Μετάβαση στο περιεχόμενο

Γλώσσαι/Π

Από Βικιθήκη
(Ανακατεύθυνση από Hesychius Π)
Γλώσσαι
Συγγραφέας:
Π


<Πααμύλης>
Αἰγύπτιος θεὸς Πριαπώδης. Κρατῖνος ὁ νεώτερος Γίγα- σιν· ὡς σφοδρῶς [ἡ] Αἰγυπτώδης, Σώχαρις, Πααμύλης
<Παᾶπις>
οὗτος ποτήριά τινα τοῖς Ἀθηναίοις ἔπεμψε δῶρα. Λεύκων Φράτερσιν· ἀτὰρ ὦ Μεγάκλεες οἶσθ' ἃ τοῦ Παάπιδος· Ὑπέρβολος τἀκπώματα κατεδήδοκε
<παγαίη>
κύων. Σκυθιστί
<πάγανα>
σφύρα, καὶ ἡ Ἀργὼ ἐπάγη
*<παγανός>
ἰδιώτης, ἄφρων
<παγάς>
γῆ τις ὑπὸ τῶν γεωργικῶν
<πάγασα>
θύρα. καὶ <παγασαί>
<Παγασίτης>
Ἀπόλλων παρὰ Ἀχαιοῖς ἐν Παγασαῖς, καὶ παρὰ Θες- σαλοῖς
<παγετός>
κρύσταλλος. ψῦχος. [κρημνός, σκόπελος]
<παγετῷ>
ψύχει. κρυμῷ
<πάγη>
παγίς. ποδάγρα. βρόχος
<πάγη δέ τις>
παγὶς δέ τις
<πάγην>
παγίδα. [ἢ ὑψηλὸν τόπον]
<παγῆναι>
στερεωθῆναι
[<παγγάς>
πλάνος]
<πάγιον>
στερεόν. πιστόν. κάτοχον. βέβαιον. ἀσφαλές
*<παγηνός>
ὁ ἐξ ὁδοιπορίας καὶ διωγμοῦ κονιορτός
<παγκαρπία>
πανσπερμία
<παγκράδη>
ἀπὸ τῆς κράδης τῶν συκῶν
<παγκρατής>
Ζεύς. Ἀθηναῖοι
<παγκρατιάζειν> καὶ <παγκράτιον>
τὸ αὐτό. τὸ τρὶς πλησιάζειν. καὶ τὸ κιχόριον, ὅ ἐστι πόα. ἢ διαπαντός
<παγκρατιασταί>
ἀθληταί, πύκται
<πάγκυφος>
ἐλαίας εἶδός τι κατακεκυφὸς καὶ ταπεινὸν ἐν τῇ ἀκρο- πόλει
*<παγελός>
ὁ ἐν τῷ ποδὶ ἀστράγαλος
<παγ.λάδια>
ἑορτὴ παρὰ Ῥοδίοις, ὅταν ἡ ἄμπελος τμηθῇ
<πάγον εὐτειχῆ>
τετειχισμένον ἐν ὄρει
<πάγοι>
αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν
<πάγος>
ὄχθος. βουνός. ψῦχος
<παγούαιρ>
μάρμαρος. ἢ μικακύς
<πάγουρος>
εἶδος καρκίνου
<Παγχαῖος>
Ζεύς
<πάγχυ>
παντελῶς
*<παῖον>
ἀσφαλές, βέβαιον
<παγχυρισμός>
πολυσύγκριτος
<παγῶν>
πηγῶν
<παδησχέαι>
σχίζαι
*<παλλία>
ἀγών. οἱ δὲ τὸ παλεῖν· ἔνιοι δὲ τὸ πᾶν
*<παθήματα>
συμφοραί
<παθαίνεσθαι>
δεινοπαθεῖν
<παθιώταρ>
συγγενοῦς. τελευταίου
<(π)άζιον>
λίθος πολύτιμος
<Παιὰν Ζεύς>
τιμᾶται ἐν Ῥόδῳ. ἢ εἶδος ᾠδῆς
<παιάναι>
οἱ τοὺς παιᾶνας ᾄδοντες. ἢ ᾠδή, ἐπὶ ἀ(πα)λλαγῇ κακῶν, ἢ αἰσχροῦ τινος
<παιᾶνας>
κώμους. εὐφημίας, ᾠδάς, ὕμνους εἰς θεόν
<Παιανιέα>
ἀπὸ δήμου τῆς Ἀττικῆς
<παιᾶνι στυγνῷ>
θρηνητικῷ ὕμνῳ
<παιδαγωγία>
παιδεία, διδασκαλία
<παιδαγωγός>
παιδευτής. καὶ τὰ ὅμοια
[<παιδάκιμα>
μειράκια]
*<παῖδαι>
ἡμέραι τινές
*<παῖδα δέ μοι>
τὴν θυγατέρα δέ μοι
<παιδάρια>
τὰ μείζονα. καὶ τὰ ἀρτίως γεγονότα
*<παιδαλήθριον>
παιδισκάριον
<παιδαριήματα>
παιδάρια
<παιδαριώδη>
ἀσύνετα
<παιδέρως>
οἱ μὲν σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος· οἱ δὲ μύρου εἶδος
*<παιδεία>
ἀγωγὴ ὠφέλιμος. διδαχή
<παῖδες>
τὸ πάλαι μὲν τέκνα ἀρσενικὰ καὶ θηλυκά. μεταπεσούσης δὲ τῆς χρήσεως νῦν καὶ οἱ δοῦλοι
<παιδεύειν>
τρέφειν, παιδοτροφεῖν
[<παιδεώτις>
παιδοκτόνος]
*<παιδεία>
πείρα. νουθεσία
<παιδικά>
τὰ [ἱ]ἐρωτικά. καὶ οἱ [ἱ]ἐρώμενοι. ἐπὶ τῆς πρὸς γυναῖκας συνουσίας
<παιδικέωρ>
ὁ ἐν γυμνασίῳ ὑπηρέτης
<παιδίνορ>
παιδίσκη
<παιδισκάριον>
τὸ κοράσιον. Ἀττικοί. ἐπὶ τῆς ἡλικίας. καὶ λίθος, ᾧ πρὸς ταλασιουργίαν χρῶνται
<παιδίσκοι>
οἱ ἐκ παίδων εἰς ἄνδρας μεταβαίνοντες
[<παῖδνες>
ἀλαλαγμοὶ ἐν πολέμῳ]
<παιδνός>
νεογνὸς παῖς. νέος ὁ ἐξερχόμενος ἀπὸ τῆς τοῦ παιδὸς ἡλι- κίας, ἢ παρὰ τοῖς Ἀττικοῖς καλούμενος <ἀντίπαις>. ἄφρων, νήπιος
<παιδοβάτιον>
εἶδος ἀμπέλου
<παιδόθεν>
ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παιδικῆς ἡλικίας
<παιδικομίας>
παιδοτροφίας
<παιδοκόμ[εν]ος>
ὁμοίως
<παιδοκόρης>
Ἑρμῆς. τιμᾶται ἐν Μεταποντίοις
<παιδολέτρια>
παιδοφόνος
<παιδολέτερον>
παιδοφόνον
<παιδονόμος>
ἀρχή τις παρὰ Λάκωσι
<παιδοπίπας>
ἀρσενοβάτης, ἀνδροβάτης
<παιδός>
ἀκμῆς
<παιδοτρίβαι>
ἀλεῖπται. γυμνασταί
<παιδοτριβοῦσι>
παιδεύουσι. καὶ τὰ ὅμοια
<παιδῶνας>
τοὺς μισθοῦ[ς] ἐκ τῆς ἀγορᾶς κομίζοντάς τι
(*)<παιδονίκται>
οἱ προϊστάμενοι τῆς τῶν παίδων εὐκοσμία ς
<παίει>
τύπτει, πλήττει, κρούει. δέρει. ἢ ἐσθίει
<παιήονα>
ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα, ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενον· ποτὲ δὲ θεόν τινα, ὃν συνίστησιν ἰατρὸν θεῶν. [ἢ ᾠδή. ἢ ἔθνος]
*<πεζός>
τοῖς ποσί
<παιηοσύνη>
ἰατρεία
<παιητέον>
πληκτέον
<παιλαγρέται>
ἀρχή τις, ἐπὶ ἱππέων
<παιλλός>
ἄῤῥην, νήπιος
<παίμμα>
πλακούντια
<Παίονες>
ἔθνος βαρβαρικόν. δοῦλοι. [καὶ ἰατροί]
*<παῖον>
ἀσφαλές, βέβαιον
*<παιπάλλειν>
σείειν
<παιπαλᾶν>
περισκοπεῖν. ἐρευνᾶν
<παιπάλη>
ἄλευρον λεπτόν, τὸ ἀπὸ κριθῆς, ἢ κέγχρου, ἢ τὸ τυχόν
<παιπάλημα>
ποικίλος ἐν κακίᾳ
(*)<πάϊν>
παῖδα
<παιπαλόεσσαν>
ὑψηλήν· ἔστη(ν) δὲ σκοπιὴν εἰς παιπαλόεσσαν ἀνελθών καὶ τραχεῖαν. τινὲς δὲ σκολιάν
<παιπαλόεντος>
τραχύν
<παιπάσσουσα>
παντὶ φαινομένη
<παῖς>
πᾶς ὁ φύσει υἱὸς ὤν τινος. καὶ ὁ τῇ ἡλικίᾳ νέος. καὶ ἀντὶ τοῦ <παρθένος>. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δούλου. ἄρτι ἀκμάζων
<παῖσαι>
ὃ ἡμεῖς <παῖξαι>
[<παισαρεύματα>
περικόμματα]
<παιρεύς>
παιρέτης
<παίσατε>
ἐνίοτε μὲν ἐπὶ τοῦ παίξατε· ἐνίοτε δὲ καὶ ἐπὶ τοῦ ἔν- δοτε
<.παις θ' ἅμα>
[παίει ἅμα]
<παίσδῃ>
παιδαριεύῃ
<Παισός>
πόλις. καὶ ποταμός
[<παιτάσας>
ἁπλώσας
<παίταυρα>
σίγνα]
<παιφάσσειν>
πυκνὰ ἀπ' ἄλλου ἐπ' ἄλλον ὁρμᾶν, ἐνθουσιαστικῶς ἔχειν, σπεύδειν, θορυβεῖν, πηδᾶν
<παίω>
δέρω, τύπτω, πλήττω
*<παιώνιον>
φάρμακον καταπαῦον ὀδύνας
<Παίων>
ὄνομα. καὶ ἰατρός. ὁ δὲ ἀλαλαγμὸς <παιωνισμός>. γράφεται δὲ καὶ <παιανισμός>
<Παιῶνες>
τὰ αὐτά
<παιώνια>
φάρμακα ἰατρικά. ἢ θεραπεῖαι
<παιώνιον>
ἴασιν. θεραπείαν
<Παιώνιος>
Διόνυσος
<παιωνίσαντες>
ἀλαλάξαντες
<πακοτή>
ἀποσκότ..
<πακτά>
ἡρμοσμένα. πεπηγμένα
<Πακτωλός>
ὄνομα ποταμοῦ
<πάλα>
ζώνη
*<πάλαι>
ποτέ
<παλ[λ]άθη>
ἡ τῶν σύκων ἐπάλληλος θέσις
<παλάθαι>
σύκων μαζία
<παλαία>
ἀλφιτισμός. οἱ δὲ ποσισίτου
<παλαιγενεῖς>
πρεσβῦται
<παλαιθέου>
παλαιᾶς θεοῦ
*<παλαιοθέτης>
παλαιοπράγμων. δραστήριος
*<παλαιδέτης>
πρεσβύτης. ὁ συνήθης. ὁ παλαιετής
*<παλαιόν>. ἀρχαῖον. σαθρόν
*<παλαιός>
ὁ ταῖς φρεσὶν ἐξεφθαρμένος ἤδη, ἄφρων, ὁ καὶ ἠλί- θιος
<Παλαίμων>
ὁ Ἡρακλῆς
<παλαιόρ>
μωρός
<πάλαι πεπρωμένον αἴσῃ>
πρὸ πολλοῦ ὑπὸ τῆς εἱμαρμένης, ὅ ἐστι μοίρας, εἰς τέλος ἀχθέντα τοῦ βίου
<Παλαίπολις>
τὸ πάλαι[ὸν] Ἄργος
<πάλαισμα>
κακοτεχνία
<παλαισμοσύνη>
πάλη
<παλαιστή>
παλάμη, τὸ τεττάρων δακτύλων μέτρον, καὶ ἡ σπιθαμή
<παλαίστρα>
ὅπου οἱ παῖδες ἀλείφονται
<παλαίτερον>
παλαιοτέρων ἱστοριῶν
<παλαιφάγου>
πάλαι ἐσθιομένης
<παλαίφατα>
ἐκ παλαιοῦ χρόνου πεφατισμένα, ὅ ἐστι μεμαντευμένα. οἱ δὲ πάλαι τέλος ἔχοντα
*<πάλη>
ἀγών
<παλαιῶς>
ῥάπισμα. [καὶ παλαιά
<παλαιῷ φωτί>
πρεσβύτῃ γεγονότι
<παλακῖνος>
πολεμιστήριος
<παλάμαι>
αἱ χεῖρες. καὶ αἱ τέχναι. ἐπεὶ δι' αὐτῶν πολλὰ μαιόμεθα
<παλάμη>
τέχνη. χείρ
<παλαμήσας>
τεχνάσας. ἐργάσας
<παλαμήσασθαι>
τεχνάσασθαι. καὶ τὰ ὅμοια
<πάλαμις>
τεχνίτης, παρὰ τοῖς Σαλαμ(ι)νίοις
(*)<παλαμέων>
τεχνῶν
<παλαμναῖος>
ἀποτρόπαιος. σκληρός. φονεύς, ὁ αὐτοχειρίᾳ τινὰ ἀνε- λών. ὁ ἐνεχόμενος μιάσματι οἰκείῳ
[<πάλανον ἀφρόν>
πεπηγότα ἀφρόν]
<παλάξαι>
βρέξαι· ἔνθεν καὶ <πηλὸς> ἡ βεβρεγμένη γῆ. ἢ μαλάξαι, συνθράσαι
*<παλάσσετο>
διεβρέχετο. ἐφύρετο. ἐμολύνετο. ἀνεπίμπλατο. ἐμα- λάσσετο
<π(α)λάσια>
τὰ συγκεκομμένα σῦκα. καὶ διὰ τοῦ <θ> <π(α)λάθια> καὶ <παλάθη>
<παλαστῶσαι>
χειροτονῆσαι
<παλάχη>
ἀρχή. λῆξις. μοῖρα. γενεά
<παλαχῆθεν>
ἐκ γενεᾶς. ἐκ παλαιοῦ
*<παλαίστρα>
ἀγωνία
<παλεύεται>
θηρεύεται, ἀγρεύεται
<παλεύσας>
τὰ αὐτά. καὶ ὑπαγαγόμενος· παράνομον γάμον παλεύσας. μετῆκται δὲ ἀπὸ τῶν περιστερῶν. λέγονται γὰρ <παλεύτριαι> αὗται αἱ ἐξαπατῶσαι καὶ ὑπάγουσαι πρὸς ἑαυτὰ ἤγουν ἐνεδρεύουσαι
<παλευταί>
οἱ τὰ λίνα ἱστῶντες, οἷς τὰ θηρία παλεύεται
<παλημάτιον>
τὸ λεπτὸν ἄλευρον
<πάλην>
ἄλευρα. καὶ σποδός. τὸ λεπτότατον τοῦ ἀλεύρου
*<παλαμναῖος>
φονεύς. ἀντίθεος [θεῷ.] μεμιασμένος
<παλήσειε>
διαφθαρείη
<παλιτούτη>
πλίνθος
<πάλθοις>
τόξοις. σφενδόναις
[<παλίβολος>
ἄστατος, εὐμετάβολος, ἢ εὐμετάβλητος]
<παλι(γ)γλώσσῳ>
βλασφήμῳ
<παλιγκάπηλος>
ὁ μετάβολος. ὁ τὸ αὐτὸ ἀεὶ ἀγοράζων καὶ πωλῶν. ὡς <παλίνδουλος> ὁ πολλάκις δουλεύσας
<παλίγκλαστον>
σκολιόν. αὐστηρόν. δύστροπον
<παλίγκοτα>
οὐκ ἀξιόχρεα. ὀργίλα. ἐχθρά. καὶ τὰ ὅμοια
<παλιγκώα>
πλάνη
<παλ(.)ίζεσθαι>
σφαιρίζειν
<Παλικοί>
Ἀδράνῳ δύο γεννῶνται υἱοὶ Παλικοί, οἳ νῦν τῆς Συρακου- σίας εἰσὶ κρατῆρες, οἱ καλούμενοι Παλικοί, οἱ καὶ κατοικήσαντες αὐτήν
<παλίλλογα>
παλινσύλλεκτα
<παλιλλογία>
ταυτολογία
<παλίμβιος>
ὡς ἐξ ἀναβιώσεως
<παλίμβολον κήρυκα>
τινὲς τὰ ἐναντία βουλευόμενον. οὐκ εὖ. γνώ- μο(ν)α γὰρ δηλοῖ
<παλίμβολος>
ἀκατάλληλος, ἀνάρμοστος, ἀπερίστατος. <τρίπρατος>. ὁ πολλάκις ἐπὶ μεταβολῇ ἀπημπολημένος, κοῦφός τε καὶ οὐ βέβαιος, ἀκατάλληλος. ἀπ' ἄλλου εἰς ἄλλον μεταβαίνων
<παλίμβολος>
ἀδόκιμος, ἀνελεύθερος
<παλιμπετές>
εἰς τοὐπίσω πεπτωκός
<παλιμπετής>
ὀπισθόρμητος, ἢ ἐναντιοπετής
<πάλιμ πλαχθέντας>
ὀπίσω πλανητούς, οἷον ὑποστρέψαντας εἰς τοὐπίσω, ἢ πλανηθέντας
<παλιμπόρους βάκχους>
<παλιμπρυμνηδόν>
οἷον παλίμπρυμνον χώρησιν. προῆλθεν εἰς τοὔμ- προσθεν ἀνακάμπτουσα, ὡς ἐπὶ πρύμναν κροῦσαι
<παλιμπυγηδόν>
τὸ εἰς τοὐπίσω ἀναποδίζειν
<παλίμφημα>
κακόφημα, δύσφημα, βλάσφημα
<πάλιν>
εἰς τοὐπίσω. Ἀρίσταρχος τὸ πλέον <πάλιν> τοπικῶς χρῆσθαί φησι τὸν ποιητήν, καὶ οὐχ, ὡς ἡμεῖς, χρονικῶς
<παλινάγγελος>
ὁ ἐξ ὑποστροφῆς ἄγγελος, ὅταν ἀπαγγείλας τινὶ ἀπὸ τούτου ἑτέραν φάσιν ἀποφέρῃ
<παλινάγρετα>
εὐμετάβλητα, τὰ χαρίσματα τὰ ἐκ μεταμελείας πάλιν ἀναλαμβανόμενα
<παλινάγρετον>
παλίλληπτον. μεταμελητόν
<παλιναίρετον>
ἐπεσκευασμένον, καὶ οἷον ἐκ παλαιοῦ (κε)καινοποιη- μένον. παλισύῤῥαπτον
<παλινδαές>
παλίγγνωστον
<παλινδ[ε]ινία>
[πάλιν γεννῆσαι] ἡ ἐξ ὑποστροφῆς ὑδάτων
<παλινδικεῖ>
ἐπισυνάπτει δίκην
<παλινδικία>
ἡ ἐξ ἀρχῆς δίκη
*<παλιγγενεσία>
τὸ ἐκ δευτέρου ἀναγεννηθῆναι, ἢ ἀνακαινισθῆναι
<παλινδίνητον>
συνεχές ......
<παλινδορία>
τὸ σκύτος. Πλάτων Σύρφακι· σὲ μὲν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω
<παλινδρομεῖ>
ἀνατρέχει. ὑποστρέφει
*<πάλιν ἐρέει>
ἐναντιωθήσεται. ἢ ἀντερεῖ
*<παλίνορσος>
ὀπισθόρμητος. πάλιν ὑποστρέψας
*<παλινδ(..)ία>
ἡ ἐξ ὑποστροφῆς λεγομένη δίκη
<παλιμπλά(γ)κτοισι[ν]>. ὀπισθορμήτοις
<παλινοιωνίαι>
ἐκ δευτέρου μαντεῖαι
<παλίνπιττα>
ἑφθὴ πίττα
<παλινσάγης>
χήρα γυνή ........
<παλίνσκιος>
σύ[ν]σκιος, σκοτεινός, ζοφώδης. τὸ γὰρ <πάλιν> ἐνιαχοῦ ἐπίτασιν δηλοῖ, ὡς <παλινκάπηλος παλίμπρα[κ]τος>
<παλίντιτα>
ὀπισθέκτι[ς]τα, ὅ ἐστιν ἐξ ὑποστροφῆς τιμωρίαν δώσοντα
<παλίντονα>
ὀπις(θ)ότονα, ἢ τὰ ἐπὶ θάτερα τρεπόμενα
<παλιντριβεῖ>
κακεντρεχεῖ
<παλιντροπά[ς]ασθαι>
εἰς τοὐπίσω τρέπεσθαι
*<παλινοστήσας>
εἰς τοὐπίσω ἐπανελθών
<παλινῳδίαν>
ᾠδὴν τῇ προτέρᾳ ἐναντίαν. ἢ δόγμα τῷ πρώην ἐναντίον
[<παλίνωξις>
ἡ ἐξ ὑποστροφῆς δίωξις]
<παλινώρους>
ἄκοντας
<παλίνωρον>
εἰς τοὐπίσω ἐξέκλασεν καὶ ἐξέβαλεν. ἀπὸ τῶν <ἐκκοκκι- ζομένων> ῥοιῶν
<παλίουρος>
κάδος. ἀντλητήρ. καὶ τὸ θαμνῶδες δένδρον
<παλιῤῥόθιον>
παλιῤῥόουν. ἐκ τοῦ ὄπισθεν ὡρμηκός, ἢ εἰς τοὐπίσω φερόμενον
<παλίῤῥυτον>
εἰς τοὐπίσω ἑλκόμενον
<παλίσσυτοι>
ἀναχωρήσαντες
<παλίσσυτον>
ἐξ ὑποστροφῆς
<παλίωξις>
ἡ ἐξ ὑποστροφῆς δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ἔσχα- τον διῶκται γένωνται
<πάλκος>
πηλός
<πάλλα>
σφαῖρα ἐκ ποικίλων ναμάτων πεποιημένη
<Παλλάδος πρόσωπον>
στατήρ, ἐπὶ μὲν ἑνὸς μέρους Ἀθηνᾶς πρόσω- πον, ἐπὶ δὲ θατέρου τὴν γλαῦκα ....
<παλλάκιον>
μειράκιον
<παλλακός>
ἐῤῥωμένος
<Παλλάντιος>
Ζεὺς ἐν Τραπεζοῦντι
<Παλλαντίς>
ἡ Τριτωνὶς λίμνη
<Παλλάς
Ἀθηνᾶ>, ἡ παίουσα τοὺς αὐλούς
[<παλ[λ]άσσειν>
ταράσσειν. βρέχειν. μολύνειν]
<παλλάχανον>
κρόμμυον. Ἀσκαλωνῖται
<πάλλε[ν]>
ἔβαλεν. ἐκράδαινεν
<πάλλει>
κινεῖται, ἅλλεται
<πάλλειν>
κινεῖν. πηδᾶν. κληροῦν. κραδαίνειν. στρέφειν
*<πάλλεται>
πηδᾷ. σείεται. καὶ τὰ ὅμοια
<πάλλεσθαι>
κληροῦσθαι. ἅλλεσθαι
<πάλλευκον>
εὐήμερον
<Παλληνί[α]ς>
ἡ Ἀθηνᾶ, ἐν Χαλκίδι
*<παλλία>
ἀγών. οἱ δὲ τῷ Πάλει. ἔνιοι δὲ τῷ Πανί
<πάλληξ>
βούπαις
<παλλιχίαρ>
πεμμάτιόν τι παρὰ Λάκωσι
*<πάλλεται>
πηδᾷ. σείεται. κραδαίνεται. κινεῖται. σφύζει
*<πάλλον>
ἔσειον. καὶ τὰ ὅμοια
*<πάλλων>
κινῶν, ταράσσων
*<παλλομένων>
κληρουμένων
<παλλύτας>
ὄργανον βασανιστήριον
<πάλμη>
γέῤῥον
<παλμός>
τρόμος. σεισμός. καὶ τὰ ὅμοια
<παλμυός>
βασιλεύς. πατήρ. οἱ δὲ <πάλμυς>
[<Παλμύτης>
Αἰγύπτιος θεός]
[<πάλνης>
πλάνης. ἀπάτης]
*<παλλωΐα>
τὸ μὴ τυχεῖν βάλλοντα
<πάλ[λ]ος>
κλῆρος. ἀπὸ τοῦ <πάλλεσθαι>, πρὸς τὴν ἄρ[νη]σιν τοῦ λαγχάνοντος. καὶ τό· κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες
<πάλ[λ]ος ἔζευξεν>
......
[<παλλουμένων>
κληρουμένων]
[<πάλ<οις><αις>>, τοῦ πάλλεσθαι, καὶ τὰ ὅμοια]
<παλτά>
ἀκόντια. λόγχαι
<πάλτο>
ἥλατο. ἀπέβη
<παλτόν>
κληρωτήν
<παλτῶν>
ἀκοντίων
<παλύνας>
τὸ λεπτὸν τῆς γῆς ἐπιβαλών, τὴν λεγομένην <χυτήν>. εἴρηκε δὲ ἀπὸ τοῦ ἀλεύρου· ἐπὶ δ' ἄλφιτα λευκὰ[νειν] παλύνειν πάσσει(ν)
<παμβῶτις τύχη>
ἐλπὶς παντοτρόφος
<Παμισός>
ποταμός
<παμμάκαρ>
κατὰ πάντα μακαριστός
<παμμέγεθες>
λίαν μέγα
<παμμελέσιν>
ἐνμελέσι. γλυκερέσιν
<παμμήστορα>
πάντων τεχνίτην
<πάμπαν>
παντελῶς. ὁλοτελῶς. ὁμοίως. ὄντως
<Πάμπανον>
ἡ Δημήτηρ ἐν Ἡρακλείᾳ
<παμπήδην>
ὁλοσχερῶς. παντελῶς
<παμπης[ς]ία>
πᾶσα ἡ ὕπαρξις
<παμποίκιλος>
πολύτροπος
*<πάνπρωτον>
πάντων πρῶτον
<παμφάγος>
πάντα δαπανῶν
<παμφαές>
φαιδρότατον. πάντα φωτίζον
<παμφαίνειν>
λάμπειν, στίλβειν, ἀστράπτειν
<παμφαλύζει>
τρέμει
<παμφανάᾳ>
λάμπει
<παμφανόωντα>
λαμπρόν, πάντοθεν λάμποντα
<παμφαοῦς>
πάντα φωτιζούσης
<παμφθόγγῳ>
παμφώνῳ
<πάμφι>
παντάπασι
<Παμφίδες>
γυναῖκες Ἀθήνησιν ἀπὸ Πάμφου τὸ γένος ἔχουσαι
<παμφόρῳ>
πάντα φέροντι
<παμ[μ]ωχίων>
κεκτημένος
<παμῶχος>
ὁ κύριος. Ἰταλοί. καὶ ἡ δεκάς. [καὶ τὸ φιλεῖν τῷ στόματι τὰ παιδία [καὶ] τὸν πατέρα
<πᾶν>
ὅλον. <τὸ πᾶν>· τὸ ὅλον
<παναγῆ>
καθαρά. ἅγια
<παναγής>
καθαρός, κατὰ πᾶν ἁγνός
[<παναγιστίας>
παναγίας]
<πάναγρα>
[πανάγρια,] ἐν οἷς τὰ λεπτὰ καὶ ἁδρὰ θηρεύεται
<πανάγρου>
τοῦ πάντα ἀγρεύοντος
<παναθήναια>
ἡ τῶν Ἀθηναίων ἑορτή. καὶ ὁ ἀγών
<παναιεῖς>
Ἀθήνησιν ἱέρειαι
<παναίθῃσιν>
ὅλαις λαμπραῖς· παναίθῃσι(ν) κορύθες(ς)ι
<πάναιθον>
λαμπρόν
<παναίθετος>
πάντα ἀπαραίτητος
<παναίγυλος>
πανκάκουργος
<παναιΐα>
ἱέρεια, ἥτις οὐ μίσγεται ἀνδρί
<Παναῖ[ν]οι>
ἔθνος Θρᾴκιον
<παναίολος>
παμποίκιλος
<πανάκεια>
θεραπεία
<πάν(ακ)ες>
βοτάνη τις, ἣ πολλοῖς ὀνόμασι καλεῖται
<Πάνακτος>
ἡ ὀρίγανος. καὶ τόπος ἐν τῇ Ἀττικῇ
<παναλκές>
ἰσχυρόν. παντοδύναμον
<πανάμερος>
δι' ὅλης ἡμέρας
<πανάμωμος>
ἀρεστός
<πανάποτμος>
ἀθλιώτατος, κατὰ πάντα κακόποτμος, ὅ ἐστι παντε- λῶς κακόμορος
<παναρμόνιον>
εἶδος ὀργάνου, ἐξ ὅλου τεταγμένον. <Ἁρμονία> γὰρ ἡ εὔτακτος ἀκολουθία
*<πανάργυρον>
ὅλον ἀργυροῦν
<πανασκηθέα>
πάντα ὑγιῆ
<παναφήλικα>
πάντων ὁμηλίκων ἀπεληλαμένον ἐκτός
<Παναχαιῶν>
πάντων Ἑλλήνων
<παναώριον>
πάντων ἀωρότατον. καὶ ἄμοιρον. ἢ κατὰ πάντα ἄωρον
<πανδαισία>
ἡ πάσαις ταῖς αἰσθήσεσιν ἡδονὰς παρέχουσα εὐωχία, ἢ πολυτελὴς τράπεζα
<πανδαισίαν>
τὴν παντοδαπὰ ἐδέσματα καὶ πολυτελῆ ἔχουσαν
<πανδαμάτωρ>
ὁ πάντας δαμάζων
<πανδαμικοί>
παιδικοὶ χιτῶνες ἐν ταῖς πομπαῖς
<πανδ[ε]ῖα>
ἑορτὴ Ἀθήνησι
<πανδερκεῖς>
πάντα ὁρῶντες
<πᾶν δ' ἦμαρ>
δι' ὅλης δὲ τῆς ἡμέρας
<πανδημεί>
σὺν παντὶ τῷ δήμῳ
<πανδήμιος>
ὁ καθ' ὅλον τὸν δῆμον ἀναστρεφόμενος
<πανδήμου>
δημοσίας, κοινῆς
<πανδοκ(ε)ῖον>
πανδοχ(ε)ῖον
<πάνδοξ>
ὁ ἐν πανδοχ(ε)ίῳ οἰκῶν
<πανδοῦρα ἢ πανδουρίς>
ὄργανον μουσικόν. <Πάνδουρος> δὲ ὁ μεταχειριζόμενος τὸ ὄργανον
<Πανδοσία>
πόλις τῆς Ἠπείρου καὶ Ἰταλίας
<πανδοχεύς>
ἐπιδέξιος, ὁ πάντας δεχόμενος
<πανδώρα>
ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν πάντα δωρεῖται. ἀφ' οὗ καὶ <ζείδωρος> καὶ <ἀνησιδώρα>
<πάνεια>
κεχορτασμένη
<πανείπας>
ἀναιδής
<πανέξαλλον>
ἐν πᾶσιν ἀλλότριον
*<παναίολος>
παμποίκιλος
<πᾶνες>
τοὺς ἐσπουδακότας σφοδρῶς περὶ τὰς συνουσίας ἔλεγον
[<πανέψιον>
πᾶσι σύνοπτον]
<πανήγυρις>
ἔπαινος. ἑορτή. θέατρον
<πανημαδόν>
διὰ βίου
<πανημέριος>
οὐχ ὁ δι' ὅλης ἡμέρας, ἀλλ' ὁ ἀφ' οὗ τι(ς) ἂν ἄρξη- ται μέρους· ἢ καὶ δι' ὅλης τῆς ἡμέρας, καταχρηστικῶς
<πανήρεα>
πᾶσιν ἀρέσκοντα
<πανήρεσι>
κατὰ πάντα ἡρμοσμέναις
<πανῆρες>
πᾶσιν ἀρέσκον. ποικίλον. παμμήχανον
*<πανήπορος>
πανάπορος, ἐνδεής
<πανθρ(ό)ῳ δήμῳ>
παῤῥησίαν ἄγοντι δήμῳ, πάντα θροοῦντι, ὥστε μηδὲν ὑποστέλλεσθαι
<πάνθρυλ[ι]ον>
τὸ πάντα θρυλοῦν
<πανθύλην>
μονογενῆ τοῖς τόξοις ἢ σφενδόναις
<πανθυμαδόν>
πάσῃ τῇ ψυχῇ, ἢ παντὶ τῷ θυμῷ
<πάνθ' ὑπὸ μηνιθμόν>
περὶ πάντα τὸν τῆς μηνίδος χρόνον
<Πανία>
ἡ Πελοπόν(ν)ησος
<πανίας βήσσας>
ὡς ἀπὸ τοῦ Πανός. Αἰσχύλος Καλλιστοῖ. [καὶ ὁ λευκὸς πάντη] [ἢ ὁ λευκὸς πάντη καὶ καθαρός. καὶ ὁ μέλας καθαρός
<πανικτόν>
Ἕρμιππος ἐν Στρατιώταις· ὥρα τοίνυν μετ' ἐμοῦ χωρεῖν (τὸν) κωπητῆρα λαβόντα καὶ προσκεφάλαιον, ἵν' ἐς τὴν ναῦν ἐμπηδήσας ῥοθιάξῃς. ἀλλ' οὐ δέομαι πανικτὸν ἔχων τὸν πρωκτὸν (προσκεφαλαίου)
<πάνιον>
αὐτόχρουν. ὁμοέχρουν. λευκόν. καθαρόν
<πανίῳ δαίμονι>
μανιώδει δαίμονι
<πανιώνιον>
ἱερὸν Ποσειδῶνος ἐν Ἰωνίᾳ
<πάγκαλος>
ἐξ ὅλου, κατὰ πάντα καλός
<πανκαρπία>
πανσπερμία
<πανκρατής>
πάντων κρατῶν, καὶ ἄρχων, καὶ βασιλεύων
*<πάντα>
ὅλα
<παννόας>
ὁ ἀπόπληκτος. καὶ ἀδολέσχης
<παννυχίη>
δι' ὅλης τῆς νυκτός
<παννυχίς>
ἑορτὴ νυκτερινή
(<πανοικί>)
σὺν ὅλῳ τῷ οἴκῳ
<πανόλβιος>
παμμακάριστος
[<πάνομαλφαίῳ>]
<πανομφαῖον>
πεφημισμένον. [ἢ ὁ τὰ κακὰ ἀποστρέφων
<πανομφαίῳ>
ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφέρεται, τουτέστι κλη- δών
<Πανόπη>
πόλις Φωκίδος
<πανόπτης>
πολυόφθαλμος. Ζεύς. Ἀχαιοί
<πάνοπτος>
ὁ πανταχόθεν φαινόμενος
<πανορμίη>
ἐπίθετον Ἀπόλλωνος
<πανὸς σκῶλον>
ὄνομα σχήματος, ὅταν οἱ ἀπὸ σκώλου ᾖ πεπληγὼς [ἄντρον τι λέγεται σχῆμα
<πανὸς σκότος>
οἷον νυκτερινὸς φαντασίας
<πανοσπρία>
σύνοδος
[<πανοστρία>
συμμιγὴς πληθύς. σύνοδος]
<πᾶν ὁτιοῦν>
οἷον δή ποτ' οὖν, πᾶν τὸ τυχόν
<πανοῦργος>
πάντα μανθάνων. δόλιος, πάντα ἐν πονηρίᾳ ἐργαζόμενος
<πανουλεύς>
ἐξώλης
<πανούριος>
πάντα οὔριος
<Πάνοψ>
ἥρως Ἀττικός. ἔστι δὲ αὐτοῦ καὶ νεώς, καὶ ἄγαλμα, καὶ κρήνη
<πανόψιον>
πάντων ὁρώντων. πᾶσι σύνοπτον. λαμπρόν
<πανσαγία>
πανοπλία
<πανσθενεστάτῳ>
ἰσχυροτάτῳ
<πανσυδίη>
ὁμοῦ πάντες
<πάντα κάλων σείει>
παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων
<πάντα κινήσας πέτρον>
παροιμία
<πάντα λίθον κινεῖν>
παροιμία, ἧς μέμνηται Ἀρίσταρχος. ὅτε γὰρ Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσεν, ἡττηθεὶς παρὰ Σαλαμῖνι .....
<παντάνα>
τρυβλίον
<πάντα δ' ἀπὸ (π)λευρῶν χρόα ἔργαθεν>
οὐ κατὰ βάθους ἔτρω- σεν, ἀλλ' ἀπεῖρξε τοῦ χρωτὸς καὶ τῶν πλευρῶν τὸ δόρυ
<παντάπασι>
παντελῶς. ὅλως
<πανταρκέα>
πᾶσι βοηθόν
<πανταρκής>
ὁ πᾶσιν αὐταρκῶν. [ὁ]
<παντάσκιος>
ὁ πάντοθεν σκιὰν οὐκ ἔχων
<πανταχῶς>
πάντα τρόπον
<παντελές>
παντελῶς, ὁλοτελῶς
<παντελής>
ὁλοτελής. [καὶ]
<παντεπόπτης>
ὁ πάντα καθορῶν
<πάντες>
ἀντὶ τοῦ οἱ πλεῖστοι
<πάντες(ς)ιν>
ὑπὲρ πάντων
<παντευχία>
πανοπλία
<πάντη>
πάντως. πανταχοῦ, πάντοθεν
<πάντη τε>
πάντως
<πάντη>
πανταχοῦ (..) ἑκάστῳ (....)
<παντὶ σθένει>
ὅλῃ, πάσῃ δυνάμει
<παντίτῳ>
παντί τινι
<παντοδαποῖς>
διαφόροις
<παντοδαπός>
παντοῖος. σύμμικτος
<παντοδα(πῶν)>
παντοίων. καὶ διαφόρων
<πάντοθεν>
πανταχόθεν, ἐξ ἑκάστου τόπου
<παντόθι>
πανταχοῦ
<παντοίων>
πάντων. πολυτρόπων
<παντοκράτωρ>
ὁ θεός, πάντων κρατῶν
<παντομάντειραι>
μοῖραι
<πάντοσε>
εἰς πάντα τόπον. πανταχοῦ
<πάντοσ' ἐΐσην>
πανταχόσε στρογγύλην
<παντώνια>
παντοδαπά
*<πάντων>
πάντως
*<πάντων>
ὑπὲρ πάντας
*<πάντων ἐκπαγλότατε>
ὑπὲρ πάντας ἐκπληκτικώτατε
<πάντως>
ἰσοδυναμεῖ ἀληθείᾳ. κυρίως
<πάντως θαρσαλέη>
κατὰ πάντα θρασεῖα
<πανυπερτάτη>
πασῶν ὑπερκειμένη τῶν παρακειμένων νήσων
<πανυπείροχον>
πάντων μέγιστον
<πάνυσσα>
(ς)τρόφος. ἀναδέσμη. οἱ δὲ κειρίαν, ᾗ τὰς τρίχας ἀνα- λαμβάνουσι
<πανύστατον>
πάντων ἔσχατον
*<παννυχίους>
δι' ὅλης νυκτός
*<πάντη τε καὶ πάντως>
κατὰ λόγον καὶ τρόπον πάντα
<πανώλεθρον>
ἐξῶλες, πανῶλες
<πανώλης>
πανώλεθρος, ἐξώλης, ἀπολλύμενος
<πάξ>
ὑπόδημα εὐυπόδητον. ἢ τέλος ἔχει[ν]
<Πάξοι>
νῆσοι κατὰ Ἰταλίαν
*<παππάζοιεν>
πατέρα καλοῖεν
[<παπαίδην>
παντελῶς]
*<πάπας>
πατρὸς ὑποκόρισμα
<πάππα>
προσφώνησις παι(δὸ)ς πρὸς πατέρα.
<παπαῖ>
σχετλιασμός
<παππ(ά)ζοιεν>
πατέρα καλοῖεν
<παππάζουσιν>
πατέρα προσαγορεύουσιν. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῶν παιδίων, ἃ τοῖς πατράσι λέγει πάππα
<πάππος>
ἄκανθα· ἐπὰν γηράσῃ καὶ ἀποξηρανθῇ, καὶ ὑπὸ ἀνέμων ἐκριπίζηται, καὶ τόπον ἐκ τόπου μεταβάλλῃ. σημαίνει δὲ καὶ ὀρνέου εἶδος. καὶ πατρὸς ἢ μητρὸς πατέρα. καὶ τὴν ὑπὸ τῷ γενεί(ῳ) τρίχωσιν
<παπταίνειν>
περιβλέπειν πάντη
<παπταίνοντα>
ὁρῶντα
[<παπταιγγεῖ>
περισκοπεῖ]
<παπτήνας>
περισκοπήσας
<πάρα>
ἐγγύς. πάρεστι
<παραβαίνοντας>
ἀρνητικούς. ἢ μὴ εὐθέως βαίνοντας
<παραβαλεῖς>
ἀπατήσεις. παραθήσεις. παραδώσεις
<παραβαλλόμεναι>
ἐξαπατῶσαι. παρακα(τα)τιθέμεναι
<παραβαλλόμενος>
ἐναποκινδυνεύων, ὅ ἐστι παραβόλως μαχόμενος
*<παράβολον>
παράδοξον
<παραβαλοῦ>
ἀνάπαυσαι. ἀπὸ δὲ τῶν νεῶν ἡ μεταφορά
<παραβαλῶ>
συγκρινῶ. παραθῶ, ὅμοιον
<παραβαλών>
ὁμοίως παραθείς
<παρ[α]βεβαῶτε[ς]>
παραβεβηκότες
<παραβλέπων>
στραβός
<παραβλήδην>
ἀπατητικῶς. παραλογιστικῶς. ἐξ ἀντιβολῆς παραβάλ- λοντες
<παραβληθησόμενος>
συγκριθησόμενος
<παραβλητικός>
παραβάλλων
<παραβλῶπας>
παρορῶντας
<παραβλῶπες>
ὁμοίως, διάστροφοι, τὰς ὄψεις διαστρέφοντες, καὶ πα- ραβλέποντες
<παραβολή>
πραγμάτων ὁμοίωσις
<παραβουλευσάμενος>
εἰς θάνατον ἑαυτὸν ἐκδούς
<παραβραβευθείς>
καταῤῥαγείς. παραμεληθείς
<παραβραβεύων>
παρακρίνων
<παραβύουσαν>
παρακαμ(μ)ύουσαν
<παράβυστον>
λάθρα γινόμενον, ἀπόκρυφον. ἀποκεκρυμμένον, ἢ μι- κρὸν κλινίδιον, παρατιθέμενον τῇ μεγάλῃ, ἔνιοι δὲ δικαστήριον οὕτω καλούμενον
[<παραγάγγας>
εἶδος μέτρου Περσικοῦ]
<παρ' ἀγαυοῦ Τιθωνοῖο>
παρὰ τοῦ λαμπροῦ Τιθωνοῦ
<πάρα γε>
ἐγγὺς δέ. ἢ κόψον
<παράγει>
παρέρχεται. παραπέμπεται. φυλάσσεται. εἰσπορεύεται
<παραγκωνίσασθαι>
ἀποστρέψαι
<παραγόρευσιν>
ἄρνησιν
<παραγράφεται>
ἐκβάλλεται
<παραγραφή>
ζημία
<παραγράψαι>
ὃ ἡμεῖς λέγομεν διαγράψαι. καὶ τὸ ἐκ τραπέζης λα- βόντα διὰ γραμμάτων τοῦ τραπεζίτου πιστώσασθαι
<παραγράψεται>
οὐ παραδέξεται
<παραγυμνῶσαι>
φανεροποιῆσαι
<παραγωγαί>
ἀπάται. χρήσεις
<παραγωγάς>
χιτὼν παρὰ Πάρθοις
<πάρα δέ>
ἐγγὺς δέ
<παραδέδρομα[ι]>
παρεμνήσθην
<παραδειχθέν>
φανερωθέν
<παράδειγμα>
ὑπόδειγμα. ἢ παρασκευασθέν τι ἔλαττον εἰς μείζονα
<παραδειχθῶ>
οὐ φαίνομαι
<παράδεισος>
τίθεται ἐπὶ τῶν ἀναισθήτων. οἷς ἐστιν ἐμπεριπατεῖν. ἢ τόπος [ἔνυδρος ἤτοι] εὔυδρος, ἐν ᾧ περίπατοι. καὶ ἡ βασιλέως κα- τάλυσις
<πάρα δέ σοι>
πάρεστι δέ σοι
<παραδήμῳ>
ἐξακούστῳ
*<παραδειγματίσαι>
φανερῶσαι. θριαμβεῦσαι
<παρὰ δίκην>
παρὰ τὸ δίκαιον
<παρὰ δόξαν>
παρ' ἐλπίδα, παρὰ προσδοκίαν
<παράδοξον>
θαυμαστόν. ἀπροσδόκητον
<παράδοξος>
ὁ παρὰ δόκησιν λεγόμενος
<παράδοσις>
ἄγραφος διδασκαλία
<παραδόσεων>
διδασκαλιῶν
<παραδραθέειν>
παρακοιμηθῆναι
<παραζηλῶν>
παροξύνων, παρεξισῶν
<παραζωστρίς>
μικρὰ μάχαιρα
<παραθαλπόμενος>
παραθερμαινόμενος. παρακμάζων. παραμυθού- μενος
<παραθεῖ>
παρατρέχει
<παράθεμα>
ἐπίθεμα
<παραθέουσι>
παρατρέχουσι
<παραθήγειν>
ἀκονᾶν, παροξύνειν
<παραθήκη>
παρακαταθήκη. [παράθου
<παραθῆται>
ἐκβάλλῃ
<παρὰ θῖνα>
παρὰ τὸν αἰγιαλόν
*<παραθέντες>
ἐκβληθέντες
<παράθρανος>
κώπη τις ἐν ταῖς παραθράνοις
<παρ[α]θρέξειας>
παραδράμοις
[<παραθῶτε>
ἐκβάλλει]
<παρα(ι)βάται>
οἱ ἐπὶ τῶν δίφρων ἑστῶτες μαχόμενοι, οἱ κύριοι τῶν ἁρμάτων
<παρ' αἰγείρου θέα>
Ἐρατοσθένης φησί, ὅτι πλησίον αἰγείρου τινὸς θέα (αἴγειρος δέ ἐστι φυτοῦ εἶδος) ἐγγὺς τῶν ἰκρίων. ἕως οὖν τούτου τοῦ φυτοῦ ἐξετείνετο καὶ κατεσκευάζετο τὰ ἰκρία, ἅ ἐστιν ὀρθὰ ξύλα, ἔχοντα σανίδας προσδεδεμένας, οἷον βαθμούς, ἐφ' αἷς ἐκαθέζοντο, πρὸ τοῦ κατασκευασθῆναι τὸ θέατρον
*<παράδοξος>
θαυμαστός. ἐπάξιος. καὶ ὁ παρὰ δόκησιν λεγόμενος
*<Παραίλεως>
ὄρος ἐγγὺς μ ρ θ ν<ο>
*<παραινεῖ>
συμβουλεύει
<παραιθένατα>
τὰ ἀπὸ τῶν μικρῶν δακτύλων παρὰ τὸ θέναρ, ἤγουν ἐπὶ τὸν καρπόν
<παραικάτια>
αἱ ἐπὶ τοῖς ζεύγεσι τῶν ὁπλιτῶν τάξεις
<παραίνεσις>
συμβουλή, νουθεσία, σωφρονισμός
<παραίπαιμα>
παρακοπή
<παραὶ ποσί>
παρὰ τοῖς ποσί
<παραιρεῖται>
ὀλίγα ἀφαιρεῖται
<παραιρήμ[μ]ατα>
παράρματα ἱματίων
<παραιροῦνται>
ἀφαιροῦνται
*<παραὶ ποσὶ κάππεσε θυμός>
ἠγωνίας(αν), καὶ κατέπεσαν τῇ γνώμῃ [ἢ ποσίν]
<παραισαβάζειν>
παραμεμηνέναι. ἀπὸ τοῦ Σάβου
<παραίσι[μ]α>
ἀλλοῖα τῶν προσηκόντων
*<παρίσομαι>
....
<παραΐσσοντα>
παρατρέχοντα
<παραίτησιν>
παράκλησιν
<παραίφασις>
ἀπολογία. παραλογισμός. παραμυθία. συμβουλία. πα- ρηγορία. παραίνεσις
<παραιφάσσει>
τινάσσει. πηδᾷ. παρακινεῖ. καὶ τὰ ὅμοια
<παραιφηλούμεθα>
παραγόμεθα
<παρακαίρια>
παράκ(αι)ρα
<παρακαταθήκη>
ἐνέχυρον
<παρ[α]κατέλεκτο>
παρακατέκειτο
<παρακεκλημένοι>
παραμυθηθέντες, παρακληθέντες
<παρακεκόαται>
παρανοεῖ
<παρακεκομμένον>
ἄνανδρον
<παρακέκρουνται τῶν φρενῶν>
(παρ)ηλλάττοντο
<παρακελεύσεσθαι>
προτρέψασθαι
<παρακελεύουσιν>
ἐπιτρέπουσιν
<παρακεχόρδικεν>
παρήλλαχεν. παρήμαρτεν
<παρακεώμεθα>
ἐγκείμενοι ὦμεν
*<παράκλητον>
πνεῦμα λέγεται, ὡς τὰς παρακλήσεις τῶν ὅλων δεχό- μενον
*<παρακλήτορες>
παραμυθηταί
*<παρακλιδόν>
ἕνα παρ' ἕνα. παρακεκλιμένος. παρατετραμ(μ)ένος· "παρακλιδόν, οὐδ' ἀπατήσω"
*<παρὰ κληῖδος ἱμάντα>
παρὰ τοῦ τρυπήματος παραγομένου κλεί- θρου, δι' οὗ τὸν ἱμάντα ἐνιᾶσι
<παρακοᾶν>
παρανοεῖν
<παρακοίτης>
ὁ ἀνήρ. γυνὴ γαμετή, παλλακίς <παράκοιτις>
<παρακονᾶν>
τὸ ἐν τῷ ἀσπάζεσθαι παρατρίβειν τὸ γένειον καὶ τὰς παρειάς
<παρακόπτει>
μαίνεται
<παρακόρησον>
παρακάλλυνον
<παρακοττεῖ>
παραφρονεῖ
[<παράκρουσις>
ἀπάτη. [παρενεγκεῖν]
<παρακροτήσαντες>
παραθαρσύναντες
<παρακροτῶν>
παροξύνων
<παρακρούει>
πλανᾷ, ἐξαπατᾷ
<παρακρουσθέντες>
παραλογισθέντες
<παρακρουσιχοίνικος>
παραλογιζόμενος ἐν τῷ μέτρῳ. εἴρηται δὲ οὕτω διὰ τὸ κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν
<παράκρουστος>
μωρός
<παράκτης>
ὁ τῶν κυνηγῶν τοὺς κύνας ἐπὶ τὴν θήραν ἄγων
<παρὰ κωφὸν ἀποπαρδεῖ>
ἡ παροιμία. πρόδηλος δὲ αὐτῆς ἡ αἰτία
<παραλαλοῦντος>
......
<παρὰ λαπάρη(ν)>
παρὰ τὴν λαγόνα
<παραλέ(λε)ξαι>
παρὰ τὸ τὰς ὑπερεχούσας (τρίχας) ἐν ταῖς ὀφρύσι παραλέγειν
<παραληρούντων>
μωρὰ λαλούντων
<παραλία>
ἡ Ἀττική. ἔνθεν καὶ ἡ ναῦς <πάραλος>
<παραλία> καὶ <πάραλος> καὶ <παράλιος>
παραθαλάσσιος
*<παραλαλεῖ>
φλυαρεῖ, μὴ γινώσκων ἃ λαλεῖ
<παραλίτης>
ὁ ἀπὸ τῆς παράλου· ἡ δέ .... ἐστιν ἱερὰ ναῦς
<παραλλαγῆς>
ἐναλλαγῆς, ἀλλοιώσεως
<παραλλάξαι>
* διάβηθι, πάρελθε
<παραλλάξας>
ἐνηλλαγμένως. παρελθών
<παρ' ἀλλήλαις>
ἐγγὺς ἀλλήλων
<παράλληλον>
ἀκόλουθον, ὅμοιον τῷ μεταξὺ ὄν
<παραλογισμός>
ἀπάτη λογισμοῦ
<παραλογιστής>
ἀπατεών
<παράλογον>
ἀλόγιστον
<πάραλ[ι]οι>
οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀττικῆς
<παραλουργεῖς>
οἱ ἧττον[ες] ἔνδοξοι καὶ ἔντιμοι· ὡσεὶ λέγοι τις· <πα- ραβαφής>· <Ἁλουργὲς> γὰρ τὸ ἐκ τῆς θαλαττίας πορφύρας ὕφος
<παραλούς>
παρακρατηθείς. συσχεθείς
<παραλυθῆναι>
ἀπολυθῆναι
(*)<παραλοῦμαι>
παροιμιωδῶς· ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες παρελοῦντο
[<παραλώματα>
τὰ ἔξωθεν]
<παραλώματα>
τὰ ἔξωθεν τῶν <μ>ρών (ς)κεπασμάτων
<παραμαρτών>
ἀποτυχών
[<παραμήνας>
παραναγνούς
<παραμήξας>
παραλλάξας]
<παραμεῦσαι>
παραλλάξαι. ἐκτραπῆναι
<Παραμήνη>
ἡ τῶν θεῶν μήρα. Λυδοί
<παραμίξεται>
γειτνιάσει
<παρ' ἄμμι>
παρ' ἐμοί
[<παραμνείσω>
παραμένοντι καὶ καταπραΰνοντι τὸ μένος, ἤγουν δύ- ναμιν]
<παράμονος>
καρτερός
<παραμυθίαν>
παράκλησιν
<παραμυ(θή)σασθαι>
συμβουλεῦσαι
<παρὰ ναῦφιν>
παρὰ τῶν νεῶν
<παρὰ νῆας>
παρὰ τὰς ναῦς
<παρὰ νηυσί>
παρὰ τοῖς πλοίοις
<παράνοια>
ὑπερηφανία
<παράνομος>
ἄνομος, ἄδικος, ἄθεσμος. ἁμαρτία
<πάραντα>
τὰ παρὰ τὸ ἀντικρύ, οἷον πλάγια, τὰ παρατετραμμένα τῆς εὐθείας ὁδοῦ
<παράνυμφος>
νυμφεύτρια
<παραξιφίς>
μάχαιρα
<παρ[αρ]άορος>
σειραφόρος
<παραός>
ἀετὸς ὑπὸ Μακεδόνων
<παράπαγος>
μάνδαλος θύρας
<παραπαίει>
παρακόπτει, μαίνεται, ληρεῖ, παραφρονεῖ
<παραπαιόντως>
ὁμοίως
<παράπαιστος>
παραπλήξ. ἢ παρειμένος
<παράπαν>
παντελῶς, καθόλου
<παρὰ πάντας>
ὑπὲρ πάντας
<παραπασσόμενος>
ἐπιβαλλόμενος
[<παραπείσῃ>
παραπαίξῃ]
<παραπέμποντες>
ἀπωθούμενοι
<παραπεπ[ε]ίθοιμι>
παραπείθοιμι
<παραπεπλεγμένως>
συμπεπλεγμένως
<παραπετάσματα>
παρακαλύμ(μ)ατα
<παράπηχυ[ν] ἱμάτιον>
τὸ παρ' ἑκάτερον [μέρον] μέρος ἔχον πορ- φύραν
<παραπικραίνων>
παροργίζων
<παραπλαγιάσας>
πλαγιασάμενος
<παραπλάγξασα>
παρακρουσθῆναι ποιήσασα
<παραπλασμός>
ὁ ἐν ταῖς τῶν αὐλῶν τρύπαις ῥύπος
<παραπλέξαι>
ἐμπλέξαι
<παραπλάσματα>
τὰ κηρία τὰ ἐπιτιθέμενα τοῖς ζητήμασιν ἐν τοῖς βιβλίοις
<παραπλῆγος>
μανιώδους
*<παραπλῆγας>
τοὺς τὰς ἄκρας ἀνατεινούσας ἔχοντας αἰγιαλούς. ἢ <πέτρας>
<παραπλήγων>
μαινομένων
*<παραπληγία>
παρακοπή
<παραπλήξ>
παράφρων, τὰς φρένας βεβλαμ(μ)ένος, μανιώδης, παρα- κόπτων, παραφρονῶν
<παραπληξία>
μανία
<παραπλήσιος>
ἐμφερής, ὅμοιος
<παραπλῆττον>
ἐκπλῆττον
<παραπλόκαμος>
ἡ παραπεπλεγμένη τὰς τρίχας
<παραπλομένοισι>
παροῦσι
[<παρὰ πλόνεσι>
παρὰ πολλοῖς]
<παραπλώζειν>
τὸ παρὰ τὴν ὁδὸν ἵστασθαι, ἢ ἰέναι
<παρὰ πόδα>
εὐθέως. ἐγγύθεν
<παρὰ ποδί>
παρὰ τοῖς ποσί
<παρὰ πολύ>
πολύ
<παραποιεῖν>
παραπράττειν
<παραποιήσασθαι>
παρασφραγίσαι
<παραπρονοῆσαι>
ἐνθυμηθῆναι, νοῆσαι
<παραπομπή>
μετακομιδή
<παραρεῖν>
φληναφεῖν
<παρα(ῤ)ῥητοί>
παραινετικοί, σύμβουλοι, παραμυθητικοί
<παρα(ῤ)ῥητοῖσι>
παραμυθηταῖς
<παραῤ(ῥ)ύματα>
δέῤῥεις
<παραρτίζεσθαι>
παρασκευάζεσθαι
<παραρυῇς>
μετεωρισθῇς, παραπέσῃς
<παράρυμα>
Σοφοκλῆς Πολυξένῃ <παράρυμα ποδός>, ὡς κρεμαμέ- νων τινῶν ὑφασμάτων ἐκ τοῦ ἅρματος πρὸς κάλλος. τινὲς δὲ σχοινίον ἐν ταῖς ναυσίν. οἱ δὲ ὑπόδημα
<παραρυμίς>
τὸ παρὰ τὸν ῥυμόν
<παραρυτεῖν>
παρέχειν
*<παραρυῶμεν>
ἐξολισθῶμεν
*<παραρυόμενον>
παραπεσό[μενο]ν, παραῤ(ῥ)υέν
<παρασάγγας>
εἶδος μέτρου Περσικοῦ
<παρασαγγιλόγω>
οἱ Πέρσαι τοὺς διαγγέλλοντας οὕτω λέγουσι
<παρασάγγης>
μέτρον ὁδοῦ, τριάκοντα σταδίους ἔχον
<παρασαρῶσαι>
ἐροὴ δὲ καὶ [κάλυθρον ἢ] κάλλυντρον τὸ σάρον. καὶ κόρηθρον καλεῖται
<παρασεσυρμένοι>
παρελκυσμένοι, ὑπεσκελισμένοι
<παράσημα>
τεράστια
<παρασημαίνει>
παραχαράττει. παραδηλοῖ
<παράσημον>
ἀδόκιμον, κίβδηλον. ἀπὸ τὸ καὶ νομισμάτων τὰ κίβδηλα <παράσημα> λέγεται
<παράσιτοι>
ἀρχὴ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκδοχήν ......
<παράσιτος>
κοσσοτράπεζος
<παρασιωπῶν>
μακροθυμῶν
<παρασκευάζεται>
εὐτρεπίζεται, ἑτοιμάζετο
<παρασπάς>
φυτὸν ἀπεσπασμένον
<παρασπάσησθε>
ἀφέλησθε
<παρασπίζουσα>
σύνους(α). συνοικοῦσα
<παρασπιστής>
παρεστώς. ὁπλίτης
<παρασπονδήσας>
παραβὰς τὰς συνθήκας
<παρασπονδοῦντες>
ἐχθραίνοντες. πολεμοῦντες
<παρασπῶν>
συλῶν
<παραστάδες>
οἱ πρὸς τοῖς τοίχοις τετ[ρ]αμένοι κίονες
<παρασταδόν>
ἐκ τοῦ σύνεγγυς, ἢ παραστάντες, ἢ παραστατικῶς, ἢ κατὰ τρόπον, ἢ κατὰ τὸ δέον
<παρασταθμίδες>
τῆς θύρας τὰ πρὸς τῷ στρόφιγγι
<παράστανον>
λόγχη
<παράστασις>
φυγή. καὶ τὸ φυγαδεῦσαι <παραστήσασθαι>
<παραστάται>
τὰ ἀπὸ τῶν νεφ(ρ)ῶν ἀγγεῖα. καὶ οἱ πρὸς τὰς ὤας στήμονες
<παραστάτην>
προστάτην
<παραστάτησον>
παραστάτης γενοῦ. νίκησον
<παραστατίς>
ἀγγεῖον θερμαντικόν
<παραστέλλεται>
ἀναστέλλεται
<παραστέλλων>
ἀναστέλλων
<παραστησάμενος>
μετακαλεσάμενος
<παραστίζουσα [ἢ παραστίζων ἢ παραστιχθείς>]
ἐπ(ε)ὶ τῶν [ἀνακλυσετῶν] ἀφυστερούντων τὰ ὀνόματα παρέστικται. [Σώφρων δὲ κεντήματά φησιν.] ἄλλοι, ὡς ἀπόντα [τινὰ] παραστήσουσα σημειου- μένη
<παραστόρνυται>
καὶ τὸ λεῖον ποιῆσαι ξίφος, καὶ τὸ παράστροτον
*<παρασυνεβλήθη>
ὡμοιώθη
<παρασύρει>
χαυνοῖ. παρατρέπει
<παρασυρέντες>
παρατραπέντες
<παρασυρῶ>
παρατρέψω, καὶ τὰ ὅμοια
<παρά σφιν ἢ παρά σφισιν>
παρ' [ἑ]αὐτοῖς
*<παράχασον>
ἀναχώρησον
<παρασχεδιαζομένη>
παραχαραττομένη
<παράταξις>
πόλεμος. φάλαγξ. καὶ ὄνομα
<παρατάσσεται>
ἐν πολέμῳ ἀνθίσταται
<παρατατικός>
ἐκτεταμένος
<παρατέθηγμαι>
παρηκόνημαι. παρωξύνθην
<παρατεθηγμένος>
ἠκονημένος
<παρατείνει>
παρέλκει. πλατύνει
<παρατεκτήναιτο>
παρὰ τὰ ὄντα κατασκευάσειεν
<παρατενεῖς>
ἀπολεῖς
<παρατέτακται>
ἡτοίμασται
<παρατηρημάτων>
ἐπιτηρήσεων, παραφυλάξεων
[*<παρατούριον>
ἀντίπανον. κράσπεδον
*<παραχαράκτης>
διαστροφεύς, παρατρωτὴς τῶν εὖ τεθέντων νόμων
<παρατηρημάτων>
ἐπιτηρήσεων,] κληδονισμῶν τε καὶ ἀπαντήσεων
<παρατρέπει>
παραγορεῖ
<παρατρέχει>
παρέρχεται
*<παρὰ τὸ εἰκός>
παρὰ τὸ δέον
<παρατρέψαι>
παρενέγκαι. πορθῆσαι
<παρατρέψας>
παρελάσας
<παρατροπαῖς>
μεταβολαῖς
<παρατροπέων>
παρατρωπῶν. παραλογιζόμενος
<παρατρύζει>
παραφωνεῖ. γογγύζει
<παρατρύζουσι>
γογγύζουσι. καὶ τὰ ὅμοια
<παρατρωπῶσ'>
παρατρέπουσι, παραπείθουσι τῆς ὀργῆς
<παρατ[ρ]υχών>
παρών
<παραύδα>
παραφώνει, παρηγόρει
<παραύλια>
τὰ παρὰ τὴν αὐλήν, οἷον πρόχωρα
<πάραυλος>
πάραυλος Ἑλλησποντίς, ὡραία θέρους, ἡ κατὰ τὸ θέρος ἀκμάζουσα
<παραυτά>
παραχρῆμα, εὐθέως, παραυτίκα
<παρ' αὐτόφι>
παρ' αὐτῷ
<παραυχενίζων>
παρακλίνων
<παράφημι>
παραινῶ. παραμυθοῦμαι. συμβουλεύω
<παραφθαίησι>
παραδράμοι
<παράφορα>
παρατετραμμένα
<παραφορμά>
ἀρχή τις τῶν συνεξιόντων βασιλεῖ
<παράφορος>
παραφερόμενος. παρόμοιος. ἐξεστηκώς
<παράφρων>
ἀνόητος
<παραχαράσσον>
παραλλάσσον, παρασημαῖνον
<παρὰ χεῖρα>
μετὰ χεῖρα, ἐν χερσί
<παραχρᾶται>
κακῶς λέγει
<παραχρῆμα>
παραυτίκα. [ἀθρόως.] εὐθέως
<παραχωρημάτων>
ἐκβολῶν
[<παραψίδες>
τὰ μεγάλα τρύβλια]
<παραψυχή>
παραμυθία
<παρδακῶν>
διύγρων
<παρδαλέην>
παρδάλεως δοράν
<πάρδαλις>
ποιὸς ὄρνις
<πὰρ δέ>
παρὰ δέ
<πάρδικος>
ἡ οἰκοδομὴ τῆς καθέδρας
<παρεᾶσαι>
πλαγιάσαι
<παρέβασκε>
παρεβάτει
[<παρεβλήδην>
ἐρεθιστικῶς]
<παρεγγεγραμμένος>
ὁ μὴ κατὰ νόμον τοῖς πολίταις (ἐν)τεταγμένος. δημοποίητος [παῖς]
<παρέγγ[έγ]ραπτος>
νόθος. παρεγγεγραμμένος
<παρεγγραφέντων>
ῥᾳδιουργηθέντων
<παρεγγυᾷ>
παραγγέλλει. διαδίδωσιν
<παρεγγυᾶται>
λέγει. παραδίδωσιν. ἐντέλλεται. παραινεῖ. διδάσκει. προλέγει. παραγγέλλει. διαβεβαιοῦται. ἢ <παρεγγυᾷ>
<παρεγγυήσαντος>
παρασχόντος
<παρεγχρίψεται>
ἐγγίσει, προσπελάσει
*<παρ' αἰδοίῃσι>
παρὰ ταῖς αἰδοῦς ἀξίαις
<πάρεδρον>
παρακαθήμενον. παραμένον. σύνθρονος
<πάρεδρος>
ἀρχή τις "καὶ αὐτὴ ἡ κελεύουσα παρέδρους δίδο[υ]σθαι ὑπὲρ τοῦ τὸν ἁμαρτάνοντα μηνύεσθαι"
<παρέζεο>
παρακαθέζου
<παρεζόμενος>
παρακαθήμενος
<παρεθείς>
ἐκβληθείς. ἢ ἐάσας
<παρεθεωροῦντο>
κατεφρονοῦντο
<παρεθήγοντο>
παρωξύνοντο
<παρειά>
γνάθος
*<πάρει>
ἦλθες
<παρεῖαι ὄφεις>
ὄφεων εἴδη μεγάλας παρειὰς ἐχόντων· ταῦτα δὲ ἥκι- στα δάκνει ἀνθρώπους
<παρείθη>
παρελύθη, ἐχαυνώθη. ἐκρεμάσθη, ἐχαλάσθη. ἐάθη
[<παρείεμαι>
παραλέλυμαι]
<παρεικάθῃ>
παρέλθῃ. [παρελύθη]
<παρείκαμεν>
παρεπέμψαμεν
<παρείκει>
παρέρχεται
[<παρείκουλον>
ἀπόφασις ἄρχοντα]
<παρεῖμαι>
παραλέλυμαι, ἐκλέλυμαι
<παρειμένος>
παραλελυμένος, ἐκλελυμένος, παράλυτος. παρεωραμένος. τετελευτηκώς. ἢ καταπεφρονημένος
<παρειμένως>
καταφρονητικῶς, ὁμοίως
<πάρειμι>
ἐῶ. ἢ παραλελυμένος
[<παρείμην>
εὑρέθην. ὑπῆρχον]
<παρεῖναι>
ἐᾶσαι
<παρεῖξαι>
παραχωρῆσαι
<παρείπῃ>
παραλογίσηται
<παρειπεῖν>
παραμυθήσασθαι. παραινέσαι. παραπείσειν. παραλογί- σασθαι
*<παρειμένων>
παρεωραμένων
[<παρεῖρξαν>
ἐκώλυσαν]
<παρείς>
ἐάσας, ἀφείς, καταλιπών
<παρείσακτον>
ἀλλότριον
<παρείσανον>
κράσπεδον, ἀκρωτήριον
[<παρείση>
παραστίκης]
<παρείσθωσαν>
παραλυέσθωσαν
<πάρεισιν>
εἰσίν
<παρεισκρίνεται>
παρεισέρχεται. παρεισβάλλει
<παρεισρέων>
παρεισερχόμενος
<πάρ[ε]ιτε>
παρέλθετε
<παρεκίρνα>
παρέμισγε
<παρεκλήθη>
παρεμυθή(θη)
<παρέκλησε>
παρῆλθεν
<παρὲκ νόον ἤγαγέ [μου]>
τὸν νοῦν παρελογίσατό μου
<παρὲκ μίτον>
παρὰ τὸ(ν) μίτον
<παρεκναμε[νο]ῦντο>
παρεπ[ιπ]ορεύοντο ἐπιπόνως
<παρεκρότει>
παρώξυνεν
<παρεκρούσατο>
ἐχλεύασεν. παρεψηφίσατο. διεσκέδασεν
<παρεκτικόν>
παρεχόμενον
<παρεκόπτου>
ἠφάνιζες
<παρέλαβες>
ἐπαιδεύθης
<παρελάσας>
παραδραμών
<παρελέγετο>
παρὰ τὸν αἰγιαλὸν ἔπλεεν
<παρελέξατο>
ἐκοιμήθη. παρεκλίθη. ἢ παρεπλέξατο· τὸ γὰρ παρα- πλέξαι τινὲς <παραλέξασθαι> καὶ <λέξασθαι> λέγουσιν
<παρελεύσεαι>
παραδραμεῖς· καὶ παραλογίσῃ
<παρελεύσεται>
παραδράμῃ, παρέλθῃ
<παρεληλυθότας>
παραβαίνοντας
<παρελθόντων>
εἰσελθόντων
<παρέλκεται>
διατρίβει
<παρέλκον>
περισσόν. [περιττόν.] βραδύ. παρατεῖνον
<παρέλκυσις>
βράδος, βραδυτής
<παρελογίσασθε>
ἠπατήσατε, ἐψεύσασθε, ἐχλευάσατε
<παρελύθησαν>
ἠσθένησαν
<παρέλυσε>
καθεῖλεν, ἐξέβαλεν
<παρεμβαλεῖ>
παρεντίθησιν
<παρεμβαλεῖ>
ἐπισκέπει
<παρεμβάλ[λ]οιτο κλῆρον>
συγκληρώσαιτο
*<παρεμβολή>
στρατόπεδον. παράταξις. στῖφος στρατιᾶς, ἢ πλῆθος. ἢ οἴκησιν. ἢ κάστρον
<παρεμπίνειν>
τὸ ἐκτὸς λόγου πίνειν
<παρ' ἔμοιγε>
πάρεισι γάρ μοι
<παρεμφάρακτος>
ἀσελγής. πέρπερος
<παρεμφαίνεσθαι>
παραδηλοῦσθαι
<παρεμφερές>
ὅμοιον
<παρ' ἕν>
κατὰ τὸ ἑξῆς
<παρενδοθῇ>
παρατεθῇ
*<παραίνεσις>
συμβουλία. διδασκαλία
<παρενεγκεῖν>
παραθεῖναι. παραβαλεῖν
<παρενήνεον>
παρανιέων. παρετίθεσαν ἀθρόως. παρεσώρευον
<παρένθετος>
παρείσακτος
<παρενθῆκαι>
μετενήνεκται (ἢ) ἀπὸ τῶν τεχνιτῶν τῶν παρεργαζομένων ἔνια λεπτά. ἢ ἀπὸ τῶν πλοϊζωμένων· παρεντιθέασι γὰρ τοῖς φορτι- κοῖς κοῦφα. ἀπὸ τῶν καμιν(έ)ων· τοῖς γὰρ πίθοις πινακίσκοι παρεν- τίθενται καὶ λεπτά
<παρέντες>
παραλείψαντες, ἐάσαντες
<πάρεξ>
χωρίς, ἐκτός
<παρεξειρεσίαν>
τὸ κατὰ τὴν πρῷραν πρὸ τῶν κωπῶν· ὡσεὶ λέγοι τις, πάρεξ τῆς εἰρεσίας
*<παρελέξατο>
παρεκοιμήθη
<παρεξηυλημένος>
ὑπὸ γήρως τὸν νοῦν παρεξηυλημένον ἔχων, ἀμυ- δρόν. μετενήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· αἱ γὰρ κατα(τε)τριμμέναι ἐξηυλῆσθαι λέγονται
<παρὲξ ὁδοῦ>
ἔξω τῆς ὁδοῦ
<παρὲξ εἴποιμι>
παρὰ τὴν ἀλήθειαν εἴποιμι
<πάρεξ τὸ θεῖον χρῆμα>
ἔξω τῆς μίξεως
<παρεοικώς>
παρόμοιος
<παρεόντα>
παρόντα
<παρέπαφεν>
παρέπεισεν
<παρεπίδημος>
πάροικος
<παρεπλάγχθη>
παρεκρούσθη
<παρεπτάμενα>
περιττά
<παρεπτάμενον>
περιττόν
<πάρεργον>
νόθον, ὡς μικρόν τι τῶν ἀναγκαίων
[<παρεργότατα>
κατεῤῥογότατα]
<παρέργως>
ἀκαίρως. ῥᾳθύμως
[<παρενεῖται>
ὀλίγα ἀφαιρεῖται]
<παρ' ἐρινεόν>
παρὰ τὴν ἀγρίαν συκῆν
<παρερέωσαν>
παρετάξαντο, ἐν πολέμῳ ἀντέστησαν, κυρίως δὲ μετὰ τῶν ῥεῶν
<παρεῤ(ῥ)υπωμένα βιβλία>
οἷς κηροὺς προσπλάσσομεν, πρὸς τὸ ζητῆσαί τινα
<παρέρχεται>
ὑπερβάλλε[τα]ι
<παρεῤῥωγότα>
κατεῤῥωγότα
*<παρεσταμένη γῆ>
ἐφ' ᾗ τις ὀφείλει δάνειον· καὶ ἡ ἐκδεδομένη ἐπὶ γεωργίᾳ
<πάρεσαν>
παρῆσαν
<παρεσθίε[τα]ι>
παραβιβρώσκεται
*<πάρεσιν>
ἄφε[ω]σιν, συγχώρησιν
[<παρέσεσται>
πάρεσται]
<παρέσμεθα>
ἤλθομεν
<πάρεσο>
παραγενοῦ
<παρεσόμεθα>
[παρεγενόμεθα
<παρεσόμεθα>
παρεῖναι μέλλων
<παρέσσυα>
παρόρμησα. παραγινομένη
<παρέσσεται>
παρέσχεται
*<παρεσπονδημένοι>
ἔκθεσμοι. παρηνομένοι
<παρεστέλλετο>
παρεγίνετο
<παρέστη[σε]>
παρεγένετο. ἐπέστη
<πάρεστιν>
ἐστὶν ἐγγύς
*<παρέσφηλεν>
παρεφάνετο. ἀποτυχεῖν ἐποίησεν
<παρέσφαλεν>
ὁμοίως
<παρέσχεν>
ἔδωκεν
<παρετάξατο>
ἐν πολέμῳ τέθνηκεν
<παρετάξαντο>
ἐπολέμησαν
<παρέτμηξεν>
ἐξηφάνισεν
<πάρετος>
παραλελυμένος
<παρετρώπασκε>
παρετρέπετο
<παρευημερεῖσθαι>
νικᾶσθαι
<παρευημερηθείς>
παροραθείς
<παρευθύνουσι>
βιάζονται. παραφέρουσιν
<παρευθύνωσιν>
ὁμοίως
<παρευνάζων>
παρακοιτάζων
[<παρεφάσεις>
παραινέσεις
<παρεφασίῃσι>
παραμυθίαις]
<παρεφέρετο>
ἐδαιμονίζετο
<παρέφησε>
παρεγράψατο. ἠπάτησεν
<παρεχάσσατο>
παρεχώρησεν
<παρέχει>
δίδωσι, χορηγεῖ
<παρῇ>
ἔλθῃ
<πάρηβον>
παρὰ Κτησί(ᾳ), ξύλον τι
<παρήγαγεν>
ἤνεγκεν. ἢ ἠπάτησεν
<παρηγοναῖς>
παραγώγως. ἀπάταις
<παρηγορεῖ>
παρακαλεῖ, παραμυθεῖ(ται)
<παρηέρθη>
παρηνέχθη
[<παρήθη>
ἐάθη]
<παρήϊξαν>
ἐκώλυον
<παρήϊον>
ὁ παρὰ τὸ γένειον τόπος. καὶ κόσμος ἐπὶ μετώπου τῶν ἵππων παρὰ γνάθον
<παρῆκεν>
ἀφῆκεν, εἴασεν, ἔλειπεν
[<παρήκτης>
πάντα πράττων ἐπὶ κακῷ
<παρήθρει>
παρῃωρεῖτο
<παρῆκεν>
εἴασεν, ἀφῆκεν,] ἀπέλυσεν
<παρήλασα>
παρεφθεγξάμην. παρέβην
<παρήλατοι>
παραμύθιοι
<παρῆλθε>
ἧκεν. εἰσελήλυθεν
<παρήμενος>
παρακαθήμενος. ἔκλυτος
<παρημένων>
παρενηνεγμένων
[<παρημοσύνη>
θεραπεία]
<παρηνέχθη>
παρεκρεμάσθη
<παρῇξαν>
ἐκώλυσαν
<παρήορος>
ὁ παραιωρούμενος. ἄφρων. καὶ ἵππος ὁ παράσειρος, ὁ ἐκτὸς τοῦ ἅρματος τρέχων
<παρήπαφεν>
ἠπάτησεν. ἐξέστησεν
<παρηρία>
μωρία
*<πάρερος>
ὁ μωρός
<παρήσει μοι>
δοκῶ
[<πάρησιν>
χαύνωσιν]
<παρήσομεν>
ἐάσομεν. παράσχωμεν
<παρήτασεν>
ἐξήτασεν
<παρηυμάρησαν>
κατεφρόνησαν
<παρθέμενοι>
παραθέμενοι, παραβάλλοντες σφὰς γὰρ παρ[α]θέμενοι κεφαλάς
<παρθενίας>
ἀβυρτακῶδές τι πέμμα
<παρθενική>
παρθένος
<παρθένιοι>
οἱ κατὰ τὸν Μεσσηνιακὸν αὐτοῖς πόλεμον γενόμενοι ἐκ τῶν θεῶν. καὶ οἱ ἐξ ἀνεκδότου λάθρα γεννώμενοι παῖδες, ἀπὸ τοῦ δοκεῖν ἔτι παρθένους εἶναι τὰς γεννησαμένας αὐτούς. καὶ ποταμὸς Παφλαγονίας <Παρθένιος>
*<παρθενοπίπας>
ὁ τὰς παρθένους ὀπιπεύων, οἷον περιβλέπων, ἢ ἀπατῶν
<Παρθένοι>
τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων .....
<Παρθένου Παλληνίδος>
[ἱέρεια] Ἀθηνᾶς. ἔστι γὰρ ἱερὸν Ἀθηνᾶς ἐν Παλληνίδι
<παριαμβίδες>
Ἀπολλόδωρος παρὰ τοὺς ἰάμβους αὐτά(ς) φησι πε- ποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν
<Παριανός>
ἐξ ἐπιθέτου Πρίαπος
<παριαύων>
παρακοιμώμενος
<παριδρύσαντες>
παρακαθίσαντες
<παρίεται>
ἐᾷ, παραπέμπεται
<παρίημι>
ἐῶ, καταλιμπάνω, συγχωρῶ, ἀφίημι
<παρίησιν>
ἀφίησι, συγχωροῦσιν
<παρικτόν>
παρερχόμενον
*<Πάροικοι>
γένος τι Ἀθήνῃσιν
<παριλλαίνουσα>
παρεμβλέπουσα. <ἴλλοι> γὰρ οἱ ὀφθαλμοί
[<πάριον>
πιστόν. κάτοχον]
<Πάριος>
Πάριδος. [πιστός. κάτοχος]
<παριππεύει>
ἀφεῖ αὐτοὺς καὶ ἄλλῃ ὁδεύει. παρατρέχει. παρακο- λουθεῖ
<παρ' ἵππων>
παρὰ τῶν ἵππων
<παρίσθμια>
τὰ περὶ τὸν φάρυγγα
<παρίστασθαι>
τὸ ἁρπάζειν τοὺς παῖδας
<παρισώματα>
ὁμοιοειδῆ
*<παρίστατο>
παρέστηκεν
*<παριστῶ>
ἀποδείκνυμι
<πάριτε>
ἔλθετε
<παρκατέλεκτο>
παρεκοιμᾶτο
<παρμέμβλωκε>
πάρεστιν. ἢ παραμεμένηκεν. ἢ παραμεμόληκεν
<πάρμη>
Θ(ρ)ᾴκιον ὅπ(λ)ον, σκεπαστήριον, κονδότρον θυρεοῦ
<Παρνάσιος Φωκεύς>
.......
<Παρνασός>
ὄρος Φωκίδος
<Πάρνηθος ὄχθος>
ὄρος τὸ αὐτό
<Παρνησός>
τὸ αὐτὸ ὄρος
<πάρνοπες>
ἀκρίδες
<Παρνόπη>
Καλλίστρατος Ἀθηναῖος
<πὰρ ξίφεος>
παρὰ τὴν τοῦ ξίφους (θήκην)
<παροδικός>
παρόδῳ χρώμενος
<πάροδος>
μέρος τι τῆς νεώς
<παροδούμενον>
παροιμιαζόμενον. ᾀδόμενον
<παρόδους>
διαβάσεις
<πάροιθεν>
ἔξωθεν. ἔμπροσθεν. ἐπὶ τόπου καὶ χρόνου
<πάροικοι>
ξένοι, παρεπίδημοι
<παροιμίαι>
παραινέσεις, παραμυθίαι, νουθεσίαι, ἠθῶν ἔχουσαι καὶ παθῶν ἐπανόρθωσιν
<παροιμία>
βιωφελὴς λόγος, παρὰ τὴν ὁδὸν λεγόμενος, οἷον παροδία. <οἷμος> γὰρ ἡ ὁδός
<παρ' οἷμον>
παρὰ τὴν ὁδόν [λεγόμενος]. καὶ <πάροιμος> ὁ γείτων
<παροιμώσαντες>
ἐκτραπέντες τῆς ὁδοῦ
<παροινία>
ἡ ἐκ τοῦ οἴνου ὕβρις. καὶ οἱαδήποτε ἁμαρτία
<παροινίαι>
κραιπάλαι. ὕβρεις ἀπὸ οἴνου
<παροινιάσαι>
ὑβρίσαι, λοιδορῆσαι
<πάροινος>
ἁμαρτωλός. μεθυστής. ὑβριστής, λοίδορος. ἔκλυτος
[<πάροιος>
πρᾷος
<παροῖραι>
ἡγούμεναι, πρότεραι]
<παροισθέντι>
παρενεχθέντι
<παροίσομεν>
παρενέγκωμεν. παρακομίσομεν
<παροιστρῆσαι>
παροξῦναι, ἐρεθίσαι
<παροιστρήσουσι>
μαίνονται
<παροιστρῶσαι>
ἐρεθίζουσαι. ἐξεστηκυῖαι
<παροίτεροι>
μᾶλλον ἔμπροσθεν προάγοντες
<παροκλάζοντες>
γονατίζοντες
<παρολκή>
ὑπέρθεσις
<παρομαρτεῖ>
παρακολουθεῖ
(<παρομαρτοῦν>
παρεισόμενον)
<παρόν>
ὑπάρχον. συνόν
<παρόντα>
προκείμενα
<παροξυνταί>
οἱ τρεφόμενοι ὑπὸ τῶν ἑταιρῶν ὡς ἂν δὴ ἐρασταί
<παροπαιδία>
εἶδός τι πήρας
<παροπαίδιον>
μικρὰ μάχαιρα
<παρορμᾷ>
προτρέπεται. διεγείρει. παροξύνει
<παρ' ὅρμον>
παρὰ τὸν λιμένα
<πάρος>
ἔμπροσθεν. πρότερον
<πάρος γε>
πρώην. καὶ τὰ ὅμοια
<παροτρύνει>
διεγείρει
<παρ' οὐδέν>
εὔκολον. εὐχερές
<παρουσία>
οὕτως ἐκάλουν καὶ τὰ ὑπάρχοντα [παρουσίαν]. καὶ μή- ποτε ἡ <παρά> πρόθεσις παρέλκει. Μένανδρος Ὑδρίᾳ
<παρουφά>
ἡ ἐν τῷ χιτῶνι πορφύρα
<παροχετεύει>
παραπλαγιάζει. προσεγγίζει. [περιπλησιάζει.] παρα- φέρει. παρορμᾷ
[<.παρυστρίδες>
αἱ τὸ ἔλαιον χέουσαι]
<πάροχοι>
παραβάται. παράπομποι, καὶ οἱ συμπορεύοντες τὴν νύμφην ἐπὶ τοῦ ζεύγους, καὶ (οἱ) παράνυμφοι
<πάροχος>
παράνυμφος
<παροχῶν>
δωρημάτων, χαρισμάτων
<παροψίς>
ὀξυβάφιον, ἢ ἐμβάφιον
<πάρπαγος>
ὁ ἄνω τῆς θύρας μάνδαλος
<Πάρπαρος>
ἐν ᾧ ἀγὼν ἤγετο καὶ χοροὶ ἵσταντο
<παρπεπιθόντες>
παραπείσαντες, παραλογισάμενοι
<πὰρ πυλεῶνα>
παρὰ πυλεῶνα
<πὰρ πυμάτην>
παρὰ τὴν ἐσχάτην
<Παῤῥασίη>
πόλις Ἀρκαδίας
<Παῤῥάσιον>
ὄρος Ἀρκαδίας
<παῤῥέκτης>
πάντα πράττων ἐπὶ κακῷ
<παῤῥησία>
ἐξουσία. ἄδεια
<παρσουλακίρ>
τὸν τρίβωνα, ὅταν γένηται ὡς θύλακος
<παρτάδες>
ἄμπελοι
<πάρταξον>
ὕγρανον. Λάκωνες
<παρτέλλεται>
παραινεῖται
<παρτετύμβει>
παραφρονεῖ. ἡμάρτηκεν
<πάρ τοι>
πάρεστί σοι
<παρτομίς>
μικρὸν τῷ μήκει βιβλίδιον
<παρυφή>
ὕφασμα
<παρυφίς>
Μένανδρος ἐν Ὑμνίδι
<παρφάμεν>
παραβῆναι ἅπαντα
<παρφάμενος>
παραπείσας. εἰπών. παρηγορήσας
<πάρφασις>
παραίνεσις. συμβουλία. παρηγορία. ἢ ἀπάτη
<παρφυσίδες>
βάτραχοι
<παρῶ>
παραλείπω. ἢ συνῶ
<παρωάς>
παρωαὶ λέγονται ἵπποι τινὲς τὸ χρῶμα πυῤ(ῥ)οί
<παρῳδοῦντες>
παρατραγῳδοῦντες. χλευάζοντες. ἢ λέγοντες
<παρωθοῦντες>
ἐκβάλλοντες
<παρώκλασεν>
ἐγονάτισεν
<παρωλένια>
τῶν χειρῶν τὰ ὄπισθεν
<παρώλισθεν>
ὠλίσθησεν, ἐξέπεσεν
<παρώλοφα>
τὰ ἀπὸ τῶν τενόντων μέρη
<παρώμφημα>
παρωνυμίασμα
<παρώνυμον>
ἐκ τοῦ συμβεβηκότος καλούμενον
<πάρωος>
εἶδός τι πυῤ(ῥ)οῦ χρώματος ἵππου
[<παρώπαλα>
τὰ περὶ τοῖς ὀφθαλμοῖς.] ἐν τῷ περὶ ἱπποτροφίας
[<παρόπανος>
ἐμβρόντητος]
<παρώπια>
τὰ τοῖς ἵπποις παρατιθέμενα δέρματα, ἅ τινες <ἀνθή- λια> λέγουσι, παρὰ τοῖς ὀφθαλμοῖς
<παρῶπται>
παρεώραται
<παρῶπτο>
παρεώρατο
<πάρωρον>
παράκαιρον
<παρωσάμενος>
ἀπωθήσας. ἀποβαλών
<παρώσας>
ἐάσας. ὤσας, ὠθήσας. ἐκβαλών
<παρώσατο>
ὤσατο. καὶ ὤθησεν
<παρωσμένων>
δεδιω(γ)μένων
<παρώτρυναν>
παρώξυναν
<παρῴχετο>
παρῆλθεν. ἐπορεύετο
<παρωχετεύων>
ὅταν ἀπὸ τούτου τοῦ μέρους στρέφῃ τὸ ὕδωρ εἰς ἄλλον ὑδρα(γω)γόν
<παρῳχημένας>
παρελθούσας
<πᾶς>
ὅλος. ἕκαστος
<πᾶσαι>
ὅλαι
<πας[ς]άμενος>
γευσάμενος. κτησάμενος
<πασάμην>
ἐδεξάμην
<πᾶσαν ἐπ' αἶαν>
πᾶσαν τὴν γῆν
<πάς[ς]ανος>
ἀρτοπώλης, ἢ ἀρτόπτης
<πάς[ς]ασθαι>
γεύσασθαι
<πάσατο>
ἐγεύσατο. ἐκτήσατο
<πασάτω>
ῥανάτω
<πᾶσι δέ κεν>
περὶ πάντων δέ
<πᾶσις>
κτῆσις
<πάσκος>
πηλός
<πάσμα>
ᾧ συνήρτηται πρὸς τὸ τοῦ φυτοῦ φύλλον. ἔνιοι μαλλὸν ἐρίου
<πάσορ>
πάθος. Λάκωνες
<πασπάλη>
τὸ τυχόν. οἱ δὲ κέγχρον· ἢ ἄλευρα κρίθινα
<Πασπάριος>
ὁ Ἀπόλλων· παρὰ Παρίοις καὶ Περγαμηνοῖς
<πασσακίζουσα>
πασσαλεύουσα
<πασσακίῳ>
πασσάλῳ
<πάσσακον>
πάσσαλον
<πάσσαλερ>
σφῆνας. (Λάκωνες)
<πασσάλιον>
τοῦ ζυγοῦ τῆς κιθάρας τὸ μέσον
<πασσαλόφιν>
τοῦ πασσάλου. ὁ δὲ σχηματισμὸς Βοιώτιος
<πασσάριος>
σταυρός
<πάσσε>
συνήθως ἡμῖν· πάσσε δ' ἁλὸς θείοιο κρατευτάων καὶ ἐνεποίκιλλε· πολέας δ' ἐνέπασσεν ἀέθλους ἔνθεν καὶ <παστὸς> τὸ γαμικὸν ποίκιλμα
<πάσσεται>
ἐσθίει
<Πάσσιρος>
ὁ τὴν Εἰρήνην κτίσας Ὑπερβόρ(ε)ιος. ἐκαλεῖτο δὲ Εἰρήνη καὶ Πελαγοῦ(ς)σα
<πάσσονα>
παχύτερον, ἢ πλατύτερον. καὶ <πάσσους> εἶναι
<πάσσοντος>
εἰς ἀέρα χέοντος, ἢ σκορπίζοντος, ἢ ῥίπτοντος
<πασσυδίᾳ>
ὁμοῦ πάσῃ σπουδῇ, ἢ ὁρμῇ. τινὲς δὲ πανδημ(ε)ί
<πασσυδίῃ>
ὁμοίως
<πασσύριον>
ἀντὶ τοῦ πασσυδίην. Αἰολεῖς. τὸ πασσύριον ἡμῶν ἁπάν- των γένος
<πασσύρως>
ἄρδην. πανοικί
<πάσσων>
ῥίπτων. χέων. σκορπίζων. ἐπιπάσσων
<πάστα>
βρῶμα ἐκ τυροῦ ἀνάλου μετὰ σεμιδάλεως καὶ σησαμίου σκευα- ζόμενον. οἱ δὲ ἔτνος ἀλφίτοις μεμιγμένον
<παστάδες>
παστοί, στοαί. καὶ τῶν ἀμπέλων αἱ συστάδες. καὶ τόποι, ἔνθα ἐδείπνουν, ἀπὸ τοῦ πάς[ς]ασθαι. ἴσως δὲ καὶ οἱ διαγεγραμ- μένοι οἶκοι· <πάσαι> γὰρ τὸ ποικῖλαι. καὶ ἔτνος ὅμοιον
<παστάξ>
πάσσαλος
<παστάς>
στοά. προστάς. <παστάδας>· νυμφῶν(ας)
<παστήρια>
σπλάγχνα. τὰ ἐντοσθίδια. κοιλία
<παστοφόριον>
τὸ τὸν παστὸν φέρον. ἢ οἰκονομία. ἢ συναγωγή. ἢ ναὸς εὐανθής
[<πασχαλκεύς>
πολύτεχνος]
<πασχητιᾷ>
πάσχειν θέλει[ν]. ἢ ἀκόλαστος ...., ἢ αἰσχρᾶς ἡδονῆς ἡττᾶται
<παταγεῖ>
ψοφεῖ. κτυπεῖ
<πάταγος>
ψόφος, κτύπος
<Πάταικοι>
θεοὶ Φοίνικες, οὓς ἱστᾶσι κατὰ τὰς πρύμνας τῶν νεῶν
<παττάλους>
πασσάλους
<πάτανα>
τρύβλια
<πατάνια>
τὰ ἐκπέταλα λοπάδια, καὶ τὰ ἐκπέταλα καὶ φιαλοειδῆ πο- τήρια, ἃ <πέδαχνα> καλοῦσι. τινὲς δὲ διὰ τοῦ <β> <βατάνια> λέ- γουσιν
<παταπῶ>
πάλαι ποτέ
<Παταρ(η)ίς>
πόλις, καὶ ὄρος Λυκίας
<πάτασσε>
ὑπὸ ἀγωνίας ἐπλήσσετο, ἐταράττετο
<πατάσσει>
πλήσσει, κρούει. τρέμει. πηδᾷ. φοβεῖται. ἅλλεται. [ἢ πα- τάξαι
<πατάσσω>
ἠχῶ. δέρω, πλήσσω
<πάταχνον>
σκεῦος λοπαδίῳ ἐμφερές
<πατεῖσθε>
ἐσθίετε
<πατεῖν>
πορεύ[ς]εσθαι
<πατέοντο>
ἐγεύοντο
<πατέουσι>
καταπατοῦσι
[<πατεύσουσι>
καταφρονήσουσιν
<πατερῆται>
ἐσθίουσι]
<πατέρες>
πλούσιοι. ἢ πρόγονοι
[<πατευτικόν>
θηρευτικόν]
<πατηνόν>
πεπατημένον. κοινόν
<πατήρ>
ὁ φύσας
[<πατήρια>
ἐγκοί[κ]λια. καὶ τῆς λη[μ]νοῦ μέρη τινά]
<πατηταί>
οἱ τραπηταί
[<πατίαι>
χώραι]
*<πάτησαν>
κατεπάτησαν
<πατνή>
καλὴ ὑπὸ Πάρθων
<πατνώματα>
στεγάσματα οἴκου
<πάτον>
ὁδὸν πεπατημένην
<πάτος>
ἡ πεπατημένη καὶ λεωφόρος ὁδός. καὶ ἔνδυμα τῆς Ἥρας. καὶ κόπρος
<πατράδελφος>
θεῖος πρὸς πατρός
*<Παῦλος>
θαυμαστὸς ἢ ἐκλεκτὸς σύμβουλος
<πατραλοίας>
ὁ τὸν πατέρα ἀτιμάζων, πατροτύπτης. καὶ τὸ <μητρα- λοίας> (οὕτω) συντίθεται
*<Πάτραι>
πόλις τῆς Ἑλλάδος
[<πατρέμβατοι>
ὑψηλοί]
<πάτρην>
πόλιν ἐπαρχίας. φυλήν. πατρίδα.
<πάτρης>
πατρίδος. σημαίνει δὲ καὶ τὴν ἐκ τοῦ αὐτοῦ πατρὸς γέ- νεσιν
<πατριαί>
φυλαί
<πατρίδι>
πατρῴᾳ
<πατρίδα γαῖαν>
πατρῴαν γῆν
<πατρίδος αἴης>
πατρῴας γῆς
[<πάτριον>
τὴν πομπήν
<πατρίς>
φυλίς. πατρίδος]
<πατριώτης>
παρὰ Ἀθηναίοις, ὁ βάρβαρος. καὶ ο(ὐ) πολίτης
<πατρόθεν πορδακίδαι>
ὅτι πατέρων εἰσὶν ὄνων ἡμίονοι
<πατροκασιγνήτῳ>
τῷ τοῦ πατρὸς ἀδελφῷ
<πατρόπολις>
ἡ πατρῴα οἰκία
<πατρῴζουσαι>
τὰ τοῦ πατρὸς φρονοῦσαι
<πατρώϊον>
τὸ τοῦ πατρός. καὶ ἀπὸ προγόνων
<πατρώϊος>
πατρικός
[<πατρωλοίας>
ὁ τὸν πατέρα τύπτων, ἢ κτε(ί)νων]
<πάτρωνες>
οἱ πρῶτοι τῶν ἀξιωθέντων τῆς Ῥωμαίων πολιτείας ὑπὸ Ῥωμύλου ἑκατὸν ὄντες, ὥσπερ δευτέρων πατέρων τάξιν ἐχόντων· καὶ ἐκ τούτου οἱ κρινόμενοι(ς) βοηθοὶ παραγινόμενοι
<πατρῷος Ζεύς>
ναὶ ναὶ καταιδέσθη(τι) πατρῷον Δία καὶ ἄλλοι πολλοί
<πατώσας>
διατριβούσας
<παύεται>
ἥσυχος γίνεται
<παῦλα>
ἄνεσις, ἀνάπαυσις
<παυνί>
μικρόν. οἱ δὲ μέγα. ἢ ἀγαθόν
<παῦνις>
ἀπόχρεως
<παῦνον>
μέγα
<παῦρα>
ὀλίγα, εὐ(α)ρίθμητα
<παυράκις>
ὀλιγάκις, ἢ οὐδὲν ὅλως
<παυρακίς>
τὴν πέμπτην Σαμοθρᾷκες καλοῦσιν
<παῦροι>
ὀλίγοι. ἐλάττους. ὀλιγώτεροι
<παυσιβάκτρων>
ἰσχυρῶν βακτηρίων χρωμένων
*<παύσειεν>
καταπαύσειεν
<παυσικάπη>
μηχάνημα τροχῷ ἐοικός, δι' οὗ τὸν τράχηλον εἶρον, ὡς μὴ δύνασθαι προσενεγκεῖν τὴν χεῖρα ....
<Παυστήρια>
ὄρη τῆς Ἀχαίας, ἐν οἷς ὁ Ὠρίων ἀπέθανε. καὶ προβλή- ματα, ἢ φράγματα
<παυσωλή>
ἀνάπαυσις. τελευτή. κατάληξις
<Παφλαγόνες>
ἔθνος
<παφλάζει>
βράζει, ἀναζεῖ
<παφλάζοντα>
ἠχοῦντα. καχλάζοντα. ἀναβράζοντα, θερμαίνοντα
<παφών>
κτείνας
<παχείᾳ δραχμῆ>
τὸ δίδραχμον. Ἀχαῖος
<παχείῃ χειρί>
τῇ ἰσχυρᾷ
<πάχετον>
παχύτ(ε)ρον
<πάχητες>
πλούσιοι. παχεῖς
<πάχνη>
ἡ ψυχρότης· ἀπὸ τοῦ <πήσσειν>. ἢ λεπτὴ χιών. ἢ παχεῖα δρό- σος. ἢ τὸ πηγνύμενον ὕδωρ ὑπὸ ψύχους
<παχνουμένης>
ἀνιωμένης
<παχνοῦται>
θυμοῦται. πήσσεται· παρὰ τὴν <πάχνην>. φρίσσει. λυ- πεῖται, ἀνιᾶται
*<παχήμερον>
τὸ Μενδήσιον λεγόμενον
<παχυμερῶς>
ἁδρῶς, παχέως
<παχύνοοι>
παχὺν νοῦν ἔχοντες, ἀνόητοι
<παχύποδα>
τὸν ὑπὸ λιμοῦ καὶ φιλαργυρίας οἰδήσαντα
<παχύτερον>
ἁδρότερον. οὐκ ἀκριβῶς
<π[ρ]αῶται>
συγγενεῖς. οἰκεῖοι. Λάκωνες
<πέαρ>
Γλαυκίας λιπάρον
<πέδα>
μετά. ἢ γῆ
<πεδάγρετον>
μεταμέλητον. μεταληπτόν. ποικίλον. μεταδίωκτον
<πέδαι>
δεσμά. περισκελίδες. καὶ κρίκοι ἐσκυτωμένοι τῆς νεὼς τοῖς πη- δαλίοις καὶ τῷ ἱστῷ
<πέδαλα>
ποικίλα
<πεδαλευόμενος>
μεταμελόμενος. μεταδιωκόμενος
<πεδανῷ ὕπνῳ (ἢ) ἠπεδανῷ>
κούφῳ. Ἴων Ἀγαμέμνονι. τινὲς δὲ οὐ βεβαίῳ
<πεδανός>
ταπεινός, πεδεινός. ἢ ὁ τῷ μάντει διδόμενος μισθός
<πεδάρς[ε]ιον>
μετέωρον. ὑψοῦ
<πέδαχνα>
τὰ ἐκπέταλα καὶ φιαλοειδῆ ποτήρια
<πεδαχνοῦται>
ἐξυπτίωται. καὶ τρυφᾷ
<πεδαοριστής>
ἵππος φρυ(α)γματίας. καὶ μετεωριστής
<πέδειλα>
ὑποδήματα
<πέδελθε>
ἱκέτευσον. μέτελθε
<πεδέλθῃ>
ἱκετεύῃ. μετέρχηται
<πέδευρα>
ὕστερα. Λάκωνες
<πέδευρον>
ὕστερον. πάλιν. ὀπίσω
<πέδη>
εἶδος ἱππασίας. καὶ περισκελίς. δεσμός
<πέδησεν>
ὑποχείριον ἐποίησεν
<πεδῆται>
πεπεδημένοι
<πεδιάδα γῆν>
τὴν Φωκίδα
<πεδιᾶλαι>
μεταπέμψασθαι. μεταβαλεῖν
<πεδιακὰ πρόβατα>
πρόβατα ἀπὸ πεδίου, καὶ οὐ λειμῶνος
<πεδιάτιδες πύλαι>
τὰς πλησίον τοῦ Θυμβραίου ἐν Ἰλίῳ φησί, ἅς τινες <Ἐπιχηλὰς> καλοῦσι
<πέδιλα>
ὑποδήματα. καὶ ἔστιν οἷον ποδόειλα
<πεδόθεν>
ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παίδων
<πεδοίκους>
μετοίκους
<πεδοίκου χελιδόνος>
συνοίκου. Αἰσχύλος Τροφοῖς
<πέδον>
γῆ, ἔδαφος
[<πέδουρος>
μετέωρος]
<πέδο(ρ)τα>
ἡμέρα, ἐν ᾗ οὐ γίνεται ἑορτή
<Πεδώ>
ἡ νῦν καλουμένη Κλεψύδρα, κρήνη ἐν ἄστει
<πέζα>
ἡ ἀρχὴ τοῦ ῥυμοῦ· διὰ τὸ πρὸς τῷ πέδῳ ...., ὅθεν καὶ πέζα ἱματίου λέγεται ἡ ὤα, ἢ πρὸς τῷ πέδῳ τὰ κατώτατα μέρη
<πεζὰς μόσχους>
οὕτως ἐκάλουν τὰς μισθαρνούσας ἑταίρας χωρὶς ὀργάνου
<πεζεταίροις>
τοῖς περὶ τὸν βασιλέα δορυφόροις
<πεζὴ λέξις>
κοινὴ λέξις
<πεζήν>
τὴν συνήθη, ἢ κοινήν
<πεζός>
κοινός. ταπεινός. <Πεζοῖς> δὲ τοῖς ἐκ ποδῶν πεζεύουσιν
<πεζοφόροις ζώμασιν>
Αἰσχύλος Τοξότισιν. ὥσπερ πέζαν ἐχόντων τῶν χιτώνων· τινὲς δὲ ποδήρεσι. <Ζῶμα> δὲ τὸ ἔνδυμα
<πεζῶν>
τῶν ὁδευόντων
<πεζῷ γόῳ>
τῷ ψιλῷ. καὶ <πεζὰς ἑταίρας> ἔλεγον τὰς μισθαρνούσας χωρὶς ὀργάνου
*<πιθανότης>
πιστότης
<πειθαρχήσαντες>
πεισθέντες
<πείθεο>
πείθου
<πείθεσθε>
πείσθητε
<πειθήνιοι>
ὑπήκοοι, πειθόμενοι
[<πειθήσας>
πεισθείς]
[<πειθή>
πεισμονή, πίστις]
<πείθονται>
πειθήνιοί εἰσιν
<πειθώ>
ἡ ὀγδοάς
<πεικαμμαῖς>
ὀξείαις, καὶ λεπταῖς
<πείκειν>
ξαίνειν
<πεῖκος>
ἔριον. ξάμμα
<πεικόν>
πικρόν, πευκεδανόν
[<πειλός>
πᾶν τὸ πεπιλωμένον]
<πεινέων>
πεινῶν
<πειναρόν>
ῥυπαρόν
<πεινῆν>
πεινᾶν
[<πείρω>
πέρας]
<πειράζων>
ἐνεδρεύων. λῃστεύων
*<Πειραΐδαο>
Πειραίου παιδός
*<πειδαίρουσα>
δέρουσα
<πεῖραι>
πειρατ(ε)ῖαι. δόλοι
<πειρᾶν>
πειράζειν ......
<πεῖραν ποιούμενος>
πειράζων
<πείραντες>
ἐκκεντήσαντες
<πείρατα>
πέρατα. τέλος
<πειραταί>
κακοῦργοι, λῃσταί. θηρευταὶ ἐν ὕδασι
<πειρᾶται>
πεῖραν λαμβάνει, πειράζει. ἐπὶ δὲ λῃστῶν, πειρατεύεται
<πειρατήριον>
τόπος λῃστῶν
<πειρεᾶσθε>
πειράσθητε
<πείρησαι>
πείρασον
<πειρήθη[ξαι]>
πεῖραν λαμβάνει
<πειρῆσθαι>
ἔσθ' ὅτε λῃστεῦσαι
<πειρήσομαι>
πειράσομαι
<πειρήσοντα[ι]>
διάπειραν ληψόμενον
<πειρήτιζε>
πείραζε
<πειρητίζειν>
πειρᾶσθαι. πεφυσῆσθαι. πεφοβῆσθαι
<Πειριεῖς>
νῆσος. καὶ Ἀστερία
<Πείρηθοι>
νύμφαι ἐν Κύπρῳ
<πείρινθος>
πλέγμα, τὸ ἐπὶ τῆς ἁμάξης· τὸ πλινθίον, τὸ ἐπιτιθέμε- νον τῇ ἁμάξῃ τετράγωνον
<πειρῶ>
σπεῦδε. πείραζε
<πειρώμενος>
πειράζων
<πειρῶν τὴν παῖδα>
πειράζων. διαφθείρων
<πείσαντες>
ποτίσαντες, ὑγρά[ί]ναντες
<πείς[ς]εα>
λειμῶνες. ἕλη. [πέδη.] ποτάμιοι, π(ο)ιώδεις, ὑδατώδεις τόποι
<πείς[ς]εα[σ] ποιήεντα>
τοὺς διύγρους τόπους καὶ βοτανώδεις
<πείσεν>
πείσει, ἔπεισεν
<πείσεσθαι>
παθεῖν
<πείσεται>
ὑπομενεῖ
<πείσῃ>
πείσματι. καὶ χώρᾳ· τῷ δὲ μάλ' ἐν πείσῃ κραδίη μένε
<πείσματα>
σχοινία ἀπόγεια, πρυμνήσια. περιβόλαια
<πεισόμενον>
παθεῖν μέλλοντα
<πείσονται>
πάθωσι
<πείχισον>
δοκίμασον
<πεκούλιον>
(βαλάντιον)
<πεκτεῖ>
κτενίζει. τίλλει. κείρει. ξαίνει
<πεκτοῦμαι>
τρίχομαι. τίλλομαι
<πεκτούμενον>
τιλλόμενον. τίλλοντα. <Πεκτεῖν> γὰρ τὸ κείρειν
<πελάγια>
τὰ κρόταλα. ἡ δὲ ῥίνος πελαγία
<πελαγίζειν>
τοὺς ὀδόντας συγκρούειν. καὶ πλεῖν πέλαγος ἄβατον. καὶ ἀλαζονεύεσθαι, καὶ ψεύδεσθαι μεγάλα
<πέλαγος>
μέγεθος, πλῆθος, βυθός, πλάτος θαλάσσης
<πελάζειν>
ἐγγίζειν, πλησιάζειν
<πελαζόμενοι>
ἐγγιζόμενοι
<πέλαιτον>
τὸ ἐφικτόν. μέγιστον
<πέλαινα>
πόπανα, μειλίγματα
<Πελάνα>
ἡ Σαλαμίς. ἐν τοῖς Εὔκλου χρησμοῖς. ἢ τὰ ἀπὸ τῆς ἅλω (ἀ)πάργματα. καὶ θυσίαι, καὶ πέμματα
<πέλανοι>
πέμματα εἰς θυσίας ἐπιτήδεια
<πέλανον>
ἀφρόν, τὸν περὶ τὴν γῆν ἀφρόν. ἢ πέμμα τι πλακουν- τῶδες
<πέλανος>
πέ[μ]ψιν ἔχων ῥυπαράν. ἢ τὸ ἐκ τῆς (παι)πάλης πέμμα. οἱ δὲ ἐπὶ τοῦ κηρίου τιθέασι. καὶ τὸν περιπεπηγότα τῷ στόματι ἀφρόν
<πέλανορ>
τὸ τετράχαλκον. Λάκωνες
<πελαργικοὶ νόμοι>
τὸ ἀντι[ς]τρέφειν τοὺς γονεῖς.
<Πελαργικόν>
ἀντὶ τοῦ Πελασγικόν. Πελαργοὺς γάρ φασι τὴν Ἀττι- κὴν οἰκῆσαι· ἀπὸ τῶν Πελασγῶν μεταφέροντες ἐπὶ τὰ πτηνά
<πελαργός>
ἄγγος τι κεράμεον
<πέλας>
γείτων, ἐγγύς, πλησίον
<πελάσαι>
ἐγγίσαι, πλησιάσαι
<πελάσαιμι>
προσεγγίσω
<Πελασγοί>
οἱ Θεσσαλοί. καὶ <Πελασγικὸν Ἄργος> ἡ Θεσσαλία νῦν. καὶ ἔνιοι τῶν βαρβάρων. καὶ γένος ἀπὸ Πελασγοῦ τοῦ Ἀρκάδος γενό- μενον πολυπλάνητον
<πέλασε>
προσήγγισεν
<πέλασσεν>
ἐγγίσαι ἐποίησεν, ἐπλησίασεν
[<πελαστικόν>
τειχίον οὕτω ἐν Ἀθήναις καλούμενον Τυῤῥηνῶν κτι- σάντων]
<πελάται>
οἱ διὰ τὴν ἀναγκαίαν τροφὴν μισθῷ δουλεύοντες, τρεῖς μίσθαρνοι· ἀπὸ τοῦ <πέλας>. ἢ θρέμματα
<πελάχνιν>
τρύβλιον ἐκπέταλον
<πελδασταί>
οἱ τὰ ἀσπιδίσκια ἔχοντες
<πελεθοβάψ>
Θεόδ(ω)ρος ὁ τραγικὸς [ὁ] ὑποκριτὴς οὕτως ἐπεκαλεῖτο. τινὲς δὲ ποιητὴν αὐτόν φασι γεγονέναι
<πελεθρίσματα>
δρομήμα(τα)
<πέλεθρον>
μέτρον γῆς, ὅ φασι μυρίους πόδας ἔχειν· τινὲς δὲ στα- δίου[ς] ἕκ[α]τον
<Πελεθρόνιον>
πολυφάρμακον
<Πελεθρόνιος>
ὁ Χείρων, ἀπὸ τοῦ Πελεθρονίου, ἐν ᾧ ἐτράφη· οἱ δὲ πολυφάρμακος
<πέλει>
ὑπάρχει, ἐστί. δίδωσι. γίνεται
<πέλειαι>
περιστεραί. καὶ αἱ ἐν Δωδώνῃ θεσπίζουσαι μάντεις
<πελειοθρέμμονα νῆσον>
[Ἀριστοτέλης φησὶ διαφέρειν περιστερὰς καὶ πελειάς
<πελείους>
Κῶοι καὶ οἱ Ἠπειρῶται τοὺς γέροντας, καὶ τὰς πρεσβύ- τιδας ......
<πελεκάν>
ὄρνεον τὸ κολάπτον καὶ τρυποῦν τὰ δένδρα
<πελέκεα>
πέλεκυν δίστομον
<πέλεκκος>
στελεός, ὅ ἐστι ξύλον εἰς τὴν ὀπὴν τῶν πελέκεων βαλλό- μενον
<πέλεκρα>
ἀξίνη
<πέλεκυς>
ἀξίνη δίστομος. ἢ σταθμίον ἑξαμνιαῖον ἀρχαῖον· οἱ δὲ [δω]δεκαμνιαῖον
<πελεκύστερον>
τὸ στελεόν
<πελεμίζειν>
σείειν, κραδαίνειν
<πελεμίχθη>
διεσείσθη
<πέλεν>
ἦν, ὑπῆρχεν
<πελένα>
ζεῦγος βοῶν
<Πελεός>
Ἀχαιὸς Φρίξῳ. καὶ μήποτε τὴν παρ' Ὁμήρῳ Πτελεόν. δύ- ναται δὲ καὶ τὰ Πέλη τὰ ἐν Θεσσαλίᾳ λεγομένα δηλοῦν
<Πελεστόθρην>
νῆσον τὴν Σαλαμινίαν
<πελεσσύδραι>
συ[ν]στρέμματα ὑδάτων
<πέλεται>
ὑπάρχει, γίνεται
<πελήαρ>
περιστερὰς καὶ περσικῆς τὸ ἥμισυ. Λάκωνες
*<πέληται>
γένηται
<πέλη[τ]ος>
γέρων
*<πελειάδες>
περιστεραί
<πελιαί>
μέλαιναι. [περιστεραί. φάσσαι]
[<πελιανόν>
μολύβδῳ ἐοικὸς κατὰ τὴν χρόαν]
<πελιγᾶνες>
οἱ ἔνδοξοι· παρὰ δὲ Σύροις οἱ βουλευταί
<πελίγξαι>
ἐπιδραμεῖν
<πελιδνόν>
μέλαν ὡς μόλυβδος. ἢ ὕφαιμον
<πελίκαν>
εἶδος ποτηρίου ξυλίνου. διὰ τὸ πεπελεκῆσθαι. ἄλλοι ξυλίνη λεκάνη
<πελιοί>
μέλανες, ὡς ὠχροί, ἢ χλωροί
<Πελινναῖος>
ὁ Ζεὺς ἐν Χίῳ
<πελιτνόν>
πελ[ε]ιόν
<πέλλα>
λίθος
<πέλλαι>
ἀγγεῖά τινα, εἰς ἃ ἀμέλγεται τὸ γάλα, οἷον πύελ[λ]οί τινες οὖσαι, ἐν αἷς τὸ πύος, τουτέστι τὸ γάλα, εἰλεῖται
<Πελλαῖον>
[φαιόν. καὶ] Μακεδονικόν
<πελλάνιος>
Ποσειδῶν ἐν Κυρήνῃ
<πελλαντῆρα>
ἀμολγέα
<πελλᾶς>
πέλ[λ]η[τ]ος. πρεσβύτης
<πέλλας> καὶ <πέλλαι>
ποιμενικὰ ἀγγεῖα
[<πελλασταί>
ὑποδήματα, ἃ περιετίθεσαν οἱ δρομεῖς περὶ τὰ σφυρά, ἵνα μὴ ἔξω στρέφηται]
*<πελλαιχρὸν ἢ πελλαιχνόν>
πυῤῥόν
<πελλήν>
κούφην, καὶ φαιὰν τῷ χρώματι
<Πελλήνη>
πόλις ἐν Ἄργει
<Πελλ(ην)ικαὶ χλαῖναι>
ἐπεὶ διαφέρειν ἐδόκουν αἱ ἐν Πελλήνῃ γινό- μεναι, ὡς καὶ ἆθλα τοῖς νικῶσι δίδοσθαι
<πέλληον>
στέψον
<πελλη(τή)ρ>
πολυφάγος. ἀμολγός
<πελλητῆρες>
ὁμοίως
<πελλία>
σπέλεθοι
<πέλλιξ>
κράνος
<πελλίς [ἢ πελλάς>]
λεκάνη
<πελλόν>
φαιὸν χρῶμα, ἐμφερὲς τῷ πελιδνῷ
<πελλοπλαύραστον>
ὀξύθυμον. ἢ ἔκλιμον
[<πελλύρον>
μετέωρον]
<πέλλυτρα>
οἱ δεσμοί, οἱ περὶ τὰ[ς] σφυρὰ καὶ τοὺς ἀστραγάλους τῶν δρομέων περιελισσόμενοι, εἰς τὸ μὴ ἐκ(ς)τραφῆναι
[<πελλύτα> καὶ <πελλύτεμα>. δεσμός]
<πέλμα>
τὸ κάτω τοῦ ποδός
<Πελοπίδαι>
Ἀγαμέμνων <γέ><ν>
<Πελοπόννησος>
πόλις τοῦ Ἄργους
<πέλος>
μέγα. τεράστιον
<πέλτη>
εἶδος ὅπλου. δόρυ. ἢ μικρὰ ὅπλα
<πέλτη>
ἀσπὶς ἴτυν οὐκ ἔχουσα. ἢ ὅπλου σκέπασμα. ἀκόντιον
<πέλτης>
Θρᾴκιον ὅπλον. καὶ εἶδος ταρίχου
<πέλω>
εἰμί, δίδωμι, γίνομαι
<πέλωρ>
μέγα. ὑπερφυές
<πέλωρα>
θηρία. δείματα. τέρατα. σημεῖα μεγάλα
<πελωρεύει>
φανερῶς ποιεῖ
<πελώρης>
τινὲς εἱμαρμένης
<πελώρια>
μεγάλα, τεράστια
<πελώριος>
μέγας δεινός
<πελώρου>
θηρίου
<πέμμα>
εἶδος πλακοῦντος. καὶ πᾶν πεπτόμενον
<πέμματα>
ποικίλα ἐδέσματα πλακουντικά
<πεμπά[υ]δος>
πεντάδος
<πεμπαζόμενοι>
ἐπιστρεφόμενοι. ἐκπληττόμενοι. μεριμνῶντες
<πεμπάς>
τριακάς
<πεμπάσασα>
ἐξαριθμήσασα
<πε(μ)πάσσεται>
κατὰ πέντε ἀριθμήσει· τὸ γὰρ πέντε Αἰολεῖς <πέμπε> λέγουσι. καταχρηστικῶς δὲ καὶ ψιλῶς ἀριθμήσει
<πέμπε>
Αἰολεῖς πέντε
<πέμπελον>
στωμύλον, λάλον. οἱ δὲ λίαν γηραλέον
<πέμποι>
ἀναπέμποι
<πέμπουσιν>
ἔπεμψαν, ἀνέπεμψαν, κατέπεμψαν
<πεμπωβόλους>
πέντε ὀβελίσκους, ἐκ μιᾶς λαβῆς συνεχομένους τριαι- νοειδῶς
<πέμφελα>
δύσκολα. τραχέα. βαθέα
<πεμφίδες>
πομφόλυγες. καὶ πτηνῶν ψυχαί
<πεμφιδώδεις πυρετοί>
φλυκταινώδεις. πνευματίαι
<πέμφιξ>
πνοή. ψυχή. καὶ αἱ τοῦ ἡλίου ἀκτῖνες
<πέμψις>
ἐνεχυρασμός
<πενεῖν>
πενητεύειν
*<πενία>
ἀχρημοσύνη, ἀπορία
*<πένεται>
πονεῖ, ἐνεργεῖ. ἀχρηματεῖ. κάμνει
<πενέσται>
οἱ μὴ γόνῳ δοῦλοι, οἵτινες εἰργάζοντο τὴν γῆν. τινὲς δὲ οἱ εἵλωτες. τινὲς δὲ λάτρεις. ἢ ἐργάται πένητες ἢ ὑπήκοοι
*<πενειαδεῖν>
κατεπιστατεῖν
<πένης>
ὁ αὐτοδιάκονος
<πένησσα>
πτωχή
<πενθέριον>
τὴν προῖκα. Θάς[ς]ιοι
<πενθερός>
τῷ νυμφίῳ ὁ τῆς κόρης πατήρ. καὶ <πενθερὰ> ἡ μήτηρ. τίθεται δὲ καὶ ἐπὶ τοῦ γαμβροῦ
<πένθος>
συμφορά. θρῆνος, λύπη
[<πέννα>
πτερά
<πενόν>
μεμελανωμένον
<πένοντο>
ἐνήργουν
<πενταέτηρον>
πέντε ἐτῶν]
<πεντάσχοινον>
στάδιον
<πεντάχα>
ἡ χείρ. ἢ πέντε μέρη
<πένταχος>
τὴν τάλαρον. Βοιωτοί
<πεντεκτενῆ>
ἐνδύματα, οἷον πριόνων ὀδοῦσιν ἐμφερῆ, πεποικιλμένα
<πέντε κριταί>
τοσοῦτοι τοῖς κωμικοῖς ἔκρινον, οὐ μόνον Ἀθήνησιν, ἀλλὰ καὶ ἐν Σικελίᾳ
<Πεντέλεια>
ὄρος Ἀρκαδίας, ἐξ οὗ Λάδων ὁ ποταμὸς καταφέρεται
[<πεντεστατήριον>
πενταετῆ]
<πεντεσύριγγον ξύλον>
πέντε ὀπὰς ἔχον κατὰ τὸ δεσμωτήριον· τέσσαρας μέν, εἰς ἃς οἱ πόδες καὶ αἱ χεῖρες διείροντο· μίαν δέ, δι' ἧς ὁ τράχηλος
<πεντετηρίς>
πενταετηρίς
<πεντηκοντόγυον>
πεντήκοντα γύας ἔχον· οἷον πεντηκοντοπέλε- θρον
<πεντηκοντομέσοδμον>
πολύστεγον. αἱ γὰρ <μέσοδμαι> στέγαι
<πεντηκοντόστολον>
ὅπου οἱ δραπέται ἀνάγονται
<πέντοζος>
χείρ
<πεντόροβον>
ἡ γλυκυσίδη
<πέξαι>
κεῖραι, κτενίσαι
<πεξαμένη>
κτενισαμένη τὰς τρίχας, καὶ ξάνασα
<πέξις>
ψίλωσις, κουρά, ξύρησις
<πεπάγουσα>
ἁπαλή
<πεπαιδεῦσθαι>
πεπαιδοποιῆσθαι
<πέπαικεν>
ἐπάταξεν
<πεπαίνεται>
μελανοῦται. ὀπτᾶται. μαλάσσεται. πέπειρον γίνεται. πραΰνεται
<πεπαλαγμένον>
μεμολυσμένον <αἵματι καὶ λύθρῳ>. ἢ λελευκα- μένον
<πεπαληκέναι>
ἐκπεσεῖν
<πεπαλημέναι>
βεβλα(μ)μέναι
<πεπαλ(.)μένος>
βεβλαμ(μ)ένος, ἔξαρθρος γεγονώς
[<πεπαλόεντος>
τραχέος
<πεπαλόεσσα>
τραχεῖα]
<πεπαμένος>
κεκτημένος
<πέπανα>
πλακούντια
<πεπᾶναι>
πραῧναι
<πεπανός>
ὁ πολὺν χρόνον ἔχων παρὰ τὸ ὀπτηθῆναι
<πεπαρεύσιμον>
εὔφραστον, σαφές
<πεπαρεῖν>
ἐνδεῖξαι, σημῆναι
<πεπάρθαι>
παρακεῖσθαι
<πέπαρμαι>
δι' ἥλου κατέχομαι. πεπερόνημαι. καθήλωμαι
<πεπαρμένον>
ἀνειρμένον. πεπερονημένον. καθηλωμένον. κατεσχημέ- νον. ἐμπεπηγός. διαπεπερονημένον
<πεπαρῳνηκότων>
ἀτακτησάντων. ὑβρισάντων. <Παροινία> γὰρ ἡ ὕβρις
<πεπᾶσθαι>
κεκτῆσθαι
*<πεπάσωται>
πιότητος γέμει
<πέπα[υ]στο[ι]>
ἐγέγευστο. ἐπεπλήρωτο
<πέπαυται>
πεπράϋνται
<πεπαχυμμέναις>
πεπυκνωμέναις
<πεπεδημένος>
δεδεμένος
<πεπ[ε]ίθοιμεν>
πείσοιμεν
<πεπ[ε]ιθοῦσα>
πείθουσα
<πέπειρα>
γραῖα
<πεπειρῆσθαι>
γεγυμνάσθαι. (δια)πεπαρθενεῦσθαι
<πέπειρον>
πεπανθέν, ὥριμον, ὠπτημένον, ἀκμαῖον
<πεπείρους>
ἑψημένους. ἐπὶ ὀπώρας [λαβεῖν] ἤτοι σταφυλῆς
<πέπεισμαι>
ἤλπισα. θαῤῥῶ
<πεπεμμένην>
ζυμωθεῖσαν, ἐν κλιβάνῳ ἄρτον γενομένην
[<πεπένεται>
μαλάσσεται. καὶ τὰ ὅμοια]
<πεπεραγκέναι>
ἠνεγκέναι
<πεπερασμένος>
πεπληρωμένος
<πεπερημένος>
ὁ πεπεραιωμένος
<πέπευται>
πέπεικται
<πεπιεσμένος>
τεθλιμμένος
<πεπ(.)λαγμένον>
μεμολυσμένον
<πεπλαδηκώς>
σεσηπώς. ὑγρανθείς
<πεπλασμένον>
μὴ ἀληθές, ψεῦδος
[<πέπλαται>
ἥπλωται]
<πέπληγε>
πέπληκται
<πεπλεγμένον>
(κε)κοσμημένον. ἐκτενισμένον
<πέπληγον>
ἔτυπτον. ἐκρότουν
<πεπληγυῖα>
πλήξασα
<πεπληγώς>
πλήσσων
<πέπλη[κ]ται>
κύει
<πέπλον ἢ πέπλος>
ἱμάτιον ἢ ἔνδυμα γυναικεῖον
[<πεπνοιῶν>
ἐνεργῶν, θεραπεύων]
<πεπνυμένοι>
σώφρονες, συνετοί
<πεπνυμένον στόμα>
σεσωφρονισμένον. σιγηλόν
<πεπνυμένος>
φρόνιμος, συνετός
<πέπνυσαι>
συνετὸς εἶ
<πέπνυται>
συνετός ἐστι
<πεποδήγημαι>
δεδίδαγμαι. ὡδήγημαι
[<πεποιημένον>
ποιότητα ἔχον]
<πεποίηται>
πέπρακται
<πέποιθας>
θαῤῥεῖς
<πεποίθασιν>
ἠλπίκασι. πιστεύουσι. θαῤῥοῦσιν
<πεποιθήσεις>
θαῤῥήσεις. πιστεύσεις. ἐλπίσεις
<πεποίθῃς>
θαῤῥήσῃς
<πεποιθίαν(?)>
ἐλπίδα. προσδοκίαν
<πεποιθότατε>
προσφιλέστατε. φίλε
<πεποιθώς>
ἐλπίσας. πιστεύσας
<πεποίωται>
ὅπου τις ῥέπει
<πεποιωμένον>
ποιότητα ἔχον, ἢ περιδραξάμενον
<πεπόλιστο>
ἔκτιστο
<πέπομφα>
ἔπεμψα
<πέπον>
προσφιλέστατε, προσηνέστατε. ἔκλυτε, μαλακέ
<πέπονθα>
ἔπαθον
<πεπορασμένος>
φανερός
<πεπορεῖν>
δοῦναι
<πεπορθῆσθαι>
ἀπολωλέναι. συν(τε)τελέσθαι
<πεπορπημένη>
τῇ περόνῃ συνεχομένη
[<πεπορωμένοι>
τετυφλωμένοι]
<πέποσθε>
πεπόνθατε
<πέποσμαι>
ἀκήκοα. [ἥπταμαι
<πεποτήαται>
ἵπτανται
<πεπραδῖλαι>
εἶδος ἰχθύων
<πεπρημένος>
πεφυσημένος
*<πεπράχαμεν>
ἐπράξαμεν
*<πεπράτορα>
θαυμασία
<πεπρίλος>
ἰχθῦς ποιός
[<πεπρυμένοι>
συνετοί]
*<πεπρωμένη>
εἱμαρμένη
*<πεπρωμένον>
μεμοιραμένον
*<πέπρωται>
τετύπωται. ὥρισται. [τὸ εἱμαρμένον ζήτει]
<πεπρυτανευκώς>
ἐπιμεμηνιευκώς. καὶ προανηλωκώς
<πέπτασθαι>
ἀνεῷχθαι. περιέχειν
<πέπταται>
ἥπλωται
<πέπτει>
πραΰνεται τὴν τροφήν
<πεπτέον>
φυλακτέον. εὐρυτέον
<πεπτήνας>
περιβλεψάμενος
<πεπτηώς>
δι' ἀσθένειαν καὶ δειλίαν πεπτωκώς
[<πεπ.γμένοι>
μαθόντες, ἢ εἰδότες]
<πεπύθωνται>
ἀκούσωσιν. Ἀττικῶς
<πεπυκασμένα>
ἐσκεπασμένα, περικεκαλυμμένα
<πεπυρακτωμένα>
πεπυρωμένα
<πέπυσμαι>
ἀκήκοα. ἔμαθον, (ε)ἶδον
<πεπύσμεθα>
ἠκούσαμεν. καὶ τὰ ὅμοια
<πεπυσμένος>
ἰδών. καὶ τὰ ὅμοια
<πέπυστο>
ἠκηκόει
<πεπωγμένον>
κεκλασμένον
<πέπωκα>
ἔπια
<πέπων>
ἔκλυτος. ἀσθενής
<πεπωρωμένοι>
ἐσκληρωμένοι. τετυφλωμένοι
<πέρα>
πλέον. ἐπέκεινα. ὑπεράνω
*<περάαν>
διαπερᾶν
*<Περαιβοί>
ἔθνος Θεσσαλικόν
<περάγην>
διέῤῥωγα. Ῥίνθων
<περαίνει>
ἐπὶ πέρας ἄγει. πληροῖ. ἀνύει
<περαίνειν>
ἐξανύειν. ἀποπληροῦν
<πέραινον>
οἱ Πυθαγορικοὶ τοὺς περι(τ)τοὺς ἀριθμούς
<περαίτατον>
ποῤῥώτατον
<περαιτέρω>
πλείω ἔμπροσθεν. μετὰ τὸ τέλος ἄλλο
<περαιωθῆναι>
τελειωθῆναι
<πέρα λόγου>
ὑπὲρ λόγον
<πέρας>
τὸ τέλος. καὶ ἡ λύσις. καὶ τὸ τῆς γῆς πέρας
<περᾶσαι>
διαβῆναι. ἀποδόσθαι ἐπὶ πέρατα τῆς γῆς, ἢ εἰς τὸ πέρας διελθεῖν
*<πέρατα>
τὰ τέλη
<πέρασας>
εἰς τὸ πέρας τῆς θαλάσσης διεπέρασας, ἐπώλησας
<περατεύει>
ὁρ[γ]ίζει. στέλλει. λέγει
<περατουμένην>
ἐκπληρουμένην
*<περγάμιον>
δήμιον
*<Πέργαμα[ς]>
ἡ ἀκρόπολις τῆς Ἰλίου
<Περγαία θεός>
ἡ Ἄρτεμις
<περγοῦλον>
ὀρνιθάριον Ἀργειλέγω
<πέργουν>
πρέσβεις. οἱ αὐτοί
<Πέρδικος καπηλεῖον>
χωλὸς κάπηλος ὁ Πέρδιξ ἦν. ἔνθεν ἔνιοι τὴν παροιμίαν φασὶ διαδοθῆναι
*<περιδώμεθα>
συνθήκην παράσχωμεν
[<περεούμενοι>
τελειούμενοι
<περεοῦσθαι>
διαπερᾶν πλοίῳ ἐπιβάντα]
<περέτισαν>
ἐτίμησαν
<περ(ῆ)σαι>
διαπερᾶσαι
*<περάτρια>
ἡ παραγγέλλουσα τὴν ὥραν ταῖς κεκτημέναις
<πέρθαι>
πορθηθῆναι
<πέρθετο>
ἐπορθεῖτο
<πέρι>
περισσόν. περίεστι
<περιαγ[κάμψ]αῖς>
καμπαῖς
<περιαγγέλλειν>
τὸ [μὴ] συνάγειν ὄχλον ἐπὶ τὰς ἐκφορὰς τῶν τετελευ- τηκότων
<περιάγει>
περιφέρει. ἢ κάμπτει
<περιάγνυται>
περικλᾶται. συντρίβεται. περιέρχεται. περιηχεῖ
<περιάγνυτο>
περιεκλᾶτο. καὶ τὰ ὅμοια
<περιαγόραιος>
περίλογος. περιαγορευτής
<περιαδεῖς>
περίῤῥυτοι. περίπνοοι
<περιαθρεῖν>
περισκοπεῖν
<περιαίνυτο>
περιελάμβανεν. περιεῖχεν
<περίαλλος>
τὸ ἰσχίον [ὅταν εἰλεῖν
<περιαμησάμενος>
θερίσας
<περιαμμάτων>
περιάπτων
<περιάοιδος>
ἡ ἐγκύκλιος ᾠδή
<περίαπτα>
περιάμματα
<περιαυθαδίζεται>
ἐν ὑπερηφανίᾳ ἀναστρέφεται, ἢ μεγαλοφρονεῖ
<περιαυτίζεσθαι>
τὸ ἐν αὐτῷ ἐνδιατρίβειν, ἢ ἀποδιδόναι ἑαυτῷ
<περιαυτίζεται>
μεγαλοφρονεῖ
<περὶ αὐτόν>
πρὸς αὐτόν
<περιβάλλειν>
περιλαμβάνειν. πείθειν. στρέφειν. εἰδέναι
<περιβάλλουσαν>
ὁμοίως
<περιβάλλεσθαι>
ὑπερβάλλεσθαι
<περίβαρα>
ὑποδήματα
<περιβαρίδες>
ὑποδημάτων εἶδος γυναικεῖον
<Περιβασώ>
ἡ Ἀφροδίτη
<περιβεβυσμένος>
περιπεφραγμένος
<περιβῆναι>
πεπτωκότος ὑπερασπίσαι, ὑπερμαχῆσαι
<περίβησαν>
ὑπερήσπισαν. καὶ τὰ ὅμοια
<περιβλέπεται>
περισκοπεῖ
<περίβλεπτος>
ἔξοχος. [περιβόητος
<περιβόητος>
ἐπὶ κακοῦ ἢ ἀγαθοῦ φήμην ἔχων
<περιβολή>
περίβοιος. περιδέρματος. ὑπέρτιμος
<περίβολοι>
τείχη πόλεων, ἢ περίδρομοι
<περιβομβεῖσθαι>
περιηχεῖσθαι
<πέρι γάρ>
περισσῶς γὰρ
<περιγηθής>
περιχαρής
*<περίγειος>
πρὸς τὴν γῆν
<περιγίνεται>
περιοικεῖ. περιττεύει
<περιγλαγέας>
γεγαλακτωμένας
<περιγλαγές>
περίπλεω(ν) γάλακτος
<περιγράφει>
περιγίνεται. [περιαίρεσιν τοῦ πράγματος] ἢ χωρεῖ. ἢ συλλαμβάνεται
<περιγραφήν>
περιαίρεσιν τοῦ πράγματος. ἢ ἐν ἀγρῷ ἐστι
<περίγραφον>
οἱ δανείζοντες τοῖς μὴ ἀποδιδοῦσι τὸ ἀργύριον περι- έγραφον, καὶ οὐχ ὑπερέβαινον ἕως λύτουν
<περιγυρίδας>
περιφερείας
<περὶ δ' ἄλλων>
ὑπὲρ τοὺς ἄλλους
<περιδαρδάπτεσθαι>
κατεσθίεσθαι
<περιδαρδάπτειν>
κατεσθίειν
<περὶ δ' ἐδρύφθη>
περιεξέσθη
<περιδεής>
περίφοβος
<περιδείδιθι>
φοβοῦ
<περιδεινεῖσθαι>
περικινεῖσθαι. περιπορεύεσθαι. περιστρέφεσθαι. περιέρχεσθαι
<περιδεινηθήτην>
περιεστρέφοντο. ὅμοιον
<περιδεινήσεως>
περιόδου. καὶ τὰ ὅμοια
<περιδεινηταί>
περικινηταί. καὶ τὰ ὅμοια
<περίδεινον>
πειρατήν
<περιδεινός>
περιπαθής
<περιδεινοῦσι>
περιστρέφουσιν
<περιδεινοῦντα>
περιοδεύοντα
<περίδειρον>
τὸ κατώτατον τῆς περιγραφῆς τοῦ τραχήλου
(<περιδείσασα>)
περισσῶς δείσασα, περισσῶς εὐλαβηθεῖσα
<περιδεῖσθαι>
συντείνεσθαι
<περὶ (δὲ) κλισιὼν θέε πάντη>
περιετετείχιστο δὲ κλίσιον, κύκλῳ περι(ε)βέβλητο καὶ παρέκειτο κλίσιον, διὰ τὸ ἐν κύκλῳ κρηπίδωμα βαθροειδὲς ἔχειν
<περιδέξιον>
φρόνιμον. ὀρθόν, μηδὲν ἀριστερὸν ἔχον. καὶ οἱ μὲν πε- ρισσῶς δεξιὸν περὶ τὴν τοῦ δόρατος βολήν. οἱ δὲ ἀμφοτέραις ταῖς χερσὶν ὡς τῇ δεξιᾷ βάλλων
<περὶ (δὲ) πνοή>
ἡ πνοὴ δὲ τοῦ βοῤῥᾶ
<περιδέραια>
περιτραχήλια. ἢ ἐνώτια
<περὶ δ' ἐστέ>
ὑπερέχετε δέ. ἢ ὑπάρχετε. ἢ κρατεῖτε
<περιδευκές>
περισσῶς πεποικιλμένον
<περιδεῶν>
ἐμφόβων
<περίδηλον>
περιφανές. καλόν
[<περιδῆσαι>
περιδύνασθαι]
<περίδοσιν>
συνθήκην
<περιδοῦ>
σύνθου. τοῦτο δὲ παραβάλλεσθαι λέγουσιν, ἢ συνθήκης θέσιν
<περὶ δουρί>
περὶ τῷ δόρατι
<περίδρομοι>
τοῦ δ[ε]ικτύου τὸ δ(ι)ειρόμενον σχοινίον· διὰ τὸ καὶ κάτω βρόχοις ...... καὶ [πάντῃ, περιεχόμενος τόπο[ι]ς.] περιφερεῖς, στρογγύλοι
<περιδρόμους τείχους>
περὶ τοὺς βεβλημένους τοίχους κύκλῳ
<περιδρύφῃ>
περιξέῃ
<περιδύεται>
περιβάλλεται. κρύπτεται. εἰσδύεται
<περιδῦσαι>
περιδύνασαι
<περίδυσε>
ἀπέδυσε
<περιδύω>
ὅμοιον
<περιδώμεθα>
συνθώμεθα
*<περιβάλλων>
ἐκύκλωσαν
<περιδώσομαι>
συνθηκοποιήσομαι
<περι(έ)γραψε>
περιεγένετο
<περιεδίνε(ι)>
περιεκύκλευεν
<περιεδρύ(φ)θη>
περιεξέσθη
<περιεζόμενον>
περιεχόμενον
<περιέθει>
περιέτρεχεν
<περιειλημμένως>
περιεκτικῶς
<περιείληπτο>
περιεγέγραπτο. ἢ ἐκεκράτητο. ἐκ τοῦ περιλαμβάνεσθαι
<περιεῖναι>
περιττεύειν
<περιεῖπεν>
ἐτημέλει
<περιείργασμαι>
περιττὸν ἐποίησα[ν]
<περιεκωκύετο>
περιηχεῖτο
<περιεκτικόν>
τὸ περιέχον. ἤτοι γενικόν. ἢ περιληπτικόν· ἐκ τοῦ πε- ριβάλλειν. [ἢ ὑπερέχον]
<περιεκτικώταται>
ὁμοίως
<περιεκτικώτερον>
γενικώτερον
<περίελε>
κόψον. ἔπαρον. ἀφελοῦ
<περιελόμενος>
ἐπάρας
<περιελιχμήσατο>
τῇ γλώττῃ (ἢ) σπογγιᾷ ἐκάθηρεν
<περὶ ἐμέ>
πρός με
<περιέπει>
περιέρχεται. περιεργάζεται. φυλάττει. θεραπεύει
<περιέπειραν>
ἔπηξαν
<περιεπτισμένη>
περιεξεσμένη. περικεκαθαρμένη
<περιέπων>
ἐνεργῶν
<περιεργάς[ς]ει>
πράξει(ς) περισσά
<περίεργον>
περιττόν. ἢ στρεβλόν
[<περιερεία>
καθαρσία]
<περιερέττων>
κωπηλατῶν
<περίς[ς]ομαι>
περιγενήσομαι, κρατήσω, νικήσω, κατισχύσω. ἢ μέλ- λοντες περιγενέσθαι
<περιεσπάσθη>
ἐσείσθη. περιδέδεται
*<περιεσκεμμένος>
(ἠκριβωμένος)
[<περιε(..)σσων>
κωπηλατῶν]
<περιέσται>
περιγενή(σε)ται. νικήσει
<περιεστήξει>
περισταθήσεται. [περιφράξει, ἢ περικυκλώσει
<περιεστοιχισμένοι>
οἱ περιέχοντες. καὶ περιεχόμενοι
<περιετέμοντο>
περιήλασαν
<περιετίθουν>
ἐκρέμων
<περιέτυχον>
συνέτυχον
[<περιευτίζεσθαι>
ἀποδοῦναι αὐτῷ]
<περιέφραξαν>
ἐσκέπασαν. ἐφύλαξαν
<περιέχομαί σου>
ἀντιποιοῦμαί σου
*<περίζωμα>
περιβόλαιον
<περιέχοντες>
περιλαβόντες. καὶ τὰ ὅμοια
<περίζυξ>
ὁμόζυγος, σύζυγος
<περιηγές>
κυκλοτερές, περιφερές
*<περιήγει>
ἐζωγράφει
<περιήγητος>
ὁ περιπόρφυρος χιτών
<περιηγμένα>
περιφερόμενα
<περιῄεσαν>
περιήρχοντο
<περιήθελεν>
ἠγάπα
[<περιήθλουν>
ἀγα]
<περιηθέλησεν>
ἠγάπησεν
<περιήκασε>
περιώρυξεν. περιέγραψεν
<περιήκοντα>
[περιέγραψαν. ὤρυξαν
<περιήλυσις>
περίοδος
<περιημεκτεῖ>
ἀγανακτεῖ, ἀνιᾶται, δυσκολαίνει
<περιῆν>
ὑπῆρχεν. ἐπλεόναζεν
<περιῃρημένον>
κεκομμένον
<περιῆῤῥον>
περιῄεσαν
[<περιήσω>
περιδώσω]
<περιηχήθη>
περιεψιθυρίσθη
[<περιθείης>
<μα><θ> πειραθείς]
<περιθείς>
κύκλῳ θείς, περισσότερον [λαβεῖς
<περὶ θεόν>
πρὸς θεόν
<περιθειῶσαι>
περικαθᾶραι, κυρίως θείῳ
<περιθέσθαι>
περιποιήσασθαι. προσλαβέσθαι. κύκλῳ θεῖναι
<Περιθοῖδαι>
δῆμος φυλῆς τῆς Οἰνηΐδος
<περιθραυσθέντα>
περιπεσόντα. ῥαγέντα
<περιθρεκτέον>
περιδραμητέον
<περιθυρεῖν>
τὸ ἐπὶ ταῖς θύραις ἵστασθαι
<περιΐδμεναι>
περισσῶς εἰδέναι
<περιϊόντας>
περιερχομένους
<περιϊππεύοντας>
περιτρέχοντας
[<περι.ίσσεται ὥρα[ς]>
περιέρχεται [τὰς] ὥρα[ς]
<περιϊστάμενος>
κυκλεύσας
<περιΐστασο>
κύκλευσον. σκόπησον. περίφευγε. ἀνάτρεπε
*<περιστοιχείωσαι>
περίελθε
<περιϊών>
περιερχόμενος
<περικάθαρμα>
<περικαθαίρων>
ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγοητευμένον
<περικαλλές>
λίαν καλόν
<περικαλλέος>
περισσῶς καλοῦ
<περικάμπτεται>
περικιρεῖται
<περὶ καπνῷ>
περὶ τὸν καπνόν
<περικάρδιος ὑμήν>
ὁ ἐπὶ τῇ καρδίᾳ
<περικάρπιον>
τὸ λέπυρον, σκέπασμα
<περικεφαλαία>
ἡ ἐκ τριχῶν γεγονυῖα περιθετή. καὶ μέρος τι τῆς νεώς. ἢ κάς(ς)ις
<περικέχυται>
περιείληφεν
<περικήδεο>
φείδου φροντίζων
<περίκηλα>
περισσῶς ξηρά. τὰ περικεκαυμένα. περιεσχισμένα
<περὶ κῆρι>
κατὰ ψυχήν
*<περικλυτῷ>
σφόδρα ἐνδόξῳ
<περικλῃζόμενος>
δοξαζόμενος λίαν
<περικλύμ(εν)ος>
ὁ Πλούτων. καὶ πόα, ἡ καὶ κυκλάμινος
<περικλυτός>
ἔνδοξος, περισσῶς καὶ λίαν ὠνομασμένος διὰ τὴν τέχνην
<περικνημίς>
σκεπαστήριον τῆς κνήμης
<περικόπται>
κλῶπες. λῃσταί
<περίκουροι>
οἱ ἐκ τοῦ κυκλωθῆναι ἁλισκόμενοι ἐν ταῖς μάχαις
<περικτίονες>
περίοικοι, γείτονες, πέριξ οἰκοῦντες
<περικτιόνες(ς)ι>
περιοίκοις
<περίκυκλον>
ἵνα ὑπερεφῆ
*<περὶ κῶμα>
κοίμημα
<περικωδωνίσαι>
περιβομβῆσαι
<περικωνῆσαι>
....... περιαγαγεῖν. σπογγίσαι. ἢ περιπισσῶσαι. Λά- κωνες
<περιλαβεῖν>
περιβαλεῖν. καὶ τὰ ὅμοια
<περιλέγειν>
τὰ περισσὰ φράζειν
<περιλεγνές>
περιποίκιλον
<περιλεσχήνευτος>
περιβόητος. περιλάλητος
<περιληπτικόν>
ἐφαπτόμενον
<περιλῆσαι>
περι(ς)τρέψαι
<περιλιχμήσασα>
περιλείξασα
<περιλυγίζεσθαι>
περιστ(ρ)έφεσθαι
<περιμάχητον>
ὑψηλόν, μέγα, ἰσχυρόν
<περὶ μέν>
περισσῶς μέν
<πέρι μὲν φάσθαι>
διαφερόντως λέγειν
<περίμετρον>
ὑπέρμετρον, μέγα. τινὲς δὲ εὔκυκλον
<περιμήκεος>
μακροτάτου
<περίμηκες>
ὑπερμέγεθες
<περιμήκετος>
ὑψηλός. ὑπέρμηκος. ἢ περισσῶς μακρὰν καὶ ὑψηλήν· εἰς ἐλάτην ἀναβὰς περι[με]μήκετον
<περιμήκεϊ ῥάβδῳ>
ἁλιευτικῷ καλάμῳ
<περίνα>
περίναιον. τὸ αἰδοῖον. ἀφ' οὗ καὶ τὸ <περαίνεσθαι>
[<περ[ι]νάμενα>
πιπρασκόμενα]
*<περίνης[σαι]α>
περιβόλαια, οἷς ἐν κύκλῳ πορφύρα παράκειται
<περίνεως>
ὁ δεύτερος ἱστός. καὶ καθάπαξ τὰ διττὰ τῆς νεὼς σκεύη
<περίνησον>
ἱμάτιον ἔχον πορφύραν κύκλῳ
<περινοεῖ>
περισσῶς νοεῖ
<περίνοια>
μηχανή. τέχνη
<περινομαί[α]>
περιφορα(ί)
<περίνος>
τὸ αἰδοῖον. οἱ δὲ τὸν καυλόν, ἢ τὸ τῶν διδύμων δέρμα, ἤγουν ὁ ταῦρος
<περινοστεῖ>
περιέρχεται
<περινοστήσαντες>
περιελθόντες, κυκλεύσαντες. ἢ ἐξιόντες
<περινοστοῦντι>
περιστρεφομένῳ
<πέριξ>
κύκλῳ
<περίοδος>
τὸ ἐκ διαλειμμάτων ἐπιπεσὸν ὄνομα. ἢ χρόνος. ἢ κύκλος. ἢ ἡ ἐν λόγοις, καὶ ἡ τῆς γῆς περιήγησις. καὶ ἡ τάξις τῶν αἰώ- νων. καὶ ἡ παρὰ τοῖς ἰατροῖς. καὶ ἡ ᾠδή. καὶ μέτρον τι τῶν με- τάλλων
<περιόδων>
χρόνων. κύκλων
<περιόδῳ>
κυκλώσει
<περιοίκιον>
ὁ περὶ τὴν πόλιν ἢ τὴν ἔπαυλιν τόπος. τινὲς δὲ περί- βολον
<περιοίσει>
ἀνοίσει ἐκ τῆς νόσου
<περιοκωχή>
(περιοχή)
*<περιωπή>
ἀκρώρ(ε)ια. ὕψος. τόπος ὑψηλός
<περίοπτον>
ἐπιφανῆ, πολυθέατον, περίβλεπτον
<περιορᾶν>
ὑπερορᾶν
<περιόρια>
ἑορτὴ ἐν Κύπρῳ
<περιοργῶς>
ὑπεροργόντως. καὶ παρωρμημένως
<περιοριζόμενοι>
περιεχόμενοι. γινωσκόμενοι. ἐξολισθαίνοντες
<περιορίσαι>
περινοῆσαι
<περιορισθῆναι>
γνωρισθῆναι. ἐξορισθῆναι
<περιοριστόν>
περιγραπτόν
<περιουσία>
πορισμός. πλῆθος
<περιουσιασμοῦ>
πλήθους
<περιούσιον>
πολύ, περισσόν. περιποιητόν
<περιούσιος>
πλούσιος. πολύς
<περιοχή>
περιπέτεια. καὶ ὑπόθεσις. καὶ φυλακή. καὶ ἡ [περὶ πάν- των] πολιορκία
<περιοχῆς>
τετειχισμένης
<περιόψεται>
καταφρονήσει
<περιπαθῶς>
συμπαθητικῶς. λυπηρῶς. [διαπονηθείς
<περιπαλαχθῆναι>
περιπλακῆναι
<περὶ πάντων>
ὑπὲρ πάντας τοὺς ἄλλους
<περίπατοι>
αἱ ἱστορίαι καὶ οἱ λόγοι. ἢ τόποι διακινήσεων
<περὶ πέζαν>
τὰ περὶ τοὺς πόδας
<περιπεζία>
ταπείνωσις
<περιπείρῃ>
περικεντήσῃ
<περιπέπληκα>
περιπεπόληκα. περιπέπληγμαι
(*)<περιπετάσας>
περιβαλών
<περιπεπλιγμένα>
περιπεπλεγμένα τοῖς σκέλεσιν. οἱ γὰρ ἀλεῖπται τὸ βῆμα <πλίγμα> λέγουσιν
<περίπε[μ]πτον>
τὸ περιπεπεμμένον
<περι[πετάσθαι] πετάσας>
περι(α)πλώσας
(*)<περιπεπλίχθαι>
διηλλαχέναι τὰ σκέλη ἀσχημόνως
<περιπέτεια>
ὑπόθεσις. σύμπτωσις. σύμβασις
<περιπετεῖς>
περιε[ρ]χόμενοι. ἐναντίοι. ἢ προπετεῖς. ἢ περιπεσόντες
<περιπετρίζεσθαι>
περικρούεσθαι
[<περίπετρον>
πανταχόθεν ἐξέχον]
<περιπευκὲς [ἢ περίπευκος>]
περισσῶς πικρόν, διὰ τὸ χρίεσθαι· πικρὰ γὰρ ἡ πεύκη
<περιπῆγις>
πόρνος. μάχλος
<περιπηγής>
περιπαγείς, ἐμπαγείς
[<περιπλη..] περιπλίγδην>
περιβάδην
<περιπλίξ>
περιειληφώς
*<περιπλέες>
λίαν, πλεονάκις
<περιπλομένων>
περιπολουμένων, ἤγουν περιερχομένων
<περίπλους>
περιόδους
<περὶ πόδα>
οὕτως ἐκάλουν τὸ ἁρμόζον· μεταφέροντες ἀπὸ τῶν συμ- μέτρων τοῖς ποσὶν ὑποδημάτων. ἢ ἀκριβῶς
<περὶ ποδός>
ἀντὶ τοῦ ἁρμόζον. καὶ <περὶ πόδα>· τὸ ἡρμοσμένον, ἀπὸ τῶν ὑποδημάτων
<περιποιεῖται>
προξενεῖ. ζωοποιεῖ
<περιποίησις>
πλεονασμός, κτῆσις
<περιποιητικός>
διοικητής
<περιπολεῖ>
περιοδεύει, περιέρχεται, περιέπει, ἀναστρέφεται, περι- πολεύει, κυκλεύει. καὶ τὰ ὅμοια
<περίπολος>
φρουρός, ἔφορος
<περὶ πολλοῦ ποιοῦ>
τίμα, θεράπευε
<περιπόνηρος Ἀρτέμων>
παρὰ τὴν παροιμίαν τὴν <περιφόρητος> <Ἀρτέμων>. εἰσὶ δὲ Ἀρτέμωνες δύο
*<περι[ι]ππεύει>
ἀφίησιν αὐτοὺς καὶ ἄλλῃ ὁδεύει
<περιπρωκτιῶσα>
τρυφερευομένη ἐπὶ τῇ πυγῇ
<περιπτύσσομαι>
καταφιλῶ
*<περίπτερα>
οἱ ἀποσπινθηρισμοί
*<περίπτερον>
ὑψηλόν, πανταχόθεν ἐξέχον. ἢ στέγην ἔχουσαν ἐξοχήν
[<περιπτεύσαντες>
περιδραμόντες]
<περιπτυχαί>
περίβολοι
*<περιπτύσσει>
καταφιλεῖ
<περίπυστα>
διαβόητα
<περιραίνεσθαι>
περιραντίζεσθαι. ῥαντίζεσθαι
<περιρέζειν>
τὸ ἐπὶ τοῖς καθαρσίοις θύειν
*<περιρεμβαῦσαι>
περιφθαρῆναι
*<περὶ ῥίον>
περὶ τὸ ἀκρωτήριον
<περὶ ῥέθεσι>
περὶ ταῖς παρειαῖς
<περιῤῥηδής>
περικεκλασμένος. περιστροβηθείς. οἱ δὲ περιεῤῥιμμένος. ἢ ὑπτιασμένος
<περισαίνοντες>
κολακεύοντες. παρὰ τὸ σαίνειν, ὡς τῶν κυνῶν τὴν (οὐρὰν) κινούντων
<περὶ σέ>
περὶ σοῦ, ἐγγύς σου, <γνησίως διάκειμαι>
<περὶ σεῖο>
περὶ σοῦ. καὶ <περιέσσιον>· περὶ σοῦ
<περισείρια>
τὰ πλάγια τῆς γλώττης
<περίσημον>
διαβόητον
[<περισιγᾶν>
ἀφέλκειν τοῦ προκειμένου]
<περισκαίρουσι>
περισκαρίζουσι
<περισκελές>
σκληρόν, δυσχερές. ἢ μέχρι τῶν ποδῶν
<περισκέπτῳ>
πάντοθεν ὁρωμένῳ. οἱ δὲ μόνῳ, κεχωρισμένῳ, ὥστε ἀπ' αὐτοῦ περισκέψασθαι
<περίσκεψις>
βάσανος
<περισκήπτειν>
περιθλίβειν
<περισοβεῖν>
ἐν κύκλῳ πίνειν. ἢ περιτρέχειν. ἢ φωνεῖν. ἢ διώκειν
*<περισσομένη>
πορθουμένη
[<περίσονται>
περιποιήσονται]
*<περισσοεπήσει>
περισσολογήσει
<περισπάσασθαι>
περιποιήσασθαι
<περισπέ.του βοῆς>
ὑπερεπειγούσης
<περισπερχής>
περιώδυνος
*<περισκέλια>
βρακκία, φεμινάλια
<περὶ σπονδῶν>
περὶ εἰρήνης
<περισταδόν>
περιστάντες
*<Περιστενός>
οὕτω δράκων καλεῖται
<περισταλείς>
κοσμηθείς. ἤτοι ταφείς
<περισταλαδόν>
περισταζόμενον, περιῤῥεόμενον τῷ χόλῳ
[<περιστατήρια>
σπλάγχνα]
<περιστατόν>
τὸ ἀνάστατον
<περίστασις>
θλῖψις, ἀνάγκη, μέριμνα
<περιστεγανόν>
περισσῶς στεγανόν
<περιστένειν>
ἔκθυμον εἶναι
<περιστείληται>
περικαλύψηται
<περίστειλον>
συγκάλυψον. συνάγαγε
<περιστέλλει>
καλύπτει. συστέλλει. κοσμεῖ. σκέπει. φυλάττει. περι- βάλλει
<περιστελοῦμεν>
τὰ αὐτά
<περιστένεται>
πάνυ στενοχωρεῖ
<περιστήθιον>
ἱερατικὸν ἔνδυμα
<περιστέρια>
κοσμάρια ποιά
<περιστίαρχος>
ὁ περικαθαίρων τὴν ἑστίαν, καὶ τὴν ἐκκλησίαν
*<περιστ(.)ῖξαι>
περικυκλῶσαι, περιελθεῖν. περιελάσαι. ἀπὸ τοῦ στ(ε)ίχειν
<περίστιον>
ἐπὰν τὸν νεκρὸν ἐκπέμψαντες ὑποστρέψωσι, καὶ τὸ κα- θάρσιον ποιήσωσιν
<περιστλεγγίσαι>
περιξύσαι· <στλεγγὶς> γὰρ ἡ ξύστρα
<περιστοιχίσαντες>
περιλαβόντες
<περιστολή>
περιβολή. ἔνδυμα
<περιστόμιον>
ὁ τῆς ἐπιγλωσσίδος τόπος ἐν τῷ βρόγχῳ
[<περιστόων>
περιστύλων]
<περίστροφος>
ὁ τῆς ὑποσφραγίδος τόπος
<περίστῳον>
περίστυλον
<περισύρει>
σύρει
<περίσφατα>
τὰ ἐπιθρήνητα, καὶ ἐπονείδιστα, καὶ μοχθηρᾶς ἐπιφω- νήσεως ἄξια
<περισφάτως>
περιωδύνως. περιβοήτως
<περισχαδόν>
τὸν ὑποκρινόμενον τὸν Περσέα, ὡς πτωχὸν καὶ φησί- μορφον ψίαθον, ἐν ᾧ περιειλοῦσι τὰς ἰσχάδας
<περισχελές>
δυσχερές
<περίσχεο>
φροντίδα ποίησαι καὶ ἐπιμέλειαν· ἀντὶ τοῦ λαβοῦ καὶ ὑπερμάχησαι
<περισχέσθαι>
ἀγαπῆσαι
<περίσχετο>
ἠγάπησεν. ἐφείσατο
<περισχιδεῖς>
εἶδος ὑποδήματος εὐτελές
<περισχόμεθα>
περισσῶς ἐχόμεθα. ἀντιλαμβανόμεθα
<περισχών>
περιτείνας. ἢ ἐπισχών
<περιτάμνεσθαι>
περιορίσαι τι διὰ τῆς αὔλακος
<περιταμνόμενον>
περιελαύνοντα. μεταφορικῶς ἀπὸ τῶν γηπέδων
<περί τ' ἀμφί>
κύκλῳ, πέριξ
<πε[ρι]ρίτ' εἰμί>
ὑπερέχω. ὑπερφρονῶ
<περιτελλομένων>
πληρουμένων. περιερχομένων
<περὶ τέρμα βαλούσας>
περιελ(ας)άσας τὸν καμπτῆρα
<περιτετάσθαι>
ἡπλῶσθαι ἐπὶ τὰ ἴχνη
<περιτεύξεται>
συντύχῃ. ἢ περιπεσεῖται
<περιτευξοίμεθα>
περιτύχοιμεν
<περιτευξόμενος>
περιτυχεῖν μέλλων
<περιτεύοντες>
συλ[λ]ῶντες
<περὶ τὴν λέξιν>
ἐν αὐτῇ τῇ λέξει
<περί[πε]τ[ε]ια> καὶ <περιῆτες>
περιῆτες μὲν οἱ φύλακες, περί[πε]- τ[ε]ια δὲ Μακεδονικὴ ἑορτή
<περιτίθεται>
περιβάλλεται
<περιτομίς>
μέρος τι τῆς νεώς
<περιτόναιον>
μέρος τι τῆς νεώς. καὶ τὸ δέρτρον
<περιτρέπεται>
ε(ἰ)λιγγιᾷ
<περιτρέφετο>
περιεπήσσετο. ὅθεν καὶ τροφαλ[λ]ὶς τὸ πεπηγμένον
<περιτριβομένων>
παρεσομένων
<περίτριμμα> .....
τετριμμένον
<περιτροπέων>
περιτρεπόμενος. μέλλων τελειοῦσθαι. ἢ περιερχόμενος
<περιτρόπου>
ἴλιγγος
<περὶ τρόπιος>
ἐπάνω τῆς τρόπιδος. [τῆς ἀγορᾶς.
<περιτροπόωντες>
περιχωροῦντες
<περίτροχον>
στρογγύλον
<περιττοί>
περισσοί, περίεργοι
<περιφαλλία>
πομπὴ Διονύσῳ τελουμένη τῶν φαλλῶν
<περιφάνεια>
λαμπρότης, δόξα
<περιφανέστερον>
ἐμφανέστερον
<περιφέρεια>
διαστροφή. κύκλος
<περιφερές>
στρογγύλον
<περιφέρεται>
πλανᾶται
<περιφερόμενα>
λαλούμενα
<περίφημος>
ὀνομαστός
<Περιφήτης>
ὁ κορυνήτης
<περιφθείρεται>
τὰς φθεῖρας συλλέγει. ἢ μειοῦται, ἐλαττοῦται
<περιφοιτῶντα>
περιερχόμενον. περιγινόμενον
<περιφορά>
ἡ κατὰ κύκλον κίνησις
<περιφοραί>
ὁμοίως
<περιφορᾶς>
περισπασμοῦ. πλάνης
<περιφραδέως>
περιπεφρασμένως. ἐμπείρως
<περιφραστικῶς>
δύο λέξεων τὸ αὐτὸ σημαινουσῶν ὄνομα
<περιφρονεῖς>
περισσοφρονεῖς, ὑπερφρονεῖς
<περίφρων>
σωφρονέστατος, ἢ περισσῶς φρονῶν, συνετώτατος
<περιφ[ρ]ῦναι>
περιλαβεῖν, περιπλακῆν(αι)
<περιχαρής>
χαιρόμενος (sic). γελωτοποιός
<περιχάσκειν>
ἀνοῖξαι τὸ στόμα
<περιχεύας χρυσόν>
περιπάσας χρυσίῳ
<περιχ[ε]ιλοῦντες>
ἀντὶ τοῦ ἄδην κορεσθέντες
<περιχλ(ι)ανίζεται>
περικαλύπτεται. καλλωπίζεται. [ἢ παραστραγ- γεύεται]
<περιχόραι>
περιχορεῖαι
<περιχορίζειν>
ἐνόπλως, συντόνως ὀρχεῖσθαι
<περὶ χροΐ>
περὶ τῷ σώματι
<περὶ χροῒ ἕσσατο>
περιεβάλλετο
<περιχωρεῖ>
συμμίσγεται
<περιχώρησον>
μέτρησον. περίστησον
<περίψημα>
περικατάμαγμα. ἀντίλυτρα, ἀντίψυχα. [ἢ ὑπὸ τὰ ἴχνη πάντων]
<περίψυκτος>
περιπόθητος, ἐκ ψυχῆς ὅλης ἀγαπώμενος
<περιώγανα>
ἐπίσσωτρα. οἱ δὲ τὰς κνημίας, αἳ περιπήγνυνται ταῖς ἁμάξαις
<περιώκαλα>
ὑπέρσεμνα, ὑπερβαλλόντως καλά
<περιωπή>
ἄποψις. τόπος ὑψηλός, ὅθεν ἐστὶ περισκοπῆσαι. ἀκρώ- ρεια
<περιωπῆς>
προσόψεως
<περιώσας>
ὠθήσας. ζώσας
<περιῶσιν>
ζῶσιν. ὑπάρχωσιν
<περιώς[ς]ιον>
περιως[ς]ίως. περισσῶς. περισσόν. μέγα, ἢ πολύ
<περκάζει>
μελανίζει. ποικίλλει. ἢ πεπαίνεται
<περκαίνειν>
διαποικίλλεσθαι. καὶ τὰ ὅμοια
<πέρκανα>
τὰ ἱστοῦ περιπλέγματα
<περκνόν>
μελανόν. ποικίλον
<περκνός>
γλαυκός. μέλας. καὶ τὰ ὅμοια
<περκώματα>
τὰ ἐπὶ τοῦ προσώπου ποικίλματα
<Περκώς(ι)ος> καὶ <Περκώτη>
πόλις
<Περμησός>
ποταμός
<πέρναται>
πωλεῖται
<περνάμενα>
πωλούμενα
<περνᾷς>
πωλεῖς
<πέρναξ>
θρίδαξ
<Πέρνη>
ἔνιοι μετὰ τοῦ <τ> Πτέρνη. εἶναι γάρ τι ἀκρωτήριον τῆς Αἰγί- νης οὕτω προσαγορευόμενον
<περνῆν>
ἐμπωλεῖν
<πέρνησον>
πώλησον
<περομνύναι>
ἐλέγχεσθαι
<περόναι>
πόρπαι. καὶ τὰ ἀντικείμενα τῇ κνήμῃ ὀστᾶ
<περόνη>
ῥαφίς
<περονήσατο>
ἐπορπήσατο, ἐπερονήσατο, διείρατο
<περόσχια>
τὰ ῥάκη
<πέρπερα>
προπετῆ
<περπερεύεται>
κατεπαίρεται
<πέρπερος>
μετὰ βλακίας ἐπαιρόμενος
*<περὶ πολλοῦ ποιεῖται>
τιμᾷ, θεραπεύεται
<Πέῤῤαμος>
βασιλεύς
<πεῤῤεθήκατο>
περιεθήκατο
<Πεῤῥεύς>
ἥρως Ἀθήνησι τιμᾶται
<πεῤῤέχειν>
ὑπερέχειν
<πεῤῥησιππίαν>
τὴν ἀνατρέπουσαν ἵππον
<Πεῤῥίδαι>
τῆς Ἀττικῆς δῆμος ἐν Ἀφίδναις
<πέρ σε>
πρός σε
*<πέρσαντες>
ὀλέσαντες, πορθήσαντες, ἀνελόντες
*<πέρσας>
τὰ αὐτά. [καὶ τὸ ἔθνος
<Πέρσης>
κυβευτικοῦ βόλου ὄνομα
<Περσίδα>
πόλιν Περσικήν. ὅ ἐστιν ὑπόδημα
<περσιθέα>
ἡ Ἀφροδίτη
<περσικά>
εἴδη καρύων. ἢ εὐτελῆ ὑποδήματα. καὶ ὀρθαὶ βακτηρίαι. καὶ ὄρχησις Περσική
<περσικὸς ὄρνις>
ὁ ἀλεκτρυών
<πέρσος>
ὁ ἰχθῦς ποιός, ἐν Ἐρυθρᾷ γινόμενος
<περ(υ)σινόν>
ἔφηβον. τὸν ἐξ ἐφήβων
<πέρυσι>
ὁ παρεληλυθὼς χρόνος
<Πέρφερες>
θεωροί
<Περφίλα>
Σωσίβιος. κύριον ὄνομα
<περώσιον>
μέγα
<πεσέεσθαι>
πεσεῖσθαι
<πέσημα>
πτῶμα
<πεσκέων>
δερμάτων
<πέσκον>
πικρόν. ἢ κώδιον, ἢ δέρμα
<πέσμα>
πίεσμα. ἢ μίσχος. ἔστι δὲ ἐξ οὗ τὸ φύλλον ἤρτηται
*<πεσέονται>
πεσοῦσιν
<πέσσαι>
πεῖσαι. [ἢ πάσχειν. καὶ νέμειν, καὶ τεχνᾶσθαι τῇ διανοίᾳ
<πεσσὰ πεντέγραμμα(τα) καὶ κύβων βολάς>
Σοφοκλῆς Ναυ- πλίῳ Πυρκαεῖ. παρ' ὅσον πέντε γραμμαῖς ἔπαιζον. διαφέρει δὲ πετ(τ)εία κυβείας. ἐν ᾗ μὲν γὰρ τοὺς κύβους ἀναῤῥίπτουσιν· ἐν δὲ τῇ πετ(τ)είᾳ αὐτὸ μόνον τὰς ψήφους μετακινοῦσι
<πέσσει>
πεπαίνει. θεραπεύει. κατέχει. καταπραΰνει
<πες(ς)έμεν>
πές(ς)ειν
<πέσσεται>
ὀπτᾶται. Ἀρκάδες. ὀπτήσει
<πεσσεύων μετατίθεσο>
τὴν γνώμην πρὸς τὸ κρεῖσσον
<πες[ς]ήματα>
πτώσεις
<πες[ς]ήματος>
πτώσεως, πτώματος
<πεσσοῖς>
πεττοῖς. βολίοις, κύβοις
<πές(ς)ον>
ὄρος· χωρίον Κύπριοι· πεδίον Αἰολεῖς· τινὲς ὁμαλές
<πεσσός>
οὕτως ἐκάλουν τὰς ψήφους, αἷς ἔπαιζον. καὶ τὸ περὶ τὴν κόρην μέλαν τοῦ ὀφθαλμοῦ
*<πεσσοῖσι>
τοῖς κύβοις· παρὰ τὸ πίπτειν αὐτούς
*<πέσσω>
ὀπτήσω ἄρτον
<πεσσύγγιον>
σκυτ(ε)ῖον
<πεσσύπτη>
σκυτεύρια
<πέσσυρα>
πίσυρα. τέσσαρα
<πέσσυρες>
τέσσαρες. Αἰολεῖς
<πεσών>
πάσχων
<πέτα>
πτῶσις. στάχυα
<πετάζει>
ἁπλοῖ. σκεπάζει
<πεταιτά>
μετέωρα. ἀμπελουργία, ὡς αἱ ἀναδενδράδες
<πετάλα>
ὀνόματα θήλεια. καὶ βοῦς
<πέταλ[λ]α>, οὐδετέρως
τὰ φύλλα
<πεταλίζειν>
βλαστεῖν. φυλλολογεῖν
<πετ[τ]αλισμός>
ὁ διὰ φύλ[λ]ων ὀστρακισμὸς γινόμενος
<πέταλ[λ]ον>
φύλλον. καὶ τῆς ἐπιγλωσσίδος τὸ καλύπτον τὸ στόμα
<πεταλωτόν>
ἀκμαιότατον. εὐειδέστατον
<πεταλίδων ὑ[ι]ῶν μεταίη>
ἀπὸ τῶν μόσχων. πέτηλοι γὰρ οὗτοι λέ- γονται
[<πεταλοῦνται>
ἐξυπτιῶνται. τρυφῶσιν
<πέτακνον>
ποτήριον ἐκπέταλον. (τὸ) δὲ αὐτὸ καὶ πέταχνον]
<πετάσας>
ἁπλώσας. τανύσας
*<πετᾶσθαι γαμβραί>
κεκτῆσθαι
<πετάσειεν>
ἁπλώσειεν. κουφίσειεν. ἀπὸ ἐνεστῶτος τοῦ πετάζω
<πέτασος>
τὸ τῶν ἐφήβων φόρημα
<πέταυρα>
τίγνα
<πέταυρον>
εἶδος παγίδος
<πετελκές>
καμπύλον
*<πετεηνῶν>
πετεινῶν
*<πετέσθην>
ἐπέτοντο. δυϊκῶς
<πέτευρον>
σανίς, ἐφ' ἧς αἱ ὄρνεις κοιμῶνται· καὶ πᾶν τὸ ἐμφερὲς τούτω. καὶ ὄργανον ποιόν. καὶ πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ. ἔστι δὲ λεπτόν, ὅταν ἐν μετεώρῳ κείμενον ᾖ. <Πέτευρον> λέγεται, ἢ καὶ <πέντευρον>
<Πετε[υ]ών>
πόλις
<πετήλας>
τοὺς μικροὺς καὶ θαμνώδεις φοίνικας
<πετηλίς>
ἀκρίς
<πετηνίς>
κόρις
<πέτραι ἠλίβατοι>
ὑψηλοὶ κρημνοί, ἀκρώρειαι
[<πετρέμβατοι>
ὑψηλοὶ κρημνοί]
[<πετραδεῖλαι>
οἱ μὲν τοὺς ἀποπνευματισμούς· οἱ δὲ εἶδος ἰχθύων
<πετρεφράμη>
θρασεῖα. θερμή
<πέτρη τ' Ὠλενίη>
πόλις
<πέτρον>
λίθον
*<πετειᾷ>
παίζει
<πεττεία>
διὰ κύβων παιδιά
<πεττείαις>
κύβοις, τάβλαις, παιδι[λ]αῖς
<πεττεύει>
διαπαίζει. μεταστρέφει. κυβᾷ
*<Πέτρος>
ἐπιλύων. ἐπιγινώσκων. οὗτος καὶ Σίμων καὶ Κηφᾶς καὶ Συμεὼν ἐλέγετο
<πεττοί>
βόλια, ἐν οἷς ταυλίζουσι
<πεττεύουσι>
κυβεύουσιν
<πέττουσιν>
ἑψοῦσιν
<πευδρία>
ἀρτοθήκη
<πεύθεται>
πυνθάνεται. ἀκούει
<πεύθετο>
ἤκουεν. ἐπυνθάνετο
<πεύθη>
πεῦσις. ἐρώτησις
<πευθῆνες>
πιστοί. περίεργοι
<πευθείς>
ἑψηθείς
<πευΐδας>
λαμπάδας
<πευκαλεῖται>
ξηραίνεται. ἢ ἀντὶ τοῦ ζητεῖται. Ἀριστέας
<πευκαλέον>
ξηρόν. ἀγγεῖον
<πευκαλίμαις>
συνεταῖς. ὀξείαις. πικραῖς. ἢ ἀγαθαῖς
<πευκαλίμη>
θερμή. θρασεῖα. καὶ φλεγμαίνουσα
<πευκαλίμῃσι>
πυκναῖς. συνεταῖς. καὶ τὰ ὅμοια
<πευκάνα>
[πευκονία.] ἱστοῦ παράπλεγμα. [τροχίαι]
<πευκεδανόν>
πευκές. πικρόν
<Πευκέτιοι>
οἱ περὶ τὸ[ν] Βρεντέσιον οἰκοῦντες
<πεύκινο(ν) δάκρυ[ν]>
πίσσαν
<πεύκλα>
ἁματροχιαί
<πεῦσις>
ἐρώτησις. ἀπόκρισις
<πεύσομαι>
ἐρωτήσω. ἀκούσω. ἐρευνήσω. μάθω
<πευστός>
ὑπήκοος
<πέφανται>
πεφανέρωνται. ἢ πεφονευμένοι εἰσίν
<πεφάσθαι>
πεφονεῦσθαι, καὶ ἀνῃρῆσθαι. ὅθεν καὶ <φάσγανον>
<πεφασμένον>
φανερόν. ἀνῃρημένον. ἢ πεφανερωμένον
[<πεφάσσουσα>
ἐνθουσιωδῶς ὁρμῶσα]
<πέφαται>
εἴρηται. τέθνηκεν, ἀνῄρηται, πεφόνευται
<πεφαύλικεν>
ἤμβλυκεν
<πεφαυλισμένον>
ἀποδεδοκιμασμένον
<πεφένακ(ικ)εν>
ἠπάτησεν
<πεφενακισμένος>
ἐξηπατημένος
<πέφη>
ἐφάνη ἢ πεφύκασι
[<πεφήμωσο>
παῦσον. φιμώθητι]
[<πεφήνακεν>
ἠπάτησεν]
<πέφηνεν>
ἐφανερώθη, ἐφάνη. ὑπῆρχεν
<πεφηνώς>
ἕτοιμος. φανερός
<πεφήσεαι>
τολμήσεις, ὑπομενεῖς. τεθνήξῃ
<πεφήσεται>
φανεροποιήσεται
<πεφιδέσθαι>
φείσασθαι
<πεφλάζει>
βράζει
<πεφλοιδώς>
τὸν φλοιὸν ἀποβαλών
<πεφλοιδέναι>
φλυκταινοῦσθαι
<πέφνειν>
κτείνειν
<πέφνεν>
ἀνεῖλεν, ἐφόνευσεν
<πεφοβημένοι>
εἰς φυγὴν τετραμμένοι
<πεφοβῆσθαι>
κεκοσμῆσθαι, κομᾶν. δεδοικέναι
<πεφοινιγμένη>
ᾑματωμένη, πεπυῤ(ῥ)ωμένη. ἀπὸ φόνου, ἢ φοίνικος
<πεφοιτηκότες>
παραγενόμενοι
<πεφορημένα>
ἐνηνεγμένα. πεπληρωμένα, κεχορτασμένα
<πεφορύνθαι>
μεμιάνθαι, μεμολύνθαι
<πέφραδεν>
εἶπεν. ἐσήμηνεν
<πεφράδοι>
διασημήνειε. εἴποι
<πεφρασμένος>
παρεσκευασμένος, εἰς τὸ φρασθῆναι προσακτικὴν ἔχων δύναμιν
<πεφρίκασι>
δεδοίκασι
<πεφρικέναι>
δεδοικέναι. πεφοβῆσθαι. [πεφρικέναι]
<πεφρυγμένον>
τὸ εἰς τὴν χεῖρα φρυσσόμενον. [ἢ πεφυγότα]
<πεφυγμένος>
πεφευγώς
<πεφυζότες>
μετὰ δέους φεύγοντες
<πεφύκαμεν>
ἐσμέν, ὑπάρχομεν
<πέφυκεν>
ὑπάρχει. ἐγένετο
<πεφυκώς>
ὑπάρχων
<πεφυραμένους>
μεμιγμένους
<πεφυρμένοι>
μεμιασμένοι
<πέφυρται>
μεμία(ν)ται
<πεφυσιγγωμένοι>
ἀπὸ τῶν ἐν τοῖς σκορόδοις <φυσίγγων>, ὅπερ ἐστὶν ἐντεριών(ων)
<πεφυσιωμένους>
ὠγκωμένους. κενοδοξοῦντας. ἐπῃρμένους
<πεφωρημένα>
ἐληλεγμένα, κατειλημμένα. <Φωρᾶσαι> γὰ τὸ θεά- σασθαι
<πέχαρι>
ἔλαφος. Ἀμερίας
<πέψαι>
ἑψῆσαι, ἡδὺν κατασκευάσαι, ἢ πραῧναι
<πέψις>
ἀρτοποιία
<πῇ>
ποῖ, πῶς, εἰς τίνα τόπον
<πηγάδα>
τὴν οὐ πολλῷ ὕδατι κεχρημένην γῆν, ὕστερον γενομένην ξη- ρὰν καὶ πεπηγυῖαν
<πηγάζει>
ἀναβλύζει
<πηγαί>
τῶν ὀφθαλμῶν οἱ πρὸς τῇ ῥινὶ κανθοί
<πηγαῖον>
τὸ ὄστρακον, ὃ καὶ <ἀρδάνιον> ὁμοίως λέγεται
<πηγαῖον ὕδωρ>
περικαθαῖρον, τὸ πρὸ τῆς οἰκίας τῶν ἀποπεμπομέ- νων, ὅτε ἐξεκόμιζον
<πηγεσιμάλλῳ>
εὐπαγεῖς καὶ εὐτραφεῖς ἔχοντι μαλλούς· <πηγὸν> γὰρ τὸ εὐτραφές. τινὲς δὲ λευκὸν <τὸ πηγόν>· οἱ δὲ μέλαν
<πηγόν>
οἱ μὲν λευκόν· οἱ δὲ μέλαν. καὶ εὐτραφῆ, ἢ μέγα
<πηγυλίς>
ψυχρά, παγετώδης
<Πήδαιον>
πόλις. καὶ ὄνομα κύριον
<πηδάλια>
τῶν ἀκρίδων οἱ ὀπίσθιοι πόδες
<πηδαλίοις>
οἴαξιν
<πηδαλιο(υ)χούμενοι>
κυβερνώμενοι· παρὰ τὸ πηδάλιον, ὅ ἐστιν αὐχήν
<Πήδασος>
πόλις, καὶ ἔθνος βαρβαρικόν. καὶ κύριον ὄνομα, καὶ ἵππου
<πῇ δὴ ἄρα>
πῶ(ς), ποῖ δή
<πῆδον>
πηδάλιον
<πῆδος>
τὸ πλατὺ τῆς κώπης, ἀπὸ τοῦ <παίειν>. οἱ δὲ <πήδινον> εἶναι <ξύλον> εὔθετον πρὸς τὴν τῆς κώπης κατασκευήν. γράφουσι δὲ καὶ ἐν ἐκείνῳ· μέγα δ' ἔβραχε πήδινος [τε] καὶ ἡ ἀγρία ἄμπελος
[<πηδύειν>
νάειν. βλύζειν. βρύειν
<πηδύειν>
πηγάζειν. ὀμβροῦν. ἱδροῦν
<πηδυλίς>
πέτρα, ἐξ ἧς ὕδωρ ῥέει]
<πηδῷ>
τῷ πλάτει τῆς κώπης τοῦ πλοίου
[<πήθων>
πίθηκος]
<πῆι>
πόκα
<πηκτὰ δάκρυα>
παρὰ τὸ πεπηγέναι· ὡς ἐκ πηγῆς ῥέοντα
<πηκταὶ θύραι> καὶ <εὔπηκτοι [εὔ]θύραι>
<πηκτίδες> καὶ <σύριγγες>
ὄργανα μουσικά
<πηκτίδος>
πανδουρίου
<πηκτίς>
πανδούριον. ψαλτήριον. σύριγξ. ὄργανον
<πηκτόν>
ἐκ πολλῶν ξύλων πεπηγμένον
<πηκτὸν ἄροτρον>
τὸ ἀπὸ δύο ἀρότρων. εἰσὶ γὰρ καὶ μονόβολα
<πηκτὸς θάνατος>
ὁ τοῦ Σαλαμινίου Αἴαντος τοῦ μανέντος, ὃς τῷ ξίφει ἐπιπεσὼν ἀπέθανεν
<Πηλαγόνες>
γέροντες, παλαιοί, γηγενεῖς
<πῆλαι>
κραδᾶ[ί]ναι, σεῖσαι
<πηλαμύς>
διὰ τοῦ <υ> ἰχθῦς ἐν Πόντῳ
<πῆλεν>
ἔπαλ(λ)εν
<Πηλέως μάχαιρα>
παροιμία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγρά- φει οὕτω· <μέγα φρονεῖ μᾶλλον, ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ>. ἐδόκει γὰρ σωφροσύνης γέρας εἰληφέναι .....
<Πηλ(η)ιάδεω>
τοῦ Πηλέως παιδός
[<πηληκίσματα>
φενακίσματα]
<Πήληξ>
περικεφαλαία, ἀπὸ τοῦ πάλλεσθαι, ὅ ἐστι κινεῖσθαι. καὶ δῆμος
<Πηλιάδα (μελιήν>)
τὸ δόρυ
<Πηλιάς>
ἰδίως τὸ τοῦ Ἀχιλλέως δόρυ· καταχρηστικῶς δὲ καὶ πᾶν
<πηλιδνόν>
πελιδνόν
<πηλίκον>
οἷον, ὁποῖον, ποταπόν. διάφορον
<πηλίκοις>
διαφόροις. καὶ τὰ ὅμοια
<πηλίναις>
χοϊκαῖς
<πήλινος>
ἐκ πηλοῦ, χοϊκός
<Πήλιον>
ὅρος ἐν Θεσσαλίᾳ. καὶ Πήλιον
<πηλός>
οἶνος. Ἴωνες, ἔνθεν καὶ <κάπηλος> ὁ τὸν οἶνον πωλῶν
<πηλὸς ἀϊδνός>
περὶ τὴν Λιβύην ἐστὶ τόπος. καὶ τὸν ὁρίζοντα ὠκεανόν
<πήλυξ>
ῥαγάς
<πῆμα>
βλάβη. ἀναπημονή
<πημαίνει>
βλάπτει, κακοποιεῖ
<πημαινούσης>
κακούσης. καὶ τὰ ὅμοια
<πήμασι>
κακοῖς. [πήμασι] βλάβαις
<πῇ μέματον>
ποῦ προθυμεῖσθε
<πῆμος>
πηνίκα
<πῆν
πῆ καὶ πῆν> ἐπὶ τοῦ κατάπασσε καὶ καταπάσσειν
<πήνα>
ἀπήνη
<Πηνειός>
ποταμὸς ἐν Θεσσαλίᾳ
<Πηνελόπη>
ὄνομα κύριον
<πηνέλοψ>
ὄρνις ποιός
<πηνηκίζειν>
ἀπατᾶν
<πηνηκισμάτων>
φενακισμάτων
<πήνην>
[τὸ ἀνάπτειν.] λέγεται ἡ ἐργασία
<πηνία>
ἐντίθεταί τινα τοῖς πλακοῦσι λεγόμενα πηνία. ἔστι δὲ λευκὰ καὶ προσόμοια τοῖς πηνίοις ὄντως
<πηνίκα>
πότε. [ἢ τότε]
<πηνίκα δέ>
[ὅτε δὲ] ἢ πότε δέ
<πηνίκη>
θρίξ. ἐμπλοκή
<πηνίον>
[πανούκλιον. ἢ] ἄτρακτος, εἰς ὃν εἱλεῖται ἡ κρόκη
[<Πηνιός>
ποταμός]
<πῆνος>
ὕφασμα
<πηνώμενον>
πηνιζόμενον. τριβόμενον
<πῆξαι>
κατασκευάσαι. στῆσαι
<πήξας>
στήσας. βαλών. κατασκευάσας
<πῆξε θυμόν>
ἔπληξε τὴν ψυχήν
<πηοί>
συγγενεῖς, οἱ κατ' ἐπιγαμίαν οἰκεῖοι. ἀγαθοί. ἀναγκαῖοι. ἀνδρεῖοι
<πήραξον>
ἀφόδευσον
<Πηρεφόνεια>
Περσεφόνεια. Λάκωνες
<πηρία>
Ἀ(ς)πένδιοι τὴν χώραν τοῦ ἀγροῦ
<Πηρίη>
πόλις ἐν Θεσσαλίᾳ
<πῆριξ>
πέρδιξ. Κρῆτες
<πηρίς>
ὄσχη, κήλη, αἰδοῖον. καὶ ἱερείου ταυρία
<πηροῖς>
βλάπτοις
<πηρόν>
ἐστερημένον τῆς φωνῆς. ἔνιοι δὲ πεπηρωμένον καὶ βεβλαμμέ- νον αὐτοῦ τὴν διάνοιαν ....... τὸν (ἐ)νεὸν καὶ ἄφωνον· προπερισπω- μένως δὲ τὸν τυφλόν
<πηρόν>
τὸν παντάπασι μὴ ὁρῶντα
<πήρωσις>
βλάβη. λύπη. τύφλωσις
<πήσασθαι>
μέμψασθαι
<πήτεα>
πίτυρα
<πητ[ε]ῖται>
πιτύρινοι ἄρτοι. Λάκωνες
<πήχεων>
πηχῶν
<πῆχυς>
νεῦρον, ἢ τὸ τοῦ τόξου μέσον· ἔνιοι τὰ ἄκρα. <κιθάρας> δὲ <πῆχυς> ὁ ἀγκών. ἢ ὁ εἷς καὶ ἥμισυ ποῦς
<πηῶν>
φίλων. συγγενῶν
<πιαζόμενος>
θλιβόμενος
<πιαίνει>
σιτεύει. λιπαίνει
*<πιανάτω>
λιπανάτω
<πιαινέτω>
λιπαινέτω
<πιαλέον>
λιπαρόν
[<πιανεῖ στυγνῷ>
τῷ θρηνητικῷ ὕμνῳ]
<πίαλον>
παράλευκον
<πῖαρ>
τὸ κράτιστον. καὶ στέαρ. ἢ τὸ πέρας. καὶ λιπαρόν
<πιάτοις>
τὸ ἄσημον ἀργύριον
<πίγγαλος>
σαῦρος ὁ καλούμενος χαλκίς
<πίγγαν>
νεόσσιον. Ἀμερίας. γλαυκόν
<πίδακες>
σταγόνες. πήγξ
<πιδακοέσσης>
καθύγρου
<πῖδαξ>
λιβάς, κρήνη, ἀναβολὴ ὑδάτων, πηγή, ἄκρα ὕδατος
<πίδαξι>
πηγαῖς
<πιδηέσσης>
καθύδρου, πιδακώδους. καὶ ἡμεῖς <πιδᾶν> λέγομεν τὸ ἀναβάλλειν ὑγρόν
[<πίδναται>
προσπελάζει]
<Πιδώ>
δῆμος [ἐν τῇ θάκῃ
<πιέειν>
πιεῖν
<πιέζειν>
κατέχειν. θλίβειν, σφίγγειν. μαλάσσειν. βαρεῖν
<πιερά>
λιπαρά. εὐδαίμονα, πλούσια. καὶ <πιείρῃ
<Πιερία>
ὄρος. [ἢ λιπαρά]
<Πιερίδες>
αἱ Μοῦσαι ἐν Μακεδονίᾳ
<Πιέρι..>
ἡ ἀκρώρεια τοῦ ἐν Μακεδονίᾳ ὄρους
<πιέσαι>
πιάσαι
<πιεσθείς>
δαμασθείς
<πιῆναι>
ὠφελῆσαι. αὐξῆσαι
<πιθάκναι> καὶ <πιθάκνια>
οἱ μικροὶ πίθοι. καὶ σιπύαι
<πιθανάς>
εὐπίστους
<πιθανολογία>
διάλεξις ἀληθής
<πιθανόν>
ἀληθινόν. πιστόν. εὐπ(ε)ιθές
[<Πιθήνης> πόλις]
<πιθήσας>
πιστεύσας. πισθείς. πιστωθείς
[*<πιθάρχει>
πίσθητι]
[<πιθοῖ>
πισμονή, πίστις]
<πιθοίγια>
ἑορτὴ Ἀθήνησι
[<πιθραύσκεται>
φανεροῦται]
<πιθών>
π(ε)ίσας
<πικα(ῖ)σι>
πικραῖς
[<πικέλα>
πίσσα, Ῥωμαῖοι]
<πίκειν>
ξαίνειν
<πίκεται>
κτενίζεται
<πικόν>
πικρόν. Χαλδαῖοι
<πικρόν>
χαλεπόν. ἀργαλέον
<πικρῶς>
κατακόρως. ἀκρατῶς
<πίλημα>
ζώνη. μίτρα
<πιλιπαγμός>
ποιά τις φωνή
<πίλνα>
προσήγγιζε
<πίλναι>
προσεγγίσαι
<πίλναται>
προσπελάζει
<πιλνάμενον>
ἐμπελαζόμενον, πηγνύμενον
<(π)ίλνασθαι>
ἐγγίζειν, πλησιάζειν, προσάγειν
<πίλνατο>
προσεπέλαζε, προσήγγιζε. καὶ τὰ ὅμοια
<πιλνόν>
φαιόν. Κύπριοι
<πίλοις>
πιλωτοῖς
<πιλός>
κοχλιός
<πῖλος χαλκοῦς>
εἶδος περικεφαλαίας
<πιμελή>
στέαρ, πιότης, λίπος
<πιμελής>
εὐτραφής. λιπαρός
[<πιμέντα>
φάρμακα
<πιμεντάριος>
φαρμακὸς καὶ μυρεψός]
<πίμπλαμαι>
πληροῦμαι
<πίμπλαντο>
ἐπληροῦντο
<πίμπλαται>
πληροῦται
<πιμπρᾶν>
ἐμπυρίζειν φυσᾶν. καίειν
<πίμπρασθαι>
......
<πίμπραται>
.......
*<πεμφθοί>
ὀφθαλμῶν τὰ μελανά. Ἠλεῖοι
<πῖνα>
εἶδος ἰχθύος. καὶ ὀστρεῶδες κογχύλιον
<πίνακας>
τὰς σανίδας. καὶ τὰ θραύσματα τῶν [ὀρνεῶν. ἄλλοι δὲ τὰς δέλτους. καὶ οἱ ἐπὶ τῶν σκυτ(οτομ)ικῶν τραπεζῶν λίθοι. καὶ τὰ ἄκρα τῶν ξύλων
<πίνακες>
ἀναγραφαί. εἰκόνες
<πινακίδο[ῦ]ς>
ὄρχησις ποιά
<πινάκιον>
τὸ λεύκωμα. τινὲς δὲ σύμβολον δικαστικόν
<πίνακι πτυκτῷ>
δέλτῳ
<πινακίρ>
πινακίσκος
<πίνακος κουρά>
τὰ τμήματα, καὶ ἀποκαθάρματα τῶν ξύλων
<πινακοπώλης>
ὀρνιθοπώλης. τίλλοντες γὰρ αὐτὰ καὶ τιθέντες ἐπὶ πίνακος ἐπώλουν, τὰ λεπτὰ ὁρμαθίζοντες
<πίναξ>
ζωγραφία. ἱστορία. ἀναγραφή. περιοχή
<πιναρά>
ταπεινά, εὐτελῆ, ἐλάχιστα. ῥυπαρά
<πιναρός>
ῥυπαρός. εὐτελής, ἐλάχιστος
*<πίνος>
ῥύπος. καὶ τὰ ὅμοια
<πινόεν>
ῥυπαρόν. πιναρόν
<πινοτήρης>
πινοφύλαξ λεγόμενος. <Πῖνα> δὲ εἶδος ὀστρέου
<πινυμένην>
συνετήν
<πίνυσις>
σύνεσις
<πινυτή>
σύνεσις, φρόνησις
<πινυτήν>
σωφροσύνην
<πινυτός>
σώφρων, συνετός
<πινυτόφρων>
σωφρονέστατος. συνετώτατος
<πινυτῶς>
οὕτως φρονῶν
<πινῶδες>
ῥυπαρόν. ξηρόν
<πινωδία>
ἀκαθαρσία
<πιόμενα>
ποτιζόμενα
<πίονα>
λιπαρά. πλούσια
<πίονα ἔργα>
νῦν τὰ γεωργικά, κατ' ἐξοχήν, τὰ ἡμᾶς πιαίνοντα
*<πίος>
εὐσεβής
<πίονες>
στεατῖται πλακοῦντες
<πίονος>
λιπαροῦ. ἀγρίου. εὐτραφοῦς. πλουσίου. μεγάλου
<πιότατον>
λιπαρώτατον
<πιπαλίς>
ἡ παρά τισι χαλκίς, παρὰ δὲ ἐνίοις σαύρα
<'πιπάλ(λ)ων>
κραδαίνων, πάλλων
[<πίπαν>
τὸν ἀκριβῆ τοξότην]
<πιπίζειν>
κατὰ μίμησιν ἡ λέξις πεποίηται τῆς τῶν ὀρνέων φωνῆς. λέγουσι δὲ τὸ ποτίζειν, ἢ πιπίσκειν
<Πίπλ(ε)ιαι>
αἱ Μοῦσαι ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ, ἀπὸ κρήνης Πι- πλείας
<πιπλῶν>
πληρῶν
<πίπον>
ἄκρον
<πιπράσκει>
πωλεῖ
<πίπτωσι>
φονεύωνται
<πιπώ>
ὄρνεον πολέμιον, ὥς τινες, ἐρῳδιῷ
[<πῖραρ ἐπαλλάξαντες>
ὅταν σχοινίον ἀποτείνωσιν ἀπὸ πέρατος εἰς πέρας
<πιπνύοντα>
σχολεύοντα
<πίρινθα>
βῆμα. καὶ τὸ ἐπὶ τῆς ἁμάξης πλέγμα, τὸ πλινθίον]
<πιρίσσας>
ἐλέφας
<Πῖσα[ι]>
πόλις, ὅπου τὰ Ὀλύμπια ἐπιτελεῖται
<πῖσαι>
ποτίσαι
<πισάκιον>
περιστόμιον
<πισάκνα>
πιθάκνη
<πίσεα>
κάθυγρος καὶ ποώδης γῆ
<πίσεα π(ο)ιήεντα>
διύγρους τόπους
[<πίσῃ>
π(ε)ίσματι]
<πίσιρα>
πίτυρα. Ἀχαιοί
<πισιρῖται>
πιτύρινοι ἄρτοι
[<πίσιρα>]
[ἀγγεῖα
[<πίσματα>
τὰ ἀγκύραια σχοινία]
<πισμός>
πιστήρ. ποτίστρα. ληνός.
<πισόμενον>
γενησόμενον. παθησόμενον
<πίσορ>
πίθος. Λάκωνες
<πισσᾶται>
οἱ τὴν λευκὴν ἔχοντες λέπραν
<πισσοκωνίας>
Διόδοτος πισσοκωνίαν εἶπεν διὰ τὸ τὰ πρόβατα πίσσῃ χρίεσθαι
<πισσοκωνήτῳ πυρί>
πίσσῃ χρίουσιν, ἵνα τάχιον κατακαίηται. <Κω- νῆσαι> δέ ἐστι τὸ περιενεγκεῖν
<πιστά>
βέβαια
<Πίστα>
Πίστειρα πόλις. οὕτως εἶπεν
<πιστὴν γνώμην>
βεβαίαν
[<πιστήρ>
ληνός]
<πίστις>
ἀπόδειξις
<πιστήριον>
ποτιστήριον. <πῖσαι> γὰρ τὸ ποτίσαι. καὶ πῖστραι αἱ πο- τίστραι
<πιστός>
εὐπειθής
<πιστούμεος>
πιστά τε ποιῶν, βεβαιούμενος τὸ λεχθέν
<πισύγγιον>
σκυτ(ε)ῖον
<πισύγγων>
σκυτέων
<πίσυνοι>
πεποιθότες, πεπιστευκότες
<πίσυνος>
πεποιθώς, πιστεύων, θαῤῥῶν
<πίσυρας>
τέσσαρας
<πισύρων>
τὸ αὐτό
[<πίσω>
πράξω]
*<πιστώσαντο [στῶ]>
πίστεις ἀλλήλοις ἔδοσαν
<Πιτανάτης στρατός>
ὁ τῶν Ἑλλήνων, ἤτοι ἀπὸ μέρους, ἢ διὰ τὸν Μενέλαον, ὃς ἦν Πιτανάτης, οὗ χάριν ἐστράτευσαν. ἔστι δὲ ἡ Πι- τάνη φυλή
<Πιτανάτης>
ὁ Πιτανάτης λόχος αὐτοσχεδιάζεται, οὐκ ὢν ταῖς ἀλη- θείαις. <Πιτανάτῃ> δὲ <ἀγῶ(νι)> γυμνικῷ ἐν Πιτάνῃ ἀγομένῳ
<'πιτίμια>
τὰς ἀξίας τιμωρίας (ἐ)πιτίμιά φασιν
<πιτνάς>
ἐκτείνων. [τίμιά φασι]
<πίτνει>
πίπτει. [ἐκτείνει]
<πίττῃ>
πίσσῃ
<πιτυδάνη>
ἀσκὸς μικρός
<Πιτύ(ε)ια>
πόλις Θρᾴκης
<πιτύλοιν>
ταῖς καταφοραῖς τῶν τειχέων
<πιτύλοιν>
[ψόφοις ὑδάτων]
<πιτύλοις>
ταῖς καταφοραῖς τῶν ὑδάτων [τειχέων] καὶ τοῖς ψόφοις τῶν ὑδάτων
<πίτυλος>
ὀρνιθάριόν τι ἄγριον. ἢ συστροφὴ τῆς χειρός, ὅταν πι- κρῶς ἐπιφέρηται
<πιτύλους>
οἱ ἀλεῖπται τὰς ἐν περιόδῳ καταβολὰς τῶν πληγῶν· οἱ δὲ ναυτικοὶ τὸ πρὸς κέλευσμα ἐλάσαι
[<πιτύνη>
κνῆκας, ὁ τὸν τυρὸν πογρίων]
<πίτυρα>
τὰ τῶν σίτων ἢ κριθῶν φλοιά
<πίτυς>
δένδρον, ἐμφερὲς πεύκῃ
<πιφαλλίς>
πίφιγξ
<πιφαύσκεο>
φαῖνε λέγων
<πιφαύσκεται>
φανεροῦται, διασαφεῖ, φανεροποιεῖ
<πιφαυσκόμενος>
σημαίνων, λέγων
<πιφαύσκω>
παραδείκνυμι, ἀναφαίνω, εἰς φῶς ἄγω, σημαίνω
<πιφαύσκων>
ἐμφανίζων, παραδεικνύων, σημαίνων, λέγων. καὶ τὰ ὅμοια
<πίφιγξ>
κορυδαλός
*[<πιφραύσκων>]
πιφαύσκων. λέγων, ἐμφανίζων
<'πίχειρον>
ἀνταπόδοσις
[<πίχυς>
βραχεῖον μέτρον]
<πίων>
λιπαρῶν
<πλαγάν>
πληγήν
[<Πλάγας>
τὰς Συμπληγάδας πέτρας]
<πλαγγόνιον>
μύρον τι παρὰ Ἀθηναίοις
<πλαγγών>
κηρινόν τι κοροκόσμιον, σφαῖρα, καλαθίς. καὶ <πλαγγό- νες> κεκρύφαλοι
<πλαγιάσαι>
παραλογίσασθαι. πλανῆσαι
<πλάγιοι>
δόλιοι
<πλαγίως>
δολίως. μὴ φανερῶς. ἀσυμφανῶς. αἰνιγματωδῶς
<πλαγκτά>
καμπτά. [πλαγκτά]
<Πλαγκταί>
οὕτω πέτραι τινὲς καλοῦνται, (ἀπὸ) τοῦ πλάζεσθαι αὐ- τάς· ἃς ἔνιοι Συμπληγάδας καλοῦσιν
<πλαγκτέ>
παράφρων, καὶ πεπληγμένε τὴν διάνοιαν
<πλαγκ(τ)όν>
ἀνόητον, τὰς φρένας βεβλαμμένον, πλανώμενον
<πλαγχθέντες>
πληγέντες. πλανηθέντες
<πλάγχθη>
ἐστράφη. καὶ τὰ ὅμοια
<πλαδαρόν>
νοτερόν, ὕπομβρον. χαῦνον, ἀσθενές. ὑγρόν
<πλαδαρώτερος>
ἐκλυτώτερος. καὶ τὰ ὅμοια
<πλα(δ)διῇ>
ματαΐζει. σοβαρεύεται
<πλαδῶσαν>
ὑγράν
<πλαδῶσιν>
ὑγροῖς. λιπανθεῖσιν. ἢ αἱ σάρκες αἱ μὴ ἐστερεωμέναι
<πλάζεσθαι>
πλανᾶσθαι, ἀποσφάλλεσθαι
<πλαζόμενος>
ἐγγίσας. ἢ πλανώμενος
<πλάζουσι>
πλανῶσι. διαμαρτάνουσι τῶν ἐπιθυμιῶν. σφάλλουσι
<πλάζον>
πλανῶν
<πλάθανον>
κύκλον, ἐφ' οὗ πλάσσουσιν ἄρτους καὶ πλακοῦντας
<πλα[ς]θείς>
προσπελασθείς. δοθείς
<πλαθεῖσα>
τὰ αὐτά
<πλάθεται>
παραγίνεται, προσπελάζει
<πλάθους>
πλήθους
<πλαῖσι>
κλῆσι
<πλαίσια>
πλινθία
<πλαίσιον>
ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις· καὶ πίναξ. καὶ πλινθίον. καὶ διὰ ξύλων τετράγωνα πήγματα
<πλαίτερ>
πέτραι. οἱ δὲ <πάτερ>
<πλάκα ἡλιακήν>
τὴν ἀνατολικὴν γῆν, ἢ τὴν ἡλιακήν. <Πλάκα> καὶ τὴν ὅλην χώραν, καὶ τὴν κοινήν, ἢ τὴν γῆν
<πλάκας>
δέλτους
[<πλακάτην>
ἐριουργικὸν ἐργαλεῖον]
<Πλακία>
χώρα παρὰ τὴν Θρᾴκην, εἰς ἣν ἀποικίαν ἔπεμψαν Ἀθη- ναῖοι
[<πλακίησιν>
ἁμαρτίαις]
<πλακίς>
κλινίδιον κατεσκευασμένον ἐξ ἀνθῶν, (ἐν) τῇ ἑορτῇ τῶν Πανα- θηναίων
<Πλάκος>
ὄρος τῆς Κιλικίας. τινὲς δὲ Πλακούσιον λέγουσιν
<πλακοῦς>
ἐκτὸς τοῦ πέμματος καὶ ὁ σπερματικὸς τύπος τῆς ἡμέρας μαλάχης
<πλακτήρ>
τὸ τοῦ ἀλεκτρυόνος πλῆκτρον
<πλᾶκτρον>
πλάνημα. πλῆθος. ἢ τὸ πλῆκτρον
[<πλάκτος>
παράφρων. πεπλανημένος]
*<πλανίς>
τὸ τῆς νύμφης χρυσοῦν διάδημα
<πλάνα>
τριακάς
<πλάνη>
ἀπάτη
<πλανῆται>
ἀστέρες. τρέχουσιν ἐπισήμοις. ἤτοι μετανάστ[ε]αι
<πλάνος>
πλανήτης, ἀπατεών
[<πλάντων>
ἄφρων, ἄνους. καὶ ἡ πλατεῖα πέτρα]
<πλανύττων>
πλανῶν
<πλάξ>
ἐπὶ τῆς γῆς, καὶ ὄρος. καὶ τὰ μεμαζωμένα. καὶ τὸ διπλοῦν. καὶ ἡ πλατεῖα πέτρα. ἢ πλάκας τῆς κοιλίας. καὶ ἡ γαστήρ
<πλαριᾶν>
μίγνυσθαι
<πλάσμα>
σχηματισμός. ψεῦσμα. ἢ κτίσμα
<πλασταρεύοντες>
πλάσσοντες
<π[λ]αστηρία>
(ς)πλάγχνια
<πλάστιγγι>
[ἰσχία
<πλάστιγξ>
μάστιξ. ἢ τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. καὶ τὸ νῦν λεγόμενον <λίτρα>. καὶ τὸ πρὸς τοὺς κοττάβους πινάκιον. καὶ μέρος τι τοῦ αὐλοῦ. καὶ σύριγγος τὸ ζύγωμα
<πλαστουργήσαντα>
πλάσαντα, ποιήσαντα
<πλάστρα>
ἐνώτια. καὶ θεῶν τύποι
<πλα[ς]τά>
προσπελαστά
<πλαταγώνιον>
τὸ τῆς μήκωνος καὶ ἀνεμώνης φύλλον
<πλαταγωνίσας>
ἀποληκυθίσας, καὶ ψοφήσας
*<πλαταγεῖν>
κροτεῖν
<πλάται>
τῶν σπαθῶν τὰ πλατέα
<πλαταΐσαι>
τὸ ὠμοθετῆσαι
<πλαταμών>
τόπος πλατὺς καὶ μέγας ὑποθαλάττιος. οἱ δὲ λεωπετρία. οἱ δὲ ὀλισθηρὰ πέτρα
<πλάταν>
[πληγήν. ἢ] πλοῖον
<πλατάνιστον>
πλάτανον
<πλάτανος>
δένδρον, πρὸς ὃ οἱ γυναικονόμοι τὰς ζημίας ἐν λευκώματι ἐξετίθεσαν
<πλατέα>
τὰ ἐν πλάτει νεμόμενα, μεγάλα
<πλατεάζειν>
ἀλαζονεύεσθαι. φενακίζειν
<πλατεῖα>
κόσμος τις
[<πλατειάδδοντες>
οἱ γυμναζόμενοι τοῖς ἐφήβοις]
<πλατεῖαι>
καρποὶ τῶν χειρῶν
<πλατείαις>
ῥύμαις, ἀγοραῖς
[<πλατῆορ>]
τὸ πλατείᾳ τῇ χειρὶ πατάξαι
<πλάτιγξ>
τῆς κώπης τὸ ἄκρον, ᾧ πλήσσεται τὸ ὕδωρ
<πλάτη>
ἡ ὠμοπλάτη. καὶ ἡ θαλασς(ί)α
<πλᾶτιν>
γυναῖκα. ἢ τὴν ἄθροισιν
<πλατίς>
ἡ γυνή. ἡ ἄπιστος, κλώψ. σύνοδος, ἄθροισμα
<πλατίστακος>
(γυν)αικεῖον αἰδοῖον. καὶ ἰχθῦς ποιός
<πλατορόα>
θυσία. Λίνδιοι
<πλατυγίζειν>
καταλαζονεύεσθαι. ἀπὸ τῶν <πλατῶν> τῶν ἐν ταῖς κώπαις καὶ τῆς θαλάσσης
<πλατύνειν>
μηρύειν
*<πλατύ>
μέγα. εὐρύ. ἁλμυρόν
<πλατὺν Ἑλλήσποντον>
τὸ κατὰ τὴν Τροίαν μέρος τοῦ Ἑλλησπόν- του· ἀπὸ τοῦ ὅλου τὸ μέρος τοπικῶς λέγων
[<πλατύ>
μέγα, εὐρύ. ἁλμυρόν]
<πλατὺ ὕδωρ>
τὸ ἁλμυρόν
<πλάτων>
χαλκωμάτιόν τι, ᾧ τὸν ὀρὸν ἀντλοῦσιν, ὅτε γάλα συμπής- (ς)ωσιν
[<πλάχθη>
ἐπλανήθη]
<πλέα>
πλείη
*<πλατύρ>
δοῦλος. ἢ δῆμος
*<πλάτυς>
ἡ τῶν λοχώντων ἄθροισις
<πλέαι>
πλεῖαι, πλήρεις
<πλεγματεύεσθαι>
ἐμπλέκεσθαι
<πλέθρα>
μέτρα γῆς. ἢ διύγρους καὶ βοτανώδεις τόπους
*<πλεῖαι>
[ἢ πλείη.] πλήρεις
*<πλείην>
τὴν ἔγκυον
*<πλεῖν>
πλέειν
<πλέθρισμα>
δρόμημα
<πλεῖ[ο]ν>
πλέον. Ἀττικοὶ ἑκατέρως λέγουσιν
<πλεῖον>
πλῆρες
<πλείονες>
οἱ τετελευτηκότες
*<πλειόνει>
σπείρει
<πλειοτέρῃ σὺν χειρί>
πλείονι καὶ πλουσιωτέρᾳ. ἢ σὺν πλείοσι χρήμασι
<πλείου>
πλήρους· ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ πλείου ἀφυσσάμενοι καί· ἀνδρῶν δυσμενέων πλεῖος δόμος
<πλεῖς τὴν θάλασσαν>
......
<πλειστηριαζόμενος>
ὑπερβαλλόμενος. καὶ (<πλειστηριάζειν>) τὸ ὑπερτιμᾶσθαι ὤνιον
<πλειστηριάσαντες>
πλείονος πωλήσαντες οὗ ὠνήσαντο
<πλειστηριασμός>
ὑπερθεματισμός
<πλειστοβολίν(δα)>
παίζειν ἀστραγάλοις
<Πλεῖστος>
ποταμὸς ἐν Δελφοῖς
<πλειών>
ὁ ἐνιαυτός. ἀπὸ τοῦ πάντας τοὺς καρποὺς τῆς γῆς συμπλη- ροῦσθαι
*<πλέθρον>
πο<δ> ρ..... πῆχυς <ξῶ> καὶ πόδα ἕνα
<πλέκει>
μηχανᾶται
<πλέκεται>
μαστιγοῦται. συκοφαντεῖται
<πλέκος>
πλέγμα
<πλεκτή>
σειρά, ἡ ἐξ ἱμάντων
<πλένναι>
μύξαι
<πλέμνιον>
ἀρχαῖον. πλῆρες
<πλεονασμός>
ἐπίδοσις
<πλεονέκτα>
βίαιε
<πλεονεξία>
τὸ πλέον τοῦ δέοντος ἔκ τινος λαμβάνειν
<πλευμονία>
νόσος ἡ ἐρωτική
<πλευρῖτις>
νόσος ὀλεθρία
<Πλευρών>
πόλις τῆς Αἰτωλίας
<πλεφίδερ>
ἡ πεφρυγμένη σησαμίς
<πλεφίς>
σησαμίς
<πλέω>
πλήρης. καὶ <πλέω>· τὸ κολυμβῶ
<πλέω νὺξ τῶν δύο μοιράων>
πλέον μέρος, καὶ νυκτὸς αἱ δύο μοῖραι. ὁ τρόπος ἀναστροφῆς
<πλέως>
πλήρης
<πλήγανον>
βακτηρία
<πληγάς>
δρέπανον
<πληγεῖον>
παλαιόν
<πληγενεῖς>
οἱ μὴ ἐκ τοῦ αὐτοῦ ὄντες πατρὸς ἢ μητρὸς ἀδελφοί
<πλήγη>
ἐξεπλάγη
<πλήθει>
πελάζει. ἢ κρείττονι ἀριθμῷ
<πλήθει πρόσθε βαλόντες>
τῷ πλήθει τῶν θεωμένων συνεργηθέν- τες, ὅ ἐστιν βοηθηθέντες. ἢ τῷ πλήθει τῶν θεατῶν κωλυθείς, ἢ τῷ πλήθει τῶν ἁρμάτων ἐμποδισθείς, ἢ τῷ πλήθει τῶν ἡνιόχων. δίδυ- μοι γὰρ ἦσαν οἱ ἡνιοχοῦντες
<πλῆθος>
ἀθροισμός, ὄχλος
<πλήθουσα>
πλεονάζουσα, πλήρης
<πλήθουσαν>
πλήρη
<πλῆθρον>
κλῆθρον. ἢ εἶδος μέτρου
<πληθύς>
ὄχλος, δῆμος
<πληϊάδες>
πλ(ε)ιάδες. ἔστι δὲ ἑπτὰ ἄστρα, πλησίον τοῦ ταύρου, ὀνο- μασθέντα ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης
<πλήκτης>
μάχιμος, ὑβριστής
<πληκτίζεσθαι>
μάχεσθαι, ὑβρίζειν
*<πληγεῖτε>
ἀπεγνωσμένοι. ἀνίατοι, ἀδιόρθωτοι, συντριβῇ καὶ ἀφα- νισμῷ
<πληκτικώτερον>
ὑβριστικώτερον
<πλῆκτρα>
τῶν ἀλεκτρυόνων αἱ ἐν τοῖς ποσὶ κερατώδεις ἐξοχαί
<πλῆκτρον>
τὸ τῆς κιθάρας, ἐν ᾧ κινεῖ τὰς χορδάς ..... ἢ τὸ προσπε- λάζον ἢ τὸ πλῆσσον. καὶ τὸ μέρος, καθὸ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κο- τύλῃ προσπελάζει· καὶ διὰ τὸ πεπλῆχθαι τὸν μηρόν
<πλῆμα>
πλήρωμα
<πλημαθῆναι>
πλησθῆναι
<πλημαινόν>
παλαιόν
<πλημμελεῖ[ς]>
ἐκμελεῖ[ς]. οὐ συνῳδὰ λέγει, ἁμαρτάνει
<πλημ(μ)ελής>
ἀμελὴς ἢ πο[π]λεῖον πλάσσον καὶ τὰ ὅμοια
<πλημμύρα>
ῥεῦσις ὕδατος, πλῆθος
*<πλήμνη>
ἡ χοινικὶς τοῦ τροχοῦ ἢ τῆς σύριγγος. ἀπὸ τοῦ πληροῦ- σθαι ὑπὸ τοῦ ἄξονος. καὶ ὕδωρ τὸ ἐπὶ γλεῦκος ἐπιχεόμενον
*<πλῆμνος>
ἀφρός
*<πλῆμναι δέ>
αἱ περιέχουσαι τὸν ἄξονα χοινικίδες
*<πλήμνῳ>
παλαιῷ
<πλημμύρει>
πέπληθεν
<πλημ(μ)υρίς>
τὸ ὅρμημα τῆς θαλάσσης, ἡ ἐπίῤῥυσις. οἱ δὲ <πλή- μνη· "πλημμυρὶς ἐκ πόντοι(ο)">
<πλημμῦρον>
μεστόν, πεπληρωμένον
<πλημοχόη>
τῇ ὑστεραίᾳ τῶν μυστηρίων κοτυλίσκους πληροῦσιν, οὓς καλοῦσι <πλημοχόας>
<πλήν>
ἐκτός, ὅμως
<πληνοδίᾳ>
παρανόμῳ. τετιμημένῃ. τῇ πεπλανημένῃ τῆς ὀρθῆς ὁδοῦ, τουτέστιν ἀδίκῳ
<πλῆντο>
προσεπέλασαν. καὶ ἐπλήσθησαν
<.πληνώδους>
ἀσθενοῦς
<πλῆξαι>
πατάξαι ἐκ χειρός
<πλήξαντα> καὶ πληγέντα>
εἰκόνα ξυλίνην ὁ Δαίδαλος χαριστήριον τῆς Ἰκάρου ταφῆς .....
<πλῆξάρα>
περιγνάθιον
<πλήξας>
τύψας. θαυμάσας
<πλήξιππος>
ἱππότης, ἱππικός
<πληξίππῳ>
τῷ πλήσσοντι τοὺς ἵππους· δι' οὗ τὸν ἱππότην δηλοῖ
*<πλήρωμα>
πλῆθος, ἀναπλήρωμα
<πλήρωμα>
ναῦς τραγική
<πληρωτής>
ἐράνου συναγωγός
*<πληροφορία>
βεβαιότης
<πληρώσας>
πλήσας
<πλησιαίτερον>
<πλησίον>
ἐγγύς
<πλησιφαής>
ἡ πληροσέληνος ἡμέρα
<πλησμοναῖς>
ὑπερβολαῖς. ἢ πεπληρωμέναις
*<πλησίστιον>
τὸν ἄνεμον, πληροῦντα τὸ ἱστίον
<πλῆσον>
πλήρωσον
<πλήσσων>
ῥηγνύων, σχίζων. τύπτων, ἀδικῶν, βλάπτων
[<πλήσσοντο>
διέβαινον]
<πλητήσαντα>
δηλοῦντα
<πλήτης>
πλησιαστής
<πλητίνες>
δέλτοι
<πλῆτο>
ἐπλήσθη. ἤγγισεν
<πλήτομον>
παλαιόν. Ἀκαρνᾶνες
[<πληάδα>
πλῆθος ἄστρων ἐν οὐρανῷ]
<πλίγμα>
βῆμα. ἀπὸ τῶν κυλιομένων καὶ παλαιόντων, ὅταν περιβάν- τες τοῖς σκέλεσι κατ(ατρ)έχωσιν
<πλινθεύεται>
ἐξαπατᾶται. ἐπὶ ἀναισθήτων
<πλινθίδες>
δοκίδες
<πλίνθος>
μέρος τι τῆς κεφαλῆς τοῦ κίονος. ἢ πηλὸς ὀπτηθείς
[<πλίξ>
τὸ βῆμα. καὶ <πλίγματα>· τὰ πηδήματα. ἔλεγον δὲ <πλίξ> καὶ τὸ ἀπὸ τῆς χειρὸς εἰς τὸν λίχανον διάστημα, καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν margo].
<πλίξαντα>
διαναβάντα, καὶ ἀναστάντα, καὶ διαβάντα
<πλίσσοντο>
διέβαινον
*<πλειστάκις>
πλεονάκις, πολλάκις
<Πλοάδες τῶν ἐν Ὀρχομενῷ>
(νῆσοί) τινες οὕτω καλοῦνται
<πλοιάρια>
πλοῖα μικρά. ἢ ὑποδήματα ποιά
<πλόϊμα[τα]>
τὰ πλῷ πεμπόμενα
<πλόκαμα>
τὰ περιόστεα νεῦρα
<πλόκαμοι>
κόνδυλοι τριχῶν πεπλεγμένοι
<πλοκαμώδεα>
τὸν οὖλον <βόστρυχον>
*<πλόκος>
πλόκαμος
<πλόκιον>
εἶδος περιδεραίου
<πλοκίων>
πεπλεγμένων
<πλόμενον>
φανέν. γεννώμενον. [δολίων
<πλουᾶται>
πλουθήσεται
[<πλοῦγε καὶ δεῖ>
οὐδ' ὅλως]
<πλοῦς>
πλοῦς τῆς νεὼς τὸ περίγραφον, μέχρι οὗ τὸν φόρτον λαβεῖν ὀφείλει. ἀλλὰ καὶ τὴν πεζὴν ὁδὸν <πλοῦν> ἔλεγον
<πλουσιόδωρος>
πλουσίως χαριζόμενος
<πλούσιον>
θαλασσιοειδές. οἱ δὲ τὸ ὕδωρ
<Πλουτεύς>
Ἅιδης
<πλούσιος>
χρημάτων καὶ περιουσίας κύριος
<πλοῦτος>
ἡ ἐκ τῶν σπερμάτων ἐπικαρπία, καὶ ἡ πανσπερμία
<Πλούτων>
ὁ καταχθόνιος δαίμων
<πλοχμοί>
πλόκαμοι, ἐμπλοκαί
<πλύνει>
καθαίρει
<πλύνεται>
βλασφημεῖται, λοιδορεῖται
<πλυνοί>
πύελοι, ἐν αἷς τὰς ἐσθῆτας ἔπλυνον· ἢ βόθρον, ὅπου πλύνουσι
<πλυνὸν καταπλυντήριζε> καὶ <πλυνθήσομαι>
Ἀττικοὶ ἐπὶ τῶν λοιδοριῶν λέγουσι
<πλυντήρια>
ἑορτὴ Ἀθήνησιν, ἣν ἐπὶ τῇ Ἀγλαύρου τῆς Κέκροπος θυ- γατρὸς τιμῇ ἄγουσιν
<πλυσμός>
πλυτήρ
*<πλῶον>
ἔπλεον
<πλώει>
<πλῶεν>
ἔπλεον
<πλώσσειν>
φθείρεσθαι
<πλῶτες>
ἰχθύες τινές
<πλωτή>
κινουμένη, καὶ ἐπιπλέουσα. Ὅμηρος δὲ ἐπὶ τῆς Αἰόλου νήσου τίθησιν
<πλωτῆρες>
ναῦται
<πλωτόν>
πλεόμενον
<πνεῖ>
πνέει. πνείηται, πνείει
<πνεῦμα οὔριον>
[ἄγγελος ἄσαρκος] οὔρ[άν]ιος ἄνεμος. [ψυχή. δαί- μων.] [λέγονται <πνεύμονες> καὶ θαλάττια εἴδη ζῶντα ἀναίσθητα
<πνεύμων>
ὁ πνεύματος αἴτιος .......
<πνεύσας>
ὀργισθείς. ἀπὸ μεταφορᾶς τῶν ἀνέμων
<πνιγεύς>
ὁ φιμὸς τῶν κτηνῶν. καὶ τοῦ ὑδραυλικοῦ ὀργάνου μέρος ἢ κλίβανος
<πνῖγος>
θάλπος. καῦμα
<πνίξαντες>
ὀπτήσαντες. ἔστι δὲ εἶδος ὀπτήσεως <πνικτόν>
<πνοή>
ἀνάψυξις
<πνοήπουν>
ταχύ
<πνόος>
φθόγγος. πνοή
<Πνύξ>
τόπος Ἀθήνησιν, ἐν ᾧ αἱ ἐκκλησίαι ἤγοντο πάλαι μὲν πᾶσαι, νυνὶ δὲ ἅπαξ, ὅταν στρατηγὸν χειροτονῶσιν
<πνύτο>
ἔπνευσεν. ἐνόησεν. [καὶ <πόα> καὶ ἡ τῆς γῆς αὐτομάτως βλα- στάνουσα φυτεία. καὶ ὁ σῖτος. καὶ κοινῶς τὸ ἀπὸ ῥίζης φυλλοβο- λοῦν φυτόν
<πνυτός>
ἔμφρων, σώφρων
<πόα>
βοτάνη ἑκάστη
<ποαλίς>
εἶδος πικρίδος
<ποάστριαι>
οὐ μόνον αἱ τὴν πόαν ἐκ τοῦ σίτου, ἀλλὰ καὶ τὴν κα- λάμην ἐκτίλλουσαι, καὶ καθόλου αἱ τὰ κατ' ἀγροὺς μισθοῦ ἐργαζό- μεναι
<ποδάγρα>
τὸ τῶν ποδῶν πάθος, καὶ πάγη
[<ποδαγκώνιδας>
συκοφάντας, ἢ τοὺς κατὰ τῆς ἀρχῆς τι λέγοντας ἢ πράττοντας]
<ποδάνεμοι>
ταχεῖς
<ποδαπόν>
ποταπόν, ὁποῖον
<ποδάργης>
λευκόπους. ταχύς
<ποδάρκεϊ μόσχῳ>
.....
<ποδάρκης>
ὠκὺς τοῖς ποσίν, ἢ ἀρκεῖν δυνάμενος
<πόδας ὠκύς>
τοῖς ποσὶ ταχύς
<ποδαύρου>
ἐῤῥωμένου τοὺς πόδας
<ποδεῖα>
ἐνειλήμματα ποδῶν, ἤγουν φασκίας
<πόδες Ἴδης>
τὰ ἔσχατα καὶ κατώτατα μέρη. οἱ δὲ δένδρα
<ποδηγῶν>
ὁδηγῶν, παιδαγωγῶν
<ποδηνεκέα[ν]>
τελείαν. βαθεῖαν, ὥστε ἀπὸ τῶν ποδῶν μέχρι τοῦ αὐχένος διϊκνεῖσθαι. [τινὲς δὲ τὴν ναῦν
<ποδηνεκές>
μέχρι τῶν ποδῶν
<ποδήνεμος>
ὑπόπτερος. ἢ τοῖς ποσὶ ταχεῖα
<ποδήρης στολή>
τὸ εἰς κάτω τοῦ ἱματίου κεκλωσμένον ......
<ποδήρης>
ἡ ναῦς, ἡ τοῖς ποσὶν ἐρεσσομένη, ταῖς κώπαις. ἤτοι πολύ- πους. ἢ μέχρι τῶν ποδῶν ἱμάτια
<ποδιάζειν>
τὸ ἐπὶ τὸ αὐτὸ ἀναστρέφειν καὶ ὑποστρέφειν
<πόδικε>
πρόσριψον
<ποδίκρα>
ὄρχησις πρὸς πόδα γινομένη. Λάκωνες
[<ποδίνεμος>
ταχύπους καὶ ἀελλόπους]
<ποδοκάκη>
ὁ ἐν τῷ ξύλῳ δεσμός, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται, οἷον ποδοκατοχή>· [τὰ διὰ τῶν ποδῶν εἰλήμματα.] Πλάτων. καὶ ἤτοι ποδοκάκκη, παρεμβεβλημένου τοῦ ἑτέρου (<κι>) ἢ κατὰ συγκοπὴν ποδο- κατοχή
[<ποδοκέας>
ταχεῖς τοῖς ποσίν
<ποδοκείῃ>
τῇ τῶν ποδῶν ταχυτῆτι]
<ποδὸς ῥυτίς>
τὸ τῶν ποδῶν ἕλκεσθαι
<ποδοστράβαι>
παγίδες, στραγγαλιαί
<ποδοστράβη>
τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν. ἄλλοι τὴν τοῖς ἐλάφοις ἱσταμένην πάγην
<ποδοτρόχαλος>
ὁ τῷ ποδὶ τὸν κεραμικὸν τροχὸν κινῶν
<ποδώκης>
ὠκύς, ταχὺς τοῖς ποσί
<ποδώνυχος>
ἐσθὴς ἱερὰ τῆς Πανδρόσου
<ποεῖν>
ποιεῖν
<ποηφαγία>
βοτανοφαγία
<ποθεινή>
ἀγαπητή
<ποθέεσκεν>
ἐπόθει. ἐπεζήτει
<ποθέν>
ἀπό τινος μέρους. ἢ μεθ' ὑποκρίσεως ἀντὶ τοῦ οὔτοι
<ποθέοντες>
ποθοῦντες. ζητοῦντες
<ποθεῖ>
ζητεῖ. ἐπιποθεῖ
<πόθημα>
ἀγάπη. καὶ ζήτησις
<ποθήνυτο>
προσήσθη
<πόθι>
ποῦ, ὅπου
<ποθί>
πού. πόθος
<ποθολκίς>
ἡ ἡνία τῶν ὑποζυγίων
<πόθος>
ἔρως. ζήτησις. ἐπιπόθησις. καὶ φυτόν τι
<ποῖ>
εἰς τίνα τόπον. τὸ δὲ ποῦ ἐν τίνι τόπῳ
<ποῖ γῆς>
εἰς ποῖον γῆς τόπον
<ποία>
[ποίησις.] ἡ βοτανώδης ὕλη. ἄλλοι τοὺς πυροὺς καὶ τὰς κριθάς
<Ποιάντιον>
Ποίαντος παῖδα
<ποιεῖσθαι>
προσποιεῖσθαι
<ποίη>
πόα (<πόα> δέ ἐστιν ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυ- τεία). καὶ ἐρωτηματικῶς ἀντὶ τοῦ ποία
<ποιεύμην>
ἐποιούμην. [ἐπιθεύμην]
<ποιήεντα>
ποίαν ἔχοντα, σιτοφόρον
<ποιήεντι>
εὐβοτάνῳ, ἑλώδει
<ποιήες(ς)αν>
βοτάνας ἔχουσαν
<ποίην>
πόαν. βοτάνην
<ποῖ κῆχος>
οἷον ποῦ γῆς. εἰς τίνα τόπον
[<ποικάζουσαι>
σκεπάζουσαι]
<ποικίλα>
πεποικιλμένα, (κε)καλλωπισμένα
<ποικιλεύς>
ποικιλτής
<ποικιλομήτης>
ποικίλα βουλευόμενος, συνετά
<ποικίλον ἱμάτιον>
ζωγραφητόν
<ποικιλόστερνος>
ποικιλόβουλος
(*)<ποικιλίς>
ὄρνις ποιός
<ποικιλτικὴν (ἐπιστήμην>)
πολυμιταρικὴν τέχνην
<ποικίλον>
ἀπα(τη)λόν. πυκνόν. συνετόν
<ποικίλως>
πολυτρόπως
<ποιμαντική>
ἡ τῶν ποιμένων
<ποιμάνωρ>
ποιμήν. ἢ βασιλεύς
<Ποιμενίδαι>
γένος ἐξ οὗ ὁ τῆς Δήμητρος ἱερεύς
*<ποιμένα λαῶν>
βασιλεὺς τῶν ὄχλων
<ποιμήν>
βασιλεύς. καὶ ὁ τῶν προβάτων
<ποινά>
ποιά. Λάκωνες
<ποιναῖς>
ἐφικταῖς, Ἐρινύσι, τιμωρίαις
<ποινᾶσθαι>
ποινὴν λαμβάνειν, ὅταν ἀντέκτισίν τις λάβῃ. τὸ δὲ αὐτὸ καὶ <ῥυσιάζεσθαι>
<ποινάτορας>
τιμωρούς
<ποινή>
ἀν(τ)έκτισις ἡ ὑπὲρ φόνου διδομένη. καὶ ἡ δωρεά, καὶ τὰ δι- δόμενα χρήματα ὑπέρ τινος ἀνῃρημένου τοῖς αὐτοῦ οἰκείοις
<ποινηλατήσας>
ἐλάσας
*<ποινήν>
ἀντέκτισιν, τιμωρίαν τοῦ ἐπιτιμίου
<ποινήματα>
τιμωρήματα
<ποιοί>
ποταποί, ἢ οἱ ποῖοι
<ποιότης>
χρῶμα. ἡδονή. νό(ς)τος
<ποίου>
τίνος
<ποιπνυός>
θεράπων
<ποιπν[ε]ύει>
ὑπουργεῖ, διακονεῖ
<ποιπνύοντα>
ἐνεργοῦντα, θεραπεύοντα
<ποιπνύτροισι>
σπουδαίοις
<ποιπνύων>
ἐνεργῶν, θεραπεύων
[<ποίσει>
φθερεῖ]
<ποίφυγμα>
σχῆμα ὀρχηστικόν
<ποιφύξαι>
ἐκφοβῆσαι
<ποιφύξεις>
ἐκφοβήσεις. καὶ τὸ φυσᾷν καὶ τὸ πνεῖν [ἐκ τοῦ] ποιφύς- σειν
<ποιφύσσει>
φοβεῖ
<ποιῶδες>
βοτανῶδες
<ποκάδες>
τρίχες. ἀπὸ τοῦ πέκεσθαι, ὅθεν καὶ πόκος
<πόκος>
τὸ ἔριον προβάτου
*<πολλὰ χαίρειν φράσας>
ἀποταξάμενος
<πολέας>
πολλούς· ἀπ' εὐθείας τῆς <πολύς>, ὡς ταχύς. ἀπὸ δὲ τῆς <πολλός> πίπτει πολ(λο)ύς. ἀπὸ τῆς <πολλόν> πολλάκις
<πολεῖν>
νέμειν. βόσκειν
*<πόλ(ε)ι ἄκρ(η)ι>
ἀκροπόλει
<πολ[λ]εῖς>
πολλούς
<πόλεις παίζειν>
παροιμιῶδες. καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς ψήφοις παιζόντων ταῖς λεγομέναις νῦν μὲν <χώραις>, τότε δὲ <πό- λεσι>
<πολέμαρχος>
ἄρχων πολέμων
<πολεμίζων>
πολεμῶν, μαχόμενος
*<πολεμίων>
πολεμικῶν
<πολεμικόν>
μέλος τι τῶν πολεμικῶν τεταραγμένον
<πολέμιος>
ἐχθρός
<πολεμιστήρια>
....... ἐν τοῖς ἀγῶσι. λέγεταί τις ἵππος <πολε- μιστής>
<πολέμ(ο)ιο γεφύρας>
τὰς συμβο[υ]λὰς καὶ συζεύξεις
<πολέμοιο τέρας>
σημεῖον πολέμου
<πόλεμος>
ὁ πάντα διοικῶν λόγος
*<πολέες>
πολεῖς
<πολέμου στόμα>
τὸ ἀναλωτικὸν καὶ φθαρτικὸν τοῦ πολέμου
<πολεύειν>
(ς)τρέφειν. οἰκεῖν. περιέχειν. θεραπεύειν. περιάγειν
<πολέος>
πολλοῦ
<πολέος πεδίοιο>
διὰ τοῦ μεγίστου πεδίου
<πόληος>
πόλεως
<πολιά>
γῆρας
*<πολυβοῦται>
πολλὰς ἔχοντες βόας
[<πολίετον>
ἀκρόπολιν]
<πολιῆς>
λευκῆς
<πολιῆται>
πολῖται, ἀστοί
<πολιήτας>
πολίτας, ἀστικούς
<πόλιν>
τὴν χώραν
<πόλιν Μύνητος>
Λυρνησσόν
<πολιοῖο>
λευκοῦ
<πολιόν>
λευκόν
<πολιόν τε σίδηρον>
τὸν λευκὸν καὶ λαμπρόν. ὅταν γὰρ ὁ σίδηρος κλασθῇ, λευκὸς φαίνεται. ἢ τίμιον ἀκουστέον
<πολιορκία>
φυλακή. περικαθήμενοι. συγκλεισμός. πόρθησις πόλεως
<πολιός>
γέρων
<πολιοῦχοι>
οἱ τὴν πόλιν σώζοντες, καὶ οἱ ἄρχοντες αὐτῆς
<πόλις>
τὴν Σικελίαν, ἀντὶ τοῦ νῆσον
<πολίσσαμεν>
τὴν πόλιν ἐτειχίσαμεν
<Πολιτεία>
ἢ πόλις. ἢ βίος. [ἢ ὄνομα κύριον]. καὶ ἡ ἀναστροφή. καὶ ἡ πρᾶξις
<πολιτεύεται>
πράττει. ἀναστρέφεται
<πολιτεύμασι>
ταῖς πολιτείαις. ἢ ταῖς ἄλλαις αἱρέσεσι
<πολίτης>
ὁ συμπολιτευόμενός τινι καὶ συνών
<πολιτικός>
ἀστεῖος μετὰ τέχνης τινός, ὁ ἐν πόλει ἀναστρεφόμενος
<πολιτογραφεῖ>
πολιτικὰ γράφει
<πολίχνια>
πολύδρ[ε]ια. πόλις
<πολίων>
πολλῶν. καὶ τῶν πόλεων
<πολλά>
πολλαχῆ πολλὰ δέ οἱ κραδίη πόρφυρε
<πολλὰ δέ>
πυκνῶς, συνεχῶς δέ
<πολλαπ(λ)οῦν>
πολλαπλασίονα
<πολλὰ χαίρειν φράσας>
ἀποταξάμενος
<πολλαχρόν>
καλόν
<πολλέων>
πολλῶν
<πολ[λ]έων>
πολυκίνητος
<Πόλλιος οἶνος>
λευκός
<πολλὴ φαρέτρα>
πολλοὶ τοξόται
<πολλόγειος>
ἡ ψιθ[ε]ία σταφυλή
*<πολλῷ μᾶλλον>
πολλῷ πλέον
<πολλοστόν>
πολύν. ἢ τυχόν
<πολλοῦγε καὶ δεῖ>
πολλὰ χρή. οὐδαμῶς
[<πολυκρανίη>
πολυαρχία]
<πολλὸν ἄριστος>
κατὰ πολὺ κράτιστος
<πόλος>
οὐρανός, κόσμος, καὶ ἡ μεταβεβλημένη γῆ εἰς κατασποράν. κύκλος. καὶ τόπος κορυφῆς κυκλοειδής, ἢ ἄξων
<πολοῦνται>
περὶ τὸ αὐτὸ ἀναστρέφονται
<πόλτος>
τὸ πυανεψίων ἕψημα
<πολύ>
ἀντὶ τοῦ μέγα
<πολυάϊκος>
πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος τῶν μαχομένων
<πολύαινε>
πολλοῦ ἐπαίνου ἄξιε. ἢ πολύμυθε
<πολυάϊξ>
πολυκίνητε, πολυόρμητε. ἢ πολλὰς ἔχων αἶγας
<πολυάνδριον>
τάφος πολυχώρητος, μνῆμα
<πολυάρ[ρ]ητος>
πολύευκτος
<πολυαρκῶς>
τελείως ἀρκῶν
<πολύαρνι>
πολυθρέμμονι. πολλῶν θρεμμάτων δεσπότης
<πολυβέλεμνοι>
οἱ ὑπομνηματισάμενοι τὰς πολυστίκτους, ὅτι τὸν Ὀρφέα ἀπέκτειναν πολλοῖς βέλεσιν
<πολυβενθέος>
πολὺ βάθος ἔχοντος
<Πολύβοια>
θεός τις ὑπ' ἐνίων μὲν Ἄρτεμις, ὑπὸ δὲ ἄλλων Κόρη
<πολυβότειρα>
ἡ γῆ πολλοὺς τρέφουσα καὶ βόσκουσα
<πολύβουλος>
συνετή
*<πολύδοτος>
κοχλιοειδής
<πολυβοῦται>
πολλὰς ἀγέλας ἢ βόας ἔχοντες
<πολυβούτης>
πλούσιος. ἢ ὁ δημόσιος δοῦλος
<Πολύβῳ τροφεῖ>
τῷ ἀναθρέψαντι, Πολύβῳ ὄνομα
[<πολυγάστονα>
πολυστένακτα]
<πολυγηθές>
πολυχαρές
<πολυγηθέες ὧραι>
αἱ πολλῆς χαρᾶς αἴτιαι οὖσαι
<πολυγηθέος>
πολλαχῶς χαίροντος
<Πολυγνώτου> τοῦ ζωγράφου <ὄνος> ἐστὶ γεγραμμένος, ἐναντίως ἐπε- στραμμένος, κομίζων σκευοφόρον καὶ τὴν μυρσίνην ..... λαγωόν, καὶ ἀνάκειται ἐν τῷ ἀνακείῳ
<πολυδαίδαλον>
πολύκοσμον, πολυποίκιλον
<πολύδακρυ>
πολύθρηνον
<πολυδάκρυτον>
πολλῶν δακρύων αἴτιον
<πολυδάμνων>
πολλοὺς δαμαζόντων. [ἢ πολυκεντήτων, ποικίλων
<πολυδειράδος>
πολλὰς ἐξοχὰς ἔχοντος, οἷον πολλοὺς τραχήλους καὶ λόφους. <Δειρὰ> δὲ ὁ τῶν ἀλόγων ζώων τράχηλος, ἐπεὶ ἐκεῖθεν ἐκδέ- ρεται
<πολυδέσμου>
πολυγόμφου. δεσμοὶ γὰρ τῶν νεῶν εἰσιν οἱ γόμφοι
<πολυδευκέα φωνήν>
πολλοῖς ἐοικυῖαν
<πολυδήνεα>
πολύβουλον
<πολυδίψιον>
ἄνυδρον ἢ πολλὰ βεβλαμμένον· <ἶψαι> γὰρ τὸ βλάψαι καὶ διαφθεῖραι. ἢ πολυπόθητον
<πολύδωρος>
πολλὰ λαβοῦσα δῶρα. πολύφερνος. πολύεδνος
<πολυειδής>
ποικίλος
<πολυέλικτον>
πολύκυκλον <ἁδον(άν)>
<πολύευκτον>
τίμιον. πολυπόθητον
<πολυζύγῳ>
πολυκαθέδρῳ
<πολυήρατος>
πολύευκτος, ἐπὶ πολλαῖς εὐχαῖς γεννηθείς
<πολύηρος>
πολυάρουρος. πλούσιος
<πολυηχέα φωνήν>
τὴν πολλοῖς ἤχοις καὶ μέλεσι χρωμένην
<πολύθεστος>
πολυαγάπητος. πολύσεπτος
<πολύθροον>
πολύηχον
<πολυθρύλλητα>
πεφη(μι)σμένα. ἢ θόρυβον ἐμποιοῦντα, διαβεβοημένα
<πολυθύσανε>
"<Ἄρτεμι πολυθύσανε κούρα>" διὰ τὸ θυσάνοις καὶ αὐτὴν χρῆσθαι· ἢ ὅτι πολλαχόθεν ᾄσσεται, ὡς κυνηγέτις. ἢ πο- λυθώϋκτος. ἢ πολυθυσίαστος
[<πολυΐακος>
πολυόρμητος]
<πολύϊδρις>
ἐμπειρότατος
<πολυκαγκέος>
πολυξήρου
*<πολυκαγκέα>
ἄγαν ξηραντικόν, μεγάλως κατάξηρον
<πολυκερδέα>
πανοῦργον
<πολὺ κέρδιον>
πολὺ βέλτιον
<πολύκεστος>
πολυκέντητος. ἐξ οὗ τὸν ποικίλον δηλοῖ
*<πολυκηδές>
πολλῶν κακῶν αἴτιον
(*)<πολυκηδέος>
πολυφροντίστου
<πολυκέφαλος>
τῶν κιθαρῳδικῶν τι μέλος
<πολυκληῖσι>
πολυκαθέδροις, πολυζύγοις [λεπίδες] ταῖς ναυσίν, ἀπὸ τοῦ κλίνεσθαι ἐν αὐταῖς τοὺς ἐρέσσοντας
<πολύκλητοι>
ἀπὸ πολλῶν ἐπικεκλημένοι τόπων βοηθοί
<πολύκμητον>
μετὰ πολλοῦ καμάτου γεγενημένον, ἢ πολὺν κάματον ἡμῖν παρέχοντα. λέγει δὲ τὸν σίδηρον
<πολύκνημον>
δύσβατον, ὀρεινόν [τραχὺς τόπος
<πολύκοινον>
πᾶσι κοινόν
<πολυκοιρανίη>
πολυαρχία
<πολύκρημνος>
δύσβατος, ὀρεινός .....
<πολυκτόνον>
πολλοὺς κτεῖνον
*<πολυκτήμων>
πολλὰ κτήματα ἔχων
<πολυκυλίνδητος>
πολλαχοῦ κυλιόμενος
[<πολυλάϊιστον>
πολυλιτάνευτον, πολύευκτον]
[<πολύλευκτον>
πολυπλάνητον, πανταχοῦ περιφερές]
<πολυλήϊον>
πλούσιον
<πολυλήϊος>
πολύπυρος. ἢ πολλὰ βοσκήματα ἔχων
<πολύλιστον>
πολυλιτάνευτον
<πολυμερές>
εἰς πολλὰ μεριζόμενον
<πολυμέρμερον>
πολυμέριμνον
<πολυμερῶς>
πολυσχιδῶς, δαψιλῶς. πολλὰ σχήματα ἔχων
<πολύμηλον>
πολυπρόβατον
[<πολυμῆναι>
πολύβουλε]
<Πολυμήστωρ>
ὄνομα κύριον
<πολυμήτης>
πολύβουλος, πολύφρων
<πολυμήχανε>
συνετέ, πολύτεχνε
<Πολυμνήστ(ε)ιον ᾄδειν>
εἶδός τι μελο[ς]ποιΐας τὸ Πολυμνήστ(ε)ιον. ἦν δὲ Κολοφώνιος μελοποιὸς ὁ Πολύμνηστος, εὐμελὴς πάνυ
<πολυμνήστην>
ἀγαθήν, σώφρονα
<Πολυμνία>
ἡ θάλασσα, ἡ πολὺ φυκίον ἔχουσα. καὶ ὄνομα κύριον
<πολύμυθος>
φλύαρος. περίεργος
<πόλυντρα>
ἄλφιτα
<Πολύξενος>
εἷς τῶν (ρ#) ἡρώων
<πολύξεινος>
ἡ γῆ
<πολύοπτος>
πολυθέατος
[<πολυορκῆσαι ἢ] πολιορκῆσαι>
κυκλεῦσαι πόλιν στρατῷ
<Πολυπαίδης>
παρῴδηται ἐκ τῶν Θεόγνιδος· "<βολβὸν ἐπαινή- σω> ......."
<πολυπαί(πα)λος αἰθήρ>
πεποικιλμένος. οὐχ ὁμαλός
<πολυπάμ[μ]ονος>
πολλὴν κτῆσιν ἔχοντος
<πολυπάμ[μ]ων>
πλούσιος, πολλὰ κεκτημένος, πολυχρήμων. <Πάμ- [μ]ατα> γὰρ τὰ χρήματα
<πολυπενθέος>
πολυπαθοῦς
<πολυπίδακα>
πολλὰς ἀναβολὰς ἔχουσαν, ἤτοι πηγάς
<πολυπιδάκου Ἴδης>
πολλὰς πίδακας ἐχούσης, τουτέστι ὑδάτων ἐκβολάς, ἢ πολλὰς πηγάς
<πολυπήμονα>
πολυβλαβῆ
<πολύπιστος>
ὁ πολλὴν πίστιν ἔχων, ἔμπιστος, ἢ μεγάλην
<πολυπλάγκτοις>
εἰς πολλὰ μέρη πλανωμένοις
<πολυπλάγκτου>
πολυπλανήτου, πανταχοῦ περιφερομένου
<πολύπλοκος>
πολύτροπος
<πολύποδες>
εἶδος ἰχθύος. ἢ εἶδος φθειρῶν
<πολύποδος δίκην αὐτὸς ἑαυτὸν καταφαγών>
<πολυπράγμων>
περίεργος
<πολυπτύχου>
πολλὰς ἐξοχὰς ἔχοντος. πολυμεροῦς. πολλὰς πτύχας καὶ εὐρυχωρίας ἔχοντος καὶ πολλὰ ἀποκλίματα
<πολύῤῥην>
ἢ πολυπρόβατος, ἢ πολύαρνος
<πολύῤῥην>
πολλὰ ῥήνη ἔχων, τουτέστι θρέμματα
<πολύῤῥητος>
πολύφραστος
*<πολυῤῥήτοισι>
πολυπόνοις
<πολυσκάρθμοιο>
πολύποδος, πολυβημάτου. ἐπὶ δὲ νεῶν, πολυκώ- που. οἱ δὲ δρομάδος. καὶ πολυπηδήτου, εὐκινήτου, πολυκινήτου
<πλουσμαράγοιο>
πολυήχου, ἠχητικοῦ
<πολύσπειρον>
πολυέλικτον
<πολυσπερέων>
ἐπὶ πολλὰ μέρη τῆς γῆς ἐσπαρμένων. πολυεθνῶν
<πολύστιπτος>
πολυπόρευτος
<πολύστονα>
πολλῶν στεναγμῶν αἴτια
<πολυσφέλμου>
πολυφλοίου
<πολυσχιδῆ>
εἰς πολλὰ ἐσχισμένον, μεμερισμένον
*<πολυσχιδές>
πολυμερές
<πολυτελῆ>
πολυδάπανα, ἢ τὰ πολλοῦ ἄξια, ἤγουν τίμια
<πολυτιμητίζειν>
[πολλοὺς] τιμᾶν. [ἢ ὑπὸ πολλῶν τιμᾶσθαι]
<πολύτλας>
ὁ πολλὰ ὑπομείνας. ἢ κακοπαθήσας, πολλὰ ἀνατλάς, τα- λαίπωρος
<πολυτρήρωνα>
πολλὰς περιστερὰς ἔχουσαν
<πολυτλήμων>
ὑπομονητικός
<πολύτροπος>
ὁ ἐπὶ πολλὰ τρεπόμενος, ἢ τρέπων τὴν ἑαυτοῦ διά- νοιαν ὑφ' ἕνα καιρόν
<πολυτρόπως>
διαφόρως, ποικίλως
<πολυφασίας>
πολυλογίας
<πολύτορον δέρμα ἐχίνου>
ἤτοι διὰ τὰς ἀκάνθας, ἐπεὶ τιτρώσκου- σιν· ἢ ἐπεὶ ἐκφύσεις πολλὰς ἔχουσιν
<Πολύφημον>
πολύφωνον, ἐπιθετικῶς. ἢ ἐκκλησία, ἐν ᾗ πολλαὶ φῆμαι καὶ κλῃδόνες εἰσίν. ἢ ἀπὸ τοῦ πολλὰ φημίζεσθαι καὶ ὁ ἔνδοξος. καὶ κύριον ὄνομα Κύκλωπος
<πολυφλοίσβοιο>
πολυταράχου, πολυκινήτου
<πολυφόρβου>
πολλοὺς τρεφούσης ἢ πολλὴν φορβὴν ἐχούσης
<πολυφραδέος>
πολυκερδοῦς. ἢ λίαν συνετοῦ
<πολυφραδέστερον>
συνετώτερον. λογιώτερον. πολυκερδέστερον
<πολύφρονα>
σώφρονα, συνετόν, φρόνιμον
<πολύχαλκον>
ἰσχυρόν, στερεόν
<πολυχανδέα>
πολλὰ χωροῦσαν
<πολυχε(ι)ρία>
πλῆθος ἐργαζομένων καὶ ἀνυόντων
<πολύχουν>
πολυειδές
<πολύχους>
πολυφόρος
<Πολυώνυμον>
τὴν μονάδα οὕτως ἐκάλουν. καὶ ἐπίθετον Ἀπόλλωνος
<πολυωπόν>
πολύβροχον. πολυόμματον. ἢ πολλὰς ὀπὰς ἔχον
*<πολυωρήσεις>
φυλάξεις, φροντίδα πολλὴν ποιήσεις
<πολυωρεῖ>
πολλὴν φροντίδα ποιεῖται. ἐναντίον δέ ἐστιν τὸ <ὀλιγω- ρεῖν> ὀλίγον φροντίζειν. διὸ καὶ τὸν <ὀλίγωρον> ἀμελῆ λέγουσιν
<πολφοί>
τὰ ἐκ τῶν χίδρων καὶ τῆς ἐρι(κτ)ῆς ἑψόμενα
*<πόμφυκα>
τὸν κόγχον
<πόμα>
πόσις
[<πόμαλα>
τρόπον τινά]
<πομάτεσι>
πόμας(ς)ι
<πομμοῦσαν>
ὁμιλεῖν
<πομπεῖα>
τὰ πρὸς τὰς πομπὰς σκεύη. ἢ τόποι, ἐν οἷς τὰ ἐκ τῆς πομ- πῆς ἀποτίθεται
<πομπεῖ>
πομπευτῇ
<πομπεύει>
κατασχολάζει
<πομπεύων>
περιάγων. καὶ τὰ ὅμοια
<πομπή>
ἔφοδος. καὶ ἐξαποστολή, παραπομπή
<πομπῆες>
προπομποί, οἱ προπέμποντες, ὁδηγοί
<πομπηγορῶσι>
προπέμπουσι
<πομπίλος>
ποιὸς ἰχθῦς
<πομπός>
ὁδηγός, προπέμπων
<πομποστολεῖ>
ἐκπέμπει τὸν πλοῦν
<πομποῦ>
ὁδηγοῦ
[<πομπυσμάτων>
συρισμάτων]
[<πομποβόλῳ>
πέντε ὀβελίσκους .....]
<πομπῶν>
ὁδηγῶν
<πομφαγωγεῖ>
τὴν πομπὴν ἄγει
<πομφαγεῖται>
φυσοῦται. ἀναβράζει
<πομφόλυγες>
τῶν ἀσπίδων αἱ ἐξοχαί. καὶ ἐν τῷ ὕδατι γενόμεναι οἰδήσεις, ἢ φυσήματα ὕδατος. ἐπὶ τῶν διακενῆς φυσιωμένων λέγεται ἡ λέξις
<πομφόλυξ>
ὕδατος κάχλασμα. καὶ τῶν ἀσπίδων αἱ ἐξοχαί
<πονεῖν>
ποιεῖν. ἀσκεῖν. κακοπαθεῖν. ἐνεργεῖν
<πονέεσθαι>
ἐνεργεῖσθαι. καὶ τὰ ὅμοια
<πονέοντο>
ἐνήργουν
<πονεύμεναι>
ἐπειγόμεναι
*<πομφυίζεσθαι>
αἰσχύνεσθαι
<πονήματα>
κόποι
<πονηρία>
ἐπιπονία
<πόνηρον>
ἐπίπονον. κακοπαθῆ
<πόνηρος>
τὰ αὐτά
<πονηρός>
κακός, δεινός, κακοῦργος
<πονήσατο>
κατειργάσατο
<πονίωμεν>
πονῶμεν
<πόννα>
τὸ γράφος. ἢ μάγος
<πόννος>
μάγος
<πόνος>
ἄλγος, ἐνέργημα ὀδύνης
<πόντια ῥάκ[κ]η>
σπόγγοι, ἢ τὰ τούτων σπαράγματα
<ποντινοί>
σπόγγοι
<ποντοβρόχους>
ὑπὸ θαλάσσης βρεχομένους
<ποντόθεν>
ἐκ πελάγους
<πόντος>
θάλασσα, πέλαγος
<ποντοπόροιο>
θαλασσοπλόου
<ποντοπόροις>
θαλασσοπλόοις
<ποντοπόροισι>
πλωταῖς
<ποντοπόρος>
πέλαγος διαπορευομένη, πελαγοδρόμος
<πόντου Ἰκαρίοιο>
τοῦ Ἰκαρίου πελάγους, ὅπερ ὠνομάσθη ἀπὸ Ἰκά- ρου, τοῦ Δαιδάλου παιδός, πεσόντος εἰς αὐτὸ καὶ ἀποθανόντος
<πόντῳ κεκλιμένοι>
περιεχόμενοι ὑπὸ τῆς θαλάσσης
<πόνῳ πονηρός>
κακίᾳ κακὸν προσέπεσεν, ὡς ἀγαθὰ ἀγαθῷ
<πόπανα>
πλακούντια ἀπὸ ἄρτου
<πόπαρ>
πατήρ. καὶ πατρὸς πατήρ
<πόποι>
παπαί. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ φησιν, οἱ δαίμο- νές εἰσι <πόποι>· καὶ ἔστιν· ὦ δαίμονες
<ποπ(π)ύσματα>
κολακεύματα
<πόρ>
ποῦς. Λάκωνες
<πόρδαλις>
ὁ ἄρσην, ἡ δὲ θήλεια <πάρδαλις>. ὁ μὲν ἀπὸ τοῦ προα- λέσθαι· ἡ δὲ ἀπὸ τοῦ παράλεσθαι
<Πορδοσελήνη>
μεταξὺ Λέσβου καὶ Μυσίας νῆσος
<πόρε>
παρέσχε
<πορεῖν>
δοῦναι
*<πόρε>
περιεποίησε, παρέσχε
*<πόρεν οἱ ἐπιεικές>
παρέσχεν αὐτῷ τὸ πρέπον
<πορεύου>
ἄπιθι, ὕπαγε
<πορεύς>
πορθμεύς
<πορεῦσαι>
πέμψαι, ἀγαγεῖν
<πορεύσατε>
ἄγετε
<πορθεῖν>
προνομεύειν, ὀλλύειν
<πορθεῖται>
[ἀναλίσκειν
<πόρθησις>
ἐρήμωσις, καθαίρεσις, ἁρπαγή
<πορθμεύς>
κωπηλάτης
<πορθμεύ[ς]εσθαι>
διαβαίνειν. πλέειν
<πορθμῆες>
πορθμεῖς καὶ <πορθμῆς>· πορθμεῖς. καὶ ὄνειροι οἱ δια- πορεύοντες
<πορθμεῖον>
σκαφίδιον διαπερ(αι)οῦν μισθῷ
<πορθμός>
στενὸν θαλάσσης ἐν μέσῳ τῆς γῆς. διαπέραμα
<πορθμῷ>
διαπεράματι
<Πορθόμιν>
γένος ἐπιφανές
<πόρθος>
πτόρθος, κλάδος, βλαστός
<πορθυγγίς>
σπατίλη. τρίβολον
<Ποριεῖς>
δῆμος τῆς Ἀκαμαντίδος φυλῆς
<πορίζει>
κερδαίνει
*<πορεία>
ὁδοιπορία
<πόριμον>
εὐπόριστον. πορευτόν
<πορισμός>
μηχάνημα
<πόριπα>
πόρτις. ποριστής
<πορίσονται>
περιποιήσονται
<πορίσω>
κατασκευάσω
<πόρκας>
ἐλάφους. ἢ ταχύ
<πόρκης>
δακτύλιος
<πόρκος>
κύρτος. τινὲς δὲ τὸν ἁλιευτικὸν κύρτον ἀποδιδόασιν
<πορνάμεν>
πωλεῖν
<πορνάμεναι>
κεντούμεναι. πωλούμεναι
<πορν[ι]οκόπος>
ἑταιροτρόφος. πόρνος
<πόρνῳ>
παιδὶ ὡραί(ῳ)
<πόροι>
ποταμοί
<πόροις>
χαρίσαιο
<πόροις>
ὁδοῖς
<πόρος>
ὁδός, τρίβος. ἢ τὸ τοῦ ποταμοῦ ῥεῦμα. οἱ δὲ τὴν διάβασιν αὐτοῦ. οἱ δὲ τὰς γεφύρας. καὶ ἀφορμή
<πόρπαμα>
χλαμύς
<πόρπαξ>
ἡ λαβὴ τοῦ ὅπλου
<πόρπη>
[ὁ ἀνοχεὺς τῆς ἀσπίδος, εἰς ὃ ὁ πῆχυς ἀνίεται,] ἢ φίβλα. καὶ τῆς χλανίδος ἡ περόνη
<πόῤῥω>
πόῤῥωθεν, μακρόθεν
<'ποῤῥώξ>
ἀπόῤῥοια
<πόῤῥω τέχνης>
ὅμοιον τῷ σφοδρῶς ἐνέχεσθαί τινι
<πορσαίνει>
κοσμεῖ. θεραπεύει. κατασκευάζει
*<πορσανέουσα>
ἑτοιμάσουσα. ἐπιμελησομένη
<πορσαίνεσκον>
διήγειρον. παρεσκεύαζον
<πορσανέων>
εὐτρεπίζων
*<πορσανέουσα>
εὐτρεπίζουσα. στρωννύουσα. παρασκευάζουσα
<πορσῦναι>
παρασκευάσαι πορίσαι. εὐτρεπίσαι
<πόρσυνε>
διήγειρε. παρεσκεύασεν
<πορσύνεται>
ὁδεύεται
<πορσύνουσα>
ἐρεθίζουσα
<πορσύνων>
παρασκευάζων, ἑτοιμάζων. ἐρεθίζων
<πορσώτατα>
τὰ πόῤῥω καὶ μακράν
<πόρσω>
ἔμπροσθεν, ἢ πόῤῥωθεν ἐγγίσαι
<πορτάζει>
δαμαλίζεται
[<πόρτα>
πόρτα, θύρα πόλεως ἢ αὐλῆς οἴκου]
<πορτάκι[ν]ον>
μοσχίον
*<πόρτακι>
μόσχῳ. ἢ δαμάλ(ε)ι
<πόρτακος>
ὦμος
<πόρταξ>
ἄῤῥην βοῦς. τινὲς δάμαλιν, ἄλλοι νεογνόν, οἱ δὲ μόσχον
[<πορτικός>
στοά]
<πόρτις>
δάμαλις, ἢ νέα βοῦς
<πορτιφόροι>
οἱ αἴροντες τὰ κόῤῥοια ἐπὶ τῶν ὤμων
*<πορτμίς>
κατὰ τὴν ὀμφαλόν
<πορύνωμεν μᾶζαν>
τῇ χειρὶ προσπιέζωμεν
<πορύναν>
μαγίδα
<πορφίτῳ>
περόνῃ
<πορφύρει>
ταράττεται. φροντίζει. μελανίζει
<πόρφυρεν κραδίη>
ἐμερίμνα ἡ καρδία
<πορφύρεον>
πόρφυρον. μέλαν
<πορφύρεος θάνατος>
ὁ μέλας. καὶ βαθύς. καὶ ταραχώδης
<πορφύρεται>
διαλογίζεται
*<πορφύρει>
μελανίζει. ταράττει. πορφυρίζει
<πορφυρίων>
εἶδος ὀρνέου. καὶ ἰχθῦς. καὶ ὄρνις ποιός
<πορφύροντες>
κακοτεχνοῦντες
<πορφυρώματα>
τῶν ταῖς θεαῖς τυθέντων χοίρων τὰ κρέα
<πόρωσι>
χαρίσονται. δώσουσιν
<ποσαπλῶς>
πολλαχῶς. ἀναριθμήτως
<ποσαχῶς>
κατὰ πόσους τρόπους, πολλαχῶς
[<ποσάως>, μερικῶς]
<πόσε>
ποῖ. ποῦ
<πόσθη>
τοῦ αἰδοίου τὸ δέρμα
<πόσθιον>
αἰσχρόν. ἀνδρεῖον
<πόσθων
πόσθην> τὸ ἀνδρεῖον αἰσχρὸν λέγουσι. <πόσθωνας> δὲ παρὰ τοῦτο τοὺς παῖδας, τινὲς δὲ τοὺς ψώλωνας, ἄλλοι μωροὺς ἢ παιδαριώδεις
*<πος(.)ί>
τοῖς ποσί
*<πόσιας>
τοὺς ἄνδρας
*<ποσὶ δατεῦντο>
ἰσχυρῶς τοῖς ποσὶ περιεπάτουν
<Ποσειδάων>
Ποσειδῶν
<Ποσείδεα>
ἑορτὴ Ποσειδῶνι τελουμένη
*<Πος[ε]ιδήϊον>
τὸ τοῦ Ποσειδῶνος
<πόσιν>
ἄνδρα
<πόσιος>
πότου
<πόσιος>
ἀνδρός
<πόσις>
πόμα. ἀνήρ. πότος ἢ οἴνου ἢ ὕδατος
<ποσότης>
ἀριθμός. μέτρον
<ποστημόριον>
ὀλίγον μέρος
<πόστον>
πόσον
<πόστος>
ποῖος
<ποσῶς> καὶ <πή>
μερικῶς
<ποταμηδόν>
δίκην ποταμοῦ
<ποτανόν>
πτηνόν, πετεινόν
<ποτάγχυμεν>
προσορμίζομεν
<ποταίνιον>
νέον, πρόσφατον. οἱ δὲ σύνεγγυς
<ποταμός>
ὁ ὠκεανός. καὶ τὸ ὑγρόν. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἐπὶ τοῦ ἥπατος σημεῖον
<ποταμόχωστος>
γῆ τις· ἀπὸ τοῦ συμβαίνοντος
<πόταρος>
γνώριμος
<ποτᾶται>
πέταται
<ποτεκλεπτόμαν>
προσεπορευόμην
<ποτεκχετήρια>
τορνευτήρια
<πότερον>
ὁποῖον ἓν ἐκ τῶν δύο, ἢ ἆρα ποῖον τῶν δύο
<πότερον>
ἓν ἐκ δύο, ἕν
<πότερος>
ἕτερος
<ποτή>
ποτηνή. πτηνή
<πότημα>
ποτήριον. ἢ ὁ πότος αὐτός
<ποτήν>
ἰδέαν. οἱ δὲ πτῆσιν
<ποτήρ>
μέτρον ποιόν
<ποτητύν>
τὸ πίνειν
<ποτί>
πρὸς τί
<ποτὶ γαίῃ>
πρὸς τῇ γῇ
*<ποτὶ δέ>
πότε δέ
<Ποτίδαια>
ὄνομα πόλεως
<ποτιδέγμεναι>
προσδεχόμεναι
<ποτιδέγμενοι>·] οἴνῳ δαμασθέντες
<ποτιδέγμενος>
προσδεχόμενος
<ποτιδέρκεται>
προσβλέπεται
<πότιδε>
φάναι, ἐκφάναι
<ποτιδόρπια>
προσσίτια
<ποτὶ ἑσπέρᾳ>
πρὸς τῇ ἑσπέρᾳ
<ποτίκρανον>
π(ρ)ό(ς)κρανον, τὸ προσκεφάλαιον. καὶ τὸ δερμάτινον ὑπηρές[ς]ιον, ἐφ' οὗ καθέζονται οἱ ἐρέσσοντες
<ποτιόσσεται>
προσδοκᾷ
[<ποτὶ πλάδεσσιν>
ἐπὶ ταῖς θαλασσίαις (πέτραις)]
<ποτιρόμενος>
ἐρωτῶν. ἢ μαινόμενος
<ποτὶ φῦλα>
πρὸς τὰ ἔθνη
<ποτὶ χόρτον>
πρὸς ᾠκοδομημένον τοῖχον
<πότμον>
μόρον, θάνατον
<πότμος>
μόρος. ἢ κατασκευή
<πότμῳ>
μόρῳ κατασκευαστῷ
<πότνα>
πότνια, σεβαστή, ἔντιμος. ἢ φίλη[μα]. καὶ δέσποινα. καλή. με- σήτρια
<ποτνιᾷ>
ἱκετεύει, παρακαλεῖ
<πότνια γῆ>
καλὴ γῆ
<ποτνιάδες>
αἱ Βάκχαι. ἀντὶ τοῦ μαινάδες καὶ λυσσάδες, μανίας αἴτιαι
<ποτνιάζου>
εὔχου, παρακάλει
[<ποτνιάζειν>
τὸ παιδικοῖς χρῆσθαι. <πότνιον> γὰρ τὸν δακτύλ(ι)ον λέγουσι]
<ποτνιᾶται>
ἐπικαλεῖται. δυσωπεῖ. παρακαλεῖ
<ποτνιῶμαι>
θεοφοροῦμαι. ἐξιλεοῦμαι, παρακαλῶ. δυσφορῶ. μετ' οἰμω- γῆς ἱκετεύω
<ποτοῖο>
ποτοῦ
<ποτόμφει>
προσόζει
<πότος>
εὐωχία, ἄριστον, δεῖπνον. ἢ αὐτὸ τὸ πιεῖν
<ποτωμένας>
διατριβούσας
<ποτῶνται>
πέτονται
<ποῦ>
ἐν ἴσῳ τῷ οὐδαμῶς. ἢ ἀντὶ τοῦ ποῦ πότε, ἀλλαχοῦ
<πούανοι>
κύαμοι ἑφθοί, ὄσπριον
<ποῦ κῆχος>
πῆ γῆς, εἰς τίνα τόπον. καὶ ποῦ ἄγχι
<πο(υ)λυβότειρα>
πολλοὺς βόσκουσα καὶ τρέφουσα
<πο(υ)λὺν ἐφ' ὑγρήν>
ἐπὶ πολλὴν θάλασσαν· ὑγρὰν γὰρ αὐτὴν εἶπεν πρὸς ἀντιδιαστολὴν τῆς γῆς ξηρᾶς οὔσης
<πο(υ)λύπους>
τι μέρος τοῦ ἁρματ(ε)ίου τροχοῦ καὶ τῶν ἀμπέλων
<πο(υ)λύποδος δίκαν>
ὅτι αὐτὸς τὰς ἑαυτοῦ πλεκτάνας ἐσθίει
<ποῦμμα>
ἡ τῆς χειρὸς πυγμή
<πουνιάζειν>
παιδικοῖς χρῆσθαι· <πούνιον> γὰρ ὁ δακτύλιος
*<ποῦ νύ τοι>
ποῦ δή σοι
<πούρδαιν>
μαγειρεῖον. Λάκωνες
<πουρέακος>
κρίκος σιδηροῦς τετρυπημένος, καὶ ἧλον ἔχων ἐν τῷ τρυ- πήματι στρεφόμενον, ᾧ χρῶνται πρὸς δεσμὸν συῶν. <Πουστάκους>. ὡς Ἀριστοφάνης φησὶν ἐν ἐξηγήσει Λακωνικῶν
*<ποῦ τοι τόξον>
ποῦ σοι ἡ διὰ τόξων ἐμπειρία
<ποῦ(τ)ριν>
σαπρόν
<πουφορούζεται>
σικχαίνει
[<πρ.άγει>
ὑπερέχει. ὑπερβάλλει. διαφέρει]
<πράγματα>
δυσχέρειαι
<πραγματεία>
σύγγραμμα βίβλου ἢ λόγων
<πραγμάτοιν>
πράγματα δυϊκῶς
<πραγορίτης>
οἶνός τις
<πραθεῖν>
πορθῆσαι. ἐξελεῖν
<πραθενεύεσθαι>
θρασύνεσθαι. ἐπαγγέλλεσθαι λόγοις
[<πραιέναι>
ἐλθεῖν]
<πραίκων>
κήρυξ
<πραῖνοι>
πρηνίζειν. καταστρέφειν
<πράκες>
Ἀρίσταρχος κλανίαι. ἔλαφοι. ἀπεδόθησαν δὲ φρατριαὶ ἀνδρῶν διαβεβλημένων ἐπὶ μοχθηρίᾳ
<πράκνον>
μέλανα
<πρακτικόν>
ἀνυστικόν
<Πράκτιον>
πόλις Τροίας
<πράκτορες>
ἀπαιτηταί
[<πράληξ>
ὁ λίαν ἀγροῖκος]
<πράμνη>
δίκελλα. ἄμπελος
<Πράμνιος οἶνος>
ὁ ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἔστι δὲ ἐγκώμιον οἴνου. καὶ σκληρὸς οἶνος
<πρανές>
κατάβασις. καὶ <πρανής>
<πρανῆ>
κοῖλα
<πρανιχθέντα>
πεσόντα ἐπὶ στόμα
<πρανόν>
τὸ κατωφερές, πρανές
<πρανώ>
ἀκρίδος εἶδος
*<πρᾷος>
συνετός. ἥσυχος
<Πραξιεργίδαι>
οἱ τὸ ἕδος τὸ ἀρχαῖον τῆς Ἀθηνᾶς ἀμφιεννύντες
<πράξεις>
βίοι. ἢ διαθῆκαι
<Πραξιδίκη>
δαίμονά τινά φασι τὴν ὥσπερ τέλος ἐπιτιθεῖσαν τοῖς τε λεγομένοις καὶ πραττομένοις. διὸ καὶ τὰ ἀγάλματα κεφαλὰς γίνεσθαι καὶ τὰ θύματα ὁμοίως
<πράξ[ε]ιν λάβοι> ........
<πρᾶξις>
ἀπαίτησις. ἄνυσις, ἢ ἔργου ποίησις. ἢ βίος
<πραπίδες>
φρένες. ἢ ὁ τόπος, ὅπου αἱ φρένες. διάνοιαι
<πραπίδεσσι>
φρεσί, διανοίαις
<πραπίδων>
φρενῶν, διανοιῶν
<πραπίς>
φρήν, διάνοια
<πράσα>
τὰ βρύα καὶ τὰ φυκία
<πρασιαί>
αἱ ἐν τοῖς κήποις τετράγωνοι λαχανιαί, οἷον περασιαί, διὰ τὸ ἐπὶ πέρασι τῶν κήπων
<πρᾶσις>
ἀγορασία
<πρασοκουρίς>
ζῶον χλωρόν, κεῖρον τὰ ἐν τοῖς κήποις λάχανα
<πρασόργην>
δρέπανον, ᾧ τὰ πράσα κείρουσιν
<Πράστιλλος>
πόλις Θρᾳκίας
<πρατάνιον>
μαλλόν
<πρατασία>
κατευχὴ ἀρχομένης ἀροτριώσεως
<πρατήνιον>
τὸ ὕπερον. Ἀττικοί. καὶ ἡλικία τις προβάτου νέου· ὡς δὲ ἔνιοι τοῦ πρώτου γεννωμένου, οἱ δὲ ἐνιαυσιαίου, ἄλλοι ἀρχομέ- νου συνουσίας
<πρατίας>
ὁ τὰ δημόσια πωλῶν καὶ κηρύσσων
<πράττει>
μέλλει. ἐργάζεται
<πρατά>
ἡ νουμηνία
<πραϋμενῶς>
προθύμως. πράῳ τῷ μένει χρώμενος
<πραΰνει>
κατασιγαίνει. κατακοιμίζει
<πραΰνεται>
μαλάσσεται
<πραϋπάθειαν>
πραΰτητα
<πρᾴως>
ἡμέρως
<πρεκνόν>
ποικιλόχροον <ἔλαφ[ρ]ον>
<πρέμνα>
τὰ ἰσχυρὰ στελέχη τῶν καταβλαστημάτων
<πρέμνια>
τὰ πάχος ἔχοντα ξύλα
<πρεμνιάσαι>
ἐκριζῶσαι
<πρέμνον>
στέλεχος, βλαστός. πᾶν ῥίζωμα δένδρου τὸ γηράσκον, ἢ <τὸ> τῆς ἀμπέλου πρὸς τῇ γῇ <πρέμνον>
<πρέμνον ἑστίας>
τῆς οἰκίας θεμέλιος
<Πρεμνουσία>
κρήνη ἐν τῇ Ἀττικῇ
<πρέπις>
ὡμοίωσαι
<πρέπον>
ὅμοιον. μέτριον. συμφέρον. ὡραῖον. ἄριστον
<πρέπον>
τέρας. Κύπριοι
<πρεπτά>
φαντάσματα, εἰκόνες
<πρέσβα>
ἔντιμος, πρεσβυτάτη, σεμνή
<πρεσβεῖα>
κράτη. καὶ ἀρχιερεῖα, καὶ ἀρχιὰ καὶ ἱερά
<πρεσβείη>
τιμὴ μείζων
<πρέσβειρα>
προτιμητή. ἀρχηγέτις
<πρέσβεις>
γέροντες. βασιλεῖς ἄρχοντες, προτιμούμενοι. καὶ οἱ <πρε- σβευταὶ> μεσῖται, ἀπόστολοι [ἢ] ἕνεκεν εἰρήνης
<πρεσβεύειν>
προτιμᾶν, ἄρχειν. μεγαλύνειν
<πρεσβεύοντες>
αἰτοῦντες, παρακαλοῦντες. λέγοντες
<πρεσβήϊον>
πρεσβεῖον, κατὰ τιμήν, τίμημα. ἀπὸ τούτου καὶ οἱ <πρεσβῦται> ἔντιμοι
<πρεσβυγένεια>
παλαιοτέρα γένεσις
<πρέσβυς>
γέρων. καὶ ὄρνις ὁ τρόχιλος
<πρεσβυτάτη>
ἐντιμοτάτη
<πρεσβύτερος>
μείζων. φρονιμώτερος
<πρεσβύτερος Κόδρου>
παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν
<πρεσβύτης>
γέρων. ἡλικία τις
.......
πρέσβυς. [αἰοράνομος
*<πραιτώριον>
τόπος, ἔνθα συνάγεται ὁ λαός
<πρευμενές>
ἵλαον, εὔνουν, πρόθυμον
<πρευμενοῦς> ........
πρᾶον
<πρέψας>
εἰκασμένος, εἰκασθείς
<πρηγορεών>
τῶν ὀρνέων ὁ πρόλοβος, ὅτι προσυλλέγεται ἐν αὐτοῖς τὰ σιτία
<πρηγορεύων>
προαγορευτής, ἢ δημοκόπος
<πρῆθμα>
πολύποδος κεφαλή. ἔνιοι πλεκτάνη
<πρήϊον>
πρότερον
<πρηκτῆρα[ι]>
δραστῆρα. ποτὲ δὲ ἔμπορον· πρηκτῆρά τε ἔργων· ἃ δεῖ πράττειν δηλοῦντα
<πρημάδες> καὶ <πρῆμναι>
εἶδος θυννώδους ἰχθύος
[<πρήν>
ταῦρος]
<πρηνέα[ς]>
ἐπὶ πρόσωπον
<πρηνής>
ἐπὶ πρόσωπον πεπτωκώς· ἀπὸ τοῦ ἐπὶ τὴν νεὼν πεπτωκέ- ναι, νέον δὲ ἤδη
<πρήνιξε>
κατέβαλεν
<πρηνιχθέντα>
ἐπὶ πρόσωπον καὶ ἐπὶ στόμα πεσόντα
<πρῆξαι>
πρᾶξαι
<πρῆξαι δ' ἔμπης>
πρᾶξαι δ' ὅμως
<πρῆξις>
ἄνυσις
<πρηροσία>
θυσία Ἀθήνησι
<πρῆσαι>
φλέξαι, φυσῆσαι, ἐμπρῆσαι· πυρὸς δηΐοιο θύρετρα καί· δάκρυ' ἀναπρήσας ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς τοὺς πεφυσημένους <πεπρη- μένους> φαμέν
<πρῆσεν>
ἔκλαεν. ἐφύσησεν. ἐκόλπωσεν. ἐνέπρησεν, ἔφλεξε
<πρηστήρ>
σφοδρὸς ἄνεμος. καὶ ὄφεώς τι εἶδος. καὶ τὰς ἐκ πλαγίου τοῦ τραχήλου ἡμῶν φλέβας <πρηστῆράς> φασιν. ἢ πῦρ ἀπὸ τοῦ οὐ- ρανοῦ
<πρητῆνας>
τοὺς ἐνιαυσίους ἄρνας
<πρηών>
τὸ ὑπερέχον
<πριάμενος>
ἀγοράσας, ὠνησάμενος. [καὶ ὄνομα κύριον]
<πριαμωθήσομαι>
ξυρήσομαι. ἐπειδὴ τὸ τραγικὸν τοῦ Πριάμου πρός- ωπον ξυρίας ἐστίν
<πρίατο>
[ἀγοράσειεν
<πρίεται>
φυς(ι)οῦται
<Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεως>
Ἑλλησποντιακῆς. τὸν Πρίαπον τὸν Διονύσου καὶ Περκώτην φασὶν οἰκίσαι
[<πριμικήριος>
ὁ πρῶτος τῆς τυχούσης τάξεως
<πριμιλιγίων>
τιμίων]
<πρίν>
πρότερον
<πρὶν ἐγκύρσαι (δύᾳ)>
πρὶν πλησιάσαι τῆς κακοπαθείας
<πρίν μιν>
πρὶν αὐτόν, ἢ αὐτήν
[<πρινής>
ἐπὶ πρόσωπον πεσών]
<πρινοκόπος>
κοπῶν
<πρίονας>
χερῶν τοὺς δεσμούς
<πρίοπες>
τὰ ὑγιῆ ἔχοντα
[<πριούατον>
τόπος ἐργαστηρίου]
<πρισμοῖς>
ταῖς βιαίοις κατοχαῖς
<πρίστης>
ῥίνη. πρίων
<πρίω>
ἀγόρασον
<πρίων>
ἀγοράζων
<πριώμασι>
πρίσμασι
<πρό>
τό τε σύνηθες· καρπαλίμως πρὸ νεῶν ἐχέμεν καὶ ἀντὶ τοῦ ἀπό· ὄψου (τ') ἄσαιμι προταμών
<προάγεσθαι>
ἐπεξεργάζεσθαι
<προαγαγών>
.....
<προαγεύων>
προξενῶν
<προάγομαι>
προέρχομαι
<προάγομεν>
προφέρομεν, προτρέπομεν
<προαγορεύσας>
προειπών, προφητεύσας, προξενήσας. [καὶ ἡ ἐπ' αἰσχροῖς ἐπὶ τὸ πορνεῦσαι προάγουσά τινας
<προαγόρευσις>
προφητεία
<προάγων>
ἀρχόμενος
<προαγωγός>
διδάσκαλος κακῶν. καὶ μαστροπός. μόνος. μαυλιστής
<προαθύροντες>
προσπαίζοντες
<προαιρεῖται>
προκέκληται. προτιμᾶται
<προαίρεσις>
ἐπιλογὴ καλοῦ ἢ κακοῦ
<προακτικόν>
προβαῖνον
<προαλεῖ>
καταφερεῖ, καταβατῷ
<προαλεστάτην>
προπετεστάτην, προχειροτάτην
<προαλής>
προπετής, πρόχειρος
<προαμείψασθαι>
προαλλάξασθαι. παρελθεῖν
<προαμεῦσαι>
ὁμοίως
<προαμευτής>
ἐργάτης προηγούμενος
<προαναθρήσας>
προσιδών
<προαναθρούσης>
προαναβλεπούσης
<προαναθρώσκειν>
προπηδᾶν
<προανακρούεται>
ἀναχαιτίζει
<προανάσχοι>
προανεκτείνει(ε)
<προαπίδων>
φρενῶν, διανοιῶν
<προαρτᾷ>
προαρμόζει, προτείνει
<προασπιστής>
πρόμαχος, βοηθός
[<προάστεων> καὶ] <προάστειον>
πρὸ τῆς πόλεως
<(π)ροαύλια>
τὰ προαυ[τῶν]λήμ[μ]ατα. ὥσπερ <προάμβουλα> τὰ προκιθαρίσματα
<προβαλ[λ]εῖ>
ἐρωτήσει
<προβαλ[λ]εῖν ἄρνα>
πόλεμον ἐπαγγεῖλαι
<προβαλοῦ>
ἐρώτησον
*<προβαλλομένοις>
ἐρωτῶσιν
*<προβαλοίμην>
ὑπερβαλοίμην
<προβαλ(λ)ός>
ἀσπίς
<προβάς>
ὑπερβάς
<πρόβασι>
βοσκήμασι
<πρόβασις>
ἡ τῶν βοσκημάτων κτῆσις
<πρόβατα>
τὰ τετράποδα. ἀπὸ τοῦ πρὸ τῆς βάσεως πρόβασιν ἔχειν ἑτέραν τῶν ἔμπροσθεν ποδῶν πρὸς τὰ ὀπίσθια
<πρόβατα πεδι(α)κά>
τὰ ἐπὶ νομὴν ἐκπεμπόμενα
<προβατήματα>
πρόβατα
<προβατοπώλης>
οὕτω κωμῳδεῖται Λυσικλῆς προβατοκάπηλος γήμας Ἀσπασίαν τὴν πόρνην
<προβέβηκας>
ἀριστεύεις. προκόπτεις
<προβέβουλα>
προκέκρικα, προέκρινα
<προβιβάζεται>
προκόπτει
<προβιβάς>
προβαίνων
<προβιβάσαντα>
προάξαντα
<προβιβασθείς>
προαχθείς. [πραχθείς]
<προβιβάσθων>
προβαίνων
*<προβιβάσις>
πρ[ο]άξεις
<πρόβλημα>
πρόλογος
*<προβλῆ[μα]τι>
ἐξέχοντι
<προβλῆτας>
τὰς ἔξω προβεβλημένας τοῦ τείχους στήλας τε προβλῆτας ἐμόχλε[υ]ον
<προβλώσκειν>
προμολίσκειν. προέρχεσθαι. προπορεύεσθαι
<προβόλιον>
σιβύνη, ἔχουσα μετὰ τὴν ἀκμὴν προβολάς. ἢ σπυρίς
<πρόβολοι>
λίθοι
<πρόβολος>
πρόμουλος. πρόμαχος. προνοητής. κυβερνήτης. ἱερεύς. [καὶ τὸ τῶν σιτίων δοχεῖον]. καὶ ὁ εἰς τὴν θάλασσαν προβεβλημένος λί- θος [τῇ πέτρᾳ. οἱ δὲ ῥάβδος
<προβόλων>
λίθων
*<προβολή>
ἐξοχή
<πρόβονεν>
ἐπέρανεν
<προβοσκίς>
τὸ ἐκτεταμένον καὶ προβεβλημένον τῆς ὄψεως τοῦ ἐλέ- φαντος
<πρόβουλος>
ἔξαρχος τοῦ βουλευτηρίου. ἢ ὁ προσκεπτόμενος
<προβοῶντες>
προφωνοῦντες. ἐγκελευόμενοι. προβαίνοντες
<πρὸ γὰρ ἧκε>
προέπεμψε γάρ
<προγέν(ε)ος>
εὐγέν(ε)ος
<προγενέσθην>
παραγενέσθην
<προγενέστερος>
πρεσβύτερος
<προγενής>
ὁ προγεννώμενος
<προ[ε]γένοντο>
παρεγένοντο
<προγονεῦσαι>
προελθεῖν
<προγωνίαν>
τῶν ἠπορημένων ἡ λέξις. ἔστι δὲ ὑφασμάτιον ποικίλον, ὃ ἐπικαλυψάμενος ὁ μάγειρος θύει, ὡς ἐν Δαμασκῷ
<πρόγονοι>
οἱ πρωτόγονοι ἄρνες, οἱ δὲ μετ' αὐτοὺς <μέτας(ς)αι, ἕρ- σαι> ἁπαλοὶ καὶ τῷ ἔαρι γινόμενοι· ἔρχατο, χωρὶς (μὲν πρόγονοι, χωρὶς) δέ μέτας(ς)αι, χωρὶς δ' αὖθ' ἕρσαι
<πρόγονος>
πρόπαππος. προπάτωρ. συγγενής. ἢ πρεσβύτατος ἀνήρ
<προγόνων>
πατέρων
<προγράμματα>
ἐκθέματα
<προδανίς>
πρότερον
<προδέδαεν>
προμεμάθηκεν
<πρὸ δέ μ' ἧκε>
προέπεμψε δέ (με)
<προδέξαντες>
προδείξαντες
<πρόδηλος>
προφανής
<προδιαλαβεῖν>
......
<προδιασύρας>
παραβὰς τὰς συνθήκας
<προδικεῖν>
ἐπιτροπεύειν
<πρόδικος>
συνήγορος
<προδοκάζων>
παρατηρῶν, ἐνεδρεύων
<προδοκῇσι>
προενέδραις, προόδοις
<πρόδομος>
προστάς, πρόστωον
<προδόμῳ>
προστάδι, προστόῳ
<πρόδοσιν>
προδομάτιον
<πρόδρομα>
τὰ ἐν τῷ ἄξονι ξύλα. ἢ τὰ προακμάζοντα σῦκα
<προδωμάτιον>
τὸ πρὸ τοῦ κοιτῶνος στοΐδιον
<προεγκεῖσθαι>
προϋπάρχειν
<προεδρία>
προκάθισις. προτίμησις
<πρόεδρος>
ἀρχη(γὸς) πολιτείας
*<προέδωκεν>
προεχώρησεν
*<προέηκε>
προέπεμψεν
<πρὸ ἕθεν>
πρὸ αὑτοῦ
<προέθεσαν>
προεθυμήθησαν
<προεθέσπισαν>
προεφήτευσαν
<προεθυμήθησαν>
μετὰ προαιρέσεως προσήνεγκαν
<προ[ε]ιάψαι>
προπέμψαι
<προ[ε]ιδόμενοι>
προγνόντες
<προείλατο>
ἐπελέξατο, ἠθέλησεν
<προείλετο>
οὐ προείλατο
<προείληπται>
πρόληψιν ἔχει, ὑπονενόηται
<προειλόμην>
προέκρινα
<προείλου>
οὐ προείλω
[<πρόειμε>
πλησίον γείτων
<προείου>
καταντίου]
<προεισπεπ[τ]αικότες>
προεισελθόντες
<πρόειται>
παραδέδοται
<προε[κ]τικός>
χαριστικός
<προέλευσις>
τὸ προελθεῖν
<προέλοιτο>
προτιμήσειε
*(<προελόμενος>·) προθέμενος
<προελόμενοι>
ὁμοίως
<προελόμενος>
ἐπιλεξάμενος
<προέμβολος>
μέρος τι τῆς νεώς
<πρόεμε>
προέπεμψα
<πρόεμεν>
προέπεμψεν
<προέμενος>
προδώσας, προαφείς, ἐκδιδούς
<προεννέπειν>
προαγορεύειν
<προέντες>
προδόντες
[<προενώπια>
ἔμπροσθεν]
<προεξαναστῆσαι>
πρὸ τοῦ καθήκοντος ποιῆσαι
<προεργῆσαι>
προέσται
<προέρες(ς)αν>
προήλασαν
<προέρυσσεν>
καθείλκυσεν
<προερύσαι>
προελκύσαι
<προέρυς(ς)αν>
προε(ί)λ(κ)υσαν
<προερχόμενος>
ἐξερχόμενος, προβαίνων
<πρόες>
πρόπεμψον
<προέσθαι>
προδοῦναι
(<προέσθαι>
παραγίνεται)
<προεστηκός>
......
<προετικός>
χαριστικός
<προετύπου>
προεδήλου
<προέτυψαν>
προεχώρησαν
<προέφηνε>
προέδειξε
<προέχει>
ὑπερέχει
<προεχεῖς>
[σπουδαῖοι,] κραταιοί
<προεχόμεθα>
προβαλλόμεθα
.......
πλέον κρατοῦνται
[<προεψιᾷ>
προσαγορεύει]
<πρόῃ>
προβαλῇ
<προηγεῖται>
προοδηγεῖ, προπέμπει
<προηγητής>
ὁ προηγούμενος τοῦ ζεύγους .... καὶ ὁ χειραγωγὸς τοῦ τυφλοῦ
<προηγμένον>
προαχθέντα
<προηγόρησαν>
προεῖπον
*<προΐει>
προέπεμπε. προήρχετο
*<προῆκε>
προέπεμψεν
<προήκαμεν>
ἀφήκαμεν, παρελείπομεν
<προήκατο>
ἀπέλυσε. προέδωκε. [προσηνέγκατο]
<προήκεα>
κατὰ τὸ ἔμπροσθεν προηκονημένα
<προήκει>
ἐξέχει. προβαίνει
<προήκων>
προβεβηκώς
<προῆκεν>
ἐξῆλθε, προῆλθεν
<προῄρημαι>
θέλω
<προῃρημένοι>
προθυμηθέντες
[<προῃρήσαντες>
θελήσαντες]
<προηρόσια>
τὰ πρὸ τοῦ ἀρότου θύματα. καὶ ὁ Δῆμος δὲ αὐτὰ προαρκτούρια καλεῖ
<προήρτηται>
κρέμαται
<προήσει>
προδώσει
<προήσομαι>
προδώσω. [προδίδομαι]. προνοήσομαι. [προφέρω]
<πρόηται>
προδώσει
<προήχθη>
προετιμήθη. προετράπη
<προθέει>
προτρέχει
<προθέλυμνον>
αὐτόῤ(ῥ)ιζον
<προθελύμνους>
προῤ(ῥ)ίζους, ἀπὸ ῥίζης ἀνασπᾶν ἄλλας ἐπ' ἄλλαις· προθελύμνους ἕλκετο χαίτας καὶ <σάκος τετραθέλυμνον> τὸ θέσεις τέσσαρας ἔχον, τετρά- πτυχον
[<προθεμενισάμενος>
περιπτυξάμενος]
<προθέντα>
προβαλλόμενον. ἐπαγγειλάμενον
<προθεώμενος>
προορῶν
<πρόθεσις>
προαίρεσις. προάπλωσις
<προθεσμία>
καιρός, ὅρισις, διορία, ὅρισμα
<προθεσπίζοντα>
προστάττοντα. ἢ προμαντευόμενον
<προθεσπίζων>
προφητεύων
<προθέων>
προτρέχων
[<προθήβαι>
ἄρτιοι, ἀκμάζοντες]
<πρόθημα>
δόμα, ἢ ἅτι πρόσθημα καὶ προσθήκη. ἡ πλεκτά[μέ]νη
<προθορών>
προπηδήσας
<προθυμία>
χαρά
<προθύμως>
ἱλαρῶς
[<πρόϊαι>
ἄπιοι, αἱ πρῶται γινόμεναι]
<προϊάλλειν>
προπέμπειν. προτιθέναι
<προΐαλλεν>
προέπεμψεν
<προΐαψεν>
προέπεμψεν. προδιέφθειρεν. δηλοῖ δὲ διὰ τῆς λέξεως τὴν μετ' ὀδύνης αὐτῶν ἀπώλειαν
*<προῖκται>
προδίδωσι
<προϊείς>
προπέμπων
<προΐεμαι>
προδίδομαι
<προϊεμένη>
προβαλλομένη
<προϊέμενοι>
ἀπολύοντες. παραχωροῦντες. ἀποῤῥίπτοντες
<προϊ(ε)μένου>
προδόντος
<προϊέναι>
προπέμπειν
<προΐενται>
προάγονται
[<προΐε[ς]ται>
προσποιεῖται. προσέρχεται]
[<πρόϊζα>
πρῴην]
<προϊζήσαντες>
προσκομίσαντες
<προΐηλε>
[προετιμήθη. καὶ] ἐπεξέτεινεν
<προΐθες>
προφανῶς. προβεβηκώς
<προῖκα>
δωρεάν, φερνήν. πᾶν γὰρ δῶρον <προίξ>
<προικός>
πονηρός. οἱ δὲ μωρός. [πτωχός]
<προϊκέσθαι>
ἐφικέσθαι
<προΐκτης>
πτωχός, προσαιτητής
[<πρόϊ με>
προδώσεις με
<πρόϊμον>
σῦκον προακμάζον
<προΐομαι>
παρέρχομαι
<προϊόντες>
προδόντες
<προίρης>
πρώρας
<προϊσμένη>
προβαλλομένη
<προΐσταται>
ἐπιπολάζει]
<προΐστορες>
μαρτυροῦντες
<προΐσχεται>
προβάλλεται
<προϊσχόμενος>
προβαλλόμενος
<προϊσχομένου>
προτείνοντος χεῖρα. δίκαιον προβάλλοντος
<προΐσχονται>
προβάλλονται
<προΐσχοντο>
ἔδοξαν
<Προιτίδες>
χάριτες
<προϊχνεύει>
θεραπεύει
<προϊών>
παρών
<πρόκα>
εὐθύς, ἐξαίφνης. [δρόσος]
[<προκαδέστερον>
προυργιαίτερον]
<προκαλεῖσθαι>
ποτὲ μὲν ἐπὶ τοῦ ἀλαζονικοῦ, εἰς ἅμιλλαν ἀρετῆς καλεῖσθαί τινα· ποτὲ δὲ ἐπὶ τοῦ ἀγομένου καὶ προτρεπομένου
<προκαλεῖται>
καλεῖ, προτρέπει
[<προ[κ]αλέστερον>
ἑτοιμότερον]
<πρόκας>
ἐλάφους
<προκαταβολή>
ἐνθήκη
<προκαταθήγεσθαι>
προακονᾶσθαι
<προκαταθήσεσθαι δεῖ>
προκομίσασθαι δεῖ
[<πρόκαυτα>
προειρημένα, προηκουσμένα]
<προκείμενα>
παρακείμενα
<πρόκειται>
παράκειται
<προκελήδης>
προκελεῦσαι
<προκέοιτο>
προκείμενος εἴη
<προκεχηνότες>
πρὸς τὰ ἄνω βλέποντες
<προκεχειρισμένον>
προβεβλημένον. ἡτ(ο)ιμασμένον
<προκιθώνιον>
τὸ πρόρινον
[<πρόκλησις>
κλῆσις ἐπὶ δίκης]
<πρόκλητος>
πρόθυμος, ἀπὸ τοῦ κληθῆναι
<Προκλόνιον>
τόπος Θεσσαλίας
<πρόκλυτα>
τὰ προειρημένα, προηκουσμένα
<πρόκνις>
εἶδος ἰσχάδων
<προκόλπιον>
τὸ πρὸ τοῦ κόλπου, ἢ πρὸ τοῦ σκοποῦ
<προκομίδην>
προκομίζει
[<προκομίων>
προλειμάτων]
<πρόκον>
ἠλίθιον
<προκόνδυλα>
τὰ μετὰ τοὺς κονδύλους ἐν ταῖς χερσί
<Προκόν(ν)ησος>
πόλις, καὶ νῆσος παρὰ Κύζικον
<πρόκοος>
[πόλις. ἢ] πονηρός
<προκοπῆς>
αὐξήσεως
<προκοττίς>
ἡ χαίτη
<πρόκοττα>
εἶδος κουρᾶς, ἢ κεφαλῆς τρίχωμα· <κοττὶς> γὰρ ἡ κεφαλή. καὶ οἱ ἀλεκτρυόνες <κοττοὶ> διὰ τὸν ἐπὶ τῇ κεφαλῇ λόφον
<πρόκρισις>
προτίμησις
<πρόκριτον>
ἐκλεκτόν, ἐκλελεγμένον
<Πρόκρις>
θυγάτηρ Ἐρεχθέως
<πρόκροσσαι>
ἐπάλληλοι, ἄλλαι ἐπ' ἄλλας. καὶ ναῦς αἱ κατ' ἀλλήλων νενεωλκημέναι. ὅτι οἱ κροσσοὶ τὰ ἄκρα· ἢ ἀντικέφαλοι
<προκρόσσας>
ἄλλας ἐπ' ἄλλαις, κλιμακηδόν
<πρόκροσσον>
οὐ καθαροῦν, κλιμακωτόν
<προκυκλίς>
ἡ π<ε>μνήστρια
<προκυλινδούμενος>
προκυλιόμενος
<πρόκυμον>
πρόθυμον
<προκυνεῖν>
τὸ ἐγχωρεῖν
<πρόκωνα>
τὰ ἐκ τῶν μὴ πεφρυγμένων κριθῶν ἄλφιτα
<πρόληψις>
πρόγνωσις
<προλόβιον>
τὸ προέχον τοῦ λοβοῦ
<προλογίζει>
προλέγει
<προλόγια>
θυσία πρὸ τῶν καρπῶν τελουμένη, ὑπὸ Λακώνων
[<πρόλογος>
ὁ περιτιθέμενος τοῖς προελθοῦσιν ἐπὶ δεῖπνον. καὶ ὁ γαρ- γαρεὼν τῶν ὀρνίθων, ὃν οἱ παλαιοὶ πρηγορεών]
*<πρόμαχοι>
βασιλεῖς. καὶ τὰ τείχη. <προμαχῶνες> δὲ οἱ ἐπὶ τῶν τειχῶν πρόβολοι
<προμάδδας>
μάζας προμεμαγμένας
<πρόμαλος>
μυρίκη. ἢ ἄγνος
<προμαλχατεύειν>
μετατροπεύειν
<προμαχεών>
πύργος
<πρόμαχος>
ὑπὸ Κρητῶν μᾶζα ἑβδομαίῳ παιδίῳ γινομένη
<προμέν>, λέγοντες προαγωγοί
<προμένε(ι)οι>
ῥοιαί τινες
<προμήθεια>
πρόνοια, ἐπιμέλεια
<προμηθέστεροι>
προνοητικώτεροι
<Προμηθεύς>
ἐπικινδύνους ἐπισφαλῶς ἔχων. καὶ ὄνομα
<προμηθής>
σώφρων
<προμηθούμενος>
προνοούμενος, προβλέπων
<προμήτωρ>
πατὴρ μητρός
<προμνηστῖνα(ι)>
ἑτέρα πρὸ τῆς ἑτέρας. οἱ δὲ ἑξῆς καὶ ἐκ διαστη- μάτων ἀναμένουσαι ἀλλήλα[ι]ς
<προμνηστ[ι]ῖναι>
ἐπὶ μίαν. ἀπὸ τοῦ προσμένειν
<προμνήστρια>
ἡ συνιστῶσα ἀλλήλοις τοὺς γαμοῦντας
<προμνώμενοι>
προμνηστευόμενοι
<πρόμοις>
προμάχοις, προαγωνισταῖς, προστάταις, προηγουμένοις
<πρόμολε>
πρόελθε
<προμόλη>
ὁδός. προσδόκησις
<προμόνη>
πρόμαχος. ἀντίδικος
[<προμόνης>
προπετὴς καὶ προ[ς]πεσών. οἱ δὲ πρόθυμος. προ[ς]νενευ- κώς]
[<πρόμου> ..
πρόβουλος]
<πρόμοχθοι>
τὰ προβεβλημένα τῶν τοίχων
<προμυλαία>
θεὸς ἱδρυμένη ἐν τοῖς μυλῶσι
<προμυχθίζει χαλκοδεσμῶν ὁπλῶν>
ἀντὶ τοῦ πρός(ω) χωρεῖ[ου]
<Πρόνεως>
Ποσειδῶν
<Προναίας>
Ἀθηνᾶς τέμενος ἐν Δελφοῖς
<προνοεῖ>
ἐπιμελεῖται
<πρόνοια>
προενθύμησις, ἐπιμέλεια, φροντίς
<προνομαία>
προβοσκ[ης]ίς
<προνομεύει>
θεσπίζει. ἁρπάζει, κατασύρει, αἰχμαλωτεύει
<προνομία>
τὰ ὀφειλόμενα τῷ ἀξιώματι. ἢ ἡ ἐκ τῶν νόμων ἐξουσία. ἢ διαρπαγή
<προνομ(ι)ῶν>
προλημμάτων
<προνοοῦ>
ἐνθυμοῦ, ἐπιμελοῦ
<προνωπής>
προτεταμένος. προνενευκώς. οἱ δὲ προπετής, ἕτοιμος, πρό- χειρος
<προνώπια>
τὰ ἔμπροσθεν τῶν πυλῶν, καθάπερ <ἐνώπια> τὰ ἔνδον, ὅπου αἱ εἰκόνες τίθενται
<προνώπιον>
τὸ προκείμενον, οἷον πρόθυρον
<προξενεῖ>
μαρτυρεῖ
<πρόξενοι>
οἱ προστάται, καὶ ξενίας ἐπιμελούμενοι, ἤγουν τοὺς ξένους ὑποδεχόμενοι
<πρόξενος>
φίλος, ὁ ἐν τῇ ἑαυτοῦ ξένων προϊστάμενος
<προοικίαι>
παρὰ Κλειτοδήμῳ [ἐν ἴσῳ τῷ δήμῳ
<προοίμιον>
πρόλογος, ἀρχὴ παντὸς λόγου
<πρόοιντο>
παραδώσουσι, δώσουσιν
<προολεῖ>
καταλειπεῖ
<πρόοπτον>
προφανές
<πρὸ ὃ τοῦ>
οὗτος πρὸ τούτου, ἢ ἕτερος τοῦ ἑτέρου
<πρόουρον>
τὸ ἀπόσταγμα τῆς σταφυλῆς, πρὶν πατηθῇ
[<προπαδίζων>
προβαίνων πρὸ τῆς ἀσπίδος]
<προπαιδεύματα>
προμαθήματα
<προπαίσω>
προαγωγός, μαστροπός. [καὶ μάντις. μαστρόπευσις
<προπαλῶς>
δαψιλῶς
<προπάροιθεν>
ἔσθ' ὅτε ἐπὶ χρόνου· εἰ δ' ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν
<πρόπας>
ἅπας
<προπάστεον>
τὸν πρὸ τῆς παστάδος τόπον
<προπάτωρ>
πατρὸς πατήρ
<προπεπηλάκισται>
καθύβρισται
<προπέποται>
προδέδοται
[<προπεριζόμενος>
ἀγκαλιζόμενος]
<προπέτηλον>
πεποίηται ἀπὸ τοῦ <προπίπτειν>
<προπετής>
προπίπτων πρὸ τοῦ λογισμοῦ
<προπέφανται>
φανερόν ἐστι
<προπεῶντες>
προεστῶτες
<προπηλακίζει>
ἐρεθίζει. κολακεύει. ἢ ὑβρίζει, ἀδικεῖ, ἐξουδενεῖ
<προπηλακισμός>
ἐρεθισμός ἐξουδένωμα
......
φιλόνεικος. κολακευτής. ὑβριστικός, ἄδικος
[<προπηνές>
ἔμπροσθεν κατωφερές]
<προπίονι>
εὐθεῖ
<προπίωμεν>
διὰ τοῦ οἴνου τιμήσωμεν
<πρόποδες ὄρους>
τῶν ὀρῶν τὰ προὔχοντα. καὶ τὰς προκειμένας τῆς Αἰγύπτου νήσους
<προποδίζων>
προβαίνων
<προποδών>
ἔμπροσθεν
<πρόπολοι>
ὑπηρέται, δοῦλοι. νεωκόροι. προφῆται
<προπρηνές>
ἐπὶ πρόσωπον. ἢ ἔμπροσθεν κατωφερές
<(προ)προκυλινδό[ύ]μενος>
τοῖς ποσί. πρὸ τῶν ποδῶν κυλιόμενος. οἱ δὲ εἰς τὸ ἔμπροσθεν πορευόμενος
<προπτόρθια>
ἐν τοῖς ἄξοσιν ἡ λέξις φέρεται
<Προπυλαί(α)>
ἡ Ἑκάτη
<προπύλαιον>
πρόθυρον
<πρόπωνα>
εὐκρατῆ. εὔφημα. πρόχειρα, ἕτοιμα, ἀνεμπόδιστα
<πρόρινον>
τὸ μεταξὺ τῶν σαρκῶν καὶ τοῦ δέρματος
<πρόῤῥιζον>
σὺν ταῖς ῥίζαις ἀνασπώμενον
<πρόῤῥησιν>
πρόλεξιν, προφητείαν
<πρόῤῥησις>
λόγος. καὶ τὰ ὅμοια
<πρός>
πρόθεσις. καὶ ξύλον ἐν Αἰθιοπίᾳ. καὶ ἀντὶ τοῦ ἐπί
<πρὸς ἀγαθόν>
ἐπ' ἀγαθῷ, ἐπὶ καλῷ
<προσαγγελία>
προσαγωγή
<προσάγει>
προσέρχεται. προσφέρει
<προσαγηόχασι>
προσήγαγον
<προσαγόμενον>
ἀγαπήσαντα. προ(ς)κτησάμενον
<προσαγορεύει>
ἀσπάζεται
<προσαγορεύσας>
προσειπών. καὶ τὰ ὅμοια
<προσαγορεύουσι>
καλοῦσι
<προσαγωγή>
προσέλευσις
<προσαγώγιον>
διαβήτης, [ἢ] τὸ τῶν τεκτόνων ὄργανον
<προσαθύροντα>
προσπαίζοντα
<προσαιθ[ε]ρίζουσα πόμπιμον φλόγα>
πρὸς τὸν αἰθέρα ποιοῦ- σα, ὥστε ἄνω πέμπεσθαι τὴν φλόγα
<προς.αίνων>
προσελκόμενος, προσαγόμενος
<προσαίταις>
πτωχοῖς
<προσακές>
ἐγγύς
<πρὸς ἀκεσμόν>
πρὸς ὑγείαν
<προσάκτριδες>
οἱ τῆς μηλολόνθης πρὸς τῷ στόματι μικροὶ πόδες
<προσαμύνομεν>
βοηθοῦμεν
[<προσανεύουσαν>
εὐτρεπίζουσαν, στρωννύουσαν]
<προσαν[τ]έχειν>
προσκεῖσθαι
<προσάντης>
σκληρός, ἐναντίος, δυσχερής, ἐχθρός, ἀηδής
<προσαντίον>
ἐναντίον, ἀντίπαλον
*<προσανέχων>
προσμένων. κουφίζων
<προσάνων>
προσαύξων. <Ἄνειν> γὰρ τὸ αὔξειν, καὶ αὐτὴν τὴν αὔ- ξησιν
[<προσαπῆλαι>
τιμῆσαι
<προσαπειλή>
τιμή]
<προσάπτει>
προσπλέκει, συνάπτει
<προσαρασσόμενον>
προσρησσόμενον
<πρὸς ἄρκτον>
[πρὸς μεσημβρίαν]
<προσαύξω>
προ[ς]άγω
<προσαυρίζουσα[ι] χερσαίᾳ τροχῇ>
ὑπὸ τῆς αὔρας ἡ <νοτὶς> προσπίπτουσα τῇ τροχῇ. δύναται δὲ οἷον καταλαμβάνουσα· <ἐπαυ- ρεῖν> γὰρ τὸ καταλαμβάνειν καὶ ἐπιτυγχάνειν
<πρὸς αὔριον>
εἰς αὔριον
<προσαυρών>
προστυχών
[<προσαυσιάτω>
προσφωνείτω]
<πρὸς αὐτήν>
περὶ αὐτήν
<πρὸς αὐτοῦ>
παρ' αὐτοῦ
<πρὸς ἀφοσίωσιν>
πρὸς τιμήν
<προσάψας>
συνάψας
<προσβαίνει>
ἐγγίζει
<προσβάλλοιντο>
πρὸς τῶν ἄλλων ἔβαλον τῆς ἀθλήσεως
<προσβαλών>
προσελθών
*<πρόσβαλον>
προσκατακλίθητι
<προσβλητόν>
κολλητόν
<προσβολή>
τῶν ἀθλητῶν ἡ συναφή, καὶ κατοχή, καὶ ἡ ὁρμή
<προσβ(ωμ)ολοχεῖ>
πρὸς χάριν λέγει
<πρόσγειος>
ταπεινός
<προσγίνεται>
[προσδέ
<προσγράφει>
προσκρίνει
<προσδεῖται>
προσδέεται
<προσδέδορκας>
προσεῖδες
<πρὸς δέ με>
πρὸς δὲ τούτοις ἐμέ
<προσδέχεται>
προσποιεῖται
<πρὸς Διός>
παρὰ τοῦ Διός
<προσεβήσατο>
προ(ς)έβη
<προσδιατρῖψαι>
χρονίσαι
<προσεγκεῖσθαι>
ἐγκεῖσθαι, ἐπικεῖσθαι
<προσεδρεύει>
σχολάζει
*<προνομή>
ἁρπαγή
<πρόσεδρος>
ὁ παρακαθήμενος. σχολάζων
[<προσέθω>
προσθήσω]
<προσειζήσαντες>
προσκομίσαντες
<προσεῖναι>
ἐνυπάρχειν
<πρόσειπε>
ἄσπασαι, προσαγόρευσον. προσκύνησον
<προσείσας>
προ[ς]ανακινήσας, καὶ οἷον ἀπαγγείλας. ἀπὸ τῶν περι- αγόντων τὰ τετράποδα, ὅπου βούλεται. τοὺς γὰρ θαλλοὺς σείοντες ἐπεδίδοσαν
<πρόσεισι>
προσέρχεται
[<προσεικάμενοι>
προσλαβόμενοι]
<προσεκτέα>
σπουδαστέα
<προσεκτέον>
τὸ προσέχειν, κελευστικῶς
<προσεκτικώτεροι>
νηφαλιώτεροι
[<προσέλει>
προπηλακίζει]
<Προσελήνιδες>
αἱ Ἀρκαδικαὶ νύμφαι
<προσελιάσθη>
λίαν προσήγγισε
<πρὸς ἑλιφερές>
πρὸς τὸ κεκλεισμένον
*<προσελθών>
προσβαλών
<προσεμάξατο>
κατεμάξατο
<πρὸς ἐμαυτόν>
ἐν ἐμοί. εἰς ἑαυτόν
.....
προσεπλ(ά)κη. ἐπλησίασεν
<πρὸς ἐμοῦ>
πρὸς ἐμέ. <π>.
<προσεμπεδοῦντες>
ἐπιβεβαιοῦντες
<προσεμπρῆσαι>
καῦσαι
<προσεννέπει>
προσαγορεύει
[<προσενοῦσί με>
προσβάλλουσι, προσέρχονται]
*<πρὸς ἐνώπια>
ἔμπροσθεν πρὸς τοὺς κατάντικρυς τῆς ἀνατολῆς
<προσενηνόχασι>
προσαγηόχασι
<προσεπέλασε>
προσήγγισεν
<προσεπεμβαίνει>
ἐπιβαίνει, ἐπιτωθάζει, ἐπιγελᾷ
<προσέπηξαν>
προσήλωσαν
<πρὸς ἐπίβασιν>
πρὸς βάδισιν
<προσεποι[ή]σω>
προσεπάξω
<προσεποιήσω>
ἐσχηματίσω
<προσερεύγεται>
ἐρεύγεται
<προσερήσομαι>
ἐπερωτήσω
*<προσεράχατοι>
τεταγμένοι ἦσαν
<προσερπύσῃ>
προσέλθῃ
[<προσέσθαι>
ἐκδοῦναι]
*<προσέτι>
πρὸς τούτοις
<προσέσχε>
προσῆλθε. προσέπλευσε, προσώρμησεν
<πρὸς εὐθεῖαν>
πρὸς ὀρθότητα
(*)<προσερ(ρ)ύη>
προ(ς)ῆλθεν
<προσέφυ>
προσεγένετο
<προσέφη>
προσεῖπεν
<προσεχές>
ἐγγύς. νῆφον, νουνεχές
<προσεχεῖ>
ὁμοίως
<προσεχής>
γείτων. σπουδαῖος
<προσεχῶς>
σπουδαίως
<προσεψιά>
προσαγόρευσις, καὶ ἡ πρός τινα ὁμιλία
<πρὸς ἕω>
πρὸς ἀνατολήν
<πρὸς ζόφον>
πρὸς δύσιν
<προσηγορία>
ὀνομασία
<προσήγορος>
προσκυνητής
<προσήϊκται>
προσέοικε
<προσηκάμενοι>
προσλαβόμενοι
<προσήκατο>
προσηνέγκατο
<προσήκει>
πρέπει. διαφέρει. χρή. ἁρμόττει. συμφέρει
<προσήκοντες>
συγγενεῖς
<προσηκόντως>
ὀφειλόντως. πρεπόντως. ὀφειλόμενον. δεόντως
<προσήλια>
πρὸς ἀνατολήν
<προσήλωσαν>
προσέπηξαν. ἐσταύρωσαν
<προσήλωται>
ἀνεσταύρωται
<προσήλυτος>
πάροικος. ἀλλοεθνής
<πρὸς ἡμῶν>
ὑπὲρ ἡμῶν
[<προσήναντες>
βλάψαντες]
<προσηνές>
καλόν. ἡδύ. ἐπιεικές, ἀγαθόν, πρᾷον, χρηστόν
<προσηνής>
προσφιλής
<προσηνῶς>
ἡδέως. καὶ τὰ ὅμοια
[<προσήνεον>
ὑψηλόν. τίμιον]
<προσήρενε>
προσέθιγεν
<προσηρτημένοι>
.... κεκολλημένοι
<πρό(ς)ηται>
προσεγγίζει
<προσηύδα>
προσεῖπε, προσελάλει
<προσηύρετο>
προσέτυχε. προσηγάγετο
<πρὸς ἠῶ>
πρὸς ἀνατολήν
<προσθεῖναι>
τὸ παραδοῦναι τῷ ἐωνημένῳ ὑπὸ κήρυκι· ὅπερ νῦν <κῦρσαί> φασι
<προσθείς>
προσθήκην λαβών
<προσθέματα>
τὰ πυγιαῖα
<πρόσθεν>
ἔμπροσθεν. πρὸ τούτου, ἄνωθεν ἢ ἔνθεν
[<προσθέοντα>
ἔμπροσθεν τρέχοντα]
<πρὸς θεοῦ>
τὸ τυχόν. Ἀττικοὶ δὲ <χάριτι θεοῦ> φασιν εἶναι
<προσθέσεις>
δευτερώσεις
<πρὸς θεόν>
κατὰ τὸν θεόν. ἐπὶ τὸν θεόν
<πρόσθη>
πρόσθεσις
<προσθιάξειν>
ἀφελεῖν τὰς ἐκ τῆς ὀσφύος τρίχας
<πρόσθ' ἵσταμαι>
προΐσταμαι. ἐμποδίζω. ὑπερμαχῶ
*<προΐσταται>
ἐπιπολάζει. προσκόπτει
<προσίασι>
προσέρχονται, προσφέρουσι
<προσίει>
ἐγγίζει
[<προσίεμεν>
προσερχόμεθα]
<προσίενται>
προσάγονται
<προσίεσθαι>
ἐφέλκεσθαι. προσφέρεσθαι
<προσίεται>
ἀρέσκεται. προσδέχεται, ἡδέως λαμβάνει
<προσιζῆσαι>
προσκαθεσθῆναι
<προσιζήσαντες>
προσκομίσαντες
<προσιζήσας>
προσκαθίσας
<πρόσιθι>
πρόσελθε
<προσίκτορος>
προσικέτορος ἀπὸ τοῦ προσικνεῖσθαι τοὺς ἱκέτας
<πρόσιμεν>
προσερχόμεθα. πρεσβεύομεν
<προσίναντες>
βλάψαντες
<προσιοῦσα>
παρερχομένη
<προς(.)ίρων>
προσάπτων
<προσίπταται>
προπέτεται
<προσίσχεται>
προσβάλλεται
<προσιτόν>
ᾧ δύναταί τις προσελθεῖν
<προσιών>
προσελθών, προσερχόμενος
<προ[ς]καταγνούς>
πρὶν καταπτύσας
<πρόσκειται>
ἐκ προσθήκης κεῖται
<πρὸς κέντρα λακτίζῃ>
παροιμία ἐπὶ τοῦ κατὰ τῶν ἐναντίων τι λέ- γειν ἢ πράττειν
<προσκηδεῖς>
κατ' ἐπιγαμίαν οἰκεῖοι
<πρόσκηπτε>
προσήμαινε, πρόλεγε, προμήνυε
<προσκλήδην>
προσκαλεσάμενος
<πρόσκλησις>
προτροπή, ἢ πρόσριψις ἐπὶ δίκης
<προσκομίσατο>
προσηνέγκατο
<προσκομιστέον>
προσενεκτέον
<προσκομιδή>
ἀναφορά
<πρόσκομμα>
ζημία. βλάβη
<προσκόπτειν>
ἁμαρτάνειν. προβλέπειν
<προσκοπήν>
σκάνδαλον
<προσκορῆ>
ἀνηδῆ, ἀχαρῆ
*<προεικρόσσας>
ἄλλας ἐπ' ἄλλας κλιμακηδόν
<προσκροῦσαι>
παροργίσαι. προσηλῶσαι
<προσκρούνιον>
πρόφραγμα
<προσκυνεῖ>
προσπίπτει
<προσκυρεῖ>
προσεγγίζει
<προσκυροῖ>
βεβαιοῖ
<προσλαζόμενα>
προσλαμβανόμενα
<προσλαζύμεναι>
προσλαμβανόμεναι
<πρό[ς]ληψις>
γνῶσις
<προσλιπαρῆσαι>
παρακαλέσαι
<προσμελοῦ>
ἐπιμελοῦ
<προσμίξας>
προσελθών. συνάψας
*<προμνήστρια>
προξενοῦσα νυμφίους ἢ νύμφας
<προσόδιον>
ᾠδή, θεοῦ ὕμνον περιέχουσα
<πρόσοδος>
ἔντευξις. ἢ κέρδους προσθήκη
<προσοικίσαντες>
προσκαθίσαντες
<πρόσοικος>
οἰκεῖος, ὁ πλησίον οἰκῶν
<πρὸς οἷμον>
πρὸς τὴν ὁδόν
<προσοίσεσθε>
προσδέξησθε
<προσοκ(ε)ῖλαι>
προσορμίσαι εἰς τὴν γῆν
<πρὸς ὄλεθρον>
πρὸς θάνατον
<προσόν>
ἐνυπάρχον
<πρόσον>
ὤθησον
<προσορμίσαντες>
προσοκείλαντες
<πρὸς οὔριον>
πρὸς εὐθές, ἐπιτήδειον
<πρὸς οὐρίου>
τὰ αὐτά
<προσοχή>
κατανόησις. νῆψις
*<προσοχθισμός>
πρόσκρουσις. δεινοπάθεια. πάθος γνώμης. συμ- πάθεια
<πρόσπαιον>
πρόσφατον, νέον
<προσπαλαίει>
......
<προσπελάζει>
προσεγγίζει
<προσπέζω>, προσπελάζεται
<προσπεριβάλλεται>
προσπεριλαμβάνεται
<προσπέφυκεν>
ἐκ φύσεως συνῆν
<προσπήγματα>
μέρος τι τῆς νεῶς
[<προσπήξομαι>
προσκυνήσω]
<προσπίπτω>
λιπαρῶ. ἱκετεύω
<προσπλάζει>
προσπελάζει
<προσπλήξω>
τύψω
<πρόσπολοι>
πρόπολοι. θεράπαιναι. θεράποντες, δοῦλοι
*<προσποιεῖται>
σχηματίζεται
<προσπορισθέν>
ἐπινοηθέν
<προσπταίει>
σκανδαλίζει
<πρόσπταισμα>
πρόσκομμα
<προσπταίοντες>
προσκρούοντες, προσκόπτοντες
<προσπτύξομαι>
<προσπτύξομαι>
ὑποβαλῶ. παραμυθήσομαι
<προσπτύσσεται>
προσάγεται. προσέλκεται. προσαγορεύει, ἀσπάζεται
<προσραίνουσι>
προσβάλλουσι
(<προσρέουσι>)
προσέρχονται
<πρόσρησις>
προσηγορία, ἀσπασμός
<προσριπτούμενον>
τοῖς κύμασι περικρουόμενον, κυματιζόμενον
<προσρυέντων>
προσελθόντων
<προσήει>
προσεπεῖχεν. προσθέει
[<πρόσημον>
ἐπὶ θανάτου προσαγομένου]
[<προσήναντες>
βλάψαντες]
<πρός(ς)ω>
πόῤῥω ἔμπροσθεν, μακρὰν εἰς τοὔμπροσθεν
<προσώτερον>
ἐξώτερον
<προσταθείη>
.....
<πρὸς τάνδ[ε]' αὐλάν>
πρὸς ταύτην τὴν αὐλήν
*<πρὸς τάν>
πρὸς ταύτην
*<πρὸς τάνδε>
ὁμοίως
<προστασία>
κυβέρνησις
<προστατήριος>
τὸν Ἀπόλλωνα οὕτω λέγουσι, παρόσον πρὸ τῶν θυ- ρῶν αὐτὸν ἀφιδρύοντο
*προστα<τ>τ οἱ μέτοικοι. καὶ οἱ μὴ ἔχοντες ἀπροστασίου ἐδιώκοντο
*<πρόσταμα>
κοιτών
*<προστάς>
πρόστωον
<προστάτου>
ὥστ' οὐ Κρέοντος προστάτου γεγράψομαι ἀπὸ τοῦ Ἀθήνησι νομίμου. ἀνάγει δὲ εἰς τοὺς ἥρωας. ἔνεμον γὰρ προστάτην οἱ μέτοικοι· καὶ οἱ μὴ ἀπογραφόμενοι τοῦτον, ἀπροστα- σίου δίκην ὤφειλον
<προ(ς)τερ[α]νισάμενος>
προσπτυξάμενος
<πρὸς τέρμασι>
πρὸς τὰ τέλη
<προστήσας>
προαγαγών
<προστιβάζεται>
μερίζεται. προσπορεύεται
<προστιμᾶται>
κατακρίνεται
<πρόστιμον>
ζημία. παραγραφή
<πρόστομον>
ἐπὶ ξίφους κεῖται
[<πρὸς τοῦ>
πρὸς τοῦ ἑτέρου]
<πρὸς τοὐμφανές>
εἰς τὸ φανερόν
<προστρεπόμενοι>
σέβοντες, τιμῶντες, προσκυνοῦντες
<προστρίβεται>
προσπήσσεται
<προστρόπαιος>
φονιός, μιαρός, αἵματι μεμιασμένος. καὶ πρός τινα τρεπόμενος δεήσει καθάρσεως
<προστροπαίω>
ἱκετεύω
<προστροπαίων>
ἱκετευσίμων, καὶ ἱκετῶν
*[<προστραπέσθαι>
ἀποτραπῆναι. προθυμηθῆναι]
<προστροπῇ>
ἱκετείᾳ
<προσπρόσοδος>
τιμή
<πρόστροπον>
πρόσαντες
<πρόστροχον>
στρογγύλον
<προστυχών>
ἀπαντήσας
<προστώῳ>
κοιτῶνι
<πρὸς ὑποτύπωσιν>
πρὸς σημεῖον
<προσυπουργεῖσθαι>
ὑπηρετεῖσθαι
<προσφανῆ>
Θεόφραστος ἐν Μεταλλικῷ χρυσίου συῤῥοάς
<προσφάσθαι>
προσειπεῖν
<προσφάτης>
πλάγιος πεσών
<πρόσφατον>
τὸ ἀρτίως γινόμενον, νέον, νεαρόν
<προσφερεῖς κόρας>
ὁμοίας ἀλλήλων κόρας
<προσφθέγγεται>
ἀσπάζεται
<προσφιλεστάτοις>
ἀγαπητοῖς
<πρόσφορα>
τὰ ἐπιτηδείως προσφερόμενα
<πρόσφορον>
ἐπιτήδειον, ἁρμόζον. οἰκεῖον. ἀκόλουθον
<προσφοῦσα>
ἐνδακοῦσα
<πρόσφυγα>
καταφυγόντα
<προσφυείς>
προσπλακείς
<προσφυές>
προσῳκειωμένον
<προσφυεστέροις>
προσοικειωθεῖσιν
<προσφυῆ>
προσεοικότα. ἁρμόζοντα
<προσφύς>
προσπλακείς, περιπλακείς
<προσφῦσα>
ἐνδακοῦσα
<προσφωνεῖ>
προσαγορεύει
<πρὸς χάριν>
πρὸς τέρψιν
<πρόσχες>
ἐπίβλεψον
<πρόσχημα>
πρόφασις. ὑπόκρισις. προκάλυμμα
<προσχίσματα>
εἶδος ὑποδήματος, ἐσχισμένον ἐκ τῶν ἔμπροσθεν
<προσχόμενον>
προτείναντα
<προσχωρεῖ>
συμμίσγεται
<πρόσχορος>
ὁ παρὰ τῷ χορῷ γινόμενος
<πρόσω>
ἔμπροσθεν, πρὸ τούτου
<προσῳδία>
μετ' ὀργάνου ᾠδή
<προσωθεῖται>
προστρίβεται
<πρός.ω καὶ ὀπίσω>
ἐν τῷ ἔμπροσθεν, ὅ ἐστι μετὰ ταῦτα, καὶ ἐν τῷ παρελθόντι χρόνῳ. ἢ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα
<προσώκειλε>
προσώρμισε εἰς γῆν
<προσών>
ἐνυπάρχων
*<πρῶσον>
ὤθησον
[<προσωπαιδοῦντες>
ἐπιβεβαιοῦντες]
<προσωπεῖον>
ἡ νῦν καλουμένη τῶν γυναικῶν <προσωπίς>
<προσωπεῖον>
σχηματισμός
*<πρόσωπον>
ἐστὶ συνδρομὴ ἰδιοτήτων
*<πρόσωπον>
τὸ πρόσωπον. Ὅμηρος
[<προσώπη>
πρόσοψις]
<Προσωπῖτις>
νῆσος ἐν Αἰγύπτῳ
<προσωποποιΐα>
ὅταν πρόσωπον ὑποθέμενός τις εἴπῃ τι
<πρόσω πορεία>
προκοπὴ ὁδοῦ
<προσωποῦττα>
Πολέμων ἀγγεῖον χαλκοῦν, ἔχον ἐπὶ τοῖς χείλεσι πρόσωπα, ἐν ᾧ τὰ ἱερὰ ἔπεμπον
<προσώτατα>
ἐσώτατα
<προσωτέρω>
ἐγγυτέρω πρὸς γένος
<πρ[ος]ῶσιν>
προ[ς]ώθησιν. ἢ πρὸς ὄψιν, οὐ καλῶς
<προσώχθισα>
ἐμίσησα. προσέκοψα. περιεκάκησα. προσήγγισα
<προταίνιον>
πρὸ μικροῦ
<προταίνιον>
παλαιόν
<προταμεῖν>
τεμεῖν
<προτάξω>
προκρίνω
<προτάξεως>
φανερᾶς μάχης
<πρότασις μετ' ἐπιτάσεως>
ἢ ἐρώτησις
<προτεθειμένον>
ἡπλωμένον
<προτείνεται>
δίδει. ὑπισχνεῖται
<προτέλεια>
ἡ πρὸ τῶν γάμων θυσία, καὶ ἑορτή. <τέλος> γὰρ ὁ γά- μος, ἀπὸ τοῦ εἰς τελειότητα ἄγειν
<προτελειωσαμένη>
προμυησαμένη
<προτεμενίσματα>
προπύλαια ναῶν
<προτένθαι>
λίχνοι προαρπάζοντες
[<προτενίσματα>
προπύλαια]
<πρό τ' ἐόντα>
προγεγονότα
<προτερεῖ>
προὔχει, τὰ πρωτεῖα λαμβάνει
<προτέρημα>
πρόκριμα, προτίμησις
<πρότεροι>
προγενέστεροι
<προτέρω>
εἰς τοὔμπροσθεν οὐδ' ἄρα μοι προτέρω ν(ῆ)ες κίον
<προτετύχθαι>
προγεγονέναι
[<προτεύοντα>
προγεγενημένα]
<προτιάπτω>
προπέμπω
<προτὶ ἄστυ>
εἰς τὴν πόλιν
<προτιβάλλεαι>
προ(ς)βάλλῃ. μισεῖς, καὶ ἀποστρέφῃ, ὡς καὶ Ἀττι- κοὶ λέγουσι· <προ(ς)βάλλομαι τοῦτον>. οἱ δὲ κωλύεις· ἀπὸ τῆς κατὰ τοὺς πύκτας προ(ς)βολῆς. ἔστι δὲ ἀναπόδεικτον παρὰ Ὁμήρῳ· ταύτην δ' οὔτ' ἔπ(ε)ϊ προτιβάλλεαι οὔτε τι ἔργῳ
<προτίδεγμαι>
προσδέχομαι
<προτιδέγμεναι>
προσδεχόμεναι
<προτιδέγμενοι>
προσδεχόμενοι
<προτιειλεῖν>
ἐγκλίνειν
<προτιμᾶν>
προκρῖναι, ἐκλέξασθαι
<προτὶ ὅν>
πρὸς τὸ(ν) ἴδιον
<προτιόσσεται>
προορᾶται. προσδέχεται. προσαγορεύει
<προτιόσσετο>
προσεδόκα
<προτιπτυσσοίμεθα>
ἀσπαζοίμεθα. παρακαλοῖμεν
<πρότμησιν>
κατὰ τὸν ὀμφαλόν
<πρότμησις>
ὁ περὶ τὸν ὀμφαλὸν τόπος
<προτμητόν>
τὸν ὀμφαλόν
<προτμῆτις>
ὁ περὶ τὸν ὀμφαλὸν κατὰ τὸν λαγόνα τόπος
[<προτολεῖον>
ὑπάρχον]
<προτομαί>
εἰκόνες βασιλέων
<προτομή>
εἰκὼν βασιλική, ἕως τοῦ ὀμφαλοῦ τοῦ σώματος εἶδος
<προτόνιον>
ὕφασμα
<πρότονοι>
οἱ ἑκατέρωθεν τοῦ ἱστοῦ σχοῖνοι, ἐκτεταμένοι εἰς τὴν πρώ- ραν καὶ πρύμναν ἔμπροσθεν
<προτόνοισι>
τοῖς τὸν ἱστὸν συνέχουσι σχοινίοις, ἐξ ἑκατέρου μέ- ρους, καὶ τοῖς ἐν τῷ ὑφαντικῷ ἱστῷ
*<πρωτορύμῳ>
ἐν τῷ ἀκρορύμῳ, ὅπου ὁ ζυγὸς δεσμεῖται
<προτραπέσθαι>
ἀποτραπῆναι. ὑποεῖξαι· ἔθελον δ' ἄχεϊ προτραπέσθαι·
παρ' οὐχὶ προθυμηθῆναι, οἷον τοῦ τάχους ἀποτραπῆναι
<προτρέπειν>
τὸ προάγεσθαι. ἐνίοτε καὶ τὸ προβιβάζειν
*<προτροπεσθάριοι>
ἐπιτροπὴν ἔχοντες
<προτρέπου>
παρακάλει
<προτριβεῖς>
δριμεῖς καὶ ὀξεῖς
<πρότριτα>
πρὸ πολλοῦ
<πρότροπα>
θυσίας εἶδος
<προτροπάδην>
εἰς τοὔμπροσθεν τετραμμένοι. ἢ φεύγων καὶ διώκων ὡς ἐν μάχῃ
<προτροπή>
παράκλησις. καὶ τὰ ὅμοια
*<προτύπως>
ἀκολούθως
<προτροπίς>
σπυρίς
<πρότροπος>
οἶνός τις, τοῦ γλεύκους τὸ πρόχυμα
<προτρύγαια>
ἑορτὴ Διονύσου καὶ Ποσειδῶνος
[<προτυχών] προστυχών>
παρατυχών
*<πρωτόγονος>
νέος
<προῦ>
προσέρχου
<προύβα>
τὸ λευκόν
<προὔβη>
προέβη
[<προυγελεῖν>
προπηλακίζειν, ὑβρίζειν]
[<προυγιετέρω>
προτιμοτέρω]
<προυεσμένη>
ἀναβαλλομένη. προϊοῦσα
<προὔθηκα>
προέθηκα
<προύκας>
δορκάδας
<προυλέσι>
πεζοῖς ὁπλίταις
<προῦμορ>
εἶδος σικύου
<προυνικοί>
οἱ μισθοῦ κομίζοντες τὰ ὤνια ἀπὸ τῆς ἀγορᾶς, οὕς τινες <παι- δαρίωνας> καλοῦσι· δρομεῖς, ταχεῖς, ὀξεῖς, εὐκίνητοι, γοργοί, μισθωτοί
<προύνους>
βουνούς
<προὐξένεις>
ἐξένιζες
<προὔπεμψε>
προέπεμψεν
<προὖπτον>
πρόδηλον, φανερόν
<προύρα>
πλεύμων, ἢ πνεύμων
<προυργιαίτατα>
προνοητικώτατα
<προυργιαίτερον>
προκρινόμενον, προτιμότερον. κρεῖττον. ἀναγκαιό- τερον. ὠφελιμώτερον
<προὔργου>
ὁμοίως· ἑτοίμου, πρὸ ἔργου
<προύσελα>
προύτελα, προτελεῖ
<προὔστημεν>
προέστημεν
<προὔστησας>
προέστησας. εὐτρέπισας
<προὔστησε>
προέστησε. εὐτρέπισεν
[<προυτροπάδην>
κατὰ τροπήν]
<προὔτυψαν>
προένευσαν. προῆλθον, προεχώρησαν
<προὔτυψαν>
προήρξαντο. καὶ τὰ ὅμοια
<προὔχει>
προέχει. πρωτεύει, κρεῖττόν ἐστι
<προὔχοιο>
προφασίζοιο
<προὔχων>
προέχων
<προὔχονται>
ἐνέχονται
<προὔχοντες>
προάγοντες. μέγιστοι
[<προὐχός>
ξέστης]
[<προὔχνου>
παντελοῦς]
<προφαίνων>
προλέγων. προδηλῶν
<προφανεῖς>
προφανέστεροι
<προφανέντες>
προελθόντες
<προφανῶς>
προθύμως
<πρόφαντα>
προφητικά
<πρόφαντον>
λόγιον, θεοπρόπιον, προδεδηλωμένον
<πρόφασις>
αἰτία, ἀφορμή
[<πρόφασσα>
πρόθυμος. ἐνοοῦσα. καὶ προνοηθεῖσα]
<πρόφερε>
ὀνείδιζε. πρόαγε, προκόμιζε
<προφέρει>
ὅμοιον
<προφερεῖς>
οἱ <νέοι> μὲν <ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι>
<προφορεῖσθαι>
τὸ ταῖς διαζομέναις τὸν στήμονα παραδιδόναι
*<προφερέστεροι>
κρείττονες, ὑπερέχοντες, κρείσσονες, βελτίονες
*<προφορά>
εὐλαλία. ἑτοιμολογία
[<προφοῶ>
προεξήγαγεν αὐτόν]
<πρὸ φόως>
πρὸ τοῦ καθήκοντος χρόνου εἰς φῶς αὐτὸν προήγαγε γεν- νηθέντα
<προφράγματα>
τὰ προσκήνια
<πρόφρασσα>
πρόθυμος. εὐνοοῦσα. διανοουμένη
<προφρονέως>
προθύμως
<πρόφρων>
πρόθυμος. εὔνους. φρόνιμος
<προφύσια>
ἐν τοῖς μετάλλοις τὰ σκέπης χάριν τῶν ἐν ταῖς φύσαις αὐλῶν τιθέμενα
<προχάζοις>
προβαίνοις. ἀναποδίζοις
<προχάνη>
σκῆψις. πρόφασις. καὶ καλύπτρα
<Προχαρισία>
ἡ Θέτις οὕτω που τιμᾶται
<πρόχασον>
πρόελθε
[<προχέα>
πρόφασις]
<προχέει>
ἐκπέμπει
<προχειρίζεται>
προφέρει. προχέει. ἐκλέγεται
<προχειρίσαι>
ἐπιλέξαι
<προχείρως>
ἑτοίμως, ταχέως, ὀξέως
*<πρόχειρος>
ἕτοιμος, εὐχερής
*<προχειρότατον>
ἕτοιμον
<προχέοντο>
ἐπάλληλοι ἐφέροντο. προΐεσαν. ἔῤῥεον. προ[ς]ήρχοντο
[<πρόχθης>
τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν
<προχθήσεσι>
ταῖς εἰς τὴν θάλασσαν προχύσεσι]
<πρόχνυ>
ἐπὶ γόνατα, οἷον πρὸ γόνατος· πρόχνυ καθεζομένη καὶ παντελῶς· πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε καὶ πρόῤῥιζον, παντελῶς, καὶ τελείως
<προχοαί>
αἱ ἐκρύσεις τῶν ποταμῶν. καὶ ὑδρ[ε]ίαι
<προχοῇς>
τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν. καὶ τοῦ ποταμοῦ τὸ προστόμιον <προχοή>
<προχοΐδας>
τὰς ἀμίδας
<πρόχοι>
πρόχοοι, ἤγουν ὑδρ[ε]ίαι· ἀμφικύβωται προχοί. ἤτοι δὲ ἀπὸ τοῦ ὅλου περιφερεῖς κύβους ἀμφικύβωται· ἢ ἀπὸ τῆς τῶν ὤτων, τὸ ἐξ ἀμφοτέρων δηλοῦντος
<προχοΐδια>
αἱ καταχύσεις
<προχοΐδιον>
ἀγγεῖόν τι οἰνηρόν, σταμνίς. καὶ οἷον ὡς προχοΐδιον, ἤγουν κατάχυσιν
[<πρόχοιο>
προφασίζοιο. ἢ προβάλλοιο, καὶ σκεπάζοιο. παρ' ὃ καὶ τὰς ἀσπίδας <προβαλοὺς> ἔλεγον]
<πρόχοος>
ξέστης, μέτρον
<προχόῳ>
τῇ καταχύσει
<προχύτας>
ὀλάς, ἀπαρχάς
<προχύτης>
ποτήριόν τι
*<πρόχυσις>
τὸ μεταξὺ χῶμα
<προψάτης>
πανώλεθρος
<προώδων>
ἐξέχων τοὺς ὀδόντας
<πρόωμαι>
ἐάσω, προχωρήσω
<προώμεθα>
ἐάσωμεν, παραχωρήσωμεν
<προώρας>
τὰ πρῶτα κλήματα
<πρόωρον>
πρὸ καιροῦ
<πρόωφος>
πρόσκοπος
<προωχὴς ἵππος>
ὁ ἐκ τῶν ὄπισθεν μετέωρος καὶ τῷ ἀναστήματι καὶ τῇ ἱππασίᾳ
<πρύανος>
νέος
<πρυλεῖς>
οἱ μὲν πολλοὺς λαούς· οἱ δὲ προμάχους, ἢ πεζοὺς ὁπλίτας ἀθρόους
<πρυλέες>
πεζοὶ ὁπλῖται· ἀπὸ τῆς πορ(ε)ίας. τουτέστι πορείᾳ χρώ- μενοι
<πρύλιν>
πυῤῥίχην, ἢ ὁπλίτην
<πρυλέεσσ' ἀραρυῖα>
πεζοῖς ἡρμοσμένη
<πρυλεύσεις>
ἐπὶ τῆς ἐκφορᾶς τῶν τελευτησάντων παρὰ τῷ ἱερεῖ
<πρύμνα>
τὰ πρέμνα, ἢ τὰ ὄπισθεν τοῦ πλοίου
<πρύμναι>
αἱ ἄκραι
<πρύμναδε>
πρυμνόθεν. πᾶν γὰρ τὸ πρόσγειον κάτωθεν <πρύμνον> λέ- γεται
*<πρυμνήσια>
ἀπόγεια σχοινία
<πρύμνηθεν οὖρον>
τὸν ὄπισθεν ἄνεμον, τὸν ἐπιτήδειον
*<πρύμνη>
τὰ ὀπίσω, ἢ τὸ τέλος τοῦ πλοίου
<πρυμνόν>
τὸ ἔσχατον, τὸ ἄκρον. καὶ <πρυμνήν> τὴν ἐσχάτην. [καὶ πᾶν ἔσχατον], ἐκ ῥιζῶν
<πρυμνός>
κάτωθεν βαρύς. ἢ πλοῦτος
<πρυμνώρ(ε)ια>
ἀκρώρεια. ἄκρον. ὄρους τὸ ἔσχατον μέρος
<πρυτανεῖα>
ἡ λεγομένη καταβολή, τὸ δέκατον τοῦ τιμήματος
<πρυτανεῖον>
τρία Ἀθήνησι συσσίτια [πρυτανεῖα] θεσμοφορεῖον, πρυ- τανεῖον. [λέγεται δὲ καὶ ἡ ἐπὶ μηνὶ μισθοφορία, καὶ οὗ κατετίθεσαν τὸ ἀργύριον οἱ δικαζόμενοι
<πρυτανεύει>
διοικεῖ
<πρύτανις>
βασιλεύς. ἄρχων. χορηγός. ταμίας. διοικητής
<πρῴ>
ἀντὶ τοῦ πρωΐ
<πρωθήβας>
ἀκμαίους
<πρωθῆβαι>
ἄρτι ἀκμάζοντες
[<πρώηβες>
ἄρτι ἀκμάζοντες]
<πρωθήβην>
ἄρτι ἡβῶσαν, ἀκμάζουσαν
<πρωί>
Ἀττικώτερον τὸ ὑφέν. σημαίνει δὲ τὸ ἐν ὥρᾳ. καὶ πρὸ τοῦ δέοντος καιροῦ, ἢ πρὸ τῆς καθηκούσης ὥρας ὡς <ὀψέ> ἐπὶ τοῦ καθυ- στεροῦντος τῆς προσηκούσης ὥρας
<πρωΐα>
ταχέα
<πρωϊζά>
πρῶτα. πρωί
<πρωΐη>
ὀρθρινή
[<πρωϊνής>
ἐπ' ὄψιν, ἐπὶ πρόσωπον]
<πρώϊον>
κατ' ἐκείνην τὴν ἡμέραν. οἱ δὲ πρὸ καιροῦ, ταχύ. ἢ ἀντὶ τοῦ πρώην
[<πρώκεα>
δῶρα]
<πρῶκες>
σταγόνες, ψεκάδες, σταλαγμοί
<πρωκτὸς λουτροῦ περιγίνῃ>
παροιμία, ὅταν τις μὴ δύνηται ἀπο- νίψασθαι, ἀλλ' ἡ κοιλία αὐτῷ ἐπιφέρηται. ἐλέγετο οὖν ἐπὶ τῶν ἀνω- φελῶν καὶ εἰκῆ πραττομένων
<πρωλυθίαι>
παρειμένοι, παραλελυμένοι
<πρωλύθιον>
ὁ ἐπιφερὴς καὶ ἐπὶ στόμα
<πρών[ίας>]
ὄρος, κρημνός. οἱ δὲ ὄρους ἐξοχήν
<πρώονας>
ὀρῶν ἐξοχάς
<πρώονες>
οἱ ἐκνενευκότες τόποι εἰς ὄρη
<πρῷρα>
πρόσωπον. ἢ τὸ ἔμπροσθεν τοῦ πλοίου. ἢ στολὴ διακεκαλλω- πισμένη τὰς ὄψεις, ἢ ἐπικαλύπτουσα
<πρῳράσαντες>
κροτήσαντες. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεῶν καὶ τῆς εἰρεσίας
<πρωραχθῆ>
ἡ μεταφορὰ ἀπὸ τῶν πλοίων. ἐκεῖνα γὰρ ἐν τῇ πρῴρᾳ τὸν φόρτον φέρει, καὶ ἐπαιωρούμενα ἐγκαθέζεται τῇ θαλάσσῃ. φυσι- κῶς δὲ οἱ γέροντες ἐπὶ τὸ πρόσωπον φέρονται. <Πρῷρα> δὲ τὸ πρός- ωπον
<πρωρεῖ>
κηδεύει. ἐκρεῖ. [πρωσίς] προορᾷ. φοβεῖται
<πρ[ώς]ῶσι(ν)>
προ[ς]ώθησιν
<πρῶτα>
ἅπαξ πρότερον
*<προτέλειαι>
αἱ ἀπαρχαί· κυρίως μὲν τῆς λείας, ἤγουν τῆς αἰχμα- λωσίας, καταχρηστικῶς πᾶσα ἀπαρχή
*<πρώτῃσι θύρῃσιν>
ἐπ' ἄκρου τοῦ οὐδοῦ. ἐπ' ἄκραις ταῖς θύ- ραις
<πρωτερική>
εἶδός τι συκῆς πρωΐμου. καὶ πεδίον τι οὕτω καλεῖται
<πρώτιστον>
πρότερον
<πρωτόαλος>
πρωτόπλους
<πρωτόβαθρον>
τὸν προεδρ[ε]ίας ἀξιωθέντα
<πρωτογόνων>
πρώτων φανέντων
<πρωτόγονος>
νέος
<πρωτογυναῖκες>
οἱ μίαν ἠγμένοι γυναῖκα
<πρωτόλεια>
ἀπάργματα
<πρωτόλειον>
ἀπαρχή. ἢ τὸ πρῶτον ἐλθεῖν τὴν λείαν
<πρωτώλη>
πρώτη. ἢ πτερόν
<πρωτολήδεσθαι>
τὸ πρῶτον ἀποπειρᾶσθαι
<πρωτόμφαλον>
τὸ τῆς ἀσπίδος μέσον
<πρῶτον ὑπηνήτην>
τὴν ἀπαρχὴν ἔχοντα γενειάδος
<πρωτοπαγεῖς>
οἱ πρῶτον πεπηγμένοι <δίφροι>, καινοί
<πρωτοπραξία>
τὸ πρῶτον εἰσπραττόμενον
<πρωτοστάτης>
ὁ πρῶτος παρὰ τὸ κέρας τῆς παρατάξεως τεταγμένος
<πρωτοτόκος>
ἡ πρώτη τετοκυῖα. καὶ ὁ πρῶτος τεχθείς
<πρωτοτύπως>
ὁ ἀκολούθως. πρωτουργός
<πρώτῳ ῥυμῷ>
τῷ ἄκρῳ τοῦ ῥυμοῦ
<πταίει>
πίπτει, ἁμαρτάνει. σφάλλει
*<πταῖτο>
ἔπτη. ἔδραμεν
<πτάκες ἢ πτάκιδες>
δειλοί, ἐπτηχότες. καὶ <πτακισμός>
<πτακωρεῖν>
πτήσσειν, δεδοικέναι
[<πταλόν>
ἐφ' ᾧ ἡ σταφυλὴ πατεῖται]
<πταμένη>
πετασθεῖσα. διελθοῦσα
<πτάξ>
πτάκις. πτώξ. δειλός
<πτάτο>
ἔπτη. ἔδραμεν
<πταώτην>
κατεπτηχότα
<πτελέα>
σῦς ὑπὸ Λακώνων. ἢ εἶδος δένδρου
<πτελεάδες>
πτελεῶδες
<πτελεόν>
τὸ συλλέγεσθαι
<Πτελεός>
πόλις
<πτερά>
πτέρυγες. ἢ οἰκοδομήματα ἱερῶν ἐκ λίθων
[<πτέρθοις>
τείχεσι. διαστήμασιν]
<Πτερίδες>
τῶν Νυμφῶν τινες οὕτω καλοῦνται· ἀπὸ τῆς πόας
<πτέρνα>
τοῦ ἀρότρου τὸ σιδήριον, τὸ κατατεῖνον ὑπὸ τὴν γύην. καὶ τοῦ ποδός. καὶ τὰ ἔσχατα μέρη τῶν ὀρῶν
<πτέρνεται>
*<πτέρνης>
τῆς πορείας τοῦ βίου
*<πτερνιεῖ>
παγιδεύ(ς)ει
*<πτερνίζει>
ἀπατᾷ. συναρπάζει. ἀτιμάζει, ὑβρίζει
<πτερνίς>
τὰ πυθμένια τῶν ἰατρικῶν λεκανίδων, ἃ μέχρι νῦν προσδέ- ουσιν ἁλυσειδίοις μακροῖς ἐν τοῖς ἰατρ(ε)ίοις. καὶ εἶδος ἱέρακος
*<πτερνισμόν>
ἐπιβουλήν
<πτερνοβάτης>
τῶν ἰατρικῶν τις ἐπιδέσμων
<πτερ[ν]όεντα>
ταχέα. οἱ δὲ πεφορτισμένα. κοῦφα. εὐάρμοστα
<πτερόεντα>
ὁμοίως
<πτεροῖ>
ἐξαίρει
<πτερόν>
σκηνή
<πτερονόμος>
τοῖς πτεροῖς νομῶσα καὶ νεμωμένη. ὅθεν καὶ τὸ <νέ- μειν> ἐπιστροφὴν ἄγειν
<πτεροφόροι>
τέλος τι στρατιωτικόν, ἢ ὡς διὰ τὴν ἐν τοῖς λόφοις πτέρωσιν. καλοῦνται δὲ οὕτως καὶ τῶν ἐν Αἰγύπτῳ ἱερέων τινές
<πτέρυγες>
εὐθυντῆρες. τὰ πηδάλια. καὶ μέρος χιτῶνος, τὰ περὶ τὰ κράσπεδα. δηλοῖ δὲ καὶ τῶν πηδαλίων τὰ πλατέα καὶ τὰ χείλη
<πτέρυγες>
σκέπαις
<πτερύγια[ι]>
μέρος τι τοῦ ῥυμοῦ. καὶ τοῦ πνεύμονος τοῦ λοβοῦ τὰ ἄκρα· καὶ τοῦ ὠτὸς τὸ ἄνω· καὶ ξίφους τὰ ἑκατέρωθεν. ἢ τὰ ἄκρα τῶν ἱματίων
<πτερυγίζειν>
μηδὲν ἀνύειν. ὅταν γὰρ τὰ μήπω δυνάμενα πέτεσθαι τῶν ὀρνέων πειράζοντα ἐπιβάλληται καὶ κινῇ τὰς πτέρυγας <πτερυ- γίζειν> λέγεται
<πτερύγιον>
ἀκρωτήριον, πτέρυξ
<πτερυξαμένη>
διασείσασα
<πτερύσσεται>
τὰ πτερὰ τινάσσει, πέτεται
<πτερ[ε]υγοτύραννος>
ὄρνις ποιὸς ἐν Ἰνδικῇ Ἀλεξάνδρῳ δοθείς
<πτέρων>
ἀλλ' ἢ τρίορχος, ἢ πτέρων, ἢ στρουθίας εἶδος ὀρνέου
<πτερῶν ταρσοῦ>
τῶν πτερῶν
<πτερωτοῖς>
πετεινοῖς
<πτερωτός>
ἀναπτερωθείς.
<πτηνός>
ὁ ἱπτάμενος
<πτῆξαι>
δειλιᾶσαι
<πτήξαντα>
τὴν ὄψιν εἰς τοὔδαφος καταβαλόντα.
<πτῆξεν>
εἰς φόβον ἤγαγεν
<πτῆναι>
ταχέως ἐνεχθῆναι
<πτήσσων>
ὑποπίπτων. κρυβόμενος
<πτῆται>
ταχέως πέτεται
<πτίλα>
πτερὰ ἁπαλά
<πτίλος>
ὁ μαδαρός, καὶ λελεπισμένος τοὺς ὀφθαλμούς
<πτίσαι>
κόψαι
*<πτίσει>
κόψει
<πτισάνη>
κυκεών
<πτίσατε>
ἀποδερματίσατε
<πτόησις>
δειλία
<πτοία>
πτυρμός. φόβος
<πτοίαν ἢ πτοῖον>
[θόρυβος, ἢ ταραχή
<πτοιώμενον>
πτοιᾶσθαι λέγεται· τὸ παρορμᾶσθαι πρὸς τὰ ἀφρο- δίσια
<πτολέμοιο>
πολέμου
<πτολίεθρον>
πόλιν καὶ πόλις
<πτόλις>
ναῦγος. ἢ πόλις
*<πτολεμίξομεν>
πολεμίσωμεν
*<πτολίεσσι>
πόλεσι
*<πτόρθος>
κλάδος, βλαστός
<πτολίπορθος>
πολεμιστής. ἀπὸ τοῦ τὰς πόλεις πορθεῖν
<πτόρθος>
ὄρπηξ, βλαστός, κλάδος, ἢ ἔκφυσις τοῦ δένδρου, θαλλός
[<πτόριμον>
ταχύ. φρόνιμον
<πτορισμός>
φροντισμός]
<πτύγμα>
κόλπωμα. δίπλωμα
<πτύελον>
σκεῦος ἐπιτήδειον πρὸς λουτρόν. ἢ πτύσμα
<πτυκτίον>
[πτυκτίον] βιβλίον
<πτυκτόν>
πτυσσόμενον. ἢ καμπτόμενον
<πτύξ>
ἡ πτυχή, ἡ πλέξ(ις)
<πτύξις>
δίπλωσις. κάμψις
<πτύον>
θρῖναξ. ξύλον ἐν ᾧ διαχωρίζουσι τὸν σῖτον ἀπὸ τοῦ ἀχύρου
<πτυόφιν>
τοῦ πτύου. ἔστι δὲ γεωργικὸν ἐργαλεῖον
[<πτύοχλον>
ὑπόδημα ἀνδρεῖον]
<πτύρεται>
κλᾶται. κραδαίνεται. σείεται. φοβεῖται. φρίττει
<πτυρμός>
φρίκη. καὶ τὰ ὅμοια
<πτύσσει>
κραδαίνει. ἢ τὰ δόρατα διπλοῖ
<πτυσσοίμεθα>
κολακεύοιμεν
<πτυχαί>
στο(λ)αί. περιβολαί
<πτύχες>
μερίδες. καὶ αἱ τῶν ὀρῶν ἀποκλίσεις. εἰσὶ δὲ αἱ φάραγγες
<πτῳΐδες>
Νύμφαι
<πτωκὰς κύπειρος>
παρὰ Σιμμίᾳ ἡ πόα, διὰ τὸ χθαμαλὴ εἶναι
<πτῶκες>
δειλοί. λαγωοί. δορκάδες. ἔλαφοι. νεβροί
<πτώματα>
αἱ συῤῥήσεις ἐν τοῖς μετάλλοις
<πτώξ>
λαγωός. ἀπὸ τοῦ κατεπτηχέναι. ἢ ταπεινόν
<πτώς(ς)ει>
ἑαυτὸν κατακρύπτει. φοβεῖται, δέδιε
*<πτωσκαζέμεν[αι]>
κρύπτεσθαι. περικάμπτειν
<πτώσσοντες>
δειλιῶντες
<πτωτόν>
τὸ πίπτον
<πτωχεύειν>
ἐπαιτεῖν, ἀπὸ τοῦ πτώσσειν ἢ ἐπτηχέναι, ἤγουν ταπει- νοῦσθαι
<πύαλος>
ἡ ἀσάμινθος. ἢ λάρναξ
<πυάνιον>
τὸ διὰ τοῦ γάλακτος ῥόφημα. οἱ δὲ πανσπερμίαν ἡψημέ- νην ἐν γλυκεῖ
<πύανοι>
κύαμοι. καὶ πᾶν ὄσπριον
<πυανόψια>
ἑορτὴ Ἀθήνησιν. εἴρηται δέ, παρόσον κυάμων ἐμπίπλαν- ται. καὶ ἄγεται Πυανεψιῶνος ἑβδόμῃ, ἐπειδὴ ἕψουσιν ἔτνος. οὕτω δὲ κέκληνται ὁ μὴν καὶ ἡ ἑορτή, διὰ τὸ ἀθάραν ἑψεῖν, ἃ καλοῦσι πύανα
<πῦαρ>
πυτία
<πυγαῖα>
τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν
[<Πυγανίῃσι>
πυγονίαις. ἔθνος δέ ἐστι πρὸ τῆς Αἰγύπτου μικροφυῶν ἀνθρώπων]
<πύγαργος>
εἶδος ἀετοῦ
<πυγή>
τὸ κάθισμα
<Πυγμαῖοι>
ἔθνος πρὸ τῆς Αἰγύπτου, τῷ μεγέθει πάνυ μικρόν, οἷον πηχυαῖον
<Πυγμαίων>
ὁ Ἄδωνις παρὰ Κυπρίοις
<πύ[γ]ματος>
ἔσχατος, ὕστατος
<πυγμή>
γρόνθος. πυκτή. ἤγουν τὸ συγκεκλεῖσθαι τοὺς δακτύλους
<πυγόνος>
τοῦ πήχεος. ἔστι δὲ ἡ <πυγὼ(ν)> ἀπὸ ὠλεκράνου ἄχρι τοῦ μικροῦ δακτύλου
<πυγόριζαι>
οὕτω καλοῦνταί τινες τῶν ῥιζῶν
<πυγός>
ὁ πῆχυς
<πυγοσκελίς>
ζῶόν τι. καὶ ὁ βραχύς
<πυγούσιον>
πηχυαῖον
<πυγών>
μέτρον τὸ ἀπὸ τοῦ ὠλεκράνου, ὅπερ ἐστὶν ὁ ἀγκών, ἕως ἔξω τῆς χειρός, ἐπικεκαμμένων τῶν δακτύλων. καὶ σπιθαμή
<πυδαρίζειν>
τὸ μὴ ἀνέχεσθαί τινος, ἀλλ' ἀποπηδᾶν. χαλεπαίνειν
<πυέλιον>
πύελος χαλκῆ
<πυελίς>
σφραγιδοφύλαξ, [σιπύη, ἀρτοθήκη, ἀλευροθήκη.] ἔνθα ἡ ψῆ- φος ἐν δακτυλίῳ
<πύελος>
ἐν ᾧ οἱ πυροὶ ἐπλύνοντο. σκάφη. ἐμβατή
<πυήρ>
ἀναπεπλησμένον
<Πύθ[ε]ια>
πανήγυρις, καὶ ἑορτὴ Ἑλληνική
*<πυθέσθαι>
ἀκοῦσαι. ἐρωτῆσαι. γνώσεσθαι
*<πύθεται>
σήπεται. φθίνει. βρέχεται
<Πύθιον>
[τὸ ὕδωρ.] Θουκυδίδης
<Πυθίων ἀνακτόρων>
ἐπὶ τοῦ ἐν Χρ(ύσῃ) ἱεροῦ, ἤγουν Ἀπόλ- λωνος
<πυθμέν[α] ἐλαίης>
τὴν ἀρχήν, καὶ τὴν ῥίζαν
<πυθμένες>
βάσεις αἱ κατὰ τῶν δένδρων
<πυθμήν>
τὸ ὑποκάτω τῆς λεκάνης, καὶ παντὸς σκεύους. γένεσις, ἀρχή, ῥίζα. καὶ τῆς μήτρας τὸ ἄνω μέρος. καὶ ἀριθμός τις παρὰ τοῖς γεω- μετρικοῖς
<Πυθοῖ>
ἐν Πυθῶνι
<πύθοιτο>
σαπείη
<πυθόληπτος>
ὑπὸ τοῦ Πυθικοῦ ....
<πύθομαι>
ἀκούω
<πυθόμενος>
ἀκούσας. ἐρωτήσας. μαθών
<πυθομένων>
σηπομένων. τὸ γὰρ <πύος> αἷμά ἐστι κατὰ μεταβολήν
<πύθου>
ἐρώτησον
<πύθοντο>
ἤκουον. ἔμαθον
<πυθοῦ Χελιδόνος>
παροιμιῶδες, διότι ὀδυρτικὸν τὸ ζῶον· θρηνεῖ γὰρ ἡ χελιδὼν [καὶ ἀηδών]. τὸ δὲ ἀληθὲς ἀπὸ Χελιδόνος τινὸς θεο- λόγου ἢ τερατοσκόπου
<Πυθώ>
πόλις Φωκίδος
<Πυθώδ' ὁδός>
παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων
<Πύθων>
ὁ ἐγγαστρίμυθος ἢ ἐγγαστρίμαντις. ἢ Βυζάντιος τὸ γένος
<πύθων>
δαιμόνιον μαντικόν
<πύϊον>
τὸ γάλα
<πύκα>
ἐπιμελῶς· πύκα δ' ἔτρεφε καί· πύκα ποητοῖο τοῦ ἐπιμελῶς κατεσκευασμένου. καί· πυκινὸν λέχος τὸ ἐπιμελείας ἠξιωμένον, διὰ τὸ ἐκ πολλῶν ἱματίων εἶναι
<πύκαζε>
κάλυπτε. στεφάνου. πύκνου
<πυκάζουσι>
καλύπτουσι. στεφανοῦσι. πυκνοῦσι. κρύπτουσι. φυλάς- σουσι. σκέπουσι, περιβάλλουσι, στεγάζουσι. σκιάζουσι
<πύκα ποιητοῖο>
ἐπιμελῶς κατεσκευασμένου
<πυκασάντων>
καλυψάντων
<πυκασμός>
δασύτης γεννήματος
<πύκ' ἐβάλλετο>
πυκνῶς ἐβάλλετο
<πυκιμήδεος>
συνετῆς. ἢ ἐπιμελοῦς κατὰ τὸ ποιῆσαι
<πυκ(ι)νήν>
συνετήν. στεγνήν, ἰσχυράν, συνεχῆ
<πυκινοῖσι>
συνεχέσι. καὶ τὰ ὅμοια
*<πυκινὸν δ[ὲ]' ἄχ[θ]ος>
πυκνὴ λύπη
<πυκινόν>
συνετόν. συνεχῆ. (<πυκινὸν) λέχος>· διὰ τὸ ἐκ πολλῶν ἱματίων τὰ στρώματα συντίθεσθαι
<πυκινόφρων>
πολύφρων, σώφρων
<πυκνά>
συχνά. συνετά. πολλά
<πυκνὰ[ι] πτερά>
......
.......
τὸ ἐν Ἀθήναις δικαστήριον, τὴν πύκνα Ἴων
<πυκναίοις>
πολλοῖς
<πυκνὰ ῥωγαλέην>
πυκνὰς ῥαγάδας ἔχουσαν
<πυκνῶς>
συνεχῶς, συχνῶς
<πύκτας>
γρόνθους. ἀγωνιστάς
<πύκτης>
πολέμιος. ἀνένδοτος
<πύλα>
πύλαι
<πυλαγόροι>
οἱ προεστῶτες τῆς πυλαίας. <πυλαία> δέ ἐστι ἡ εἰς Πύ- λας, τὰς Θερμοπύλας, γινομένη σύνοδος τῶν Ἀμφικτυόνων
<πύλαι>
Ἀριστοφάνης Τελμισσεῦσιν ἀπὸ τῶν θυτῶν λέγει· ἐκεῖνοι γὰρ ἐπισκέπτονται τὰς ἐκτροπὰς τοῦ ἥπατος καὶ τὰς φλέβας. διὸ καὶ τὰς ὁδοὺς <πύλας> λέγουσι. (ὁ) ποιητὴς γὰρ οὐδέποτε <πύλην> ἑνικῶς λέγει, ἀλλὰ πληθυντικῶς, θύραν μέντοι καὶ θύρας λέγει· θυράων ὑψηλάων
<πυλαιαστάς>
τοὺς ψεύστας. Ῥόδιοι
<πυλαιΐδεες>
αἱ ἐν κάλλει κρινόμεναι τῶν γυναικῶν καὶ νικῶσαι
<πυλαίμα[ρ]χος>
πολέμαρχος. [καὶ ὄνομα κύριον
*<πύλαι οὐρανοῦ>
τὰ νέφη
<πύλαρα>
τὰ στελέχη
<πυλάρταο>
τῇ πύλῃ προσηρτημένου
<πυλάρταο κρατεροῖο>
τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος, ἢ ἡρ- μοσμένας ἔχοντος. λέγει δὲ ἐπὶ τοῦ ᾅδου. πυλωροῦ ἰσχυροῦ
<πυλάτιδες ἀγοραί>
ὅπου συνίασιν οἱ Ἀμφικτύονες εἰς τὴν λεγο- μένην Πυλαίαν ἐν τῇ πανηγύρει
<πυλαυρός>
πυλωρός
<πυλαωρούς>
τοὺς πύλας φυλάσσοντας. τινὲς δὲ κλέπτας
*<Πύλος>
πόλις
*<πύλη>
θύρα
<πυλεῶν(α)>
στέφανον
*<πυλευρόν>
πυλωρόν
<πυληγόροι>
τελῶναι. καὶ οἱ τῶν πανηγύρεων ἐπιμεληταί
<Πυλήνη>
πόλις Αἰτωλίας
<πύλιγγες>
αἱ ἐν τῇ ἕδρᾳ τρίχες. καὶ ἴουλοι, βόστρυχοι, κ[α]ίκιννοι
<πυλλεῖ>
θραύει. λέγει, διαβοᾷ. θρυλλεῖ
<πύλῳ>
ἀντὶ τοῦ πύλῃ τῇ τοῦ ᾅδου
<πυλωλάκτας>
κακῶν μεστούς
<πυλών>
στέφανος
<πυλωρός>
ὁ πυθμὴν τῆς κοιλίας
<πυμάτοις>
ἐσχάτοις
<πύματον>
ἔσχατον, τελευταῖον
<πύνδαξ>
πυθμήν
<πυνθάνομαι>
ἀκούω
<πυνθανόμην>
ἤκουον
<πυν[ν]ιάζειν>
περαίνειν [ὡς ἀῤῥαίνειν]
*<πυνικούς>
τοὺς ἑφθοὺς ἐρεβίνθους, καὶ φακούς
<Πύννα>
ἡ Ἥρα
<πυ[ν]νός>
ὁ πρωκτός
*<πύννους>
κυάμους ἑφθούς
<πύξ>
πυγμή. γρόνθος
<πυξί[δ]α>
δίπτυχα
<πύξινον>
χρῶμά τι ἱματίου
*<πύξ>
ἱμαντωμένην κλίνην
<πυόν>
γάλα τὸ πρῶτον, ὃ πήγνυται ἑψόμενον
<πυππάζουσι>
φωνῇ ποιᾷ χρῶνται
<πύππαξ>
τὸ νῦν βόμβαξ λεγόμενον <πύππαξ> ἔλεγον, ὡς Λυκόφρων ᾠήθη. οὐκ ἔστι δέ. τὸ μὲν γὰρ <βόμβαξ> τίθεται καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐπὶ γέλωτος, τὸ δὲ <πύππαξ> οὐχί
<πῦρ>
πυρετός
<πυράγρα>
καρκίνος
<πυράγρη ἢ πυράγρα>
χαλκευτικὸν ἐργαλεῖον, καρκίνος, πάγουρος
<πυραί>
πυρκαϊαί
[<πύραινος>
(ὁ) πῦρ ἐναυόμενος. λέγεται δὲ καὶ τὸ ἀγγεῖον, ἐν ᾧ φέρεται καὶ τὸ πῦρ, οὕτω]
*<πυῤῥάκης>
ξανθός
<πυρακτῶν>
ἐμπυρεύων
<πυραμίδες>
πυρ(αμ)οειδεῖς λαμπάδες
(*)<πυραμοῦντα>
τὴν πυραμίδα
<πυραμίδες>
οἰκοδομήματα γεωμετρικά, ἐπὶ τὰ κάτω κατερχόμενα
<Πύραμος>
ποταμὸς Κιλικίας. ἄλλοι δὲ χόρτον οὕτω καλοῦσι
<πυραμοῦς>
εἶδος πλακοῦντος, ἐκ πυρῶν πεφρυγμένων καὶ μέλιτι ἀνα- δεδευμένων
<πυρὰ μυῖα>
ἡ μέλισσα
<Πύρασος>
πόλις
<πύραυνον>
εἰς ὃ ἂν πῦρ ἐναύηται, δᾳδίον, ἢ βόλβιτον, ἢ τοιοῦτόν τι. οἱ δὲ τὴν θέρμαυστριν
<πυργηδόν>
κατὰ τάξιν τείχους
*<πυράγηρα>
τὰ θωράκια
<πυργήρης>
μετέωρος ὡς πύργος. καὶ ἐν Φρουροῖς· <πυργείαν> <(ς)κοπήν>
<πυργηρούμεθα>
ἐντὸς ἐσμὲν τῶν πύργων, οὐ τολμῶμεν ἐξιέναι. γράφεται δὲ <πυργιούμεθα>
<πυργηροῦμεν>
φυλάττομεν τὰ τείχη
<πυργηρούμενον>
τὰ τείχη φυλάττον
<πυργίον>
μέρος τριήρους
<Πυργῖται>
οἱ Κρῆτες
<πυργῖτις>
βοτάνη
*<πυργοβάρεις>
οἱ προμαχῶνες
<πύργος>
προμαχεών. τεῖχος· ἀλλ' ἐπὶ πύργον ἔβη καὶ τάξ[ε]ις ἐν τετραγώνῳ ὁπλιτῶν· ἔστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών καὶ πολεμιστήριον ὄργανον
<πυργοῦται>
ὑψοῦται
<πυργοῦχος>
μέρος τι τῆς νεώς
<πύργων ἔρυον>
ἐπὶ τοὺς πύργους εἷλκον
<πύργωσις>
μέρος τι τῆς νεώς
<πύρδαλον>
ὀψοποιεῖον, ὀπτανεῖον. καὶ τὸ καύσιμον φρύγανον, ἢ ξύ- λον. ἢ μαγειρεῖον. ἢ λείψανον. οἱ δὲ <πύρδανον>
<πύρδανα>
τὰ λείψανα. καὶ τὰ ζώπυρα τοῦ πυρός
<πυρέας>
πυρπολητάς, ἐμπυρ[ι]οῦντας τὴν πόλιν. ἀπὸ τῆς <πυρεύς> εὐθείας
<πυρεῖον>
ἀγγεῖον κεράμιον εἰς πυρὸς ἔνθεσιν
<πυρένεσι>
ἅρμασι
<πῦρ ἐπὶ πῦρ>
παροιμία, ἧς μέμνηται Πλάτων. καὶ <κακὸν> ἐπὶ κακῷ>
<πυρετός>
φλογισμός, καῦμα. τὸ δὲ σῶμα πῦρ λέγει
<πυρῆνες>
τὰ ἐντὸς τῶν ἐλαιῶν ὀστᾶ
<πυριατόν>
τὸ ἑφθὸν πυρί, ὃ γίνεται ἐκ τοῦ πρώτου γάλακτος
<πυριαττός>
συνετός
*<πυρινίζειν>
<πυριβρεμέτας
ὁ χαλινός>· Τιμαχίδας δὲ ἤτοι ὁ πυρὶ βρέμων, ἢ διὰ πυρὸς βρέμοντος γεγονώς
<πυρίεφθα>
τὸ πρῶτον γάλα[τος]
<πυριηκέα>
πῦρ ἔχοντα, πεπυρωμένον, πυρίνην τὴν ἀκμὴν καὶ τὸ ἄκρον ἔχον(τα) [ἔχουσαν]
<πυρίκαυστος>
πεπυρωμένος
<πυρὶ κηλέῳ>
διαυγεῖ. τινὲς καυστικῷ, ἰσχυρῷ
<πυρικρόταφος>
ὁ μετὰ πυρὸς κεκροτημένος σίδηρος
<πυρίμαχος>
ὁ ἐν τῇ ἀνίκητος. καὶ λίθος ἀπὸ τοῦ συμβεβηκότος <πυ- ρίμαχος>
[<πυρίον>
τὸ σα(θ)ρόν. ἢ θυμιατήριον]
<πυρισμαράγοις>
τοῖς ἀπὸ πυρὸς ἠχοῦσιν
<πυρῖτις>
λίθος, ἀφ' οὗ πῦρ τίκτεται
<Πυριφλεγέθων>
ποταμὸς ἐν ᾅδου
<πυρκαϊά>
ἐμπυρισμός
<πυρκόοι>
ὑπὸ Δελφῶν ἱερεῖς δι' ἐμπύρων μαντευόμενοι
<πύρνα>
τρύφη. κλάσματα. σιτία
*<πυρίη>
ὅσαι τῆς μάζης συμπιέζουσι τῇ χειρὶ εἰς τὸ στόμα λαμ- βάνουσαι
<πύρνηται>
ἐσθίηται
<πύρνοι>
ζειαὶ κνηστώδεις. ἢ ὁ κατειργασμένος σῖτος. ἄλλοι χόρτος, ἄλλοι μαγίδα. καὶ οὐδετέρως (τ)ὰ πύρνα· ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι
<πύρνος>
ψωμός
<πυροδαύσιον>
μαγειρεῖον
<πυρόεντι>
θερμῷ
<πυροί>
πύρινοι κεκινημένοι
*<πυρὸς αὐγή>
ὁ καταυγαζόμενος καὶ καταφωτιζόμενος τόπος ὑπὸ πυρός
*<πυρὸς δηΐοιο>
ὑπὸ τοῦ πυρὸς τοῦ πολεμικοῦ
*<πυρός>
σῖτος
*<πυρὸς μειλισσέμεν>
καὶ πυρὸς τὰ κεχαρισμένα ποιεῖν, τουτέστι θάπτειν
*<πυρὸς μένος>
πῦρ, περιφραστικῶς. ἤγουν πυρὸς δύναμις
*<πυρὸς ἄνθος>
τὸ λαμπρότατον
*<πυρὸς δέμας>
ὀξέως καὶ ἰσχυρῶς
<πυρολαμπίς>
ζῶον πτηνόν, ἐν σκότει λάμπον
<πυροφόροιο>
σιτοφόρου
<πυρπαλάμης
πυρπαλάμους> ἔλεγον τοὺς διὰ τάχους τι μηχα- νᾶσθαι δυναμένους, καὶ τοὺς ποικίλους τὸ ἦθος
<πυρπολεῖ>
ἅπτει, καίει, πυρσεύει
<πυρπολέοντας>
πυρπολουμένους, ἢ περὶ τὴν πυρὰν ἀναστρεφο- μένους
<πυρπολούμενος>
ἐμπυριζόμενος, παρὰ τὸ πολ[εμ]εῖν ἐν αὐτῷ τὸ πῦρ
<πυρπερέγχει>
Κρατῖνος ἀπὸ (δι)θυράμβου ἐν Βουκόλοις ἀρξάμενος, ἐπειδὴ χορὸν οὐκ ἔλαβεν παρὰ τοῦ ἄρχοντος. ἔστιν οὗ ἠτήρει
<Πυῤῥαία>
λόφος ἐν Δωτίῳ. οἱ δὲ Πυῤῥαίαν εἶναι μοῖραν τῆς Θεσσα- λίας λέγουσιν, ἀπὸ Πύῤῥας τῆς Δε(υ)καλ[λ]ίωνος, ὥς φησι Σουΐδας. δοκοῦσι δὲ εἰς ταύτην καταφυγεῖν οἱ διαφεύγοντες τῶν Κενταύρων
<Πυῤῥαίη>
Θέτιδος ἐπώνυμον
<πυῤῥαλίς>
ὄρνις ποιός
<Πύῤῥακος>
ἥρως κατ' Ἐρυσίχθον(α) γεγονώς
<Πυῤῥιάδαι>
οὕτως ἐκαλοῦντο οἱ νῦν Μολοσσοὶ ἀπὸ Πύῤῥου τοῦ Ἠπειρώτου
<πυῤῥίας>
τῶν ὄφεών τις ἀπὸ χρώματος
<πυῤῥίχα>
χλαμύς, ἢ πελτάριον
<πυῤῥίχας>
τὰς ἐνόπλους ὀρχήσεις
<πυῤῥιχίζειν>
τὴν ἐνόπλιον ὄρχησιν καὶ σύντονον <πυῤῥίχην> ἔλε- γον· οἱ μὲν ἀπὸ Πυῤῥίχου τοῦ Κρητός· οἱ δὲ ἀπὸ τοῦ διάπυρον εἶ- ναι· οἱ δὲ ἀπὸ Πύῤῥου τοῦ Ἀχιλλέως. ἐφησθέντα γὰρ τῷ Εὐρυπύλου φόνῳ ὀρχήσασθαί φησιν Ἀρχίλοχος· ὅθεν καὶ ὁ <πυῤῥίχιος ποὺς> ὠνομάσθη
<Πύῤῥων[ος]>
κύριον ὄνομα, ἢ κυνός
<πυρσαῖς γένυσι(ν)>
ταῖς ξανθαῖς θριξί
<Πυρσανίδες>
οὕτω Νύμφαι καλοῦνται
<πυρσεύει>
δᾳδουχεῖ, λάμπει, ἐξάπτει, ἅπτει πῦρ
<πυρσοί>
λαμπάδες καιόμεναι, λαμπτῆρες, φρυκτωρία
<πυρσοκόρσου λέοντος>
πυῤῥοκεφάλου, ξανθοτρίχου
<πυρσολεῖφοι ἢ πυρσόλειφθοι>
ὑπὸ πυρὸς μεμαδισμένοι καὶ πεφλ..σμένοι
<πυρσός>
λαμπάς. ἢ τὰ διὰ πυρὸς σημεῖα
<πυρσοφόρος>
ἀγγεῖον εὐμέγεθες, εἰς ὃ ξύλα ἐτίθεσαν πεπυρωμένα. ἢ ὁ τὸ πῦρ φέρων ἀπὸ τοῦ πρώτου βωμοῦ ἐπὶ τὰ ὅρια, καὶ φυλάτ- των μὴ ἀποσβεσθῇ. σημαίνει δὲ τὴν λαμπαδηφόρον
<πυρσῷ>
πυρί
<πυρφόρος>
ὁ πῦρ φέρων. καὶ ὁ μόνος διασωθεὶς ἐν πολέμῳ
<πυρώλοφοι>
ἱμάντες οἱ παρ' ὀπτηθεισῶν βυρσῶν τεμνόμενοι
<πύρωσις>
δοκιμασία
<πυσάνια>
πανσπερμία ἑφθή
<πύσει>
σήψει
<πύσμα>
ἐρώτησις. πεῦσις
<πύσσαχος>
ξύλον καμπύλον τοῖς μόσχοις περὶ τοὺς μυκτῆρας τιθέμε- νον (ὃ) κωλύει θηλάζειν
<πύστις>
ἐρώτησις. πεῦσις. ἀγγελία. ἀκοή. πειθώ
<πυτά>
Λάκωνες τὰ ἐρυθρὰ ἱμάτια
<πυτία>
οἷον πήττουσα, παρὰ τὸ πήττειν, ἐν ᾗ τὸ γάλα πήγνυται
*<πίτυλος>
ἡ συστροφὴ τῆς χειρός, ὅταν πυκνῶς ἐπιφέρηται. δηλοῖ δὲ καὶ τὴν εἰρεσίαν, καὶ τὴν τῶν πυκτῶν ἑκατέρας χειρὸς συνέχειαν
<πυτίνη πλεκτή, λάγυνος>
οἶνον. ἔπλεκον δὲ ταύτας ὡς ἐπὶ τὸ πολὺ οἱ δεσμῶται, καὶ σπυρίδας, καὶ τὰ τοιαῦτα. ἢ ἡ ἀμίς. [ἢ κνῆ- κος ὁ τὸν τυρὸν πηγνύων
<πῶ>
ποῦ. ὅθεν. ὁπόθεν. Δωριεῖς
<πώγων>
γένειον. ἄλλοι τὴν ἀναφορὰν τῆς <φλογός>
<πώεα>
βοσκήματα, ποίμνια. πληθυντικῶς
<πωλεῖται>
συνεχῶς ἐπὶ τὸν αὐτὸν τόπον παραγίνεται. τὸ δὲ καθ' ἡμᾶς πωλεῖσθαι <περνᾶσθαι> λέγουσι
<πωλέσκετο>
ἀνεστρέφετο. εὑρίσκετο
<πωλεύειν>
παιδεύειν πώλους
<πωλεύμενοι>
συνιόντες
<πωλής[ς]εαι>
φοιτήσεις, παραγενήσῃ, ἀναστρέψεις
<πωληταί>
οὗτοι ἐπώλουν τὰ ἐνεχυρισθέντα· ἀρχή τις
<πωλία>
χαλκοῦν πῆγμά τι. φέρει δὲ ἐπὶ τῶν ὤμων τὰς τῶν Λευκιπ- πίδων πώλους. δύο δὲ εἶναι παρθένους φασίν
<πωλικοῖς διώγμασι>
τοῖς διὰ τῶν ἁρμάτων διώγμασι
<πωλοδαμ(ν)εῖν>
πῶλον δαμάζειν
<πωλοδάμνης>
πώλους δαμάζων
<πῶλος>
ἑταίρα. <πώλους> γὰρ αὐτὰς ἔλεγον, οἷον Ἀφροδίτης. <πώλους> τοὺς νέους, καὶ τὰς νέας, καὶ παρθένους
<πωλούμενοι>
συνερχόμενοι
[<πωλοεῖσθε>
ἐπιμελῶς ὁ πολλάκις φοιτᾶν]
<πῶμα>
ἔκπωμα
<πώμαλα>
ἀντὶ τοῦ οὔ, οὐ μάλα, οὐδαμῶς. καὶ πόθεν, ὅπερ ἐστὶν πά- λιν οὐδαμῶς
<πῶ μοι>
ποῦ μοι. οἷον ποῦ γάρ
<πῶννα>
γραφίον. [λύπη]
<πῶπαι>
φοραί. Δωριεῖς
[<πωπολία>
ἡ ἀναφορὰ τοῦ <πυρός>]
<πωρεῖν>
κηδεύειν, πενθεῖν
<πωρῆσαι>
λυπῆσαι. καὶ τὰ ὅμοια
<πωρητύς>
ταλαιπωρία, πένθος
<πώρινον>
λίθινον. ὁ δὲ <πῶ(ρο)ς> οὐ πᾶς λίθος
<πῶρος>
ὁ ταλαίπωρος
<πώρωσις>
ἐξ ὀστέων σύμφυσις καὶ σύνδεσμος λέγει τόδε ἐπὶ σαρκῶν πώρως καὶ ἀναισθησία
<πῶς>
πός. ὑπὸ Δωριέων
[<πωσαχῶς>
ποσαπλῶς]
*<πῶς τ' ἄρ'>
πῶς δέ
*<πῶς τ' ἄρτοι>
πῶς δή σοι
*<πῶς κεν ἔοι>
πῶς ἂν γένοιτο
[<πωτᾶσθαι>
πέτασθαι]
[<πωτώμεναι>
διατρίβουσαι. διακινοῦσαι]
*<πωτῶνται>
πέτωνται
*<πῶϋ>
ποίμνιον, ἢ ποίμνη
<πῶϋξ>
ποιὸς ὄρνις. ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ζώων