ὅτῳ δὲ τὸ γράμμα
μὴ 'ξελκυσθῇ καθ᾽ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.

Πραξάγορα

ἀλλ᾽ οὐκ ἔσται τοῦτο παρ᾽ ἡμῖν:
690πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,
ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.
αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
695τάδε λέξουσιν: ‘δεῦρο παρ᾽ ἡμᾶς:
ἐνθάδε μεῖράξ ἐσθ᾽ ὡραία.’
‘παρ᾽ ἐμοὶ δ᾽ ἑτέρα’
φήσει τις ἄνωθ᾽ ἐξ ὑπερῴου,
‘καὶ καλλίστη καὶ λευκοτάτη:
700πρότερον μέντοι δεῖ σε καθεύδειν
αὐτῆς παρ᾽ ἐμοί.’
τοῖς εὐπρεπέσιν δ᾽ ἀκολουθοῦντες
καὶ μειρακίοις οἱ φαυλότεροι
τοιάδ᾽ ἐροῦσιν: ‘ποῖ θεῖς οὗτος;
πάντως οὐδὲν δράσεις ἐλθών:
705τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς
ἐψήφισται προτέροις βινεῖν,
ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς
ἐν τοῖς προθύροισι δέφεσθαι.’

Πραξάγορα

710φέρε νυν φράσον μοι, ταῦτ᾽ ἀρέσκει σφῷν;

Βλέπυρος

πάνυ.

Πραξάγορα

βαδιστέον τἄρ᾽ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
ἵν᾽ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
715ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,
ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.

Βλέπυρος

ἤδη γὰρ εὐωχησόμεσθα;

Πραξάγορα

φήμ᾽ ἐγώ.
ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
ἁπαξαπάσας.

Βλέπυρος

ἵνα τί;

Πραξάγορα

δῆλον τουτογί:
720ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.
καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον
κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.

Βλέπυρος

725φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,
ἵν᾽ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,
τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;

Ἀνὴρ Α

ἐγὼ δ᾽ ἵν᾽ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.

Κομμάτιον Χοροῦ

Ἀνὴρ Α

730χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς
τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,
ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
πολλοὺς κάτω δὴ θυλάκους στρέψασ᾽ ἐμούς.
ποῦ᾽ σθ᾽ ἡ διφροφόρος; ἡ χύτρα δεῦρ᾽ ἔξιθι,
735νὴ Δία μέλαινά γ᾽, οὐδ᾽ ἂν εἰ τὸ φάρμακον
ἕψουσ᾽ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.
ἵστω παρ᾽ αὐτήν, δεῦρ᾽ ἴθ᾽, ἡ κομμώτρια.
φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε
ἐνταῦθα. σὺ δὲ δεῦρ᾽ ἡ κιθαρῳδὸς ἔξιθι,
740πολλάκις ἀναστήσασά μ᾽ εἰς ἐκκλησίαν
ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.
ὁ τὴν σκάφην λαβὼν προΐτω: τὰ κηρία
κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
καὶ τὼ τρίποδ᾽ ἐξένεγκε καὶ τὴν λήκυθον.
745τὰ χυτρίδι᾽ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.

Ἀνὴρ Β

ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα
ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
μὰ τὸν Ποσειδῶ γ᾽ οὐδέποτ᾽, ἀλλὰ βασανιῶ
πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
750οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν
οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,
πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ᾽ ὅπως ἔχει.
οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;
πότερον μετοικιζόμενος ἐξενήνοχας
755αὔτ᾽ ἢ φέρεις ἐνέχυρα θήσων;

Ἀνὴρ Α

οὐδαμῶς.

Ἀνὴρ Β

τί δῆτ᾽ ἐπὶ στοίχου 'στὶν οὕτως; οὔτι μὴ
Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;

Ἀνὴρ Α

μὰ Δί᾽ ἀλλ᾽ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.

Ἀνὴρ Β

760μέλλεις ἀποφέρειν;

Ἀνὴρ Α

πάνυ γε.

Ἀνὴρ Β

κακοδαίμων ἄρ᾽ εἶ
νὴ τὸν Δία τὸν σωτῆρα.

Ἀνὴρ Α

πῶς;

Ἀνὴρ Β

πῶς; ῥᾳδίως.

Ἀνὴρ Α

τί δ᾽; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;

Ἀνὴρ Β

ποίοισιν ὦ δύστηνε;

Ἀνὴρ Α

τοῖς δεδογμένοις.

Ἀνὴρ Β

δεδογμένοισιν; ὡς ἀνόητος ἦσθ᾽ ἄρα.

Ἀνὴρ Α

765ἀνόητος;

Ἀνὴρ Β

οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
ἁπαξαπάντων.

Ἀνὴρ Α

ὅτι τὸ ταττόμενον ποιῶ;

Ἀνὴρ Β

τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;

Ἀνὴρ Α

μάλιστα πάντων.

Ἀνὴρ Β

τὸν μὲν οὖν ἀβέλτερον.

Ἀνὴρ Α

σὺ δ᾽ οὐ καταθεῖναι διανοεῖ;

Ἀνὴρ Β

φυλάξομαι,
770πρὶν ἄν γ᾽ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.

Ἀνὴρ Α

τί γὰρ ἄλλο γ᾽ ἢ φέρειν παρεσκευασμένοι
τὰ χρήματ᾽ εἰσίν;

Ἀνὴρ Β

ἀλλ᾽ ἰδὼν ἐπειθόμην.

Ἀνὴρ Α

λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.

Ἀνὴρ Β

λέξουσι γάρ.

Ἀνὴρ Α

καί φασιν οἴσειν ἀράμενοι.

Ἀνὴρ Β

φήσουσι γάρ.

Ἀνὴρ Α

775ἀπολεῖς ἀπιστῶν πάντ᾽.

Ἀνὴρ Β

ἀπιστήσουσι γάρ.

Ἀνὴρ Α

ὁ Ζεύς σέ γ᾽ ἐπιτρίψειεν.

Ἀνὴρ Β

ἐπιτρίψουσι γάρ.
οἴσειν δοκεῖς τιν᾽ ὅστις αὐτῶν νοῦν ἔχει;
οὐ γὰρ πάτριον τοῦτ᾽ ἐστίν, ἀλλὰ λαμβάνειν
ἡμᾶς μόνον δεῖ νὴ Δία: καὶ γὰρ οἱ θεοί:
780γνώσει δ᾽ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων:
ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ᾽ ὑπτίαν
οὐχ ὥς τι δώσοντ᾽ ἀλλ᾽ ὅπως τι λήψεται.

Ἀνὴρ Α

ὦ δαιμόνι᾽ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.
785ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθ᾽ ἱμάς;

Ἀνὴρ Β

ὄντως γὰρ οἴσεις;

Ἀνὴρ Α

ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
τωδὶ ξυνάπτω τὼ τρίποδε.

Ἀνὴρ Β

τῆς μωρίας,
τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
δράσουσιν εἶτα τηνικαῦτ᾽ ἤδη—

Ἀνὴρ Α

τί δρᾶν;

Ἀνὴρ Β

790ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.

Ἀνὴρ Α

ἵνα δὴ τί;

Ἀνὴρ Β

σεισμὸς εἰ γένοιτο πολλάκις
ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,
παύσαιντ᾽ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.

Ἀνὴρ Α

χαρίεντα γοῦν πάθοιμ᾽ ἄν, εἰ μὴ 'χοιμ᾽ ὅποι
795ταῦτα καταθείμην.

Ἀνὴρ Β

μὴ γὰρ οὐ λάβῃς ὅποι:
θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.

Ἀνὴρ Α

τιή;

Ἀνὴρ Β

ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
ἅττ᾽ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.

Ἀνὴρ Α

οἴσουσιν ὦ τᾶν.

Ἀνὴρ Β

ἢν δὲ μὴ κομίσωσι, τί;

Ἀνὴρ Α

800ἀμέλει κομιοῦσιν.

Ἀνὴρ Β

ἢν δὲ μὴ κομίσωσι, τί;

Ἀνὴρ Α

μαχούμεθ᾽ αὐτοῖς.

Ἀνὴρ Β

ἢν δὲ κρείττους ὦσι, τί;

Ἀνὴρ Α

ἄπειμ᾽ ἐάσας.

Ἀνὴρ Β

ἢν δὲ πωλῶσ᾽ αὐτά, τί;

Ἀνὴρ Α

διαρραγείης.

Ἀνὴρ Β

ἢν διαρραγῶ δέ, τί;

Ἀνὴρ Α

καλῶς ποιήσεις.

Ἀνὴρ Β

σὺ δ᾽ ἐπιθυμήσεις φέρειν;

Ἀνὴρ Α

805ἔγωγε: καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
ὁρῶ φέροντας.

Ἀνὴρ Β

πάνυ γ᾽ ἂν οὖν Ἀντισθένης
αὔτ᾽ εἰσενέγκοι: πολὺ γὰρ ἐμμελέστερον
πρότερον χέσαι πλεῖν ἢ τριάκονθ᾽ ἡμέρας.

Ἀνὴρ Α

οἴμωζε.

Ἀνὴρ Β

Καλλίμαχος δ᾽ ὁ χοροδιδάσκαλος
810αὐτοῖσιν εἰσοίσει τι;

Ἀνὴρ Α

πλείω Καλλίου.

Ἀνὴρ Β

ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.

Ἀνὴρ Α


δεινά γε λέγεις.

Ἀνὴρ Β

τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
οὐκ οἶσθ᾽ ἐκεῖν᾽ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;

Ἀνὴρ Α

815ἔγωγε.

Ἀνὴρ Β

τοὺς χαλκοῦς δ᾽ ἐκείνους ἡνίκα
ἐψηφισάμεθ᾽, οὐκ οἶσθα;

Ἀνὴρ Α

καὶ κακόν γέ μοι
τὸ κόμμ᾽ ἐγένετ᾽ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
κἄπειτ᾽ ἐχώρουν εἰς ἀγορὰν ἐπ᾽ ἄλφιτα.
820ἔπειθ᾽ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
ἀνέκραγ᾽ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
χαλκοῦν τὸ λοιπόν: ‘ἀργύρῳ γὰρ χρώμεθα.’

Ἀνὴρ Β

τὸ δ᾽ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
τάλαντ᾽ ἔσεσθαι πεντακόσια τῇ πόλει
825τῆς τετταρακοστῆς, ἣν ἐπόρισ᾽ Εὐριπίδης;
κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην:
ὅτε δὴ δ᾽ ἀνασκοπουμένοις ἐφαίνετο
ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ᾽ οὐκ ἤρκεσεν,
πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.

Ἀνὴρ Α

830οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
νῦν δ᾽ αἱ γυναῖκες.

Ἀνὴρ Β

ἃς ἐγὼ φυλάξομαι
νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.

Ἀνὴρ Α

οὐκ οἶδ᾽ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.

Κηρύκαινα

ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ᾽ ἔχει,
835χωρεῖτ᾽ ἐπείγεσθ᾽ εὐθὺ τῆς στρατηγίδος,
ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις
φράσῃ καθ᾽ ἕκαστον ἄνδρ᾽ ὅποι δειπνήσετε:
ὡς αἱ τράπεζαί γ᾽ εἰσὶν ἐπινενησμέναι
ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
840κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†,
κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες
ἑστᾶσ᾽ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,
λαγῷ᾽ ἀναπηγνύασι, πόπανα πέττεται,
στέφανοι πλέκονται, φρύγεται τραγήματα,
845χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.
Σμοῖος δ᾽ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε
ἔχων, καχάζων μεθ᾽ ἑτέρου νεανίου:
850ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
πρὸς ταῦτα χωρεῖθ᾽, ὡς ὁ τὴν μᾶζαν φέρων
ἕστηκεν: ἀλλὰ τὰς γνάθους διοίγνυτε.

Ἀνὴρ Β

οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ᾽ ἔχων
ἐνταῦθ᾽, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;

Ἀνὴρ Α

855καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;

Ἀνὴρ Β

ἐπὶ δεῖπνον.

Ἀνὴρ Α

οὐ δῆτ᾽, ἤν γ᾽ ἐκείναις νοῦς ἐνῇ,
πρίν γ᾽ ἂν ἀπενέγκῃς.

Ἀνὴρ Β

ἀλλ᾽ ἀποίσω.

Ἀνὴρ Α

πηνίκα;

Ἀνὴρ Β

οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.

Ἀνὴρ Α

τί δή;

Ἀνὴρ Β

ἑτέρους ἀποίσειν φήμ᾽ ἔθ᾽ ὑστέρους ἐμοῦ.

Ἀνὴρ Α

860βαδιεῖ δὲ δειπνήσων ὅμως;

Ἀνὴρ Β

τί γὰρ πάθω;
τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
τοὺς εὖ φρονοῦντας.

Ἀνὴρ Α

ἢν δὲ κωλύσωσι, τί;

Ἀνὴρ Β

ὁμόσ᾽ εἶμι κύψας.

Ἀνὴρ Α

ἢν δὲ μαστιγῶσι, τί;

Ἀνὴρ Β

καλούμεθ᾽ αὐτάς.

Ἀνὴρ Α

ἢν δὲ καταγελῶσι, τί;

Ἀνὴρ Β

865ἐπὶ ταῖς θύραις ἑστώς—

Ἀνὴρ Α

τί δράσεις; εἰπέ μοι.

Ἀνὴρ Β

τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.

Ἀνὴρ Α

βάδιζε τοίνυν ὕστερος: σὺ δ᾽ ὦ Σίκων
καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.

Ἀνὴρ Β

φέρε νυν ἐγώ σοι ξυμφέρω.

Ἀνὴρ Α

μὴ μηδαμῶς.
870δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.

Ἀνὴρ Β

νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
ὅπως τὰ μὲν ὄντα χρήμαθ᾽ ἕξω, τοισδεδὶ
τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
875ὀρθῶς ἔμοιγε φαίνεται: βαδιστέον
ὁμόσ᾽ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.

Κομμάτιον Χοροῦ

Γραῦς Α

τί ποθ᾽ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δ᾽ ἦν πάλαι:
ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
880ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
παίζουσα. πῶς ἂν περιλάβοιμ᾽ αὐτῶν τινὰ
παριόντα; Μοῦσαι δεῦρ᾽ ἴτ᾽ ἐπὶ τοὐμὸν στόμα,
μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.

Νεᾶνις

νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
885ᾤου δ᾽ ἐρήμας οὐ παρούσης ἐνθάδε
ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
ᾁδουσ᾽: ἐγὼ δ᾽ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
κεἰ γὰρ δι᾽ ὄχλου τοῦτ᾽ ἐστὶ τοῖς θεωμένοις,
ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.

Γραῦς Α

890τούτῳ διαλέγου κἀποχώρησον: σὺ δὲ
φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν
ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.

Γραῦς Α

εἴ τις ἀγαθὸν βούλεται παθεῖν
τι, παρ᾽ ἐμοὶ χρὴ καθεύδειν.
895οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν
ἀλλ᾽ ἐν ταῖς πεπείραις:
οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ 'γὼ
τὸν φίλον ᾧπερ ξυνείην,
ἀλλ᾽ ἐφ᾽ ἕτερον ἂν πέτοιτο.

Νεᾶνις

900μὴ φθόνει ταῖσιν νέαισι.
τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
τοῖς ἁπαλοῖσι μηροῖς
κἀπὶ τοῖς μήλοις ἐπανθεῖ: σὺ δ᾽ ὦ γραῦ,
παραλέλεξαι κἀντέτριψαι,
905τῷ θανάτῳ μέλημα.

Γραῦς Α

ἐκπέσοι σου τὸ τρῆμα
τό τ᾽ ἐπίκλιντρον ἀποβάλοιο
βουλομένη σποδεῖσθαι,
κἀπὶ τῆς κλίνης ὄφιν εὕροις
καὶ προσελκύσαιο ...
910βουλομένη φιλῆσαι.

Νεᾶνις

αἰαῖ τί ποτε πείσομαι;
οὐχ ἥκει μοὐταῖρος:
μόνη δ᾽ αὐτοῦ λείπομ᾽: ἡ
γὰρ μοι μήτηρ ἄλλῃ
βέβηκε: †καὶ τἄλλ᾽ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.
915ἀλλ᾽ ὦ μαῖ᾽ ἱκετεύομαι, κάλει
τὸν Ὀρθαγόραν, ὅπως
σαυτῆς κατόναι᾽, ἀντιβολῶ σε.

Γραῦς Α

ἤδη τὸν ἀπ᾽ Ἰωνίας
τρόπον τάλαινα κνησιᾷς:
920δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
ἀλλ᾽ οὐκ ἄν ποθ᾽ ὑφαρπάσαιο
τἀμὰ παίγνια: τὴν δ᾽ ἐμὴν
ὥραν οὐκ ἀπολεῖς οὐδ᾽ ἀπολήψει.

Νεᾶνις

ᾆδ᾽ ὁπόσα βούλει καὶ παράκυφθ᾽ ὥσπερ γαλῆ:
925οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισ᾽ ἀντ᾽ ἐμοῦ.

Γραῦς Α

οὔκουν ἐπ᾽ ἐκφοράν γε.

Νεᾶνις

καινόν γ᾽ ὦ σαπρά.

Γραῦς Α

οὐ δῆτα.

Νεᾶνις

τί γὰρ ἂν γραῒ καινά τις λέγοι;

Γραῦς Α

οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.

Νεᾶνις

ἀλλὰ τί;
ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;

Γραῦς Α

930τί μοι διαλέγει;

Νεᾶνις

σὺ δὲ τί διακύπτεις;

Γραῦς Α

ἐγώ;
ᾁδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.

Νεᾶνις

σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;

Γραῦς Α

δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.

Νεᾶνις

ὁδὶ γὰρ αὐτός ἐστιν.

Γραῦς Α

οὐ σοῦ γ᾽ ὦλεθρε
935δεόμενος οὐδέν.

Νεᾶνις

νὴ Δί᾽ ὦ φθίνυλλα σὺ
δείξει τάχ᾽ αὐτός, ὡς ἔγωγ᾽ ἀπέρχομαι.

Γραῦς Α

κἄγωγ᾽, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.

Νεανίας

εἴθ᾽ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
καὶ μὴ δ᾽ει πρότερον διασποδῆσαι
940ἀνάσιμον ἢ πρεσβυτέραν:
οὐ γὰρ ἀνασχετὸν τοῦτό γ᾽ ἐλευθέρῳ.

Γραῦς Α

οἰμώζων ἄρα νὴ Δία σποδήσεις.
οὐ γὰρ τἀπὶ Χαριξένης τάδ᾽ ἐστίν.
κατὰ τὸν νόμον ταῦτα ποιεῖν
945ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.
ἀλλ᾽ εἶμι τηρήσουσ᾽ ὅ τι καὶ δράσει ποτέ.

Νεανίας

εἴθ᾽ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,
ἐφ᾽ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.

Νεᾶνις

ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον:
950φρούδη γάρ ἐστιν οἰομένη μ᾽ ἔνδον μένειν.
ἀλλ᾽ οὑτοσὶ γὰρ αὐτὸς οὗ 'μεμνήμεθα.

δεῦρο δὴ δεῦρο δή,
φίλον ἐμόν, δεῦρό μοι
πρόσελθε καὶ ξύνευνος
τὴν εὐφρόνην ὅπως ἔσει.
πάνυ γάρ τις ἔρως με δονεῖ
955τῶνδε τῶν σῶν βοστρύχων.
ἄτοπος δ᾽ ἔγκειταί μοί τις
πόθος, ὅς με διακναίσας ἔχει.
μέθες, ἱκνοῦμαί σ᾽ Ἔρως,
καὶ ποίησον τόνδ᾽ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.

Νεανίας

960δεῦρο δὴ δεῦρο δή,
καὶ σύ μοι καταδραμοῦσα
τὴν θύραν ἄνοιξον
τήνδ᾽: εἰ δὲ μή, καταπεσὼν κείσομαι.
φίλον, ἀλλ᾽ ἐν τῷ σῷ
βούλομαι κόλπῳ πληκτίζεσθαι
965μετὰ τῆς σῆς πυγῆς.
Κύπρι τί μ᾽ ἐκμαίνεις ἐπὶ ταύτῃ;
μέθες, ἱκνοῦμαί σ᾽ Ἔρως,
καὶ ποίησον τήνδ᾽ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.

Νεᾶνις

καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
970εἰρημέν᾽ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
ἄνοιξον ἀσπάζου με:
διά τοι σὲ πόνους ἔχω.

Νεανίας

ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
ἄνοιξον ἀσπάζου με:
975διά τοι σὲ πόνους ἔχω.

Γραῦς Α

οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;

Νεανίας

πόθεν;

Γραῦς Α

καὶ τὴν θύραν γ᾽ ἤραττες.

Νεανίας

ἀποθάνοιμ᾽ ἄρα.

Γραῦς Α

τοῦ δαὶ δεόμενος δᾷδ᾽ ἔχων ἐλήλυθας;

Νεανίας

Ἀναφλύστιον ζητῶν τιν᾽ ἄνθρωπον.

Γραῦς Α

τίνα;

Νεανίας

980οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.

Γραῦς Α

νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ᾽ ἤν τε μή.

Νεανίας

ἀλλ᾽ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
εἰσάγομεν, ἀλλ᾽ εἰσαῦθις ἀναβεβλήμεθα.
τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.

Γραῦς Α

985ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ᾽ ἦν ὦ γλύκων:
νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.

Νεανίας

τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.

Γραῦς Α

ἀλλ᾽ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.

Νεανίας

οὐκ οἶδ᾽ ὅ τι λέγεις: τηνδεδί μοι κρουστέον.

Γραῦς Α

990ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.

Νεανίας

ἀλλ᾽ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.

Γραῦς Α

οἶδ᾽ ὅτι φιλοῦμαι: νῦν δὲ θαυμάζεις ὅτι
θύρασί μ᾽ ηὗρες: ἀλλὰ πρόσαγε τὸ στόμα.

Νεανίας

ἀλλ᾽ ὦ μέλ᾽ ὀρρωδῶ τὸν ἐραστήν σου.

Γραῦς Α

τίνα;

Νεανίας

995τὸν τῶν γραφέων ἄριστον.

Γραῦς Α

οὗτος δ᾽ ἔστι τίς;

Νεανίας

ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
ἀλλ᾽ ἄπιθ᾽, ὅπως μή σ᾽ ἐπὶ θύραισιν ὄψεται.

Γραῦς Α

οἶδ᾽ οἶδ᾽ ὅ τι βούλει.

Νεανίας

καὶ γὰρ ἐγώ σε νὴ Δία.

Γραῦς Α

μὰ τὴν Ἀφροδίτην ἥ μ᾽ ἔλαχε κληρουμένη,
1000μὴ 'γώ σ᾽ ἀφήσω.

Νεανίας

παραφρονεῖς ὦ γρᾴδιον.

Γραῦς Α

ληρεῖς: ἐγὼ δ᾽ ἄξω σ᾽ ἐπὶ τἀμὰ στρώματα.

Νεανίας

τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;

Γραῦς Α

1005μὴ σκῶπτέ μ᾽ ὦ τάλαν ἀλλ᾽ ἕπου δεῦρ᾽ ὡς ἐμέ.

Νεανίας

ἀλλ᾽ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.

Γραῦς Α

νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σ᾽. ὡς ἐγὼ
τοῖς τηλικούτοις ξυγκαθεύδουσ᾽ ἥδομαι.

Νεανίας

1010ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
κοὐκ ἂν πιθοίμην οὐδέποτ᾽.

Γραῦς Α

ἀλλὰ νὴ Δία
ἀναγκάσει τουτί σε.

Νεανίας

τοῦτο δ᾽ ἔστι τί;

Γραῦς Α

ψήφισμα, καθ᾽ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.

Νεανίας

λέγ᾽ αὐτὸ τί ποτε κἄστι.

Γραῦς Α

καὶ δή σοι λέγω.
1015ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
τὴν γραῦν προκρούσῃ πρῶτον: ἢν δὲ μὴ 'θέλῃ
πρότερον προκρούειν ἀλλ᾽ ἐπιθυμῇ τῆς νέας,
ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
1020ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.

Νεανίας

οἴμοι Προκρούστης τήμερον γενήσομαι.

Γραῦς Α

τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.

Νεανίας

τί δ᾽ ἢν ἀφαιρῆταί μ᾽ ἀνὴρ τῶν δημοτῶν
ἢ τῶν φίλων ἐλθών τις;

Γραῦς Α

ἀλλ᾽ οὐ κύριος
1025ὑπὲρ μέδιμνόν ἐστ᾽ ἀνὴρ οὐδεὶς ἔτι.

Νεανίας

ἐξωμοσία δ᾽ οὐκ ἔστιν;

Γραῦς Α

οὐ γὰρ δεῖ στροφῆς.

Νεανίας

ἀλλ᾽ ἔμπορος εἶναι σκήψομαι.

Γραῦς Α

κλάων γε σύ.

Νεανίας

τί δῆτα χρὴ δρᾶν;

Γραῦς Α

δεῦρ᾽ ἀκολουθεῖν ὡς ἐμέ.

Νεανίας

καὶ ταῦτ᾽ ἀνάγκη μοὐστί;

Γραῦς Α

Διομήδειά γε.

Νεανίας

1030ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
καὶ κλήμαθ᾽ ὑπόθου συγκλάσασα τέτταρα,
καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.

Γραῦς Α

ἦ μὴν ἔτ᾽ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.

Νεανίας

1035νὴ τὸν Δί᾽ ἤνπερ ᾖ γέ που τῶν κηρίνων:
οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σ᾽ αὐτίκα.

Νεᾶνις

ποῖ τοῦτον ἕλκεις;

Γραῦς Α

τὸν ἐμὸν αὐτῆς εἰσάγω.

Νεᾶνις

οὐ σωφρονοῦσά γ᾽: οὐ γὰρ ἡλικίαν ἔχει
παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
1040μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
ὥστ᾽ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.

Γραῦς Α

ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
ἐξηῦρες: ἀλλ᾽ ἐγώ σε τιμωρήσομαι.

Νεανίας

1045νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου:
ὥστ᾽ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.

Γραῦς Β

αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
1050ἕλκεις, παρ᾽ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
πρότερον καθεύδειν αὐτόν;

Νεανίας

οἴμοι δείλαιος.
πόθεν ἐξέκυψας ὦ κάκιστ᾽ ἀπολουμένη;
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.

Γραῦς Β

βάδιζε δεῦρο.

Νεανίας

μηδαμῶς με περιίδῃς
1055ἑλκόμενον ὑπὸ τῆσδ᾽ ἀντιβολῶ σ᾽.

Γραῦς Β

ἀλλ᾽ οὐκ ἐγώ,
ἀλλ᾽ ὁ νόμος ἕλκει σ᾽.

Νεανίας

οὐκ ἐμέ γ᾽, ἀλλ᾽ ἔμπουσά τις
ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.

Γραῦς Β

ἕπου μαλακίων δεῦρ᾽ ἀνύσας καὶ μὴ λάλει.

Νεανίας

ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
1060ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν: εἰ δὲ μή,
αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ᾽ αὐτίκα
ὑπὸ τοῦ δέους.

Γραῦς Β

θάρρει, βάδιζ᾽: ἔνδον χεσεῖ.

Νεανίας

δέδοικα κἀγὼ μὴ πλέον γ᾽ ἢ βούλομαι.
ἀλλ᾽ ἐγγυητάς σοι καταστήσω δύο
ἀξιόχρεως.

Γραῦς Β

μή μοι καθίστη.

Γραῦς Γ

1065ποῖ σὺ ποῖ
χωρεῖς μετὰ ταύτης;

Νεανίας

οὐκ ἔγωγ᾽, ἀλλ᾽ ἕλκομαι.
ἀτὰρ ἥτις εἶ γε, πόλλ᾽ ἀγαθὰ γένοιτό σοι,
ὅτι μ᾽ οὐπεριεῖδες ἐπιτριβέντ᾽. ὦ Ἡράκλεις
ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,
1070τοῦτ᾽ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἔστ᾽ ἀντιβολῶ τουτί ποτε;
πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;

Γραῦς Γ

μὴ σκῶπτέ μ᾽ ἀλλὰ δεῦρ᾽ ἕπου.

Γραῦς Β

δευρὶ μὲν οὖν.

Γραῦς Γ

1075ὡς οὐκ ἀφήσω σ᾽ οὐδέποτ᾽.

Γραῦς Β

οὐδὲ μὴν ἐγώ.

Νεανίας

διασπάσεσθέ μ᾽ ὦ κακῶς ἀπολούμεναι.

Γραῦς Β

ἐμοὶ γὰρ ἀκολουθεῖν σ᾽ ἔδει κατὰ τὸν νόμον.

Γραῦς Γ

οὐκ ἢν ἑτέρα γε γραῦς ἔτ᾽ αἰσχίων φανῇ.

Νεανίας

ἢν οὖν ὑφ᾽ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
1080φέρε πῶς ἐπ᾽ ἐκείνην τὴν καλὴν ἀφίξομαι;

Γραῦς Γ

αὐτὸς σκόπει σύ: τάδε δέ σοι ποιητέον.

Νεανίας

ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;

Γραῦς Β

οὐκ οἶσθα; βαδιεῖ δεῦρ᾽.

Νεανίας

ἀφέτω νύν μ᾽ αὑτηί.

Γραῦς Γ

δευρὶ μὲν οὖν ἴθ᾽ ὡς ἔμ᾽.

Νεανίας

ἢν ἡδί μ᾽ ἀφῇ.

Γραῦς Β

1085ἀλλ᾽ οὐκ ἀφήσω μὰ Δία σ᾽.

Γραῦς Γ

οὐδὲ μὴν ἐγώ.

Νεανίας

χαλεπαί γ᾽ ἂν ἦστε γενόμεναι πορθμῆς.

Γραῦς Β

τιή;

Νεανίας

ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.

Γραῦς Β

σιγῇ βάδιζε δεῦρο.

Γραῦς Γ

μὰ Δί᾽ ἀλλ᾽ ὡς ἐμέ.

Νεανίας

τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
1090ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;

Γραῦς Β

καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.

Νεανίας

οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας
ἑλκόμενός εἰμ᾽.

Γραῦς Β

ἀλλ᾽ οὐδὲν ἔσται σοι πλέον.
1095ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.

Νεανίας

μὴ πρὸς θεῶν:
ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.

Γραῦς Γ

νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γ᾽ ἤν τέ μή.

Νεανίας

ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν
βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,
1100 κἄπειτ᾽ ἐπειδὰν τῆσδ᾽ ἀπαλλαγῶ, πάλιν
φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
ἆρ᾽ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν
νὴ τὸν Δία τὸν σωτῆρ᾽ ἀνὴρ καὶ δυστυχής,
ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
1105 ὅμως δ᾽ ἐάν τι πολλὰ πολλάκις πάθω
ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ᾽ ἐσπλέων,
θάψαι μ᾽ ἐπ᾽ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
καὶ τήνδ᾽ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
1110 μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
ἄνω 'πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.

Θεραπαίνα

ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δ᾽ ἐγώ,
αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
ὑμεῖς θ᾽ ὅσαι παρέστατ᾽ ἐπὶ ταῖσιν θύραις
1115 οἱ γείτονές τε πάντες οἵ τε δημόται,
ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
ἀγαθοῖσιν ὦ Ζεῦ: πολὺ δ᾽ ὑπερπέπαικεν αὖ
τούτων ἁπάντων τὰ Θάσι᾽ ἀμφορείδια.
1120 ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον:
τὰ δ᾽ ἄλλ᾽ ἀπανθήσαντα πάντ᾽ ἀπέπτετο:
ὥστ᾽ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ᾽ ὦ θεοί.
κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθ᾽ ὅλην
ἐκλεγομένας ὅ τι ἂν μάλιστ᾽ ὀσμὴν ἔχῃ.
1125 ἀλλ᾽ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,
τὸν ἄνδρ᾽, ὅπου 'στί, τῆς ἐμῆς κεκτημένης.

Χορὸς

αὐτοῦ μένουσ᾽ ἡμῖν γ᾽ ἂν ἐξευρεῖν δοκεῖς.

Θεραπαίνα

μάλισθ᾽: ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
ὦ δέσποτ᾽ ὦ μακάριε καὶ τρισόλβιε.

Βλέπυρος

1130 ἐγώ;

Θεραπαίνα

σὺ μέντοι νὴ Δί᾽ ὥς γ᾽ οὐδεὶς ἀνήρ.
τίς γὰρ γένοιτ᾽ ἂν μᾶλλον ὀλβιώτερος,
ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;

Χορὸς

εὐδαιμονικόν γ᾽ ἄνθρωπον εἴρηκας σαφῶς.

Θεραπαίνα

1135 ποῖ ποῖ βαδίζεις;

Βλέπυρος

ἐπὶ τὸ δεῖπνον ἔρχομαι.

Θεραπαίνα

νὴ τὴν Ἀφροδίτην πολύ γ᾽ ἁπάντων ὕστατος.
ὅμως δ᾽ ἐκέλευε συλλαβοῦσάν μ᾽ ἡ γυνὴ
ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
1140 καὶ τἄλλ᾽ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
ἴτω μεθ᾽ ἡμῶν: πάντα γὰρ παρέξομεν.

Βλέπυρος

οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
1145 καὶ μὴ παραλείψεις μηδέν᾽, ἀλλ᾽ ἐλευθέρως
καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
τὸ δεῖπνον αὐτοῖς ἐστ᾽ ἐπεσκευασμένον
ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη 'πείξομαι:
1150 ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.

Χορὸς

τί δῆτα διατρίβεις ἔχων, ἀλλ᾽ οὐκ ἄγεις
τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
σμικρὸν δ᾽ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.

τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
τοῖς γελῶσι δ᾽ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ:
σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
ὅτι προείληχ᾽: ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
1160 μὴ 'πιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.

ὦ ὦ ὥρα δή,
ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
1165 ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε
καὶ σὺ κίνει.

Βλέπυρος

τοῦτο δρῶ.

Χορὸς

καὶ τάσδε νῦν ...
Λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.

τάχα γὰρ ἔπεισι
λοπαδοτεμαχοσελαχογαλεο-
1170 κρανιολειψανοδριμυποτριμματο-
σιλφιοτυρομελιτοκατακεχυμενο-
κιχλεπικοσσυφοφαττοπεριστερα-
λεκτρυονοπτεκεφαλλιοκιγκλοπε-
λειολαγῳοσιραιοβαφητραγα-
1175 νοπτερυγών: σὺ δὲ ταῦτ᾽ ἀκροασάμενος
ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον:
εἶτα λαβὼν κόνισαι
λέκιθον, ἵν᾽ ἐπιδειπνῇς:
ἀλλὰ λαιμάττουσί που.

1180 αἴρεσθ᾽ ἄνω, ἰαὶ εὐαί.
δειπνήσομεν, εὐοῖ εὐαί,
εὐαί, ὡς ἐπὶ νίκῃ:
εὐαί, εὐαί, εὐαί, εὐαί.