Γεωγραφικά/ΙΣΤ
←Βιβλίο ΙΕ | Γεωγραφικά Συγγραφέας: Βιβλίο ΙΣΤ |
Βιβλίο ΙΖ→ |
- βιβλίον ιςʹ
Τὸ ἑκκαιδέκατον περιέχει τὴν Ἀσσυρίων χώραν͵ ἐν ἧι Βαβυλὼν καὶ Νίσιβις͵ πόλεις μέγιστα͵ καὶ τὴν Ἀδιαβηνὴν καὶ Μεσοποταμίαν͵ Συρίαν πᾶσαν͵ Φοινίκην͵ Παλαιστίνην͵ Ἀραβίαν πᾶσαν καὶ ὅσα τῆς Ἰνδικῆς τῆι Ἀραβίαι συνάπτει͵ καὶ τὴν Σαρακηνῶν͵ ἣν Σκηνῆτιν (leg. Σκηνῖτιν) καλεῖ͵ καὶ πᾶσαν τὴν παρακειμένην τῆι τε νεκρᾶι θαλάσσηι καὶ τῆι ἐρυθρᾶ.
Κεφάλαιον 1
1.1
Τῆι δὲ Περσίδι καὶ τῆι Σουσιανῆι συνάπτουσιν οἱ Ἀσσύριοι· καλοῦσι δ᾽ οὕτω τὴν Βαβυλωνίαν καὶ πολλὴν τῆς κύκλωι γῆς͵ ἧς ἐν μέρει καὶ ἡ Ἀτουρία ἐστίν͵ ἐν ἧιπερ ἡ Νίνος καὶ ἡ Ἀπολλωνιᾶτις καὶ Ἐλυμαῖοι καὶ Παραιτάκαι καὶ ἡ περὶ τὸ Ζάγρον ὄρος Χαλωνῖτις καὶ τὰ περὶ τὴν Νίνον πεδία͵ Δολομηνή τε καὶ Καλαχηνὴ καὶ Χαζήνη καὶ Ἀδιαβηνή͵ καὶ τὰ τῆς Μεσοποταμίας ἔθνη τὰ περὶ Γορδυαίους καὶ τοὺς περὶ Νίσιβιν Μυγδόνας μέχρι τοῦ Ζεύγματος τοῦ κατὰ τὸν Εὐφράτην καὶ τῆς πέραν τοῦ Εὐφράτου πολλὴ ἣν Ἄραβες κατέχουσι͵ καὶ οἱ ἰδίως ὑπὸ τῶν νῦν λεγόμενοι Σύροι μέχρι Κιλίκων καὶ Φοινίκων καὶ Ἰουδαίων καὶ τῆς θαλάττης τῆς κατὰ τὸ Αἰγύπτιον πέλαγος καὶ τὸν Ἰσσικὸν κόλπον.
1.2
Δοκεῖ δὲ τὸ τῶν Σύρων ὄνομα διατεῖναι ἀπὸ μὲν τῆς Βαβυλωνίας μέχρι τοῦ Ἰσσικοῦ κόλπου͵ ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου τὸ παλαιόν. οἱ γοῦν Καππάδοκες ἀμφότεροι͵ οἵ τε πρὸς τῶι Ταύρωι καὶ οἱ πρὸς τῶι Πόντωι͵ μέχρι νῦν Λευκόσυροι καλοῦνται͵ ὡς ἂν ὄντων τινῶν Σύρων καὶ μελάνων· οὗτοι δ᾽ εἰσὶν οἱ ἐκτὸς τοῦ Ταύρου· λέγω δὲ Ταῦρον μέχρι τοῦ Ἀμανοῦ διατείνων τοὔνομα. οἱ δ᾽ ἱστοροῦντες τὴν Σύρων ἀρχὴν ὅταν φῶσι Μήδους μὲν ὑπὸ Περσῶν καταλυθῆναι Σύρους δὲ ὑπὸ Μήδων͵ οὐκ ἄλλους τινὰς τοὺς Σύρους λέγουσιν ἀλλὰ τοὺς ἐν Βαβυλῶνι καὶ Νίνωι κατεσκευασμένους τὸ βασίλειον· ὧν ὁ μὲν Νίνος ἦν ὁ τὴν Νίνον ἐν τῆι Ἀτουρίαι κτίσας͵ ἡ δὲ τούτου γυνή͵ ἥπερ καὶ διεδέξατο τὸν ἄνδρα͵ Σεμίραμις͵ ἧς ἐστι κτίσμα ἡ Βαβυλών. οὗτοι δὲ ἐκράτησαν τῆς Ἀσίας͵ καὶ τῆς Σεμιράμιδος χωρὶς τῶν ἐν Βαβυλῶνι ἔργων πολλὰ καὶ ἄλλα κατὰ πᾶσαν γῆν σχεδὸν δείκνυται ὅση τῆς ἠπείρου ταύτης ἐστί͵ τά τε χώματα ἃ δὴ καλοῦσι Σεμιράμιδος͵ καὶ τείχη καὶ ἐρυμάτων κατασκευαὶ καὶ συρίγγων τῶν ἐν αὐτοῖς καὶ ὑδρείων καὶ κλιμάκων καὶ διωρύγων ἐν ποταμοῖς καὶ λίμναις καὶ ὁδῶν καὶ γεφυρῶν. ἀπέλιπον δὲ τοῖς μεθ᾽ ἑαυτοὺς τὴν ἀρχὴν μέχρι * τῆς Σαρδαναπάλλου καὶ Ἀρβάκου· μετέστη δ᾽ εἰς Μήδους ὕστερον.
1.3
Ἡ μὲν οὖν Νίνος πόλις ἠφανίσθη παραχρῆμα μετὰ τὴν τῶν Σύρων κατάλυσιν. πολὺ δὲ μείζων ἦν τῆς Βαβυλῶνος͵ ἐν πεδίωι κειμένη τῆς Ἀτουρίας· ἡ δ᾽ Ἀτουρία τοῖς περὶ Ἄρβηλα τόποις ὅμορός ἐστι μεταξὺ τὸν Λύκον ἔχουσα ποταμόν. τὰ μὲν οὖν Ἄρβηλα τῆς Βαβυλωνίας ὑπάρχει ἃ κατ᾽ αὐτήν ἐστιν· ἐν δὲ τῆι περαίαι τοῦ Λύκου τὰ τῆς Ἀτουρίας πεδία τῆι Νίνωι περίκειται. ἐν δὲ τῆι Ἀτουρίαι ἐστὶ Γαυγάμηλα κώμη͵ ἐν ἧι συνέβη νικηθῆναι καὶ ἀποβαλεῖν τὴν ἀρχὴν Δαρεῖον. ἔστι μὲν οὖν τόπος ἐπίσημος οὗτος καὶ τοὔνομα· μεθερμηνευθὲν γάρ ἐστι καμήλου οἶκος· ὠνόμασε δ᾽ οὕτω Δαρεῖος ὁ Ὑστάσπεω͵ κτῆμα δοὺς εἰς διατροφὴν τῆι καμήλωι τῆι συνεκπεπονηκυίαι μάλιστα τὴν ὁδὸν τὴν διὰ τῆς ἐρήμου Σκυθίας μετὰ τῶν φορτίων͵ ἐν οἷς ἦν καὶ ἡ διατροφὴ τῶι βασιλεῖ. οἱ μέντοι Μακεδόνες τοῦτο μὲν ὁρῶντες κώμιον εὐτελές͵ τὰ δὲ Ἄρβηλα κατοικίαν ἀξιόλογον͵ κτίσμα ὥς φασιν Ἀρβήλου τοῦ Ἀθμονέως͵ περὶ Ἄρβηλα τὴν μάχην καὶ νίκην κατεφήμισαν καὶ τοῖς συγγραφεῦσιν οὕτω παρέδωκαν.
1.4
Μετὰ δὲ Ἄρβηλα καὶ τὸ Νικατόριον ὄρος (ὃ προσωνόμασεν Ἀλέξανδρος νικήσας τὴν περὶ Ἄρβηλα μάχην) ὁ Κάπρος ἐστὶ ποταμὸς ἐν ἴσωι διαστήματι ὅσωι καὶ ὁ Λύκος· ἡ δὲ χώρα Ἀρτακηνὴ λέγεται. περὶ Ἄρβηλα δὲ ἔστι καὶ Δημητριὰς πόλις· εἶθ᾽ ἡ τοῦ νάφθα πηγὴ καὶ τὰ πυρὰ καὶ τὸ τῆς * Ἀναίας ἱερὸν καὶ Σαδράκαι͵ τὸ Δαρείου τοῦ Ὑστάσπεω βασίλειον͵ καὶ ὁ Κυπαρισσὼν καὶ ἡ τοῦ Κάπρου διάβασις συνάπτουσα ἤδη Σελευκείαι καὶ Βαβυλῶνι.
1.5
Ἡ δὲ Βαβυλὼν καὶ αὐτὴ μέν ἐστιν ἐν πεδίωι͵ τὸν δὲ κύκλον ἔχει τοῦ τείχους τριακοσίων ἑξήκοντα πέντε σταδίων͵ πάχος δὲ τοῦ τείχους ποδῶν δύο καὶ τριάκοντα͵ ὕψος δὲ τῶν μὲν μεσοπυργίων πήχεις πεντήκοντα τῶν δὲ πύργων ἑξήκοντα͵ ἡ δὲ πάροδος τοῖς ἐπὶ τοῦ τείχους ὥστε τέθριππα ἐναντιοδρομεῖν ἀλλήλοις ῥαιδίως· διόπερ τῶν ἑπτὰ θεαμάτων λέγεται καὶ τοῦτο καὶ ὁ κρεμαστὸς κῆπος ἔχων ἐν τετραγώνωι σχήματι ἑκάστην πλευρὰν τεττάρων πλέθρων· συνέχεται δὲ ψαλιδώμασι καμαρωτοῖς ἐπὶ πεττῶν ἱδρυμένοις κυβοειδῶν ἄλλοις ἐπ᾽ ἄλλοις· οἱ δὲ πεττοὶ κοῖλοι πλήρεις γῆς ὥστε δέξασθαι φυτὰ δένδρων τῶν μεγίστων͵ ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεσκευασμένοι καὶ αὐτοὶ καὶ αἱ ψαλίδες καὶ τὰ καμαρώματα. ἡ δ᾽ ἀνωτάτω στέγη προσβάσεις κλιμακωτὰς ἔχει͵ παρακειμένους δ᾽ αὐταῖς καὶ κοχλίας δι᾽ ὧν τὸ ὕδωρ ἀνῆγον εἰς τὸν κῆπον ἀπὸ τοῦ Εὐφράτου συνεχῶς οἱ πρὸς τοῦτο τεταγμένοι. ὁ γὰρ ποταμὸς διὰ μέσης ῥεῖ τῆς πόλεως σταδιαῖος τὸ πλάτος͵ ἐπὶ δὲ τῶι ποταμῶι ὁ κῆπος. ἔστι δὲ καὶ ὁ τοῦ Βήλου τάφος αὐτόθι͵ νῦν μὲν κατεσκαμμένος͵ Ξέρξης δ᾽ αὐτὸν κατέσπασεν͵ ὥς φασιν· ἦν δὲ πυραμὶς τετράγωνος ἐξ ὀπτῆς πλίνθου καὶ αὐτὴ σταδιαία τὸ ὕψος͵ σταδιαία δὲ καὶ ἑκάστη τῶν πλευρῶν· ἣν Ἀλέξανδρος ἐβούλετο ἀνασκευάσαι͵ πολὺ δ᾽ ἦν ἔργον καὶ πολλοῦ χρόνου (αὐτὴ γὰρ ἡ χοῦς εἰς ἀνακάθαρσιν μυρίοις ἀνδράσι δυεῖν μηνῶν ἔργον ἦν)͵ ὥστ᾽ οὐκ ἔφθη τὸ ἐγχειρηθὲν ἐπιτελέσαι· παραχρῆμα γὰρ ἡ νόσος καὶ ἡ τελευτὴ συνέπεσε τῶι βασιλεῖ͵ τῶν δ᾽ ὕστερον οὐδεὶς ἐφρόντισεν. ἀλλὰ καὶ τὰ λοιπὰ ὠλιγωρήθη καὶ κατήρειψαν τῆς πόλεως τὰ μὲν οἱ Πέρσαι τὰ δ᾽ ὁ χρόνος καὶ ἡ τῶν Μακεδόνων ὀλιγωρία περὶ τὰ τοιαῦτα͵ καὶ μάλιστα ἐπειδὴ τὴν Σελεύκειαν ἐπὶ τῶι Τίγρει πλησίον τῆς Βαβυλῶνος ἐν τριακοσίοις που σταδίοις ἐτείχισε Σέλευκος ὁ Νικάτωρ. καὶ γὰρ ἐκεῖνος καὶ οἱ μετ᾽ αὐτὸν ἅπαντες περὶ ταύτην ἐσπούδασαν τὴν πόλιν καὶ τὸ βασίλειον ἐνταῦθα μετήνεγκαν· καὶ δὴ καὶ νῦν ἡ μὲν γέγονε Βαβυλῶνος μείζων ἡ δ᾽ ἔρημος ἡ πολλή͵ ὥστ᾽ ἐπ᾽ αὐτῆς μὴ ἂν ὀκνῆσαί τινα εἰπεῖν ὅπερ ἔφη τις τῶν κωμικῶν ἐπὶ τῶν Μαγαλοπολιτῶν τῶν ἐν Ἀρκαδίαι ἐρημία μεγάλη ᾽στὶν ἡ Μεγάλη πόλις. διὰ δὲ τὴν τῆς ὕλης σπάνιν ἐκ φοινικίνων ξύλων αἱ οἰκοδομαὶ συντελοῦνται καὶ δοκοῖς καὶ στύλοις· περὶ δὲ τοὺς στύλους στρέφοντες ἐκ τῆς καλάμης σχοινία περιτιθέασιν͵ εἶτ᾽ ἐπαλείφοντες χρώμασι καταγράφουσι͵ τὰς δὲ θύρας ἀσφάλτωι· ὑψηλαὶ δὲ καὶ αὗται καὶ οἱ οἶκοι καμαρωτοὶ πάντες διὰ τὴν ἀξυλίαν· ψιλὴ γὰρ ἡ χώρα καὶ θαμνώδης ἡ πολλὴ πλὴν φοίνικος· οὗτος δὲ πλεῖστος ἐν τῆι Βαβυλωνίαι͵ πολὺς δὲ καὶ ἐν Σούσοις καὶ ἐν τῆι παραλίαι [τῆι] Περσίδι καὶ ἐν τῆι Καρμανίαι. κεράμωι δ᾽ οὐ χρῶνται· οὐδὲ γὰρ κατομβροῦνται. παραπλήσια δὲ καὶ τὰ ἐν Σούσοις καὶ τῆι Σιτακηνῆι.
1.6
Ἀφώριστο δ᾽ ἐν τῆι Βαβυλῶνι κατοικία τοῖς ἐπιχωρίοις φιλοσόφοις τοῖς Χαλδαίοις προσαγορευομένοις͵ οἳ περὶ ἀστρονομίαν εἰσὶ τὸ πλέον· προσποιοῦνται δέ τινες καὶ γενεθλιαλογεῖν͵ οὓς οὐκ ἀποδέχονται οἱ ἕτεροι. ἔστι δὲ καὶ φῦλόν τι τὸ τῶν Χαλδαίων καὶ χώρα τῆς Βαβυλωνίας ὑπ᾽ ἐκείνων οἰκουμένη͵ πλησιάζουσα καὶ τοῖς Ἄραψι καὶ τῆι κατὰ Πέρσας λεγομένηι θαλάττηι. ἔστι δὲ καὶ τῶν Χαλδαίων τῶν ἀστρονομικῶν γένη πλείω· καὶ γὰρ Ὀρχηνοί τινες προσαγορεύονται καὶ Βορσιππηνοὶ καὶ ἄλλοι πλείους ὡς ἂν κατὰ αἱρέσεις ἄλλα καὶ ἄλλα νέμοντες περὶ τῶν αὐτῶν δόγματα. μέμνηνται δὲ καὶ τῶν ἀνδρῶν ἐνίων οἱ μαθηματικοί͵ καθάπερ Κιδηνᾶ τε καὶ Ναβουριανοῦ καὶ Σουδίνου· καὶ Σέλευκος δ᾽ ὁ ἀπὸ τῆς Σελευκείας Χαλδαῖός ἐστι καὶ ἄλλοι πλείους ἀξιόλογοι ἄνδρες.
1.7
Τὰ δὲ Βόρσιππα ἱερὰ πόλις ἐστὶν Ἀρτέμιδος καὶ Ἀπόλλωνος͵ λινουργεῖον μέγα. πληθύουσι δὲ ἐν αὐτῆι νυκτερίδες μείζους πολὺ τῶν ἐν ἄλλοις τόποις· ἁλίσκονται δ᾽ εἰς βρῶσιν καὶ ταριχεύονται.
1.8
Περιέχεται δ᾽ ἡ χώρα τῶν Βαβυλωνίων ἀπὸ μὲν τῆς ἠοῦς ὑπό τε Σουσίων καὶ Ἐλυμαίων καὶ Παραιτακηνῶν͵ ἀπὸ δὲ τῆς μεσημβρίας ὑπὸ τοῦ Περσικοῦ κόλπου καὶ τῶν Χαλδαίων μέχρι Ἀράβων τῶν Μεσηνῶν͵ ἀπὸ δὲ τῆς ἑσπέρας ὑπό τε Ἀράβων τῶν σκηνιτῶν μέχρι τῆς Ἀδιαβηνῆς καὶ τῆς Γορδυαίας͵ ἀπὸ δὲ τῶν ἄρκτων ὑπό τε Ἀρμενίων καὶ Μήδων μέχρι τοῦ Ζάγρου καὶ τῶν περὶ αὐτὸ ἐθνῶν.
1.9
Διαρρεῖται δ᾽ ὑπὸ πλειόνων μὲν ποταμῶν ἡ χώρα͵ μεγίστων δὲ τοῦ τε Εὐφράτου καὶ τοῦ Τίγριος· μετὰ γὰρ τοὺς Ἰνδικοὺς οὗτοι λέγονται δευτερεύειν κατὰ τὰ νότια μέρη τῆς Ἀσίας οἱ ποταμοί· ἔχουσι δ᾽ ἀνάπλους ὁ μὲν ἐπὶ τὴν Ὦπιν καὶ τὴν νῦν Σελεύκειαν (ἡ δὲ Ὦπις κώμη ἐμπόριον τῶν κύκλωι τόπων) ὁ δ᾽ ἐπὶ Βαβυλῶνα πλειόνων ἢ τρισχιλίων σταδίων. οἱ μὲν οὖν Πέρσαι τοὺς ἀνάπλους ἐπίτηδες κωλύειν θέλοντες φόβωι τῶν ἔξωθεν ἐφόδων καταράκτας χειροποιήτους κατεσκευάκεισαν· ὁ δὲ Ἀλέξανδρος ἐπιὼν ὅσους οἷός τε ἦν ἀνεσκεύασε͵ καὶ μάλιστα τοὺς ἐπὶ τὴν Ὦπιν. ἐπεμελήθη δὲ καὶ τῶν διωρύγων· πλημμυρεῖ γὰρ ὁ Εὐφράτης κατὰ τὴν ἀρχὴν τοῦ θέρους ἀπὸ τοῦ ἔαρος ἀρξάμενος͵ ἡνίκα τήκονται αἱ χιόνες αἱ ἀπὸ τῆς Ἀρμενίας͵ ὥστ᾽ ἀνάγκη λιμνάζειν καὶ κατακλύζεσθαι τὰς ἀρούρας͵ εἰ μὴ διοχετεύει τις ταφρείαις καὶ διώρυξι τὸ ἐκπῖπτον τοῦ ῥοῦ καὶ ἐπιπολάζον ὕδωρ͵ καθάπερ καὶ ἐν Αἰγύπτωι τὸ τοῦ Νείλου· ἐντεῦθεν μὲν οὖν αἱ διώρυγες γεγένηνται. χρεία δέ ἐστιν ὑπουργίας μεγάλας· βαθεῖα γὰρ ἡ γῆ καὶ μαλακὴ καὶ εὐένδοτος ὥστε καὶ ἐκσύρεται ῥαιδίως ὑπὸ τῶν ῥευμάτων καὶ γυμνοῖ τὰ πεδία͵ πληροῖ δὲ τὰς διώρυγας καὶ τὰ στόματα αὐτῶν ἐμφράττει ῥαιδίως ἡ χοῦς· οὕτω δὲ συμβαίνει πάλιν τὴν ὑπέρχυσιν τῶν ὑδάτων εἰς τὰ πρὸς τῆι θαλάττηι πεδία ἐκπίπτουσαν λίμνας ἀποτελεῖν καὶ ἕλη καὶ καλαμῶνας͵ ἐξ ὧν καλάμινα πλέκεται παντοῖα σκεύη͵ τὰ μὲν ὑγροῦ δεκτικὰ τῆι ἀσφάλτωι περιαλειφόντων͵ τοῖς δ᾽ ἄλλοις ψιλῶς χρωμένων· καὶ ἱστία δὲ ποιοῦνται καλάμινα ψιάθοις ἢ ῥιψὶ παραπλήσια.
1.10
Τὸ μὲν οὖν παντάπασι κωλύειν τὴν τοιαύτην πλήμμυραν οὐχ οἷόν τε ἴσως͵ τὸ δὲ τὴν δυνατὴν προσφέρειν βοήθειαν ἡγεμόνων ἀγαθῶν ἐστιν. ἡ δὲ βοήθεια αὕτη͵ τὴν μὲν πολλὴν παρέκχυσιν ἐμφράξει κωλύειν͵ τὴν δὲ πλήρωσιν ἣν ἡ χοῦς ἐργάζεται͵ τοὐναντίον ἀνακαθάρσει τῶν διωρύγων καὶ ἐξανοίξει τῶν στομάτων. ἡ μὲν οὖν ἀνακάθαρσις ῥαιδία ἡ δὲ ἔμφραξις πολυχειρίας δεῖται· εὐένδοτος γὰρ οὖσα ἡ γῆ καὶ μαλακὴ τὴν ἐπιφορηθεῖσαν οὐχ ὑπομένει χοῦν͵ ἀλλ᾽ εἴκουσα συνεφέλκεται κἀκείνην καὶ ποιεῖ δυσέγχωστον τὸ στόμα. καὶ γὰρ καὶ τάχους δεῖ πρὸς τὸ ταχέως κλεισθῆναι τὰς διώρυγας καὶ μὴ πᾶν ἐκπεσεῖν ἐξ αὐτῶν τὸ ὕδωρ. ξηρανθεῖσαι γὰρ τοῦ θέρους ξηραίνουσι καὶ τὸν ποταμόν· ταπεινωθεὶς δὲ τὰς ἐποχετείας οὐ δύναται παρέχεσθαι κατὰ καιρὸν ὧν δεῖται πλεῖστον τοῦ θέρους ἔμπυρος οὖσα ἡ χώρα καὶ καυματηρά· διαφέρει δ᾽ οὐδὲν ἢ τῶι πλήθει τῶν ὑδάτων κατακλύζεσθαι τοὺς καρπούς͵ ἢ τῆι λειψυδρίαι τῶι δίψει διαφθείρεσθαι· ἅμα δὲ καὶ τοὺς ἀνάπλους͵ πολὺ τὸ χρήσιμον ἔχοντας ἀεὶ [δὲ] λυμαινομένους ὑπ᾽ ἀμφοτέρων τῶν λεχθέντων παθῶν͵ οὐχ οἷόν τε ἐπανορθοῦν͵ εἰ μὴ ταχὺ μὲν ἐξανοίγοιτο τὰ στόμια τῶν διωρύγων͵ ταχὺ δὲ κλείοιτο͵ καὶ αἱ διώρυγες ἀεὶ μετριάζοιεν ὥστε μήτε πλεονάζειν ἐν αὐταῖς τὸ ὕδωρ μήτ᾽ ἐλλείπειν.
1.11
Φησὶ δ᾽ Ἀριστόβουλος τὸν Ἀλέξανδρον αὐτὸν ἀναπλέοντα καὶ κυβερνῶντα τὸ σκάφος ἐπισκοπεῖν καὶ ἀνακαθαίρειν τὰς διώρυγας μετὰ τοῦ πλήθους τῶν συνακολουθησάντων· ὡς δ᾽ αὕτως καὶ τὰ στόμια ἐμφράττειν͵ τὰ δ᾽ ἀνοίγειν· κατανοήσαντα δὲ μίαν τὴν μάλιστα τείνουσαν ἐπὶ τὰ ἕλη καὶ τὰς λίμνας τὰς πρὸ τῆς Ἀραβίας͵ δυσμεταχείριστον ἔχουσαν τὸ στόμα καὶ μὴ ῥαιδίως ἐμφράττεσθαι δυναμένην διὰ τὸ εὐένδοτον καὶ μαλακόγειον͵ ἄλλο ἀνοῖξαι καινὸν στόμα͵ ἀπὸ σταδίων τριάκοντα ὑπόπετρον λαβόντα χωρίον͵ κἀκεῖ μεταγαγεῖν τὸ ῥεῖθρον· ταῦτα δὲ ποιεῖν προνοοῦντα ἅμα καὶ τοῦ μὴ τὴν Ἀραβίαν δυσείσβολον τελέως ὑπὸ τῶν λιμνῶν ἢ καὶ τῶν ἑλῶν ἀποτελεσθῆναι͵ νησίζουσαν ἤδη διὰ τὸ πλῆθος τοῦ ὕδατος· διανοεῖσθαι γὰρ δὴ κατακτᾶσθαι τὴν χώραν ταύτην καὶ στόλους καὶ ὁρμητήρια ἤδη κατεσκευάσθαι͵ τὰ πλοῖα τὰ μὲν ἐν Φοινίκηι τε καὶ Κύπρωι ναυπηγησάμενον διάλυτά τε καὶ γομφωτά͵ ἃ κομισθέντα εἰς Θάψακον σταθμοῖς ἑπτὰ εἶτα τῶι ποταμῶι κατακομισθῆναι μέχρι Βαβυλῶνος͵ τὰ δ᾽ ἐν τῆι Βαβυλωνίαι συμπηξάμενον τῶν ἐν τοῖς ἄλσεσι καὶ τοῖς παραδείσοις κυπαρίττων· σπάνις γὰρ ὕλης ἐνταῦθα͵ ἐν δὲ Κοσσαίοις καὶ ἄλλοις τισὶ μετρία τίς ἐστιν εὐπορία. σκήψασθαι μὲν οὖν αἰτίαν τοῦ πολέμου φησίν͵ ἐπειδὴ μόνοι τῶν ἁπάντων οὐ πρεσβεύσαιντο οἱ Ἄραβες ὡς αὐτόν͵ τὸ δ᾽ ἀληθὲς ὀρεγόμενον πάντων εἶναι κύριον· καὶ ἐπεὶ δύο θεοὺς ἐπυνθάνετο τιμᾶσθαι μόνους ὑπ᾽ αὐτῶν͵ τόν τε Δία καὶ τὸν Διόνυσον͵ τοὺς τὰ κυριώτατα πρὸς τὸ ζῆν παρέχοντας͵ τρίτον ὑπολαβεῖν ἑαυτὸν τιμήσεσθαι͵ κρατήσαντα καὶ ἐπιτρέψαντα τὴν πάτριον αὐτονομίαν ἔχειν ἣν εἶχον πρότερον. ταῦτά τε δὴ πραγματεύεσθαι περὶ τὰς διώρυγας τὸν Ἀλέξανδρον͵ καὶ τοὺς τάφους σκευωρεῖσθαι τοὺς τῶν βασιλέων καὶ δυναστῶν· τοὺς γὰρ πλείστους ἐν ταῖς λίμναις εἶναι.
1.12
Ἐρατοσθένης δὲ τῶν λιμνῶν μνησθεὶς τῶν πρὸς τῆι Ἀραβίαι͵ φησὶ τὸ ὕδωρ ἀπορούμενον διεξόδων ἀνοῖξαι πόρους ὑπὸ γῆς καὶ δι᾽ ἐκείνων ὑποφέρεσθαι μέχρι Κοιλοσύρων· ἀναθλίβεσθαι δὲ εἰς τοὺς περὶ Ῥινοκόρουρα καὶ τὸ Κάσιον ὄρος τόπους καὶ ποιεῖν τὰς ἐκεῖ λίμνας καὶ τὰ βάραθρα· οὐκ οἶδα δ᾽ εἰ πιθανῶς εἴρηκεν. αἱ γὰρ τοῦ Εὐφράτου παρεκχύσεις αἱ ποιοῦσαι τὰς πρὸς τῆι Ἀραβίαι λίμνας καὶ τὰ ἕλη πλησίον εἰσὶ τῆς κατὰ Πέρσας θαλάττης͵ ὁ δὲ διείργων ἰσθμὸς οὔτε πολύς ἐστιν οὔτε πετρώδης͵ ὥστε ταύτηι μᾶλλον εἰκὸς ἦν βιάσασθαι τὸ ὕδωρ εἰς τὴν θάλατταν͵ εἴτ᾽ ὑπὸ γῆς εἰτ᾽ ἐπιπολῆς͵ ἢ πλείους τῶν ἑξακισχιλίων σταδίων διανύειν͵ ἄνυδρον καὶ ξηρὰν οὕτω͵ καὶ ταῦτα ὀρῶν ἐν μέσωι κειμένων͵ τοῦ τε Λιβάνου καὶ τοῦ Ἀντιλιβάνου καὶ τοῦ Κασίου· οἱ μὲν δὴ τοιαῦτα λέγουσι.
1.13
Πολύκλειτος δέ φησι μὴ πλημμυρεῖν τὸν Εὐφράτην· διὰ γὰρ πεδίων φέρεσθαι μεγάλων͵ τὰ δ᾽ ὄρη τὰ μὲν δισχιλίους ἀφεστάναι σταδίους τὰ δὲ Κοσσαῖα μόλις χιλίους͵ οὐ πάνυ ὑψηλὰ οὐδὲ νιφόμενα σφοδρῶς οὐδ᾽ ἀθρόαν ἐπιφέροντα τῆι χιόνι τὴν τῆξιν· εἶναι γὰρ καὶ τὰ ὕψη τῶν ὀρῶν ἐν τοῖς ὑπὲρ Ἐκβατάνων μέρεσι τοῖς προσβορείοις· ἐν δὲ τοῖς πρὸς νότον σχιζόμενα καὶ πλατυνόμενα πολὺ ταπεινοῦσθαι͵ ἅμα δὲ καὶ τὸ πολὺ τοῦ ὕδατος ἐκδέχεσθαι τὸν Τίγριν καὶ οὕτως πλημμυρεῖν. τὸ μὲν οὖν ὕστατον ῥηθὲν φανερῶς ἄτοπον· εἰς γὰρ τὰ αὐτὰ κατέρχεται πεδία· τὰ δὲ λεχθέντα ὕψη τῶν ὀρῶν ἀνωμαλίαν ἔχει͵ πῆ μὲν ἐξηρμένα μᾶλλον τὰ βόρεια͵ πῆ δὲ πλατυνόμενα τὰ μεσημβρινά· ἡ δὲ χιὼν οὐ τοῖς ὕψεσι κρίνεται μόνον ἀλλὰ καὶ τοῖς κλίμασι· τότε αὐτὸ ὄρος τὰ βόρεια μέρη νίφεται μᾶλλον ἢ τὰ νότια͵ καὶ τὴν χιόνα συμμένουσαν ἔχει μᾶλλον ἐκεῖνα ἢ ταῦτα. ὁ μὲν οὖν Τίγρις ἐκ τῶν νοτιωτάτων μερῶν τῆς Ἀρμενίας͵ ἃ πλησίον ἐστὶ τῆς Βαβυλωνίας͵ δεχόμενος τὸ ἐκ τῶν χιόνων ὕδωρ οὐ πολὺ ὄν͵ ἅτε ἐκ τῆς νοτίου πλευρᾶς͵ ἧττον ἂν πλημμύροι· ὁ δὲ Εὐφράτης τὸ ἐξ ἀμφοτέρων δέχεται τῶν μερῶν͵ καὶ οὐκ ἐξ ἑνὸς ὄρους ἀλλὰ πολλῶν͵ ὡς ἐδηλοῦμεν ἐν τῆι περιηγήσει τῆς Ἀρμενίας͵ προστιθεὶς τὸ μῆκος τοῦ ποταμοῦ͵ ὅσον μὲν τὸ ἐν τῆι μεγάληι Ἀρμενίαι διέξεισι καὶ τῆι μικρᾶι͵ ὅσον δὲ τὸ ἐκ τῆς μικρᾶς Ἀρμενίας καὶ τῆς Καππαδοκίας διὰ τοῦ Ταύρου διεκβαλὼν ἕως Θαψάκου φέρεται͵ τὴν κάτω Συρίαν καὶ τὴν Μεσοποταμίαν ἀφορίζων͵ ὅσον δὲ τὸ λοιπὸν μέχρι Βαβυλῶνος καὶ τῆς ἐκβολῆς ὁμοῦ τρισμυρίων καὶ ἑξακισχιλίων σταδίων. τὰ μὲν οὖν περὶ τὰς διώρυγας τοιαῦτα.
1.14
Ἡ δὲ χώρα φέρει κριθὰς μὲν ὅσας οὐκ ἄλλη (καὶ γὰρ τριακοσιοντάχουν λέγουσι)͵ τὰ δὲ ἄλλα ἐκ τοῦ φοίνικος παρέχεται· καὶ γὰρ ἄρτον καὶ οἶνον καὶ ὄξος καὶ μέλι καὶ ἄλφιτα· τά τε πλεκτὰ παντοῖα ἐκ τούτου· τοῖς δὲ πυρῆσιν ἀντ᾽ ἀνθράκων οἱ χαλκεῖς χρῶνται͵ βρεχόμενοι δὲ τοῖς σιτιζομένοις εἰσὶ τροφὴ βουσὶ καὶ προβάτοις. φασὶ δ᾽ εἶναι καὶ Περσικὴν ὠιδήν͵ ἐν ἧι τὰς ὠφελείας τριακοσίας καὶ ἑξήκοντα διαριθμοῦνται· ἐλαίωι δὲ χρῶνται τῶι σησαμίνωι τὸ πλέον· οἱ δ᾽ ἄλλοι τόποι σπανίζονται τούτου τοῦ φυτοῦ.
1.15
Γίνεται δ᾽ ἐν τῆι Βαβυλωνίαι καὶ ἄσφαλτος πολλή͵ περὶ ἧς Ἐρατοσθένης μὲν οὕτως εἴρηκεν ὅτι ἡ μὲν ὑγρὰ ἣν καλοῦσι νάφθαν͵ γίνεται ἐν τῆι Σουσίδι͵ ἡ δὲ ξηρὰ δυναμένη πήττεσθαι ἐν τῆι Βαβυλωνίαι· ταύτης δ᾽ ἐστὶν ἡ πηγὴ τοῦ Εὐφράτου πλησίον· πλημμύροντος δὲ τούτου κατὰ τὰς τῶν χιόνων τήξεις καὶ αὐτὴ πληροῦται καὶ ὑπέρχυσιν εἰς τὸν ποταμὸν λαμβάνει· ἐνταῦθα δὲ συνίστανται βῶλοι μεγάλαι πρὸς τὰς οἰκοδομὰς ἐπιτήδειαι τὰς διὰ τῆς ὀπτῆς πλίνθου. ἄλλοι δὲ καὶ τὴν ὑγρὰν ἐν τῆι Βαβυλωνίαι γίνεσθαί φασι. περὶ μὲν οὖν τῆς ξηρᾶς εἴρηται πόσον τὸ χρήσιμον τὸ ἐκ τῶν οἰκοδομιῶν μάλιστα· φασὶ δὲ καὶ πλοῖα πλέκεσθαι͵ ἐμπλασθέντα δ᾽ ἀσφάλτωι πυκνοῦσθαι. τὴν δὲ ὑγρὰν ἣν νάφθαν καλοῦσι͵ παράδοξον ἔχειν συμβαίνει τὴν φύσιν· προσαχθεὶς γὰρ ὁ νάφθας πυρὶ πλησίον ἀναρπάζει τὸ πῦρ͵ κἂν ἐπιχρίσας αὐτῶι σῶμα προσαγάγηις͵ φλέγεται· σβέσαι δ᾽ ὕδατι οὐχ οἷόν τε (ἐκκαίεται γὰρ μᾶλλον) πλὴν εἰ πάνυ πολλῶι͵ ἀλλὰ πηλῶι καὶ ὄξει καὶ στυπτηρίαι καὶ ἰξῶι πνιγεὶς σβέννυται. πείρας δὲ χάριν φασὶν Ἀλέξανδρον ἐν λουτρῶι προσχέαι παιδὶ τοῦ νάφθα καὶ προσαγαγεῖν λύχνον· φλεγόμενον δὲ τὸν παῖδα ἐγγὺς ἐλθεῖν τοῦ ἀπολέσθαι͵ πλὴν πολλῶι σφόδρα καταντλοῦντες τῶι ὕδατι ἐξίσχυσαν καὶ διέσωσαν οἱ περιεστῶτες. Ποσειδώνιος δέ φησι τοῦ ἐν τῆι Βαβυλωνίαι νάφθα τὰς πηγὰς τὰς μὲν εἶναι λευκοῦ τὰς δὲ μέλανος· τούτων δὲ τὰς μὲν εἶναι θείου ὑγροῦ (λέγω δὲ τὰς τοῦ λευκοῦ· ταύτας δ᾽ εἶναι τὰς ἐπισπώσας τὰς φλόγας)͵ τὰς δὲ τοῦ μέλανος ἀσφάλτου ὑγρᾶς͵ ὧι ἀντ᾽ ἐλαίου τοὺς λύχνους κάουσι.
1.16
Πάλαι μὲν οὖν ἡ Βαβυλὼν ἦν μητρόπολις τῆς Ἀσσυρίας͵ νῦν δὲ Σελεύκεια ἡ ἐπὶ τῶι Τίγρει λεγομένη. πλησίον δ᾽ ἐστὶ κώμη Κτησιφῶν λεγομένη͵ μεγάλη· ταύτην δ᾽ ἐποιοῦντο χειμάδιον οἱ τῶν Παρθυαίων βασιλεῖς φειδόμενοι τῶν Σελευκέων͵ ἵνα μὴ κατασταθμεύοιντο ὑπὸ τοῦ Σκυθικοῦ φύλου καὶ στρατιωτικοῦ· δυνάμει οὖν Παρθικῆι πόλις ἀντὶ κώμης ἐστὶ * καὶ τὸ μέγεθος͵ τοσοῦτόν γε πλῆθος δεχομένη καὶ τὴν κατασκευὴν ὑπ᾽ ἐκείνων αὐτῶν κατεσκευασμένη καὶ τὰ ὤνια καὶ τὰς τέχνας προσφόρους ἐκείνοις πεπορισμένη. εἰώθασι γὰρ ἐνταῦθα τοῦ χειμῶνος διάγειν οἱ βασιλεῖς διὰ τὸ εὐάερον· θέρους δὲ ἐν Ἐκβατάνοις καὶ τῆι Ὑρκανίαι διὰ τὴν ἐπικράτειαν τῆς παλαιᾶς δόξης. ὥσπερ δὲ Βαβυλωνίαν τὴν χώραν καλοῦμεν͵ οὕτω καὶ τοὺς ἄνδρας τοὺς ἐκεῖθεν Βαβυλωνίους καλοῦμεν͵ οὐκ ἀπὸ τῆς πόλεως͵ ἀλλ᾽ ἀπὸ τῆς χώρας· ἀπὸ δὲ τῆς Σελευκείας ἧττον͵ κἂν ἐκεῖθεν ὦσι͵ καθάπερ Διογένη τὸν στωικὸν φιλόσοφον.
1.17
Ἔστι δὲ καὶ Ἀρτεμίτα πόλις ἀξιόλογος͵ διέχουσα πεντακοσίους τῆς Σελευκείας σταδίους͵ πρὸς ἕω τὸ πλέον͵ καθάπερ καὶ ἡ Σιτακηνή· καὶ γὰρ αὕτη πολλή τε καὶ ἀγαθὴ μέση Βαβυλῶνος τέτακται καὶ τῆς Σουσίδος͵ ὥστε τοῖς ἐκ Βαβυλῶνος εἰς Σοῦσα βαδίζουσι διὰ τῆς Σιτακηνῆς ἡ ὁδὸς ἅπασα πρὸς ἕω· πρὸς ἕω δ᾽ ἐστὶ καὶ τοῖς ἐκ Σούσων εἰς τὴν μεσόγαιαν τῆς Περσίδος διὰ τῆς Οὐξίας καὶ τοῖς ἐκ τῆς Περσίδος εἰς τὰ μέσα τῆς Καρμανίας. τὴν μὲν οὖν Καρμανίαν ἐγκυκλοῦται πρὸς [ἑσπέραν καὶ] ἄρκτον ἡ Περσὶς πολλὴ οὖσα· ταύτηι δὲ συνάπτει ἡ Παραιτακηνὴ καὶ ἡ Κοσσαία μέχρι Κασπίων πυλῶν͵ ὀρεινὰ καὶ ληιστρικὰ ἔθνη· τῆι δὲ Σουσίδι ἡ Ἐλυμαῒς καὶ αὐτὴ τραχεῖα ἡ πολλὴ καὶ ληιστρική· τῆι δὲ Ἐλυμαΐδι τὰ περὶ τὸν Ζάγρον καὶ ἡ Μηδία.
1.18
Κοσσαῖοι μὲν οὖν εἰσι τοξόται τὸ πλέον͵ καθάπερ καὶ οἱ συνεχεῖς ὀρεινοί͵ προνομεύοντες ἀεί· χώραν γὰρ ἔχουσιν ὀλίγην τε καὶ λυπρὰν ὥστ᾽ ἐκ τῶν ἀλλοτρίων ἀνάγκη ζῆν· ἀνάγκη δὲ καὶ ἰσχύειν· ἅπαντες γάρ εἰσι μάχιμοι· τοῖς γοῦν Ἐλυμαίοις συνεμάχουν μύριοι καὶ τρισχίλιοι πολεμοῦσι πρός τε Βαβυλωνίους καὶ Σουσίους. οἱ δὲ Παραιτακηνοὶ μᾶλλον μὲν τῶν Κοσσαίων ἐπιμελοῦνται γῆς· ὅμως δὲ καὶ αὐτοὶ ληιστηρίων οὐκ ἀπέχονται. Ἐλυμαῖοι δὲ καὶ μείζω τούτων κέκτηνται χώραν καὶ ποικιλωτέραν. ὅση μὲν οὖν ἀγαθὴ γεωργοὺς ἔχει τοὺς ἐνοικοῦντας͵ ἡ δ᾽ ὀρεινὴ στρατιώτας τρέφει τοξότας τοὺς πλείστους· πολλὴ δὲ οὖσα πολὺ καὶ τὸ στρατιωτικὸν παρέχεται͵ ὥστε καὶ ὁ βασιλεὺς αὐτῶν δύναμιν κεκτημένος μεγάλην οὐκ ἀξιοῖ τῶι τῶν Παρθυαίων βασιλεῖ παραπλησίως τοῖς ἄλλοις ὑπήκοος εἶναι· ὁμοίως δὲ καὶ πρὸς τοὺς Μακεδόνας πρότερον τοὺς τῆς Συρίας ἄρχοντας διέκειτο. Ἀντίοχον μὲν οὖν τὸν μέγαν τὸ τοῦ Βήλου συλᾶν ἱερὸν ἐπιχειρήσαντα ἀνεῖλον ἐπιθέμενοι καθ᾽ αὑτοὺς οἱ πλησίον βάρβαροι. ἐκ δὲ τῶν ἐκείνωι συμβάντων παιδευθεὶς ὁ Παρθυαῖος χρόνοις ὕστερον ἀκούων τὰ ἱερὰ πλούσια παρ᾽ αὐτοῖς͵ ὁρῶν δ᾽ ἀπειθοῦντας͵ ἐμβάλλει μετὰ δυνάμεως μεγάλης͵ καὶ τότε τῆς Ἀθηνᾶς ἱερὸν εἷλε καὶ τὸ τῆς Ἀρτέμιδος͵ τὰ Ἄζαρα͵ καὶ ἦρε ταλάντων μυρίων γάζαν· ἡιρέθη δὲ καὶ πρὸς τῶι Ἡδυφῶντι ποταμῶι Σελεύκεια͵ μεγάλη πόλις· Σολόκη δ᾽ ἐκαλεῖτο πρότερον. τρεῖς δ᾽ εἰσὶν εἰς τὴν χώραν εὐφυεῖς εἰσβολαί· ἐκ μὲν τῆς Μηδίας καὶ τῶν περὶ τὸν Ζάγρον τόπων διὰ τῆς Μασσαβατικῆς͵ ἐκ δὲ τῆς Σουσίδος διὰ τῆς Γαβιανῆς (ἐπαρχίαι δ᾽ εἰσὶν αὗται τῆς Ἐλυμαίας ἥ τε Γαβιανὴ καὶ ἡ Μασσαβατική)͵ τρίτη δ᾽ ἐστὶν ἡ ἐκ τῆς Περσίδος. ἔστι δὲ καὶ Κορβιανὴ ἐπαρχία τῆς Ἐλυμαΐδος. ὅμοροι δ᾽ εἰσὶ τούτοις Σαγαπηνοί τε καὶ Σιλακηνοί͵ δυναστεῖαι μικραί. τοσαῦτα μὲν καὶ τοιαῦτα ἔθνη πρὸς ἕω τὰ ὑπερκείμενα τῆς Βαβυλωνίας. πρὸς ἄρκτον δὲ τὴν Μηδίαν ἔφαμεν καὶ τὴν Ἀρμενίαν· ἀπὸ δὲ δύσεώς ἐστιν ἡ Ἀδιαβηνὴ καὶ ἡ Μεσοποταμία.
1.19
Τῆς μὲν οὖν Ἀδιαβηνῆς ἡ πλείστη πεδιάς ἐστι͵ καὶ αὐτὴ τῆς Βαβυλωνίας μέρος οὖσα ἔχουσα δ᾽ ὅμως ἄρχοντα ἴδιον͵ ἔστιν ὅπη καὶ τῆι Ἀρμενίαι προσχωροῦσα. οἱ γὰρ Μῆδοι καὶ οἱ Ἀρμένιοι τρίτοι δὲ Βαβυλώνιοι τὰ μέγιστα τῶν ἐθνῶν τῶν ταύτηι διετέλουν οὕτως ἐξ ἀρχῆς συνεστῶτες ὥστ᾽ ἀλλήλοις ἐπιτίθεσθαι κατὰ καιροὺς τοὺς οἰκείους ἕκαστοι καὶ πάλιν διαλύεσθαι· καὶ τοῦτο καὶ μέχρι τῆς τῶν Παρθυαίων ἐπικρατείας διέμεινε. τῶν μὲν οὖν Μήδων καὶ τῶν Βαβυλωνίων ἐπάρχουσι Παρθυαῖοι͵ τῶν δ᾽ Ἀρμενίων οὐδ᾽ ἅπαξ· ἀλλ᾽ ἔφοδοι μὲν γεγόνασι πολλάκις͵ ἀνὰ κράτος δ᾽ οὐχ ἑάλωσαν͵ ἀλλ᾽ ὅ γε Τιγράνης καὶ ἐρρωμένως ἀντεπεκράτησεν͵ ὡς ἐν τοῖς Ἀρμενιακοῖς εἴρηται. ἡ μὲν οὖν Ἀδιαβηνὴ τοιαύτη· περὶ δὲ τῆς Μεσοποταμίας ἐροῦμεν ἐφεξῆς καὶ τῶν πρὸς μεσημβρίαν ἐθνῶν͵ ἐπιόντες ἐπὶ μικρὸν πρότερον τὰ λεγόμενα περὶ τῶν ἐθῶν τῶν παρὰ τοῖς Ἀσσυρίοις.
1.20
Τἆλλα μὲν οὖν ἔοικε τοῖς Περσικοῖς͵ ἴδιον δὲ τὸ καθεστάναι τρεῖς ἄνδρας σώφρονας ἑκάστης ἄρχοντας φυλῆς͵ οἳ τὰς ἐπιγάμους κόρας προσάγοντες εἰς τὸ πλῆθος ἀποκηρύττουσι τοῖς νυμφίοις ἀεὶ τὰς ἐντιμοτέρας πρώτας. οὕτω μὲν αἱ συζυγίαι τελοῦνται· ὁσάκις δ᾽ ἂν μιχθῶσιν ἀλλήλοις͵ ἐπιθυμιάσοντες ἐξανίστανται ἑκάτερος χωρίς· ὄρθρου δὲ λούονται πρὶν ἀγγείου τινὸς ἅψασθαι· παραπλησίως γὰρ ὥσπερ ἀπὸ νεκροῦ τὸ λουτρὸν ἐν ἔθει ἐστίν͵ οὕτω καὶ ἀπὸ συνουσίας. πάσαις δὲ ταῖς Βαβυλωνίαις ἔθος κατά τι λόγιον ξένωι μίγνυσθαι πρός τι ἀφροδίσιον ἀφικομέναις μετὰ πολλῆς θεραπείας καὶ ὄχλου· θώμιγγι δ᾽ ἔστεπται ἑκάστη· ὁ δὲ προσιὼν καταθεὶς ἐπὶ τὰ γόνατα ὅσον καλῶς ἔχει ἀργύριον͵ συγγίνεται ἄπωθεν τοῦ τεμένους ἀπαγαγών· τὸ δ᾽ ἀργύριον ἱερὸν τῆς Ἀφροδίτης νομίζεται. ἀρχεῖα δ᾽ ἐστὶ τρία͵ τὸ τῶν ἀφειμένων ἤδη τῆς στρατείας καὶ τὸ τῶν ἐνδοξοτάτων καὶ τὸ τῶν γερόντων͵ χωρὶς τοῦ ὑπὸ τοῦ βασιλέως καθισταμένου. τούτου δ᾽ ἐστὶ τὸ τὰς παρθένους ἐκδιδόναι καὶ τὸ τὰς περὶ τῆς μοιχείας δικάζειν δίκας͵ ἄλλου δὲ τὸ τὰς τῆς κλοπῆς͵ τρίτου τὸ περὶ τῶν βιαίων. τοὺς δ᾽ ἀρρώστους εἰς τὰς τριόδους ἐκτιθέντες πυνθάνονται τῶν παριόντων εἴ τίς τι ἔχοι λέγειν τοῦ πάθους ἄκος· οὐδείς τέ ἐστιν οὕτω κακὸς τῶν παριόντων͵ ὃς οὐκ ἐντυχὼν εἴ τι φρονεῖ σωτήριον ὑποτίθεται. ἐσθὴς δ᾽ αὐτοῖς ἐστι χιτὼν λινοῦς ποδήρης καὶ ἐπενδύτης ἐρεοῦς͵ ἱμάτιον λευκόν͵ κόμη μακρά͵ ὑπόδημα ἐμβάδι ὅμοιον. φοροῦσι δὲ καὶ σφραγῖδα καὶ σκῆπτρον οὐ λιτὸν ἀλλ᾽ ἐπίσημον͵ ἔχον ἐπάνω μῆλον ἢ ῥόδον ἢ κρίνον ἤ τι τοιοῦτον· ἀλείφονται δ᾽ ἐκ τοῦ σησάμου· θρηνοῦσι δὲ τοὺς ἀποθανόντας͵ ὡς Αἰγύπτιοι καὶ πολλοὶ τῶν ἄλλων· θάπτουσι δ᾽ ἐν μέλιτι κηρῶι περιπλάσαντες. τρεῖς δ᾽ εἰσὶ φρατρίαι τῶν ἀπόρων σίτου· ἕλειοι δ᾽ εἰσὶν οὗτοι καὶ ἰχθυοφάγοι͵ διαιτώμενοι παραπλησίως τοῖς κατὰ τὴν Γεδρωσίαν.
1.21
Μεσοποταμία δ᾽ ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασται· εἴρηται δ᾽ ὅτι κεῖται τοῦ Εὐφράτου μεταξὺ καὶ τοῦ Τίγριος καὶ διότι ὁ μὲν Τίγρις τὸ ἑωθινὸν αὐτῆς μόνον κλύζει πλευρόν͵ τὸ δ᾽ ἑσπέριον καὶ νότιον ὁ Εὐφράτης· πρὸς ἄρκτον δὲ ὁ Ταῦρος ὁ τοὺς Ἀρμενίους διορίζων ἀπὸ τῆς Μεσοποταμίας. τὸ μὲν οὖν μέγιστον ὃ ἀφίστανται διάστημα ἀπ᾽ ἀλλήλων τὸ πρὸς τοῖς ὄρεσίν ἐστι· τοῦτο δ᾽ ἂν εἴη τὸ αὐτὸ ὅπερ εἴρηκεν Ἐρατοσθένης͵ τὸ ἀπὸ Θαψάκου͵ καθ᾽ ὃ ἦν τὸ ζεῦγμα τοῦ Εὐφράτου τὸ παλαιόν͵ ἐπὶ τὴν τοῦ Τίγριος διάβασιν͵ καθ᾽ ἣν διέβη Ἀλέξανδρος αὐτόν͵ δισχιλίων τετρακοσίων· τὸ δ᾽ ἐλάχιστον μικρῶι πλέον τῶν διακοσίων κατὰ Σελεύκειάν που καὶ Βαβυλῶνα. διαρρεῖ δ᾽ ὁ Τίγρις τὴν Θωπῖτιν καλουμένην λίμνην κατὰ πλάτος μέσην· περαιωθεὶς δ᾽ ἐπὶ θάτερον χεῖλος κατὰ γῆς δύεται μετὰ πολλοῦ ψόφου καὶ ἀναφυσημάτων͵ ἐπὶ πολὺ δ᾽ ἐνεχθεὶς ἀφανὴς ἀνίσχει πάλιν οὐ πολὺ ἄπωθεν τῆς Γορδυαίας· οὕτω δὲ σφοδρῶς διεκβάλλει τὴν λίμνην͵ ὥς φησιν Ἐρατοσθένης͵ ὥστε ἁλμυρὰν αὐτὴν οὖσαν καὶ ἄνιχθυν γλυκεῖαν κατὰ τοῦτ᾽ εἶναι τὸ μέρος καὶ ῥοώδη καὶ ἰχθύων πλήρη.
1.22
Ἐπὶ μῆκος δὲ συχνὸν προπέπτωκεν ἡ συναγωγὴ τῆς Μεσοποταμίας καὶ πλοίωι πως ἔοικε· ποιεῖ δὲ τὸ πλεῖστον τῆς περιφερείας ὁ Εὐφράτης· καὶ ἔστι τὸ μὲν ἀπὸ τῆς Θαψάκου μέχρι Βαβυλῶνος͵ ὡς εἴρηκεν Ἐρατοσθένης͵ τετρακισχίλιοι καὶ ὀκτακόσιοι στάδιοι· τὸ δ᾽ ἀπὸ τοῦ κατὰ Κομμαγηνὴν ζεύγματος͵ ἥπερ ἐστὶν ἀρχὴ τῆς Μεσοποταμίας͵ οὐκ ἔλαττον τῶν δισχιλίων σταδίων ἕως ἐπὶ Θάψακον.
1.23
Ἔστι δ᾽ ἡ μὲν παρόρειος εὐδαίμων ἱκανῶς· ἔχουσι δ᾽ αὐτῆς τὰ μὲν πρὸς τῶι Εὐφράτηι καὶ τῶι ζεύγματι͵ τῶι τε νῦν τῶι κατὰ τὴν Κομμαγηνὴν καὶ τῶι πάλαι τῶι κατὰ τὴν Θάψακον͵ οἱ Μυγδόνες κατονομασθέντες ὑπὸ τῶν Μακεδόνων· ἐν οἷς ἐστιν ἡ Νίσιβις͵ ἣν καὶ αὐτὴν Ἀντιόχειαν τὴν ἐν τῆι Μυγδονίαι προσηγόρευσαν͵ ὑπὸ τῶι Μασίωι ὄρει κειμένην͵ καὶ Τιγρανόκερτα καὶ τὰ περὶ Κάρρας καὶ Νικηφόριον χωρία καὶ Χορδίραζα καὶ Σίννακα͵ ἐν ἧι Κράσσος διεφθάρη͵ δόλωι ληφθεὶς ὑπὸ Σουρήνα τοῦ τῶν Παρθυαίων στρατηγοῦ.
1.24
Πρὸς δὲ τῶι Τίγρει τὰ τῶν Γορδυαίων χωρία οὓς οἱ πάλαι Καρδούχους ἔλεγον͵ καὶ αἱ πόλεις [αὐτ]ῶν Σάρεισά τε καὶ Σάταλκα καὶ Πίνακα͵ κράτιστον ἔρυμα͵ τρεῖς ἄκρας ἔχουσα͵ ἑκάστην ἰδίωι τείχει τετειχισμένην͵ ὥστε οἷον τρίπολιν εἶναι. ἀλλ᾽ ὅμως καὶ ὁ Ἀρμένιος εἶχεν ὑπήκοον καὶ οἱ Ῥωμαῖοι βίαι παρέλαβον͵ καίπερ ἔδοξαν οἱ Γορδυαῖοι διαφερόντως ἀρχιτεκτονικοί τινες εἶναι καὶ πολιορκητικῶν ὀργάνων ἔμπειροι· διόπερ αὐτοῖς εἰς ταῦτα ὁ Τιγράνης ἐχρῆτο. ἐγένετο δὲ καὶ ἡ λοιπὴ Μεσοποταμία ὑπὸ Ῥωμαίοις͵ Πομπήιος δ᾽ αὐτῆς τὰ πολλὰ τῶι Τιγράνηι προσένειμεν ὅσα ἦν ἀξιόλογα· ἔστι γὰρ εὔβοτος ἡ χώρα καὶ εὐερνὴς ὥστε καὶ τὰ ἀειθαλῆ τρέφειν καὶ ἄρωμα τὸ ἄμωμον· καὶ λεοντοβότος ἐστί· φέρει δὲ καὶ τὸν νάφθαν καὶ τὴν γαγγῆτιν λίθον͵ ἣν φεύγει τὰ ἑρπετά.
1.25
Λέγεται δὲ Γόρδυς ὁ Τριπτολέμου τὴν Γορδυηνὴν οἰκῆσαι͵ ὕστερον δὲ καὶ Ἐρετριεῖς οἱ ἀναρπασθέντες ὑπὸ Περσῶν. περὶ μὲν οὖν Τριπτολέμου δηλώσομεν ἐν τοῖς Συριακοῖς αὐτίκα.
1.26
Τὰ δὲ πρὸς μεσημβρίαν κεκλιμένα τῆς Μεσοποταμίας καὶ ἀπωτέρω τῶν ὀρῶν ἄνυδρα καὶ λυπρὰ ὄντα ἔχουσιν οἱ σκηνῖται Ἄραβες͵ ληιστρικοί τινες καὶ ποιμενικοί͵ μεθιστάμενοι ῥαιδίως εἰς ἄλλους τόπους͵ ὅταν ἐπιλείπωσιν αἱ νομαὶ καὶ αἱ λεηλασίαι. τοῖς οὖν παρορείοις ὑπό τε τούτων κακοῦσθαι συμβαίνει καὶ ὑπὸ τῶν Ἀρμενίων· ὑπέρκεινται δὲ καὶ καταδυναστεύουσι διὰ τὴν ἰσχύν· τέλος δ᾽ ὑπ᾽ ἐκείνοις εἰσὶ τὸ πλέον ἢ τοῖς Παρθυαίοις· ἐν πλευραῖς γάρ εἰσι κἀκεῖνοι τήν τε Μηδίαν ἔχοντες καὶ τὴν Βαβυλωνίαν.
1.27
Μεταξὺ δὲ τοῦ Εὐφράτου καὶ τοῦ Τίγριος ῥεῖ καὶ ἄλλος ποταμὸς Βασίλειος καλούμενος͵ καὶ περὶ τὴν Ἀνθεμουσίαν ἄλλος Ἀβόρρας· διὰ δὲ τῶν Σκηνιτῶν͵ ὑπὸ τῶν Μαλίων νυνὶ λεγομένων͵ καὶ τῆς ἐκείνων ἐρημίας ἡ ὁδὸς τοῖς ἐκ τῆς Συρίας εἰς Σελεύκειαν καὶ Βαβυλῶνα ἐμπορευομένοις ἐστίν. ἡ μὲν οὖν διάβασις τοῦ Εὐφράτου κατὰ τὴν Ἀνθεμουσίαν ἐστὶν αὐτοῖς͵ τόπον τῆς Μεσοποταμίας· ὑπέρκειται δὲ τοῦ ποταμοῦ σχοίνους τέτταρας διέχουσα ἡ Βαμβύκη͵ ἣν καὶ Ἔδεσσαν καὶ Ἱερὰν πόλιν καλοῦσιν͵ ἐν ἧι τιμῶσι τὴν Συρίαν θεὸν τὴν Ἀταργάτιν. διαβάντων δὲ ἡ ὁδός ἐστι διὰ τῆς ἐρήμου ἐπὶ τοὺς τῆς Βαβυλωνίας ὅρους μέχρι Σκηνῶν͵ ἀξιολόγου πόλεως ἐπί τινος διώρυγος ἱδρυμένης. ἔστι δ᾽ ἀπὸ τῆς διαβάσεως μέχρι Σκηνῶν ἡμερῶν πέντε καὶ εἴκοσιν ὁδός. καμηλῖται δ᾽ εἰσί͵ καταγωγὰς ἔχοντες τοτὲ μὲν ὑδρείων εὐπόρους τῶν λακκαίων τὸ πλέον͵ τοτὲ δ᾽ ἐπακτοῖς χρώμενοι τοῖς ὕδασι. παρέχουσι δ᾽ αὐτοῖς οἱ Σκηνῖται τήν τε εἰρήνην καὶ τὴν μετριότητα τῆς τῶν τελῶν πράξεως͵ ἧς χάριν φεύγοντες τὴν παραποταμίαν διὰ τῆς ἐρήμου παραβάλλονται͵ καταλιπόντες ἐν δεξιᾶι τὸν ποταμὸν ἡμερῶν σχεδόν τι τριῶν ὁδόν. οἱ γὰρ παροικοῦντες ἑκατέρωθεν τὸν ποταμὸν φύλαρχοι͵ χώραν οὐκ εὔπορον ἔχοντες͵ ἧττον δὲ ἄπορον νεμόμενοι͵ δυναστείαν ἕκαστος ἰδίαι περιβεβλημένος ἴδιον καὶ τελώνιον ἔχει͵ καὶ τοῦτ᾽ οὐ μέτριον. χαλεπὸν γὰρ ἐν τοῖς τοσούτοις καὶ τούτοις αὐθάδεσι κοινὸν ἀφορισθῆναι μέτρον τὸ τῶι ἐμπόρωι λυσιτελές. διέχουσι δὲ τῆς Σελευκείας αἱ Σκηναὶ σχοίνους ὀκτωκαίδεκα.
1.28
Ὅριον δ᾽ ἐστὶ τῆς Παρθυαίων ἀρχῆς ὁ Εὐφράτης καὶ ἡ περαία· τὰ δ᾽ ἐντὸς ἔχουσι Ῥωμαῖοι καὶ τῶν Ἀράβων οἱ φύλαρχοι μέχρι Βαβυλωνίας͵ οἱ μὲν μᾶλλον ἐκείνοις οἱ δὲ τοῖς Ῥωμαίοις προσέχοντες͵ οἷσπερ καὶ πλησιόχωροί εἰσιν͵ ἧττον μὲν Σκηνῖται οἱ νομάδες οἱ τῶι ποταμῶι πλησίον͵ μᾶλλον δ᾽ οἱ ἄπωθεν καὶ πρὸς τῆι εὐδαίμονι Ἀραβίαι. οἱ δὲ Παρθυαῖοι καὶ πρότερον μὲν ἐφρόντιζον τῆς πρὸς Ῥωμαίους φιλίας͵ τὸν δὲ ἄρξαντα πολέμου Κράσσον ἠμύναντο· καὶ αὐτοὶ ἄρξαντες τῆς μάχης τῶν ἴσων ἔτυχον͵ ἡνίκα ἔπεμψαν ἐπὶ τὴν Ἀσίαν Πάκορον ... Ἀντώνιος δὲ συμβούλωι τῶι Ἀρμενίωι χρώμενος προὐδόθη καὶ κακῶς ἐπολέμησεν· ὁ δ᾽ ἐκεῖνον διαδεξάμενος Φραάτης τοσοῦτον ἐσπούδασε περὶ τὴν φιλίαν τὴν πρὸς Καίσαρα τὸν Σεβαστὸν ὥστε καὶ τὰ τρόπαια ἔπεμψεν ἃ κατὰ Ῥωμαίων ἀνέστησαν Παρθυαῖοι͵ καὶ καλέσας εἰς σύλλογον Τίτιον τὸν ἐπιστατοῦντα τότε τῆς Συρίας͵ τέτταρας παῖδας γνησίους ἐνεχείρισεν ὅμηρα αὐτῶι͵ Σερασπαδάνην καὶ Ῥωδάσπην καὶ Φραάτην καὶ Βονώνην͵ καὶ γυναῖκας τούτων δύο καὶ υἱεῖς τέτταρας͵ δεδιὼς τὰς στάσεις καὶ τοὺς ἐπιτιθεμένους αὐτῶι· ἤιδει γὰρ μηδένα ἰσχύσοντα καθ᾽ ἑαυτόν͵ ἂν μή τινα ἐπιλάβηι τοῦ Ἀρσακίου γένους διὰ τὸ εἶναι σφόδρα φιλαρσάκας τοὺς Παρθυαίους· ἐκποδὼν οὖν ἐποίησε τοὺς παῖδας͵ ἀφελέσθαι ζητῶν τὴν ἐλπίδα ταύτην τοὺς κακουργοῦντας. τῶν μὲν οὖν παίδων ὅσοι περίεισιν ἐν Ῥώμηι δημοσίαι βασιλικῶς τημελοῦνται· καὶ οἱ λοιποὶ δὲ βασιλεῖς πρεσβευόμενοι καὶ εἰς συλλόγους ἀφικνούμενοι διατετελέκασιν.
Κεφάλαιον 2
2.1
Ἡ δὲ Συρία πρὸς ἄρκτον μὲν ἀφώρισται τῆι Κιλικίαι καὶ τῶι Ἀμανῶι· ἀπὸ θαλάττης δ᾽ ἐπὶ τὸ ζεῦγμα τοῦ Εὐφράτου στάδιοί εἰσιν οἱ τὸ λεχθὲν πλευρὸν ἀφορίζοντες οὐκ ἐλάττους τῶν [χιλίων καὶ] τετρακοσίων· πρὸς ἕω δὲ τῶι Εὐφράτηι καὶ τοῖς ἐντὸς τοῦ Εὐφράτου σκηνίταις Ἄραψι· πρὸς δὲ νότον τῆι εὐδαίμονι Ἀραβίαι καὶ τῆι Αἰγύπτωι· πρὸς δύσιν δὲ τῶι Αἰγυπτίωι τε καὶ Συριακῶι πελάγει μέχρι Ἰσσοῦ.
2.2
Μέρη δ᾽ αὐτῆς τίθεμεν ἀπὸ τῆς Κιλικίας ἀρξάμενοι καὶ τοῦ Ἀμανοῦ τήν τε Κομμαγηνὴν καὶ τὴν Σελευκίδα καλουμένην τῆς Συρίας͵ ἔπειτα τὴν κοίλην Συρίαν͵ τελευταίαν δ᾽ ἐν μὲν τῆι παραλίαι τὴν Φοινίκην͵ ἐν δὲ τῆι μεσογαίαι τὴν Ἰουδαίαν. ἔνιοι δὲ τὴν Συρίαν ὅλην εἴς τε Κοιλοσύρους [καὶ Σύρους] καὶ Φοίνικας διελόντες τούτοις ἀναμεμῖχθαί φασι τέτταρα ἔθνη͵ Ἰουδαίους Ἰδουμαίους Γαζαίους Ἀζωτίους͵ γεωργικοὺς μέν͵ ὡς τοὺς Σύρους καὶ Κοιλοσύρους͵ ἐμπορικοὺς δέ͵ ὡς τοὺς Φοίνικας.
2.3
Καθόλου μὲν οὕτω͵ καθ᾽ ἕκαστα δὲ ἡ Κομμαγηνὴ μικρά τίς ἐστιν· ἔχει δ᾽ ἐρυμνὴν πόλιν Σαμόσατα ἐν ἧι τὸ βασίλειον ὑπῆρχε͵ νῦν δ᾽ ἐπαρχία γέγονε· χώρα δὲ περίκειται σφόδρα εὐδαίμων͵ ὀλίγη [δέ]. ἐνταῦθα δὲ νῦν ἐστι τὸ ζεῦγμα τοῦ Εὐφράτου· κατὰ τοῦτο δὲ Σελεύκεια ἵδρυται φρούριον τῆς Μεσοποταμίας προσωρισμένον ὑπὸ Πομπηίου τῶι Κομμαγηνῶι͵ ἐν ὧι τὴν Σελήνην ἐπικληθεῖσαν Κλεοπάτραν Τιγράνης ἀνεῖλε͵ καθείρξας χρόνον τινὰ ἡνίκα τῆς Συρίας ἐξέπεσεν.
2.4
Ἡ δὲ Σελευκὶς ἀρίστη μέν ἐστι τῶν λεχθεισῶν μερίδων͵ καλεῖται δὲ τετράπολις καὶ ἔστι κατὰ τὰς ἐξεχούσας ἐν αὐτῆι πόλεις͵ ἐπεὶ πλείους γέ εἰσι͵ μέγισται δὲ τέτταρες͵ Ἀντιόχεια ἡ ἐπὶ Δάφνηι καὶ Σελεύκεια ἡ ἐν Πιερίαι καὶ Ἀπάμεια δὲ καὶ Λαοδίκεια͵ αἵπερ καὶ ἐλέγοντο ἀλλήλων ἀδελφαὶ διὰ τὴν ὁμόνοιαν͵ Σελεύκου τοῦ Νικάτορος κτίσματα· ἡ μὲν οὖν μεγίστη τοῦ πατρὸς αὐτοῦ ἐπώνυμος͵ ἡ δ᾽ ἐρυμνοτάτη αὐτοῦ͵ αἱ δ᾽ ἄλλαι ἡ μὲν Ἀπάμεια τῆς γυναικὸς αὐτοῦ Ἀπάμας͵ ἡ δὲ Λαοδίκεια τῆς μητρός. οἰκείως δὲ τῆι τετραπόλει καὶ εἰς σατραπείας διήιρητο τέτταρας ἡ Σελευκίς͵ ὥς φησι Ποσειδώνιος͵ εἰς ὅσας καὶ ἡ κοίλη Συρία͵ * εἰς μίαν δ᾽ ἡ Μεσοποταμία. ἔστι δ᾽ ἡ μὲν Ἀντιόχεια καὶ αὕτη τετράπολις͵ ἐκ τεττάρων συνεστῶσα μερῶν· τετείχισται δὲ καὶ κοινῶι τείχει καὶ ἰδίωι καθ᾽ ἕκαστον τὸ κτίσμα· τὸ μὲν οὖν πρῶτον αὐτῶν ὁ Νικάτωρ συνώικισε μεταγαγὼν ἐκ τῆς Ἀντιγονείας τοὺς οἰκήτορας͵ ἣν πλησίον ἐτείχισεν Ἀντίγονος ὁ Φιλίππου μικρὸν πρότερον͵ τὸ δὲ δεύτερον τοῦ πλήθους τῶν οἰκητόρων ἐστὶ κτίσμα͵ τὸ δὲ τρίτον Σελεύκου τοῦ Καλλινίκου͵ τὸ δὲ τέταρτον Ἀντιόχου τοῦ Ἐπιφανοῦς.
2.5
Καὶ δὴ καὶ μητρόπολίς ἐστιν αὕτη τῆς Συρίας͵ καὶ τὸ βασίλειον ἐνταῦθα ἵδρυτο τοῖς ἄρχουσι τῆς χώρας· οὐ πολύ τε λείπεται καὶ δυνάμει καὶ μεγέθει Σελευκείας τῆς ἐπὶ τῶι Τίγρει καὶ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτωι. συνώικισε δ᾽ ὁ Νικάτωρ ἐνταῦθα καὶ τοὺς ἀπογόνους Τριπτολέμου͵ περὶ οὗ μικρὸν πρόσθεν ἐμνήσθημεν· διόπερ Ἀντιοχεῖς ὡς ἥρωα τιμῶσι͵ καὶ ἄγουσιν ἑορτὴν ἐν τῶι Κασίωι ὄρει τῶι περὶ Σελεύκειαν. φασὶ δ᾽ αὐτὸν ὑπ᾽ Ἀργείων πεμφθέντα ἐπὶ τὴν Ἰοῦς ζήτησιν͵ ἐν Τύρωι πρῶτον ἀφανοῦς γενηθείσης͵ πλανᾶσθαι κατὰ τὴν Κιλικίαν· ἐνταῦθα δὲ τῶν σὺν αὐτῶι τινας Ἀργείων κτίσαι τὴν Ταρσὸν ἀπελθόντας παρ᾽ αὐτοῦ· τοὺς δ᾽ ἄλλους συνακολουθήσαντας εἰς τὴν ἑξῆς παραλίαν͵ ἀπογνόντας τῆς ζητήσεως ἐν τῆι ποταμίαι τοῦ Ὀρόντου καταμεῖναι σὺν αὐτῶι· τὸν μὲν οὖν υἱὸν τοῦ Τριπτολέμου Γόρδυν ἔχοντά τινας τῶν σὺν τῶι πατρὶ λαῶν εἰς τὴν Γορδυαίαν ἀποικῆσαι͵ τῶν δ᾽ ἄλλων τοὺς ἀπογόνους συνοίκους γενέσθαι τοῖς Ἀντιοχεῦσιν.
2.6
Ὑπέρκειται δὲ τετταράκοντα σταδίοις ἡ Δάφνη͵ κατοικία μετρία͵ μέγα δὲ καὶ συνηρεφὲς ἄλσος διαρρεόμενον πηγαίοις ὕδασιν͵ ἐν μέσωι δὲ ἄσυλον τέμενος καὶ νεὼς Ἀπόλλωνος καὶ Ἀρτέμιδος. ἐνταῦθα δὲ πανηγυρίζειν ἔθος τοῖς Ἀντιοχεῦσι καὶ τοῖς ἀστυγείτοσι· κύκλος δὲ τοῦ ἄλσους ὀγδοήκοντα στάδιοι.
2.7
Ῥεῖ δὲ τῆς πόλεως πλησίον Ὀρόντης ποταμός· οὗτος δ᾽ ἐκ τῆς κοίλης Συρίας τὰς ἀρχὰς ἔχων εἶθ᾽ ὑπὸ γῆν ἐνεχθεὶς ἀναδίδωσι πάλιν τὸ ῥεῦμα͵ καὶ διὰ τῆς Ἀπαμέων εἰς τὴν Ἀντιόχειαν προελθὼν πλησιάσας τῆι πόλει πρὸς τὴν θάλατταν καταφέρεται τὴν κατὰ Σελεύκειαν· τὸ δ᾽ ὄνομα τοῦ γεφυρώσαντος αὐτὸν Ὀρόντου μετέλαβε͵ καλούμενος πρότερον Τυφών. μυθεύουσι δ᾽ ἐνταῦθά που τὰ περὶ τὴν κεραύνωσιν τοῦ Τυφῶνος καὶ τοὺς Ἀρίμους͵ περὶ ὧν εἴπομεν καὶ πρότερον· φασὶ δὲ τυπτόμενον τοῖς κεραυνοῖς (εἶναι δὲ δράκοντα) φεύγειν κατάδυσιν ζητοῦντα· τοῖς μὲν οὖν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ͵ καταδύντα δ᾽ εἰς γῆν ἀναρρῆξαι τὴν πηγήν· ἐκ δὲ τούτου γενέσθαι τοὔνομα τῶι ποταμῶι. πρὸς δύσιν μὲν οὖν θάλαττα ὑπόκειται τῆι Ἀντιοχείαι κατὰ Σελεύκειαν͵ πρὸς ἧι καὶ τὰς ἐκβολὰς ὁ Ὀρόντης ποιεῖται͵ διεχούσηι τῶν μὲν ἐκβολῶν σταδίους τετταράκοντα͵ τῆς δ᾽ Ἀντιοχείας ἑκατὸν εἴκοσιν. ἀνάπλους δ᾽ ἐκ θαλάττης ἐστὶν εἰς τὴν Ἀντιόχειαν αὐθημερόν. πρὸς ἕω δ᾽ ὁ Εὐφράτης ἐστὶ καὶ ἡ Βαμβύκη καὶ ἡ Βέροια καὶ ἡ Ἡράκλεια τῆι Ἀντιοχείαι͵ πολίχνια τυραννούμενά ποτε ὑπὸ Διονυσίου τοῦ Ἡρακλέωνος. διέχει δ᾽ ἡ Ἡράκλεια σταδίους εἴκοσι τοῦ τῆς Ἀθηνᾶς ἱεροῦ τῆς Κυρρηστίδος.
2.8
Εἶτα ἡ Κυρρηστικὴ μέχρι τῆς Ἀντιοχίδος· ἀπὸ δὲ τῶν ἄρκτων ἐστὶ τότε Ἀμανὸν πλησίον καὶ ἡ Κομμαγηνή· συνάπτει δὲ τούτοις ἡ Κυρρηστικὴ μέχρι δεῦρο παρατείνουσα. ἐνταῦθα δ᾽ ἐστὶ πόλις Γίνδαρος͵ ἀκρόπολις τῆς Κυρρηστικῆς καὶ ληιστήριον εὐφυές͵ καὶ Ἡράκλειόν τι καλούμενον πλησίον ἱερόν· περὶ οὓς τόπους ὑπὸ Οὐεντιδίου Πάκορος διεφθάρη͵ ὁ πρεσβύτατος τῶν τοῦ Παρθυαίου παίδων͵ ἐπιστρατεύσας τῆι Συρίαι. τῆι δὲ Γινδάρωι συνάπτουσιν αἱ Πάγραι τῆς Ἀντιοχίδος͵ χωρίον ἐρυμνὸν κατὰ τὴν ὑπέρθεσιν τοῦ Ἀμανοῦ τὴν ἐκ τῶν Ἀμανίδων πυλῶν εἰς τὴν Συρίαν κείμενον. ὑποπίπτει μὲν οὖν ταῖς Πάγραις τὸ τῶν Ἀντιοχέων πεδίον͵ δι᾽ οὗ ῥεῖ ὁ Ἄρκευθος ποταμὸς καὶ ὁ Ὀρόντης καὶ ὁ Λαβώτας. ἐν δὲ τούτωι ἐστὶ τῶι πεδίωι καὶ ὁ Μελεάγρου χάραξ καὶ ὁ Οἰνοπάρας ποταμός͵ ἐφ᾽ ὧι τὸν Βάλαν Ἀλέξανδρον μάχηι νικήσας ὁ φιλομήτωρ Πτολεμαῖος ἐτελεύτησεν ἐκ τραύματος. ὑπέρκειται δ᾽ αὐτῶν λόφος Τραπεζὼν ἀπὸ τῆς ὁμοιότητος καλούμενος͵ ἐφ᾽ ὧι Οὐεντίδιος πρὸς Φρανικάτην τὸν Παρθυαίων στρατηγὸν ἔσχε τὸν ἀγῶνα. πρὸς θαλάττηι δὲ τούτων ἐστὶν ἡ Σελεύκεια καὶ ἡ Πιερία͵ ὄρος συνεχὲς τῶι Ἀμανῶι͵ καὶ ἡ Ῥωσὸς μεταξὺ Ἰσσοῦ καὶ Σελευκείας ἱδρυμένη. ἐκαλεῖτο δ᾽ ἡ Σελεύκεια πρότερον Ὕδατος ποταμοί· ἔρυμα δέ ἐστιν ἀξιόλογον καὶ κρεῖττον βίας ἡ πόλις. διόπερ καὶ ἐλευθέραν αὐτὴν ἔκρινε Πομπήιος ἀποκλείσας Τιγράνην. πρὸς νότον δ᾽ ἐστὶ τοῖς μὲν Ἀντιοχεῦσιν Ἀπάμεια ἐν μεσογαίαι κειμένη͵ τοῖς δὲ Σελευκεῦσι τὸ Κάσιον ὄρος καὶ τὸ Ἀντικάσιον· ἔτι δὲ πρότερον μετὰ τὴν Σελεύκειαν αἱ ἐκβολαὶ τοῦ Ὀρόντου· εἶτα τὸ νυμφαῖον͵ σπήλαιόν τι ἱερόν· εἶτα τὸ Κάσιον· ἐφεξῆς δὲ Ποσείδιον πολίχνη καὶ Ἡράκλεια.
2.9
Εἶτα Λαοδίκεια͵ ἐπὶ τῆι θαλάττηι κάλλιστα ἐκτισμένη καὶ εὐλίμενος πόλις χώραν τε ἔχουσα πολύοινον πρὸς τῆι ἄλληι εὐκαρπίαι. τοῖς μὲν οὖν Ἀλεξανδρεῦσιν αὕτη παρέχει τὸ πλεῖστον τοῦ οἴνου͵ τὸ ὑπερκείμενον τῆς πόλεως ὄρος πᾶν κατάμπελον ἔχουσα μέχρι σχεδόν τι τῶν κορυφῶν· αἱ δὲ κορυφαὶ τῆς μὲν Λαοδικείας πολὺ ἄπωθέν εἰσιν͵ ἠρέμα ἀπ᾽ αὐτῆς καὶ κατ᾽ ὀλίγον ἀνακλινόμεναι͵ τῆς Ἀπαμείας δ᾽ ὑπερκύπτουσιν ἐπ᾽ ὄρθιον ὕψος ἀνατεταμέναι. ἐλύπησε δ᾽ οὐ μετρίως Δολαβέλλας καταφυγὼν εἰς αὐτὴν καὶ ἐμπολιορκηθεὶς ὑπὸ Κασσίου μέχρι θανάτου͵ συνδιαφθείρας ἑαυτῶι καὶ τῆς πόλεως πολλὰ μέρη.
2.10
Ἡ δ᾽ Ἀπάμεια καὶ πόλιν ἔχει τὸ πλέον εὐερκῆ· λόφος γάρ ἐστιν ἐν πεδίωι κοίλωι τετειχισμένος καλῶς͵ ὃν ποιεῖ χερρονησίζοντα ὁ Ὀρόντης καὶ λίμνη περικειμένη μεγάλη καὶ ἕλη πλατέα λειμῶνάς τε βουβότους καὶ ἱπποβότους διαχεομένους ὑπερβάλλοντας τὸ μέγεθος· ἥ τε δὴ πόλις οὕτως ἀσφαλῶς κεῖται (καὶ δὴ καὶ Χερρόνησος ἐκλήθη διὰ τὸ συμβεβηκός) καὶ χώρας εὐπορεῖ παμπόλλης εὐδαίμονος͵ δι᾽ ἧς ὁ Ὀρόντης ῥεῖ· καὶ περιπόλια συχνὰ ἐν ταύτηι. ἐνταῦθα δὲ καὶ ὁ Νικάτωρ Σέλευκος τοὺς πεντακοσίους ἐλέφαντας ἔτρεφε καὶ τὸ πλέον τῆς στρατιᾶς καὶ οἱ ὕστερον βασιλεῖς. ἐκαλεῖτο δὲ καὶ Πέλλα ποτὲ ὑπὸ τῶν πρώτων Μακεδόνων διὰ τὸ τοὺς πλείστους τῶν Μακεδόνων ἐνταῦθα οἰκῆσαι τῶν στρατευομένων͵ τὴν δὲ Πέλλαν ὥσπερ μητρόπολιν γεγονέναι τῶν Μακεδόνων τὴν Φιλίππου καὶ Ἀλεξάνδρου πατρίδα. ἐνταῦθα δὲ καὶ τὸ λογιστήριον τὸ στρατιωτικὸν καὶ τὸ ἱπποτροφεῖον͵ θήλειαι μὲν ἵπποι βασιλικαὶ πλείους τῶν τρισμυρίων͵ ὀχεῖα δὲ τούτων τριακόσια· ἐνταῦθα δὲ καὶ πωλοδάμναι καὶ ὁπλομάχοι καὶ ὅσοι παιδευταὶ τῶν πολεμικῶν ἐμισθοδοτοῦντο. δηλοῖ δὲ τὴν δύναμιν ταύτην ἥ τε τοῦ Τρύφωνος ἐπικληθέντος Διοδότου παραύξησις καὶ ἐπίθεσις τῆι βασιλείαι τῶν Σύρων͵ ἐντεῦθεν ὁρμηθέντος. ἐγεγένητο μὲν γὰρ ἐν Κασιανοῖς͵ φρουρίωι τινὶ τῆς Ἀπαμέων γῆς͵ τραφεὶς δ᾽ ἐν τῆι Ἀπαμείαι καὶ συσταθεὶς τῶι βασιλεῖ καὶ τοῖς περὶ αὐτόν͵ ἐπειδὴ νεωτερίζειν ὥρμησεν͵ ἐκ τῆς πόλεως ταύτης ἔσχε τὰς ἀφορμὰς καὶ τῶν περιοικίδων͵ Λαρίσης τε καὶ τῶν Κασιανῶν καὶ Μεγάρων καὶ Ἀπολλωνίας καὶ ἄλλων τοιούτων͵ αἳ συνετέλουν εἰς τὴν Ἀπάμειαν ἅπασαι· ἐκεῖνός τε δὴ βασιλεὺς τῆσδε τῆς χώρας ἀνεδείχθη καὶ ἀντέσχε πολὺν χρόνον͵ Βάσσος τε Καικίλιος μετὰ δυεῖν ταγμάτων ἀποστήσας τὴν Ἀπάμειαν διεκαρτέρησε τοσοῦτον χρόνον πολιορκούμενος ὑπὸ δυεῖν στρατοπέδων μεγάλων Ῥωμαϊκῶν ὥστ᾽ οὐ πρότερον εἰς τὴν ἐξουσίαν ἧκε πρὶν ἑκὼν ἐνεχείρισεν ἑαυτὸν ἐφ᾽ οἷς ἐβεβούλητο· καὶ γὰρ τὴν στρατιὰν ἀπέτρεφεν ἡ χώρα καὶ συμμάχων εὐπόρει τῶν πλησίον φυλάρχων ἐχόντων εὐερκῆ χωρία· ὧν ἐστι καὶ ἡ Λυσιάς͵ ὑπὲρ τῆς λίμνης κειμένη τῆς πρὸς Ἀπαμείαι͵ καὶ Ἀρέθουσα ἡ Σαμψικεράμου καὶ Ἰαμβλίχου τοῦ ἐκείνου παιδός͵ φυλάρχων τοῦ Ἐμισηνῶν ἔθνους· οὐ πόρρω δ᾽ οὐδ᾽ Ἡλιούπολις καὶ Χαλκὶς ἡ ὑπὸ Πτολεμαίωι τῶι Μενναίου τῶι τὸν Μασσύαν κατέχοντι καὶ τὴν Ἰτουραίων ὀρεινήν. τῶν δὲ συμμαχούντων τῶι Βάσσωι ἦν καὶ Ἀλχαίδαμνος͵ ὁ τῶν Ῥαμβαίων βασιλεὺς τῶν ἐντὸς τοῦ Εὐφράτου νομάδων· ἦν δὲ φίλος Ῥωμαίων͵ ἀδικεῖσθαι δὲ νομίσας ὑπὸ τῶν ἡγεμόνων͵ ἐκπεσὼν εἰς τὴν Μεσοποταμίαν ἐμισθοφόρει τότε τῶι Βάσσωι. ἐντεῦθεν δ᾽ ἐστὶ Ποσειδώνιος ὁ στωικός͵ ἀνὴρ τῶν καθ᾽ ἡμᾶς φιλοσόφων πολυμαθέστατος.
2.11
Ὅμορος δ᾽ ἐστὶ τῆι Ἀπαμέων πρὸς ἕω μὲν ἡ τῶν φυλάρχων Ἀράβων καλουμένη Παραποταμία καὶ ἡ Χαλκιδικὴ ἀπὸ τοῦ Μασσύου καθήκουσα καὶ πᾶσα ἡ πρὸς νότον τοῖς Ἀπαμεῦσιν͵ ἀνδρῶν σκηνιτῶν τὸ πλέον· παραπλήσιοι δ᾽ εἰσὶ τοῖς ἐν τῆι Μεσοποταμίαι νομάσιν· ἀεὶ δ᾽ οἱ πλησιαίτεροι τοῖς Σύροις ἡμερώτεροι καὶ ἧττον Ἄραβες καὶ σκηνῖται͵ ἡγεμονίας ἔχοντες συντεταγμένας μᾶλλον͵ καθάπερ ἡ Σαμψικεράμου καὶ ἡ Γαμβάρου καὶ ἡ Θέμελλα καὶ ἄλλων τοιούτων.
2.12
Τοιαύτη μὲν ἡ μεσόγαια τῆς Σελευκίδος͵ ὁ δὲ παράπλους ὁ λοιπὸς ἀπὸ τῆς Λαοδικείας ἐστὶ τοιοῦτος· τῆι γὰρ Λαοδικείαι πλησιάζει πολίχνια͵ τότε Ποσείδιον καὶ τὸ Ἡράκλειον καὶ τὰ Γάβαλα· εἶτ᾽ ἤδη ἡ τῶν Ἀραδίων παραλία͵ Πάλτος καὶ Βαλαναία καὶ Κάρνος͵ τὸ ἐπίνειον τῆς Ἀράδου λιμένιον ἔχον· εἶτ᾽ Ἔνυδρα καὶ Μάραθος πόλις Φοινίκων ἀρχαία κατεσπασμένη. τὴν δὲ χώραν Ἀράδιοι κατεκληρούχησαν καὶ τὰ Σίμυρα τὸ ἐφεξῆς χωρίον· τούτοις δ᾽ ἡ Ὀρθωσία συνεχής ἐστι καὶ ὁ Ἐλεύθερος ὁ πλησίον ποταμός͵ ὅνπερ ὅριον ποιοῦνταί τινες Σελευκίδος πρὸς τὴν Φοινίκην καὶ τὴν κοίλην Συρίαν.
2.13
Πρόκειται δ᾽ ἡ Ἄραδος ῥαχιώδους τινὸς καὶ ἀλιμένου παραλίας μεταξὺ τοῦ τε ἐπινείου αὐτῆς μάλιστα καὶ τῆς Μαράθου͵ διέχουσα τῆς γῆς σταδίους εἴκοσιν. ἔστι δὲ πέτρα περίκλυστος ὅσον ἑπτὰ τὸν κύκλον σταδίων͵ πλήρης κατοικίας· τοσαύτηι δ᾽ εὐανδρίαι κέχρηται μέχρι καὶ νῦν ὥστε πολυορόφους οἰκοῦσι τὰς οἰκίας. ἔκτισαν δ᾽ αὐτὴν φυγάδες͵ ὥς φασιν͵ ἐκ Σιδῶνος· τὴν δ᾽ ὑδρείαν τὴν μὲν ἐκ τῶν ὀμβρίων καὶ λακκαίων ὑδάτων ἔχουσι τὴν δ᾽ ἐκ τῆς περαίας· ἐν δὲ τοῖς πολέμοις ἐκ τοῦ πόρου μικρὸν πρὸ τῆς πόλεως ὑδρεύονται πηγὴν ἔχοντος ἀφθόνου ὕδατος͵ εἰς ἣν περικαταστρέφεται κλίβανος καθεθεὶς ἀπὸ τοῦ ὑδρευομένου σκάφους͵ μολιβοῦς͵ εὐρύστομος͵ εἰς πυθμένα συνηγμένος στενὸν ἔχοντα τρῆμα μέτριον͵ τῶι δὲ πυθμένι περιέσφιγκται σωλὴν σκύτινος͵ εἴτε ἄσκωμα δεῖ λέγειν͵ ὁ δεχόμενος τὸ ἀναθλιβόμενον ἐκ τῆς πηγῆς διὰ τοῦ κλιβάνου ὕδωρ. τὸ μὲν οὖν πρῶτον ἀναθλιβὲν τὸ τῆς θαλάττης ἐστί͵ περιμείναντες δὲ τὴν τοῦ καθαροῦ καὶ ποτίμου ὕδατος ῥύσιν͵ ὑπολαμβάνουσιν εἰς ἀγγεῖα παρεσκευασμένα ὅσον ἂν δέηι͵ καὶ πορθμεύουσιν εἰς τὴν πόλιν.
2.14
Τὸ παλαιὸν μὲν οὖν οἱ Ἀράδιοι καθ᾽ αὑτοὺς ἐβασιλεύοντο παραπλησίως ὥσπερ καὶ τῶν ἄλλων ἑκάστη πόλεων τῶν Φοινικίδων· ἔπειτα τὰ μὲν οἱ Πέρσαι τὰ δ᾽ οἱ Μακεδόνες τὰ δὲ νῦν Ῥωμαῖοι μετέθηκαν εἰς τὴν παροῦσαν τάξιν. οἱ δ᾽ οὖν Ἀράδιοι μετὰ τῶν ἄλλων Φοινίκων ὑπήκουον τῶν Συριακῶν βασιλέων ἅτε φίλων· ἔπειτα στασιασάντων ἀδελφῶν δυεῖν τοῦ τε Καλλινίκου Σελεύκου καὶ Ἀντιόχου τοῦ Ἱέρακος προσαγορευθέντος͵ προσθέμενοι τῶι Καλλινίκωι ποιοῦνται συμβάσεις ὥστ᾽ ἐξεῖναι δέχεσθαι τοὺς καταφεύγοντας ἐκ τῆς βασιλείας παρ᾽ αὐτούς͵ καὶ μὴ ἐκδιδόναι ἄκοντας· μὴ μέντοι μηδ᾽ ἐκπλεῖν ἐᾶν ἄνευ τοῦ ἐπιτρέψαι βασιλέα. συνέβη δὲ ἐκ τούτου μεγάλα αὐτοῖς πλεονεκτήματα· οἱ γὰρ καταφεύγοντες ἐπ᾽ αὐτοὺς οὐχ οἱ τυχόντες ἦσαν ἀλλ᾽ οἱ τὰ μέγιστα πεπιστευμένοι καὶ περὶ τῶν μεγίστων δεδιότες· ἐπιξενούμενοι δ᾽ αὐτοῖς εὐεργέτας ἡγοῦντο καὶ σωτῆρας τοὺς ὑποδεξαμένους͵ ἀπεμνημόνευόν τε τὴν χάριν καὶ μάλιστα ἐπανελθόντες εἰς τὴν οἰκείαν· ὥστ᾽ ἐκ τούτου χώραν τε ἐκτήσαντο τῆς περαίας πολλήν͵ ἧς τὴν πλείστην ἔχουσι καὶ νῦν͵ καὶ τἆλλα εὐθήνουν. προσέθεσαν δὲ τῆι εὐτυχίαι ταύτηι καὶ πρόνοιαν καὶ φιλοπονίαν πρὸς τὴν θαλαττουργίαν· ὁρῶντές τε τοὺς γειτονεύοντας Κίλικας τὰ πειρατήρια συνισταμένους οὐδ᾽ ἅπαξ ἐκοινώνουν αὐτοῖς τῆς τοιαύτης ἐπιτηδεύσεως.
2.15
Μετὰ δὲ Ὀρθωσίαν ἐστὶ καὶ τὸν Ἐλεύθερον Τρίπολις ἀπὸ τοῦ συμβεβηκότος τὴν ἐπίκλησιν εἰληφυῖα· τριῶν γάρ ἐστι πόλεων κτίσμα͵ Τύρου Σιδῶνος Ἀράδου· τῆι δὲ Τριπόλει συνεχές ἐστι τὸ τοῦ Θεοῦ πρόσωπον͵ εἰς ὃ τελευτᾶι ὁ Λίβανος τὸ ὄρος· μεταξὺ δὲ Τριήρης χωρίον τι.
2.16
Δύο δὲ ταῦτ᾽ ἐστὶν ὄρη τὰ ποιοῦντα τὴν κοίλην καλουμένην Συρίαν ὡς ἂν παράλληλα͵ ὅ τε Λίβανος καὶ ὁ Ἀντιλίβανος μικρὸν ὕπερθεν τῆς θαλάττης ἀρχόμενα ἄμφω͵ ὁ μὲν Λίβανος τῆς κατὰ Τρίπολιν͵ κατὰ τὸ τοῦ Θεοῦ μάλιστα πρόσωπον͵ ὁ δ᾽ Ἀντιλίβανος τῆς κατὰ Σιδῶνα· τελευτῶσι δ᾽ ἐγγύς πως τῶν Ἀραβίων ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς καὶ τῶν τραχώνων ἐκεῖ λεγομένων εἰς ἄλλη ὄρη γεώλοφα καὶ καλλίκαρπα. ἀπολείπουσι δὲ μεταξὺ πεδίον κοῖλον πλάτος μὲν τὸ ἐπὶ τῆι θαλάττηι διακοσίων σταδίων͵ μῆκος δὲ τὸ ἀπὸ τῆς θαλάττης εἰς τὴν μεσόγαιαν ὁμοῦ τι διπλάσιον. διαρρεῖται δὲ ποταμοῖς ἄρδουσι χώραν εὐδαίμονα καὶ πάμφορον͵ μεγίστωι δὲ τῶι Ἰορδάνηι. ἔχει δὲ καὶ λίμνην͵ ἣ φέρει τὴν ἀρωματῖτιν σχοῖνον καὶ κάλαμον͵ ὡς δ᾽ αὔτως καὶ ἕλη· καλεῖται δ᾽ ἡ λίμνη Γεννησαρῖτις· φέρει δὲ καὶ βάλσαμον. τῶν δὲ ποταμῶν ὁ μὲν Χρυσορρόας ἀρξάμενος ἀπὸ τῆς Δαμασκηνῶν πόλεως καὶ χώρας εἰς τὰς ὀχετείας ἀναλίσκεται σχεδόν τι· πολλὴν γὰρ ἐπάρδει καὶ βαθεῖαν σφόδρα· τὸν δὲ Λύκον καὶ τὸν Ἰορδάνην ἀναπλέουσι φορτίοις͵ Ἀράδιοι δὲ μάλιστα.
2.17
Τῶν δὲ πεδίων τὸ μὲν πρῶτον τὸ ἀπὸ τῆς θαλάττης Μάκρας καλεῖται καὶ Μάκρα πεδίον· ἐν τούτωι δὲ Ποσειδώνιος ἱστορεῖ τὸν δράκοντα πεπτωκότα ὁραθῆναι νεκρόν͵ μῆκος σχεδόν τι καὶ πλεθριαῖον͵ πάχος δ᾽ ὥσθ᾽ ἱππέας ἑκατέρωθεν παραστάντας ἀλλήλους μὴ καθορᾶν͵ χάσμα δὲ ὥστ᾽ ἔφιππον δέξασθαι͵ τῆς δὲ φολίδος λεπίδα ἑκάστην ὑπεραίρουσαν θυρεοῦ.
2.18
Μετὰ δὲ τὸν Μάκραν ἐστὶν ὁ Μασσύας ἔχων τινὰ καὶ ὀρεινά͵ ἐν οἷς ἡ Χαλκὶς ὥσπερ ἀκρόπολις τοῦ Μασσύου· ἀρχὴ δ᾽ αὐτοῦ Λαοδίκεια ἡ πρὸς Λιβάνωι. τὰ μὲν οὖν ὀρεινὰ ἔχουσι πάντα Ἰτουραῖοί τε καὶ Ἄραβες͵ κακοῦργοι πάντες͵ οἱ δ᾽ ἐν τοῖς πεδίοις γεωργοί· κακούμενοι δ᾽ ὑπ᾽ ἐκείνων ἄλλοτε ἄλλης βοηθείας δέονται. ὁρμητηρίοις δ᾽ ἐρυμνοῖς χρῶνται͵ καθάπερ οἱ τὸν Λίβανον ἔχοντες ἄνω μὲν ἐν τῶι ὄρει Σιννᾶν καὶ Βορραμὰ καὶ ἄλλα τοιαῦτα ἔχουσι τείχη͵ κάτω δὲ Βότρυν καὶ Γίγαρτον καὶ τὰ ἐπὶ τῆς θαλάττης σπήλαια καὶ τὸ ἐπὶ τῶι Θεοῦ προσώπωι φρούριον ἐπιτεθέν͵ ἃ κατέσπασε Πομπήιος͵ ἀφ᾽ ὧν τήν τε Βύβλον κατέτρεχον καὶ τὴν ἐφεξῆς ταύτηι Βηρυτόν͵ αἳ μεταξὺ κεῖνται Σιδῶνος καὶ τοῦ Θεοῦ προσώπου. ἡ μὲν οὖν Βύβλος͵ τὸ τοῦ Κινύρου βασίλειον͵ ἱερά ἐστι τοῦ Ἀδώνιδος͵ ἣν τυραννουμένην ἠλευθέρωσε Πομπήιος πελεκίσας ἐκεῖνον· κεῖται δ᾽ ἐφ᾽ ὕψους τινὸς μικρὸν ἄπωθεν τῆς θαλάττης.
2.19
Εἶτα μετὰ ταύτην Ἄδωνις ποταμὸς καὶ ὄρος Κλῖμαξ καὶ Παλαίβυβλος· εἶθ᾽ ὁ Λύκος ποταμὸς καὶ Βηρυτός· αὕτη δὲ κατεσπάσθη μὲν ὑπὸ Τρύφωνος͵ ἀνελήφθη δὲ νῦν ὑπὸ Ῥωμαίων͵ δεξαμένη δύο τάγματα ἃ ἵδρυσεν Ἀγρίππας ἐνταῦθα προσθεὶς καὶ τοῦ Μασσύου πολλὴν μέχρι καὶ τῶν τοῦ Ὀρόντου πηγῶν͵ αἳ πλησίον τοῦ τε Λιβάνου καὶ τοῦ Παραδείσου καὶ τοῦ Αἰγυπτίου τείχους περὶ τὴν Ἀπαμέων γῆν εἰσι. ταῦτα μὲν οὖν τὰ ἐπὶ θαλάττηι.
2.20
Ὑπὲρ δὲ τοῦ Μασσύου ἐστὶν ὁ καλούμενος αὐλὼν βασιλικὸς καὶ ἡ Δαμασκηνὴ χώρα διαφερόντως ἐπαινουμένη· ἔστι δὲ καὶ ἡ Δαμασκὸς πόλις ἀξιόλογος͵ σχεδόν τι καὶ ἐπιφανεστάτη τῶν ταύτηι κατὰ τὰ Περσικά· ὑπέρκεινται δ᾽ αὐτῆς δύο λεγόμενοι λόφοι τραχῶνες· ἔπειτα πρὸς τὰ Ἀράβων μέρη καὶ τῶν Ἰτουραίων ἀναμὶξ ὄρη δύσβατα͵ ἐν οἷς καὶ σπήλαια βαθύστομα͵ ὧν ἓν καὶ τετρακισχιλίους ἀνθρώπους δέξασθαι δυνάμενον ἐν καταδρομαῖς͵ αἳ τοῖς Δαμασκηνοῖς γίνονται πολλαχόθεν. τὸ μέντοι πλέον τοὺς ἀπὸ τῆς εὐδαίμονος Ἀραβίας ἐμπόρους λεηλατοῦσιν οἱ βάρβαροι· ἧττον δὲ συμβαίνει καταλυθέντων νυνὶ τῶν περὶ Ζηνόδωρον ληιστῶν διὰ τὴν ἐκ τῶν Ῥωμαίων εὐνομίαν καὶ διὰ τὴν ἐκ τῶν στρατιωτῶν ἀσφάλειαν τῶν ἐν τῆι Συρίαι τρεφομένων.
2.21
Ἅπασα μὲν οὖν ἡ ὑπὲρ τῆς Σελευκίδος ὡς ἐπὶ τὴν Αἴγυπτον καὶ τὴν Ἀραβίαν ἀνίσχουσα χώρα κοίλη Συρία καλεῖται͵ ἰδίως δ᾽ ἡ τῶι Λιβάνωι καὶ τῶι Ἀντιλιβάνωι ἀφωρισμένη. τῆς δὲ λοιπῆς ἡ μὲν ἀπὸ Ὀρθωσίας μέχρι Πηλουσίου παραλία Φοινίκη καλεῖται͵ στενή τις καὶ ἁλιτενής· ἡ δ᾽ ὑπὲρ ταύτης μεσόγαια μέχρι τῶν Ἀράβων ἡ μεταξὺ Γάζης καὶ Ἀντιλιβάνου Ἰουδαία λέγεται.
2.22
Ἐπεὶ οὖν τὴν ἰδίως λεγομένην κοίλην Συρίαν ἐπεληλύθαμεν͵ ἐπὶ τὴν Φοινίκην μέτιμεν. ταύτης δὲ τὰ μὲν ἀπὸ Ὀρθωσίας μέχρι Βηρυτοῦ λόγου τετύχηκε. μετὰ δὲ Βηρυτὸν ἔστι Σιδὼν ὅσον ἐν τετρακοσίοις σταδίοις· μεταξὺ δὲ ὁ Ταμύρας ποταμὸς καὶ τὸ τοῦ Ἀσκληπιοῦ ἄλσος καὶ Λεόντων πόλις. μετὰ δὲ Σιδῶνα μεγίστη τῶν Φοινίκων καὶ ἀρχαιοτάτη [πόλις] Τύρος ἐστίν͵ ἐνάμιλλος αὐτῆι κατά τε μέγεθος καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ τὴν ἀρχαιότητα ἐκ πολλῶν μύθων παραδεδομένην. οἱ μὲν οὖν ποιηταὶ τὴν Σιδῶνα τεθρυλήκασι μᾶλλον (Ὅμηρος δὲ οὐδὲ μέμνηται τῆς Τύρου)͵ αἱ δ᾽ εἰς τὴν Λιβύην καὶ τὴν Ἰβηρίαν ἀποικίαι μέχρι καὶ ἔξω στηλῶν τὴν Τύρον πλέον ἐξυμνοῦσιν. ἀμφότεραι δ᾽ οὖν ἔνδοξοι καὶ λαμπραὶ καὶ πάλαι καὶ νῦν· ὁποτέραν δ᾽ ἄν τις εἴποι μητρόπολιν Φοινίκων ἔρις ἐν ἀμφοτέραις ἐστίν. ἡ μὲν οὖν Σιδὼν ἐπὶ εὐφυεῖ λιμένι τῆς ἠπείρου τὴν ἵδρυσιν ἔχει.
2.23
Τύρος δ᾽ ἐστὶν ὅλη νῆσος σχεδόν τι συνωικισμένη παραπλησίως ὥσπερ ἡ Ἄραδος͵ συνῆπται δὲ χώματι πρὸς τὴν ἤπειρον͵ ὃ κατεσκεύασε πολιορκῶν Ἀλέξανδρος· δύο δ᾽ ἔχει λιμένας τὸν μὲν κλειστὸν τὸν δ᾽ ἀνειμένον͵ ὃν Αἰγύπτιον καλοῦσιν. ἐνταῦθα δέ φασι πολυστέγους τὰς οἰκίας * ὥστε καὶ τῶν ἐν Ῥώμηι μᾶλλον· διὸ καὶ σεισμοὺς γενομένους ἀπολιπεῖν μικρὸν τοῦ ἄρδην ἀφανίσαι τὴν πόλιν. ἠτύχησε δὲ καὶ ὑπ᾽ Ἀλεξάνδρου πολιορκίαι ληφθεῖσα· ἀλλὰ τῶν τοιούτων συμφορῶν κατέστη κρείττων καὶ ἀνέλαβεν αὑτὴν τῆι τε ναυτιλίαι͵ καθ᾽ ἣν ἁπάντων τῶν ἀεὶ κρείττους εἰσὶ κοινῆι Φοίνικες͵ καὶ τοῖς πορφυρείοις· πολὺ γὰρ ἐξήτασται πασῶν ἡ Τυρία καλλίστη πορφύρα· καὶ ἡ θήρα πλησίον καὶ τἆλλα εὔπορα τὰ πρὸς βαφὴν ἐπιτήδεια· καὶ δυσδιάγωγον μὲν ποιεῖ τὴν πόλιν ἡ πολυπληθία τῶν βαφείων͵ πλουσίαν δὲ διὰ τὴν τοιαύτην ἀνδρείαν. οὐχ ὑπὸ τῶν βασιλέων δ᾽ ἐκρίθησαν αὐτόνομοι μόνον μικρὰ ἀναλώσαντες͵ ἀλλὰ καὶ ὑπὸ τῶν Ῥωμαίων βεβαιωσάντων τὴν ἐκείνων γνώμην. τιμᾶται δὲ καθ᾽ ὑπερβολὴν Ἡρακλῆς ὑπ᾽ αὐτῶν. τῆς δὲ περὶ τὰς ναυστολίας δυνάμεως τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἀποικίδων ἐστὶ πόλεων τεκμήριον· οὗτοι μὲν οὖν τοιοῦτοι.
2.24
Σιδώνιοι δὲ πολύτεχνοί τινες παραδέδονται καὶ καλλίτεχνοι͵ καθάπερ καὶ ὁ ποιητὴς δηλοῖ· πρὸς δὲ καὶ φιλόσοφοι περί τε ἀστρονομίαν καὶ ἀριθμητικήν͵ ἀπὸ τῆς λογιστικῆς ἀρξάμενοι καὶ τῆς νυκτιπλοίας· ἐμπορικὸν γὰρ καὶ ναυκληρικὸν ἑκάτερον· καθάπερ καὶ τῶν Αἰγυπτίων εὕρεμα γεωμετρίαν φασὶν ἀπὸ τῆς χωρομετρίας͵ ἣν ὁ Νεῖλος ἀπεργάζεται συγχέων τοὺς ὅρους κατὰ τὰς ἀναβάσεις. τοῦτο μὲν οὖν παρ᾽ Αἰγυπτίων ἥκειν εἰς τοὺς Ἕλληνας πεπιστεύκασιν͵ ἀστρονομίαν δὲ καὶ ἀριθμητικὴν παρὰ Φοινίκων· νυνὶ δὲ πάσης καὶ τῆς ἄλλης φιλοσοφίας εὐπορίαν πολὺ πλείστην λαβεῖν ἔστιν ἐκ τούτων τῶν πόλεων· εἰ δὲ δεῖ Ποσειδωνίωι πιστεῦσαι͵ καὶ τὸ περὶ τῶν ἀτόμων δόγμα παλαιόν ἐστιν ἀνδρὸς Σιδωνίου Μώχου πρὸ τῶν Τρωικῶν χρόνων γεγονότος. τὰ μὲν οὖν παλαιὰ ἐάσθω· καθ᾽ ἡμᾶς δὲ ἐκ Σιδῶνος μὲν ἔνδοξοι φιλόσοφοι γεγόνασι Βόηθός τε͵ ὧι συνεφιλοσοφήσαμεν ἡμεῖς τὰ Ἀριστοτέλεια͵ καὶ Διόδοτος ἀδελφὸς αὐτοῦ· ἐκ Τύρου δὲ Ἀντίπατρος καὶ μικρὸν πρὸ ἡμῶν Ἀπολλώνιος ὁ τὸν πίνακα ἐκθεὶς τῶν ἀπὸ Ζήνωνος φιλοσόφων καὶ τῶν βιβλίων. διέχει δὲ τῆς Σιδῶνος ἡ Τύρος οὐ πλείους τῶν διακοσίων σταδίων· ἐν δὲ τῶι μεταξὺ πολίχνιον Ὀρνίθων πόλις λεγομένη· εἶτα πρὸς Τύρωι ποταμὸς ἐξίησι· μετὰ δὲ τὴν Τύρον ἡ Παλαίτυρος ἐν τριάκοντα σταδίοις.
2.25
Εἶθ᾽ ἡ Πτολεμαΐς ἐστι μεγάλη πόλις ἣν Ἄκην ὠνόμαζον πρότερον͵ ἧι ἐχρῶντο ὁρμητηρίωι πρὸς τὴν Αἴγυπτον οἱ Πέρσαι. μεταξὺ δὲ τῆς Ἄκης καὶ Τύρου θινώδης αἰγιαλός ἐστιν ὁ φέρων τὴν ὑαλῖτιν ἄμμον· ἐνταῦθα μὲν οὖν φασι μὴ χεῖσθαι͵ κομισθεῖσαν εἰς Σιδῶνα δὲ τὴν χωνείαν δέχεσθαι· τινὲς δὲ καὶ τοῖς Σιδωνίοις εἶναι τὴν ὑαλῖτιν ψάμμον ἐπιτηδείαν εἰς χύσιν͵ οἱ δὲ πᾶσαν πανταχοῦ χεῖσθαί φασιν. ἤκουσα δ᾽ ἐν τῆι Ἀλεξανδρείαι παρὰ τῶν ὑαλουργῶν εἶναί τινα καὶ κατ᾽ Αἴγυπτον ὑαλῖτιν γῆν͵ ἧς χωρὶς οὐχ οἷόν τε τὰς πολυχρόους καὶ πολυτελεῖς κατασκευὰς ἀποτελεσθῆναι͵ καθάπερ καὶ ἄλλοις ἄλλων μιγμάτων δεῖν· καὶ ἐν Ῥώμηι δὲ πολλὰ παρευρίσκεσθαί φασι καὶ πρὸς τὰς χρόας καὶ πρὸς τὴν ῥαιστώνην τῆς κατασκευῆς͵ καθάπερ ἐπὶ τῶν κρυσταλλοφανῶν· ὅπου γε καὶ τρύβλιον χαλκοῦ πρίασθαι καὶ ἐκπωμάτιον ἔστιν.
2.26
Ἱστορεῖται δὲ παράδοξον πάθος τῶν πάνυ σπανίων κατὰ τὸν αἰγιαλὸν τοῦτον τὸν μεταξὺ τῆς τε Τύρου καὶ τῆς Πτολεμαΐδος. καθ᾽ ὃν γὰρ καιρὸν οἱ Πτολεμαεῖς μάχην συνάψαντες πρὸς Σαρπηδόνα τὸν στρατηγὸν ἐλείφθησαν ἐν τῶι τόπωι τούτωι τροπῆς γενομένης λαμπρᾶς͵ ἐπέκλυσεν ἐκ τοῦ πελάγους κῦμα τοὺς φεύγοντας ὅμοιον πλημμυρίδι͵ καὶ τοὺς μὲν εἰς τὸ πέλαγος ἀπήρπασε καὶ διέφθειρεν͵ οἱ δ᾽ ἐν τοῖς κοίλοις τόποις ἔμειναν νεκροί· διαδεξαμένη δὲ ἡ ἄμπωτις πάλιν ἀνεκάλυψε καὶ ἔδειξε τὰ σώματα τῶν κειμένων ἀναμὶξ ἐν νεκροῖς ἰχθύσι. τοιαῦτα δὲ καὶ περὶ τὸ Κάσιον συμβαίνει τὸ πρὸς Αἰγύπτωι͵ σπασμῶι τινι ὀξεῖ καὶ ἁπλῶι περιπιπτούσης τῆς γῆς καὶ εἰς ἑκάτερον μεταβαλλομένης ἅπαξ͵ ὥστε τὸ μὲν μετεωρισθὲν αὐτῆς μέρος ἐπαγαγεῖν τὴν θάλατταν͵ τὸ δὲ συνιζῆσαν δέξασθαι͵ τραπομένης δὲ τὴν ἀρχαίαν πάλιν ἕδραν ἀπολαβεῖν τὸν τόπον͵ τοτὲ μὲν οὖν καὶ ἐξαλλάξεώς τινος γενομένης τοτὲ δ᾽ οὔ͵ τάχα καὶ περιόδοις τισὶν ἐνδεδεμένων τῶν τοιούτων παθῶν ἀδήλοις ἡμῖν͵ καθάπερ τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν Νεῖλον ἀναβάσεων λέγεται διαφόρων γινομένων͵ ἄδηλον δὲ τὴν τάξιν ἐχουσῶν.
2.27
Μετὰ δὲ τὴν Ἄκην Στράτωνος πύργος πρόσορμον ἔχων. μεταξὺ δὲ ὅ τε Κάρμηλος τὸ ὄρος καὶ πολιχνίων ὀνόματα͵ πλέον δ᾽ οὐδέν͵ Συκαμίνων πόλις͵ Βουκόλων καὶ Κροκοδείλων πόλις καὶ ἄλλα τοιαῦτα· εἶτα δρυμὸς μέγας τις.
2.28
Εἶτα Ἰόπη͵ καθ᾽ ἣν ἡ ἀπὸ τῆς Αἰγύπτου παραλία σημειωδῶς ἐπὶ τὴν ἄρκτον κάμπτεται͵ πρότερον ἐπὶ τὴν ἕω τεταμένη. ἐνταῦθα δὲ μυθεύουσί τινες τὴν Ἀνδρομέδαν ἐκτεθῆναι τῶι κήτει· ἐν ὕψει δέ ἐστιν ἱκανῶς τὸ χωρίον ὥστ᾽ ἀφορᾶσθαί φασιν ἀπ᾽ αὐτοῦ τὰ Ἱεροσόλυμα τὴν τῶν Ἰουδαίων μητρόπολιν· καὶ δὴ καὶ ἐπινείωι τούτωι κέχρηνται καταβάντες μέχρι θαλάττης οἱ Ἰουδαῖοι· τὰ δ᾽ ἐπίνεια τῶν ληιστῶν ληιστήρια δῆλον ὅτι ἐστί. τούτων δὲ καὶ ὁ Κάρμηλος ὑπῆρξε καὶ ὁ δρυμός· καὶ δὴ καὶ εὐάνδρησεν οὗτος ὁ τόπος͵ ὥστ᾽ ἐκ τῆς πλησίον κώμης Ἰαμνείας καὶ τῶν κατοικιῶν τῶν κύκλωι τέτταρας μυριάδας ὁπλίζεσθαι. εἰσὶ δ᾽ ἐντεῦθεν εἰς τὸ Κάσιον τὸ πρὸς Πηλουσίωι μικρῶι πλείους ἢ χίλιοι στάδιοι͵ τριακόσιοι δ᾽ ἄλλοι πρὸς αὐτὸ τὸ Πηλούσιον.
2.29
Ἐν δὲ τῶι μεταξὺ καὶ ἡ Γαδαρὶς ἔστιν͵ ἣν καὶ αὐτὴν ἐξιδιάσαντο οἱ Ἰουδαῖοι· εἶτ᾽ Ἀζωτὸς καὶ Ἀσκάλων. ἀπὸ δὲ Ἰαμνείας εἰς Ἀζωτὸν καὶ Ἀσκάλωνά εἰσιν ὅσον διακόσιοι στάδιοι. κρομμυών τ᾽ ἀγαθός ἐστιν ἡ χώρα τῶν Ἀσκαλωνιτῶν͵ πόλισμα δὲ μικρόν. ἐντεῦθεν ἦν Ἀντίοχος ὁ φιλόσοφος μικρὸν πρὸ ἡμῶν γεγονώς. ἐκ δὲ τῶν Γαδάρων Φιλόδημός τε ὁ Ἐπικούρειος καὶ Μελέαγρος καὶ Μένιππος ὁ σπουδογέλοιος καὶ Θεόδωρος ὁ καθ᾽ ἡμᾶς ῥήτωρ.
2.30
Εἶθ᾽ ὁ τῶν Γαζαίων λιμὴν πλησίον· ὑπέρκειται δὲ καὶ ἡ πόλις ἐν ἑπτὰ σταδίοις͵ ἔνδοξός ποτε γενομένη͵ κατεσπασμένη δ᾽ ὑπὸ Ἀλεξάνδρου καὶ μένουσα ἔρημος. ἐντεῦθεν δ᾽ ὑπέρβασις λέγεται χιλίων διακοσίων ἑξήκοντα σταδίων εἰς Αἴλανα πόλιν ἐπὶ τῶι μυχῶι τοῦ Ἀραβίου κόλπου κειμένην· διττὸς δ᾽ ἐστίν͵ ὁ μὲν ἔχων εἰς τὸ πρὸς τῆι Ἀραβίαι καὶ τῆι Γάζηι μέρος͵ ὃν Αἰλανίτην προσαγορεύουσιν ἀπὸ τῆς ἐν αὐτῶι πόλεως͵ ὁ δ᾽ εἰς τὸ πρὸς Αἰγύπτωι κατὰ τὴν Ἡρώων πόλιν͵ εἰς ὃν ἐκ Πηλουσίου ἡ ὑπέρθεσις ἐπιτομωτέρα· δι᾽ ἐρήμων δὲ καὶ ἀμμωδῶν χωρίων αἱ ὑπερβάσεις ἐπὶ καμήλων· πολὺ δὲ καὶ τὸ τῶν ἑρπετῶν ἐν αὐταῖς πλῆθος.
2.31
Μετὰ δὲ Γάζαν Ῥαφία͵ ἐν ἧι μάχη συνέβη Πτολεμαίωι τε τῶι τετάρτωι καὶ Ἀντιόχωι τῶι Μεγάλωι. εἶτα Ῥινοκόρουρα͵ ἀπὸ τῶν εἰσωικισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων ἠκρωτηριασμένων τὰς ῥῖνας οὕτω καλουμένη· τῶν γὰρ Αἰθιόπων τις ἐπελθὼν ἐπὶ τὴν Αἴγυπτον ἀντὶ τοῦ ἀναιρεῖν τοὺς κακούργους ἀποτέμνων τὰς ῥῖνας ἐνταῦθα κατώικιζεν͵ ὡς οὐκ ἂν ἔτι τολμήσον τας κακουργεῖν διὰ τὴν αἰσχύνην τῆς ὄψεως.
2.32
Καὶ αὐτὴ μὲν οὖν ἡ ἀπὸ Γάζης λυπρὰ πᾶσα [καὶ] ἀμμώδης· ἔτι δὲ μᾶλλον τοιαύτη ἡ ἐφεξῆς ὑπερκειμένη͵ ἔχουσα τὴν Σιρβωνίδα λίμνην παράλληλόν πως τῆι θαλάττηι μικρὰν δίοδον ἀπολείπουσαν μεταξὺ μέχρι τοῦ ἐκρήγματος καλουμένου͵ μῆκος ὅσον διακοσίων σταδίων͵ πλάτος δὲ τὸ μέγιστον πεντήκοντα· τὸ δ᾽ ἔκρηγμα συγκέχωσται. εἶτα συνεχὴς ἄλλη τοιαύτη ἡ ἐπὶ τὸ Κάσιον͵ κἀκεῖθεν ἐπὶ τὸ Πηλούσιον.
2.33
Ἔστι δὲ τὸ Κάσιον θινώδης τις λόφος ἀκρωτηριάζων ἄνυδρος͵ ὅπου τὸ Πομπηίου τοῦ Μάγνου σῶμα κεῖται καὶ Διός ἐστιν ἱερὸν Κασίου· πλησίον δὲ καὶ ἐσφάγη ὁ Μάγνος δολοφονηθεὶς ὑπὸ τῶν Αἰγυπτίων. εἶθ᾽ ἡ ἐπὶ Πηλούσιον ὁδός͵ ἐν ἧι τὰ Γέρρα καὶ ὁ Χαβρίου λεγόμενος χάραξ καὶ τὰ πρὸς τῶι Πηλουσίωι βάραθρα ἃ ποιεῖ παρεκχεόμενος ὁ Νεῖλος͵ φύσει κοίλων καὶ ἑλωδῶν ὄντων τῶν τόπων. Τοιαύτη μὲν ἡ Φοινίκη. φησὶ δ᾽ Ἀρτεμίδωρος εἰς τὸ Πηλούσιον ἐκ μὲν Ὀρθωσίας εἶναι σταδίους τρισχιλίους ἑξακοσίους πεντήκοντα κατακολπίζοντι· ἐκ δὲ Μελαινῶν ἢ Μελανιῶν τῆς Κιλικίας τῶν πρὸς Κελένδεριν ἐπὶ μὲν τὰ μεθόρια τῆς Κιλικίας καὶ Συρίας χιλίους καὶ ἐνακοσίους· ἐντεῦθεν δ᾽ ἐπὶ τὸν Ὀρόντην πεντακοσίους εἴκοσιν· εἶτ᾽ ἐπὶ Ὀρθωσίαν χιλίους ἑκατὸν τριάκοντα.
2.34
Τῆς δ᾽ Ἰουδαίας τὰ μὲν ἑσπέρια ἄκρα τὰ πρὸς τῶι Κασίωι κατέχουσιν Ἰδουμαῖοί τε καὶ ἡ λίμνη. Ναβαταῖοι δ᾽ εἰσὶν οἱ Ἰδουμαῖοι͵ κατὰ στάσιν δ᾽ ἐκπεσόντες ἐκεῖθεν προσεχώρησαν τοῖς Ἰουδαίοις καὶ τῶν νομίμων τῶν αὐτῶν ἐκείνοις ἐκοινώνησαν· πρὸς θαλάττηι δὲ ἡ Σιρβωνὶς τὰ πολλὰ κατέχει καὶ ἡ συνεχὴς μέχρι καὶ Ἱεροσολύμων· καὶ γὰρ ταῦτα πρὸς θαλάττηι ἐστίν· ἀπὸ γὰρ τοῦ ἐπινείου τῆς Ἰόπης εἴρηται ὅτι ἐστὶν ἐν ὄψει· ταῦτα μὲν προσάρκτια· τὰ πολλὰ δ᾽ ὡς ἕκαστα ἐστὶν ὑπὸ φύλων οἰκούμενα μικτῶν ἔκ τε Αἰγυπτίων ἐθνῶν καὶ Ἀραβίων καὶ Φοινίκων· τοιοῦτοι γὰρ οἱ τὴν Γαλιλαίαν ἔχοντες καὶ τὸν Ἱερικοῦντα καὶ τὴν Φιλαδέλφειαν καὶ Σαμάρειαν͵ ἣν Ἡρώδης Σεβαστὴν ἐπωνόμασεν. οὕτω δ᾽ ὄντων μιγάδων ἡ κρατοῦσα μάλιστα φήμη τῶν περὶ τὸ ἱερὸν τὸ ἐν τοῖς Ἱεροσολύμοις πιστευομένων Αἰγυπτίους ἀποφαίνει τοὺς προγόνους τῶν νῦν Ἰουδαίων λεγομένων.
2.35
Μωσῆς γάρ τις τῶν Αἰγυπτίων ἱερέων ἔχων τι μέρος τῆς [κάτω] καλουμένης χώρας͵ ἀπῆρεν ἐκεῖσε ἐνθένδε δυσχεράνας τὰ καθεστῶτα͵ καὶ συνεξῆραν αὐτῶι πολλοὶ τιμῶντες τὸ θεῖον. ἔφη γὰρ ἐκεῖνος καὶ ἐδίδασκεν͵ ὡς οὐκ ὀρθῶς φρονοῖεν οἱ Αἰγύπτιοι θηρίοις εἰκάζοντες καὶ βοσκήμασι τὸ θεῖον͵ οὐδ᾽ οἱ Λίβυες· οὐκ εὖ δὲ οὐδ᾽ οἱ Ἕλληνες ἀνθρωπομόρφους τυποῦντες· εἴη γὰρ ἓν τοῦτο μόνον θεὸς τὸ περιέχον ἡμᾶς ἅπαντας καὶ γῆν καὶ θάλατταν͵ ὃ καλοῦμεν οὐρανὸν καὶ κόσμον καὶ τὴν τῶν ὄντων φύσιν. τούτου δὴ τίς ἂν εἰκόνα πλάττειν θαρρήσειε νοῦν ἔχων ὁμοίαν τινὶ τῶν παρ᾽ ἡμῖν; ἀλλ᾽ ἐᾶν δεῖν πᾶσαν ξοανοποιίαν͵ τέμενος [δ᾽] ἀφορίσαντας καὶ σηκὸν ἀξιόλογον τιμᾶν ἕδους χωρίς. ἐγκοιμᾶσθαι δὲ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ἄλλους τοὺς εὐονείρους· καὶ προσδοκᾶν δεῖν ἀγαθὸν παρὰ τοῦ θεοῦ καὶ δῶρον ἀεί τι καὶ σημεῖον τοὺς σωφρόνως ζῶντας καὶ μετὰ δικαιοσύνης͵ τοὺς δ᾽ ἄλλους μὴ προσδοκᾶν.
2.36
Ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων ἔπεισεν εὐγνώμονας ἄνδρας οὐκ ὀλίγους καὶ ἀπήγαγεν ἐπὶ τὸν τόπον τοῦτον͵ ὅπου νῦν ἐστι τὸ ἐν τοῖς Ἱεροσολύμοις κτίσμα. κατέσχε δὲ ῥαιδίως οὐκ ἐπίφθονον ὂν τὸ χωρίον οὐδ᾽ ὑπὲρ οὗ ἄν τις ἐσπουδασμένως μαχέσαιτο· ἔστι γὰρ πετρῶδες͵ αὐτὸ μὲν εὔυδρον τὴν δὲ κύκλωι χώραν ἔχον λυπρὰν καὶ ἄνυδρον͵ τὴν δ᾽ ἐντὸς ἑξήκοντα σταδίων καὶ ὑπόπετρον. ἅμα δ᾽ ἀντὶ τῶν ὅπλων τὰ ἱερὰ προὐβάλλετο καὶ τὸ θεῖον͵ ἵδρυσιν τούτου ζητεῖν ἀξιῶν͵ καὶ παραδώσειν ὑπισχνούμενος τοιοῦτον σεβασμὸν καὶ τοιαύτην ἱεροποιίαν ἥτις οὔτε δαπάναις ὀχλήσει τοὺς χρωμένους οὔτε θεοφορίαις οὔτε ἄλλαις πραγματείαις ἀτόποις. οὗτος μὲν οὖν εὐδοκιμήσας τούτοις συνεστήσατο ἀρχὴν οὐ τὴν τυχοῦσαν͵ ἁπάντων προσχωρησάντων ῥαιδίως τῶν κύκλωι διὰ τὴν ὁμιλίαν καὶ τὰ προτεινόμενα.
2.37
Οἱ δὲ διαδεξάμενοι χρόνους μέν τινας ἐν τοῖς αὐτοῖς διέμενον δικαιοπραγοῦντες καὶ θεοσεβεῖς ὡς ἀληθῶς ὄντες͵ ἔπειτ᾽ ἐφισταμένων ἐπὶ τὴν ἱερωσύνην τὸ μὲν πρῶτον δεισιδαιμόνων͵ ἔπειτα τυραννικῶν ἀνθρώπων͵ ἐκ μὲν τῆς δεισιδαιμονίας αἱ τῶν βρωμάτων ἀποσχέσεις͵ ὧνπερ καὶ νῦν ἔθος ἐστὶν αὐτοῖς ἀπέχεσθαι͵ καὶ [αἱ] περιτομαὶ καὶ αἱ ἐκτομαὶ καὶ εἴ τινα τοιαῦτα ἐνομίσθη͵ ἐκ δὲ τῶν τυραννίδων τὰ ληιστήρια. οἱ μὲν γὰρ ἀφιστάμενοι τὴν χώραν ἐκάκουν καὶ αὐτὴν καὶ τὴν γειτνιῶσαν͵ οἱ δὲ συμπράττοντες τοῖς ἄρχουσι καθήρπαζον τὰ ἀλλότρια καὶ τῆς Συρίας κατεστρέφοντο καὶ τῆς Φοινίκης πολλήν. ἦν δ᾽ ὅμως εὐπρέπειά τις περὶ τὴν ἀκρόπολιν αὐτῶν͵ οὐχ ὡς τυραννεῖον βδελυττομένων͵ ἀλλ᾽ ὡς ἱερὸν σεμνυνόντων καὶ σεβομένων.
2.38
Πέφυκε γὰρ οὕτω καὶ κοινόν ἐστι τοῦτο καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις. πολιτικοὶ γὰρ ὄντες ἀπὸ προστάγματος κοινοῦ ζῶσιν· ἄλλως γὰρ οὐχ οἷόν τε τοὺς πολλοὺς ἕν τι καὶ ταὐτὸ ποιεῖν ἡρμοσμένως ἀλλήλοις͵ ὅπερ ἦν τὸ πολιτεύεσθαι͵ καὶ ἄλλως πως νέμειν βίον κοινόν. τὸ δὲ πρόσταγμα διττόν͵ ἢ γὰρ παρὰ θεῶν ἢ παρὰ ἀνθρώπων· καὶ οἵ γε ἀρχαῖοι τὸ παρὰ τῶν θεῶν ἐπρέσβευον μᾶλλον καὶ ἐσέμνυνον͵ καὶ διὰ τοῦτο καὶ ὁ χρηστηριαζόμενος ἦν τότε πολὺς καὶ τρέχων εἰς μὲν Δωδώνην͵ ὅπως ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσηι͵ συμβούλωι τῶι Διὶ χρώμενος͵ εἰς δὲ Δελφούς τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν͵ εἰ μηκέτ᾽ εἴη͵ αὐτὸς δ᾽ ὁ παῖς ἔστειχε τοὺς τεκόντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου. καὶ ὁ Μίνως παρὰ τοῖς Κρησὶν ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής͵ δι᾽ ἐννέα ἐτῶν͵ ὥς φησι Πλάτων͵ ἀναβαίνων ἐπὶ τὸ ἄντρον τοῦ Διὸς καὶ παρ᾽ ἐκείνου τὰ προστάγματα λαμβάνων καὶ παρακομίζων εἰς τοὺς ἀνθρώπους. τὰ δ᾽ ὅμοια ἐποίει καὶ Λυκοῦργος ὁ ζηλωτὴς αὐτοῦ· πυκνὰ γάρ͵ ὡς ἔοικεν͵ ἀποδημῶν ἐπυνθάνετο παρὰ τῆς Πυθίας ἃ προσῆκεν παραγγέλλειν τοῖς Λακεδαιμονίοις.
2.39
Ταῦτα γὰρ ὅπως ποτὲ ἀληθείας ἔχει͵ παρά γε τοῖς ἀνθρώποις ἐπεπίστευτο καὶ ἐνενόμιστο͵ καὶ διὰ τοῦτο καὶ οἱ μάντεις ἐτιμῶντο ὥστε καὶ βασιλείας ἀξιοῦσθαι͵ ὡς τὰ παρὰ τῶν θεῶν ἡμῖν ἐκφέροντες παραγγέλματα καὶ ἐπανορθώματα καὶ ζῶντες καὶ ἀποθανόντες· τοιοῦτος δὲ ὁ Ἀμφιάρεως καὶ ὁ Τροφώνιος καὶ [ὁ] Ὀρφεὺς καὶ ὁ Μουσαῖος καὶ ὁ παρὰ τοῖς Γέταις θεός͵ τὸ μὲν παλαιὸν Ζάμολξις Πυθαγόρειός τις͵ καθ᾽ ἡμᾶς δὲ ὁ τῶι Βυρεβίσται θεσπίζων Δεκαίνεος· παρὰ δὲ τοῖς Βοσπορηνοῖς Ἀχαΐκαρος͵ παρὰ δὲ τοῖς Ἰνδοῖς οἱ γυμνοσοφισταί͵ παρὰ δὲ τοῖς Πέρσαις οἱ μάγοι καὶ νεκυομάντεις καὶ ἔτι οἱ λεγόμενοι λεκανομάντεις καὶ ὑδρομάντεις͵ παρὰ δὲ τοῖς Ἀσσυρίοις οἱ Χαλδαῖοι͵ παρὰ δὲ τοῖς Ῥωμαίοις οἱ Τυρρηνικοὶ οἰωνοσκόποι. τοιοῦτος δέ τις ἦν καὶ ὁ Μωσῆς καὶ οἱ διαδεξάμενοι ἐκεῖνον͵ τὰς μὲν ἀρχὰς λαβόντες οὐ φαύλας ἐκτραπόμενοι δ᾽ ἐπὶ τὸ χεῖρον.
2.40
῎Ηδη δ᾽ οὖν φανερῶς τυραννουμένης τῆς Ἰουδαίας πρῶτος ἀνθ᾽ ἱερέως ἀνέδειξεν ἑαυτὸν βασιλέα Ἀλέξανδρος· τούτου δ᾽ ἦσαν υἱοὶ Ὑρκανός τε καὶ Ἀριστόβουλος· διαφερομένων δὲ περὶ τῆς ἀρχῆς͵ ἐπῆλθε Πομπήιος καὶ κατέλυσεν αὐτοὺς καὶ τὰ ἐρύματα αὐτῶν κατέσπασε καὶ αὐτὰ ἐν πρώτοις τὰ Ἱεροσόλυμα βίαι καταλαβών· ἦν γὰρ πετρῶδες καὶ εὐερκὲς ἔρυμα͵ ἐντὸς μὲν εὔυδρον ἐκτὸς δὲ παντελῶς διψηρόν͵ τάφρον λατομητὴν ἔχον βάθος μὲν ἑξήκοντα ποδῶν͵ πλάτος δὲ πεντήκοντα καὶ διακοσίων· ἐκ δὲ τοῦ λίθου τοῦ λατομηθέντος ἐπεπύργωτο τὸ τεῖχος τοῦ ἱεροῦ. κατελάβετο δ᾽͵ ὥς φασι͵ τηρήσας τὴν τῆς νηστείας ἡμέραν͵ ἡνίκα ἀπείχοντο οἱ Ἰουδαῖοι παντὸς ἔργου͵ πληρώσας τὴν τάφρον καὶ ἐπιβαλὼν τὰς διαβάθρας· κατασπάσαι δ᾽ οὖν ἐκέλευσε τὰ τείχη πάντα καὶ ἀνεῖλεν εἰς δύναμιν τὰ ληιστήρια καὶ τὰ γαζοφυλάκια τῶν τυράννων. ἦν δὲ δύο μὲν τὰ ταῖς εἰσβολαῖς ἐπικείμενα τοῦ Ἱερικοῦντος Θρήξ τε καὶ Ταῦρος͵ ἄλλα δὲ Ἀλεξάνδριόν τε καὶ Ὑρκάνιον καὶ Μαχαιροῦς καὶ Λυσιὰς καὶ τὰ περὶ τὴν Φιλαδέλφειαν καὶ ἡ περὶ Γαλιλαίαν Σκυθόπολις.
2.41
Ἱερικοῦς δ᾽ ἐστὶ πεδίον κύκλωι περιεχόμενον ὀρεινῆι τινι καί που καὶ θεατροειδῶς πρὸς αὐτὸ κεκλιμένηι· ἐνταῦθα δ᾽ ἐστὶν ὁ φοινικών͵ μεμιγμένην ἔχων καὶ ἄλλην ὕλην ἥμερον καὶ εὔκαρπον͵ πλεονάζων δὲ τῶι φοίνικι͵ ἐπὶ μῆκος σταδίων ἑκατόν͵ διάρρυτος ἅπας καὶ μεστὸς κατοικιῶν· ἔστι δ᾽ αὐτοῦ καὶ βασίλειον καὶ ὁ τοῦ βαλσάμου παράδεισος· ἔστι δὲ τὸ φυτὸν θαμνῶδες͵ κυτίσωι ἐοικὸς καὶ τερμίνθωι͵ ἀρωματίζον· οὗ τὸν φλοιὸν ἐπισχίσαντες ὑπολαμβάνουσιν ἀγγείοις τὸν ὀπὸν γλίσχρωι γάλακτι παραπλήσιον· ἀναληφθεὶς δ᾽ εἰς κογχάρια λαμβάνει πῆξιν· λύει δὲ κεφαλαλγίας θαυμαστῶς καὶ ὑποχύσεις ἀρχομένας καὶ ἀμβλυωπίας· τίμιος οὖν ἐστι καὶ διότι ἐνταῦθα μόνον γεννᾶται· καὶ ὁ φοινικὼν δὲ τοιοῦτος͵ ἔχων τὸν καρυωτὸν φοίνικα ἐνταῦθα μόνον͵ πλὴν τοῦ Βαβυλωνίου καὶ τοῦ ἐπέκεινα πρὸς τὴν ἕω· μεγάλη οὖν ἀπ᾽ αὐτῶν ἡ πρόσοδος. καὶ τῶι ξυλοβαλσάμωι δὲ ὡς ἀρώματι χρῶνται.
2.42
Ἡ δὲ Σιρβωνὶς λίμνη πολλὴ μέν ἐστι· καὶ γὰρ χιλίων σταδίων εἰρήκασί τινες τὸν κύκλον· τῆι μέντοι παραλίαι παρεκτέταται μικρῶι τι πλέον τῶν διακοσίων σταδίων μῆκος ἐπιλαμβάνουσα͵ ἀγχιβαθής͵ βαρύτατον ἔχουσα ὕδωρ͵ ὥστε μὴ δεῖν κολύμβου͵ ἀλλὰ τὸν ἐμβάντα καὶ μέχρι ὀμφαλοῦ εὐθὺς ἐξαίρεσθαι· μεστὴ δ᾽ ἐστὶν ἀσφάλτου· αὕτη δὲ ἀναφυσᾶται κατὰ καιροὺς ἀτάκτους ἐκ μέσου τοῦ βάθους μετὰ πομφολύγων ὡς ἂν ζέοντος ὕδατος· κυρτουμένη δ᾽ ἡ ἐπιφάνεια λόφου φαντασίαν παρέχει· συναναφέρεται δὲ καὶ ἄσβολος πολλή͵ καπνώδης μὲν πρὸς δὲ τὴν ὄψιν ἄδηλος͵ ὑφ᾽ ἧς κατιοῦται καὶ χαλκὸς καὶ ἄργυρος καὶ πᾶν τὸ στιλπνὸν μέχρι καὶ χρυσοῦ· ἀπὸ δὲ τοῦ κατιοῦσθαι τὰ σκεύη γνωρίζουσιν οἱ περιοικοῦντες ἀρχομένην τὴν ἀναβολὴν τοῦ ἀσφάλτου͵ καὶ παρασκευάζονται πρὸς τὴν μεταλλείαν αὐτοῦ͵ ποιησάμενοι σχεδίας καλαμίνας. ἔστι δ᾽ ἡ ἄσφαλτος γῆς βῶλος͵ ὑγραινομένη μὲν ὑπὸ θερμοῦ καὶ ἀναφυσωμένη καὶ διαχεομένη͵ πάλιν δὲ μεταβάλλουσα εἰς πάγον ἰσχυρὸν ὑπὸ τοῦ ψυχροῦ ὕδατος͵ οἷόν ἐστι τὸ τῆς λίμνης ὕδωρ͵ ὥστε τομῆς καὶ κοπῆς δεῖσθαι· εἶτ᾽ ἐπιπολάζουσα διὰ τὴν φύσιν τοῦ ὕδατος͵ καθ᾽ ἣν ἔφαμεν μηδὲ κολύμβου δεῖσθαι͵ μηδὲ βαπτίζεσθαι τὸν ἐμβάντα ἀλλ᾽ ἐξαίρεσθαι· προσπλεύσαντες δὲ ταῖς σχεδίαις κόπτουσι καὶ φέρονται τῆς ἀσφάλτου ὅσον ἕκαστος δύναται.
2.43
Τὸ μὲν οὖν συμβαῖνον τοιοῦτον· γόητας δὲ ὄντας σκήπτεσθαί φησιν ἐπωιδὰς ὁ Ποσειδώνιος τοὺς ἀνθρώπους καὶ οὖρα καὶ ἄλλα δυσώδη ὑγρά͵ ἃ περικαταχέαντας καὶ ἐκπιάσαντας πήττειν τὴν ἄσφαλτον͵ εἶτα τέμνειν· εἰ μή τίς ἐστιν ἐπιτηδειότης τῶν οὔρων τοιαύτη͵ καθάπερ καὶ ἐν ταῖς κύστεσι τῶν λιθιώντων͵ καὶ ἐκ τῶν παιδικῶν οὔρων ἡ χρυσόκολλα συνίσταται· ἐν μέσηι δὲ τῆι λίμνηι τὸ πάθος συμβαίνειν εὔλογον͵ ὅτι καὶ ἡ πηγὴ τοῦ πυρὸς καὶ τῆς ἀσφάλτου κατὰ μέσον ἐστὶ καὶ τὸ πλῆθος· ἄτακτος δὲ ἡ ἀναφύσησις͵ ὅτι καὶ ἡ τοῦ πυρὸς κίνησις οὐκ ἔχει τάξιν ἡμῖν φανεράν͵ ὥσπερ καὶ ἄλλων πνευμάτων πολλῶν. τοιαῦτα δὲ καὶ τὰ ἐν Ἀπολλωνίαι τῆι Ἠπειρώτιδι.
2.44
Τοῦ δ᾽ ἔμπυρον τὴν χώραν εἶναι καὶ ἄλλα τεκμήρια φέρουσι πολλά· καὶ γὰρ πέτρας τινὰς ἐπικεκαυμένας δεικνύουσι τραχείας περὶ Μοασάδα καὶ σήραγγας πολλαχοῦ καὶ γῆν τεφρώδη͵ σταγόνας τε πίττης ἐκ λισσάδων λειβομένας καὶ δυσώδεις πόρρωθεν ποταμοὺς ζέοντας͵ κατοικίας τε ἀνατετραμμένας σποράδην· ὥστε πιστεύειν τοῖς θρυλουμένοις ὑπὸ τῶν ἐγχωρίων͵ ὡς ἄρα ὠικοῦντό ποτε τρισκαίδεκα πόλεις ἐνταῦθα͵ ὧν τῆς μητροπόλεως Σοδόμων σώζοιτο κύκλος ἑξήκοντά που σταδίων· ὑπὸ δὲ σεισμῶν καὶ ἀναφυσημάτων πυρὸς καὶ θερμῶν ὑδάτων ἀσφαλτωδῶν τε καὶ θειωδῶν ἡ λίμνη προπέσοι καὶ [αἱ] πέτραι πυρίληπτοι γένοιντο͵ αἵ τε πόλεις αἳ μὲν καταποθεῖεν͵ ἃς δ᾽ ἐκλίποιεν οἱ δυνάμενοι φυγεῖν. Ἐρατοσθένης δέ φησι τἀναντία͵ λιμναζούσης τῆς χώρας ἐκρήγμασιν ἀνακαλυφθῆναι τὴν πλείστην͵ καθάπερ τὴν Θετταλίαν.
2.45
Ἔστι δὲ καὶ ἐν τῆι Γαδαρίδι ὕδωρ μοχθηρὸν λιμναῖον͵ οὗ τὰ γευσάμενα κτήνη τρίχας καὶ ὁπλὰς καὶ κέρατα ἀποβάλλει. ἐν δὲ ταῖς καλουμέναις ταριχείαις ἡ λίμνη μὲν ταριχείας ἰχθύων ἀστείας παρέχει͵ φύει δὲ δένδρα καρποφόρα μηλέαις ἐμφερῆ· χρῶνται δ᾽ Αἰγύπτιοι τῆι ἀσφάλτωι πρὸς τὰς ταριχείας τῶν νεκρῶν.
2.46
Πομπήιος μὲν οὖν περικόψας τινὰ τῶν ἐξιδιασθέντων ὑπὸ τῶν Ἰουδαίων κατὰ βίαν ἀπέδειξεν Ὑρκανῶι τὴν ἱερωσύνην· τῶν δ᾽ ἀπὸ γένους τις ὕστερον Ἡρώδης͵ ἀνὴρ ἐπιχώριος͵ παραδὺς εἰς τὴν ἱερωσύνην τοσοῦτον διήνεγκε τῶν πρὸ αὐτοῦ καὶ μάλιστα τῆι πρὸς Ῥωμαίους ὁμιλίαι καὶ πολιτείαι͵ ὥστε καὶ βασιλεὺς ἐχρημάτισε͵ δόντος τὸ μὲν πρῶτον Ἀντωνίου τὴν ἐξουσίαν ὕστερον δὲ καὶ Καίσαρος τοῦ Σεβαστοῦ· τῶν δ᾽ υἱῶν τοὺς μὲν αὐτὸς ἀνεῖλεν ὡς ἐπιβουλεύσαντας αὐτῶι͵ τοὺς δὲ τελευτῶν διαδόχους ἀπέλιπε μερίδας αὐτοῖς ἀποδούς. Καῖσαρ δὲ καὶ τοὺς υἱοὺς ἐτίμησε τοῦ Ἡρώδου καὶ τὴν ἀδελφὴν Σαλώμην καὶ τὴν ταύτης θυγατέρα Βερενίκην· οὐ μέντοι εὐτύχησαν οἱ παῖδες͵ ἀλλ᾽ ἐν αἰτίαις ἐγένοντο͵ καὶ ὁ μὲν ἐν φυγῆι διετέλει παρὰ τοῖς Ἀλλόβριξι Γαλάταις λαβὼν οἴκησιν͵ οἱ δὲ θεραπείαι πολλῆι μόλις εὕροντο κάθοδον͵ τετραρχίας ἀποδειχθείσης ἑκατέρωι.
Κεφάλαιον 3
3.1
Ὑπέρκειται δὲ τῆς Ἰουδαίας καὶ τῆς κοίλης Συρίας μέχρι Βαβυλωνίας καὶ τῆς τοῦ Εὐφράτου ποταμίας πρὸς νότον Ἀραβία πᾶσα χωρὶς τῶν ἐν τῆι Μεσοποταμίαι σκηνιτῶν. περὶ μὲν οὖν τῆς Μεσοποταμίας καὶ τῶν νεμομένων αὐτὴν ἐθνῶν εἴρηται· τὰ δὲ πέραν τοῦ Εὐφράτου τὰ μὲν πρὸς ταῖς ἐκβολαῖς αὐτοῦ νέμονται Βαβυλώνιοι καὶ τὸ τῶν Χαλδαίων ἔθνος (εἴρηται δὲ περὶ τούτων)͵ τὰ δ᾽ ἑξῆς τῆς Μεσοποταμίας μέχρι κοίλης Συρίας͵ τὸ μὲν πλησιάζον τῶι ποταμῶι * καὶ τὴν Μεσοποταμίαν σκηνῖται κατέχουσιν Ἄραβες͵ δυναστείας ἀποτετμημένοι μικρὰς ἐν λυπροῖς χωρίοις διὰ τὰς ἀνυδρίας͵ γεωργοῦντες μὲν ἢ οὐδὲν ἢ μικρά͵ νομὰς δὲ ἔχοντες παντοδαπῶν θρεμμάτων καὶ μάλιστα καμήλων· ὑπὲρ δὲ τούτων ἔρημός ἐστι πολλή· τὰ δὲ τούτων ἔτι νοτιώτερα ἔχουσιν οἱ τὴν εὐδαίμονα καλουμένην Ἀραβίαν οἰκοῦντες. ταύτης δὲ τὸ μὲν προσάρκτιον πλευρὸν ἡ λεχθεῖσά ἐστιν ἔρημος͵ τὸ δ᾽ ἑῶιον ὁ Περσικὸς κόλπος͵ τὸ δὲ ἑσπέριον ὁ Ἀράβιος͵ τὸ δὲ νότιον ἡ μεγάλη θάλαττα ἡ ἔξω τῶν κόλπων ἀμφοῖν͵ ἣν ἅπασαν Ἐρυθρὰν καλοῦσιν.
3.2
Ὁ μὲν οὖν Περσικὸς κόλπος λέγεται καὶ ἡ κατὰ Πέρσας θάλαττα. φησὶ δὲ περὶ αὐτῆς Ἐρατοσθένης οὕτως͵ ὅτι τὸ μὲν στόμα φησὶν εἶναι στενὸν οὕτως ὥστ᾽ ἐξ Ἁρμόζοντος͵ τῆς Καρμανίας ἀκρωτηρίου͵ τῆς Ἀραβίας ἀφορᾶται τὸ ἐν Μάκαις· ἀπὸ δὲ τοῦ στόματος ἡ ἐν δεξιᾶι παραλία περιφερὴς οὖσα κατ᾽ ἀρχὰς μὲν ἀπὸ τῆς Καρμανίας πρὸς ἕω μικρόν͵ εἶτα πρὸς ἄρκτον νεύει͵ καὶ μετὰ ταῦτα πρὸς τὴν ἑσπέραν μέχρι Τερηδόνος καὶ τῆς ἐκβολῆς τοῦ Εὐφράτου· περιέχει δὲ τήν τε Καρμανίων παραλίαν καὶ τὴν Περσῶν καὶ Σουσίων καὶ Βαβυλωνίων ἀπὸ μέρους͵ ὅσον μυρίων οὖσα σταδίων· περὶ ὧν καὶ ἡμεῖς εἰρήκαμεν· τὸ δ᾽ ἐντεῦθεν ἑξῆς ἐπὶ τὸ στόμα πάλιν ἄλλοι τοσοῦτοι͵ καθάπερ καὶ Ἀνδροσθένη λέγειν φησὶ τὸν Θάσιον͵ τὸν καὶ Νεάρχωι συμπλεύσαντα ...... καθ᾽ αὑτόν· ὥστε δῆλον ἐκ τούτων εἶναι διότι μικρὸν ἀπολείπεται τῶι μεγέθει τῆς κατὰ τὸν Εὔξεινον θαλάττης αὕτη ἡ θάλαττα· λέγειν δέ φησιν ἐκεῖνον περιπεπλευκότα στόλωι τὸν κόλπον͵ ὅτι ἀπὸ Τερηδόνος ἑξῆς ἐν δεξιᾶι ἔχοντι τὴν ἤπειρον ὁ παράπλους ἔχει προκειμένην νῆσον Ἴκαρον͵ καὶ ἱερὸν Ἀπόλλωνος ἅγιον ἐν αὐτῆι καὶ μαντεῖον Ταυροπόλου.
3.3
Παραπλεύσαντι δὲ τῆς Ἀραβίας εἰς δισχιλίους καὶ τετρακοσίους σταδίους ἐν βαθεῖ κόλπωι κεῖται πόλις Γέρρα͵ Χαλδαίων φυγάδων ἐκ Βαβυλῶνος οἰκούντων γῆν ἁλμυρίδα καὶ ἐχόντων ἁλίνας τὰς οἰκίας. ἐπεὶ δὲ λεπίδες τῶν ἁλῶν ἀφιστάμεναι κατὰ τὴν ἐπίκαυσιν τὴν ἐκ τῶν ἡλίων συνεχεῖς ἀποπίπτουσι͵ καταρραίνοντες ὕδασι πυκνὰ τοὺς τοίχους συνέχουσι. διέχει δὲ τῆς θαλάττης διακοσίους σταδίους ἡ πόλις· πεζέμποροι δ᾽ εἰσὶν οἱ Γερραῖοι τὸ πλέον τῶν Ἀραβίων φορτίων καὶ ἀρωμάτων. Ἀριστόβουλος δὲ τοὐναντίον φησὶ τοὺς Γερραίους τὰ πολλὰ σχεδίαις εἰς τὴν Βαβυλωνίαν ἐμπορεύεσθαι͵ ἐκεῖθεν δὲ τῶι Εὐφράτηι τὰ φορτία ἀναπλεῖν εἰς Θάψακον͵ εἶτα πεζῆι κομίζεσθαι πάντηι.
3.4
Πλεύσαντι δ᾽ ἐπὶ πλέον ἄλλαι νῆσοι Τύρος καὶ Ἄραδος εἰσίν͵ ἱερὰ ἔχουσαι τοῖς Φοινικικοῖς ὅμοια· καὶ φασί γε οἱ ἐν αὐταῖς οἰκοῦντες τὰς ὁμωνύμους τῶν Φοινίκων νήσους καὶ πόλεις ἀποίκους ἑαυτῶν. διέχουσι δὲ αἱ νῆσοι αὗται Τερηδόνος μὲν δεχήμερον πλοῦν͵ τῆς δὲ κατὰ τὸ στόμα ἄκρας τῆς ἐν Μάκαις ἡμερήσιον.
3.5
Ἀπὸ δὲ τῆς Καρμανίας εἰρήκασι καὶ Νέαρχος καὶ Ὀρθαγόρας νῆσον Ὤγυριν κεῖσθαι πρὸς νότον πελαγίαν ἐν δισχιλίοις σταδίοις͵ ἐν ἧι τάφος Ἐρύθρα δείκνυται͵ χῶμα μέγα ἀγρίοις φοίνιξι κατάφυτον· τοῦτον δὲ βασιλεῦσαι τῶν τόπων καὶ ἀπ᾽ αὐτοῦ τὴν θάλατταν ἐπώνυμον καταλιπεῖν· δηλῶσαι δὲ ταῦτά φησιν αὐτοῖς Μιθρωπάστην τὸν Ἀρσίτου τοῦ Φρυγίας σατράπου͵ φυγόντα μὲν Δαρεῖον͵ διατρίψαντα δ᾽ ἐν τῆι νήσωι͵ συμμίξαντα δὲ αὐτοῖς καταχθεῖσιν εἰς τὸν Περσικὸν κόλπον καὶ ζητοῦντα κάθοδον δι᾽ αὐτῶν εἰς τὴν οἰκείαν.
3.6
Καθ᾽ ὅλην δὲ τὴν τῆς Ἐρυθρᾶς παραλίαν κατὰ βυθοῦ φύεται δένδρα ὅμοια δάφνηι καὶ ἐλαίαι͵ ταῖς μὲν ἀμπώτεσιν ὅλα ὑπερφανῆ γινόμενα͵ ταῖς δὲ πλημμυρίσιν ἔσθ᾽ ὅτε ὅλα καλυπτόμενα͵ καὶ ταῦτα τῆς ὑπερκειμένης γῆς ἀδένδρου οὔσης͵ ὥστε ἐπιτείνεσθαι τὸ παράδοξον. περὶ μὲν οὖν τῆς κατὰ Πέρσας θαλάττης͵ ἣν ἑώιαν πλευρὰν ἔφαμεν εἶναι τῆς εὐδαίμονος Ἀραβίας͵ τοιαῦτα εἴρηκεν Ἐρατοσθένης.
3.7
Φησὶ δ᾽ ὁ Νέαρχος τὸν Μιθρωπάστην ἐντυχεῖν αὐτοῖς μετὰ Μαζήνου· τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῶι Περσικῶι κόλπωι· καλεῖσθαι δὲ τὴν νῆσον Ὀάρακτα· εἰς ταύτην δὲ τὸν Μιθρωπάστην καταφυγόντα ξενίας τυχεῖν κατὰ τὴν ἐξ Ὠγύριος γενομένην ἄφοδον͵ καὶ δὴ καὶ συνελθεῖν τῶι Μαζήνηι συσταθησόμενον τοῖς ἐν τῶι στόλωι Μακεδόσι͵ τὸν δὲ Μαζήνην καὶ καθηγεμόνα τοῦ πλοῦ γενέσθαι. λέγει δὲ καὶ ἐν ἀρχῆι τοῦ Περσικοῦ παράπλου νῆσον͵ ἐν ἧι μαργαρίτης πολὺς καὶ πολυτίμητός ἐστιν͵ ἐν ἄλλαις δὲ ψῆφοι τῶν διαυγῶν καὶ λαμπρῶν· ἐν δὲ ταῖς πρὸ τοῦ Εὐφράτου νήσοις δένδρα φύεσθαι λιβάνου πνέοντα͵ ὧν τὰς ῥίζας κλωμένων ὀπὸν ῥεῖν· παγούρων δὲ καὶ ἐχίνων μεγέθη͵ ὅπερ κοινὸν ἐν πάσηι τῆι ἔξω θαλάττηι· τοὺς μὲν γὰρ εἶναι μείζους καυσίων͵ τοὺς δὲ καὶ δικοτύλους· ἐποκεῖλαν δὲ κῆτος ἰδεῖν πεντήκοντα πηχῶν.
Κεφάλαιον 4
4.1
Ἀρχὴ δὲ τῆς Ἀραβίας ἀπὸ τῆς Βαβυλωνίας ἐστὶν ἡ Μαικήνη· πρόκειται δὲ ταύτης τῆι μὲν ἡ ἔρημος τῶν Ἀράβων τῆι δὲ τὰ ἕλη τὰ κατὰ Χαλδαίους͵ ἃ ποιεῖ παρεκχεόμενος ὁ Εὐφράτης͵ τῆι δὲ ἡ κατὰ Πέρσας θάλαττα. δυσάερος [δὲ] οὖσα καὶ ὁμιχλώδης καὶ ἔπομβρος ἅμα καὶ καυματηρά͵ καλλίκαρπός ἐστιν ὅμως· ἡ δ᾽ ἄμπελος ἐν ἕλεσι φύεται͵ καλαμίναις ῥιψὶν ἐπιβαλλομένης γῆς͵ ὅση δέξαιτ᾽ ἂν τὸ φυτόν͵ ὥστε φορητὴν γίνεσθαι πολλάκις͵ εἶτα κοντοῖς ἀπωθεῖσθαι πάλιν εἰς τὴν οἰκείαν ἕδραν.
4.2
Ἐπάνειμι δὲ ἐπὶ τὰς Ἐρατοσθένους ἀποφάσεις ἃς ἑξῆς περὶ τῆς Ἀραβίας ἐκτίθεται. φησὶ δὲ περὶ τῆς προσαρκτίου καὶ ἐρήμης ἥτις ἐστὶ μεταξὺ τῆς τε εὐδαίμονος Ἀραβίας καὶ τῆς Κοιλοσύρων καὶ τῶν Ἰουδαίων μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου͵ διότι ἀπὸ Ἡρώων πόλεως͵ ἥτις ἐστὶν [ἐν τῶι] πρὸς τὸν Νεῖλον μυχῶι τοῦ Ἀραβίου κόλπου͵ πρὸς μὲν τὴν Ναβαταίων Πέτραν εἰς Βαβυλῶνα πεντακισχίλιοι ἑξακόσιοι͵ πᾶσα μὲν πρὸς ἀνατολὰς θερινάς͵ διὰ δὲ τῶν παρακειμένων Ἀραβίων ἐθνῶν Ναβαταίων τε καὶ Χαυλοταίων καὶ Ἀγραίων· ὑπὲρ δὲ τούτων ἡ εὐδαίμων ἐστίν͵ ἐπὶ μυρίους καὶ δισχιλίους ἐκκειμένη σταδίους πρὸς νότον μέχρι τοῦ Ἀτλαντικοῦ πελάγους. ἔχουσι δ᾽ αὐτὴν οἱ μὲν πρῶτοι μετὰ τοὺς Σύρους καὶ τοὺς Ἰουδαίους ἄνθρωποι γεωργοί· μετὰ δὲ τούτους δίαμμός ἐστι γῆ καὶ λυπρά͵ φοίνικας ἔχουσα ὀλίγους καὶ ἄκανθαν καὶ μυρίκην καὶ ὀρυκτὰ ὕδατα͵ καθάπερ καὶ ἡ Γεδρωσία· σκηνῖται δ᾽ ἔχουσιν αὐτὴν Ἄραβες καὶ καμηλοβοσκοί. τὰ δ᾽ ἔσχατα πρὸς νότον καὶ ἀνταίροντα τῆι Αἰθιοπίαι βρέχεταί τε θερινοῖς ὄμβροις καὶ δισπορεῖται παραπλησίως τῆι Ἰνδικῆι͵ ποταμοὺς δ᾽ ἔχει καταναλισκομένους εἰς πεδία καὶ λίμνας͵ εὐκαρπία δ᾽ ἐστὶν ἥ τε ἄλλη καὶ μελιτουργεῖα δαψιλῆ͵ βοσκημάτων τε ἀφθονία πλὴν ἵππων καὶ ἡμιόνων καὶ ὑῶν͵ ὄρνεά τε παντοῖα πλὴν χηνῶν καὶ ἀλεκτορίδων. κατοικεῖ δὲ τὰ μέγιστα τέτταρα ἔθνη τὴν ἐσχάτην λεχθεῖσαν χώραν͵ Μιναῖοι μὲν ἐν τῶι πρὸς τὴν Ἐρυθρὰν μέρει͵ πόλις δ᾽ αὐτῶν ἡ μεγίστη Κάρνα ἢ Κάρνανα· ἐχόμενοι δὲ τούτων Σαβαῖοι͵ μητρόπολις δ᾽ αὐτῶν Μαρίαβα· τρίτοι δὲ Κατταβανεῖς καθήκοντες πρὸς τὰ στενὰ καὶ τὴν διάβασιν τοῦ Ἀραβίου κόλπου͵ τὸ δὲ βασίλειον αὐτῶν Τάμνα καλεῖται· πρὸς ἕω δὲ μάλιστα Χατραμωτῖται͵ πόλιν δ᾽ ἔχουσι Σάβαταν.
4.3
Μοναρχοῦνται δὲ πᾶσαι καὶ εἰσὶν εὐδαίμονες͵ κατεσκευασμέναι καλῶς ἱεροῖς τε καὶ βασιλείοις͵ αἵ τε οἰκίαι ταῖς Αἰγυπτίαις ἐοίκασι κατὰ τὴν τῶν ξύλων ἔνδεσιν· χώραν δ᾽ ἐπέχουσιν οἱ τέτταρες νομοὶ μείζω τοῦ κατ᾽ Αἴγυπτον Δέλτα· διαδέχεται δὲ τὴν βασίλειαν οὐ παῖς παρὰ πατρός͵ ἀλλ᾽ ὃς ἂν πρῶτος γεννηθῆι τινι τῶν ἐπιφανῶν παῖς μετὰ τὴν κατάστασιν τοῦ βασιλέως· ἅμα γὰρ τῶι κατασταθῆναί τινα εἰς τὴν ἀρχὴν ἀναγράφονται τὰς ἐγκύους γυναῖκας τῶν ἐπιφανῶν ἀνδρῶν καὶ ἐφιστᾶσι φύλακας͵ ἥτις [δ᾽] ἂν πρώτη τέκηι͵ τὸν ταύτης υἱὸν νόμος ἐστὶν ἀναληφθέντα τρέφεσθαι βασιλικῶς ὡς διαδεξόμενον.
4.4
Φέρει δὲ λιβανωτὸν μὲν ἡ Κατταβανία͵ σμύρναν δὲ ἡ Χατραμωτῖτις· καὶ ταῦτά τε καὶ τὰ ἄλλα ἀρώματα μεταβάλλονται τοῖς ἐμπόροις. ἔρχονται δὲ πρὸς αὐτοὺς ἐξ Αἰλάνων μὲν εἰς Μιναίαν ἐν ἑβδομήκοντα ἡμέραις· ἔστι δ᾽ ἡ Αἴλανα πόλις ἐν θατέρωι μυχῶι τοῦ Ἀραβίου κόλπου τῶι κατὰ Γάζαν͵ τῶι Αἰλανίτηι καλουμένωι͵ καθάπερ εἰρήκαμεν· Γερραῖοι δ᾽ εἰς τὴν Χατραμωτῖτιν ἐν τετταράκοντα ἡμέραις ἀφικνοῦνται. τοῦ δ᾽ Ἀραβίου κόλπου τὸ μὲν παρὰ τὴν Ἀραβίαν πλευρὸν ἀρχομένοις ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ͵ καθάπερ οἱ περὶ Ἀλέξανδρον ἀνέγραψαν καὶ Ἀναξικράτης͵ μυρίων καὶ τετρακισχιλίων σταδίων ἐστίν· εἴρηται δὲ ἐπὶ πλέον. τὸ δὲ κατὰ τὴν Τρωγλοδυτικήν͵ ὅπερ ἐστὶν ἐν δεξιᾶι ἀποπλέουσιν ἀπὸ Ἡρώων πόλεως͵ μέχρι μὲν Πτολεμαΐδος καὶ τῆς τῶν ἐλεφάντων θήρας ἐνακισχίλιοι πρὸς μεσημβρίαν στάδιοι καὶ μικρὸν ἐπὶ τὴν ἕω· ἐντεῦθεν δὲ μέχρι τῶν στενῶν ὡς τετρακισχίλιοι καὶ πεντακόσιοι πρὸς τὴν ἕω μᾶλλον. ποιεῖ δὲ ἄκρα τὰ στενὰ πρὸς τὴν Αἰθιοπίαν Δειρὴ καλουμένη͵ καὶ πολίχνιον ὁμώνυμον αὐτῆι· κατοικοῦσι δὲ ἰχθυοφάγοι. καί φασιν ἐνταῦθα στήλην εἶναι Σεσώστριος τοῦ Αἰγυπτίου μηνύουσαν ἱεροῖς γράμμασι τὴν διάβασιν αὐτοῦ· φαίνεται γὰρ τὴν Αἰθιοπίδα καὶ τὴν Τρωγλοδυτικὴν πρῶτος καταστρεψάμενος οὗτος͵ εἶτα διαβὰς εἰς τὴν Ἀραβίαν κἀντεῦθεν τὴν Ἀσίαν ἐπελθὼν τὴν σύμπασαν· διὸ δὴ πολλαχοῦ Σεσώστριος χάρακες προσαγορεύονται͵ καὶ ἀφιδρύματά ἐστιν Αἰγυπτίων θεῶν ἱερῶν. τὰ δὲ κατὰ Δειρὴν στενὰ συνάγεται εἰς σταδίους ἑξήκοντα· οὐ μὴν ταῦτά γε καλεῖται νυνὶ στενά͵ ἀλλὰ προσπλεύσασιν ἀπωτέρω͵ καθὸ τὸ μὲν δίαρμά ἐστι τὸ μεταξὺ τῶν ἠπείρων διακοσίων που σταδίων͵ ἓξ δὲ νῆσοι συνεχεῖς ἀλλήλαις τὸ δίαρμα ἐκπληροῦσαι στενοὺς τελέως διάπλους ἀπολείπουσι͵ δι᾽ ὧν σχεδίαις τὰ φορτία κομίζουσι δεῦρο κἀκεῖσε͵ καὶ λέγουσι ταῦτα στενά. μετὰ δὲ τὰς νήσους ὁ ἑξῆς πλοῦς ἐστιν ἐγκολπίζουσι παρὰ τὴν σμυρνοφόρον ἐπὶ τὴν μεσημβρίαν ἅμα καὶ τὴν ἕω μέχρι πρὸς τὴν τὸ κιννάμωμον φέρουσαν͵ ὅσον πεντακισχιλίων σταδίων· πέρα δὲ ταύτης οὐδένα ἀφῖχθαί φησι μέχρι νῦν. πόλεις δ᾽ ἐν μὲν τῆι παραλίαι μὴ πολλὰς εἶναι͵ κατὰ δὲ τὴν μεσόγαιαν πολλὰς οἰκουμένας καλῶς. τὰ μὲν δὴ τοῦ Ἐρατοσθένους περὶ τῆς Ἀραβίας τοιαῦτα· προσθετέον δὲ καὶ τὰ παρὰ τῶν ἄλλων.
4.5
Φησὶ δ᾽ Ἀρτεμίδωρος τὸ ἀντικείμενον ἐκ τῆς Ἀραβίας ἀκρωτήριον τῆι Δειρῆι καλεῖσθαι * Ἀκίλαν· τοὺς δὲ περὶ τὴν Δειρὴν κολοβοὺς εἶναι τὰς βαλάνους. ἀπὸ δὲ Ἡρώων πόλεως πλέουσι κατὰ τὴν Τρωγλοδυτικὴν πόλιν εἶναι Φιλωτέραν ἀπὸ τῆς ἀδελφῆς τοῦ δευτέρου Πτολεμαίου προσαγορευθεῖσαν͵ Σατύρου κτίσμα τοῦ πεμφθέντος ἐπὶ τὴν διερεύνησιν τῆς τῶν ἐλεφάντων θήρας καὶ τῆς Τρωγλοδυτικῆς· εἶτα ἄλλην πόλιν Ἀρσινόην· εἶτα θερμῶν ὑδάτων ἐκβολὰς πικρῶν καὶ ἁλμυρῶν͵ κατὰ πέτρας τινὸς ὑψηλῆς ἐκδιδόντων εἰς τὴν θάλατταν͵ καὶ πλησίον ὄρος ἐστὶν ἐν πεδίωι μιλτῶδες· εἶτα Μυὸς ὅρμον ὃν καὶ Ἀφροδίτης ὅρμον καλεῖσθαι͵ λιμένα μέγαν͵ τὸν εἴσπλουν ἔχοντα σκολιόν· προκεῖσθαι δὲ νήσους τρεῖς͵ δύο μὲν ἐλαίαις κατασκίους͵ μίαν δ᾽ ἧττον κατάσκιον͵ μελεαγρίδων μεστήν· εἶθ᾽ ἑξῆς τὸν Ἀκάθαρτον κόλπον καὶ αὐτὸν κατὰ τὴν Θηβαΐδα κείμενον͵ καθάπερ τὸν Μυὸς ὅρμον͵ ὄντως δὲ ἀκάθαρτον· καὶ γὰρ ὑφάλοις χοιράσι καὶ ῥαχίαις ἐκτετράχυνται καὶ πνοιαῖς καταιγιζούσαις τὸ πλέον. ἐνταῦθα δὲ ἱδρῦσθαι Βερενίκην πόλιν ἐν βάθει τοῦ κόλπου.
4.6
Μετὰ δὲ τὸν κόλπον ἡ Ὀφιώδης καλουμένη νῆσος ἀπὸ τοῦ συμβεβηκότος͵ ἣν ἠλευθέρωσε τῶν ἑρπετῶν ὁ βασιλεύς͵ ἅμα καὶ διὰ τὰς φθορὰς τῶν προσορμιζομένων ἀνθρώπων τὰς ἐκ τῶν θηρίων καὶ διὰ τὰ τοπάζια. λίθος δέ ἐστι διαφανὴς χρυσοειδὲς ἀποστίλβων φέγγος͵ ὅσον μεθ᾽ ἡμέραν μὲν οὐ ῥάιδιον ἰδεῖν ἔστι (ὑπεραυγεῖται γάρ)͵ νύκτωρ δ᾽ ὁρῶσιν οἱ συλλέγοντες· περικαθάψαντες δὲ ἀγγεῖον σημείου χάριν μεθ᾽ ἡμέραν ἀνορύττουσι· καὶ ἦν σύστημα ἀνθρώπων ἀπο δεδειγμένων εἰς τὴν φυλακὴν τῆς λιθείας ταύτης καὶ τὴν συναγωγήν͵ σιταρχούμενον ὑπὸ τῶν τῆς Αἰγύπτου βασιλέων.
4.7
Μετὰ δὲ τὴν νῆσον ταύτην πολλά ἐστιν ἰχθυοφάγων γένη καὶ νομάδων· εἶθ᾽ ὁ τῆς Σωτείρας λιμήν͵ ὃν ἐκ κινδύνων μεγάλων τινὲς σωθέντες τῶν ἡγεμόνων ἀπὸ τοῦ συμβεβηκότος οὕτως ἐκάλεσαν. μετὰ δὲ ταῦτα ἐξάλλαξις πολλὴ τῆς παραλίας καὶ τοῦ κόλπου· τὸν γὰρ παράπλουν οὐκέτι συμβαίνει τραχὺν εἶναι͵ συνάπτειν τέ πως τῆι Ἀραβίαι καὶ τὸ πέλαγος ταπεινὸν εἶναι σχεδόν τι καὶ ἐπὶ δύο ὀργυιάς͵ ποάζειν τε τὴν ἐπιφάνειαν διαφαινομένου τοῦ μνίου καὶ τοῦ φύκους ὅπερ πλεονάζει κατὰ τὸν πόρον͵ ὅπου γε καὶ δένδρα φύεται καθ᾽ ὕδατος παρὰ τοῖς ἐνταῦθα· ἔχει δὲ καὶ κυνῶν πλῆθος τῶν θαλαττίων ὁ πόρος· εἶθ᾽ οἱ Ταῦροι͵ δύο ὄρη τύπον τινὰ πόρρωθεν δεικνύντα τοῖς ζώιοις ὅμοιον· εἶτ᾽ ἄλλο ὄρος ἱερὸν ἔχον τῆς Ἴσιδος͵ Σεσώστριος ἀφίδρυμα· εἶτα νῆσος ἐλαίαι κατάφυτος ἐπικλυζομένη͵ μεθ᾽ ἣν ἡ Πτολεμαῒς πρὸς τῆι θήραι τῶν ἐλεφάντων͵ κτίσμα Εὐμήδους τοῦ πεμφθέντος ἐπὶ τὴν θήραν ὑπὸ Φιλαδέλφου͵ λάθραι περιβαλομένου χερρονήσωι τινὶ τάφρον καὶ περίβολον͵ εἶτ᾽ ἐκθεραπεύσαντος τοὺς κωλύοντας καὶ κατεσκευασμένου φίλους ἀντὶ δυσμενῶν.
4.8
Ἐν δὲ τῶι μεταξὺ ἐκδίδωσιν ἀπόσπασμα τοῦ Ἀσταβόρα καλουμένου ποταμοῦ͵ ὃς ἐκ λίμνης τὴν ἀρχὴν ἔχων μέρος μέν τι ἐκδίδωσι͵ τὸ δὲ πλέον συμβάλλει τῶι Νείλωι· εἶτα νῆσοι ἓξ Λατομίαι καλούμεναι· καὶ μετὰ ταῦτα τὸ Σαβαϊτικὸν στόμα λεγόμενον καὶ ἐν τῆι μεσογαίαι φρούριον͵ Τοσούχου ἵδρυμα· εἶτα λιμὴν καλούμενος Ἐλαία καὶ ἡ Στράτωνος νῆσος· εἶτα λιμὴν Σαβὰ καὶ κυνήγιον ἐλεφάντων ὁμώνυμον αὐτῶι· ἡ δ᾽ ἐν βάθει τούτων χώρα Τηνεσσὶς λέγεται· ἔχουσι δ᾽ αὐτὴν οἱ παρὰ Ψαμμιτίχου φυγάδες Αἰγυπτίων· ἐπονομάζονται δὲ Σεμβρῖται͵ ὡς ἂν ἐπήλυδες· βασιλεύονται δ᾽ ὑπὸ γυναικός͵ ὑφ᾽ ἥν ἐστι καὶ ἡ Μερόη͵ πλησίον τῶν τόπων οὖσα τούτων ἐν τῶι Νείλωι νῆσος͵ ὑπὲρ ἧς ἄλλη ἐστὶ νῆσος οὐ πολὺ ἄπωθεν ἐν τῶι ποταμῶι͵ κατοικία τῶν αὐτῶν τούτων φυγάδων. ἀπὸ δὲ Μερόης ἐπὶ τήνδε τὴν θάλατταν εὐζώνωι ὁδὸς ἡμερῶν πεντεκαίδεκα. περὶ δὲ τὴν Μερόην καὶ ἡ συμβολὴ τοῦ τε Ἀσταβόρα καὶ τοῦ Ἀστάπου καὶ ἔτι τοῦ Ἀστασόβα πρὸς τὸν Νεῖλον.
4.9
Παροικοῦσι δὲ τούτοις οἱ ῥιζοφάγοι καὶ ἕλειοι προσαγορευόμενοι διὰ τὸ ἐκ τοῦ παρακειμένου ῥιζοτομοῦντας ἕλους κόπτειν λίθοις καὶ ἀναπλάττειν μάζας͵ ἡλιάσαντας δὲ σιτεῖσθαι· λεοντοβότα δ᾽ ἐστὶ τὰ χωρία· ταῖς δ᾽ ὑπὸ κυνὸς ἐπιτολὴν ἡμέραις ὑπὸ κωνώπων μεγάλων ἐξελαύνεται τὰ θηρία ἐκ τῶν τόπων· εἰσὶ δὲ καὶ σπερμοφάγοι πλησίον͵ οἳ τῶν σπερμάτων ἐπιλιπόντων ὑπὸ τῶν ἀκροδρύων τρέφονται͵ σκευάζοντες παραπλησίως ὥσπερ τὰς ῥίζας οἱ ῥιζοφάγοι. μετὰ δὲ τὴν Ἐλαίαν αἱ Δημητρίου σκοπιαὶ καὶ βωμοὶ Κόνωνος· ἐν δὲ τῆι μεσογαίαι καλάμων Ἰνδικῶν φύεται πλῆθος· καλεῖται δὲ ἡ χώρα Κορακίου· ἦν δέ τις ἐν βάθει Ἐνδέρα γυμνητῶν ἀνθρώπων κατοικία͵ τόξοις χρωμένων καλαμίνοις καὶ πεπυρακτωμένοις οἰστοῖς· ἀπὸ δένδρων δὲ τοξεύουσι τὰ θηρία τὸ πλέον͵ ἔστι δ᾽ ὅτε καὶ ἀπὸ γῆς· πολὺ δ᾽ ἐστὶ παρ᾽ αὐτοῖς πλῆθος τῶν ἀγρίων βοῶν· ἀπὸ δὲ τῆς τούτων καὶ τῶν ἄλλων θηρίων κρεοφαγίας ζῶσιν͵ ἐπὰν δὲ μηδὲν θηρεύσωσι͵ τὰ ξηρὰ δέρματα ἐπ᾽ ἀνθρακιᾶς ὀπτῶντες ἀρκοῦνται τῆι τοιαύτηι τροφῆι. ἔθος δ᾽ ἐστὶν αὐτοῖς ἀγῶνα τοξείας προτιθέναι τοῖς ἀνήβοις παισί. μετὰ δὲ τοὺς Κόνωνος βωμοὺς ὁ Μήλινος λιμήν· ὑπέρκειται δ᾽ αὐτοῦ φρούριον Κοράου καλούμενον καὶ κυνήγιον τοῦ Κοράου καὶ ἄλλο φρούριον καὶ κυνήγια πλείω· εἶτα ὁ Ἀντιφίλου λιμὴν καὶ οἱ ὑπὲρ τούτου κρεοφάγοι͵ κολοβοὶ τὰς βαλάνους καὶ αἱ γυναῖκες ἰουδαϊκῶς ἐκτετμημέναι.
4.10
Ἔτι δ᾽ ὑπὲρ τούτων ὡς πρὸς μεσημβρίαν οἱ κυναμολγοί͵ ὑπὸ δὲ τῶν ἐντοπίων ἄγριοι καλούμενοι͵ κατάκομοι͵ καταπώγωνες͵ κύνας ἐκτρέφοντες εὐμεγέθεις͵ οἷς θηρεύουσι τοὺς ἐπερχομένους ἐκ τῆς πλησιοχώρου βόας Ἰνδικούς͵ εἴθ᾽ ὑπὸ θηρίων ἐξελαυνομένους εἴτε σπάνει νομῆς· ἡ δ᾽ ἔφοδος αὐτῶν ἀπὸ θερινῶν τροπῶν μέχρι μέσου χειμῶνος. τῶι δ᾽ Ἀντιφίλου λιμένι ἑξῆς ἔστι λιμὴν καλούμενος κολοβῶν ἄλσος καὶ Βερενίκη πόλις ἡ κατὰ Σαβὰς καὶ Σαβαί͵ πόλις εὐμεγέθης͵ εἶτα τὸ τοῦ Εὐμένους ἄλσος. ὑπέρκειται δὲ πόλις Δάραδα καὶ κυνήγιον ἐλεφάντων τὸ πρὸς τῶι φρέατι καλούμενον· κατοικοῦσι δ᾽ ἐλεφαντοφάγοι͵ τὴν θήραν ποιούμενοι τοιαύτην· ἀπὸ τῶν δένδρων ἰδόντες ἀγέλην διὰ τοῦ δρυμοῦ φερομένην τῆι μὲν οὐκ ἐπιτίθενται͵ τοὺς δ᾽ ἀποπλανηθέντας ἐκ τῶν ὄπισθεν λάθραι προσιόντες νευροκοποῦσι· τινὲς δὲ καὶ τοξεύμασιν ἀναιροῦσιν αὐτοὺς χολῆι βεβαμμένοις ὄφεων· ἡ δὲ τοξεία διὰ τριῶν ἀνδρῶν συντελεῖται͵ τῶν μὲν κατεχόντων τὸ τόξον καὶ προβεβηκότων τοῖς ποσί͵ τοῦ δ᾽ ἕλκοντος τὴν νευράν· ἄλλοι δὲ σημειωσάμενοι τὰ δένδρα οἷς εἰώθασι προσαναπαύεσθαι͵ προσιόντες ἐκ θατέρου μέρους τὸ στέλεχος ὑποκόπτουσιν· ἐπὰν οὖν προσιὸν τὸ θηρίον ἀποκλίνηι πρὸς αὐτό͵ πεσόντος τοῦ δένδρου πίπτει καὶ αὐτό͵ ἀναστῆναι δὲ μὴ δυναμένου διὰ τὸ τὰ σκέλη διηνεκὲς ὀστοῦν ἔχειν καὶ ἀκαμπές͵ καταπηδήσαντες ἀπὸ τῶν δένδρων ἀνατέμνουσιν αὐτό· τοὺς δὲ κυνηγοὺς οἱ νομάδες ἀκαθάρτους καλοῦσιν.
4.11
Ὑπέρκειται δὲ τούτων ἔθνος οὐ μέγα στρουθοφάγων͵ παρ᾽ οἷς ὄρνεις εἰσὶ μέγεθος ἐλάφων ἔχοντες͵ πέτασθαι μὲν οὐ δυνάμενοι͵ θέοντες δὲ ὀξέως καθάπερ οἱ στρουθοκάμηλοι· θηρεύουσι δ᾽ αὐτοὺς οἱ μὲν τόξοις͵ οἱ δὲ ταῖς δοραῖς τῶν στρουθῶν σκεπασθέντες τὴν μὲν δεξιὰν καλύπτουσι τῶι τραχηλιμαίωι μέρει καὶ κινοῦσιν οὕτως ὥσπερ τὰ ζῶια κινεῖται τοῖς τραχήλοις͵ τῆι δὲ ἀριστερᾶι σπέρμα προχέουσιν ἀπὸ πήρας παρηρτημένης͵ καὶ τούτωι δελεάσαντες τὰ ζῶια εἰς φάραγγας συνωθοῦσιν· ἐνταῦθα δ᾽ ἐφεστῶτες ξυλοκόποι κατακόπτουσι· καὶ ἀμπέχονται δὲ καὶ ὑποστόρνυνται τὰ δέρματα ταῦτα· πολεμοῦσι δὲ τούτοις οἱ σιμοὶ καλούμενοι Αἰθίοπες͵ κέρασιν ὀρύγων ὅπλοις χρώμενοι.
4.12
Πλησιόχωροι δὲ τούτοις εἰσὶ μελανώτεροί τε τῶν ἄλλων καὶ βραχύτεροι καὶ βραχυβιώτατοι ἀκριδοφάγοι· τὰ γὰρ τετταράκοντα ἔτη σπανίως ὑπερτιθέασιν͵ ἀποθηριουμένης αὐτῶν τῆς σαρκός· ζῶσι δ᾽ ἀπὸ ἀκρίδων͵ ἃς οἱ ἐαρινοὶ λίβες καὶ ζέφυροι πνέοντες μεγάλοι συνελαύνουσιν εἰς τοὺς τόπους τούτους· ἐν ταῖς χαράδραις δὲ ἐμβαλόντες ὕλην καπνώδη καὶ ὑφάψαντες μικρὸν ........... ὑπερπετάμεναι γὰρ τὸν καπνὸν σκοτοῦνται καὶ πίπτουσι· συγκόψαντες δ᾽ αὐτὰς μεθ᾽ ἁλμυρίδος μάζας ποιοῦνται καὶ χρῶνται. τούτων δ᾽ ἔρημος ὑπέρκειται μεγάλη͵ νομὰς δαψιλεῖς ἔχουσα͵ ἐκλειφθεῖσα δ᾽ ὑπὸ πλήθους σκορπίων καὶ φαλαγγίων τῶν τετραγνάθων καλουμένων͵ ἐπιπολάσαντός ποτε καὶ ἀπεργασαμένου τοῖς ἀνθρώποις φυγὴν παντελῆ.
4.13
Μετὰ δὲ Εὐμένους λιμένα μέχρι Δειρῆς καὶ τῶν κατὰ τὰς ἓξ νήσους στενῶν ἰχθυοφάγοι καὶ κρεοφάγοι κατοικοῦσι καὶ κολοβοὶ μέχρι τῆς μεσογαίας. εἰσὶ δὲ καὶ θῆραι πλείους ἐλεφάντων καὶ πόλεις ἄσημοι καὶ νησία πρὸ τῆς παραλίας· νομάδες δ᾽ οἱ πλείους͵ ὀλίγοι δ᾽ οἱ γεωργοῦντες· παρά τισι δὲ τούτων φύεται στύραξ οὐκ ὀλίγος. συνάγουσι δὲ ταῖς ἀμπώτεσιν οἱ ἰχθυοφάγοι τοὺς ἰχθῦς· ἐπιρρίψαντες δὲ ταῖς πέτραις κατοπτῶσι πρὸς τὸν ἥλιον͵ εἶτ᾽ ἐξοπτήσαντες τὰς ἀκάνθας μὲν σωρεύουσι͵ τὴν δὲ σάρκα πατήσαντες μάζας ποιοῦνται͵ πάλιν δὲ ταύτας ἡλιάζοντες σιτοῦνται· χειμῶνος δ᾽ ἀδυνατήσαντες συνάγειν τοὺς ἰχθῦς τὰς σεσωρευμένας ἀκάνθας κόψαντες μάζας ἀναπλάττονται καὶ χρῶνται͵ τὰς δὲ νεαρὰς ἐκμυζῶσιν· ἔνιοι δὲ τὰς κόγχας ἐχούσας τὴν σάρκα σιτεύουσι͵ καταβάλλοντες εἰς χαράδρια καὶ συστάδας θαλάττης͵ εἶτ᾽ ἰχθύδια παραρριπτοῦντες τροφὴν αὐταῖς χρῶνται ἐν τῆι τῶν ἰχθύων σπάνει· ἔστι δ᾽ αὐτοῖς καὶ ἰχθυοτροφεῖα παντοῖα͵ ἀφ᾽ ὧν ταμιεύονται. ἔνιοι δὲ τῶν τὴν ἄνυδρον παραλίαν οἰκούντων διὰ πέντε ἡμερῶν ἐπὶ τὰ ὑδρεῖα ἀναβαίνουσι πανοίκιοι μετὰ παιανισμοῦ͵ ῥιφέντες δὲ πρηνεῖς πίνουσι βοῶν δίκην ἕως ἐκτυμπανώσεως τῆς γαστρός͵ εἶτ᾽ ἀπίασιν ἐπὶ θάλατταν πάλιν· οἰκοῦσι δ᾽ ἐν σπηλαίοις ἢ μάνδραις στεγασταῖς ἀπὸ δοκῶν μὲν καὶ στρωτήρων τῶν κητείων ὀστέων καὶ ἀκανθῶν͵ φυλλάδος δ᾽ ἐλαΐνης.
4.14
Οἱ δὲ χελωνοφάγοι τοῖς ὀστράκοις αὐτῶν σκεπάζονται μεγάλοις οὖσιν ὥστε καὶ πλεῖσθαι ἐν αὐτοῖς· ἔνιοι δὲ τοῦ φύκους ἀποβεβλημένου πολλοῦ καὶ θῖνας ὑψηλὰς καὶ λοφώδεις ποιοῦντος͵ ὑπορύττοντες ταύτας ὑποικοῦσι· τοὺς δὲ νεκροὺς ῥίπτουσι τροφὴν τοῖς ἰχθύσιν͵ ἀναλαμβανομένους ὑπὸ τῶν πλημμυρίδων. τῶν δὲ νήσων τινὲς τρεῖς ἐφεξῆς κεῖνται͵ ἡ μὲν χελωνῶν ἡ δὲ φωκῶν ἡ δ᾽ ἱεράκων λεγομένη. πᾶσα δ᾽ ἡ παραλία φοίνικάς τε ἔχει καὶ ἐλαιῶνας καὶ δαφνῶνας͵ οὐχ ἡ ἐντὸς τῶν στενῶν μόνον ἀλλὰ καὶ τῆς ἐκτὸς πολλή. ἔστι δέ τις καὶ Φιλίππου νῆσος͵ καθ᾽ ἣν ὑπέρκειται τὸ Πυθαγγέλου καλούμενον τῶν ἐλεφάντων κυνήγιον· εἶτ᾽ Ἀρσινόη πόλις καὶ λιμήν͵ καὶ μετὰ ταῦτα ἡ Δειρή· καὶ τούτων ὑπέρκειται θήρα τῶν ἐλεφάντων. ἀπὸ δὲ τῆς Δειρῆς ἡ ἐφεξῆς ἐστιν ἀρωματοφόρος͵ πρώτη μὲν ἡ τὴν σμύρναν φέρουσα͵ καὶ αὕτη μὲν ἰχθυοφάγων καὶ κρεοφάγων· φύει δὲ καὶ περσέαν καὶ συκάμινον Αἰγύπτιον· ὑπέρκειται δ᾽ ἡ Λίχα θήρα τῶν ἐλεφάντων· πολλαχοῦ δ᾽ εἰσὶ συστάδες τῶν ὀμβρίων ὑδάτων͵ ὧν ἀναξηρανθεισῶν οἱ ἐλέφαντες ταῖς προβοσκίσι καὶ τοῖς ὀδοῦσι φρεωρυχοῦσι καὶ ἀνευρίσκουσιν ὕδωρ. ἐν δὲ τῆι παραλίαι ταύτηι μέχρι τοῦ Πυθολάου ἀκρωτηρίου δύο λίμναι εἰσὶν εὐμεγέθεις· ἡ μὲν ἁλμυροῦ ὕδατος͵ ἣν καλοῦσι θάλατταν͵ ἡ δὲ γλυκέος͵ ἣ τρέφει καὶ ἵππους ποταμίους καὶ κροκοδείλους͵ περὶ τὰ χείλη δὲ πάπυρον· ὁρῶνται δὲ καὶ ἴβεις περὶ τὸν τόπον. ἤδη δὲ καὶ οἱ πλησίον τῆς ἄκρας τῆς Πυθολάου τὰ σώματα ὁλόκληροί εἰσι. μετὰ δὲ τούτους ἡ λιβανωτοφόρος· ἐνταῦθα ἄκρα ἐστὶ καὶ ἱερὸν αἰγειρῶνα ἔχον. ἐν δὲ τῆι μεσογαίαι ποταμία τις Ἴσιδος λεγομένη καὶ ἄλλη τις Νεῖλος͵ ἄμφω καὶ σμύρναν καὶ λίβανον παραπεφυκότα ἔχουσαι. ἔστι δὲ καὶ δεξαμενή τις τοῖς ἐκ τῶν ὀρῶν ὕδασι πληρουμένη καὶ μετὰ ταῦτα Λέοντος σκοπὴ καὶ Πυθαγγέλου λιμήν· ἡ δ᾽ ἑξῆς ἔχει καὶ ψευδοκασίαν. συνεχῶς δ᾽ εἰσὶ ποτάμιαι τε πλείους ἔχουσαι λίβανον παραπεφυκότα καὶ ποταμοὶ μέχρι τῆς κινναμωμοφόρου· ὁ δ᾽ ὁρίζων ταύτην ποταμὸς φέρει καὶ φλοῦν πάμπολυν· εἶτ᾽ ἄλλος ποταμὸς καὶ Δαφνοῦς λιμὴν καὶ ποταμία Ἀπόλλωνος καλουμένη͵ ἔχουσα πρὸς τῶι λιβάνωι καὶ σμύρναν καὶ κιννάμωμον· τοῦτο δὲ πλεονάζει μᾶλλον περὶ τοὺς ἐν βάθει τόπους· εἶθ᾽ ὁ Ἐλέφας τὸ ὄρος ἐκκείμενον εἰς θάλατταν͵ καὶ διῶρυξ καὶ ἐφεξῆς Ψυγμοῦ λιμὴν μέγας καὶ ὕδρευμα τὸ κυνοκεφάλων καλούμενον͵ καὶ τελευταῖον ἀκρωτήριον τῆς παραλίας ταύτης͵ τὸ Νότου κέρας. κάμψαντι δὲ τοῦτο ὡς ἐπὶ μεσημβρίαν οὐκέτι͵ φησίν͵ ἔχομεν λιμένων ἀναγραφὰς οὐδὲ τόπων διὰ τὸ μηκέτι εἶναι γνώριμον * ἐν δὲ τῆι ἑξῆς παραλίαι.
4.15
Εἰσὶ καὶ στῆλαι καὶ βωμοὶ Πυθολάου καὶ Λίχα καὶ Πυθαγγέλου καὶ Λέοντος καὶ Χαριμόρτου κατὰ τὴν γνώριμον παραλίαν τὴν ἀπὸ Δειρῆς μέχρι Νότου κέρως͵ τὸ δὲ διάστημα οὐ γνώριμον. πληθύει δ᾽ ἐλέφασιν ἡ χώρα καὶ λέουσι τοῖς καλουμένοις μύρμηξιν· ἀπεστραμμένα δ᾽ ἔχουσι τὰ αἰδοῖα * καὶ χρυσοειδεῖς τὴν χρόαν͵ ψιλότεροι δὲ τῶν κατὰ τὴν Ἀραβίαν· φέρει δὲ καὶ παρδάλεις ἀλκίμους καὶ ῥινοκέρωτας· οὗτοι δὲ μικρὸν ἀπολείπονται τῶν ἐλεφάντων οἱ ῥινοκέρωτες͵ [οὐχ] ὥσπερ Ἀρτεμίδωρός φησιν͵ ἐπὶ σειρὰν τῶι μήκει͵ καίπερ ἑωρακέναι φήσας ἐν Ἀλεξανδρείαι͵ ἀλλὰ σχεδόν τι ὅσον ... τῶι ὕψει͵ ἀπό γε τοῦ ὑφ᾽ ἡμῶν ὁραθέντος· οὐδὲ πύξωι τὸ χρῶμα ἐμφερές͵ ἀλλ᾽ ἐλέφαντι μᾶλλον· μέγεθος δ᾽ ἐστὶ ταύρου· μορφὴ δ᾽ ἐγγυτάτω συάγρου καὶ μάλιστα κατὰ τὴν προτομὴν πλὴν τῆς ῥινός͵ ὅτι ἔστι κέρας σιμὸν στερεώτερον ὀστέου παντός· χρῆται δ᾽ ὅπλωι͵ καθάπερ καὶ τοῖς ὀδοῦσιν ὁ σύαγρος· ἔχει δὲ καὶ τύλους δύο ὡς ἂν σπείρας δρακόντων ἀπὸ τῆς ῥάχεως μέχρι τῆς γαστρὸς περικειμένας͵ τὴν μὲν πρὸς τῶι λόφωι τὴν δὲ πρὸς τῆι ὀσφύι. ἐκ μὲν δὴ τοῦ ὑφ᾽ ἡμῶν ὁραθέντος ταῦτά φαμεν ἡμεῖς͵ ἐκεῖνος δὲ προσδιασαφεῖ διότι καὶ ἐλεφαντομάχον ἰδίως ἐστὶ τὸ ζῶιον περὶ τῆς νομῆς͵ ὑποδῦνον τῆι προτομῆι καὶ ἀνακεῖρον τὴν γαστέρα͵ ἐὰν μὴ προληφθῆι τῆι προβοσκίδι καὶ τοῖς ὀδοῦσι.
4.16
Γίνονται δ᾽ ἐν τούτοις τοῖς τόποις καὶ αἱ καμηλοπαρδάλεις͵ οὐδὲν ὅμοιον ἔχουσαι παρδάλει· τὸ γὰρ ποικίλον τῆς χρόας νεβρίσι μᾶλλον ἔοικε ῥαβδωτοῖς σπίλοις κατεστιγμέναις· τελέως δὲ τὰ ὀπίσθια ταπεινότερα τῶν ἐμπροσθίων ἐστίν͵ ὥστε δοκεῖν συγκαθῆσθαι τῶι οὐραίωι μέρει τὸ ὕψος βοὸς ἔχοντι͵ τὰ δὲ ἐμπρόσθια σκέλη τῶν καμηλείων οὐ λείπεται· τράχηλος δ᾽ εἰς ὕψος ἐξηρμένος ὀρθός͵ τὴν κορυφὴν δὲ πολὺ ὑπερπετεστέραν ἔχει τῆς καμήλου· διὰ δὲ τὴν ἀσυμμετρίαν ταύτην οὐδὲ τάχος οἶμαι τοσοῦτον εἶναι περὶ τὸ ζῶιον͵ ὅσον εἴρηκεν Ἀρτεμίδωρος ἀνυπέρβλητον φήσας· ἀλλ᾽ οὐδὲ θηρίον ἐστίν͵ ἀλλὰ βόσκημα μᾶλλον· οὐδεμίαν γὰρ ἀγριότητα ἐμφαίνει· γίνονται δέ͵ φησί͵ καὶ σφίγγες καὶ κυνοκέφαλοι καὶ κῆβοι λέοντος μὲν πρόσωπον ἔχοντες τὸ δὲ λοιπὸν σῶμα πάνθηρος͵ μέγεθος δὲ δορκάδος· καὶ ταῦροι δ᾽ εἰσὶν ἄγριοι καὶ σαρκοφάγοι͵ μεγέθει πολὺ τοὺς παρ᾽ ἡμῖν ὑπερβεβλημένοι καὶ τάχει͵ πυρροὶ τὴν χρόαν· κροκούττας δ᾽ ἐστὶ μῖγμα λύκου καὶ κυνός͵ ὥς φησιν οὗτος. ἃ δ᾽ ὁ Σκήψιος λέγει Μητρόδωρος ἐν τῶι περὶ συνηθείας βιβλίωι μύθοις ἔοικε καὶ οὐ φροντιστέον αὐτῶν. καὶ δρακόντων δ᾽ εἴρηκε μεγέθη τριάκοντα πηχῶν ὁ Ἀρτεμίδωρος ἐλέφαντας καὶ ταύρους χειρουμένων͵ μετριάσας ταύτηι γε· οἱ γὰρ Ἰνδικοὶ μυθωδέστεροι καὶ οἱ Λιβυκοί͵ οἷς γε καὶ πόα ἐπιπεφυκέναι λέγεται.
4.17
Νομαδικὸς μὲν οὖν ὁ βίος τῶν Τρωγλοδυτῶν͵ τυραννοῦνται δὲ καθ᾽ ἕκαστα͵ κοιναὶ δὲ καὶ γυναῖκες καὶ τέκνα πλὴν τοῖς τυράννοις͵ τῶι δὲ τὴν τυράννου φθείραντι πρόβατον ἡ ζημία ἐστί· στιβίζονται δ᾽ ἐπιμελῶς [ὡς] αἱ γυναῖκες͵ περίκεινται δὲ τοῖς τραχήλοις κογχία ἀντὶ βασκανίων. πολεμοῦσι δὲ περὶ τῆς νομῆς͵ κατ᾽ ἀρχὰς μὲν διωθούμενοι ταῖς χερσίν͵ εἶτα λίθοις͵ ὅταν δὲ τραῦμα γένηται͵ καὶ τοξεύμασι καὶ μαχαιρίσι· διαλύουσι δ᾽ αἱ γυναῖκες εἰς μέσους προϊοῦσαι καὶ δεήσεις προσενέγκασαι· τροφὴ δ᾽ ἔκ τε σαρκῶν καὶ τῶν ὀστέων κοπτομένων ἀναμὶξ καὶ εἰς τὰς δορὰς ἐνειλουμένων͵ εἶτ᾽ ὀπτωμένων καὶ ἄλλως πολλαχῶς σκευαζομένων ὑπὸ τῶν μαγείρων͵ οὓς καλοῦσιν ἀκαθάρτους· ὥστε μὴ κρεοφαγεῖν μόνον ἀλλὰ καὶ ὀστοφαγεῖν καὶ δερματοφαγεῖν· χρῶνται δὲ καὶ τῶι αἵματι καὶ τῶι γάλακτι καταμίξαντες. ποτὸν δὲ τοῖς μὲν πολλοῖς ἀπόβρεγμα παλιούρου͵ τοῖς δὲ τυράννοις μελίκρατον͵ ἀπ᾽ ἄνθους τινὸς ἐκπιεζομένου τοῦ μέλιτος. ἔστι δ᾽ αὐτοῖς χειμὼν μὲν ἡνίκα οἱ ἐτησίαι πνέουσι (κατομβροῦνται γάρ)͵ θέρος δ᾽ ὁ λοιπὸς χρόνος. γυμνῆται δὲ καὶ δερματοφόροι καὶ σκυταληφόροι διατελοῦσιν· εἰσὶ δ᾽ οὐ κολοβοὶ μόνον ἀλλὰ καὶ περιτετμημένοι τινὲς καθάπερ Αἰγύπτιοι. οἱ δὲ Μεγαβάροι Αἰθίοπες τοῖς ῥοπάλοις καὶ τύλους προστιθέασι σιδηροῦς͵ χρῶνται δὲ καὶ λόγχαις καὶ ἀσπίσιν ὠμοβυρσίνοις͵ οἱ δὲ λοιποὶ Αἰθίοπες τόξοις καὶ λόγχαις. θάπτουσι δέ τινες τῶν Τρωγλοδυτῶν ῥάβδοις παλιουρίναις δήσαντες τὸν αὐχένα τῶν νεκρῶν πρὸς τὰ σκέλη͵ ἔπειτα εὐθὺς καταλεύουσιν ἱλαροί͵ γελῶντες ἅμα͵ ἕως ἂν τοῦ τὴν ὄψιν σώματος ἀποκρύψωσιν· εἶτ᾽ ἐπιθέντες κέρας αἴγειον ἀπίασιν. ὁδοιποροῦσι δὲ νύκτωρ ἐκ τῶν ἀρρένων θρεμμάτων κώδωνας ἐξάψαντες͵ ὥστ᾽ ἐξίστασθαι τὰ θηρία τῶι ψόφωι· καὶ λαμπάσι δὲ καὶ τόξοις ἐπὶ τὰ θηρία χρῶνται͵ καὶ διαγρυπνοῦσι τῶν ποιμνίων χάριν ὠιδῆι τινι χρώμενοι πρὸς τῶι πυρί.
4.18
Ταῦτ᾽ εἰπὼν περὶ τῶν Τρωγλοδυτῶν καὶ τῶν προσχώρων Αἰθιόπων ἐπάνεισιν ἐπὶ τοὺς Ἄραβας· καὶ πρώτους ἔπεισι τοὺς τὸν Ἀράβιον κόλπον ἀφορίζοντας καὶ ἀντικειμένους τοῖς Τρωγλοδύταις͵ ἀρξάμενος ἀπὸ τοῦ Ποσειδίου. φησὶ δὲ ἐνδοτέρω κεῖσθαι τοῦτο τοῦ μυχοῦ· συνεχῆ δὲ τοῦ Ποσειδίου φοινικῶνα εἶναι εὔυδρον͵ τιμᾶσθαί τε κομιδῆ διὰ τὸ πᾶσαν τὴν κύκλωι καυματηράν τε καὶ ἄνυδρον καὶ ἄσκιον ὑπάρχειν͵ ἐνταῦθα δὲ καὶ τὴν εὐκαρπίαν τῶν φοινίκων εἶναι θαυμαστήν· προεστήκασι δὲ τοῦ ἄλσους ἀνὴρ καὶ γυνὴ διὰ γένους ἀποδεδειγμένοι δερματοφόροι͵ τροφὴν ἀπὸ τῶν φοινίκων ἔχοντες· κοιτάζονται δ᾽ ἐπὶ δένδρων καλυβοποιησάμενοι διὰ τὸ πλῆθος τῶν θηρίων. εἶθ᾽ ἑξῆς ἔστι νῆσος φωκῶν͵ ἀπὸ τοῦ πλήθους τῶν θηρίων τούτων ὠνομασμένη. πλησίον δ᾽ αὐτῆς ἀκρωτήριον͵ ὃ διατείνει πρὸς τὴν Πέτραν τὴν τῶν Ναβαταίων καλουμένων Ἀράβων καὶ τὴν Παλαιστίνην χώραν͵ εἰς ἣν Μιναῖοί τε καὶ Γερραῖοι καὶ πάντες οἱ πλησιόχωροι τὰ τῶν ἀρωμάτων φορτία κομίζουσιν. εἶτ᾽ ἄλλη παραλία πρότερον μὲν Μαρανιτῶν καλουμένη͵ ὧν οἳ μὲν ἦσαν γεωργοὶ τινὲς δὲ σκηνῖται͵ νῦν δὲ Γαρινδαίων ἀνελόντων ἐκείνους δόλωι· ἐπέθεντο γὰρ αὐτοῖς πενταετηρικήν τινα πανήγυριν ἐπιτελοῦσι͵ καὶ τούτους τε διέφθειραν καὶ τοὺς ἄλλους ἐπελθόντες ἄρδην διελυμήναντο. εἶθ᾽ ὁ Αἰλανίτης κόλπος καὶ ἡ Ναβαταίων͵ πολύανδρος οὖσα χώρα καὶ εὔβοτος· οἰκοῦσι δὲ καὶ νήσους προκειμένας πλησίον· οἳ πρότερον μὲν καθ᾽ ἡσυχίαν ἦσαν͵ ὕστερον δὲ σχεδίαις ἐλήιζοντο τοὺς ἐκ τῆς Αἰγύπτου πλέοντας· δίκας δ᾽ ἔτισαν ἐπελθόντος στόλου καὶ ἐκπορθήσαντος αὐτούς. ἑξῆς δ᾽ ἐστὶ πεδίον εὔδενδρόν τε καὶ εὔυδρον καὶ βοσκημάτων παντοίων μεστὸν ἄλλων τε καὶ ἡμιόνων· καὶ καμήλων ἀγρίων καὶ ἐλάφων καὶ δορκάδων πλῆθος ἐν αὐτῶι͵ λέοντές τε καὶ παρδάλεις καὶ λύκοι συχνοί. πρόκειται δὲ νῆσος καλουμένη Δία· εἶτα κόλπος ὅσον πεντακοσίων σταδίων ὄρεσι περικλειόμενος καὶ δυσεισβόλωι στόματι· περιοικοῦσι δὲ θηρευτικοὶ ἄνδρες τῶν χερσαίων ἀγρευμάτων. εἶτ᾽ ἔρημοι τρεῖς νῆσοι πλήρεις ἐλαιῶν͵ οὐ τῶν παρ᾽ ἡμῖν ἀλλὰ τῶν ἐντοπίων͵ ἃς καλοῦμεν Αἰθιοπικάς͵ ὧν τὸ δάκρυον καὶ ἰατρικῆς δυνάμεώς ἐστιν. ἐφεξῆς δ᾽ ἐστὶν αἰγιαλὸς λιθώδης͵ καὶ μετὰ τοῦτον τραχεῖα καὶ δυσπαράπλευστος ὅσον χιλίων σταδίων παραλία σπάνει λιμένων καὶ ἀγκυροβολίων· ὄρος γὰρ παρατείνει τραχὺ καὶ ὑψηλόν· εἶθ᾽ ὑπώρειαι σπιλαδώδεις μέχρι τῆς θαλάττης͵ τοῖς ἐτησίαις μάλιστα καὶ ταῖς τότε ἐπομβρίαις ἀβοήθητον παρέχουσαι τὸν κίνδυνον. ἑξῆς δ᾽ ἐστὶ κόλπος νήσους ἔχων σποράδας͵ καὶ συνεχῶς θῖνες ψάμμου μελαίνης τρεῖς ἄγαν ὑψηλοί͵ καὶ μετὰ τούτους Χαρμοθᾶς λιμὴν ὅσον σταδίων τὸν κύκλον ἑκατόν͵ στενὸν καὶ ἐπικίνδυνον ἔχων τὸν εἴσπλουν παντὶ σκάφει͵ ῥεῖ δὲ καὶ ποταμὸς εἰς αὐτόν· ἐν μέσωι δὲ νῆσος εὔδενδρος καὶ γεωργήσιμος. εἶτ᾽ ἐστὶ παραλία τραχεῖα καὶ μετὰ ταύτην κόλποι τινὲς καὶ χώρα νομάδων ἀπὸ καμήλων ἐχόντων τὸν βίον· καὶ γὰρ πολεμοῦσιν ἀπ᾽ αὐτῶν καὶ ὁδεύουσι καὶ τρέφονται τῶι τε γάλακτι χρώμενοι καὶ ταῖς σαρξί. ῥεῖ δὲ ποταμὸς δι᾽ αὐτῶν ψῆγμα χρυσοῦ καταφέρων͵ οὐκ ἴσασι δ᾽ αὐτὸ κατεργάζεσθαι· καλοῦνται δὲ Δέβαι͵ οἱ μὲν νομάδες οἱ δὲ καὶ γεωργοί. οὐ λέγω δὲ τῶν ἐθνῶν τὰ ὀνόματα τὰ πολλὰ διὰ τὴν ἀδοξίαν καὶ ἅμα ἀτοπίαν τῆς ἐκφορᾶς αὐτῶν. ἐχόμενοι δ᾽ εἰσὶν ἡμερώτεροι τούτων ἄνδρες εὐκρατοτέραν οἰκοῦντες γῆν· καὶ γὰρ εὔυδρός ἐστι καὶ εὔομβρος· χρυσός τε ὀρυκτὸς γίνεται παρ᾽ αὐτοῖς οὐ ψήγματος ἀλλὰ βωλαρίων χρυσοῦ καθάρσεως οὐ πολλῆς δεομένων͵ μέγεθος δ᾽ ἐχόντων ἐλάχιστον μὲν πυρῆνος μέσον δὲ μεσπίλου μέγιστον δὲ καρύου· τηρήσαντες δὲ ταῦτα ἐναλλὰξ λίθοις διαφανέσιν ὅρμους ποιοῦνται διείροντες λίνον͵ περιτίθενται δὲ περὶ τοὺς τραχήλους καὶ καρπούς· πωλοῦσι δὲ καὶ πρὸς τοὺς ἀστυγείτονας εὔωνον τὸν χρυσόν͵ τριπλάσιον ἀντιδιδόντες τοῦ χαλκοῦ͵ διπλάσιον δὲ τοῦ * ἀργύρου͵ διά τε τὴν ἀπειρίαν τῆς ἐργασίας καὶ τὴν σπάνιν τῶν ἀντιλαμβανομένων͵ ὧν ἡ χρεία πρὸς τοὺς βίους ἀναγκαιοτέρα.
4.19
Συνάπτει δ᾽ ἡ τῶν Σαβαίων εὐδαιμονεστάτη͵ μεγίστου ἔθνους͵ παρ᾽ οἷς καὶ σμύρνα καὶ λίβανος καὶ κιννάμωμον· ἐν δὲ τῆι παραλίαι καὶ βάλσαμον καὶ ἄλλη τις πόα σφόδρα εὐώδης͵ ταχὺ δ᾽ ἐξίτηλον τὴν ὀδμὴν ἔχουσα· εἰσὶ δὲ καὶ φοίνικες εὐώδεις καὶ κάλαμος͵ ὄφεις δὲ σπιθαμιαῖοι φοινικοῖ τὴν χρόαν͵ προσαλλόμενοι καὶ μέχρι λαγόνος͵ τὸ δῆγμα ἔχοντες ἀνήκεστον. διὰ δὲ τὴν ἀφθονίαν τῶν καρπῶν ἀργοὶ καὶ ῥάιθυμοι τοῖς βίοις εἰσὶν οἱ ἄνθρωποι· κοιτάζονται δὲ ἐπὶ * τῶν ῥιζῶν τῶν δένδρων ἐκτέμνοντες οἱ πολλοὶ καὶ δημοτικοί· διαδεχόμενοι δ᾽ οἱ σύνεγγυς ἀεὶ τὰ φορτία͵ τοῖς μετ᾽ αὐτοὺς παραδιδόασι μέχρι Συρίας καὶ Μεσοποταμίας· καρούμενοι δ᾽ ὑπὸ τῶν εὐωδιῶν αἴρουσι τὸν κάρον ἀσφάλτου θυμιάματι καὶ τράγου πώγωνος. ἡ δὲ πόλις τῶν Σαβαίων͵ ἡ Μαρίαβα͵ κεῖται μὲν ἐπ᾽ ὄρους εὐδένδρου. βασιλέα δ᾽ ἔχει κύριον τῶν κρίσεων καὶ τῶν ἄλλων͵ ἐκ δὲ τῶν βασιλείων οὐ θέμις ἐξιέναι͵ ἢ καταλεύουσιν αὐτὸν παραχρῆμα οἱ ὄχλοι κατά τι λόγιον· ἐν χλιδῆι δ᾽ ἐστὶ γυναικείαι καὶ αὐτὸς καὶ οἱ περὶ αὐτόν· τὰ δὲ πλήθη τὰ μὲν γεωργεῖ τὰ δ᾽ ἐμπορεύεται τὰ ἀρώματα τά τε ἐπιχώρια καὶ τὰ ἀπὸ τῆς Αἰθιοπίας͵ πλέοντες ἐπ᾽ αὐτὰ διὰ τῶν στενῶν δερματίνοις πλοίοις· τοσαῦτα δ᾽ ἐστὶ τὸ πλῆθος ὥστ᾽ ἀντὶ φρυγάνων καὶ τῆς καυσίμου ὕλης χρῆσθαι κινναμώμωι καὶ κασίαι καὶ τοῖς ἄλλοις. γίνεται δ᾽ ἐν τοῖς Σαβαίοις καὶ τὸ λάριμνον͵ εὐωδέστατον θυμίαμα. ἐκ δὲ τῆς ἐμπορίας οὗτοί τε καὶ Γερραῖοι πλουσιώτατοι πάντων εἰσίν͵ ἔχουσί τε παμπληθῆ κατασκευὴν χρυσωμάτων τε καὶ ἀργυρωμάτων͵ κλινῶν τε καὶ τριπόδων καὶ κρατήρων σὺν ἐκπώμασι καὶ τῆι τῶν οἴκων πολυτελείαι· καὶ γὰρ θυρώματα καὶ τοῖχοι καὶ ὀροφαὶ δι᾽ ἐλέφαντος καὶ χρυσοῦ καὶ ἀργύρου λιθοκολλήτου τυγχάνει διαπεποικιλμένα. ταῦτα μὲν περὶ τούτων εἴρηκε͵ τἆλλα δὲ τὰ μὲν παραπλησίως τῶι Ἐρατοσθένει λέγει͵ τὰ δὲ παρὰ τῶν ἄλλων ἱστορικῶν παρατίθησιν.
4.20
Ἐρυθρὰν γὰρ λέγειν τινὰς τὴν θάλατταν ἀπὸ τῆς χροιᾶς τῆς ἐμφαινομένης κατ᾽ ἀνάκλασιν͵ εἴτε ἀπὸ τοῦ ἡλίου κατὰ κορυφὴν ὄντος εἴτε ἀπὸ τῶν ὀρῶν ἐρυθραινομένων ἐκ τῆς ἀποκαύσεως· ἀμφοτέρως γὰρ εἰκάζειν· Κτησίαν δὲ τὸν Κνίδιον πηγὴν ἱστορεῖν ἐκδιδοῦσαν εἰς τὴν θάλατταν ἐρευθὲς καὶ μιλτῶδες ὕδωρ· Ἀγαθαρχίδην δὲ τὸν ἐκείνου πολίτην παρά τινος Βόξου͵ [Πέρσου] τὸ γένος͵ ἱστορῆσαι διότι Πέρσης τις Ἐρύθρας͵ ἱπποφορβίου τινὸς ὑπὸ λεαίνης οἴστρωι κατασχομένης ἐξελαθέντος μέχρι θαλάττης κἀκεῖθεν εἰς νῆσόν τινα διάραντος͵ σχεδίαν πηξάμενος πρῶτος περαιωθείη πρὸς τὴν νῆσον· ἰδὼν δὲ καλῶς οἰκήσιμον τὴν μὲν ἀγέλην εἰς τὴν Περσίδα ἀπαγάγοι πάλιν͵ ἀποίκους δ᾽ ἐκεῖ στείλαι τε καὶ τὰς ἄλλας νήσους καὶ τὴν παραλίαν͵ ἐπώνυμον δὲ ποιήσειεν ἑαυτοῦ τὸ πέλαγος. τοὺς δὲ Περσέως υἱὸν ἀποφαίνεσθαι τὸν Ἐρύθραν͵ ἡγήσασθαί τε τῶν τόπων. λέγεται δ᾽ ὑπό τινων τὰ ἀπὸ τῶν στενῶν τοῦ Ἀραβίου κόλπου μέχρι τῆς κινναμωμοφόρου τῆς ἐσχάτης πεντακισχιλίων σταδίων͵ οὐκ εὐκρινῶς͵ εἴτ᾽ ἐπὶ νότον εἴτ᾽ ἐπὶ τὰς ἀνατολάς. λέγεται δὲ καὶ διότι ὁ σμάραγδος καὶ ὁ βήρυλλος ἐν τοῖς τοῦ χρυσίου μετάλλοις ἐγγίνεται. εἰσὶ δὲ καὶ ἅλες εὐώδεις ἐν Ἄραψιν͵ ὥς φησι Ποσειδώνιος.
4.21
Πρῶτοι δ᾽ ὑπὲρ τῆς Συρίας Ναβαταῖοι καὶ Σαβαῖοι τὴν εὐδαίμονα Ἀραβίαν νέμονται͵ καὶ πολλάκις κατέτρεχον αὐτῆς πρὶν ἢ Ῥωμαίων γενέσθαι· νῦν δὲ κἀκεῖνοι Ῥωμαίοις εἰσὶν ὑπήκοοι καὶ Σύροι. μητρόπολις δὲ τῶν Ναβαταίων ἐστὶν ἡ Πέτρα καλουμένη· κεῖται γὰρ ἐπὶ χωρίου τἆλλα ὁμαλοῦ καὶ ἐπιπέδου͵ κύκλωι δὲ πέτραι φρουρουμένου τὰ μὲν ἐκτὸς ἀποκρήμνου καὶ ἀποτόμου τὰ δ᾽ ἐντὸς πηγὰς ἀφθόνους ἔχοντος εἴς τε ὑδρείαν καὶ κηπείαν. ἔξω δὲ τοῦ περιβόλου χώρα ἔρημος ἡ πλείστη καὶ μάλιστα ἡ πρὸς Ἰουδαίαι· ταύτηι δὲ καὶ ἐγγυτάτω ἐστὶ τριῶν ἢ τεττάρων ὁδὸς ἡμερῶν εἰς Ἱερικοῦντα͵ εἰς δὲ τὸν φοινικῶνα πέντε. βασιλεύεται μὲν οὖν ὑπό τινος ἀεὶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους͵ ἔχει δ᾽ ὁ βασιλεὺς ἐπίτροπον τῶν ἑταίρων τινὰ καλούμενον ἀδελφόν· σφόδρα δ᾽ εὐνομεῖται· γενόμενος γοῦν παρὰ τοῖς Πετραίοις Ἀθηνόδωρος͵ ἀνὴρ φιλόσοφος καὶ ἡμῖν ἑταῖρος͵ διηγεῖτο θαυμάζων· εὑρεῖν γὰρ ἐπιδημοῦντας ἔφη πολλοὺς μὲν Ῥωμαίων πολλοὺς δὲ καὶ τῶν ἄλλων ξένων· τοὺς μὲν οὖν ξένους ὁρᾶν κρινομένους πολλάκις καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἐπιχωρίους͵ τῶν δ᾽ ἐπιχωρίων οὐδένας ἀλλήλοις ἐγκαλοῦντας͵ ἀλλὰ τὴν πᾶσαν εἰρήνην ἄγοντας πρὸς ἑαυτούς.
4.22
Πολλὰ δὲ καὶ ἡ τῶν Ῥωμαίων ἐπὶ τοὺς Ἄραβας στρατεία νεωστὶ γενηθεῖσα ἐφ᾽ ἡμῶν͵ ὧν ἡγεμὼν ἦν Αἴλιος Γάλλος͵ διδάσκει τῶν τῆς χώρας ἰδιωμάτων. τοῦτον δ᾽ ἔπεμψεν ὁ Σεβαστὸς Καῖσαρ διαπειρασόμενον τῶν ἐθνῶν καὶ τῶν τόπων τούτων τε καὶ τῶν Αἰθιοπικῶν͵ ὁρῶν τήν τε Τρωγλοδυτικὴν τὴν προσεχῆ τῆι Αἰγύπτωι γειτονεύουσαν τούτοις͵ καὶ τὸν Ἀράβιον κόλπον στενὸν ὄντα τελέως τὸν διείργοντα ἀπὸ τῶν Τρωγλοδυτῶν τοὺς Ἄραβας· προσοικειοῦσθαι δὴ διενοήθη τούτους ἢ καταστρέφεσθαι· ἦν δέ τι καὶ τὸ πολυχρημάτους ἀκούειν ἐκ παντὸς χρόνου͵ πρὸς ἄργυρον καὶ χρυσὸν τὰ ἀρώματα διατιθεμένους καὶ τὴν πολυτελεστάτην λιθείαν͵ ἀναλίσκοντας τῶν λαμβανομένων τοῖς ἔξω μηδέν· ἢ γὰρ φίλοις ἤλπιζε πλουσίοις χρήσεσθαι ἢ ἐχθρῶν κρατήσειν πλουσίων· ἐπῆιρε δ᾽ αὐτὸν καὶ ἡ παρὰ τῶν Ναβαταίων ἐλπὶς φίλων ὄντων καὶ συμπράξειν ἅπανθ᾽ ὑπισχνουμένων.
4.23
Ἐπὶ τούτοις μὲν οὖν ἔστειλε τὴν στρατείαν ὁ Γάλλος. ἐξηπάτησε δ᾽ αὐτὸν ὁ τῶν Ναβαταίων ἐπίτροπος Συλλαῖος͵ ὑποσχόμενος μὲν ἡγήσεσθαι τὴν ὁδὸν καὶ χορηγήσειν ἅπαντα καὶ συμπράξειν͵ ἅπαντα δ᾽ ἐξ ἐπιβουλῆς πράξας͵ καὶ οὔτε παράπλουν ἀσφαλῆ μηνύων οὔθ᾽ ὁδόν͵ ἀλλὰ ἀνοδίαις καὶ κυκλοπορίαις καὶ πάντων ἀπόροις χωρίοις ἢ ῥαχίαις ἀλιμένοις παραβάλλων ἢ χοιράδων ὑφάλων μεσταῖς ἢ τεναγώδεσι· πλεῖστον δὲ αἱ πλημμυρίδες ἐλύπουν ἐν τοιούτοις καὶ ταῦτα χωρίοις καὶ αἱ ἀμπώτεις. πρῶτον μὲν δὴ τοῦθ᾽ ἁμάρτημα συνέβη τὸ μακρὰ κατασκευάσασθαι πλοῖα͵ μηδενὸς ὄντος μηδ᾽ ἐσομένου κατὰ θάλατταν πολέμου. οὐδὲ γὰρ κατὰ γῆν σφόδρα πολεμισταί εἰσιν ἀλλὰ κάπηλοι μᾶλλον οἱ Ἄραβες καὶ ἐμπορικοί͵ μήτι γε κατὰ θάλατταν· ὁ δ᾽ οὐκ ἔλαττον ὀγδοήκοντα ἐναυπηγήσατο δίκροτα καὶ τριήρεις καὶ φασήλους κατὰ Κλεοπατρίδα τὴν πρὸς τῆι παλαιᾶι διώρυγι τῆι ἀπὸ τοῦ Νείλου. γνοὺς δὲ διεψευσμένος ἐναυπηγήσατο σκευαγωγὰ ἑκατὸν καὶ τριάκοντα͵ οἷς ἔπλευσεν ἔχων περὶ μυρίους πεζοὺς τῶν ἐκ τῆς Αἰγύπτου Ῥωμαίων καὶ τῶν συμμάχων͵ ὧν ἦσαν Ἰουδαῖοι μὲν πεντακόσιοι Ναβαταῖοι δὲ χίλιοι μετὰ τοῦ Συλλαίου. πολλὰ δὲ παθὼν καὶ ταλαιπωρηθεὶς πεντεκαιδεκαταῖος ἧκεν εἰς Λευκὴν κώμην τῆς Ναβαταίων γῆς͵ ἐμπόριον μέγα͵ πολλὰ τῶν πλοίων ἀποβαλὼν (ὧν ἔνια καὶ αὔτανδρα) ὑπὸ δυσπλοίας͵ πολεμίου δ᾽ οὐδενός· τοῦτο δ᾽ ἀπειργάσατο ἡ τοῦ Συλλαίου κακία τοῦ πεζῆι φήσαντος ἀνόδευτα εἶναι στρατοπέδοις εἰς τὴν Λευκὴν κώμην͵ εἰς ἣν καὶ ἐξ ἧς οἱ καμηλέμποροι τοσούτωι πλήθει ἀνδρῶν καὶ καμήλων ὁδεύουσιν ἀσφαλῶς καὶ εὐπόρως εἰς Πέτραν [καὶ] ἐκ Πέτρας͵ ὥστε μὴ διαφέρειν μηδὲν στρατοπέδου.
4.24
Συνέβαινε δὲ τοῦτο τοῦ μὲν βασιλέως τοῦ Ὀβόδα μὴ πολὺ φροντίζοντος τῶν κοινῶν καὶ μάλιστα τῶν κατὰ πόλεμον (κοινὸν δὲ τοῦτο πᾶσι τοῖς Ἀράβων βασιλεῦσιν)͵ ἅπαντα δὲ ἐπὶ τῆι τοῦ ἐπιτρόπου ποιουμένου [ἐξουσίαι] τοῦ Συλλαίου· τούτου δ᾽ ἅπαντα δόλωι στρατηγοῦντος καὶ ζητοῦντος͵ ὡς οἶμαι͵ κατοπτεῦσαι μὲν τὴν χώραν καὶ συνεξελεῖν τινας αὐτῶν πόλεις καὶ ἔθνη μετὰ τῶν Ῥωμαίων͵ αὐτὸν δὲ καταστῆναι κύριον ἁπάντων͵ ἀφανισθέντων ἐκείνων ὑπὸ λιμοῦ καὶ κόπου καὶ νόσων καὶ ἄλλων ὅσων δόλωι παρεσκεύασεν ἐκεῖνος· εἰς γοῦν τὴν Λευκὴν κώμην κατῆρεν͵ ἤδη στομακάκκηι τε καὶ σκελοτύρβηι πειραζομένης τῆς στρατιᾶς͵ ἐπιχωρίοις πάθεσι͵ τῶν μὲν περὶ τὸ στόμα τῶν δὲ περὶ τὰ σκέλη παράλυσίν τινα δηλούντων ἔκ τε τῶν ὑδρείων καὶ βοτανῶν. ἠναγκάσθη γοῦν τό τε θέρος καὶ τὸν χειμῶνα διατελέσαι αὐτόθι τοὺς ἀσθενοῦντας ἀνακτώμενος. ἐκ μὲν οὖν τῆς Λευκῆς κώμης εἰς Πέτραν͵ ἐντεῦθεν δ᾽ εἰς Ῥινοκόλουρα τῆς πρὸς Αἰγύπτωι Φοινίκης τὰ φορτία κομίζεται κἀντεῦθεν εἰς τοὺς ἄλλους͵ νυνὶ δὲ τὸ πλέον εἰς τὴν Ἀλεξάνδρειαν τῶι Νείλωι· κατάγεται δ᾽ ἐκ τῆς Ἀραβίας καὶ τῆς Ἰνδικῆς εἰς Μυὸς ὅρμον· εἶθ᾽ ὑπέρθεσις εἰς Κοπτὸν τῆς Θηβαΐδος καμήλοις ἐν διώρυγι τοῦ Νείλου κειμένην· [εἶτ᾽] εἰς Ἀλεξάνδρειαν. πάλιν ἐκ τῆς Λευκῆς κώμης ὁ Γάλλος ἀναζεύξας τὴν στρατιὰν διὰ τοιούτων ἤιει χωρίων ὥστε καὶ ὕδωρ καμήλοις κομίζειν μοχθηρίαι τῶν ἡγεμόνων τῆς ὁδοῦ· διόπερ πολλαῖς ἡμέραις ἧκεν εἰς τὴν Ἀρέτα γῆν συγγενοῦς τῶι Ὀβόδαι· ἐδέξατο μὲν οὖν αὐτὸν Ἀρέτας φιλικῶς καὶ δῶρα προσήνεγκεν͵ ἡ δὲ τοῦ Συλλαίου προδοσία κἀκείνην ἐποίησε τὴν χώραν δυσπόρευτον· τριάκοντα γοῦν ἡμέραις διῆλθεν αὐτήν͵ ζειὰς καὶ φοίνικας ὀλίγους παρέχουσαν καὶ βούτυρον ἀντ᾽ ἐλαίου͵ διὰ τὰς ἀνοδίας· ἡ δ᾽ ἑξῆς ἣν ἐπήιει νομάδων ἦν καὶ ἔρημος τὰ πολλὰ ὡς ἀληθῶς͵ ἐκαλεῖτο δὲ Ἀραρηνή· βασιλεὺς δ᾽ ἦν Σάβως· καὶ ταύτην ἀνο δίαις διῆλθε κατατρίψας ἡμέρας πεντήκοντα μέχρι πόλεως Νεγράνων καὶ χώρας εἰρηνικῆς τε καὶ ἀγαθῆς· ὁ μὲν οὖν βασιλεὺς ἔφυγεν͵ ἡ δὲ πόλις ἐξ ἐφόδου κατελήφθη· ἐκεῖθεν ἡμέραις ἓξ ἧκεν ἐπὶ τὸν ποταμόν ... συναψάντων δ᾽ αὐτόθι τῶν βαρβάρων εἰς μάχην͵ περὶ μυρίους αὐτῶν ἔπεσον τῶν δὲ Ῥωμαίων δύο· ἐχρῶντο γὰρ ἀπείρως τοῖς ὅπλοις ἀπόλεμοι τελέως ὄντες͵ τόξοις τε καὶ λόγχαις [καὶ] ξίφεσι καὶ σφενδόναις͵ οἱ πλεῖστοι δ᾽ αὐτῶν ἀμφιστόμοις πελέκεσιν· εὐθὺς δὲ καὶ τὴν πόλιν εἷλε καλουμένην Ἀσκᾶ συλληφθεῖσαν ὑπὸ τοῦ βασιλέως. ἐντεῦθεν εἰς Ἄθρουλα πόλιν ἧκε͵ [καὶ] κρατήσας αὐτῆς ἀκονιτὶ φρουρὰν ἐμβαλὼν καὶ παρασκευάσας ... σίτου καὶ φοινίκων εἰς πόλιν Μαρίαβα προῆλθεν ἔθνους τοῦ Ῥαμμανιτῶν͵ οἳ ἦσαν ὑπὸ Ἰλασάρωι. ἓξ μὲν οὖν ἡμέρας προσβαλὼν ἐπολιόρκει͵ λειψυδρίας δ᾽ οὔσης ἀπέστη· δύο μὲν οὖν ἡμερῶν ὁδὸν ἀπέσχε τῆς ἀρωματοφόρου͵ καθάπερ τῶν αἰχμαλώτων ἀκούειν ἦν. ἓξ δὲ μηνῶν χρόνον ἐν ταῖς ὁδοῖς κατέτριψε φαύλως ἀγόμενος· ἔγνω δ᾽ ἀναστρέφων͵ ὀψὲ τὴν ἐπιβουλὴν καταμαθὼν καὶ καθ᾽ ἑτέρας ὁδοὺς ἐπανελθών· ἐναταῖος μὲν γὰρ εἰς Νέγρανα ἧκεν ὅπου ἡ μάχη συμβεβήκει͵ ἑνδεκαταῖος δ᾽ ἐκεῖθεν εἰς Ἑπτὰ φρέατα καλούμενα ἀπὸ τοῦ συμβεβηκότος· ἐντεῦθεν ἤδη δι᾽ εἰρηνικῆς εἰς Χάαλλα κώμην καὶ πάλιν ἄλλην Μαλόθαν πρὸς ποταμῶι κειμένην ἀφικνεῖται· εἶτα δι᾽ ἐρήμης ὀλίγα ὑδρεῖα ἐχούσης ὁδὸς μέχρι Ἐγρᾶς κώμης· ἔστι δὲ τῆς Ὀβόδα· κεῖται δ᾽ ἐπὶ θαλάττης· τὴν δὲ πᾶσαν ὁδὸν ἑξηκοσταῖος ἐξήνυσε κατὰ τὴν ἐπάνοδον͵ ἀναλώσας ἓξ μῆνας ἐν τῆι ἐξ ἀρχῆς ὁδῶι· ἐντεῦθεν δ᾽ ἐπεραίωσε τὴν στρατιὰν ἑνδεκαταῖος εἰς Μυὸς ὅρμον͵ εἶθ᾽ ὑπερθεὶς εἰς Κοπτὸν μετὰ τῶν σωθῆναι δυναμένων κατῆρεν εἰς Ἀλεξάνδρειαν· τοὺς δ᾽ ἄλλους ἀπέβαλεν͵ οὐχ ὑπὸ πολεμίων ἀλλὰ νόσων καὶ κόπων καὶ λιμοῦ καὶ μοχθηρίας τῶν ὁδῶν· ἐπεὶ κατὰ πόλεμον ἑπτά γε μόνους διαφθαρῆναι συνέβη͵ δι᾽ ἃς αἰτίας οὐδ᾽ ἐπὶ πολὺ πρὸς τὴν γνῶσιν τῶν τόπων ὤνησεν ἡ στρατεία αὕτη· μικρὰ δ᾽ ὅμως συνήργησεν. ὁ δ᾽ αἴτιος τούτων ὁ Συλλαῖος ἔτισε δίκας ἐν Ῥώμηι͵ προσποιούμενος μὲν φιλίαν ἐλεγχθεὶς δὲ πρὸς ταύτηι τῆι πονηρίαι καὶ ἄλλα κακουργῶν καὶ ἀποτμηθεὶς τὴν κεφαλήν.
4.25
Τὴν μὲν οὖν ἀρωματοφόρον διαιροῦσιν εἰς τέτταρας μερίδας͵ ὥσπερ εἰρήκαμεν· τῶν ἀρωμάτων δὲ λίβανον μὲν καὶ σμύρναν ἐκ δένδρων γίνεσθαί φασι͵ κασίαν δὲ καὶ ἐκ θάμνων· τινὲς δὲ τὴν πλείω ἐξ Ἰνδῶν εἶναι͵ τοῦ δὲ λιβάνου βέλτιστον τὸν πρὸς τῆι Περσίδι. κατ᾽ ἄλλην δὲ διαίρεσιν σύμπασαν τὴν εὐδαίμονα πενταχῆ σχίζουσιν εἰς βασιλείας͵ ὧν ἡ μὲν τοὺς μαχίμους ἔχει καὶ προαγωνιστὰς ἁπάντων͵ ἡ δὲ τοὺς γεωργοὺς παρ᾽ ὧν ὁ σῖτος εἰς τοὺς ἄλλους εἰσάγεται͵ ἡ δὲ τοὺς βαναυσοτεχνοῦντας͵ καὶ ἡ μὲν σμυρνοφόρος͵ ἡ δὲ λιβανωτοφόρος· αἱ δ᾽ αὐταὶ καὶ τὴν κασίαν καὶ τὸ κιννάμωμον καὶ τὴν νάρδον φέρουσι· παρ᾽ ἀλλήλων δ᾽ οὐ μεταφοιτᾶι τὰ ἐπιτηδεύματα͵ ἀλλ᾽ ἐν τοῖς πατρίοις διαμένουσιν ἕκαστοι. οἶνος δ᾽ ἐκ φοινίκων ὁ πλείων. ἀδελφοὶ τιμιώτεροι τῶν τέκνων· κατὰ πρεσβυγένειαν καὶ βασιλεύουσιν οἱ ἐκ τοῦ γένους καὶ ἄλλας ἀρχὰς ἄρχουσι· κοινὴ κτῆσις ἅπασι τοῖς συγγενέσι͵ κύριος δὲ ὁ πρεσβύτατος· μία δὲ καὶ γυνὴ πᾶσιν͵ ὁ δὲ φθάσας εἰσιὼν μίγνυται προθεὶς τῆς θύρας τὴν ῥάβδον· ἑκάστωι γὰρ δεῖν ῥαβδοφορεῖν ἔθος· νυκτερεύει δὲ παρὰ τῶι πρεσβυτάτωι· διὸ καὶ πάντες ἀδελφοὶ πάντων εἰσί· μίγνυνται δὲ καὶ μητράσι· μοιχῶι δὲ ζημία θάνατος· μοιχὸς δ᾽ ἐστὶν ὁ ἐξ ἄλλου γένους. θυγάτηρ δὲ τῶν βασιλέων τινὸς θαυμαστὴ τὸ κάλλος͵ ἔχουσα ἀδελφοὺς πεντεκαίδεκα ἐρῶντας αὐτῆς πάντας͵ καὶ διὰ τοῦτ᾽ ἀδιαλείπτως ἄλλον ἐπ᾽ ἄλλωι παριόντα ὡς αὐτήν͵ κάμνουσα ἤδη παραδέδοται νοήματι χρήσασθαι τοιούτωι· ποιησαμένη ῥάβδους ὁμοίας ταῖς ἐκείνων͵ ὅτ᾽ ἐξίοι παρ᾽ αὐτῆς τις͵ ἀεί τινα προὐτίθει τῆς θύρας τὴν ὁμοίαν ἐκείνηι͵ καὶ μικρὸν ὕστερον ἄλλην͵ εἶτ᾽ ἄλλην͵ στοχαζομένη ὅπως μὴ ἐκείνηι τὴν παραπλησίαν ἔχοι ὁ μέλλων προσιέναι· καὶ δὴ πάντων ποτὲ κατ᾽ ἀγορὰν ὄντων͵ ἕνα προσιόντα τῆι θύραι καὶ ἰδόντα τὴν ῥάβδον͵ ἐκ μὲν ταύτης εἰκάσαι διότι παρ᾽ αὐτήν τις εἴη· ἐκ δὲ τοῦ τοὺς ἀδελφοὺς πάντας ἐν τῆι ἀγορᾶι καταλιπεῖν ὑπονοῆσαι μοιχόν· δραμόντα δὲ πρὸς τὸν πατέρα καὶ ἐπαγαγόντα ἐκεῖνον ἐλεγχθῆναι καταψευσάμενον τῆς ἀδελφῆς.
4.26
Σώφρονες δ᾽ εἰσὶν οἱ Ναβαταῖοι καὶ κτητικοί͵ ὥστε καὶ δημοσίαι τῶι μὲν μειώσαντι τὴν οὐσίαν ζημία κεῖται͵ τῶι δ᾽ αὐξήσαντι τιμαί. ὀλιγόδουλοι δ᾽ ὄντες ὑπὸ τῶν συγγενῶν διακονοῦνται τὸ πλέον ἢ ὑπ᾽ ἀλλήλων ἢ αὐτοδιάκονοι͵ ὥστε καὶ μέχρι τῶν βασιλέων διατείνειν τὸ ἔθος. συσσίτια δὲ ποιοῦνται κατὰ τρισκαίδεκα ἀνθρώπους͵ μουσουργοὶ δὲ δύο τῶι συμποσίωι ἑκάστωι. ὁ δὲ βασιλεὺς ἐν οἴκωι μεγάλωι πολλὰ συνέχει συμπόσια· πίνει δ᾽ οὐδεὶς πλέον τῶν ἕνδεκα ποτηρίων ἄλλωι καὶ ἄλλωι χρυσῶι ἐκπώματι. οὕτω δ᾽ ὁ βασιλεύς ἐστι δημοτικὸς ὥστε πρὸς τῶι αὐτοδιακόνωι καί ποτ᾽ ἀντιδιάκονον τοῖς ἄλλοις καὶ αὐτὸν γίνεσθαι· πολλάκις δὲ καὶ ἐν τῶι δήμωι δίδωσιν εὐθύνας͵ ἔσθ᾽ ὅτε καὶ ἐξετάζεται τὰ περὶ τὸν βίον· οἰκήσεις δὲ διὰ λίθου πολυτελεῖς͵ αἱ δὲ πόλεις ἀτείχιστοι δι᾽ εἰρήνην· εὔκαρπος ἡ πολλὴ πλὴν ἐλαίου͵ χρῶνται δὲ σησαμίνωι. πρόβατα λευκότριχα͵ βόες μεγάλοι͵ ἵππων ἄφορος ἡ χώρα· κάμηλοι δὲ τὴν ὑπουργίαν ἀντ᾽ ἐκείνων παρέχονται· ἀχίτωνες δ᾽ ἐν περιζώμασι καὶ βλαυτίοις προΐασι καὶ οἱ βασιλεῖς͵ ἐν πορφύραι δ᾽ οὗτοι· εἰσαγώγιμα δ᾽ ἐστὶ τὰ μὲν τελέως τὰ δ᾽ οὐ παντελῶς͵ ἄλλως τε καὶ ἐπιχωριάζει͵ καθάπερ χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν ἀρωμάτων· χαλκὸς δὲ καὶ σίδηρος καὶ ἔτι πορφυρᾶ ἐσθὴς στύραξ κρόκος κοστάρια τόρευμα γραφὴ πλάσμα οὐκ ἐπιχώρια· ἴσα κοπρίαις ἡγοῦνται τὰ νεκρὰ σώματα͵ καθάπερ Ἡράκλειτός φησι νέκυες κοπρίων ἐκβλητότεροι. διὸ καὶ παρὰ τοὺς κοπρῶνας κατορύττουσι καὶ τοὺς βασιλεῖς. ἥλιον τιμῶσιν ἐπὶ τοῦ δώματος ἱδρυσάμενοι βωμόν͵ σπένδοντες ἐν αὐτῶι καθ᾽ ἡμέραν καὶ λιβανωτίζοντες.
4.27
Τοῦ δὲ ποιητοῦ λέγοντος Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβούς͵ διαποροῦσι· καὶ περὶ τῶν Σιδονίων μέν͵ εἴτε τινὰς χρὴ λέγειν τῶν ἐν τῶι Περσικῶι κόλπωι κατοικούντων͵ ὧν ἄποικοι οἱ παρ᾽ ἡμῖν Σιδώνιοι͵ καθάπερ καὶ Τυρίους τινὰς ἐκεῖ νησιώτας ἱστοροῦσι καὶ Ἀραδίους͵ ὧν ἀποίκους τοὺς παρ᾽ ἡμῖν φασιν͵ εἴτ᾽ αὐτοὺς τοὺς Σιδωνίους· ἀλλὰ μᾶλλον περὶ τῶν Ἐρεμβῶν ἡ ζήτησις͵ εἴτε τοὺς Τρωγλοδύτας ὑπονοητέον λέγεσθαι͵ καθάπερ οἱ τὴν ἐτυμολογίαν βιαζόμενοι ἀπὸ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν͵ ὅπερ ἐστὶν εἰς τὴν γῆν͵ εἴτε τοὺς Ἄραβας. ὁ μὲν οὖν Ζήνων ὁ ἡμέτερος μεταγράφει οὕτως καὶ Σιδονίους Ἄραβάς τε. πιθανώτερον δὲ Ποσειδώνιος γράφει τῶι παρὰ μικρὸν ἀλλάξαι καὶ Σιδονίους καὶ Ἀραμβούς͵ ὡς τοῦ ποιητοῦ τοὺς νῦν Ἄραβας οὕτω καλέσαντος͵ καθάπερ καὶ ὑπὸ τῶν ἄλλων ὠνομάζοντο κατ᾽ αὐτόν. φησὶ δὲ ταῦτα τρία ἔθνη συνεχῆ ἀλλήλοις ἱδρυμένα ὁμογένειάν τινα ἐμφαίνειν πρὸς ἄλληλα͵ καὶ διὰ [τοῦ]το παρακειμένοις ὀνόμασι κεκλῆσθαι͵ τοὺς μὲν Ἀρμενίους τοὺς δὲ Ἀραμαίους τοὺς δὲ Ἀραμβούς· ὥσπερ δὲ ἀπὸ ἔθνους [ἑνὸς] ὑπολαμβάνειν ἐστὶν εἰς τρία διηιρῆσθαι κατὰ τὰς τῶν κλιμάτων διαφορὰς ἀεὶ καὶ μᾶλλον ἐξαλλαττομένων͵ οὕτω καὶ τοῖς ὀνόμασι χρήσασθαι πλείοσιν ἀνθ᾽ ἑνός. οὐδ᾽ οἱ Ἐρεμνοὺς γράφοντες πιθανοί· τῶν γὰρ Αἰθιόπων μᾶλλον ἴδιον. λέγει δὲ καὶ τοὺς Ἀρίμους ὁ ποιητής͵ οὕς φησι Ποσειδώνιος δέχεσθαι δεῖν μὴ τόπον τινὰ τῆς Συρίας ἢ τῆς Κιλικίας ἢ ἄλλης τινὸς γῆς͵ ἀλλὰ τὴν Συρίαν αὐτήν· Ἀραμαῖοι γὰρ οἱ ἐν αὐτῆι· τάχα δ᾽ οἱ Ἕλληνες Ἀριμαίους ἐκάλουν ἢ Ἀρίμους. αἱ δὲ τῶν ὀνομάτων μεταπτώσεις καὶ μάλιστα τῶν βαρβαρικῶν πολλαί· καθάπερ τὸν Δαριήκην Δαρεῖον ἐκάλεσαν͵ τὴν δὲ Φάρζιριν Παρύσατιν͵ Ἀταργάτιν δὲ τὴν Ἀθάραν· Δερκετὼ δ᾽ αὐτὴν Κτησίας καλεῖ. τῆς δὲ τῶν Ἀράβων εὐδαιμονίας καὶ Ἀλέξανδρον ἄν τις ποιήσαιτο μάρτυρα τὸν διανοηθέντα͵ ὥς φασι͵ καὶ βασίλειον αὐτὴν ποιήσασθαι μετὰ τὴν ἐξ Ἰνδῶν ἐπάνοδον. πᾶσαι μὲν οὖν αἱ ἐπιχειρήσεις αὐτοῦ κατελύθησαν τελευτήσαντος παραχρῆμα τὸν βίον· μία δ᾽ οὖν καὶ αὕτη τῶν ἐπιχειρήσεων ἦν͵ εἰ μὲν ἑκόντες παραδέχοιντο αὐτόν͵ εἰ δὲ μή͵ ὡς πολεμήσοντος· καὶ δὴ ὁρῶν μήτε πρότερον μήθ᾽ ὕστερον πέμψαντας ὡς αὐτὸν πρέσβεις͵ παρεσκευάζετο πρὸς τὸν πόλεμον͵ ὥσπερ εἰρήκαμεν ἐν τοῖς ἔμπροσθεν.