Γλώσσαι/Τ
←Σ | Γλώσσαι Συγγραφέας: Τ |
Υ→ |
- <Τά>· ταῦτα, ἅτινα αὐτά, ἀναφορικῶς·
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν
- <τὰ ἅ>· [ἅτινα, ἢ τοιαῦτα]
- [<τὰ ἀδάνοντα>· τὰ ἀρέσκοντα]
- <τὰ αἰσχίω>· τὰ χείρω
- <τὰ ἀμείνω>· τὰ κρείττονα
- [<τὰ ἀντααῖον>· βαρύ]
- <τὰ ἀπὸ τρίποδος>· παροιμία ἐπὶ τῶν ἀληθῶς λεγομένων· ἤτοι ἀπὸ
τοῦ Δελφικοῦ τρίποδος· ἢ ἀπὸ τοῦ Πυθαγορικοῦ
- *<τὰ βάθη>· τὰ ἀχώρητα, τὰ ἀκατάληπτα
- *<Ταβεήλ>· ἀγαθοῦ Θεοῦ
- <ταβάλα>· ταβῆλα. ὑπὸ Πάρθων οὕτω καλεῖται ὄργανον κριβάνῳ ἐμφε-
ρές, ᾧ χρῶνται ἐν τοῖς πολέμοις ἀντὶ σάλπιγγος
- [<ταβερνία>· καπή<λ>]
- <ταβέρνων>· πανδοχείων]
- <ταγαῖος>· ὁ ἐξ ἐπιταγῆς τι ποιῶν
- <ταγαῖς>· ἀρχαῖς, ἡγεμονίαις
- <τάγανα>· ταῦτα. Κρῆτες
- <ταγατίζων>· κιχλίζων
- <ταγή>· βασιλικὴ δωρεά. καὶ ἡ σύναξις τῶν πρὸς τὸ ζῆν ἀναγκαίων
- <ταγηνία(ι)>· πεμμάτια (ἀπὸ) τηγάνων. οἱ δὲ στέας ὑγρόν, ἐπιχεόμενον
τηγάνῳ, ᾧ προσβάλλεται μέλι, (ση)σάμη, τυρός
- <τάγηνον>· τήγανον
- <τάγιλος>· φειδωλός
- <τάγιος>· κήρυξ. πρεσβευτής. ὀξύς. ταχύς. βάσιμος
- <ταγοί>· προστάται, ἄρχοντες, ἡγεμόνες
- <ταγύρια>· τὰ ἐλάχιστα, τὰ τυχόντα
- <ταγόναγα>· Μακεδονική τις ἀρχή
- <τὰ δ' ἄποινα>· τὰ δὲ λύτρα
- <τὰ δέ>· ταῦτα
- <τὰ δ' ἐρῆμα φοβεῖται>· τὰ δὲ πρόβατα ἔρημα γενόμενα τῇ τοῦ ποι-
μένος φυγῇ
- <τὰ διαβούλ(ι)α>· τοὺς διαλογισμούς
- <ταθείς>· ἁπλωθείς
- *<τατθίον>· μασθός, τιτθίον
- <ταὶ δὲ χθόνα>· .......
- <ταῖν>· ταῖς
- [<ταῖη>· διοικητής, προστάτης]
- <ταιναρίας>· παρὰ Λακεδαιμονίοις ἑορτὴ Ποσειδῶνος· καὶ ἐν αὐτῇ
Ταιναρισταί. Ταίναρον γὰρ πεδίον Λακωνικῆς
- <ταῖν θεαῖν>· ταῖς θεαῖς
- <ταινία(ι)>· στέμματα τῶν ἱερέων, διαδήματα ἀρχιερατικά, ἢ ζῶναι,
ἢ στέφανοι, κόσμοι, ἢ δεσμοὶ ἱεροί
- <ταινιοῦντες>· κοσμοῦντες, δεσμοῦντες, στεφανοῦντες
- <τὰ κέρατα>· τὰ ἄκρα
- <τακερόν>· τηκτόν. οἰκτρόν
- <τακτικοῖς>· στρατιωτικοῖς, πολεμικοῖς
- <τακτόν>· ὁμοίως
- <τἀκ το(ῦ) νίτ(ρ)ου>· τὰ τῶν μαγείρων ξηρὰ ἀρτύματα· διὰ τὸ ἔνθα καὶ
τὸ νίτρον πωλεῖσθαι
- <τακῶνες>· τροχίσκοι στέατος κεκομμένου μεθ' ἁλῶν, καὶ ξηρῶν [καὶ]
ἀρτυμάτων
- <τάλα>· μέγα
- <ταλαεργοί>· οἱ ὑπομένοντες τὰ ἔργα, τλητικοί, ταλαίπωροι, δυσπα-
θεῖς
- <ταλαεργόν>· τὰ αὐτά
- <ταλαίνης>· ἀθλίας, ταλαιπώρου
- <ταλαιπωρία>· μοχθηρία
- <ταλαίπωρος>· ἐπίπονος, τλητικός
- <ταλακάρδιος>· τλητικός, ὑπομονητικὸς κατὰ τὴν καρδίαν
- <ταλαίφρων>· καρτερικός
- <ταλανίζει>· θρηνεῖ
- <τάλαντα>· ζυγά, σταθμοί
- <τάλαντον>· λίτραι ἑκατὸν εἴκοσι πέντε κατὰ τὸν μέγαν Ἐπιφάνιον
- <ταλανταίων>· μεδίμνων, καὶ σταθμίων
- <ταλάντατα>· ἀτυχέστατα
- <ταλαντεύει>· σταθμίζει, ζυγοστατεῖ
- <ταλαντιαῖον>· βαρύ
- <Ταλάντιον>· τόπος. Ἀρτεμίδωρος
- <τάλαντον>· σταθμός, ζυγός. ὁλκὴ λιτρῶν ἑκατόν, ἢ ἑκατὸν εἰκοσιπέντε,
ἢ ἑκατὸν ἑξηκονταπέντε. ἢ τετρακόσια. ἢ χίλια ἑκατὸν πεντηκονταδύο
- <τάλαντος>· ταλαιπώρου
- <ταλαντώσει>· σταθμήσει, στήσει
- <ταλαόν>· ὑποστατικόν. ἰσχυρόν, βίαιον
- <ταλαπείριος>· τλητικὸς κατὰ τὴν πεῖραν, ἢ τηλόθεν διαπεπεραιωμέ-
νος. οἱ δὲ ἀφιγμένος
- <ταλαρίς>· ἐξ οὗ βάλλουσι τοὺς ἀστραγάλους
- *<ταλαπενθέα>· ὑπομένοντα τὰ πένθη
- <τάλαροι>· κάλαθοι ἐρίων. καὶ ἐν οἷς οἱ τυροὶ πήγνυνται·
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν
- <τάλας>· ἄθλιος, ταλαίπωρος
- <ταλάσια>· τὰ ἔρια
- [<ταλασείῃ>· ὑπομείνῃ]
- <ταλασία>· ἐριουργία, ἐργασία
- <ταλασιουργία>· τῶν ἐρίων τὰ ἔργα
- <ταλασιουργός>· ἐριουργός. [καὶ ἡ ἐν τοῖς ταλάροις ἐργαζομένη κρόκη,
ἢ ἔρια
- <ταλασίφρων>· ταλακάρδιος, ἰσχυρός, τολμηρός. θρασύς, ὑπομονητι-
κός, ἰσχυρόφρων
- *<ταλάσεις>· ὑπομε[ί]νεῖς, τολμήσεις
- <ταλάς(ς)αι>· ὑπομεῖναι. καὶ τὰ ὅμοια
- <ταλαύῤινον>· ὑπομονητικόν, τολμηρόν, <πολεμιστήν>
- <ταλάφρονα>· τλητικὸν κατὰ τὰς φρένας. οἱ δὲ ἰσχυρογνώμονα
- <ταλαώρεα>· τοξεύματα
- <Ταλαιός>· ὁ Ζεὺς ἐν Κρήτῃ
- <ταλαιδίτης>· ἀγὼν γυμνικός
- <ταλικής>· ἀναιδής
- <ταλίκην>· τηλικα(ύ)την
- [<ταλίκην[ος]>· τηλικαύτην]
- <τάλιξ>· ὁ ἔρως
- <ταλίων>· ἀθλίων
- <τᾶλις>· ἡ μελλόγαμος παρθένος καὶ κατωνομασμένη τινί, οἱ δὲ γυναῖκα
γαμετήν, οἱ δὲ νύμφην
- <Ταλύβιος>· ἱερεύς
- <ταλῶς>· ὁ ἥλιος
- <τἀμά>· τὰ ἐμά
- <ταμᾶς>· γαμβρός
- <τάμε>· ἔταμεν
- <ταμέει>· τέμνει
- <ταμεῖν>· τεμεῖν
- <ταμέσθαι>· ἀπομερίσαι. ἐπιτ[ι]μῆσαι
- *<ταμεῖα>· ἀπόκρυφα οἰκήματα
- <ταμεσίχροα>· τέμνοντα τὸν χρῶτα. ἀπὸ μέρους δὲ λέγει τὴν σάρκα
- <τὰ μέταζε>· μετὰ ταῦτα. Δωριεῖς
- <ταμετάτι>· τηνικάδε
- <ταμίαι>· οἱ τῶν δημοσίων χρημάτων καὶ πάντων τῶν κοινῶν προστά-
ται καὶ φύλακες, ταμιοῦχοι
- <ταμίαν>· ζημίαν
- <ταμιείας>· φύλαξ χρημάτων, προστάτης, δεσπότης, οἰκονόμος, διοι-
κητής
- <ταμιεῖον>· κοιτῶνα
- <ταμιεύεται>· διοικεῖται. ἀποκρύβει
- <ταμίη>· ἢ προστάτις τοῦ οἴκου, διοικήτρια, ἢ κελλαρία πιστή. καὶ ἀρχὴ
Ἀθήνησιν
- <ταμίην>· δέσποιναν, τὴν τοῦ οἴκου προεστῶσαν
- *<ταμεῖον>· θάλαμος
- *<ταμειοῦχος>· οἰκονόμος
- <Ταμιράδαι>· ἱερεῖς τινες ἐν Κύπρῳ
- <τάμισος>· ἡ πυτία
- <τάμνειν>· διατέμνειν
- <τάμνεν>· ἐνέκοψεν
- <τάμνοντες>· διατέμνοντες. ποιοῦντες·
τάμνον τ' ἀμφὶ περιήλαυνον
- <τάμοις>· τέμοις. ποιήσαις
- [<τάμονες>· διακόπτοντες]
- <ταμόντες>· ποιήσαντες. συνθέμενοι
- <τάμωμεν>· ποιήσωμεν
- <τάν>· σύ, Ἀττικῶς. ἢ ταύτην. ἢ τούτων
- <τανάγρα>· ἀγγεῖον χαλκοῦν, ἐν ᾧ ἤρτυον τὰ κρέα
- <Ταναγρίδαι>· οἱ Ταναγρεῖς
- <Ταναγραίων φυήν>· Κητεῖ ὁμοιοτάτην. Ἔφορος λέγει εἶναί τινα ἐν
Τανάγρᾳ παχύτατον, ὃς ἐλέγετο Κητεύς
- <ταναηκέα>· δι' ὅλου ἠκονημένα, ὀξέα, ἀποτεταμένην τὴν ἀκμὴν ἔχοντα
- <ταναηκέϊ>· τὰ αὐτά
- <ταναηκέος>· μακροῦ, τοῦ μακρὰν λαβὴν ἔχοντος
- <ταναηκές>· εὔμηκες
- [<ταναηκότες χαλκῷ>· τῷ ἐκτεταμένῳ σιδήρῳ]
- <ταναῆς>· ἐκτεταμένης
- [<τανακιδές>· ὀξύ. μακρόν. δι' ὅλου ἠκονημένον]
- <ταναοῖο>· ἐπιμήκους, μακροῦ, πάνυ ἐκτεταμένου
- <τανα(όν)>· ἰσχυρόν. ὀξύ. λεπτόν. σκληρόν. μέγα. ὑγρόν. μακρόν
- [<τάνας>· παρηκούσας, ἀπὸ τοῦ εἰς μῆκος τετανύσθαι]
- <ταναύποδα>· ὀρθόποδα, τεταμένοις τοῖς ποσὶ κατὰ τὴν ὁδοιπορίαν
- <τἄνδον>· τὰ ἔνδον
- <τανέη>· ἀποτεταμένῃ
- <τανεηκῆ>· ἐκτεταμένην ἔχοντι τὴν ἀκμήν
- <τανηλ(εγ)έος>· παρατεταμένην ἔχοντος τὴν ἀλγηδόνα. μακροκοιμήτου·
τανηλεγέος θανάτοιο
- <τανθαλύζει>· τρέμει. Δωριεῖς. οἱ δὲ σπαίρει
- <τἀνθάριον>· ἐρύθημα
- [<τανίφυλλος>· μακρόφυλλος]
- <τανίσφυρος>· ὀρθόσφυρος. εὔσφυρος. λεπτόσφυρος
- <τανθαρυστός>· ὁ τρόμου παρασκευαστικός
- [<τανοϋφῆ>· λεπτοϋφῆ]
- <τανταλάσσεται>· δάκρυα. στάζει δάκρυα
- <τανύγλωσσοι>· μακρόφωνοι. ἢ τεταμένην ἔχους(α)ι τὴν γλῶτταν
- <τανταλίζεται>· σαλεύεται
- <τανυγλώχινες>· τεταμένας τὰς γωνίας ἔχοντες
- <τανύει>· ἐκτείνει, ἕλκει, τείνει
- <τανυηκές>· τὴν ἀκὴν ἔχον παρατεταμένην
- <τανυηκέας>· ἐκτεταμένους <ὄζους>
- <τανύοντο>· ἐξετείνοντο. ἔτρεχον·
τανύοντο δὲ μώνυχες ἵπποι ἐπὶ τῶν συῶν. ἐξετείνοντο διὰ τὴν λιπαρίαν· εὐόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο
- <τανύπεπλος>· μακρόπεπλος
- <τανύποδας Ἐριν[ν]ῦς>· ταχύποδας, ἐν τάχει τιμωρουμένας
- <τανύπτερος>· μακρόπτερος, τεταμένα ἔχων πτερά
- <τανυπρώρους>· τὰς καλύπτρας· διὰ τὸ περὶ τὸ πρόσωπον περιτε-
τάσθαι
- <τανυς(ς)άμενος>· ἐκταθείς
- <τάνυσσα>· ἐνέτεινα
- <τάνυσσαν>· ἐνέτεινον
- <τανύς(ς)ας>· ἁπλώσας. ἐκτείνας. κρεμάσας
- <τανύτριχα>· δασύτριχα. λεπτότριχα
- <τὰ νῶτα>· τὰ ὀπίσθια
- <ταξάμενοι>· ὁρίσαντες
- <τάξις>· ἡ ἐπὶ ὀφειλομένοις χρήμασι καταβολή. ἢ ἀκολουθία, καὶ
εἱρμός
- <τάξος>· δένδρον. τι ὀρεινόν
- <τάξω>· συντάξω. θήσω
- <ταπεινόν>· χθαμαλόν
- <τάπ(ι)δες>· τάπητες
- *<τὰ ὅπλα τοῦ φωτός>· τὴν φυλακὴν τῆς τῶν ἐντολῶν ἐργασίας
- <τάπις>· προσκεφάλαιον
- *<τάπερ>· ἅτινα
- *<τάπησι>· ποικίλοις στρώμασιν
- <τὰ πρόσω>· τὰ ἔμπροσθεν
- <τὰ πρῶτα>· ἀντὶ τοῦ ἅπαξ. ἢ τὸ πρῶτον, καὶ ἐξ ἀρχῆς
- <τάρ>· σύνδεσμος. δέ, δή, ἄρα, καὶ δή, ταχέως
- <τά ῥα>· ἅτινα δή
- *<ταρβήσαντες>· φοβηθέντες, εὐλαβηθέντες
- [<Ταρακίναι>· ἔθνος. ἢ πόλις]
- <τάρανδος>· ζῶον ἐλάφ[ου]ῳ παραπλήσιον, οὗ τὰς δορὰς εἰς χιτῶνας
χρῶνται Σκύθαι
- <Ταραντῖναι>· αἵματι <βαφαί>, τινὲς δὲ τὰς πορφύρας. ἐδώδιμοι γάρ.
καὶ ἐξ αὐτῶν τραχήλια
- <Ταραντῖνοι>· ἱππεῖς τινες ὀνομάζονται. οἱ δὲ τοὺς ἀκοντιστάς, ἢ
τοὺς ψιλοὺς ἱππεῖς, ὡς καὶ Ἵππαρχος
- <Ταραντῖνον>· ἱμάτιον γυναικεῖον λεπτόν, κρωσσοὺς ἔχον ἐκ τοῦ ἑνὸς
μέρους
- <Ταράξιππος>· οὕτως ὑπ' ἐνίων Πέλοψ ἱστορεῖται, οὗ τάφος ἐν Ὀλυμπίᾳ
- <τά ῥά οἱ>· ἃ δὴ αὐτῷ
- <τ' ἄρα τἄλλα>· καὶ τὰ ἄλλα δέ
- <Τάρας>· πόλις Ἰταλίας· ἀπὸ Τάραντος τοῦ Ποσειδῶνος. ἔστι δὲ Λα-
κώνων ἄποικος
- *<ταρβεῖ>· φοβεῖται
- *<τάρβει>· φοβοῦ
- *<τάρβησαν>· ηὐλαβήθησαν
- <ταρβαρέον>· δεινόν, φοβερόν
- <τάρβος>· φόβος
- <ταργαίνειν>· ταράσσειν
- <ταργάναι>· πλοκαί, συνδέσεις, πέδαι
- <τάργανον>· ὄξος. Λυδοί. ἢ τὸ ταράττον. ἢ τὸ ἀπὸ στεμφύλων πόμα.
καὶ πόα, ἣ καὶ σκορπίουρος·
- [<ταρήφη>· κόφινος μέγας. οἱ δὲ νεκροφορικὸν ἀγγεῖον]
- <ταριχεύουσαι>· τήκουσαι
- <ταριχευτόν>· τηκτόν. ξηρόν
- <ταρκούει>· ἀκούει
- <ταρμύξασθαι>· φοβηθῆναι
- <ταρνόν>· κολοβόν, κολοβόουρον
- <Τάρνη>· πόλις ἐν Λυδίᾳ. οἱ δὲ ἐν Μυσίᾳ, ὅθεν ἦν Ἑρμείας, ὁ Ἀριστο-
τέλους τοῦ φιλοσόφου γνώριμος
- <τάρπη>· συρακούσιοισύηνος. τινὲς σορόν
- *<ταρόν>· ταχύ
- <τάρπημεν>· ἐκορέσθημεν
- <ταρπήμενα(ι)>· τερφθῆνα(ι), [τερπνά]
- <τάρπησαν>· τέρψιν ἔλαβον
- <τάῤῥοθοι>· παρορμῆται. βοηθοί
- <τάῤῥοθος>· βοηθός, ἀρ[ρ]ωγός
- <ταῤῥοί>· τὰ ἀγγεῖα τῶν τυρῶν
- <ταῤῥός>· κώπη. καὶ πλέγμα καλάμινον, ἐφ' οὗ τοὺς τυροὺς ξηραίνου-
σιν, ἔνιοι ταρσοὺς κρεμαστούς. καὶ λίθος ὁ κάτω τιθέμενος ἐν τῷ ἰπνῷ ἐν τοῖς μεταλλεῦσιν
- <ταρσῆται>· ἀγγεῖα, ἐν οἷς οἱ τυροὶ ψύχονται
- <ταρσιήν>· τὴν τρασιάν
- <ταρσίοις>· πτεροῖς ἄκροις
- <Ταρσοί>· πόλις Συρίας. καὶ τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν. καὶ
τὸ ἐπάνω τοῦ πέλματος. καὶ τῆς κώπης τὸ ἄκρον
- <ταρσοὺς καλάμων>· πλέγματα καλάμων
- <τάρταρος>· ὁ ὑπὸ τὴν γῆν κατώτατος τόπος
- <ταρτημόριον>· τὸ τριτημόριον, ἢ τὸ δίχαλκον
- <Ταρτης(ς)ίαις>· γαλαῖς
- <Ταρτης(ς)ός>· πόλις περὶ τὰς Ἡρακλε(ί)ους στήλας
- <ταρφέα[ς]>· συνεχῆ. ξηρά. ὀξέα. τραχέα
- <ταρφέσι>· πυκνοῖς
- [<ταρφεῖς>· θεωροί. θαυμαστοί]
- <Τάρφη>· πόλις Λοκρίδος. οἱ δὲ (ς)ποδός, τέφρα. ἢ βλαστ(ός)
- <ταρφήεντα>· [ἐντάφια] τεφρώδη
- [<ταρφῆες>· κτερισταί. ἀγχιστεῖς]
- *<ταρφ(ε)ιαί>· πυκναί, συνεχεῖς
- [<ταρφήϊα>· ἐντάφια]
- <τάρφθεν>· ἐτέρφθησαν
- <ταρφθήμεναι>· τερφθῆναι
- <ταρφὺς στάχυς>·
- <τάρχη>· τάραξις
- <ταρχάνιον>· ἐντάφιον
- <τέρχανον>· πένθος, κῆδος
- <ταρχύειν>· θάπτειν, ἐνταφιάζειν
- <ταρχῦσαι>· θάψαι, ἐνταφιάσαι
- <ταρχύσωσι>· τὰ αὐτά
- <τάσις>· ὤθησις. σεισμός
- <τᾶς οὐ τλατᾶς>· τῆς οὐχ ὑπομονητικῆς
- <τᾶς οὐ φερτᾶς>· τῆς οὐ φορητῆς
- <τὰς σφετέρας>· τὰς αὐτῶν
- <τὰ στέγη>· τὰς στέγας. τὰς κέλλας
- <τὰ στίγματα>· τὰ παθήματα, τὰ ἕλκη
- <τὰς ὠτειλάς>· τὰ τραύματα
- <τά τ' ἐόντα>· τὰ νῦν ὄντα
- <τᾶτες>· κατ' ἔτος
- <τά τ' ἐς(ς)όμενα>· τά τε μέλλοντα
- <τατύρας>· ὁ φασιανὸς ὄρνις
- <τατωμένα>· στερομένη
- <ταϋγέταις· πύλαις> ταῖς μεγάλαις
- <ταυληρόντα>· ἱμάντα. Ἡρακλέων
- <ταυρείην>· ἐκ ταυρείου δέρματος κατεσκευασμένην περικεφαλαίαν
- <Ταύρειον πῶμα>· Σοφοκλῆς Αἰγεῖ. ἀπὸ Ταύρου ποταμοῦ (περὶ) Τροι-
ζῆνα, παρ' ᾧ καὶ κρήνη Ὑόεσσα
- <Ταυρία>· ἑορτή τις ἀγομένη Ποσειδῶνος
- <ταυρίνδα>· κεφαλή. ἢ παιδιὰ παρὰ Ταραντίνοις
- <ταῦροι>· οἱ παρὰ Ἐφεσίοις οἰνοχόοι. καὶ οἱ τέλειοι βόες
- <ταυροπόλια>· ἃ εἰς ἑορτὴν ἄγουσιν Ἀρτέμιδι
- <Ταυροπόλαι>· ἡ Ἄρτεμις, καὶ ἡ Ἀθηνᾶ
- <Ταῦρος>· Ταύρειος, ὁ Ποσειδῶν. Φανόδημος δὲ τὰς κριθὰς προσαγο-
ρεύεσθαι ταῦρον, ὅτι κέρας ἔχουσιν. ἄλλοι δὲ τὸν παιδεραστήν. καὶ τὸ γυναικεῖον
- <ταυροφάγος>· ὁ Διόνυσος
- <ταυρόφθογγοι>· παραπλήσια βουσὶ φθεγγόμενοι
- <ταυροχόλια>· ἑορτὴ ἐν Κ[ο]υζίκῳ
- <Ταυρώ>· ἡ ἐν Ταύροις Ἄρτεμις
- <ταύρωσον>· ταῦρον ποίησον
- <ταΰς>· μέγας, πολύς
- <ταΰσας>· μεγαλύνας, πλεονάσας
- <ταύσιμον>· μάταιον
- <ταυτά>· τὰ ἴσα. τὰ ὅμοια
- <ταύτασος>· ὄρνις ποιός
- <ταυτέας>· αὐλὰς μεγάλας
- <ταύτῃ>· οὕτως, τούτῳ τῷ τρόπῳ
- <ταυτί>· ταῦτα. ἢ τοῦτο
- [<ταυτί>· ταῦτα. τοῦτο] [ὁμοιότης
- <ταύτῃ τοι>· οὕτω δή
- <ταυτό>· ταυτόν, τὸ αὐτό
- <ταυτοέπειαι>· ταυτολογίαι
- <ταυτοεπεῖν>· τὸ αὐτὸ λέγειν
- <ταυτότητος>· ἀπαραλλάκτου καὶ φυσικῆς κοινωνίας
- <ταφεῖς>· θεωροί. θαυμασταί. ἢ οἱ νεκροτάφοι
- <ταφεύς>· θεωρός. καὶ τὰ ὅμοια
- <ταφῆες>· κτερισταί. ἀγχιστεῖς
- <ταφήϊα>· ἐντάφια, εἰς ταφὴν εὔθετα ἱμάτια
- <Τάφιοι>· οἱ Τηλεβόαι λεγόμενοι, οἱ τὰς Ἐχινάδας νήσους κατοι-
κοῦντες
- <τάφος>· τὸ γινόμενον περίδειπνον ἐπὶ τῇ τῶν κατοιχο[υ]μένων τιμῇ. ἢ
τύμβος. ἢ σημεῖον
- <τάφρος>· ἐπίμηκες ὄρυγμα ἔξωθεν τοῦ τείχους γινόμενον πρὸς ἔκπληξιν
πολεμίων
- <ταφρεῦσαι>· διορύξαι
- <ταφ[ρ]ών>· ἐκπλαγείς, θαμβηθείς
- <τάχα>· ταχέως, ὡς σάφα, ἢ ἴσως. καὶ <ταχεῖα> ὁμοίως
- <ταχινοί>· γοργοί
- <ταχή>· βόη
- <ταχίνης>· λαγωός. ἔλαφος
- <τάχιστα>· [γοργόν. ταχύ. λεπτόν]
- <ταχυβάμονας ὅρκους>· ἀντὶ τοῦ βραδεῖς, βέλτιον δὲ τοὺς ἐν ἔρωτι
γινομένους· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες
- <ταχυναυτεῖ>· ταχέως πλέει
- <ταχύπωλοι>· ταχυπόροι, ταχύοδοι
- <ταχυπώλων>· ταχεῖς ἵππους (ἐχόντων)
- <ταχυτῆτος>· τάχους. λέγει δὲ τοῦ δρόμου
- <τάων>· τούτων
- <τάων μοι>· τούτων μοι
- <τάως>· τέως. Κρῆτες. καὶ δασέως τὸ ὄρνεον
- <τεά>· τὰ σά
- <τεαῖς>· ταῖς σαῖς
- <τεάν>· σήν
- <τέγγει>· βρέχει, ὑγραίνει. στάζει
- <τέγγεις>· πληροῖς. κλαίεις. βρέχεις. σταλάζεις
- <τέγγεσθαι>· εἴκειν. ἐνδιδόναι
- <τέγγοις>· βρέχοις. πληροῖς
- <τεγγύρος>· ὄρνεον ποιόν
- <τέγε(α)>· κόρυζα. Κῶοι. καὶ πόλις Ἀρκαδίας
- (*)<τέγεοι>· ὑπερῷοι οἶκοι
- <τεγείδιον>· κοσμάριον ποιὸν γυναικεῖον
- <τέγεος>· τέγους, ἤγουν στέγης
- <τέγη>· στέγη. οἴκημα
- <Τεγησσός>· ἀκρωτήριον Κύπρου
- <τεγκτούς>· χριστούς
- [<τέγξω>· κατασκευάσω]
- <τέγος>· στέγη. δῶμα. ὑπερῷον
- <τεγοῦν>· Λυδοὶ τὴν λῃστήν
- [<τέειν>· σοί. Δωριεῖς]
- <τεήν>· σήν
- <τεῆς>· τῆς σῆς
- *<τεθαλυῖαν>· θάλλουσαν, ἀκμάζουσαν
- <τεθαγμένοι>· μεμεθυσμένοι
- <τέθαξαι>· (με)μέθυσαι
- <τεθαῤῥήκαμεν>· ἐθαῤῥήκαμεν
- [<τέθ[ε]ιγεν>· ἥψατο
- <τεθελῶτα>· θάλλοντα]
- <τεθηγμένον>· ἠκονημένον
- [<τέθηδεν>· ἐθαύμασεν. ἀνεφύη]
- <τεθήλαμεν>· ἀνεφύημεν
- <τέθηλε>· θάλλει, ἀνθεῖ
- <τεθηλότα>· ὁμοίως
- <τέθηπεν>· ἐξεπλάγη, πεφόβηται, ἐπτοήθη
- <τεθηπός>· πεφοβημένον. σεσηρός
- <τεθήσεται>· Ἡρακλέων. δανεισθήσεται
- <τεθήσατο>· ἐθηλάσατο
- <τέθμια>· νόμους
- <τέθμια>· νόμιμα
- <τεθμός>· νόμος
- [<τεθνία>· γαστριμαργία πολλή]
- <τεθολωμένον>· μεμυρισμένον
- <τεθολώς>· ἀνάπλεως. Ἀμερίας
- <τεθο(ω)μένον>· ὠξυμμένον. καὶ <ἐθόωσα> ὤξυνα
- <τεθράνευμαι>· συγκέκλασμαι. ἀπὸ τῶν θράνων
- <τέθραπται>· πέπηγεν
- *<τεθορεῖν>· διαπηδῆσαι
- <τεθρᾶσθαι>· ὠχεῦσθαι
- <τεθραυσμένος>· πεπληγμένος
- [<τεθρηδών>· πρωρεύς]
- <τεθριπποβάμονι στόλῳ>· τῇ ὁρμῇ τοῦ ἅρματος
- <τέθριππον>· τετράϊππον <ἅρμα>
- <τεθυλλιαμένον>· τεταραγμένον, ἀπὸ τῆς θυέλλης
- <τεθυ(μ)μένον>· τὸ κεκαυμένον ὑπὸ πυρός
- *<τεθυκώς>· εὐχαριστήσας
- <τεθυωμένον>· ἡγνισμένον. τεθυμιασμένον. εὐῶδες
- <τεθωγμένοι>· τεθυμωμένοι
- <τέθωκται>· τεθύμωται
- <τεθωγμένοι>· μεμεθυσμένοι
- [<τειαλεσθήν>· τὴν ἅμαξαν]
- <Τειγησός>· ἀκρωτήριον Κύπρου
- <τεῖδε>· ἐνθάδε
- <τεῖν>· ζητεῖν. ἄλλοι δὲ σοί
- <τ[ε]ίνειν>· ἀποδιδόναι
- <τεῖον>· ποῖον. Κρῆτες
- <τείρεα>· ἄστρα
- <τείρει>· καταπονεῖ
- <τείρεο>· κατεπονεῖτο
- <τείρεσθαι>· καταπονεῖσθαι
- <τειρόμενον>· καταπονούμενον. τιμωρούμενον
- <τείρων>· λυπῶν. τιμωρῶν. καταπονῶν
- <τείχεα>· τέκνα
- <τειχ[ε]ιόεσσαν>· καλὰ τείχη ἔχουσαν
- <τειχεσβλῆτα>· τείχη καταβαλών
- <τειχεσιπλῆτα>· προσπελάζων τείχεσι
- <τειχίον>· Ἀττικοὶ τὸν περίβολον τοῖς χωρίοις. ὁ δὲ Ὅμηρος <τεῖχος>
μὲν τὸ τῆς πόλεως, <τειχίον> δὲ τὸ τῆς οἰκίας
- <τειχομαχεῖ>· πολιορκεῖ
- <τεῖχος Ἄρειον>· ἀντὶ τοῦ πόλιν Ἄρεως. δηλοῖ δὲ καὶ τὸ ἰσχυρόν, καὶ
τὸ ἀσφαλές
- <Τειχοφύλαξ>· ἥρως τις ἐν Μυρίνῃ
- <τέκεν>· ἔτεκεν, ἐγέννησεν
- <τεκέεσσι>· [τέκνοις ἰδίοις
- <τέκεσι]ν ἑοῖσι>· τέκνοις ἰδίοις
- <τέκμαρ>· πέρας, τέλος
- <τεκμαίρεο>· σημείωσαι
- <τεκμαίρεσθαι>· σκέπτεσθαι. φράζεσθαι
- <τεκμαίρομαι>· ἀποτελέσω. σημειώσομαι
- <τεκμαίρεται>· ἐπὶ τέλο[υ]ς ἄγει. στοχάζεται. περαίνει
- <τεκμήρατο>· συνεπεράνατο
- <τεκμήριον>· σημεῖον ἀληθές
- [<τεκμήρων>· ἢ] τεκμηρίων. σημείων
- <τέκμωρ>· τέλος φανερόν, μαρτύριον, σημεῖον. τὰ δὲ εἰς <ωρ> λήγοντα
ὀνόματα οὐδέτερα· ἕλωρ, τέκμωρ, ὕδωρ
- <τεκνοῦσα>· τέκνον ἔμβρυον ἔχουσα
- <τεκνώσει>· εὔτεκνον ποιεῖ
- <τεκταινόμενος>· κατασκευάζων
- <τεκτήνατο>· κατεσκεύασεν, ἐμηχανήσατο
- <τεκτονουργός>· ἀρχιτέκτων
- <τέκτων>· πᾶς τεχνίτης. εἶδος φαλαγγ[ε]ίου
- <τέλα>· σπεῦδε
- [<τέλαθι>· ὑπόμεινον]
- <τελαμών>· λῶρος, καὶ ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος, ἢ
δεσμός, ἢ φασκία
- <Τελαμῶνα ᾄδειν>· ἀρχὴ σκολίου
- <Τελαμώνιοι κόνδυλοι>· οἱ προσδεόμενοι τῶν τελαμώνων. ἢ μεγάλοι,
χαλεποί
- <τελάσσαι>· τολμῆσαι, τλῆναι
- <τέλγη>· ὁ καλούμενος ῥῶπος. κακῶς· ἔστι γὰρ <γέλγη>
- <τελδαίνειν>· κομιδῆς ἀξίου
- <τελέθει>· γίνεται. ἔστι. τελεῖται
- <τελέθοιεν>· ὑπάρχοιεν. θάλλοιεν
- <Τελεία>· [καὶ τέλη. τὰ ἀναλώματα. καὶ τὰ συνέδρια τῶν ἐν ἀρχῇ. καὶ
τὸ συντέμνειν. τάγμα. τάξις.] ἡ Ἥρα
- <τέλεια ἱερά>· τὰ ἐνιαύσια. οἱ δὲ τὰ ἡμέρας δέκα ὑπερβεβηκότα
- <τέλειοι>· οἱ γεγαμηκότες
- <Τέλειος>· τελεσιουργός. ὁ Ζεύς, καὶ ὁλόκληρος
- <τέλειος ἡμέρα>· ἡ ὑστάτη, καὶ τελοῦσα τὸν βίον
- <τελειότατον>· ἐντελέστατον
- <τελειότατον πετεηνῶν>· ἐπιτελεστικώτατον
- <τελείων>· ἤτοι τὴν ἡλικίαν· ἢ ὁλοκλήρων, ἀσινῶν
- <τελενικίσαι>· ἀντὶ τοῦ [μὴ] κενὸν ποιῆσαι
- *<τελειώσεις>· ἁγιάσεις
- <τέλεον>· τὸ τέλος, καὶ πέρας
- *<τελεστινόν>· τὸ ξηρὸν σῦκον
- <τελεσιά(ς)>· ἡ μετὰ ξίφους ὄρχησις, ἀπὸ τοῦ εὑρόντος Τελεσίου
- *<τελέσαι>· δοῦναι
- <τελεσί[γ]ερον παιᾶνα>· τὸν ἐπιτελεστικὸν τῶν τοῖς θεοῖς ἐπιτελου-
μένων ἱερῶν
- [<τελέσιος ἡμέρα>· ἡ ἐσχάτη]
- <τελεσιουργία>· τὸ τέλειον πᾶν ἔργον
- <τελεσιουργεῖσθαι>· τελειοῦσθαι ἐν ἔργῳ
- <τελεσιφάστας>· τελεσιουργός
- <τελεσθία>· θυσία τις ἐν Λίνδῳ
- <τελεσφορεῖ>· εἰς τέλος ἄγει
- <τελεσφόρος>· ὁ τελεσφορῶν καθ' ὥραν τοὺς καρπούς, ἢ ὁ τελείους
αὐτοὺς φέρων
- <τελεσφόρος οἶκος>· τοῦ γεγαμηκότος καὶ τεκνώσαντος
- <τελέσωμεν>· πράξωμεν
- <τελεταί>· ἑορταί. θυσίαι. μυστήρια
- <τελεύτατον>· ἄκρον, ἔσχατον
- <τελευτῆσαι>· τελέσαι
- <τελέω>· δῶ, παράσχω
- <τεληέσσας ἑκατόμβας>· τὰς ἐπιτελεστικὰς τῶν γινομένων εὐχῶν
θυσίας, ἢ τῷ ἀριθμῷ πλήρεις
- <τέλθει>· ἐν ᾠδῇ τέρπει
- <τέλθεια>· ὀνείδη. καὶ πόλις. καὶ ἔθνη. τέλη. οὐσίαι
- <τέλθος>· χρέος
- *<τελισκόμενος>· πληρούμενος, τελειούμενος
- <τελλίην>· ὁ δεῖνα. Ταραντῖνοι
- <τέλλεται>· ἐπιτελεῖν φαίνεται. γίνεται. ἀνύεται
- <τελλίς>· ὅλον. τάξις. μέρος
- *<τελμῖν ..>· ὁ ἐκ τῶν τελμάτων πηλός
- <τέλλον>· ἐποίουν. ἔμελλον
- <τέλμα>· τόπος πηλώδης, ἔλαφος, πλέξ, ἰλύς
- <τελμῖνος>· μολύσματος πηλώδους
- *<τέλματα>· τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος
- *<τελμάτων>· πηλῶν
- <τελμίς>· ἡ ἐν τοῖς τέλμασιν ὑφισταμένη ἰλύς καὶ πηλός
- <Τελμισεῖς>· ἔθνος περὶ Λυκίαν
- <τέλος>· τάγμα. πέρας. καὶ τὸ καταβαλλόμενον τοῖς τελώναις
- <τελοῦντα>· τεταγμένον
- <τέλσας>· στροφάς. τέλη, πέρα(τα)
- <τέλσον>· πέρας. καὶ τὰ ὅμοια
- <Τελχῖνες>· βάσκανοι, γόητες, φθονεροί. ἢ παρὰ τὴν τῆξιν, ἢ παρὰ
τὸ θέλγειν
- <τελχιτένοντες>· σκληροτραχηλοῦντες
- <τελῶμεν>· ποιῶμεν
- [<τέλωρ>· πελώριον. μακρόν, μέγα
- <τελώριος>· μέγας. πελώριος
- <τέλβεσθαι>· μεμψιμοιρεῖν. ἐπικαλεῖν
- <τέλβει>· ῥήγνυται. ὀδυνᾶται. σχίζει. ἢ πείθει]
- <τεμένη>· ναοί. ἄλση. ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία
- <τέμενος>· πᾶς ὁ μεμερισμένος τόπος τινὶ εἰς τιμήν, ἢ ἱερόν καὶ βω-
μός, ἢ ἀπονεμηθὲν θεῷ ἢ βασιλεῖ
- <τεμενωρόν>· τεμένους φύλακα
- <τέμμαι>· τ[ε]ίνει
- <τέμματα>· στεφανώματα
- <τέμνηξ>· πόῤῥω
- <τέμμειν>· πείθειν. τιμᾶν. [τείθεσθαι]. ἡγεῖσθαι
- <τέμνοντα>· ἀμέλγοντα
- <τέμπη>· τὰ σύνδε(ν)δρα χωρία. τινὲς δὲ τὰ στενὰ τῶν ὀρῶν
- <τέμπλα>· τέμπλῳ ἐπίσημα
- <τεμποῦροι>· ἀρχὴ ἐπιμελουμένη τῆς τῶν γυναικῶν εὐκοσμίας
- <τενάγη>· κάθυδροι τόποι. ἢ ποτάμ(ι)ος πηλός
- <τεναγώδεσι>· τόποι(ς), ἔνθα ὀλίγον ὕδωρ
- *<Τέναγος>· νῆσος Τροίας
- [<τέναι>· ζῶναι]
- *<τένεα>· κόρυζα
- <τέναρος>· κακοῦργος. συκοφάντης
- <τένδει>· ἐσθίει, ἢ λιχνεύει. <Τένθαι> γὰρ οἱ λίχνοι
- <Τενέδιον βέλος>· ἀντὶ τοῦ Τενέδ(ι)ος πέλεκυς, παροιμία δέ ἐστιν
ἐπὶ τῶν ἀποτόμως τι πραττόντων "<ἔτι ἄρα τὸ πρᾶγμα Τενε- δίῳ πελέκει συνέκοψαν>"
- <Τενέδιος ξυνήγορος>· ὁ ἀπότομος καὶ σκληρός
- <Τένεδος>· πόλις Τρωϊκή, ἢ νῆσος
- <τενεκοῦντι>· ἐνοικοῦντι. Αἰολεῖς
- <τένθαι>· λωποδύται. μοιχοί
- <τενθρηδών>· ζῶον τῶν ἐντόμων καὶ κεντροφόρων παραπλήσιον σφηκί.
ἔνιοι ἀγρίαν μέλισσαν
- <τενθρήνιον>· κηρίον
- <τενθρηνιῶδες>· πολύ[καὶ]κενον (ὡς) κηρίον καὶ ἀραιόν
- <τενθίνοι>· λίθοι πλατεῖς
- [<τενίαι>· ζῶναι. στέφανοι. ἢ δεσμοί, διαδήματα]
- <τέννει>· στένει. βρύχεται
- <τέννος>· στέφανος ἐλάϊνος, ἐρίῳ πεπλεγμένος
- <τένοντες>· τὰ διατεταμένα νεῦρα, ἀπὸ κεφαλῆς ἕως τῶν ποδῶν. καὶ
ἡ συνάφεια τῶν νευριῶν
- <τενο(ν)τώσεις>· νωτοκοπ(ής)εις. ἀποκτενεῖς
- <τένων>· τὸ ἐν τῷ τραχήλῳ νεῦρον
- <τέο>· τίνος
τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
- *<τεοῖο>· σοῦ
- *<τεόν>· σόν
- *<τεοί>· σοί
- <τέορ>· σοῦ. Κρῆτες
- *<τεὸς φθόγγος>· ἡ σὴ φωνή
- *<τεούς>· σούς
- <τεπτά>· ἑπτά
- <τέρα>· τέρεα. σημεῖα
- <τεράεσσι>· σημείοις
- <τερᾴζει>· τερατεύει
- <τέραμνοι>· στέγανοι. σκιαί. σκηνώματα
- <τέραμνος>· κυψέλη
- <τερασκόποι>· ὀνειροκρίται
- <τεράστ[ε]ια>· θαύματα, σημεῖα
- <τεράστ[ε]ιοι θεοί>· ἐπὶ σημείων τεταγμένοι
- <τερατεύεται>· δολιεύεται
- <τερατευόμενον>· δολιευόμενον, ψευδόμενον. ἢ σημεῖον ποιῶν
- *<τερατεῖαι>· ψευδολογίαι
- *<τερετίσματα [ἢ τερετίματα]>· ᾠδαὶ ἀπατηλαί, ἠχητικαί. ἢ μω-
ρολογίαι ἠχημέναι
- <τερατοσκόπος>· μάντις, σημειωτικός
- <τερατουργεῖ>· παράδοξα ποιεῖ, ἢ τέρατα ἐργάζεται
- <τέρειν>· ἁπαλόν
- <τέρεμνα>· οἰκήματα
- [<τέρεμνος>· ἰσχυρός. ἢ <στέρεμνος>]
- <τέρενα χρόα>· ἁπαλὸν χρῶτα
- <τέρενα>· ἁπαλά, τρυφερά
- <τέρετρα>· τρύπανα
- <τέρεσσεν>· ἔτρωσεν. ἐτόρνωσε
- <τερετίζοντα>· λαλοῦντα. ἐκ μεταφορᾶς τῆς χελιδόνος
- <τερετίσματα>· ᾠδαὶ ἀπατηλαί. τὰ τῆς κιθάρας κρούματα. καὶ τὰ
τῶν τεττίγων ᾄσματα
- <τερηδών>· σκώληξ οἰκῶν ἐν ξύλῳ
- <τέρθεται>· ξηραίνεται. καίεται
- <τερθρεία>· λογομαχία. ἀπάτη. φλυαρία. φληναφία
- <τερθρεύειν>· τηρεῖν. σκοπεῖν. λιπαρεῖν
- <τερθρεύμασι>· φλυαρίαις
- <τερθρεύονται>· ἀπατῶνται
- <τέρθρ(ι)οι>, οἱ εἰς τὸ κέρας τοῦ ἱστίου ἑκατέρωθεν δεδεμένοι, ἐν οἷς
τὸ ἅρμενον ἕλκουσι
- <τέρθρον>· ὁ λεγόμενος ἀρτέμων. ἔνιοι δὲ τὸ ἄκρον τοῦ κέρως. καὶ
στέγη οἰκίας. τινὲς δὲ τὸ ἔσχατον καὶ ὑψηλόν
- <τερθρωτήρ>· ὅπου ὁ πρωρεὺς προορᾷ τὰ ἐν τῇ θαλάσσῃ
- <τερίκαρπον>· μεγαλόκαρπον
- <τερίμη>· τάφρος
- <τερίνη>· τετριμμένη. οἱ δὲ τερπωλή
- <τερῖνος>· τηρῶν διάνοιαν, λυπῶν
- <τέρμα>· σημεῖον. τέλος ζωῆς. καμπτήρ. ἔσχατον
- <τερματίζει>· τελειοῖ, ὁρίζει
- <τερμάτων>· τελευταίων
- <Τερμέρ(ε)ια κακά>· τὰ μεγάλα
- <τέρμιοι>· ὕστατοι
- <τέρμινθος>· φυτὸν ἐμφερὲς τῷ λίνῳ, ἐξ οὗ πλέκουσιν (παρ') Ἀθη-
ναίοι(ς) [παρ]ὁρμιάς
- (*)<τερμιόεντα>· ποδήρη, καὶ εὔμετρον, τὸν μέχρι τῶν ποδῶν τερμα-
τιζόμενον
- *<τερμιόεσσα>· ἐς πόδας ἀποτερματιζομένη
- <τερμιόεν>· ἁρμοστόν. τέλειον
- <τέρμιον>· ἔσχατον. ἁρμόζον, πρέπον
- <τέρμις>· πούς
- <τέρμονα>· φραγμόν. τέλος
- <τέρμονες>· τέλη. φραγμοί, ὅρια, τέρματα
- <τέρνακα>· τῆς κάκτου τοῦ φυτοῦ καυλός
- <Τερπιάδης>· Τερπίου υἱός, ὁ Φήμιος. πατρωνυμικῶς
- <τέρπεται>· ἥδεται
- <τερπικέραυνος>· ὁ τερπόμενος, ἢ τρέπων πάλιν κεραυνοῖς
- <τερπνά>· ἡδέα
- <τερπωλή>· τέρψις
- <τερπωλῆς>· τέρψεως
- <τερπώμεθα>· τρεπώμεθα
- <τεῤῥατόν>· ἔσχατον. ἡδύ, τερπνόν
- <τεῤῥητόν>· τριήρης
- *<τέρσεται>· ξηραίνεται ὑπὸ ἡλίου
- <τερσαίνειν>· ξηραίνειν
- <τέρσει>· [τέργει]. ξηραίνει, [καίεται. οἱ δὲ πήγνυται
- <τέρτα>· ἡ τρίτη
- <τέρυ>· ἀσθενές, λεπτόν
- <τέρυας ἵππους>· οὕτω λέγονται ὅσοι ἀδδηφάγοι εἰσί. ἔνιοι τοὺς ἀσθε-
νεῖς
- <τερύνης>· τετριμμένος ὄνος. καὶ γέρων, ἢ δυσανάληπτος γέρων
- <τερύσκεται>· νοσεῖ. φθίνει
- <τερύσκετο>· ἐτείρετο
- <τέρφη>· λέπυρα
- <τέρχνεα>· φυτὰ νέα. ἢ ἐντάφια
- <τερψιμβρότου>· τοῦ τοὺς βροτοὺς ἤγουν τοὺς ἀνθρώπους, τέρποντος
- <τέρψις>· τερπνότης
- <τέρψομαι>· τερφθῶ
- <τεσσίχον>· τὸ μικρόν
- <τε στήλῃ τε τύμβῳ>· στήλῃ ἐν τῷ τάφῳ
- <τέτα>· λίαν, κάρτα
- <τεταγών>· διατείνας. τινάξας
- [<τετακώς>· τετολμηκώς]
- <τεταμένον>· ἡπλωμένον
- <τέτανος>· κονία. χρίσμα. ἄσβεστος
- <τετάνυ(ς)το>· ἐκτέτατο. ἐπέκειτο
- <τεταργανωμέναι>· ἐμπεπλεγμέναι
- [<τετάργιστο>· ἐκορέσθη, ἐπλήσθη]
- <τετάργη>· φασγάνων εἴδη
- <τεταρπέσθαι>· ἐμπλησθῆναι. τερφθῆναι
- <τετάρπετο>· ἐτρέπετο
- <τε(τα)ρπώμεθα>· ἐμπλησθῶμεν
- <τεταρτημόριον>· οἱ δύο χαλκοῖ
- <τετάρτῳ>· μέτρῳ τῶν ὑγρῶν
- <τέταρτον ἥμισυ>· τὸ τέταρτον ἡμιστάτηρον
- <τέταται>· τείνει
- <τέταχας>· ἐτύπωσας. ἔταξας. [ἐτύπασας]
- <(τε)τεὴν κεφαλήν>· τὴν σήν
- <τετέλεσται>· γεγένηται. οἱ δὲ γεγάμηκεν
- *<Τερέβινθος>· πόλις Ἰακώβ
- <τετελεσμένον>· τὸ οἷόν (τε) πρᾶγμα τελεσθῆναι, ἤγουν πληρωθῆναι.
[ἢ καὶ μεμιασμένον]
- <τετελεσμένος>· τελισκόμενος. ἀνδρόγυνος
- <τέτευ[γ]κται>· κατεσκεύασται
- <τετεύξεται>· κατασκευασθήσεται. γενήσεται
- <τετευχῆσθαι>· καθωπλίσθαι
- [<τετηότι>· λυπουμένῳ. ὀργιζομένῳ]
- <τέτηφεν>· ἐκπέπληκται, ἐκπλήττεται
- *<τετιημέναι>· τετιμωρημέναι
- <τετιη[κ]ότες>· ὁμοίως λελυπημένοι
- <τετιηότι>· λυπουμένῳ, τιμωρουμένῳ
- <τετιημένος>· τὴν ψυχὴν τετιμωρημένος, ἐκπεπληγμένος, ἢ συγκεχυμένος
- <τέτλα>· ὑπόμεινον, ἀνέχου
- <τέτλαθι>· ὑπόμεινον
- <τετληότι>· ὑπομεμενηκότι
- <τέτμῃς>· εὕρῃς, καταλάβῃς
- <τέτορεν>· ἔτρωσεν
- <τετόρῃ>· τρώσῃ
- <τετραβάμονος>· τετράποδος
- <τετραβαρήων πλίνθων καὶ τάγματα>· Ἀλκαῖος
- <τετράγκων>· ὄργανον πολεμικόν
- <τετράγυον>· τεσσάρων [ὀρ]γυῶν. <Γύης> δὲ μέτρον ἕκτον σταδίου. καὶ
ἐν τῷ ἀρότρῳ τὸ κύρτωμα τοῦ ἱστοβοέως γύης. ἔνιοι γύην τὸ ὀργυιαῖον μέτρον
- [<τετραδάμονος>· τετράποδος]
- <τετράδι μέν τ' οἴχου>· τετράδι μέν φασι γενέσθαι (Ἡρακλέα), καὶ
πρῶτον ἔνδοξον ὄντα, ἄλλῳ ταλαιπωρεῖν. ἔστιν οὖν ἡ παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων
- <τετραδισταί>· σύνοδος νέων συνήθων κατὰ τετράδα γινομένη
- <τετράδων>· ὄρνεόν τι. Ἀλκαῖος
- <τετράδυσιν>· ἀηδόνας
- <τετραέλικτον ἅλμαν>· ἤγουν τρικυμίαν
- <τετραελίκωπες>· τέσσαρας ὀφθαλμοὺς ἔχους(α)ι ναῦς
- <τετραέλιξ>· τετράκις περιειλημμένος, ἢ πολυέλιξ. ἢ φυτόν τι
- <τετραέτηρον, τετραετῆ καὶ τετράενον>
- <τετραθέλυμνον>· τετράπτυχον, ἐκ τεσσάρων πτυχῶν [ὅ ἐστι] τεθει-
μένον, ὅ ἐστιν ἐπιθήματα ἔχον τέσσαρα ἐπάλληλα, ἐκ τεσσάρων δερ- μάτων συνεστός
- <τετραῖον>· ὀρνιθάριόν τι. Λάκωνες
- <τετρακίνη>· ἡ ἀγρία θρίδαξ
- *<τετράκωλος>· τετράπους
- <τετρακτύς>· Πυθαγορικὸς ὅρκος, ἤγουν τῶν τεσσάρων στοιχείων σημαίνων
- <τετράκωμος>· μέλος τι σὺν ὀρχήσει πεποιημένον εἰς Ἡρακλέα ἐπινί-
κιον. ἐκαλεῖτο δὲ <τέσσαρες κῶμοι>
- <τετραμαίνει>· τρέμει, φοβεῖται
- <τετραμ(μ)έναι>· ἀπεστραμ(μ)έναι, πρὸς αὐτοὺς τὰς ὄψεις ἔχουσαι
- <τετραντίας>· τετράγωνος. καὶ ἰσχυρός
- <τετρᾶντα>· τετράγωνόν τι σχῆμα. δηλοῖ δὲ καὶ τοὺς τέσσαρας χαλκοῦς
- <τετράξων>· εἶδος χαλινοῦ
- <τετράοροι>· τέσσαρες ἐπὶ τοῦ τεθρίππου ὑπεζευγμένοι
- <τετρά[ο]ρχαι>· οἱ βασιλεῖς
- <τέτραπται>· ἔστραπται
- <τετραστάτηρον>· τὴν τετράμνουν
- <τετραφάληρον>· τέσσαρας φάλους ἔχουσαν, καὶ ἐξοχάς, οἵ εἰσιν ἧλοι
λαμπροὶ περὶ τὸ μέτωπον τῆς περικεφαλαίας κατακρουόμενοι
- <τετράφυον>· τετραπάλαιστον
- *<τετράφθω>· ἀναχωρείτω
- <τετραχίζειν>· τὸ ἐπὶ τετάρτῳ μέρει ποιεῖν τι
- *<τέτραχηλισμένα>· πεφανερωμένα
- <τετρᾶχμα>· τετράδραχμα
- <τετράψομαι>· εἰς ἐκεῖνο τραπήσομαι
- <τετράων>· ὄρνις ποιός
- <τέτρηνεν>· ἐτρύπησεν
- <τετρῆναι>· τρῆσαι
- <τετρήχει>· τετράχυντο. πεπύκνωτο. τετάρακτο. ἢ θορύβου πλήρης ἦν
- *<τεῦ>· τίνος
- <τετρίγει>· ἔτριζεν
- <τέτριγε>· τρίζει. [τέτριγεν]
- <τετριγῶτας>· τρίζοντας
- <τετριγυῖα>· [τετρωμένη.] τρίζουσα
- <τετριμμένη>· πεπατημένη ὁδός
- <τέτρομος>· τρόμος
- <τετροπωμένους>· νενικημένους
- <τετρόφασιν>· ἀπενηνόχασι
- <τέτροφε>· πέπηγε. πέφυκε. [ἐ]μετεώρισται
- <τετρυκότεσσι>· κεκυπρωκόσι
- <τετρυμένον>· λεπτόν. καταπεπονημένον. διεφθαρμένον
- <τετρυ[ο]μένος>· τετρυχωμένος. δεδαπανημένος ἐν κακοῖς
- <τετρῦσθαι>· καταδεδαπανῆσθαι. καταπεπονῆσθαι
- <τετρυφάλεια>· περικεφαλαία
- <τετρυχωμένος>· καταπεπονημένος
- *<τέτραλον>· τετράϊππον
- <τετρωμένη>· πληγεῖσα
- <τετρωμένος>· πεπληγμένος
- <τέτρωρον>· τετράϊππον <ἅρμα>
- <τέττα>· νεωτέρου πρὸς πρεσβύτερον τιμητικὴ προσφώνησις
- <τέτταρα ξύλα>· ἐπὶ τῆς θύρας οὕτω λέγουσιν Ἀττικοί
- <Τέττιγος ἕδρανον>· ἡ Ταίναρος. Τέττιξ γὰρ ὁ Κρὴς Ταίναρον
ἔκτισεν
- <τεττιγοφόρας>· Ἀττικοὶ ἐπὶ τῶν τῆς κεφαλῆς τριχῶν εἶρον χρυσοῦς
τέτ(τιγ)ας
- <τέττιξ>· ἔξω τοῦ συνήθους ζώου παρὰ Ἀττικοῖς οἱ τῶν μαγείρων ὑπη-
ρέται ξένοι, οἱ δὲ ἐντόπιοι <μαίσωνες>
- <τετυγμένα>· σύνθετα, πεποιημένα. πεφροντισμένα
- <τετύκοντο>· ἡτοιμάζοντο
- <τέτυκται>· κατεσκεύασται
- <τετύλωται>· ἐμπέφρακται
- <τετυρευμένον>· συγκείμενον. ἀπὸ τοῦ πηγνυμένου γάλακτος
- <τετύσκετο>· κατεσκευάζετο
- <τετύσκων>· ἐμφανίζων
- <τετύφωται>· ἀπόλωλεν. ἐμπέπρησται. ἐμβεβρόντηται. ἐπῄρθη
- <τετυφῶσθαι>· μεμηνέναι
- <τετύχῃσι>· τύχῃ. παρατύχῃ
- [<τετώμενοι>· ὑστερούμενοι. ἐνδεῶς ἔχοντες
- <τευάζοντες>· πλανώμενοι]
- <τευθίδες>· σηπίαι. θρίς(ς)αι
- <τευθίς>· πέμμα πλακουντῶδες. καὶ εἶδος ἰχθύος θαλαττίου
- <Τεῦκροι>· οἱ Τρῶες. καὶ οἱ ποιηταί
- <τεῦκρον>· ποιητήν
- <τευκτῆρος>· ποιητοῦ
- <τευκτοῖς>· κατασκευασθεῖσιν
- <τευκτόν>· χειροποιητόν, κατασκευαστόν
- <τευμᾶται>· τεχνάζει. τιμᾶται
- <Τεύμης>· ποταμὸς Θηβῶν
- <Τευμησία>· περὶ τῆς <Τευμησίας ἀλώπεκος> οἱ τὰ Θηβαϊκὰ γεγρα-
φότες ἱκανὰ εἰρήκασιν
- <Τευμησσός>· ὄρος Βοιωτίας
- <τεῦξαι>· ποιῆσαι, κατασκευάσαι
- <τεῦξαν>· κατεσκεύασαν
- <τεῦξε>· κατεσκεύασε
- <τεῦξις>· κατασκευή, ποίησις
- <τευξομένη>· ποιήσουσα
- <τευξόμεθα>· τύχωμεν
- <τευτάζει>· σκευωρεῖ. ἡσυχάζει. διατρίβει. οἱ δὲ φροντίζει
- [<τευτέξεται>· τε[υ]χνάζει. τέμνεται]
- <τευτάζοντες>· πλανώμενοι
- <τευτασμός>· στραγγεία
- <τευτᾶτ(αι)>· τεχνᾶται
- <τεύχεα>· ὅπλα, οὐ μόνον τὰ πολεμικά, ἀλλὰ (καὶ) τῆς νεώς, καὶ τὰ
σκεύη, καὶ τὰ χαλκευτικὰ ἐργαλεῖα· ἦλθε δὲ χαλκεὺς ὅπλ' ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης
- <τεῦχε>· κατεσκεύασε
- <τεύχει>· ποιεῖ
- <τεύχη>· ὅπλα
- <τευχησταί>· ὁπλῖται
- <τεῦχος>· βιβλίον. ὅπλον. ἄγγος, σκεῦος
- <τεύχοντες>· κατασκευάζοντες
- <τεῦχρος>· ἀδελφὸς νόθος
- <τεύχω>· κατασκευάζω
- <τεύχωνται>· σάττωνται. ὁπλίζωνται
- <τέφρα>· σποδός
- <τεφρόν>· σποδόν, φαιόν, πολιόν
- *<τέφρα>· σποδός, κόνις
- *<τέφρη> καὶ <τεφρόν>· ὁμοίως
- <τεφρώσας>· σποδώσας
- <τεχνάζω>· τεχνάζομαι
- <τέχνη>· ἐπιστήμη. ἢ δόλος. καὶ <ἀτέχνως>· ἀδόλως
- <τεχνήματα>· κατασκευάσματα
- *<τεχνήσομαι>· ἐπινοήσω. τεχνάσομαι
- <τέχνης γὰρ οὐχ ἥμαρτες>· ........
- <τέῳ>· τινί. ἢ τοὺς σούς, δυϊκῶς
- <τέων δέ>· ποίων δέ. ἢ τῶν σῶν δέ
- <τεωρεῖς>· δραπέται. κακοῦργοι, λῃσταί
- <τέωρος>· συκοφάντης. καὶ τὰ ὅμοια
- <τέως>· ἕως, μέχρι. ἢ πρὸς τὸ παρόν. ἢ ὅμως. ἢ τότε. ἢ ἐν τοιούτῳ.
τηνικαῦτα. ἢ ἀντὶ τοῦ πρότερον
- <τῇ>· ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ ὑποτακτικοῦ. [ἢ λάβε.] ἢ
σέ. ἢ ταύτῃ. ἢ σή. χωρὶς τοῦ <ι> προστακτικὸν ἀνάλογον τῷ λάβε· Κύκλωψ, τῆ, πίε οἶνον
- *<τῆ>· λάβε, δέξαι
- *<τῇ ἁδρότητι>· τῇ ὑψηλότητι
- [<τῇ ἀλέσθῃ>· τῇ ἁμάξῃ]
- <τῇ ἄλλως>· τῇ ματαίως
- <τήβεννος>· εἶδος περιβολαίου παρὰ Ῥωμαίοις
- <τήβηθ>· περίτιος μήν
- <τηγανίτης>· ἄρτος ἐπὶ τηγάνου γεγονώς, καὶ μετὰ τυροῦ ὀπτώμενος
- <τῇδε>· ὧδε, ἐνταῦθα
- <τηθαλλαδοῦς ἢ τηθαμμωδοῦς> [η]· ὁ γυναικοτραφής. ἄλλοι τὴν
ὑπὸ τήθῃ γενόμενον καὶ τεθραμμένον. ἄλλοι τὴν μαμμόθρεπτον καὶ σπάταλον
- <τήθεα>· ὄστρεα
- <τήθεα (διφῶν)>· τὰ ἄῤῥυγα, ἢ ὄστρεα ζητῶν
- <τήθη>· ἡ τῆς μητρὸς καὶ πατρὸς (μήτηρ), ἡ καὶ μάμμη, καὶ <τηθίς>·
ἡ τῶν γονέων ἀδελφή
- [<τηθηνόν>· ἐράσμιον]
- <τηθύα>· τενάγη, ἃ προχέουσιν οἱ ποταμοί. καὶ εἶδος ὀστρέων
- <Τηθύς>· ἡ γῆ
- <...τηι ῥινῶι σχέτο>· ἐν τῇ βύρσῃ ἐπεσχέθη, ὅ ἐστιν ἐν τῷ ὅπλῳ, ἢ
ἐν τῇ βελέῃ
- <τηκεδανοῖο>· τηκομένου, τήκοντος
- *<τήκει>· φθείρει. δαπανᾷ. λεπτύνει
- <τηκεδών>· φθίσις, τῆξις
- <τηκόμενος>· φθειρόμενος. λεπτυνόμενος. δαπανώμενος
- <τηλαυγές>· τηλέσκοπον. καθαρόν
- *<τῆλε>· μακράν. πόῤῥω
- *<τηλαύγημα>· ἀρχὴ λέπρας
- *<τηλαυγήσεως>· λαμπρότητος
- *<τηλαυγῶς>· λαμπρῶς
- (*)<τηλεδαποί>· οἱ πόῤῥωθεν καὶ ἀπὸ τοῦ ἄλλου δαπέδου. ξένος ἀλ-
λοδαπής. καὶ <τηλεδαπός> ὅμοιον
- *<τῆλε δέ>· μακρὰν δέ
- <Τηλεβόαι>· οἱ Τάφιοι
- *<τηλεθάον>· θάλλον, ἀκμάζον, εὐανθές
- *<τηλεθόωσαν>· θάλλουσαν, θάλπουσαν
- <τηλέθροον>· ὀξύφωνον, μεγαλόφωνον
- *<τηλεκλειτοί>· πόῤῥω ἔνδοξοι
- *<τηλεκλυτά>· ἔνδοξα, καὶ μέχρι πολλοῦ ἀκουόμενα
- *<Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν>· πρός με καὶ Τηλεμάχῳ ἔσται
ὁ λόγος
- *<τηλέπυλον>· μακρὰν ἀπ' ἀλλήλων ἔχουσαν διεστώσας τὰς πύλας.
ἐξ οὗ τὴν μεγάλην δηλοῖ, [ἢ στύλου πύλαι]
- <τηλεσκόπος>· πόῤῥω ὁρῶν
- <τηλεφανής>· μακρόθεν φαινομένη
- <τηλεφανές>· φαινόμενον μακρόθεν
- <Τηλεφίδην>· Τηλέφου υἱόν
- <τηλέφιλον>· φυτόν τι. τινὲς δὲ ἀείζωον ἄγριον
- <τηλία>· σηλία, ἐν ᾗ διαμάττεται τὰ ἄλευρα. ἢ περιφέρεια κοσκίνου
- <τήλιδα>· οὕτως ἐκάλουν τὴν συνηρμο(ς)μένην
- <τηλικαῦτα>· τοιαῦτα
- <τηλίκος>· τηλικοῦτος. ἢ νήπιος
- <τηλικώτατον>· πρεσβύτατον. ποῤῥώτατον
- <τηλόθεν>· πόῤῥωθεν
- <τηλόθι>· ὁμοίως
- <τηλουρόν>· πόῤῥω ἀφωρισμένην. τινὲς μὲν ὡς πανοῦργον, τινὲς δὲ
ὡς κηπουρὸν τῷ τόνῳ
- <τηλοῦρος>· μακρόθεν ἀποθείς
- <τηλυγέτην>· μονογενῆ
- <τηλύγετος>· ὁ τηλοῦ τῆς ἡλικίας τοῖς γονεῦσι γεγονώς, ἐπὶ γήρᾳ παῖς
μονογενής
- <τηλυγέτων ἀποικιῶν>· τῶν μακρὰν ἀπεχουσῶν
- <τηλωπόν>· μακρόθεν φαινόμενον
- <τημελεία>· θεραπεία. ἐπιμέλεια
- <τημελές>· ἐπιμελές, σπουδαῖον
- <τημελητής>· ἐπιμελητής
- <τημελῆσαι>· θλῖψαι. φιλοκαλῆσαι. σπουδάσαι. καὶ <τημελήσαντες>
καὶ <τημελούμενοι> ὁμοίως
- <τήμερον>· Ἀττικοὶ [<τήμερος>] καὶ <τήμερα> λέγουσιν
- <τῇ 'μῇ>· τῇ ἐμῇ <ἕπεσθαι>
- <τῆμος>· τηνικαῦτα, τότε
- <τήν>· ὁτὲ μὲν ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ τοῦ ταύτην·
τήν ποτε Φοίνικες
- <τηνάλλως>· τὴν μάτην
- <τήνδε>· ταύτην
- <τήνεβλος>· ἐφύμνιον, ἀφ' οὗ ὁ νικῶν τήνεβλος
- <τήνεβλα>· τὰ ἐφύμνια ᾀδόμενα τοῖς νικῶσι
- <τὴν ἐπιδεξιάν>· περιέφερον ἐν τοῖς συμποσίοις ἐπὶ δεξιὰ τὸ πάλαι
κιθάραν, εἶτα μυῤῥίνην, πρὸς ἣν ᾖδον
- <τηνεσμός>· νόσημα περὶ τὰ ἔντερα
- *<τὴν εὐπερίστατον>· τὴν εὔκολον
- <τηνήδε>, ἐποίησε δέ σοι
- <τὴν ἠϊόνα>· τὴν αἰγιαλόν
- <τήνης>· ἕως. Ταραντῖνοι
- <Τηνία>· ἔχιδνα. ἄλλοι δὲ τὴν στηθοδέσμην
- <τηνικάδε>· τότε δέ
- <τηνικαῦτα>· [πότε. ἢ] τότε
- <τὴν κύλικα>· τὴν φιάλην, τὸ ποτήριον
- <τὴν παῖδα>· τὴν παρθένον
- <τὴν προσήκουσαν>· τὴν ὀφειλομένην
- <τὴν φειδώ>· τὸ φείδεσθαι
- <τῆξις>· φθίσις, νόσος. παρὰ τὸ <τήκεσθαι>
- <τῇ ὀρέξει>· τῇ ἐπιθυμίᾳ
- [<τήποδα>· λέβητα. τρισκελῆ, χαλκίον]
- <τῇ πρὸς ἀκτῖνα>· τῇ ἀνατολῇ
- [<τήπτε δέ σε χρεώ>· τίς δέ σε χρεία κατέλαβεν;]
- <τηρεῖ>· φυλάσσει, φρουρεῖ
- <Τήρ(ε)ια>· ὄρος Τρωάδος
- <Τηρίας>· ποταμὸς Σικελίας
- <τῇσίν τε θαλάσσια ἔργα μέμηλε>· ταῖς ἐν θαλάσσῃ κορώναις.
προσημαίνουσι δὲ αὗται τοὺς χειμῶνας
- <τῆς ἄλης>· τῆς πλάνης
- <τῆς δεῦρο>· τοῦ παρόντος
- <τῆσδε φύσεως>· ταύτης τῆς φύσεως
- <τῆς κουστωδίας>· τοῦ συστήματος
- <τῆς ὑπερῴας>· τοῦ οὐρανίσκου
- <τήτει>· σπάνει
- <τῆτες>· ἐν τῷδε τῷ ἔτει. οἱ δὲ Δωριεῖς <σᾶτές> φασιν· ὅθεν <σατα-
νίους πυροὺς> [καὶ] μὴ τελεσφοροῦντας, ἀλλὰ πρὸ ὥρας θεριζομέ- νους
- <τήτη>· ἀπορία, ἔνδεια, στέρησις
- <τητωμένη>· στερ[ρ]ομένη
- [<τητθή>· μάμμη. θεία]
- [<τητύμα>· ἀληθῆ]
- <τητωμένου>· στερ[ρ]ομένου
- <τητώμενον>· στερισκόμενον
- <Τηΰγετον>· ὄρος
- <τηϋσίην>· ματαίαν·
σὺ δὲ (τη)υσίην ὁδὸν ἔλθῃς τινὲς ἀρχ(α)ίαν· ἄλλοι βλαβεράν, ἢ περιβόητον
- <τηΰσιον>· μάταιον
- <τιάλλακτον>· Σέλευκος παρὰ Ἐπαινέτῳ ἔμβαμμά τι
- [<τιαλέσθην>· τὴν ἅμαξαν]
- <τιάρα>· ἡ λεγομένη κυρβασία. ταύτῃ δὲ οἱ Πέρσαι βασιλεῖς μόνοι
ἐχρῶντο ὀρθῇ· οἱ δὲ στρατηγοὶ ὑποκεκλιμένῃ. Ἡρόδοτος δὲ ἐν α# ἀῤῥε- νικῶς
- <τιάρις>· λόφος τῆς περικεφαλαίας, περίθεμ[εν]α κεφαλῆς, καμελαύκιον
- *<τιβάθων>· τιμώμενος
- <Τιάσσα>· κρήνη ἐν Λακεδαιμονίᾳ. τινὲς δὲ ποταμόν
- <τίβδαινον>· φίλον
- <τιβδεῖ>· φοβεῖται
- <τιβήν[ος]>· λέβης, τρίπους
- <τιγάς>· εἶδος ἀμπέλου
- <τίγγα>· Διοκλῆς ἐν Μελίτταις. Ἡρακλέων δὲ οὐ διελὼν τιγγάβαρυ τὸ
κιννάβαρι[ν] λέγει
- <τιγόνιον>· εἶδός τι Ἀριστοτέλει
- <Τίγρης>· ποταμὸς Περσῶν. καὶ ὁ τοῦ ποταμοῦ ῥοῖζος. καὶ ζῶον [παρὰ
μὲν Ἰουδαίοις Φορά<δ>, παρὰ δὲ Ἕλλησι] <τίγρις>
- <τί δαί>· τί γὰρ ἄλλο, ἢ τί γὰρ; Κρῆτες. Βοιωτοὶ δὲ ἐνθάδε. Ἀττικοὶ
διὰ τί δή
- <τί δή ποτε>· διὰ τί
- <τί δῆτά σοι>· διὰ τί σοι
- <τί δόστορε>· τί ποιεῖτε; Ταραντῖνοι
- <τίει>· τιμᾷ, σέβεται, αἰδεῖται
- <τίεσκε μύθους>· ἐτίμα λόγους
- <τιέσκετο>· ἐτιμᾶτο
- <τίεσκον>· ἐτίμων
- <τίετο>· ἐτιμᾶτο
- <τίη>· διὰ τί, ἱνατί
- [<τιήνη>· ἡ βασίλισσα]
- <τιήρη(ς)>· τὸ ὀξύ ...... Πέρσαι
- <τιητιβεῖν>· τιμωρεῖσθαι
- <τιθαί>· τιθασσαί. τέλειαι. ἐργάτιδες. πραεῖαι
- <τιθαιβώσσειν>· βόσκειν. ἐργάζεσθαι. τρέφειν, ἐθήβειν. θησαυρίζειν.
ἀγαπᾶν. θορυβεῖν. τιθέναι τὴν βόσιν, τουτέστι τὴν τροφήν
- <τιθαιβώσσουσιν>· ἐναποτίθενται, ἀποθησαυρίζουσι τὴν τροφὴν αἱ
μέλιτται, τὸν λεγόμενον μελίκηρον
- <τιθαιβώσσουσι>· τιθέασι. φυλάσσουσι
- <τίθει>· ἐνετίθει, ἐδίδου
- [<τιθεῖον>· μαστός]
- <τίθεισθα>· ποιεῖς
- <τιθέντες>· ποιοῦντες
- <τίθεντο>· παρεσκευάζοντο
- [<τίθεον>· ἰσόθεον]
- [<τιθή>· τροφός]
- <τιθήνας>· τροφούς, τιτ(θ)άς
- *<τιθασσεύει>· ἡμεροῖ, πραΰνει
- <τιθηνεῖ>· τρέφει
- <τιθηνεύεται>· ὅμοιον
- <τιθηνευόμενος>· τρεφόμενος. ἀσκῶν
- <τιθήνη>· τροφός. μοσχοτρόφος. ἢ ὁ τὰ τι(τ)θευόμενα τημελῶν παιδία.
οἱ δὲ <τιθηνόν>· τὸν ἐράσμιον
- *<τιθήμενον>· παρατιθέμενον, ὅ ἐστι καθοπλιζόμενον
- <τιθηνόκομον γένος>· τοὺς Αἰθίοπας, ἐπεὶ μέλανες καὶ κομῆται
- <τιθηνούμενος>· τρέφων. <Τιθηνός> γὰρ ἡ τροφός, καὶ <τιτθοί> οἱ
μαστοί
- <τίθησι>· τιθεῖ
- <τιθίασται>· τιμᾶν
- <Τιθράσια>· χαλεπά, τραχέα
- <Τιθωνόκομον>· ἔθνος μέλαν μὲν τὸ ὅλον σῶμα, λευκὸν δὲ τὰς κόμας
- <τί ἱκανόν>· τί ὄφελος
- <τί κεν>· τί ἄν
- <τίκτειν>· καὶ ἐπὶ ἀῤῥένων·
τίκτεν ἀνὴρ ἀνάσσων Μυρμιδόνεσσι
- <τιλίαι>· αἴγειροι
- [<τιλλά>· πτερά]
- <τίλλει>· ἀνα(ς)πᾷ. μέμφεται. διαβάλλει. ἀποσκώπτει
- <τιλλομένη>· λοιδορουμένη
- <τιλμός>· παιδιά
- <τιλτόν>· εἶδος ταριχίου
- <τιμᾴδιον>· μικρὰ τιμή
- <τί μαθών>· τί βουλόμενος
- <τιμαλφεῖν>· τιμᾶν
- <τιμαλφής>· ἔντιμος, τιμὴν ἀλφάνουσα, διὰ τιμῆς ἀγομένη· Ἴων Φοί-
νικι δευτέρῳ. τινὲς μὲν τὴν ἰώνιον, Αἰσχύλος δὲ ἐν Ἐπιγόνοις ἐπὶ τοῦ ἐντίμου
- *<τιμαί>· ὠνα(ί)· τιμήματα
- <τιμαλφέστατα>· τιμιώτατα, πολύτιμα. ἢ ὁσιώτατα
- [<Τιμάναξ>· ὁ πρωκτός. ὁ δὲ αὐτὸς καὶ Θεόδωρος]
- <τιμᾶσι>· τίουσιν
- <τιμά(ς)ω>· τιμήσω
- <τιμή>· δόξα. ποτὲ δὲ καὶ τιμωρία, ἢ ἀντέκτισις ἡ κυρία
- <τί μέλλει(ς)>· τί βραδύνεις
- <τιμηδές>· εὐλαβές
- <τιμήεντος>· ἐντίμου
- <τιμήορος>· τιμωρός. βοηθός
- <τιμηρύειν>· τιμιοπωλῶν
- <τιμῆς>· τίσεως
- <τιμήσεως>· ζημίας
- <τιμηταί>· οἱ τιμώμενοι τὴν ἑκάστου οὐσίαν
- <τίμιος>· ἔντιμος, ἔνδοξος
- <τιμιουλκῶν>· τιμὴν αἰτῶν, ἢ ἕλκων τὴν τιμήν
- <τιμουλκῶν>· αἰτῶν, καὶ ἀπαιτῶν
- <τιμοῦντας>· τιμίους ὄντας
- <τιμοῦχος>· ἔντιμος. ἀξιόλογος. καὶ ἄρχων, ἰσχυρότατος, μέγιστος
- <τιμῶμαι>· καταδικάζω
- <τιμώμενος>· εὐθυνόμενος. καὶ ἐπιτίμιον ὑπέχων. οἱ δὲ ἐπιτίμια πα-
τρός
- <τιμωρεῖσθαι>· κολάζεσθαι
- <τιμωρία>· πρόστιμον, ἀνταπόδοσις. κόλασις. ἢ τιμὴ παρὰ Λυσίᾳ
- <τιμωροῦσι>· καταπονοῦσιν. ἐκδικοῦσιν
- <τίν>· σοί. ἢ τινά
- <τινακτοπήληξ>· σεισολόφος
- <τινθαλέῳ>· πυρί. διαθέρμῳ
- <τινθαλέον>· διάπυρον. διάφορον. διεφθαρμένον. διαφανές
- <τιννεῖν>· ἀποδοῦναι
- *<τί νυ βείομαι>· τί δὴ μέλ[λ]ω βιοῦ(ν), ὅ ἐστι ζῆν
- *<τιν[ν]ύμενον>· ἀπαιτούμενον. ἀποδιδόμενον
- <τίν[ν]υνται>· τιμωροῦνται
- <τιν[ν]ύων>· ἀποδιδῶν
- <τιντόν>· ἑφθόν
- <τῖξον>· δεῖξον
- <τιοίμην>· τίμιος εἴην
- <τίοιτο>· τιμηθείη
- <τίον>· μέσον ἡμέρας ἐτίμουν
- <τίον ἑτέρων>, τὰ ἀπρεπῆ
- <τί ὀνήσω>· τί ὠφελήσω
- <τίπτε>· τί δήποτε. ἢ κατὰ συγκοπὴν τί ποτε. ἢ διὰ τί, ἢ ἱνατί
- <τίπτε δέ σε χρεώ(ν)>· τίς δέ σε χρεία καταλαμβάνει
- <τίπτε με>· διὰ τί με
- <τί πράττεις>· τί ποιεῖς
- [<τίρεα>· ἄστρα]
- <τί ῥέζεις>· τί πράττεις
- [<τίρεται>· καταμολύνεται. καταπονεῖται]
- <τίριος>· θέρου(ς). Κρῆτες
- <Τίρυνθα>· πόλις ἐν Ἄργει
- <Τιρύνθιον Ἄργος>· τὰς Μυκήνας
- <Τιρύνθιον πλίνθε(υ)μα>· ἀντὶ τοῦ [τὸ] τεῖχος. ὑπὸ Κυκλώπων δὲ
κατεσκεύαστο
- *<τισάμενον>· καταπονούμενον
- *<τίσασθαι>· τιμωρίας λαβεῖν
- *<τίσατο>· ἐτιμωρήσατο
- <τῖσαι>· ἀποδοῦναι
- <τίς γάρ>· τίς δή
- <τίς δ' αὖ τοι>· τί(ς) δέ σοι
- <τίς[ο]ι>· ποίοις
- <τίσειαν>· τιμωρίαν δοῖεν
- <τίσις>· ἀντέκτισις. ἀτιμία. ποινή, τιμωρία
- <τίς κεν>· τίς ἄν
- <τίσις>, τί ποτε
- <τῖσον>· τίμησον
- <τίσομαι>· τιμωρήσομαι
- <τίς γάρ>· τίς δή
- <τίσουσι>· τιμωρήσονται
- <τίς τρόπος>· παροιμία ἐπὶ τῶν ἀλλοκότων
- <τίσω>· ἀποδώσω. τιμήσω
- <τίται>· εὔποροι. ἢ κατήγοροι τῶν ἀρχόντων
- <τιταινόμενος>· τρέχων. ἕλκων. τ(ε)ινόμενος
- <τίται.νον>· ἕλκουσι. τείνουσι
- <τιταίνειν>· σπεύδειν. τείνειν. κραδαίνειν. ἕλκειν. τίσιν λαμβάνειν. τι-
μωρεῖν
- <τιταινομένω>· ἐκτετακότε
- <τιτάν>· παιδεραστής. [καὶ τὸ τοῦ ἀντιχρίστου ὄνομα]
- <Τιτανίδα>· τὴν Εὔβοιαν, παρόσον Βριάρεω[ς] θυγάτηρ ἦν. ἔνιοι δὲ
τὴν Ἀσωποῦ φασι
- <Τιτᾶνες>· τιμωροί, ἀπὸ τοῦ τιταίνειν. ἄλλοι δὲ οἱ μὴ ἔχοντες ἀποτῖ-
σαι <ἀτιτᾶνες> ὠνομάζοντο, οἱ δὲ ἔχοντες <τιτᾶνες>
- <Τιτανὶς γῆ>· ἤτοι πᾶσα ἡ γῆ, (ἢ) ἡ (Ἀττικὴ) ἀπὸ τῶν κατασχόντων
- <τίτανος>· [ὄρος Θεσσαλίας.] καὶ κονία, ἄσβεστος. οἱ δὲ τιγύψου
χρῖσμα
- <..τιτανωμένας>· γεγυψωμένας
- <τιτανωτὴ χρόα>· γυψωτή, ἢ λευκόχροος
- *<Τιταρήσιος>· ποταμὸς Ἠπείρου
- <τίταξ>· ἔντιμος. ἢ δυνάστης. οἱ δὲ βασιλεύς
- [<τιτᾶσθαι>· στερήσασθαι]
- [<τιτένων>· τείνων. πέμπων. ἕλκων]
- <Τιτῆνες>· Οὐρανοῦ παῖδες
- <τιτῆναι>· βασιλίδες ....... ἢ Ἕκτορος Λύτροις
- <τίτθαι>· τροφοί
- <τίτθεν>· τίκτειν
- <τιτθίον>· τιτθός. μαστός
- <τιτθή>· ἡ τροφός
- <τι τίει>· τιμᾷ
- <τίρ>· τίς. Λάκωνες
- <τίτλος>· πτυχίον ἐπίγραμμα ἔχον
- <Τίτορμος>· οὗτος Αἰτωλὸς ἀνὴρ διαβεβοημένος ἐπὶ ἀνδρείᾳ καὶ με-
γέθει
- <τιτρᾶται>· τρυπᾶται. διανοίγεται
- <τιτυβίζει>· ὡς χελιδὼν φωνεῖ
- <τιτύπαι>· αἱ ἐμπύλαι· αἱ πλάναι
- <τιτύρας>· ὄρνις ποιός. ἢ τιτυρώδης
- <τίτυρος>· σάτυρος. κάλαμος. ἢ ὄρνις
- <τιτύρινος>· μόναυλος. ἢ αὐλὸς καλάμινος
- <τιτύσκετο>· ἡτοιμάζετο, παρεσκευάζετο. κατεστοχάζετο
- <τιτυσκόμενοι>· εὐστοχοῦντες, στοχαζόμενοι
- <τιτυσκόμενος>· τὰ αὐτά
- <τιτώ>· ἠώς. ἢ αὔριον. ἢ τινί
- <τί ὑμῖν διαφέρει>· τί ὑμῖν μέλει
- <τίφαι>· αἱ ὀλύραι. καὶ <τιφή> ἐν τοῖς ἕλεσι
- <τιφαίας>· τὰς τῶν θηρῶν καταδύσεις
- <τίφια ὄρνεα>· τὰ ἐν τοῖς ἕλεσι γινόμενα
- <τῖφος>· ἕλος
- <Τῖφυς>· ὁ ἐφιάλτης, νέαλυς. καὶ ὁ τῆς Ἀργοῦς κυβερνήτης
- <τί φῶ>· τί εἴπω
- [<τιχίζομαι>· σκέπομαι]
- <τίω>· σοῦ. ἢ τιμῶ. ἢ τύχω
- <τλᾶθι>· ὑπόμεινον
- <τλαιπαθές>· ταλαίπωρε
- <τλάς>· ὑπομείνας. ἢ ποιήσας
- <τλασίφρονα>· ὑπομονητικόν
- <τλήθα>· ὡραία. Κυρηναῖοι
- <τλήθυμος>· ἰσχυροκάρδιος
- *<τλήμων>· ὑπομονητικός
- [<τλημαθεῖν>· ταλαιπωρεῖν, πονεῖν]
- <τλημόνως>· ἐλεεινῶς
- <τλῆναι>· ὑπομεῖναι. τολμῆσαι. παθεῖν
- <τληπάθειαι>· ὑπομοναί, ταλαιπωρίαι
- <τληπαθής>· ὑπομονητικός
- <τλῆσις>· τόλμα. θράσος
- <τλησίπονος>· τολμηρός, καρτερικός
- <τλῆτε>· ὑπομείνατε
- <τλητικῶς>· ὑπομονητικῶς
- <τλητῶν>· ὑπομονητικῶν
- <τμάγεν>· διεχωρίσθησαν, διέστησαν, ἐτμήθησαν, ἐσχίσθησαν
- <Τμάριον>· ὄρος Ἀρκαδίας
- <Τμάριος>· Ζεὺς ἐν Δωδώνῃ
- <τμήγας>· γατόμος. ἀροτήρ
- <τμῆγος>· ἀρότης. βούτμημα
- <τμήδην>· τμητικῶς, τομῶς. ταχέως. ἀποκεχ(ω)ρισμένως. βέλτιον δέ, ὅσον
ἐπιτεμεῖν, καὶ οὐκ εἰς βάθος τρῶσαι· τμήδην αὐχέν' ἐπῆλθεν
- <τμηθεῖσα>· κοπεῖσα
- <τμηθῆναι>·
- <τμῆξαι>· τεμεῖν. (δια)λαβεῖν
- <τμήξας>· τὰ αὐτά
- <τμητός>· τμῆμα
- <Τμῶλος>· ὄρος. καὶ ποταμός
- <τό>· τὸ ἄρθρον οὐδέτερον προτακτικόν
[ἢ γὰρ] τὸ μὲν ἥμισυ οἰνοπέδ(ο)ιο[ν] καὶ ἀντὶ τοῦ τοῦτο· (τὸ) μὲν οὔποτε φύλ(λ)α [τε] καὶ ὄζους φύσει
- <τοάκης>· χιτὼν σχιστός
- <τόβλικος>· κρουματίου μίμησις
- <τόγε ἧκον>· ὅσον δυνατόν
- <τογέρα>· μοιχός. λαλαχός
- <τὸ δ' αὐτό>· τὸ αὐτὸ δέ. ὁμοίως δέ
- <τὸ δεῖν>· τὸ δέον
- <τὸ δήϊον>· τὸ πολέμιον
- <τόδ' ἱκάνεις>· ἔνθαδε ἥκεις
- <τὸ ἐνσώματον>· τὸ μετὰ σώματος
- <τὸ ἠλύσιον>· ὁ παράδεισος
- <τὸ ἤνυστρον>· μέρος τῆς κοιλίας τῶν μηρυκωμένων
- *<τὸ θεέ>· π[αρ]αστάς
- <τοί>· οἵ. οὗτοι. καὶ σύνδεσμος παραπληρωματικός. [καὶ ἀντὶ τούτοις]
- <τοῖα>· τοιαύτας, τοιάςδε
- <τοιγάρ>· τοιγαροῦν. σύνδεσμος
- <τοιγαροῦν>· ὅθεν δή. ἢ οὐκοῦν
- <τοιγάρτοι>· καὶ γάρ. τοιγάρτοι
- <τοίδε γε>· ἐκεῖνοι δέ, ἢ οὗτοί γε
- <τοιθορύκτρια>· ἡ τοὺς σεισμοὺς ποιοῦσα
- <τοιθορύσσειν>· σείειν
- <τὸ ἱερόν>· τὸ θεῖον
- <τοί κεν>· οἵτινες ἄν
- <τοῖν>· τί ποτε. Κρῆτες
- <τοῖϊν>· ἐκείνων
- <τοίνυν>· διὰ τοῦτο
- [<τοινισταφράσαι>· ἀγγεῖλαι. εἰπεῖν]
- <τοῖο>· [τοῦτο. ἢ] αὐτοῦ
- <τοῖοι>· τοιοῦτοι· ἀγαθοί
- <τοῖον>· τοιοῦτον. οὕτως ἀγαθόν. τοῦτον. τάσσεται καὶ ἐπὶ θαυμασμοῦ
- <τοῖος>· τοιοῦτος
- <τοίοις δέ>· τοιούτοις δέ
- <τοίους>· τοιούτους
- <τοί ῥα>· οἵτινες δή
- <τοῖς>· τούτοις
- <τοῖσι>· τοῖς σοῖς. ἢ ἐν ἑαυτοῖς. ἢ ἐν τούτοις
- <τοῖς τῇδε>· τοῖς ἐνθάδε
- <τοῖς τυχοῦσι>· τοῖς ἐντυγχάνουσι
- <τοιχοδιφήτωρ>· τοιχωρύχος
- <τοῖχος>· τοῦ πλοίου ἡ πλευρά
- <τοιχωρύχος>· λῃστής, κλέπτης
- <τοίως>· ἰσχυρῶς. καλῶς. ἀκριβῶς
- <τοκάδερ>· ἔγκυοι
- <τὸ καί>· διὸ καί
- <τὸ κατὰ γᾶς ξίφος>· θηρίδιον σκολοπένδρᾳ ὅμοιον
- <τοκέες>· πατέρες, γονεῖς
- <τοκεῦσι>· γονεῦσιν. ἐγγόνοις
- <τοκέων>· γονέων
- <τόκος>· γένεσις
- <τὸ κρήγυον>· τὸ ἀληθές
- <τὸ κῦρος>· ἡ ἐξουσία, ἡ δεσποτεία
- [<τόλα>· τότε]
- <τὸ λαιόν>· τὸ ἀριστερόν
- [<τολέσπευσεν>· εἰργάσατο]
- <τολμήσω>· καρτερήσω
- <τολμητίας>· προπετής, αὐθάδης, ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν ἐπιχειρῶν
- <τόλυξ>· αἰδοῖον
- *<τὸ λοβόν>· τὴν ἀρχὴν τοῦ ὠτός
- <τολύπαι>· τὸ κατασκευαστὸν ἔριον
- <τολυπεύειν>· ταλαιπωρεῖν. μοχθεῖν. στρέφειν. μηχανᾶσθαι. ἐργάζεσθαι
- <τολύπευμα>· τὸ κατασκευαστὸν ἔριον
- <το[πο]λυπεύσας>· κατεργασάμενος
- <τολύπευσεν>· ἐξειργάσατο
- <τολυπευτικώτατος>· ἐργαστικώτατος. ἐπιτελεστικώτατος
- <τολύπη>· τὰ προφυράματα τῶν μαζῶν, ἃ καὶ βήρηκας καλοῦσιν. καὶ
ἀγαθίδιον στήμονος, ἢ ῥοδάνης
- <Τόμαρος>· τὸ ἐν Δωδώνῃ ὄρος. καὶ προφήτης. καὶ ἱερεύς. καὶ θύτης.
καὶ μάντις
- <τὸ μέταζε>· τηνικάδε
- <τὸ μελάνδρυος>· τὸ μέσον τοῦ ξύλου· διὰ τὸ εἶναι εὔτονον τοῦτο τὸ
μέρος. ἄλλοι δὲ διαστείλαντες <τὸ μέλαν δρυός> εἰς δύο μέρη λόγου ἀποδεδώκασι τὸ μέσον τῆς δρυὸς μέρος μέλαν εἶναι καὶ ἄσηπτον διαμένειν
- <τομεύουσι>· τέμνουσι
- <τομεύς>· τμήτης, ἤγουν ὁ τέμνων
- <τομή>· ἡ ῥίζα, ὅθεν ἐτμήθη. καὶ ἡ πληγὴ τοῦ ξίφους
- <τομία>· τὰ ἀποτμήματα, καὶ ἀκρωτηριάσματα τοῦ νεκροῦ. οἱ δὲ τὰ
ἱερά, ἃ σφάζοντες ὀμνύουσιν
- <τό μοι>· τοῦτό μοι
- <τόμος>· χάρτης. ἢ ὁ τέμνων
- <τόμουροι>· προφῆται. ἱερεῖς. οἰωνοσκόποι. διάκονοι
- <τομώτερος>· ὀξύτερος, δυνάμενος τέμνειν
- <τόν>· ἄρθρον ἀρσενικὸν προτακτικὸν πτώσεως αἰτιατικῆς. ἢ τοῦτον. ἢ
ὅντινα
- <τοναία>· φωνῆς τάσις
- <τὸν ἀφ' ἱερᾶς>· γραμμή τις ἐν τῇ παιδιᾷ τῶν πεσσῶν, ἱερὰ καλου-
μένη
- <τὸν δ' ἄρ>· πρὸς τοῦτον δέ
- <τὸν εὐθυτενῆ>· τὸν ὀρθόν
- <τονθορύζει>· ἀτάκτως λαλεῖ. γογγύζει. ψιθυρίζει. καὶ <τονθρίζει>
τὰ αὐτά
- <τονθρύς>· φωνή
- <τόνθων>· παρὰ Κορίννῃ ἐπὶ νωτιαίου κρέως τὸ ὄνομα
- <τόνος>· ἔντασις, ἰσχύς, ῥώμη, δύναμις
- <τόνους>· τὰς κειρίας ἀπὸ τοῦ τετάσθαι
- <τὸν ὀπισθότατον>· τὸν ὀπίσω, τὸν τελευταῖον, τὸν ἔσχατον
- <τὸν οὐδόν>· τὸν βατῆρα ὁδοποιόν
- <τόν ῥα>· τὸν δή
- <τὸν σόν>· τὸν ἴδιον. τέρ[τρε]μονα, τὸ τέλος
- <τό νυ γὰρ κατεάξαμεν>· τοῦτο γὰρ τὸ δόρυ κατεάξαμεν
- <τόνῳ>· λίαν [τέρατι
- <τοξεύομαι>· ἀποστεροῦμαι ....
- <τοξεύοντο>· τόξα ἔτεινον
- <Τοξίου βουνός>· τοῦ Ἀπόλλωνος τοῦ ἐν Σικυῶνι. βέλτιον δὲ ἀκούειν
τὴν ἐν Δελφοῖς Νάπην λεγομένην· ἐκεῖ γὰρ καὶ ὁ δράκων κατετο- ξεύθη. καὶ ὁ ὀμφαλὸς τῆς γῆς τάφος ἐστὶ τοῦ Πύθωνος
- <τόξον>· κυρίως αὐτὸ τόξον. δηλοῖ δὲ καὶ τὴν τοξικὴν ἐμπειρίαν, καὶ
αὐτὰ τὰ βέλη
- <τοξοποιεῖν τὰς ὀφρῦς>· συστρέφειν αὐτάς
- <τοξόται>· οἱ δημόσιοι ὑπηρέται
- <τοξότα λωβητήρ>· διὰ τόξων λωβώμενε, καὶ βλάπτων· ἀφ' οὗ τὸν
δειλὸν λέγει
- <τοξότης>· πολεμιστής
- <τόξου πῆχυν>· τὸ ὅλον τόξον, κατὰ ἀντεπέκτασιν τῆς νευρᾶς
- <τό οἱ>· ὅπερ αὐτῷ
- <τὸ ὄντως>· τὸ ἀληθῶς
- [<τόοσα μέμηλε>· τοσαῦτα φροντίζει]
- <τὸ ὅσον ἐπ' ἐμοί>· τὸ κατὰ δύναμιν
- <τοπάζει>· εἰκάζει. ἱδρύει. ὑποπτεύει. στοχάζεται [ἢ <τοθάζει>]
- <τὸ παράπαν>· παντελῶς
- <τὸ πάροιθεν>· τὸ πρὸ τούτου
- <τὸ παρὸν εὖ τίθεσο>· παροιμία, ἧς καὶ Πλάτων ἐν Γοργίᾳ μνημο-
νεύει
- <τοπάσαι>· ὑπονοῆσαι. ὑπολαβεῖν
- <τοπαστέον>· ὑποληπτέον. ὑπονοητέον
- <τὸ περιόν>· πλῆθος
- <τοπήϊα>· ὅπλα νεώς, σχοινία, τοπεῖα, κάλοι
- <τὸ πρὸς ἀκτῖνα>· τὸ πρὸς ἀνατολήν
- <τὸ προμηθέ[υ]ς>· τὸ προνοητικόν
- <τὸ προσεχές>· τὸ ἐγγύς
- <τὸ πρῶτον>· τὸ πρεσβύτατον
- [<τοπυργίαις>· ἐμπυρισμοῖς]
- <τό ῥα>· ὅπερ δή
- <τόρβηλος>· μεμψίμοιρος
- <Τόργιον>· ὄρος ἐν Σικελίᾳ, ὅπου νεοττεύουσιν οἱ γῦπες. ἀφ' οὗ καὶ
αὐτοὶ <τόργοι>
- <τόργος>· εἶδος γυπὸς αἱματοῤῥόφου. ἔστι δὲ καὶ ὁ γὺψ παρὰ Σικε-
λιώταις
- <τορεῖν>· τορῆσαι, τρῆσαι, τεμεῖν
- <τορέλλη>· ἐπιφώνημα θρηνητικὸν σὺν αὐλῷ Θρᾳκικόν
- <τορκιμόν>· τὸ βαρὺ καὶ μισητόν
- <τόρμη>· εὐθὺς δρόμος κατὰ τέχνην. καὶ στροφή. καὶ σύμπας (δρόμος)
- <τορμίς>· ἡ δέσποινα
- <τόρμος>· ἡ πλήμνη τοῦ τροχοῦ, εἰς ἣν ὁ ἄξων ....
- <τορνεύει>· γλύφει
- <τορνευταί>· γλύπται
- <τόρνος>· ἐργαλεῖον τεκτονικόν, ᾧ τὰ στρογγύλα σχήματα περιγράφεται
- <τορνῶσαι>· περιγράψαι. κυκλῶσαι
- <τορνώσας>· τῷ κύκλῳ περιγράψας
- <τορνοῦμαι δὲ πρὸς μέτρον>· ἀντὶ τοῦ περιγράφομαι
- <τὸ ῥόθιον>· τὸ κῦμα
- <τόρον>· λιθ(οκοπ)ικὸν σκεῦος. ἢ μεγαλόφωνον
- <τορόνος>· τόρνος. Ταραντῖνοι
- <τόρος>· ἐργαλεῖον φρεωρυχικόν. καὶ εἰς ὃ ὁ στελεὸς ἐμβάλλεται
- *<τορόν τι>· ὀξεῖα
- [<τορόῳ>· ἐργαλείῳ. ὀξεῖ, ἀκριβεῖ, τρανῷ, ἰσχυρῷ, μεγάλῳ]
- <τόῤῥα>· ὅπερ δή
- [<τόρτυρα>· τῶν κεραμίων προμήκης πυθμήν]
- <τορτυρόμενον>· νιφόμενον
- <τορύνη>· σιτῶδές τι
- <τόσα καὶ τόσα>· ἢ τοσαῦτα
- <τὸ σέλας>· ἡ ἔκλαμψις
- <τὸ σίνεσθαι>· τὸ βλάπτεσθαι
- <τὸ σκάφος>· τὸ πλοῖον
- <τόσσον>· τοσοῦτον, τηλικοῦτον. λέγεται καὶ ἐπὶ θαυμασμοῦ
- <τὸ σὸν μένος>· τὴν σὴν ὀργήν
- <τοσοῦτον>· ὅλον τοῦτο
- <τὸ σταῖς>· τὸ ἄλευρον
- <τόσῳ μᾶλλον>· ὅσῳ πλέον
- <τὸ τάχος>· συντόμως
- <τότε μοι χάνοι εὐρεῖα χθών>· εὐρὺ καὶ μέγα μοι χάσμα γῆς γέ-
νοιτο, ἵνα με δέξηται· ὅπερ ἐστὶν ἀποθάνοιμι
- <τὸ τεῦχος>· τὸ σκεῦος
- <τὸ τηνικαῦτα>· τὸ τότε
- <τὸ τί>· διατί
- <τοῦ>· ἄρθρον προτακτικόν
- <τοῦ δὴ πολλοὶ ἀπὸ σπινθῆρες ἴενται>· τοῦ καλουμένου κομήτου
ἀστέρος
- <τοῦμα>· στόμα
- <τοὐμοῦ>· τοῦ ἐμοῦ
- <τοὐμφανές>· φανερόν
- <τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο>· τὴν τριακάδα
λέγει. τὸν μῆνα ἔχειν φησὶ ἡμέρας εἰκοσιεννέα, ὥστε τὴν τριακάδα μέρος ἔχειν καὶ τοῦ παρῳχηκότος καὶ τοῦ ἐπιόντος μηνός
- <τοὔμπαλιν>· τὸ ἐναντίον, ἀνάπαλιν, ἔπειτα πάλιν
- <τοὔνεκα>· τούτου χάριν, τούτου ἕνεκεν
- <τούνη>· σύ. Λάκωνες
- <τοῦ παντὸς ἀξιόλογον>· τοῦ παντὸς κύριον
- <τοὖργον>· τὸ ἔργον, κατὰ συναίρεσιν τῶν φωνηέντων
- <τοὐρθόν>· τὸ ὀρθόν
- <τούς>· ἄρθρον προτακτικόν. καὶ ἀντὶ τοῦ οὕς· καὶ ἀντὶ τοῦ τούτους
- <τουσοίρ>· φύσκη πλήρης κριμνῶν, στέατος, αἵματος
- <τοὺς ἐμβόλους>· τὰ ἔμβολα τῶν νεῶν. καὶ ἐπὶ τῶν θηλειῶν
- <τοὺς ἐν τέλεϊ>· τοὺς ἐν τιμῇ καὶ ἀρχῇ
- <τοὔσχατον>· τὸ ἔσχατον, καὶ μέγιστον
- <τουτάκις>· τοσαυτάκις, ὅπερ ἐστίν ....
- <τουτί>· τοῦτο
- <τοῦτις>· ὁ κόσσυφος
- <τοῦτο μέν>· ποτὲ μέν
- <τοῦτο Πύθιον>· τοῦτο πρῶτον καὶ ἔσχατον
- <τουτῶ>· ἐντεῦθεν. Λάκωνες
- <τοῦφος>· τάφος
- <τόφρα>· ἐν τοσούτῳ. ἕως τούτου τοῦ χρόνου. καὶ ἔστιν ἀνταποδοτι-
κὸν τοῦ ὄφρα ἢ ἄχρι, ἢ ἕως. ἢ ἵνα
- <τόφρα δέ>· τηνικαῦτα δέ
- <τραγαλέον>· διεῤῥωγότα
- <τραγᾶν>· οὕτω τὸ ἀκαρπεῖν τινες τῶν γεωργικῶν· οἱ δὲ μενῶν νόσον.
καὶ τῆς φωνῆς τὸ πάθος
- <τράγαις>· Αἰολεῖς [οὕτω λέγονται ἀπὸ λίμνης, ἣ καλεῖται Τραγ(άς)η
- <Τραγασαῖοι ἅλες>· οἱ ἀπὸ Λεκτοῦ
- <τραγεῖον>· πόας εἶδος
- <τράγη>· πεπληγμένη. πεπηγυῖα
- <τραγηφόροι>· αἱ κόραι Διονύσῳ ὀργιάζουσαι τραγῆν περιήπτοντο
- <τραγίζειν>· τὸ τραγᾶν τῇ φωνῇ τοὺς ἀκμάζοντας τῶν παίδ[ί]ων
- <τραγικῆς>· ....... τραγῳδῶν ᾄσματα
- <τραγικὸν πάθος>· μεστὸν συμφορᾶς
- <τραγικὸς πίθηκος>· παροιμία ἐπὶ τῶν παρ' ἀξίαν σεμνυνομένων
- <τραγιστάς>· τοὺς τὰ ἱερεῖα κλέπτοντας
- <τραγοπώγων>· πόας εἶδος
- <τράγους>· σατύρους, διὰ τὸ τράγων ὦτα ἔχειν
- <τραγῳδεῖν>· χορεύειν
- <τραγῳδία>· χορεία. κωμῳδία
- <τραγῳδός>· χορευτής. κωμῳδός
- *<τρακτεύει>· μηχανᾶται
- *<τ(ρ)ακτωρία>· μηχανουργία
- <Τραλλεῖς>· οὕτως ἐκαλοῦντο μισθοφόροι Θρᾷκες τοῖς βασιλεῦσιν, οἱ
τὰς φονικὰς χρείας πληροῦντες
- <τραλλόν>· πικρόν
- <τράμις>· τὸ (τ)ρῆμα τῆς ἕδρας. ὁ ὄῤῥος. τινὲς ἔντερον. οἱ δὲ ἰσχίον
- <τράμπις>· ναῦς ἄκατος. πορθμίς. τινὲς πλοῖα βαρβαρικά
- <τρανές>· σαφές. ἀληθές
- <τρανίαν>· αὐλὴν ἐν ὁδῷ μεγάλην
- <Τρανιψοί>· ἔθνος Θρᾴκιον
- <τρανός>· σαφής. ἀληθής
- <τρανόν>· ἑξαμηνιαῖον πρόβατον
- <τράπε>· ἔτρεψεν
- *<τραπεζῆες>· οἱ πρὸς ταῖς τραπέζαις λιχνεύοντες. καὶ οἱ ἐπιτραπέ-
ζιοι. καὶ οἰκουροί. [λύσις τῆς τοῦ σώματος συνεχείας κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης
- *<τραπεζίας>· παρὰ τῇ τραπέζῃ τρεφομένους
- *<τραπέζιον>· παρὰ τοῖς γεωμέτραις σχῆμα, τὸ τὰς μὲν δύο πλευρὰς
ἀπεναντίας πρὸς ἀλλήλας ἔχον ἀνίσους, τὰς δὲ ταύτας ἐπιζευγνυού- σας ἴσας
- <τραπεζεύς>· παράσιτος ἄκλητος
- <τραπεζίτης>· κολλυβιστής, κερματιστής, δανειστής
- <τραπεζοποιός>· οὐχ ὁ μάγειρος· ἀλλ' ὁ τῆς πάσης περὶ τὰ συμπόσια
παρασκευῆς ἐπιμελούμενος
- <τραπεζώ[ν]· ἱέρειά τις Ἀθήνησιν
- <τραπεζίτην Πάριν>· τὸν παραβάντα τὴν τράπεζαν καὶ ἀτιμάσαντα
τὸν Μενέλαον
- <τραπείομεν>· τερφθῶμεν
- <τραπελιζόμενος>· συνεχῶς ἀναστρεφόμενος
- <τραπέμπαλιν>· ἐνηλλαγμένως, ἢ παρηλλαγμένως
- <τραπέοντο>· ἐπατοῦντο, παρὰ (τὸ) τροπὴν λαμβάνειν τὸν βότρυν πα-
τηθέντα
- <τραπέουσι>· πατοῦσιν ἐπὶ τῇ ληνῷ
- <τράπηκι>· δόρατι
- *<τραπεῖν>· ληνοπατεῖν
- <τραπῆναι>· στραφῆναι, πεισθῆναι
- <τραπητός>· ὁ οἶνος
- <τραπομένους>· τρεπομένους
- <τράποντο>· εἰς φυγὴν ἐτράποντο
- <τραπῶ>· ἀπέλθω
- <τραρόν>· τ[ρ]αχύ
- <τρασιά>· ἡ τῶν σύκων ψύκτρα, παρὰ τὸ τερσαίνειν. ἤγουν τόπος,
ἔνθα ξηραίνουσιν αὐτά
- [<τρατικόν>· θρηνητικόν, λυπηρόν]
- <τραυλίζει>· ψελλίζει
- <τραυλόν>· ἡδύ. λεπτόν
- <τραυλός>· ψελλός, τὴν γλῶτταν βεβλαμ(μ)ένος
- <τραῦμα>· πληγή. ἕλκος. μώλωψ
- <τραυματίαι>· σφαγαί. τετρωμένοι
- <τραύσανον>· ξηρὸν πᾶν. ἢ φρύγανον
- <Τραῦσος>· ἔθνος Σκυθικόν, οἳ τοὺς μὲν γεννωμένους ἀτιμάζουσι, τοὺς
δὲ τελευτῶντας κατευφημίζουσιν
- <τράφαλλος>· ὁ χλωρὸς τυρός. οἱ δὲ <τραφαλλίδα>
- <τράφεν>· ἐτράφησαν
- <τραφερήν>· ξηράν. τὸ γὰρ πῆξαι <θρέψαι> λέγουσιν
- <τραφερόν>· πηκτόν. τρόφιμον. λευκόν. ξηρόν. πεπηγμένον
- <τράφεται>· πήγνυται
- <τράφηξ>· χάραξ. σκόλοψ. ἔνιοι δὲ τὸ δόρυ. ἄλλοι τὸ τῆς νεὼς χεῖλος
- <τραφηρά>· ξηρά
- <τράφος>· τάφος
- <τράχε>· πορεύου
- <Τραχ[ε]ίς>· ἡ νῦν Ἡράκλεια καλουμένη
- <τραχηλιάσας>· ἐναντιωθείς. ἀπειθήσας
- <τραχηλιῶ>· ὑψῶ αὐχένα
- <τράχηλος>· αὐχὴν τραχύς. σκληρός
- <τραχήλους>· τὰς πορφύρας. ἔνιοι τοὺς σπονδύλους τῶν κογχυλίων
- <τρέ>· σέ Κρῆτες
- <τρεῖν>· φοβεῖσθαι. φεύγειν
- <τρ[ε]ίς ἕκαστον ἀΰσας>· τρ[ε]ίς ἕκαστον φωνήσας καὶ ἀνακαλεσά-
μενος. ἔθος γὰρ ἦν ἐν τοῖς τῶν ἐπὶ τῆς ἀλλοδαπῆς τεθνηκότων τὰς ψυχὰς μετακαλεῖσθαι κατὰ τὸν ἀπόπλουν
- <τρεῖς θεοί>· παρὰ Σόλωνι ἐν τοῖς ἄξοσιν ὅρκῳ τέτακται. ἔνιοι κατὰ
τὸ Ὁμηρικόν
- <Τρεμ[ε]ιλία>· ἡ Λυκία
- <τρέπει>· μεταστρέφει
- <τρέπεται>· ἀλλάσσεται. μεταβάλλεται
- <τρεπόντων>· ἐπιστρεφόντων
- <τρεπτότητος>· τροπῆς
- <τρέπω>· διώκω. ἢ φεύγω
- <τρές(ς)αι>· φυγεῖν φοβηθῆναι
- <τρες(ς)άντων>· φοβηθέντων. ἢ διὰ δέος φευγόντων. καὶ <τρέσσον-
τες> ὁμοίως
- <τρέστης>· δειλός
- <τρέφειν>· ἔχειν. πηγνύναι. καὶ <τρέφεται>. ὁμοίως
- <τρέχειν>· ἀγωνίζεσθαι
- <τρέχνος>· στέλεχος, κλάδος, φυτόν, βλάστημα
- <τρέψαν>· μετέβαλλον
- <τρέψειαν>· νικήσειαν. πατάξειαν
- <τρέψομαι>· ἔξω πορεύσομαι. διώξω
- <τρηγαλέον>· διεῤῥωγότα
- <τρήματα>· τρυπήματα
- <τρη[ς]μα[ς]τικτάς>· κυβευτάς. ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων
- <τρη[ι]ρόν>· ἐλαφρόν. δειλόν. ταχύ. πλοῖον μικρόν
- <τρήρων>· δειλή. περιστερά. ἀπὸ τοῦ <τρεῖν>, ὅ ἐστιν φοβεῖσθαι· δει-
λὸν γὰρ τὸ ζῶον καὶ ταχύ
- <τρήρωνες>· περιστεραί
- <τρήρωσι>· περιστεραῖς
- [<τρήρ[ς]ωνα>· δειλήν. ἀπὸ τοῦ ..... τρέμειν]
- <τρητοὶ λοβοί>· τὰ ἀλόβα. τὰ γὰρ ἐνώτια <ἐλλόβια>, διὰ τὸ ἐν τοῖς
λοβοῖς ἐνίεσθαι
- <τρητοῖο λίθοιο>· εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν λίθους, ἵνα ἐξ
αὐτῶν τὰ ἀπόγεια σχοινία ἐξάπτωσιν οἱ ναῦται
- <τρητοῖς ἐν λεχέεσσι>· τοῖς κατὰ τὰς ἁρμογὰς τετρημένοις, ἢ ἱμαν-
τωτοῖς. ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι, ὡς καὶ τὰ βάθρα
- <τρητοκουρήτας>· γνησίας γυναῖκας. οἱ δὲ παρθένους
- <τρητὸν ἔλαιον>· διὰ τὸ κοίλωμα ἔχειν τὸν ἄγριον ἔλαιον
- <τρηχαλέῳ>· τραχεῖ
- <τρηχεῖα>· τραχεῖα. πολλὰς ἐξοχὰς ἔχουσα
- <τρηχεῖαν>· τραχεῖαν. καὶ τὰ ὅμοια
- <τρηχὺ νόημα>· σκληρὸν νοῦν
- <τρί>· κατὰ τοῦ πολλοῦ τοῦτο προστίθεται
- <τρία Θηραμένους>· ἄντικρυς τὰ τοῦ Θηραμένου(ς) ἐπιζήμια ἐκτέ-
θεικεν
- <τρίαινα>· δόρυ τρεῖς ἔχον ἀκμάς
- <τριαινατῆρες>· ἀντὶ τοῦ ἀροτριοῦντος
- <τρία καὶ δύο>· ἐπὶ κράσεως πότου. δύο δὲ ἦσαν κράσεις· τρεῖς μὲν
ὕδατος πρὸς ἕνα [οἴνου δὲ μία] καὶ πέντε ὕδατος πρὸς δύο
- <τριακάς>· ἡ τριακοστὴ τοῦ μηνός. καὶ σύστημά τι τῶν πολιτῶν
- <τριακατίοι>· οἱ ἔφηβοι. καὶ τὸ σύστημα αὐτῶν
- <τριάκις>· ἀντὶ τοῦ τρ[ε]ίς. Λάκωνες
- <τριάκοντα>· οὗτοι ἐχειροτονοῦντο δικασταὶ Ἀθήνησιν, οἵτινες ἐζη-
μιοῦντο τοὺς μὴ παραγενομένους τῶν πολιτῶν εἰς ἐκκλησίαν
- <τριακοντόρι(οι)>· πλοῖα ὑπὸ λη# κωπηλατούμενα
- <τριᾶντος πόρνη>· λαμβάνουσα τριᾶ[κο]ντα, ὅ ἐστι λεπτὰ εἴκοσι
- <τριάξ>· τριακάς
- <τρία Στησιχόρου>· ἔθος ἦν παρὰ πότον ᾄδεσθαι, ὡς καὶ τὰ Ὁμήρου
- <τριβακὸν ἱμάτιον>
- <τριβαλλοί>· συκοφάνται. οἱ δὲ τοὺς θωπευτικούς, ἐν τοῖς βαλανείοις
(δια)τρίβοντας, καὶ ἐπὶ τὰ δεῖπνα ἑαυτοὺς καλοῦντας
- <τρίβανον>· λήκυθον
- <τριβή>· διατριβή. ἢ βραδυτής
- <τρίβολα>· στρεπτά. στωμύλα
- <τρίβολοι>· ἀκάνθης εἶδος· ὅθεν καὶ τὸ τοῖς ἵπποις ἐν τοῖς χαλινοῖς
ἐντιθέμενον
- <τρίβολον ἄκοντα>· τρίαιναν
- <τρίβοντες>· λειοῦντες. ἢ φανερὰν ποιοῦντες, ἢ λείαν
- <τρίβος>· ἀτραπός, ὁδός
- <τρίβουνος>· ἔμπειρος
- *<τρίβος>· ὁδός
- <τρίβων>· στολὴ ἔχουσα σημεῖα ὡς γάμμα
- <τρίβωνα>· στολισμόν
- <τριβώνιον>· πάλλιον. περιβόλαιον
- <τριβωνοφόρος>· ὁ φορῶν στολήν
- [<τρίγανον>· εἶδος μέτρου παρὰ τοῖς γεωμέτραις]
- <Τρίγλα>· ἰχθῦς θαλάσσιος. καὶ τόπος τις
- <τρίγληνα>· πολυθέατα· <γλῆναι> γὰρ οἱ ὀφθαλμοί· τρίκοκκα, τριόφθαλ-
μα, πολυειδῆ
- <τριγλίζειν>· κατὰ μίμησιν ἐπὶ τῶν γελώντων
- *<τριγλήνας>· εὐμόρφους ὀφθαλμούς
- *<τριγκῶσαι>· φράξαι
- <τριγλώχινι>· τριγώνῳ, τρεῖς γωνίας ἔχοντι
- <τρίγονοι>· τρίτην γενεὰν ἐπισχόντες. ἢ οἱ τρεῖς
- <τρίγωνον>· εἶδος ὀργάνου ψαλτηρίου. ἢ φυτὸν ἐν Αἰγύπτῳ
- *<τριγός>· τρηγών
- <τρίζει>· φωνεῖ
- <τριγχός>· περίφραγμα, στεφάνη, τειχίον
- <τρίζουσα>· φωνοῦσα λεπτόν τι
- <τρίζωος>· ὃς τρεῖς γενεὰς ἐξήγαγε
- <τριήμερος>· Θεσμοφόρια ὑπὸ Λάκωνεις
- <τριημιολία>· ναῦς μακρὰ ἄνευ καταστρώματος
- <τριήραρχος>· τριήρους ἄρχων, ἤτοι πλοίων πολεμικῶν
- <τριήρεις>· πλοῖα πολεμικά
- <τριήρης>· ἔξω τῆς νεὼς καὶ ῥυτόν τι ἔκπωμα
- <τρίηρον>· πλοῖον μικρόν
- <τριηρονόμος>· τριήραρχος
- <τριθαλλίαι>· μεγάλως τοῦ θάλλειν αἰτίαι
- <τρίκαρπον>· τριετῆ
- <Τρίκκη>· πόλις Θεσσαλίας
- <τρίκκος>· ὀρνιθάριον ὁ καὶ βασιλεὺς ὑπὸ Ἠλείων
- <τρικόλυβον>· νομισμάτιόν τι
- <τρικόνητος>· ὁ πολλάκις ἀπολέσθαι ἄξιος καὶ καταχωσθῆναι
- <Τρικόρυνθος>· ἀνδρεῖος ἥρως
- <τρικότυλος οἶνος>· οὗ τρεῖς κοτύλαι ὀβολοῦ πωλοῦνται
- <τρίκουρος>· ὁ ἐπὶ τρία ἔτη κεκ[αθ]αρμένος <κριός>. ὁμοίως καὶ ὁ μὴ
κεκ[αθ]αρμένος .....
- <τρικτεῖρα>· θυσία Ἐνυαλίῳ. θύεται δὲ πάντα τρία καὶ ἔνορχα
- <τρικτύα>· τριάδα. ἔνιοι θυσία κάπρου, κριοῦ, ταύρου
- *<τρικτῆς>· μέρ(ος) φυλῆς .....
- <τρίκυζα>· πολλῆς δεόμενα λιτανείας
- <τρικυμία>· ζάλη
- <τρίλλιστος>· πολυλιτάνευτος
- <τρίμηνοι πυροί>· οἱ καὶ σητά[μη]νιοι λεγόμενοι
- <τρίμι.ον>· τὸ εὐσπάθητον ἱμάτιον
- <τριμίσκον>· ἱμάτιον. Ἀσπένδιοι
- [<τρίμηταγωνιστής>· ὁ τρίτος ἀγωνιζόμενος]
- <τριμίτινα ὑφάσματα>· τρίμι[τος]τα
- [<τρίμ με>· φοβεῖσθαί με]
- <τρῖμμα>· [ὁ] ἀρωματίζον πόμα ἐν γάμοις πινόμενον καὶ ἐν θεατρι-
κοῖς ἀγῶσιν
- <τρίογδον>· μέτρον τι παρὰ Ταραντίνοις
- <τρίοδος> καὶ <τριόδους> πληθυντικῶς>· ἰδίως τὰς τρεῖς ὁδούς. καὶ
τρίαινα
- <τριολύμπιον ἅρμα>· τὸ ἐκ τριῶν Ὀλυμπιάδων ἐζευγμένον
- <τριοπην>· τριόφθαλμον
- <τριοπηλίς>· δέσμη σκορόδων
- <Τριόπιον>· ἡ Κνίδος. καὶ ἱερὸν ἔνθα ἑορτάζουσιν
- <τριοπίς>· τριόφθαλμος. ἔνιοι ζῶον ὅμοιον ἀκρίδι. καὶ περιτραχήλιον
τρεῖς ἔχον ὀφθαλμοὺς ὑαλοῦς
- [<τριόροφα>· τρίστεγα]
- <τρίορ[ο]χος>· εἶ(δος) ἱέρακος
- <τρίοψ>· ὁ ὑπὸ τῶν Πυθαγορικῶν ἐν Δελφοῖς τρίπους
- <Τριπατρεῖς>· οἱ πρῶτοι γεννώμενοι
- <τρίπεζαν>· τὴν τράπεζαν. Βοιωτοί
- <τρίπλακα[ι]>· τρὶς ἐπιπτυχθῆναι δυναμένη(ν)· ἐξ οὗ τὴν μεγάλην δη-
λοῖ· τρίπτυχον, τριπλῆν
- <τριπλῇ τετραπλῇ τε>· τριπλασίονα καὶ τετραπλάσια
- <τρίποδα>· λέβητα τρισκελῆ. χαλκίον
- <τρίπολον>· τὴν τρὶς ἢ πολλάκις μεταβεβλημένην διὰ τῆς ἀροτριάσεως
γῆν
- <Τρίπολις>· εἶδος πέμματος. καὶ πόλις
- <τριπονῆται>· ἑορτή τις
- <τρίπος>· τρίπους
- <τρίπους>· λέβης, κρατήρ. ἐχρῶντο δὲ αὐτὸ εἰς τὸ θερμαίνειν ὕδωρ. ὁ
δὲ <ἐμπυριβήτης> ἐστὶν ὁ ἐξ ἑαυτοῦ πόδας ἔχων εἰς τὸ ὑποκαίεσθαι
- <τριπτήρ>· ᾧ τὴν σταφυλὴν τρίβουσιν. ὑπὸ δὲ Σικελῶν ὁ δοῖδυξ
- <τρίπτυχος>· τριπλῆ, ἢ πολύπτυχος, ἡ τρεῖς ἐπιπτυχὰς ἔχουσα
- <τρίς>· ἐπὶ τοῦ πολλάκις
- <τρὶς ἀλιτήριος>· ἁμαρτωλός
- <τρὶς ἕξ>· νικητήριος βόλος. καὶ παροιμία· τρὶς ἓξ ἢ τρεῖς κύβοι. ἐλέ-
γετο δὲ ἐπὶ τοῦ εὐστόχου, ἀπὸ τῶν κυβευτῶν ......
- <τρὶς εὐδαίμων>· τρισμακάριστος
- <τρὶς ὄλβιος>· τρισμακάριστος
- <τρισπόλιον>· βοτάνη τις
- <τρισσός>· εἶδος ὄφεως
- <τριστάται>· οἱ παρὰ χεῖρα τοῦ βασιλέως, ἔχοντες ἀνὰ τρεῖς λόγχας
- <τριστοιχεί>· ἐπὶ τρεῖς τάξεις
- <Τρίτ[τ]α>· οὕτως ἡ Κνωσσὸς ὠνομάζετο
- <τριταγωνιστής>· ὁ τρίτος ἀγωνιζόμενος
- *<τριτάτη>· τρίτη
- <τριταία>· παρὰ Σόλωνι μὴ πλείω εἶναι τριταίας τὴν κτιστήν
- <τριτεύς>· γὰρ χοίνικος οὗτος
- <Τριτῆες γενεήν>· οἱ ἀπὸ τοῦ Τριτέων πόλεως κύνες, ἥ ἐστι πλησίον
Φωκίδος
- <τρίτη Θεσμοφορίων>· ζητεῖται, πῶς ἅμα μὲν λέγει τρίτην Θεσμο-
φορίων εἶναι, ἅμα δὲ μέσην, τεττάρων οὐσῶν ἡμερῶν
- <τριτημόριον>· οἱ ἓξ χαλκοῖ
- <τριτημόριον>· ἐλέγετο καὶ ἐπὶ τῆς μοίρας, καὶ ἐπὶ νομίσματος ἀρ-
γυρίου
- <Τριτογένεια>· ἡ τὸ τρεῖν ἐνγεννῶσα τοῖς ἐναντίοις
- <Τριτογενής>· ἐπιθετικῶς ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ τρεῖν ἐνγεννᾶν τοῖς πο-
λεμίοις· ἢ τῷ παρὰ Τρίτωνι, τῷ ποταμῷ Λιβύης, ἐμφανισθῆναι
- <τριτοκούρη>· ᾗ πάντα συν(τε)τέλεσται τὰ εἰς τοὺς γάμους· τινὲς δὲ
γνησία παρθένος
- <τριτόμηνις>· ἡ τρίτη τοῦ μηνός
- <τρίτον ἡμίδραχμον>· αἱ δύο δραχμαὶ καὶ τριώβολον
- <Τριτοπάτορας>· ἀνέμους ἐξ Οὐρανοῦ καὶ Τῆς γενομένους, καὶ γενέ-
σεως ἀρχηγούς. οἱ δὲ τοὺς προπατέρας
- <τριτοπηλίς>· σκορόδων δέσμη, ἀπὸ τοῦ πεπιλῆσθαι καὶ συνεστράφθαι
- <τρίτος κρατήρ>· Σοφοκλῆς Ναυπλίῳ καταπλέοντι. ἐν ταῖς συνουσίαις
ἐκιρνῶντο κρατῆρες τρεῖς. καὶ τὸν μὲν πρῶτον Διὸς Ὀλυμπίου καὶ θεῶν Ὀλυμπίων ἔλεγον· τὸν δὲ δεύτερον ἡρώων· τὸν δὲ τρίτον σωτῆρος
- <τριτοστάτις>· Ἀριστοφάνης ἐν Σκηνὰ[ῖ]ς .......
- <τριτύς>· τριάς
- <τριτώ>· ῥεῦμα. τρόμος, φόβος
- <τριτώ>· Νίκανδρος ὁ Κολοφώνιός φησι τὴν κεφαλὴν καλεῖν Ἀθαμᾶνας
- <τριφάσιοι>· τριπλάσιοι. τρίφωνοι
- <τρίφυλλα>· πολύφυλλα. καὶ πόα δέ τις μηδίκη οὕτω καλουμένη
- <Τρίφυλ[λ]οι>· οἱ Καύκωνες
- <τριφυόν>· τριπλοῦν
- <τρίχα>· τριχῶς
- <τριχάϊκες>· τριχόθεν ἐλθόντες ἀπὸ βίας
- [<τριχάν>· ἡ τρίτη φυλακή]
- <τριχαπτόν>· τὸ βαμβύκινον ὕφασμα ὑπὲρ τῶν τριχῶν τῆς κεφαλῆς
ἁπτόμενον, ἢ πολύμιτον
- <τριχῆ>· εἰς τρία μέρη
- <τρίχηλ(ον)>· τρικόρυφον
- *<τριχῆ>· τὸ δ' αὐτὸ καὶ <τὸ τρίχα>, ἢ τὸ τρίτον μέρος
- <τριχθάδες>· αἱ χαλκίδες. Ἡρακλέων δὲ μεμβράδες
- <τριχόβρως>· θηρίδιον κατεσθίον τοὺς λόφους τῶν περικεφαλαίων
- <τρίχορδον>· ὄργανον
- <τριχοκόμος>· τριχῶν ἐπιμελούμενος
- <τριχοτρῶκται>· ζωύφια τὰ τὰς τρίχας κατεσθίοντα
- <τριχώδη>· ὄργανα πολιορκητικά, πρὸς χώρησιν ἐπιτήδεια
- <τριχῶς>· τρισσῶς. ὑπομονητικῶς
- <τριχῶσαι>· θάψαι
- <τριψ(η)μερεῖν>· στραγγεύεσθαι, καὶ παρέλκειν τὰς ὥρας
- <τριώδελον>· τριῶν ἡμιμναίων σταθμός
- <τριώροφα>· τρίστεγα
- <τριῶλαξ>· ἀγὼν παρθένων δρόμου
- <Τροία>· πόλις
- <Τροίης>· τῆς Ἰλίου
- <Τροιζή(ν)>· πόλις, ἢ χωρίον ἐν Ἄργει
- <τρομέοντο>· ἔτρεμον
- <τρόμος>· εὐλάβεια. δέος. φυγή
- <τρόνα>· ἀγάλματα. ἢ ῥάμματα ἄνθινα
- <τρόνοι>· στύππιοι. στήμων. ἁρπεδόνη. ἄτρακτος
- <τρόπα>· εἶδος παιδιᾶς, καθ' ἣν στρέφουσι τοὺς ἀστραγάλους εἰς τὸ
ἕτερον μέρος
- <τροπαγός>· ὁ ἀπητιμασμένος
- <τρόπαι(α)>· νικητήρια, σύμβολα νίκης
- <τροπαί>· αἱ δύσεις. καὶ αἱ μεταβολαί, αἱ φυγαί, αἱ διώξεις. νομίσματά
τινα. καὶ αἱ μεταβεβλημέναι φροντίδες
- <τροπαλίζει>· στρέφει
- <τροπαλισμός>· μεταβολή. καὶ τὸ ἐκ συμβόλων ὑποδέχεσθαι
- [<τροπαλόν>· τραχύ]
- <τροπέοντο>· ἐπάτουν. ἀπὸ τούτου καὶ ὁ οἶνος λέγεται <τραπητός>
- <τρόπηκος>· μερὶς τῆς κώπης ὁ τρόπηξ, οὗ ἐπιλαμβάνονται οἱ ἐρές-
σοντες· ὥστε ἀπὸ μέρους τὴν κώπην
- *<τροπικώτερον>· θεωρητικώτερον. ἀλληγορικῶς, μεταφορικῶς, οὐκ
ἀληθῶς
- *<τροπῆς ἀποσκίασμα>· ἀλλοιώσεως καὶ φαντασίας ὁμοίωμα
- <τροπίας>· οἶνος μεταβεβληκὼς καὶ ἔκλυτος
- *<τροπή>· ἀλλοίωσις
- <τρόπις>· τὸ κατώτατον τῆς νεώς
- <τροποί>· οἱ ἱμάντες τῶν κωπῶν, ἢ οἱ κατέχοντες τὰς κώπας δεσμοὶ
δερμάτινοι, ὅταν ἐλαύνωσιν. οἱ τροπωτῆρες
- <τρόπον τινά>· ἀντὶ τοῦ[τον τὸν τρόπον]
- <τρόπος>· ἦθος. γνώμη, προαίρεσις
- <τροποῦσθαι>· ἁρμόζεσθαι. μεταβάλλεσθαι, τρέπεσθαι
- <τροπώσασθαι>· τὸ τὴν κώπην πρὸς τὸν σκαλμὸν δῆσαι τῷ τροπω-
τῆρι. ἢ διὰ μηχανῆς νικῆσαι
- <τροπώσομαι>· νικήσω. πλήξω
- <τρούεται>· ἰσχναίνεται, τήκεται
- <τροῦροι>· δρόμοι, στάδιοι
- <τρουφωνίδαι>· εἶδος κροκωτοῦ
- <τροφαλ[λ]ίς>· τυρὸς μακρός
- <τροφημ(η)>· δέσποινα. ἢ μήτηρ
- <τρόφηξ>· χάραξ, σκόλοψ
- <τρόφι>· τεθραμμένον. μέγα·
πολλὸν δὲ τρόφι κῦμα· γέγονε δὲ κατὰ ἀποκοπὴν τοῦ τρόφιμον
- <τρόφιμον>· ὃν ἡμεῖς δεσπόσυνον. καὶ <τρόφιμον>· ἀνδρὸς δακτυλίῳ
- [<τροφ.οντα>· εὐτραφῆ, καὶ μεγάλως αὐξόμενα]
- <τρόφις>· εὖ τεθραμμένος
- <τροφιοῦται>· παχύνεται
- <τροφόεντα>· εὐτραφῆ καὶ μεγάλα
- <τροφοί>· ἀντὶ τοῦ θρέμματα
- <τροφός>· νεώτερος δεσπότης. ἢ μήτηρ
- <τροχάδες[αι]>· σανδάλια ἀπὸ αἰγείου δέρματος
- <τροχαῖα>· μέσα ἐν κύβοις. ἢ ὁδός, ὡς Ῥίνθων
- <τροχαλοί>· οἱ ἤδη περι(ι)όντες
- <τροχαλόν>· τροχαῖον. τ[ρ]αχύ. ἢ περιτρέχον
- <τροχαντῆρες>· πρὸς τὰ πηδάλια. καλεῖται τῆς πρύμνης μέρος
- <τροχαντήρ>· τῆς τοῦ μηροῦ κεφαλῆς ἡ ἔξω ἔκφυσις
- <τροχάσας>· σπεύσας, δραμών, προλαβών
- <τροχηλατεῖ>· ἐλαύνει
- <τροχιαί>· αἱ τῶν τροχῶν χαράξεις
- <τροχιάς>· πορείας
- <τρόχις>· ἄγγελος. ἀκόλουθος
- <τρόχμαλον>· τὸ πλῆθος τῶν λίθων, καὶ τὸν σωρόν
- <τροχόεν>· τροχοειδές, στρογγύλον
- <τροχός>· περιβόλαιον, τεῖχος. ἢ κύκλος. ἢ δρόμος
- <τροχ(όω)σαι>· τρέχουσαι
- <τρόχων>· δρόμων. καὶ τὰ ὅμοια
- <τρύβλιον>· ὀξυβάφιον. ἢ ποτήριον μυστηρίου
- <τρύγα>· οἶνον ἀδιήθητον ἀπὸ ληνοῦ
- <τρυγαβόλια>· εἰς ἃ καρποὺς ξηροὺς ἀπετίθεντο
- <τρυγεῖ>· ξηραίνει
- *<τρύγητος>· ὁ καιρός, <τρυγητός>· ὁ τρύγος
- <τρυγέρανος>· φάσματι ἐοικώς
- <τρυγερούς>· τρυγώδεις, ὀξεῖς
- <τρύγη>· ὁ πυρός, καὶ ἡ κριθή, καὶ πᾶς ἄλλος καρπός, καὶ ποιὰ βο-
τάνη
- [<τρυγήλλα>· τρώγλη]
- <τρύγηλλος>· οἰκοδόμημα μεταλλικὸν κατασκευαζόμενον
- <τρύγιος>· τρυγία οἴνου, ἢ ἐλαίου
- [<τρύγμα>· δίπλωμα]
- <τρυγόνα ψάλλειν>· παροιμία ἐπὶ τῶν φαύλως πραττόντων· ἀπὸ τοῦ
τρύζειν
- <τρύγοιπος>· ὑλιστήρ
- <τρυγῳδεῖν>· κωμῳδεῖν
- <τρυγών>· ἰχθῦς θαλάσσιος, ἧς τὸ κέντρον δηλητήριον. καὶ ὄρνις. καὶ
ἡ τῶν γυναικῶν μίξις. καὶ σύντροφος
- <τρυγῶς>· τὰς τρυγῶνας
- <τρύειν>· κατατρίβειν, καταπονεῖν
- <τρύζει>· γογγύζει, ψιθυρίζει
- <τρύζητε>· ψιθυρίζητε, λογοποιῆτε, γογγύζητε
- <τρυηλίς>· ζωμήρυσις
- <τρυμαλιαί>· τρῦπαι
- <Τρυμαλῖτις>· Ἀφροδίτη
- <τρύνης>· ἐφίππιον. στήμων
- <τρύξ>· ὁ νέος οἶνος, παρὰ τὴν τρύγην. καὶ γλεῦκος ἀδιήθητον
- <τρύξοντα>· καταπονήσοντα, ἀνιάσοντα
- <τρυπᾶν>· τρίβειν
- <τρυπάνη>· ἐργαλεῖον τεκτονικόν
- <τρυπανίζεται>· τρυπάνῳ πλήσσεται
- <τρυπήλα>· τορύνη
- <τρυσίππιον>· τὸν χαρακτῆρα τὸν ἀπὸ τῆς βουλῆς ἐν ταῖς δοκιμασίαις
τοῖς ἀδυνάτοις καὶ τετρυ[μ]μένοις ....... ἵνα μηκέτι στρατεύωνται, τὸ παλαιὸν ἐκάλουν τρυσίππιον. τροχὸς δὲ ἦν ὁ ἐπιβαλλόμενος χα- ρακτὴρ τῇ γνάθῳ τῶν ἵππων
- <τρύσκει>· τρύχει. ξηραίνει
- <τρῦσις>· νόσος. πόνος
- <τρυσμός>· γογγυσμός
- <τρυς[ς]όν>· νοσερόν. λεπτόν, ἀσθενές
- <τρυτάνη>· ὁ ζυγός
- <τρύφακτος>· ἔνιοι διὰ τοῦ Δ· <δρῦς> γὰρ τὸ ξύλον
- <τρυφάλη>· περικεφαλαία, τρεῖς ἔχουσα λαμπροὺς ἀστέρας, ἢ ἥλους
- <τρυφαλίδες>· τὰ τμήματα τοῦ ἁπαλοῦ τυροῦ
- <τρυφερός>· νέος ἁπαλός, ἢ ψιλός
- <τρυφέν>· κλασθέν
- <τρυφηλοῖς>· ἐπιθυμητ(ικ)οῖς
- <τρυφοκαλάσιρις>· ἔνδυμα γυναικεῖον
- <τρύφος>· κλάσμα ἄρτου. ἢ ξύλον καταδεδαπανημένον
- *<τρυφή>· γαστριμαργία, πολυφαγία, εἰκαιοφαγία
- <τρυφώματα>· θρέμματα. Ἰταλοί
- <τρύχειν>· φθείρειν, τήκειν. καταπονεῖν. κακοπονεῖν. κακοπαθεῖν
- <τρυχηρά>· ῥακώδη
- <τρυχίνοις>· ῥακίοις
- <τρυχόμενος>· καταπονούμενος. ἀνιώμενος. δαπανώμενος
- <τρύχωσα>· τρύχουσα. ἐπιτρίβουσα
- <τρῶα>· ἁρπεδόνη
- <τρωγάλια>· τὰ τραγήματα. Λάκωνες
- <τρωγάλιον δέρμα>· τὰς μελικοκκίδας
- <τρῶγας>· τρώγλας
- <τρώγλας>· τρύπας
- <Τρωγλοδύται>· οἱ εἰς τὰς τρώγλας οἰκοῦντες
- <τρωγμός>· τὸ ἐπιθέσθαι τὴν ὕλην τρωγμόν
- <τρώει>· τιτρώσκει. δαπανᾷ
- <Τρῶες>· οἱ τὴν Ἴλιον οἰκοῦντες, καὶ οἱ τὴν Τρωάδα χώραν
- <τρώεσθαι>· τραυματίζεσθαι
- <τρώζειν>· ψιθυρίζειν. συνουσιάζειν
- <τρωθείς>· πληγείς
- <Τρώϊοι ἵπποι>· ἀπὸ Τρωὸς τοῦ ἥρωος· ἢ ἀπὸ Τροίας
- <τρῶκται>· κακοῦργοι
- <τρώκτης>· φάγος, ὁ ἀπὸ πάντων ἐσθίων. καὶ κερδαίνειν βουλόμενος,
πανοῦργος, ἀπατεών
- <τρώματα>· τραύματα
- <τρωπάασθαι>· περιτρέπεσθαι
- <τρωπάσκετο>· ἐτρέπετο, μετεβάλλετο
- <τρωπασκέσθω>· μεταβαλλέσθω, ἐπιστρεφέσθω
- <τρωπᾶν>· τρέπεσθαι. πείθειν. στρέφεσθαι, μεταβάλλεσθαι
- <τρωπῶντο>· ἐτρέποντο, μετεβάλλοντο
- <τρωπῶσα>· τρέπουσα τὴν φωνήν
- <τρώσας>· πλήξας, τοξεύσας
- <τρωτός>· παθητός
- <τρωχῶσι>· τρέχουσι
- <τρώχων>· ἔτρεχον. ἐκρούνιζον. ἐστάλαζον
- *<τοῦ>· σοῦ
- <τυΐ>· ὧδε. Κρῆτες
- <τυβηκτίς>· κακοσχόλος
- <τῦδε>· ἐνταῦθα. Αἰολεῖς
- <Τυδᾶν κολωνᾶν>· Τυνδαριδᾶν κολωνᾶν
- <τύϊγγα>· ὀρνιθάριόν τι
- <τυκτόν>· κατεσκευασμένον
- <τυκτὸν κακόν>· τουτέστι μέγα κακόν
- *<τυτθόν>· ὀλίγον
- <τυκτῷ δαπέδῳ>· εὖ κατεσκευασμένῳ
- <τύκω>· ἑτοιμάζω
- <τύλαι>· αἱ ἐν ταῖς χερσὶ φλύκταιναι, ὡς περισσά τινα, καὶ τοῖς ὤμοις
- <τύλη>· τῆς καμήλου ἀπὸ τῆς ῥάχεως τὸ ἄκρον δέρμα
- <τύλοι>· αἱ ὀχθώδεις ἐπαναστάσεις, καὶ τὰ τῶν ἀχθοφόρων ἐπὶ τῶν
ὤμων τυλώματα
- <τύλον>· τὸ αἰδοῖον. οἱ δὲ ξύλον
- <τύλος>· νενεκρωμένη σάρξ
- <τύλωμα>· τύμμα
- <τύλαρος>· μάνδαλος
- <τυλαρώσας>· μανδαλώσας
- <τυμβὰς γυνή· τυμβάδας> ἔλεγον τὰς φαρμακίδας, ἀπὸ τοῦ περὶ
τοὺς τύμβους διατρίβειν καὶ τοὺς νεκροὺς ἀκρωτηριάζειν
- <τυμβογέρων>· ἐσχατόγηρως, καὶ παρη(λλα)γμένος τῇ διανοίᾳ
- <τύμβος>· τάφος, μνημεῖον
- <τυμβωρύχος>· λωποδύτης νεκρῶν
- *<τυμβοχοῆσαι>· περιχῶσαι, θάψαι
- *<τυμβοχόης>· τύμβου καὶ χώσεως, οἷον ταφῆς
- <τύμμα>· πληγή
- <τύμπανα>· τὰ δερμάτινα [π]ῥακτήρια κόσκινα, τὰ ἐν ταῖς βάκχαις
κρουόμενα
- <τυμπανίζεται>· πλήσσεται, ἐκδέρεται, ἰσχυρῶς τύπτεται
- <τύμπανον>· ᾧ αἱ Βάκχαι κρούουσιν. ἢ[ν] εἶδος τιμωρίας
- <Τυμφαῖον ἔθνος>· ἄθεον ἔθνος. λέγει δὲ [καὶ] τοὺς Ἠπειρώτας
- <τύνη>· ἐν [<τυπείς>· πεσών, πληγείς.] Δωρικῶς δὲ σύ
- <τύνη δὲ ἐποιήσας>· σὺ δέ
- <τυννός>· μικρός. τηλικοῦτος
- <τυννοῦν>· τὸν μικρόν
- <τυντλάζει>· αὐτὸ καὶ αὐτὸ λέγει. ἢ ταράττει. ἐπιβαίνει πηλοῦ. οἱ δὲ
σκάπτειν ἀμπέλους
- <τύντλον>· πηλόν
- <τυντλώδους>· ὑλώδους
- <τύξιν>· τεῦξιν. παρασκευήν
- <τυπάδι>· σφύρᾳ
- <τυπάζειν>· κόπτειν
- <τύπαι>· ἑορτή τις
- <τυπαῖς>· πληγαῖς
- <τύ[μ]πανον>· ξύλον τι, ἐν ᾧ τυμπανίζουσιν
- <τυ[μ]παστήριον>· τὸ τῶν ἁλιέων στυμνίον
- <τυπεῖ>· ψοφεῖ, κτυπεῖ, κροτεῖ, πλήσσει
- <τυπείς>· πληγεὶς ἐκ χειρός, καὶ πεσών. ἢ τρωθείς
- <τυπήσει>· πλήξει
- <τύπης>· πλήκτης
- <τυπῇσι>· πληγαῖς
- <τυπίας>· οὕτω καλεῖται τῶν τοῦ χαλκοῦ τις τροχῶν
- <τυποῖ>· πλάττει, γλύφει
- <τύπος>· χαρακτήρ, εἰκών
- <τυποῦται>· πλήσσεται. ἰοῦται. μιμεῖται. ἢ πλάττεται
- <τυπῶντες>· χοροί τινες
- <τυραννοδαίμονα>· ἣν οὐκ ἄν τις τύραννον μόνον εἴποι, ἀλλὰ καὶ
δαίμονα
- <τύραννος>· παράνομος βασιλεύς, ἢ ἄρχων ἀπηνὴς καὶ ἀπάνθρωπος
- <τυρβασία>· χορῶν ἀγωγή τις διθυραμβικῶν
- <τύρβη>· θόρυβος, [ἀγωγή,] τάραχος
- <Τυρβηνός>· ἐπίθετον τοῦ Ἀπόλλωνος
- <τύρβησις>· ἡλιβατὸν ἀέρα
- <Τυρεῖν>· τόπος τις Κλαζομενίων
- <τυρεύεται>· ταράττει, κυκᾷ
- <τυρεῦσαι>· τὰ αὐτά. καὶ <τυρεύων>
- <τυρικίλοι>· αὐλοὶ καλάμινοι
- <Τύρις>· ὁ Περσικὸς χιτών. ἢ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Βορυσθένη
- <τυρόεντα>· πλακοῦντα
- <τυρόκνηστις>· σχῆμα τῶν ἀκολάστων. οἱ δὲ μάχαιραν
- <τυροκομεῖον>· τάλαρος, ἐν ᾧ ὁ τυρὸς τῆς ἐπιμελείας τυγχάνει
- <Τυῤῥηνικὰ σανδάλια>· κάττυμά τι ὑψηλὸν οὕτω καλεῖται
- *<τυρίς>· ὁ περίβολος τοῦ τείχους
- <Τυῤῥηνοὶ δεσμοί>· οἱ λῃστρικοὶ καὶ χαλεποί
- <τύῤῥις>· πύργος, ἔπαλξις, προμαχών
- <τύρσις>· τὰ αὐτά
- <τύρσος>· τὸ ἐν ὕψει οἰκοδόμημα
- <τυρωθέντα>· ταραχθέντα, κινηθέντα
- <τύσσει>· ἱκετεύει
- <τυτάνη>· ὄργανόν τι, ᾧ χρῶνται εἰς τὸν ἀλοητὸν τοῦ σίτου
- <τύτη>· τὸ αὐτόθι
- <τυτθήν>· ὀλίγην, μικράν
- <τυτθόν>· ὀλίγον, βραχύ, καὶ μικρόν
- <τυτώ>· ἡ γλαῦξ
- <τυφεδανός>· τετυφωμένος
- <τύφεται>· καίεται, καπνίζεται, φλέγεται. [τυφόμενον]
- <τυφόμενον>· τὰ αὐτά
- <τυφείσας>· μεμαραμμένας
- <τύφεσθαι>· μαραίνεσθαι, ἡσυχῆ ἐκκαίεσθαι, χωρὶς φλογὸς καπνὸν
ἱέναι
- <Τυφίον>· ὄρος Βοιωτίας
- <τυφλῖνος>· ἰχθῦς Νειλώ[ε]ιος. καὶ ὄφεως εἶδος
- <τυφλός>· τίθεται καὶ ἀντὶ τοῦ κωφός
- <τυφλότερος σπάλακος>· τοῦτο τὸ ζῶον οὐκ ἔχει ὀφθαλμούς· ἔχει
δὲ ὀδόντας μικροτάτους, καὶ ῥύγχος ὡς γαλῆς, καὶ πόδας ἄρκου
- <τυφλῶπες>· εἶδος ὄφεων
- <τυφλῶν ὀν(εί)ρων>· .......
- <τύφοι>· σφῆνες
- <τῦφος>· ἀλαζον(ε)ία, ἔπαρσις, κενοδοξία
- <Τυφῶ>· ἀντὶ τοῦ Τυφῶνος. Σοφοκλῆς
- <Τύφω ...> ἑνὶ τῶν γιγάντων
- <τύφυμεν>· βρέχειν
- <Τυφωεύς>· θεός τις γηγενής, ἐναντιωθεὶς τῷ βασιλεῖ τῶν θεῶν
- <τυφωθείς>· ἐπαρθείς, ὑπερηφανεύσας
- <τυφών>· ὁ μέγας ἄνεμος· τινὲς τὰ ἐκ τῆς ἀναθυμιάσεως
- <τυφῶνος>· πυρ[ρ]ώδους δαίμονος
- <τυφῶσαι>· πνῖξαι, ἀπολέσαι
- <τυχάζεσθαι>· στοχάζεσθαι
- <τυχεῖν (ἀξιώσεως)>· ἀξιωθῆναι
- <τύχη>· εὐτυχία
- <τύχε>· κατέτυχεν
- <τυχῆσαι>· ἐπιτυχεῖν
- <τυχήσας>· ἐπιτυχών
- <τυχθείς>· κατασκευασθείς
- <τυχθῆναι>· γενέσθαι. [ἐπιτυχεῖν
- <Τυχίος>· ὄνομα τοῦ κατασκευάσαντος τὴν Αἴαντος ἀσπίδα σκυτο-
τόμου
- <τύχοι>· λιθοξοϊκὰ ἐργαλεῖα
- <τυχόν>· ὡς φθάσει. ὡς λάχοι. ἢ πολλάκις
- <Τύχων>· ἔνιοι τὸν Ἑρμῆν· ἄλλοι δὲ τὸν περὶ τὴν Ἀφροδίτην
- <τύχουσι>· τεύχουσιν
- <τύχων πυλῶν>· τὸν ἐσφηνωμένον· <τύχους> γὰρ καὶ τοὺς σφῆνας
καλοῦσιν
- <τύψαι>· τὸ διὰ χειρὸς πατάξαι, ἢ τρῶσαι
- <τυψέλη>· ὃ ἐν τοῖς ὠσὶ ῥύπος
- <τύψον>· ἔκχεε, ἐκκένωσον. τρῶσον, δάμασον
- <τώ>· οὗτοι δυϊκῶς, καὶ τούτους. ἢ διὰ τοῦτο. ἢ τινί
- <τώγε>· οὗτοί γε
- *<τῶν γάρ>· ἐκ τῶν γάρ
- <τωθάζει>· χλευάζει, μετὰ κενοδοξίας σκώπτει. ἐρεθίζει. κατακαυ-
χᾶται. λοιδορεῖ. θωπεύει. κακολογεῖ
- <τῶ κεν>· οὕτως ἄν
- <τῶ κε>· οὕτως γὰρ ἄν
- <τῶ κε λάχον>· οὕτως γὰρ ἂν (ἔ)λαχον
- <τῶν>· τούτων
- <τώνα>· ζώνη
- <τῶν ἀκεραίων>· τῶν ἡσύχων
- *<τῶν μὴ σύ[γ] γε μύθον ἐλέγξῃς>· σὺ τὴν ἱκετείαν τούτων μὴ
ἐπονείδιστον ποιήσῃς
- <τῶν δὲ πάροιθεν>· (τῶν) πρὸ τούτων
- <τῶν ἐν τέλει>· τῶν ἀρχόντων ἐν τῷ δήμῳ
- <τῶν ἐπὶ σκηνῆς>· τῶν θεατρικῶν
- <τῶν μοι>· ἐκ τῶν μοι
- <τῶν οἰνάρων>· τῶν τῆς ἀμπέλου φύλλων
- <τωνολβεύς>· τὸ κακοδαίμων
- <τῶν ὄπι[ς]θεν>· ἀντὶ τοῦ ὑπὲρ τούτων
- <τῶν οὔτι>· ὧν οὐδαμῶς
- <τῶν παρεκτός>· τῶν ἔξωθεν
- <τῶν πέλας>· τῶν πλησίον
- <τῶν πλωτήρων>· τῶν πλεόντων, τῶν ναυτῶν
- <τῶν πτίλων>· τῶν πτερῶν
- <τῶν τριῶν ἕν>· Θηραμένης ἐψηφίσατο τρεῖς τιμωρίας κατὰ τῶν πα-
ράνομόν τι δρώντων
- <τώ οἱ>· οἵτινες αὐτῷ
- <τῷ ὄντι>· τῇ ἀληθείᾳ
- <τῶπιν>· μέτρον δεκαχοίνικον
- <τὼ πόδε>· τοὺς πόδας. δυϊκῶς
- <τῶ ῥα>· διὸ δή
- <τώς>· οὕτως, ὁμοίως
- <τώ>· τὸ ἐντεῦθεν
- <τῷ φύσαντι [ἢ τῷ φύντι>]· τῷ γεννήσαντι
- <τῶ χορτᾶν>· τῶν σίτων ὑποστελλοῦ
- <Ὑάδας>· τὰ ἐπὶ τοῦ μετώπου κέρατα τοῦ ταύρου τοῦ ἐν οὐρανῷ
ἄστρου. εἰσὶ δὲ ἀστέρες ἑπτά, ὧν κατὰ τὴν ἀνατολὴν ὑετὸς γίνεται