Γλώσσαι/Π
←Ο | Γλώσσαι Συγγραφέας: Π |
Ρ→ |
- <Πααμύλης>· Αἰγύπτιος θεὸς Πριαπώδης. Κρατῖνος ὁ νεώτερος Γίγα-
σιν· ὡς σφοδρῶς [ἡ] Αἰγυπτώδης, Σώχαρις, Πααμύλης
- <Παᾶπις>· οὗτος ποτήριά τινα τοῖς Ἀθηναίοις ἔπεμψε δῶρα. Λεύκων
Φράτερσιν· ἀτὰρ ὦ Μεγάκλεες οἶσθ' ἃ τοῦ Παάπιδος· Ὑπέρβολος τἀκπώματα κατεδήδοκε
- <παγαίη>· κύων. Σκυθιστί
- <πάγανα>· σφύρα, καὶ ἡ Ἀργὼ ἐπάγη
- *<παγανός>· ἰδιώτης, ἄφρων
- <παγάς>· γῆ τις ὑπὸ τῶν γεωργικῶν
- <πάγασα>· θύρα. καὶ <παγασαί>
- <Παγασίτης>· Ἀπόλλων παρὰ Ἀχαιοῖς ἐν Παγασαῖς, καὶ παρὰ Θες-
σαλοῖς
- <παγετός>· κρύσταλλος. ψῦχος. [κρημνός, σκόπελος]
- <παγετῷ>· ψύχει. κρυμῷ
- <πάγη>· παγίς. ποδάγρα. βρόχος
- <πάγη δέ τις>· παγὶς δέ τις
- <πάγην>· παγίδα. [ἢ ὑψηλὸν τόπον]
- <παγῆναι>· στερεωθῆναι
- [<παγγάς>· πλάνος]
- <πάγιον>· στερεόν. πιστόν. κάτοχον. βέβαιον. ἀσφαλές
- *<παγηνός>· ὁ ἐξ ὁδοιπορίας καὶ διωγμοῦ κονιορτός
- <παγκαρπία>· πανσπερμία
- <παγκράδη>· ἀπὸ τῆς κράδης τῶν συκῶν
- <παγκρατής>· Ζεύς. Ἀθηναῖοι
- <παγκρατιάζειν> καὶ <παγκράτιον>· τὸ αὐτό. τὸ τρὶς πλησιάζειν.
καὶ τὸ κιχόριον, ὅ ἐστι πόα. ἢ διαπαντός
- <παγκρατιασταί>· ἀθληταί, πύκται
- <πάγκυφος>· ἐλαίας εἶδός τι κατακεκυφὸς καὶ ταπεινὸν ἐν τῇ ἀκρο-
πόλει
- *<παγελός>· ὁ ἐν τῷ ποδὶ ἀστράγαλος
- <παγ.λάδια>· ἑορτὴ παρὰ Ῥοδίοις, ὅταν ἡ ἄμπελος τμηθῇ
- <πάγον εὐτειχῆ>· τετειχισμένον ἐν ὄρει
- <πάγοι>· αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν
- <πάγος>· ὄχθος. βουνός. ψῦχος
- <παγούαιρ>· μάρμαρος. ἢ μικακύς
- <πάγουρος>· εἶδος καρκίνου
- <Παγχαῖος>· Ζεύς
- <πάγχυ>· παντελῶς
- *<παῖον>· ἀσφαλές, βέβαιον
- <παγχυρισμός>· πολυσύγκριτος
- <παγῶν>· πηγῶν
- <παδησχέαι>· σχίζαι
- *<παλλία>· ἀγών. οἱ δὲ τὸ παλεῖν· ἔνιοι δὲ τὸ πᾶν
- *<παθήματα>· συμφοραί
- <παθαίνεσθαι>· δεινοπαθεῖν
- <παθιώταρ>· συγγενοῦς. τελευταίου
- <(π)άζιον>· λίθος πολύτιμος
- <Παιὰν Ζεύς>· τιμᾶται ἐν Ῥόδῳ. ἢ εἶδος ᾠδῆς
- <παιάναι>· οἱ τοὺς παιᾶνας ᾄδοντες. ἢ ᾠδή, ἐπὶ ἀ(πα)λλαγῇ κακῶν,
ἢ αἰσχροῦ τινος
- <παιᾶνας>· κώμους. εὐφημίας, ᾠδάς, ὕμνους εἰς θεόν
- <Παιανιέα>· ἀπὸ δήμου τῆς Ἀττικῆς
- <παιᾶνι στυγνῷ>· θρηνητικῷ ὕμνῳ
- <παιδαγωγία>· παιδεία, διδασκαλία
- <παιδαγωγός>· παιδευτής. καὶ τὰ ὅμοια
- [<παιδάκιμα>· μειράκια]
- *<παῖδαι>· ἡμέραι τινές
- *<παῖδα δέ μοι>· τὴν θυγατέρα δέ μοι
- <παιδάρια>· τὰ μείζονα. καὶ τὰ ἀρτίως γεγονότα
- *<παιδαλήθριον>· παιδισκάριον
- <παιδαριήματα>· παιδάρια
- <παιδαριώδη>· ἀσύνετα
- <παιδέρως>· οἱ μὲν σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος· οἱ δὲ μύρου εἶδος
- *<παιδεία>· ἀγωγὴ ὠφέλιμος. διδαχή
- <παῖδες>· τὸ πάλαι μὲν τέκνα ἀρσενικὰ καὶ θηλυκά. μεταπεσούσης δὲ
τῆς χρήσεως νῦν καὶ οἱ δοῦλοι
- <παιδεύειν>· τρέφειν, παιδοτροφεῖν
- [<παιδεώτις>· παιδοκτόνος]
- *<παιδεία>· πείρα. νουθεσία
- <παιδικά>· τὰ [ἱ]ἐρωτικά. καὶ οἱ [ἱ]ἐρώμενοι. ἐπὶ τῆς πρὸς γυναῖκας
συνουσίας
- <παιδικέωρ>· ὁ ἐν γυμνασίῳ ὑπηρέτης
- <παιδίνορ>· παιδίσκη
- <παιδισκάριον>· τὸ κοράσιον. Ἀττικοί. ἐπὶ τῆς ἡλικίας. καὶ λίθος, ᾧ
πρὸς ταλασιουργίαν χρῶνται
- <παιδίσκοι>· οἱ ἐκ παίδων εἰς ἄνδρας μεταβαίνοντες
- [<παῖδνες>· ἀλαλαγμοὶ ἐν πολέμῳ]
- <παιδνός>· νεογνὸς παῖς. νέος ὁ ἐξερχόμενος ἀπὸ τῆς τοῦ παιδὸς ἡλι-
κίας, ἢ παρὰ τοῖς Ἀττικοῖς καλούμενος <ἀντίπαις>. ἄφρων, νήπιος
- <παιδοβάτιον>· εἶδος ἀμπέλου
- <παιδόθεν>· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παιδικῆς ἡλικίας
- <παιδικομίας>· παιδοτροφίας
- <παιδοκόμ[εν]ος>· ὁμοίως
- <παιδοκόρης>· Ἑρμῆς. τιμᾶται ἐν Μεταποντίοις
- <παιδολέτρια>· παιδοφόνος
- <παιδολέτερον>· παιδοφόνον
- <παιδονόμος>· ἀρχή τις παρὰ Λάκωσι
- <παιδοπίπας>· ἀρσενοβάτης, ἀνδροβάτης
- <παιδός>· ἀκμῆς
- <παιδοτρίβαι>· ἀλεῖπται. γυμνασταί
- <παιδοτριβοῦσι>· παιδεύουσι. καὶ τὰ ὅμοια
- <παιδῶνας>· τοὺς μισθοῦ[ς] ἐκ τῆς ἀγορᾶς κομίζοντάς τι
- (*)<παιδονίκται>· οἱ προϊστάμενοι τῆς τῶν παίδων εὐκοσμία ς
- <παίει>· τύπτει, πλήττει, κρούει. δέρει. ἢ ἐσθίει
- <παιήονα>· ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα, ἐπὶ
καταπαύσει λοιμοῦ ᾀδόμενον· ποτὲ δὲ θεόν τινα, ὃν συνίστησιν ἰατρὸν θεῶν. [ἢ ᾠδή. ἢ ἔθνος]
- *<πεζός>· τοῖς ποσί
- <παιηοσύνη>· ἰατρεία
- <παιητέον>· πληκτέον
- <παιλαγρέται>· ἀρχή τις, ἐπὶ ἱππέων
- <παιλλός>· ἄῤῥην, νήπιος
- <παίμμα>· πλακούντια
- <Παίονες>· ἔθνος βαρβαρικόν. δοῦλοι. [καὶ ἰατροί]
- *<παῖον>· ἀσφαλές, βέβαιον
- *<παιπάλλειν>· σείειν
- <παιπαλᾶν>· περισκοπεῖν. ἐρευνᾶν
- <παιπάλη>· ἄλευρον λεπτόν, τὸ ἀπὸ κριθῆς, ἢ κέγχρου, ἢ τὸ τυχόν
- <παιπάλημα>· ποικίλος ἐν κακίᾳ
- (*)<πάϊν>· παῖδα
- <παιπαλόεσσαν>· ὑψηλήν·
ἔστη(ν) δὲ σκοπιὴν εἰς παιπαλόεσσαν ἀνελθών καὶ τραχεῖαν. τινὲς δὲ σκολιάν
- <παιπαλόεντος>· τραχύν
- <παιπάσσουσα>· παντὶ φαινομένη
- <παῖς>· πᾶς ὁ φύσει υἱὸς ὤν τινος. καὶ ὁ τῇ ἡλικίᾳ νέος. καὶ ἀντὶ τοῦ
<παρθένος>. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δούλου. ἄρτι ἀκμάζων
- <παῖσαι>· ὃ ἡμεῖς <παῖξαι>
- [<παισαρεύματα>· περικόμματα]
- <παιρεύς>· παιρέτης
- <παίσατε>· ἐνίοτε μὲν ἐπὶ τοῦ παίξατε· ἐνίοτε δὲ καὶ ἐπὶ τοῦ ἔν-
δοτε
- <.παις θ' ἅμα>· [παίει ἅμα]
- <παίσδῃ>· παιδαριεύῃ
- <Παισός>· πόλις. καὶ ποταμός
- [<παιτάσας>· ἁπλώσας
- <παίταυρα>· σίγνα]
- <παιφάσσειν>· πυκνὰ ἀπ' ἄλλου ἐπ' ἄλλον ὁρμᾶν, ἐνθουσιαστικῶς ἔχειν,
σπεύδειν, θορυβεῖν, πηδᾶν
- <παίω>· δέρω, τύπτω, πλήττω
- *<παιώνιον>· φάρμακον καταπαῦον ὀδύνας
- <Παίων>· ὄνομα. καὶ ἰατρός. ὁ δὲ ἀλαλαγμὸς <παιωνισμός>. γράφεται
δὲ καὶ <παιανισμός>
- <Παιῶνες>· τὰ αὐτά
- <παιώνια>· φάρμακα ἰατρικά. ἢ θεραπεῖαι
- <παιώνιον>· ἴασιν. θεραπείαν
- <Παιώνιος>· Διόνυσος
- <παιωνίσαντες>· ἀλαλάξαντες
- <πακοτή>· ἀποσκότ..
- <πακτά>· ἡρμοσμένα. πεπηγμένα
- <Πακτωλός>· ὄνομα ποταμοῦ
- <πάλα>· ζώνη
- *<πάλαι>· ποτέ
- <παλ[λ]άθη>· ἡ τῶν σύκων ἐπάλληλος θέσις
- <παλάθαι>· σύκων μαζία
- <παλαία>· ἀλφιτισμός. οἱ δὲ ποσισίτου
- <παλαιγενεῖς>· πρεσβῦται
- <παλαιθέου>· παλαιᾶς θεοῦ
- *<παλαιοθέτης>· παλαιοπράγμων. δραστήριος
- *<παλαιδέτης>· πρεσβύτης. ὁ συνήθης. ὁ παλαιετής
- *<παλαιόν>. ἀρχαῖον. σαθρόν
- *<παλαιός>· ὁ ταῖς φρεσὶν ἐξεφθαρμένος ἤδη, ἄφρων, ὁ καὶ ἠλί-
θιος
- <Παλαίμων>· ὁ Ἡρακλῆς
- <παλαιόρ>· μωρός
- <πάλαι πεπρωμένον αἴσῃ>· πρὸ πολλοῦ ὑπὸ τῆς εἱμαρμένης, ὅ ἐστι
μοίρας, εἰς τέλος ἀχθέντα τοῦ βίου
- <Παλαίπολις>· τὸ πάλαι[ὸν] Ἄργος
- <πάλαισμα>· κακοτεχνία
- <παλαισμοσύνη>· πάλη
- <παλαιστή>· παλάμη, τὸ τεττάρων δακτύλων μέτρον, καὶ ἡ σπιθαμή
- <παλαίστρα>· ὅπου οἱ παῖδες ἀλείφονται
- <παλαίτερον>· παλαιοτέρων ἱστοριῶν
- <παλαιφάγου>· πάλαι ἐσθιομένης
- <παλαίφατα>· ἐκ παλαιοῦ χρόνου πεφατισμένα, ὅ ἐστι μεμαντευμένα.
οἱ δὲ πάλαι τέλος ἔχοντα
- *<πάλη>· ἀγών
- <παλαιῶς>· ῥάπισμα. [καὶ παλαιά
- <παλαιῷ φωτί>· πρεσβύτῃ γεγονότι
- <παλακῖνος>· πολεμιστήριος
- <παλάμαι>· αἱ χεῖρες. καὶ αἱ τέχναι. ἐπεὶ δι' αὐτῶν πολλὰ μαιόμεθα
- <παλάμη>· τέχνη. χείρ
- <παλαμήσας>· τεχνάσας. ἐργάσας
- <παλαμήσασθαι>· τεχνάσασθαι. καὶ τὰ ὅμοια
- <πάλαμις>· τεχνίτης, παρὰ τοῖς Σαλαμ(ι)νίοις
- (*)<παλαμέων>· τεχνῶν
- <παλαμναῖος>· ἀποτρόπαιος. σκληρός. φονεύς, ὁ αὐτοχειρίᾳ τινὰ ἀνε-
λών. ὁ ἐνεχόμενος μιάσματι οἰκείῳ
- [<πάλανον ἀφρόν>· πεπηγότα ἀφρόν]
- <παλάξαι>· βρέξαι· ἔνθεν καὶ <πηλὸς> ἡ βεβρεγμένη γῆ. ἢ μαλάξαι,
συνθράσαι
- *<παλάσσετο>· διεβρέχετο. ἐφύρετο. ἐμολύνετο. ἀνεπίμπλατο. ἐμα-
λάσσετο
- <π(α)λάσια>· τὰ συγκεκομμένα σῦκα. καὶ διὰ τοῦ <θ> <π(α)λάθια> καὶ
<παλάθη>
- <παλαστῶσαι>· χειροτονῆσαι
- <παλάχη>· ἀρχή. λῆξις. μοῖρα. γενεά
- <παλαχῆθεν>· ἐκ γενεᾶς. ἐκ παλαιοῦ
- *<παλαίστρα>· ἀγωνία
- <παλεύεται>· θηρεύεται, ἀγρεύεται
- <παλεύσας>· τὰ αὐτά. καὶ ὑπαγαγόμενος·
παράνομον γάμον παλεύσας. μετῆκται δὲ ἀπὸ τῶν περιστερῶν. λέγονται γὰρ <παλεύτριαι> αὗται αἱ ἐξαπατῶσαι καὶ ὑπάγουσαι πρὸς ἑαυτὰ ἤγουν ἐνεδρεύουσαι
- <παλευταί>· οἱ τὰ λίνα ἱστῶντες, οἷς τὰ θηρία παλεύεται
- <παλημάτιον>· τὸ λεπτὸν ἄλευρον
- <πάλην>· ἄλευρα. καὶ σποδός. τὸ λεπτότατον τοῦ ἀλεύρου
- *<παλαμναῖος>· φονεύς. ἀντίθεος [θεῷ.] μεμιασμένος
- <παλήσειε>· διαφθαρείη
- <παλιτούτη>· πλίνθος
- <πάλθοις>· τόξοις. σφενδόναις
- [<παλίβολος>· ἄστατος, εὐμετάβολος, ἢ εὐμετάβλητος]
- <παλι(γ)γλώσσῳ>· βλασφήμῳ
- <παλιγκάπηλος>· ὁ μετάβολος. ὁ τὸ αὐτὸ ἀεὶ ἀγοράζων καὶ πωλῶν.
ὡς <παλίνδουλος> ὁ πολλάκις δουλεύσας
- <παλίγκλαστον>· σκολιόν. αὐστηρόν. δύστροπον
- <παλίγκοτα>· οὐκ ἀξιόχρεα. ὀργίλα. ἐχθρά. καὶ τὰ ὅμοια
- <παλιγκώα>· πλάνη
- <παλ(.)ίζεσθαι>· σφαιρίζειν
- <Παλικοί>· Ἀδράνῳ δύο γεννῶνται υἱοὶ Παλικοί, οἳ νῦν τῆς Συρακου-
σίας εἰσὶ κρατῆρες, οἱ καλούμενοι Παλικοί, οἱ καὶ κατοικήσαντες αὐτήν
- <παλίλλογα>· παλινσύλλεκτα
- <παλιλλογία>· ταυτολογία
- <παλίμβιος>· ὡς ἐξ ἀναβιώσεως
- <παλίμβολον κήρυκα>· τινὲς τὰ ἐναντία βουλευόμενον. οὐκ εὖ. γνώ-
μο(ν)α γὰρ δηλοῖ
- <παλίμβολος>· ἀκατάλληλος, ἀνάρμοστος, ἀπερίστατος. <τρίπρατος>.
ὁ πολλάκις ἐπὶ μεταβολῇ ἀπημπολημένος, κοῦφός τε καὶ οὐ βέβαιος, ἀκατάλληλος. ἀπ' ἄλλου εἰς ἄλλον μεταβαίνων
- <παλίμβολος>· ἀδόκιμος, ἀνελεύθερος
- <παλιμπετές>· εἰς τοὐπίσω πεπτωκός
- <παλιμπετής>· ὀπισθόρμητος, ἢ ἐναντιοπετής
- <πάλιμ πλαχθέντας>· ὀπίσω πλανητούς, οἷον ὑποστρέψαντας εἰς
τοὐπίσω, ἢ πλανηθέντας
- <παλιμπόρους βάκχους>
- <παλιμπρυμνηδόν>· οἷον παλίμπρυμνον χώρησιν. προῆλθεν εἰς τοὔμ-
προσθεν ἀνακάμπτουσα, ὡς ἐπὶ πρύμναν κροῦσαι
- <παλιμπυγηδόν>· τὸ εἰς τοὐπίσω ἀναποδίζειν
- <παλίμφημα>· κακόφημα, δύσφημα, βλάσφημα
- <πάλιν>· εἰς τοὐπίσω. Ἀρίσταρχος τὸ πλέον <πάλιν> τοπικῶς χρῆσθαί
φησι τὸν ποιητήν, καὶ οὐχ, ὡς ἡμεῖς, χρονικῶς
- <παλινάγγελος>· ὁ ἐξ ὑποστροφῆς ἄγγελος, ὅταν ἀπαγγείλας τινὶ ἀπὸ
τούτου ἑτέραν φάσιν ἀποφέρῃ
- <παλινάγρετα>· εὐμετάβλητα, τὰ χαρίσματα τὰ ἐκ μεταμελείας πάλιν
ἀναλαμβανόμενα
- <παλινάγρετον>· παλίλληπτον. μεταμελητόν
- <παλιναίρετον>· ἐπεσκευασμένον, καὶ οἷον ἐκ παλαιοῦ (κε)καινοποιη-
μένον. παλισύῤῥαπτον
- <παλινδαές>· παλίγγνωστον
- <παλινδ[ε]ινία>· [πάλιν γεννῆσαι] ἡ ἐξ ὑποστροφῆς ὑδάτων
- <παλινδικεῖ>· ἐπισυνάπτει δίκην
- <παλινδικία>· ἡ ἐξ ἀρχῆς δίκη
- *<παλιγγενεσία>· τὸ ἐκ δευτέρου ἀναγεννηθῆναι, ἢ ἀνακαινισθῆναι
- <παλινδίνητον>· συνεχές ......
- <παλινδορία>· τὸ σκύτος. Πλάτων Σύρφακι·
σὲ μὲν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω
- <παλινδρομεῖ>· ἀνατρέχει. ὑποστρέφει
- *<πάλιν ἐρέει>· ἐναντιωθήσεται. ἢ ἀντερεῖ
- *<παλίνορσος>· ὀπισθόρμητος. πάλιν ὑποστρέψας
- *<παλινδ(..)ία>· ἡ ἐξ ὑποστροφῆς λεγομένη δίκη
- <παλιμπλά(γ)κτοισι[ν]>. ὀπισθορμήτοις
- <παλινοιωνίαι>· ἐκ δευτέρου μαντεῖαι
- <παλίνπιττα>· ἑφθὴ πίττα
- <παλινσάγης>· χήρα γυνή ........
- <παλίνσκιος>· σύ[ν]σκιος, σκοτεινός, ζοφώδης. τὸ γὰρ <πάλιν> ἐνιαχοῦ
ἐπίτασιν δηλοῖ, ὡς <παλινκάπηλος παλίμπρα[κ]τος>
- <παλίντιτα>· ὀπισθέκτι[ς]τα, ὅ ἐστιν ἐξ ὑποστροφῆς τιμωρίαν δώσοντα
- <παλίντονα>· ὀπις(θ)ότονα, ἢ τὰ ἐπὶ θάτερα τρεπόμενα
- <παλιντριβεῖ>· κακεντρεχεῖ
- <παλιντροπά[ς]ασθαι>· εἰς τοὐπίσω τρέπεσθαι
- *<παλινοστήσας>· εἰς τοὐπίσω ἐπανελθών
- <παλινῳδίαν>· ᾠδὴν τῇ προτέρᾳ ἐναντίαν. ἢ δόγμα τῷ πρώην ἐναντίον
- [<παλίνωξις>· ἡ ἐξ ὑποστροφῆς δίωξις]
- <παλινώρους>· ἄκοντας
- <παλίνωρον>· εἰς τοὐπίσω ἐξέκλασεν καὶ ἐξέβαλεν. ἀπὸ τῶν <ἐκκοκκι-
ζομένων> ῥοιῶν
- <παλίουρος>· κάδος. ἀντλητήρ. καὶ τὸ θαμνῶδες δένδρον
- <παλιῤῥόθιον>· παλιῤῥόουν. ἐκ τοῦ ὄπισθεν ὡρμηκός, ἢ εἰς τοὐπίσω
φερόμενον
- <παλίῤῥυτον>· εἰς τοὐπίσω ἑλκόμενον
- <παλίσσυτοι>· ἀναχωρήσαντες
- <παλίσσυτον>· ἐξ ὑποστροφῆς
- <παλίωξις>· ἡ ἐξ ὑποστροφῆς δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ἔσχα-
τον διῶκται γένωνται
- <πάλκος>· πηλός
- <πάλλα>· σφαῖρα ἐκ ποικίλων ναμάτων πεποιημένη
- <Παλλάδος πρόσωπον>· στατήρ, ἐπὶ μὲν ἑνὸς μέρους Ἀθηνᾶς πρόσω-
πον, ἐπὶ δὲ θατέρου τὴν γλαῦκα ....
- <παλλάκιον>· μειράκιον
- <παλλακός>· ἐῤῥωμένος
- <Παλλάντιος>· Ζεὺς ἐν Τραπεζοῦντι
- <Παλλαντίς>· ἡ Τριτωνὶς λίμνη
- <Παλλάς· Ἀθηνᾶ>, ἡ παίουσα τοὺς αὐλούς
- [<παλ[λ]άσσειν>· ταράσσειν. βρέχειν. μολύνειν]
- <παλλάχανον>· κρόμμυον. Ἀσκαλωνῖται
- <πάλλε[ν]>· ἔβαλεν. ἐκράδαινεν
- <πάλλει>· κινεῖται, ἅλλεται
- <πάλλειν>· κινεῖν. πηδᾶν. κληροῦν. κραδαίνειν. στρέφειν
- *<πάλλεται>· πηδᾷ. σείεται. καὶ τὰ ὅμοια
- <πάλλεσθαι>· κληροῦσθαι. ἅλλεσθαι
- <πάλλευκον>· εὐήμερον
- <Παλληνί[α]ς>· ἡ Ἀθηνᾶ, ἐν Χαλκίδι
- *<παλλία>· ἀγών. οἱ δὲ τῷ Πάλει. ἔνιοι δὲ τῷ Πανί
- <πάλληξ>· βούπαις
- <παλλιχίαρ>· πεμμάτιόν τι παρὰ Λάκωσι
- *<πάλλεται>· πηδᾷ. σείεται. κραδαίνεται. κινεῖται. σφύζει
- *<πάλλον>· ἔσειον. καὶ τὰ ὅμοια
- *<πάλλων>· κινῶν, ταράσσων
- *<παλλομένων>· κληρουμένων
- <παλλύτας>· ὄργανον βασανιστήριον
- <πάλμη>· γέῤῥον
- <παλμός>· τρόμος. σεισμός. καὶ τὰ ὅμοια
- <παλμυός>· βασιλεύς. πατήρ. οἱ δὲ <πάλμυς>
- [<Παλμύτης>· Αἰγύπτιος θεός]
- [<πάλνης>· πλάνης. ἀπάτης]
- *<παλλωΐα>· τὸ μὴ τυχεῖν βάλλοντα
- <πάλ[λ]ος>· κλῆρος. ἀπὸ τοῦ <πάλλεσθαι>, πρὸς τὴν ἄρ[νη]σιν τοῦ
λαγχάνοντος. καὶ τό· κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες
- <πάλ[λ]ος ἔζευξεν>· ......
- [<παλλουμένων>· κληρουμένων]
- [<πάλ<οις><αις>>, τοῦ πάλλεσθαι, καὶ τὰ ὅμοια]
- <παλτά>· ἀκόντια. λόγχαι
- <πάλτο>· ἥλατο. ἀπέβη
- <παλτόν>· κληρωτήν
- <παλτῶν>· ἀκοντίων
- <παλύνας>· τὸ λεπτὸν τῆς γῆς ἐπιβαλών, τὴν λεγομένην <χυτήν>. εἴρηκε
δὲ ἀπὸ τοῦ ἀλεύρου· ἐπὶ δ' ἄλφιτα λευκὰ[νειν] παλύνειν πάσσει(ν)
- <παμβῶτις τύχη>· ἐλπὶς παντοτρόφος
- <Παμισός>· ποταμός
- <παμμάκαρ>· κατὰ πάντα μακαριστός
- <παμμέγεθες>· λίαν μέγα
- <παμμελέσιν>· ἐνμελέσι. γλυκερέσιν
- <παμμήστορα>· πάντων τεχνίτην
- <πάμπαν>· παντελῶς. ὁλοτελῶς. ὁμοίως. ὄντως
- <Πάμπανον>· ἡ Δημήτηρ ἐν Ἡρακλείᾳ
- <παμπήδην>· ὁλοσχερῶς. παντελῶς
- <παμπης[ς]ία>· πᾶσα ἡ ὕπαρξις
- <παμποίκιλος>· πολύτροπος
- *<πάνπρωτον>· πάντων πρῶτον
- <παμφάγος>· πάντα δαπανῶν
- <παμφαές>· φαιδρότατον. πάντα φωτίζον
- <παμφαίνειν>· λάμπειν, στίλβειν, ἀστράπτειν
- <παμφαλύζει>· τρέμει
- <παμφανάᾳ>· λάμπει
- <παμφανόωντα>· λαμπρόν, πάντοθεν λάμποντα
- <παμφαοῦς>· πάντα φωτιζούσης
- <παμφθόγγῳ>· παμφώνῳ
- <πάμφι>· παντάπασι
- <Παμφίδες>· γυναῖκες Ἀθήνησιν ἀπὸ Πάμφου τὸ γένος ἔχουσαι
- <παμφόρῳ>· πάντα φέροντι
- <παμ[μ]ωχίων>· κεκτημένος
- <παμῶχος>· ὁ κύριος. Ἰταλοί. καὶ ἡ δεκάς. [καὶ τὸ φιλεῖν τῷ στόματι
τὰ παιδία [καὶ] τὸν πατέρα
- <πᾶν>· ὅλον. <τὸ πᾶν>· τὸ ὅλον
- <παναγῆ>· καθαρά. ἅγια
- <παναγής>· καθαρός, κατὰ πᾶν ἁγνός
- [<παναγιστίας>· παναγίας]
- <πάναγρα>· [πανάγρια,] ἐν οἷς τὰ λεπτὰ καὶ ἁδρὰ θηρεύεται
- <πανάγρου>· τοῦ πάντα ἀγρεύοντος
- <παναθήναια>· ἡ τῶν Ἀθηναίων ἑορτή. καὶ ὁ ἀγών
- <παναιεῖς>· Ἀθήνησιν ἱέρειαι
- <παναίθῃσιν>· ὅλαις λαμπραῖς·
παναίθῃσι(ν) κορύθες(ς)ι
- <πάναιθον>· λαμπρόν
- <παναίθετος>· πάντα ἀπαραίτητος
- <παναίγυλος>· πανκάκουργος
- <παναιΐα>· ἱέρεια, ἥτις οὐ μίσγεται ἀνδρί
- <Παναῖ[ν]οι>· ἔθνος Θρᾴκιον
- <παναίολος>· παμποίκιλος
- <πανάκεια>· θεραπεία
- <πάν(ακ)ες>· βοτάνη τις, ἣ πολλοῖς ὀνόμασι καλεῖται
- <Πάνακτος>· ἡ ὀρίγανος. καὶ τόπος ἐν τῇ Ἀττικῇ
- <παναλκές>· ἰσχυρόν. παντοδύναμον
- <πανάμερος>· δι' ὅλης ἡμέρας
- <πανάμωμος>· ἀρεστός
- <πανάποτμος>· ἀθλιώτατος, κατὰ πάντα κακόποτμος, ὅ ἐστι παντε-
λῶς κακόμορος
- <παναρμόνιον>· εἶδος ὀργάνου, ἐξ ὅλου τεταγμένον. <Ἁρμονία> γὰρ
ἡ εὔτακτος ἀκολουθία
- *<πανάργυρον>· ὅλον ἀργυροῦν
- <πανασκηθέα>· πάντα ὑγιῆ
- <παναφήλικα>· πάντων ὁμηλίκων ἀπεληλαμένον ἐκτός
- <Παναχαιῶν>· πάντων Ἑλλήνων
- <παναώριον>· πάντων ἀωρότατον. καὶ ἄμοιρον. ἢ κατὰ πάντα ἄωρον
- <πανδαισία>· ἡ πάσαις ταῖς αἰσθήσεσιν ἡδονὰς παρέχουσα εὐωχία, ἢ
πολυτελὴς τράπεζα
- <πανδαισίαν>· τὴν παντοδαπὰ ἐδέσματα καὶ πολυτελῆ ἔχουσαν
- <πανδαμάτωρ>· ὁ πάντας δαμάζων
- <πανδαμικοί>· παιδικοὶ χιτῶνες ἐν ταῖς πομπαῖς
- <πανδ[ε]ῖα>· ἑορτὴ Ἀθήνησι
- <πανδερκεῖς>· πάντα ὁρῶντες
- <πᾶν δ' ἦμαρ>· δι' ὅλης δὲ τῆς ἡμέρας
- <πανδημεί>· σὺν παντὶ τῷ δήμῳ
- <πανδήμιος>· ὁ καθ' ὅλον τὸν δῆμον ἀναστρεφόμενος
- <πανδήμου>· δημοσίας, κοινῆς
- <πανδοκ(ε)ῖον>· πανδοχ(ε)ῖον
- <πάνδοξ>· ὁ ἐν πανδοχ(ε)ίῳ οἰκῶν
- <πανδοῦρα ἢ πανδουρίς>· ὄργανον μουσικόν. <Πάνδουρος> δὲ ὁ
μεταχειριζόμενος τὸ ὄργανον
- <Πανδοσία>· πόλις τῆς Ἠπείρου καὶ Ἰταλίας
- <πανδοχεύς>· ἐπιδέξιος, ὁ πάντας δεχόμενος
- <πανδώρα>· ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν πάντα δωρεῖται. ἀφ' οὗ καὶ
<ζείδωρος> καὶ <ἀνησιδώρα>
- <πάνεια>· κεχορτασμένη
- <πανείπας>· ἀναιδής
- <πανέξαλλον>· ἐν πᾶσιν ἀλλότριον
- *<παναίολος>· παμποίκιλος
- <πᾶνες>· τοὺς ἐσπουδακότας σφοδρῶς περὶ τὰς συνουσίας ἔλεγον
- [<πανέψιον>· πᾶσι σύνοπτον]
- <πανήγυρις>· ἔπαινος. ἑορτή. θέατρον
- <πανημαδόν>· διὰ βίου
- <πανημέριος>· οὐχ ὁ δι' ὅλης ἡμέρας, ἀλλ' ὁ ἀφ' οὗ τι(ς) ἂν ἄρξη-
ται μέρους· ἢ καὶ δι' ὅλης τῆς ἡμέρας, καταχρηστικῶς
- <πανήρεα>· πᾶσιν ἀρέσκοντα
- <πανήρεσι>· κατὰ πάντα ἡρμοσμέναις
- <πανῆρες>· πᾶσιν ἀρέσκον. ποικίλον. παμμήχανον
- *<πανήπορος>· πανάπορος, ἐνδεής
- <πανθρ(ό)ῳ δήμῳ>· παῤῥησίαν ἄγοντι δήμῳ, πάντα θροοῦντι, ὥστε
μηδὲν ὑποστέλλεσθαι
- <πάνθρυλ[ι]ον>· τὸ πάντα θρυλοῦν
- <πανθύλην>· μονογενῆ τοῖς τόξοις ἢ σφενδόναις
- <πανθυμαδόν>· πάσῃ τῇ ψυχῇ, ἢ παντὶ τῷ θυμῷ
- <πάνθ' ὑπὸ μηνιθμόν>· περὶ πάντα τὸν τῆς μηνίδος χρόνον
- <Πανία>· ἡ Πελοπόν(ν)ησος
- <πανίας βήσσας>· ὡς ἀπὸ τοῦ Πανός. Αἰσχύλος Καλλιστοῖ. [καὶ ὁ
λευκὸς πάντη] [ἢ ὁ λευκὸς πάντη καὶ καθαρός. καὶ ὁ μέλας καθαρός
- <πανικτόν>· Ἕρμιππος ἐν Στρατιώταις·
ὥρα τοίνυν μετ' ἐμοῦ χωρεῖν (τὸν) κωπητῆρα λαβόντα καὶ προσκεφάλαιον, ἵν' ἐς τὴν ναῦν ἐμπηδήσας ῥοθιάξῃς. ἀλλ' οὐ δέομαι πανικτὸν ἔχων τὸν πρωκτὸν (προσκεφαλαίου)
- <πάνιον>· αὐτόχρουν. ὁμοέχρουν. λευκόν. καθαρόν
- <πανίῳ δαίμονι>· μανιώδει δαίμονι
- <πανιώνιον>· ἱερὸν Ποσειδῶνος ἐν Ἰωνίᾳ
- <πάγκαλος>· ἐξ ὅλου, κατὰ πάντα καλός
- <πανκαρπία>· πανσπερμία
- <πανκρατής>· πάντων κρατῶν, καὶ ἄρχων, καὶ βασιλεύων
- *<πάντα>· ὅλα
- <παννόας>· ὁ ἀπόπληκτος. καὶ ἀδολέσχης
- <παννυχίη>· δι' ὅλης τῆς νυκτός
- <παννυχίς>· ἑορτὴ νυκτερινή
- (<πανοικί>)· σὺν ὅλῳ τῷ οἴκῳ
- <πανόλβιος>· παμμακάριστος
- [<πάνομαλφαίῳ>]
- <πανομφαῖον>· πεφημισμένον. [ἢ ὁ τὰ κακὰ ἀποστρέφων
- <πανομφαίῳ>· ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφέρεται, τουτέστι κλη-
δών
- <Πανόπη>· πόλις Φωκίδος
- <πανόπτης>· πολυόφθαλμος. Ζεύς. Ἀχαιοί
- <πάνοπτος>· ὁ πανταχόθεν φαινόμενος
- <πανορμίη>· ἐπίθετον Ἀπόλλωνος
- <πανὸς σκῶλον>· ὄνομα σχήματος, ὅταν οἱ ἀπὸ σκώλου ᾖ πεπληγὼς
[ἄντρον τι λέγεται σχῆμα
- <πανὸς σκότος>· οἷον νυκτερινὸς φαντασίας
- <πανοσπρία>· σύνοδος
- [<πανοστρία>· συμμιγὴς πληθύς. σύνοδος]
- <πᾶν ὁτιοῦν>· οἷον δή ποτ' οὖν, πᾶν τὸ τυχόν
- <πανοῦργος>· πάντα μανθάνων. δόλιος, πάντα ἐν πονηρίᾳ ἐργαζόμενος
- <πανουλεύς>· ἐξώλης
- <πανούριος>· πάντα οὔριος
- <Πάνοψ>· ἥρως Ἀττικός. ἔστι δὲ αὐτοῦ καὶ νεώς, καὶ ἄγαλμα, καὶ
κρήνη
- <πανόψιον>· πάντων ὁρώντων. πᾶσι σύνοπτον. λαμπρόν
- <πανσαγία>· πανοπλία
- <πανσθενεστάτῳ>· ἰσχυροτάτῳ
- <πανσυδίη>· ὁμοῦ πάντες
- <πάντα κάλων σείει>· παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων
- <πάντα κινήσας πέτρον>· παροιμία
- <πάντα λίθον κινεῖν>· παροιμία, ἧς μέμνηται Ἀρίσταρχος. ὅτε γὰρ
Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσεν, ἡττηθεὶς παρὰ Σαλαμῖνι .....
- <παντάνα>· τρυβλίον
- <πάντα δ' ἀπὸ (π)λευρῶν χρόα ἔργαθεν>· οὐ κατὰ βάθους ἔτρω-
σεν, ἀλλ' ἀπεῖρξε τοῦ χρωτὸς καὶ τῶν πλευρῶν τὸ δόρυ
- <παντάπασι>· παντελῶς. ὅλως
- <πανταρκέα>· πᾶσι βοηθόν
- <πανταρκής>· ὁ πᾶσιν αὐταρκῶν. [ὁ]
- <παντάσκιος>· ὁ πάντοθεν σκιὰν οὐκ ἔχων
- <πανταχῶς>· πάντα τρόπον
- <παντελές>· παντελῶς, ὁλοτελῶς
- <παντελής>· ὁλοτελής. [καὶ]
- <παντεπόπτης>· ὁ πάντα καθορῶν
- <πάντες>· ἀντὶ τοῦ οἱ πλεῖστοι
- <πάντες(ς)ιν>· ὑπὲρ πάντων
- <παντευχία>· πανοπλία
- <πάντη>· πάντως. πανταχοῦ, πάντοθεν
- <πάντη τε>· πάντως
- <πάντη>· πανταχοῦ (..) ἑκάστῳ (....)
- <παντὶ σθένει>· ὅλῃ, πάσῃ δυνάμει
- <παντίτῳ>· παντί τινι
- <παντοδαποῖς>· διαφόροις
- <παντοδαπός>· παντοῖος. σύμμικτος
- <παντοδα(πῶν)>· παντοίων. καὶ διαφόρων
- <πάντοθεν>· πανταχόθεν, ἐξ ἑκάστου τόπου
- <παντόθι>· πανταχοῦ
- <παντοίων>· πάντων. πολυτρόπων
- <παντοκράτωρ>· ὁ θεός, πάντων κρατῶν
- <παντομάντειραι>· μοῖραι
- <πάντοσε>· εἰς πάντα τόπον. πανταχοῦ
- <πάντοσ' ἐΐσην>· πανταχόσε στρογγύλην
- <παντώνια>· παντοδαπά
- *<πάντων>· πάντως
- *<πάντων>· ὑπὲρ πάντας
- *<πάντων ἐκπαγλότατε>· ὑπὲρ πάντας ἐκπληκτικώτατε
- <πάντως>· ἰσοδυναμεῖ ἀληθείᾳ. κυρίως
- <πάντως θαρσαλέη>· κατὰ πάντα θρασεῖα
- <πανυπερτάτη>· πασῶν ὑπερκειμένη τῶν παρακειμένων νήσων
- <πανυπείροχον>· πάντων μέγιστον
- <πάνυσσα>· (ς)τρόφος. ἀναδέσμη. οἱ δὲ κειρίαν, ᾗ τὰς τρίχας ἀνα-
λαμβάνουσι
- <πανύστατον>· πάντων ἔσχατον
- *<παννυχίους>· δι' ὅλης νυκτός
- *<πάντη τε καὶ πάντως>· κατὰ λόγον καὶ τρόπον πάντα
- <πανώλεθρον>· ἐξῶλες, πανῶλες
- <πανώλης>· πανώλεθρος, ἐξώλης, ἀπολλύμενος
- <πάξ>· ὑπόδημα εὐυπόδητον. ἢ τέλος ἔχει[ν]
- <Πάξοι>· νῆσοι κατὰ Ἰταλίαν
- *<παππάζοιεν>· πατέρα καλοῖεν
- [<παπαίδην>· παντελῶς]
- *<πάπας>· πατρὸς ὑποκόρισμα
- <πάππα>· προσφώνησις παι(δὸ)ς πρὸς πατέρα.
- <παπαῖ>· σχετλιασμός
- <παππ(ά)ζοιεν>· πατέρα καλοῖεν
- <παππάζουσιν>· πατέρα προσαγορεύουσιν. πεποίηται δὲ ἡ λέξις ἀπὸ
τῶν παιδίων, ἃ τοῖς πατράσι λέγει πάππα
- <πάππος>· ἄκανθα· ἐπὰν γηράσῃ καὶ ἀποξηρανθῇ, καὶ ὑπὸ ἀνέμων
ἐκριπίζηται, καὶ τόπον ἐκ τόπου μεταβάλλῃ. σημαίνει δὲ καὶ ὀρνέου εἶδος. καὶ πατρὸς ἢ μητρὸς πατέρα. καὶ τὴν ὑπὸ τῷ γενεί(ῳ) τρίχωσιν
- <παπταίνειν>· περιβλέπειν πάντη
- <παπταίνοντα>· ὁρῶντα
- [<παπταιγγεῖ>· περισκοπεῖ]
- <παπτήνας>· περισκοπήσας
- <πάρα>· ἐγγύς. πάρεστι
- <παραβαίνοντας>· ἀρνητικούς. ἢ μὴ εὐθέως βαίνοντας
- <παραβαλεῖς>· ἀπατήσεις. παραθήσεις. παραδώσεις
- <παραβαλλόμεναι>· ἐξαπατῶσαι. παρακα(τα)τιθέμεναι
- <παραβαλλόμενος>· ἐναποκινδυνεύων, ὅ ἐστι παραβόλως μαχόμενος
- *<παράβολον>· παράδοξον
- <παραβαλοῦ>· ἀνάπαυσαι. ἀπὸ δὲ τῶν νεῶν ἡ μεταφορά
- <παραβαλῶ>· συγκρινῶ. παραθῶ, ὅμοιον
- <παραβαλών>· ὁμοίως παραθείς
- <παρ[α]βεβαῶτε[ς]>· παραβεβηκότες
- <παραβλέπων>· στραβός
- <παραβλήδην>· ἀπατητικῶς. παραλογιστικῶς. ἐξ ἀντιβολῆς παραβάλ-
λοντες
- <παραβληθησόμενος>· συγκριθησόμενος
- <παραβλητικός>· παραβάλλων
- <παραβλῶπας>· παρορῶντας
- <παραβλῶπες>· ὁμοίως, διάστροφοι, τὰς ὄψεις διαστρέφοντες, καὶ πα-
ραβλέποντες
- <παραβολή>· πραγμάτων ὁμοίωσις
- <παραβουλευσάμενος>· εἰς θάνατον ἑαυτὸν ἐκδούς
- <παραβραβευθείς>· καταῤῥαγείς. παραμεληθείς
- <παραβραβεύων>· παρακρίνων
- <παραβύουσαν>· παρακαμ(μ)ύουσαν
- <παράβυστον>· λάθρα γινόμενον, ἀπόκρυφον. ἀποκεκρυμμένον, ἢ μι-
κρὸν κλινίδιον, παρατιθέμενον τῇ μεγάλῃ, ἔνιοι δὲ δικαστήριον οὕτω καλούμενον
- [<παραγάγγας>· εἶδος μέτρου Περσικοῦ]
- <παρ' ἀγαυοῦ Τιθωνοῖο>· παρὰ τοῦ λαμπροῦ Τιθωνοῦ
- <πάρα γε>· ἐγγὺς δέ. ἢ κόψον
- <παράγει>· παρέρχεται. παραπέμπεται. φυλάσσεται. εἰσπορεύεται
- <παραγκωνίσασθαι>· ἀποστρέψαι
- <παραγόρευσιν>· ἄρνησιν
- <παραγράφεται>· ἐκβάλλεται
- <παραγραφή>· ζημία
- <παραγράψαι>· ὃ ἡμεῖς λέγομεν διαγράψαι. καὶ τὸ ἐκ τραπέζης λα-
βόντα διὰ γραμμάτων τοῦ τραπεζίτου πιστώσασθαι
- <παραγράψεται>· οὐ παραδέξεται
- <παραγυμνῶσαι>· φανεροποιῆσαι
- <παραγωγαί>· ἀπάται. χρήσεις
- <παραγωγάς>· χιτὼν παρὰ Πάρθοις
- <πάρα δέ>· ἐγγὺς δέ
- <παραδέδρομα[ι]>· παρεμνήσθην
- <παραδειχθέν>· φανερωθέν
- <παράδειγμα>· ὑπόδειγμα. ἢ παρασκευασθέν τι ἔλαττον εἰς μείζονα
- <παραδειχθῶ>· οὐ φαίνομαι
- <παράδεισος>· τίθεται ἐπὶ τῶν ἀναισθήτων. οἷς ἐστιν ἐμπεριπατεῖν.
ἢ τόπος [ἔνυδρος ἤτοι] εὔυδρος, ἐν ᾧ περίπατοι. καὶ ἡ βασιλέως κα- τάλυσις
- <πάρα δέ σοι>· πάρεστι δέ σοι
- <παραδήμῳ>· ἐξακούστῳ
- *<παραδειγματίσαι>· φανερῶσαι. θριαμβεῦσαι
- <παρὰ δίκην>· παρὰ τὸ δίκαιον
- <παρὰ δόξαν>· παρ' ἐλπίδα, παρὰ προσδοκίαν
- <παράδοξον>· θαυμαστόν. ἀπροσδόκητον
- <παράδοξος>· ὁ παρὰ δόκησιν λεγόμενος
- <παράδοσις>· ἄγραφος διδασκαλία
- <παραδόσεων>· διδασκαλιῶν
- <παραδραθέειν>· παρακοιμηθῆναι
- <παραζηλῶν>· παροξύνων, παρεξισῶν
- <παραζωστρίς>· μικρὰ μάχαιρα
- <παραθαλπόμενος>· παραθερμαινόμενος. παρακμάζων. παραμυθού-
μενος
- <παραθεῖ>· παρατρέχει
- <παράθεμα>· ἐπίθεμα
- <παραθέουσι>· παρατρέχουσι
- <παραθήγειν>· ἀκονᾶν, παροξύνειν
- <παραθήκη>· παρακαταθήκη. [παράθου
- <παραθῆται>· ἐκβάλλῃ
- <παρὰ θῖνα>· παρὰ τὸν αἰγιαλόν
- *<παραθέντες>· ἐκβληθέντες
- <παράθρανος>· κώπη τις ἐν ταῖς παραθράνοις
- <παρ[α]θρέξειας>· παραδράμοις
- [<παραθῶτε>· ἐκβάλλει]
- <παρα(ι)βάται>· οἱ ἐπὶ τῶν δίφρων ἑστῶτες μαχόμενοι, οἱ κύριοι τῶν
ἁρμάτων
- <παρ' αἰγείρου θέα>· Ἐρατοσθένης φησί, ὅτι πλησίον αἰγείρου τινὸς
θέα (αἴγειρος δέ ἐστι φυτοῦ εἶδος) ἐγγὺς τῶν ἰκρίων. ἕως οὖν τούτου τοῦ φυτοῦ ἐξετείνετο καὶ κατεσκευάζετο τὰ ἰκρία, ἅ ἐστιν ὀρθὰ ξύλα, ἔχοντα σανίδας προσδεδεμένας, οἷον βαθμούς, ἐφ' αἷς ἐκαθέζοντο, πρὸ τοῦ κατασκευασθῆναι τὸ θέατρον
- *<παράδοξος>· θαυμαστός. ἐπάξιος. καὶ ὁ παρὰ δόκησιν λεγόμενος
- *<Παραίλεως>· ὄρος ἐγγὺς μ ρ θ ν<ο>
- *<παραινεῖ>· συμβουλεύει
- <παραιθένατα>· τὰ ἀπὸ τῶν μικρῶν δακτύλων παρὰ τὸ θέναρ, ἤγουν
ἐπὶ τὸν καρπόν
- <παραικάτια>· αἱ ἐπὶ τοῖς ζεύγεσι τῶν ὁπλιτῶν τάξεις
- <παραίνεσις>· συμβουλή, νουθεσία, σωφρονισμός
- <παραίπαιμα>· παρακοπή
- <παραὶ ποσί>· παρὰ τοῖς ποσί
- <παραιρεῖται>· ὀλίγα ἀφαιρεῖται
- <παραιρήμ[μ]ατα>· παράρματα ἱματίων
- <παραιροῦνται>· ἀφαιροῦνται
- *<παραὶ ποσὶ κάππεσε θυμός>· ἠγωνίας(αν), καὶ κατέπεσαν τῇ
γνώμῃ [ἢ ποσίν]
- <παραισαβάζειν>· παραμεμηνέναι. ἀπὸ τοῦ Σάβου
- <παραίσι[μ]α>· ἀλλοῖα τῶν προσηκόντων
- *<παρίσομαι>· ....
- <παραΐσσοντα>· παρατρέχοντα
- <παραίτησιν>· παράκλησιν
- <παραίφασις>· ἀπολογία. παραλογισμός. παραμυθία. συμβουλία. πα-
ρηγορία. παραίνεσις
- <παραιφάσσει>· τινάσσει. πηδᾷ. παρακινεῖ. καὶ τὰ ὅμοια
- <παραιφηλούμεθα>· παραγόμεθα
- <παρακαίρια>· παράκ(αι)ρα
- <παρακαταθήκη>· ἐνέχυρον
- <παρ[α]κατέλεκτο>· παρακατέκειτο
- <παρακεκλημένοι>· παραμυθηθέντες, παρακληθέντες
- <παρακεκόαται>· παρανοεῖ
- <παρακεκομμένον>· ἄνανδρον
- <παρακέκρουνται τῶν φρενῶν>· (παρ)ηλλάττοντο
- <παρακελεύσεσθαι>· προτρέψασθαι
- <παρακελεύουσιν>· ἐπιτρέπουσιν
- <παρακεχόρδικεν>· παρήλλαχεν. παρήμαρτεν
- <παρακεώμεθα>· ἐγκείμενοι ὦμεν
- *<παράκλητον>· πνεῦμα λέγεται, ὡς τὰς παρακλήσεις τῶν ὅλων δεχό-
μενον
- *<παρακλήτορες>· παραμυθηταί
- *<παρακλιδόν>· ἕνα παρ' ἕνα. παρακεκλιμένος. παρατετραμ(μ)ένος·
"παρακλιδόν, οὐδ' ἀπατήσω"
- *<παρὰ κληῖδος ἱμάντα>· παρὰ τοῦ τρυπήματος παραγομένου κλεί-
θρου, δι' οὗ τὸν ἱμάντα ἐνιᾶσι
- <παρακοᾶν>· παρανοεῖν
- <παρακοίτης>· ὁ ἀνήρ. γυνὴ γαμετή, παλλακίς <παράκοιτις>
- <παρακονᾶν>· τὸ ἐν τῷ ἀσπάζεσθαι παρατρίβειν τὸ γένειον καὶ τὰς
παρειάς
- <παρακόπτει>· μαίνεται
- <παρακόρησον>· παρακάλλυνον
- <παρακοττεῖ>· παραφρονεῖ
- [<παράκρουσις>· ἀπάτη. [παρενεγκεῖν]
- <παρακροτήσαντες>· παραθαρσύναντες
- <παρακροτῶν>· παροξύνων
- <παρακρούει>· πλανᾷ, ἐξαπατᾷ
- <παρακρουσθέντες>· παραλογισθέντες
- <παρακρουσιχοίνικος>· παραλογιζόμενος ἐν τῷ μέτρῳ. εἴρηται δὲ
οὕτω διὰ τὸ κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν
- <παράκρουστος>· μωρός
- <παράκτης>· ὁ τῶν κυνηγῶν τοὺς κύνας ἐπὶ τὴν θήραν ἄγων
- <παρὰ κωφὸν ἀποπαρδεῖ>· ἡ παροιμία. πρόδηλος δὲ αὐτῆς ἡ
αἰτία
- <παραλαλοῦντος>· ......
- <παρὰ λαπάρη(ν)>· παρὰ τὴν λαγόνα
- <παραλέ(λε)ξαι>· παρὰ τὸ τὰς ὑπερεχούσας (τρίχας) ἐν ταῖς ὀφρύσι
παραλέγειν
- <παραληρούντων>· μωρὰ λαλούντων
- <παραλία>· ἡ Ἀττική. ἔνθεν καὶ ἡ ναῦς <πάραλος>
- <παραλία> καὶ <πάραλος> καὶ <παράλιος>· παραθαλάσσιος
- *<παραλαλεῖ>· φλυαρεῖ, μὴ γινώσκων ἃ λαλεῖ
- <παραλίτης>· ὁ ἀπὸ τῆς παράλου· ἡ δέ .... ἐστιν ἱερὰ ναῦς
- <παραλλαγῆς>· ἐναλλαγῆς, ἀλλοιώσεως
- <παραλλάξαι>· * διάβηθι, πάρελθε
- <παραλλάξας>· ἐνηλλαγμένως. παρελθών
- <παρ' ἀλλήλαις>· ἐγγὺς ἀλλήλων
- <παράλληλον>· ἀκόλουθον, ὅμοιον τῷ μεταξὺ ὄν
- <παραλογισμός>· ἀπάτη λογισμοῦ
- <παραλογιστής>· ἀπατεών
- <παράλογον>· ἀλόγιστον
- <πάραλ[ι]οι>· οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀττικῆς
- <παραλουργεῖς>· οἱ ἧττον[ες] ἔνδοξοι καὶ ἔντιμοι· ὡσεὶ λέγοι τις· <πα-
ραβαφής>· <Ἁλουργὲς> γὰρ τὸ ἐκ τῆς θαλαττίας πορφύρας ὕφος
- <παραλούς>· παρακρατηθείς. συσχεθείς
- <παραλυθῆναι>· ἀπολυθῆναι
- (*)<παραλοῦμαι>· παροιμιωδῶς· ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες
παρελοῦντο
- [<παραλώματα>· τὰ ἔξωθεν]
- <παραλώματα>· τὰ ἔξωθεν τῶν <μ>ρών (ς)κεπασμάτων
- <παραμαρτών>· ἀποτυχών
- [<παραμήνας>· παραναγνούς
- <παραμήξας>· παραλλάξας]
- <παραμεῦσαι>· παραλλάξαι. ἐκτραπῆναι
- <Παραμήνη>· ἡ τῶν θεῶν μήρα. Λυδοί
- <παραμίξεται>· γειτνιάσει
- <παρ' ἄμμι>· παρ' ἐμοί
- [<παραμνείσω>· παραμένοντι καὶ καταπραΰνοντι τὸ μένος, ἤγουν δύ-
ναμιν]
- <παράμονος>· καρτερός
- <παραμυθίαν>· παράκλησιν
- <παραμυ(θή)σασθαι>· συμβουλεῦσαι
- <παρὰ ναῦφιν>· παρὰ τῶν νεῶν
- <παρὰ νῆας>· παρὰ τὰς ναῦς
- <παρὰ νηυσί>· παρὰ τοῖς πλοίοις
- <παράνοια>· ὑπερηφανία
- <παράνομος>· ἄνομος, ἄδικος, ἄθεσμος. ἁμαρτία
- <πάραντα>· τὰ παρὰ τὸ ἀντικρύ, οἷον πλάγια, τὰ παρατετραμμένα
τῆς εὐθείας ὁδοῦ
- <παράνυμφος>· νυμφεύτρια
- <παραξιφίς>· μάχαιρα
- <παρ[αρ]άορος>· σειραφόρος
- <παραός>· ἀετὸς ὑπὸ Μακεδόνων
- <παράπαγος>· μάνδαλος θύρας
- <παραπαίει>· παρακόπτει, μαίνεται, ληρεῖ, παραφρονεῖ
- <παραπαιόντως>· ὁμοίως
- <παράπαιστος>· παραπλήξ. ἢ παρειμένος
- <παράπαν>· παντελῶς, καθόλου
- <παρὰ πάντας>· ὑπὲρ πάντας
- <παραπασσόμενος>· ἐπιβαλλόμενος
- [<παραπείσῃ>· παραπαίξῃ]
- <παραπέμποντες>· ἀπωθούμενοι
- <παραπεπ[ε]ίθοιμι>· παραπείθοιμι
- <παραπεπλεγμένως>· συμπεπλεγμένως
- <παραπετάσματα>· παρακαλύμ(μ)ατα
- <παράπηχυ[ν] ἱμάτιον>· τὸ παρ' ἑκάτερον [μέρον] μέρος ἔχον πορ-
φύραν
- <παραπικραίνων>· παροργίζων
- <παραπλαγιάσας>· πλαγιασάμενος
- <παραπλάγξασα>· παρακρουσθῆναι ποιήσασα
- <παραπλασμός>· ὁ ἐν ταῖς τῶν αὐλῶν τρύπαις ῥύπος
- <παραπλέξαι>· ἐμπλέξαι
- <παραπλάσματα>· τὰ κηρία τὰ ἐπιτιθέμενα τοῖς ζητήμασιν ἐν τοῖς
βιβλίοις
- <παραπλῆγος>· μανιώδους
- *<παραπλῆγας>· τοὺς τὰς ἄκρας ἀνατεινούσας ἔχοντας αἰγιαλούς. ἢ
<πέτρας>
- <παραπλήγων>· μαινομένων
- *<παραπληγία>· παρακοπή
- <παραπλήξ>· παράφρων, τὰς φρένας βεβλαμ(μ)ένος, μανιώδης, παρα-
κόπτων, παραφρονῶν
- <παραπληξία>· μανία
- <παραπλήσιος>· ἐμφερής, ὅμοιος
- <παραπλῆττον>· ἐκπλῆττον
- <παραπλόκαμος>· ἡ παραπεπλεγμένη τὰς τρίχας
- <παραπλομένοισι>· παροῦσι
- [<παρὰ πλόνεσι>· παρὰ πολλοῖς]
- <παραπλώζειν>· τὸ παρὰ τὴν ὁδὸν ἵστασθαι, ἢ ἰέναι
- <παρὰ πόδα>· εὐθέως. ἐγγύθεν
- <παρὰ ποδί>· παρὰ τοῖς ποσί
- <παρὰ πολύ>· πολύ
- <παραποιεῖν>· παραπράττειν
- <παραποιήσασθαι>· παρασφραγίσαι
- <παραπρονοῆσαι>· ἐνθυμηθῆναι, νοῆσαι
- <παραπομπή>· μετακομιδή
- <παραρεῖν>· φληναφεῖν
- <παρα(ῤ)ῥητοί>· παραινετικοί, σύμβουλοι, παραμυθητικοί
- <παρα(ῤ)ῥητοῖσι>· παραμυθηταῖς
- <παραῤ(ῥ)ύματα>· δέῤῥεις
- <παραρτίζεσθαι>· παρασκευάζεσθαι
- <παραρυῇς>· μετεωρισθῇς, παραπέσῃς
- <παράρυμα>· Σοφοκλῆς Πολυξένῃ <παράρυμα ποδός>, ὡς κρεμαμέ-
νων τινῶν ὑφασμάτων ἐκ τοῦ ἅρματος πρὸς κάλλος. τινὲς δὲ σχοινίον ἐν ταῖς ναυσίν. οἱ δὲ ὑπόδημα
- <παραρυμίς>· τὸ παρὰ τὸν ῥυμόν
- <παραρυτεῖν>· παρέχειν
- *<παραρυῶμεν>· ἐξολισθῶμεν
- *<παραρυόμενον>· παραπεσό[μενο]ν, παραῤ(ῥ)υέν
- <παρασάγγας>· εἶδος μέτρου Περσικοῦ
- <παρασαγγιλόγω>· οἱ Πέρσαι τοὺς διαγγέλλοντας οὕτω λέγουσι
- <παρασάγγης>· μέτρον ὁδοῦ, τριάκοντα σταδίους ἔχον
- <παρασαρῶσαι>· ἐροὴ δὲ καὶ [κάλυθρον ἢ] κάλλυντρον τὸ σάρον. καὶ
κόρηθρον καλεῖται
- <παρασεσυρμένοι>· παρελκυσμένοι, ὑπεσκελισμένοι
- <παράσημα>· τεράστια
- <παρασημαίνει>· παραχαράττει. παραδηλοῖ
- <παράσημον>· ἀδόκιμον, κίβδηλον. ἀπὸ τὸ καὶ νομισμάτων τὰ κίβδηλα
<παράσημα> λέγεται
- <παράσιτοι>· ἀρχὴ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκδοχήν ......
- <παράσιτος>· κοσσοτράπεζος
- <παρασιωπῶν>· μακροθυμῶν
- <παρασκευάζεται>· εὐτρεπίζεται, ἑτοιμάζετο
- <παρασπάς>· φυτὸν ἀπεσπασμένον
- <παρασπάσησθε>· ἀφέλησθε
- <παρασπίζουσα>· σύνους(α). συνοικοῦσα
- <παρασπιστής>· παρεστώς. ὁπλίτης
- <παρασπονδήσας>· παραβὰς τὰς συνθήκας
- <παρασπονδοῦντες>· ἐχθραίνοντες. πολεμοῦντες
- <παρασπῶν>· συλῶν
- <παραστάδες>· οἱ πρὸς τοῖς τοίχοις τετ[ρ]αμένοι κίονες
- <παρασταδόν>· ἐκ τοῦ σύνεγγυς, ἢ παραστάντες, ἢ παραστατικῶς, ἢ
κατὰ τρόπον, ἢ κατὰ τὸ δέον
- <παρασταθμίδες>· τῆς θύρας τὰ πρὸς τῷ στρόφιγγι
- <παράστανον>· λόγχη
- <παράστασις>· φυγή. καὶ τὸ φυγαδεῦσαι <παραστήσασθαι>
- <παραστάται>· τὰ ἀπὸ τῶν νεφ(ρ)ῶν ἀγγεῖα. καὶ οἱ πρὸς τὰς ὤας
στήμονες
- <παραστάτην>· προστάτην
- <παραστάτησον>· παραστάτης γενοῦ. νίκησον
- <παραστατίς>· ἀγγεῖον θερμαντικόν
- <παραστέλλεται>· ἀναστέλλεται
- <παραστέλλων>· ἀναστέλλων
- <παραστησάμενος>· μετακαλεσάμενος
- <παραστίζουσα [ἢ παραστίζων ἢ παραστιχθείς>]· ἐπ(ε)ὶ τῶν
[ἀνακλυσετῶν] ἀφυστερούντων τὰ ὀνόματα παρέστικται. [Σώφρων δὲ κεντήματά φησιν.] ἄλλοι, ὡς ἀπόντα [τινὰ] παραστήσουσα σημειου- μένη
- <παραστόρνυται>· καὶ τὸ λεῖον ποιῆσαι ξίφος, καὶ τὸ παράστροτον
- *<παρασυνεβλήθη>· ὡμοιώθη
- <παρασύρει>· χαυνοῖ. παρατρέπει
- <παρασυρέντες>· παρατραπέντες
- <παρασυρῶ>· παρατρέψω, καὶ τὰ ὅμοια
- <παρά σφιν ἢ παρά σφισιν>· παρ' [ἑ]αὐτοῖς
- *<παράχασον>· ἀναχώρησον
- <παρασχεδιαζομένη>· παραχαραττομένη
- <παράταξις>· πόλεμος. φάλαγξ. καὶ ὄνομα
- <παρατάσσεται>· ἐν πολέμῳ ἀνθίσταται
- <παρατατικός>· ἐκτεταμένος
- <παρατέθηγμαι>· παρηκόνημαι. παρωξύνθην
- <παρατεθηγμένος>· ἠκονημένος
- <παρατείνει>· παρέλκει. πλατύνει
- <παρατεκτήναιτο>· παρὰ τὰ ὄντα κατασκευάσειεν
- <παρατενεῖς>· ἀπολεῖς
- <παρατέτακται>· ἡτοίμασται
- <παρατηρημάτων>· ἐπιτηρήσεων, παραφυλάξεων
- [*<παρατούριον>· ἀντίπανον. κράσπεδον
- *<παραχαράκτης>· διαστροφεύς, παρατρωτὴς τῶν εὖ τεθέντων νόμων
- <παρατηρημάτων>· ἐπιτηρήσεων,] κληδονισμῶν τε καὶ ἀπαντήσεων
- <παρατρέπει>· παραγορεῖ
- <παρατρέχει>· παρέρχεται
- *<παρὰ τὸ εἰκός>· παρὰ τὸ δέον
- <παρατρέψαι>· παρενέγκαι. πορθῆσαι
- <παρατρέψας>· παρελάσας
- <παρατροπαῖς>· μεταβολαῖς
- <παρατροπέων>· παρατρωπῶν. παραλογιζόμενος
- <παρατρύζει>· παραφωνεῖ. γογγύζει
- <παρατρύζουσι>· γογγύζουσι. καὶ τὰ ὅμοια
- <παρατρωπῶσ'>· παρατρέπουσι, παραπείθουσι τῆς ὀργῆς
- <παρατ[ρ]υχών>· παρών
- <παραύδα>· παραφώνει, παρηγόρει
- <παραύλια>· τὰ παρὰ τὴν αὐλήν, οἷον πρόχωρα
- <πάραυλος>·
πάραυλος Ἑλλησποντίς, ὡραία θέρους, ἡ κατὰ τὸ θέρος ἀκμάζουσα
- <παραυτά>· παραχρῆμα, εὐθέως, παραυτίκα
- <παρ' αὐτόφι>· παρ' αὐτῷ
- <παραυχενίζων>· παρακλίνων
- <παράφημι>· παραινῶ. παραμυθοῦμαι. συμβουλεύω
- <παραφθαίησι>· παραδράμοι
- <παράφορα>· παρατετραμμένα
- <παραφορμά>· ἀρχή τις τῶν συνεξιόντων βασιλεῖ
- <παράφορος>· παραφερόμενος. παρόμοιος. ἐξεστηκώς
- <παράφρων>· ἀνόητος
- <παραχαράσσον>· παραλλάσσον, παρασημαῖνον
- <παρὰ χεῖρα>· μετὰ χεῖρα, ἐν χερσί
- <παραχρᾶται>· κακῶς λέγει
- <παραχρῆμα>· παραυτίκα. [ἀθρόως.] εὐθέως
- <παραχωρημάτων>· ἐκβολῶν
- [<παραψίδες>· τὰ μεγάλα τρύβλια]
- <παραψυχή>· παραμυθία
- <παρδακῶν>· διύγρων
- <παρδαλέην>· παρδάλεως δοράν
- <πάρδαλις>· ποιὸς ὄρνις
- <πὰρ δέ>· παρὰ δέ
- <πάρδικος>· ἡ οἰκοδομὴ τῆς καθέδρας
- <παρεᾶσαι>· πλαγιάσαι
- <παρέβασκε>· παρεβάτει
- [<παρεβλήδην>· ἐρεθιστικῶς]
- <παρεγγεγραμμένος>· ὁ μὴ κατὰ νόμον τοῖς πολίταις (ἐν)τεταγμένος.
δημοποίητος [παῖς]
- <παρέγγ[έγ]ραπτος>· νόθος. παρεγγεγραμμένος
- <παρεγγραφέντων>· ῥᾳδιουργηθέντων
- <παρεγγυᾷ>· παραγγέλλει. διαδίδωσιν
- <παρεγγυᾶται>· λέγει. παραδίδωσιν. ἐντέλλεται. παραινεῖ. διδάσκει.
προλέγει. παραγγέλλει. διαβεβαιοῦται. ἢ <παρεγγυᾷ>
- <παρεγγυήσαντος>· παρασχόντος
- <παρεγχρίψεται>· ἐγγίσει, προσπελάσει
- *<παρ' αἰδοίῃσι>· παρὰ ταῖς αἰδοῦς ἀξίαις
- <πάρεδρον>· παρακαθήμενον. παραμένον. σύνθρονος
- <πάρεδρος>· ἀρχή τις "καὶ αὐτὴ ἡ κελεύουσα παρέδρους δίδο[υ]σθαι
ὑπὲρ τοῦ τὸν ἁμαρτάνοντα μηνύεσθαι"
- <παρέζεο>· παρακαθέζου
- <παρεζόμενος>· παρακαθήμενος
- <παρεθείς>· ἐκβληθείς. ἢ ἐάσας
- <παρεθεωροῦντο>· κατεφρονοῦντο
- <παρεθήγοντο>· παρωξύνοντο
- <παρειά>· γνάθος
- *<πάρει>· ἦλθες
- <παρεῖαι ὄφεις>· ὄφεων εἴδη μεγάλας παρειὰς ἐχόντων· ταῦτα δὲ ἥκι-
στα δάκνει ἀνθρώπους
- <παρείθη>· παρελύθη, ἐχαυνώθη. ἐκρεμάσθη, ἐχαλάσθη. ἐάθη
- [<παρείεμαι>· παραλέλυμαι]
- <παρεικάθῃ>· παρέλθῃ. [παρελύθη]
- <παρείκαμεν>· παρεπέμψαμεν
- <παρείκει>· παρέρχεται
- [<παρείκουλον>· ἀπόφασις ἄρχοντα]
- <παρεῖμαι>· παραλέλυμαι, ἐκλέλυμαι
- <παρειμένος>· παραλελυμένος, ἐκλελυμένος, παράλυτος. παρεωραμένος.
τετελευτηκώς. ἢ καταπεφρονημένος
- <παρειμένως>· καταφρονητικῶς, ὁμοίως
- <πάρειμι>· ἐῶ. ἢ παραλελυμένος
- [<παρείμην>· εὑρέθην. ὑπῆρχον]
- <παρεῖναι>· ἐᾶσαι
- <παρεῖξαι>· παραχωρῆσαι
- <παρείπῃ>· παραλογίσηται
- <παρειπεῖν>· παραμυθήσασθαι. παραινέσαι. παραπείσειν. παραλογί-
σασθαι
- *<παρειμένων>· παρεωραμένων
- [<παρεῖρξαν>· ἐκώλυσαν]
- <παρείς>· ἐάσας, ἀφείς, καταλιπών
- <παρείσακτον>· ἀλλότριον
- <παρείσανον>· κράσπεδον, ἀκρωτήριον
- [<παρείση>· παραστίκης]
- <παρείσθωσαν>· παραλυέσθωσαν
- <πάρεισιν>· εἰσίν
- <παρεισκρίνεται>· παρεισέρχεται. παρεισβάλλει
- <παρεισρέων>· παρεισερχόμενος
- <πάρ[ε]ιτε>· παρέλθετε
- <παρεκίρνα>· παρέμισγε
- <παρεκλήθη>· παρεμυθή(θη)
- <παρέκλησε>· παρῆλθεν
- <παρὲκ νόον ἤγαγέ [μου]>· τὸν νοῦν παρελογίσατό μου
- <παρὲκ μίτον>· παρὰ τὸ(ν) μίτον
- <παρεκναμε[νο]ῦντο>· παρεπ[ιπ]ορεύοντο ἐπιπόνως
- <παρεκρότει>· παρώξυνεν
- <παρεκρούσατο>· ἐχλεύασεν. παρεψηφίσατο. διεσκέδασεν
- <παρεκτικόν>· παρεχόμενον
- <παρεκόπτου>· ἠφάνιζες
- <παρέλαβες>· ἐπαιδεύθης
- <παρελάσας>· παραδραμών
- <παρελέγετο>· παρὰ τὸν αἰγιαλὸν ἔπλεεν
- <παρελέξατο>· ἐκοιμήθη. παρεκλίθη. ἢ παρεπλέξατο· τὸ γὰρ παρα-
πλέξαι τινὲς <παραλέξασθαι> καὶ <λέξασθαι> λέγουσιν
- <παρελεύσεαι>· παραδραμεῖς· καὶ παραλογίσῃ
- <παρελεύσεται>· παραδράμῃ, παρέλθῃ
- <παρεληλυθότας>· παραβαίνοντας
- <παρελθόντων>· εἰσελθόντων
- <παρέλκεται>· διατρίβει
- <παρέλκον>· περισσόν. [περιττόν.] βραδύ. παρατεῖνον
- <παρέλκυσις>· βράδος, βραδυτής
- <παρελογίσασθε>· ἠπατήσατε, ἐψεύσασθε, ἐχλευάσατε
- <παρελύθησαν>· ἠσθένησαν
- <παρέλυσε>· καθεῖλεν, ἐξέβαλεν
- <παρεμβαλεῖ>· παρεντίθησιν
- <παρεμβαλεῖ>· ἐπισκέπει
- <παρεμβάλ[λ]οιτο κλῆρον>· συγκληρώσαιτο
- *<παρεμβολή>· στρατόπεδον. παράταξις. στῖφος στρατιᾶς, ἢ πλῆθος.
ἢ οἴκησιν. ἢ κάστρον
- <παρεμπίνειν>· τὸ ἐκτὸς λόγου πίνειν
- <παρ' ἔμοιγε>· πάρεισι γάρ μοι
- <παρεμφάρακτος>· ἀσελγής. πέρπερος
- <παρεμφαίνεσθαι>· παραδηλοῦσθαι
- <παρεμφερές>· ὅμοιον
- <παρ' ἕν>· κατὰ τὸ ἑξῆς
- <παρενδοθῇ>· παρατεθῇ
- *<παραίνεσις>· συμβουλία. διδασκαλία
- <παρενεγκεῖν>· παραθεῖναι. παραβαλεῖν
- <παρενήνεον>· παρανιέων. παρετίθεσαν ἀθρόως. παρεσώρευον
- <παρένθετος>· παρείσακτος
- <παρενθῆκαι>· μετενήνεκται (ἢ) ἀπὸ τῶν τεχνιτῶν τῶν παρεργαζομένων
ἔνια λεπτά. ἢ ἀπὸ τῶν πλοϊζωμένων· παρεντιθέασι γὰρ τοῖς φορτι- κοῖς κοῦφα. ἀπὸ τῶν καμιν(έ)ων· τοῖς γὰρ πίθοις πινακίσκοι παρεν- τίθενται καὶ λεπτά
- <παρέντες>· παραλείψαντες, ἐάσαντες
- <πάρεξ>· χωρίς, ἐκτός
- <παρεξειρεσίαν>· τὸ κατὰ τὴν πρῷραν πρὸ τῶν κωπῶν· ὡσεὶ λέγοι
τις, πάρεξ τῆς εἰρεσίας
- *<παρελέξατο>· παρεκοιμήθη
- <παρεξηυλημένος>· ὑπὸ γήρως τὸν νοῦν παρεξηυλημένον ἔχων, ἀμυ-
δρόν. μετενήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· αἱ γὰρ κατα(τε)τριμμέναι ἐξηυλῆσθαι λέγονται
- <παρὲξ ὁδοῦ>· ἔξω τῆς ὁδοῦ
- <παρὲξ εἴποιμι>· παρὰ τὴν ἀλήθειαν εἴποιμι
- <πάρεξ τὸ θεῖον χρῆμα>· ἔξω τῆς μίξεως
- <παρεοικώς>· παρόμοιος
- <παρεόντα>· παρόντα
- <παρέπαφεν>· παρέπεισεν
- <παρεπίδημος>· πάροικος
- <παρεπλάγχθη>· παρεκρούσθη
- <παρεπτάμενα>· περιττά
- <παρεπτάμενον>· περιττόν
- <πάρεργον>· νόθον, ὡς μικρόν τι τῶν ἀναγκαίων
- [<παρεργότατα>· κατεῤῥογότατα]
- <παρέργως>· ἀκαίρως. ῥᾳθύμως
- [<παρενεῖται>· ὀλίγα ἀφαιρεῖται]
- <παρ' ἐρινεόν>· παρὰ τὴν ἀγρίαν συκῆν
- <παρερέωσαν>· παρετάξαντο, ἐν πολέμῳ ἀντέστησαν, κυρίως δὲ μετὰ
τῶν ῥεῶν
- <παρεῤ(ῥ)υπωμένα βιβλία>· οἷς κηροὺς προσπλάσσομεν, πρὸς τὸ
ζητῆσαί τινα
- <παρέρχεται>· ὑπερβάλλε[τα]ι
- <παρεῤῥωγότα>· κατεῤῥωγότα
- *<παρεσταμένη γῆ>· ἐφ' ᾗ τις ὀφείλει δάνειον· καὶ ἡ ἐκδεδομένη
ἐπὶ γεωργίᾳ
- <πάρεσαν>· παρῆσαν
- <παρεσθίε[τα]ι>· παραβιβρώσκεται
- *<πάρεσιν>· ἄφε[ω]σιν, συγχώρησιν
- [<παρέσεσται>· πάρεσται]
- <παρέσμεθα>· ἤλθομεν
- <πάρεσο>· παραγενοῦ
- <παρεσόμεθα>· [παρεγενόμεθα
- <παρεσόμεθα>· παρεῖναι μέλλων
- <παρέσσυα>· παρόρμησα. παραγινομένη
- <παρέσσεται>· παρέσχεται
- *<παρεσπονδημένοι>· ἔκθεσμοι. παρηνομένοι
- <παρεστέλλετο>· παρεγίνετο
- <παρέστη[σε]>· παρεγένετο. ἐπέστη
- <πάρεστιν>· ἐστὶν ἐγγύς
- *<παρέσφηλεν>· παρεφάνετο. ἀποτυχεῖν ἐποίησεν
- <παρέσφαλεν>· ὁμοίως
- <παρέσχεν>· ἔδωκεν
- <παρετάξατο>· ἐν πολέμῳ τέθνηκεν
- <παρετάξαντο>· ἐπολέμησαν
- <παρέτμηξεν>· ἐξηφάνισεν
- <πάρετος>· παραλελυμένος
- <παρετρώπασκε>· παρετρέπετο
- <παρευημερεῖσθαι>· νικᾶσθαι
- <παρευημερηθείς>· παροραθείς
- <παρευθύνουσι>· βιάζονται. παραφέρουσιν
- <παρευθύνωσιν>· ὁμοίως
- <παρευνάζων>· παρακοιτάζων
- [<παρεφάσεις>· παραινέσεις
- <παρεφασίῃσι>· παραμυθίαις]
- <παρεφέρετο>· ἐδαιμονίζετο
- <παρέφησε>· παρεγράψατο. ἠπάτησεν
- <παρεχάσσατο>· παρεχώρησεν
- <παρέχει>· δίδωσι, χορηγεῖ
- <παρῇ>· ἔλθῃ
- <πάρηβον>· παρὰ Κτησί(ᾳ), ξύλον τι
- <παρήγαγεν>· ἤνεγκεν. ἢ ἠπάτησεν
- <παρηγοναῖς>· παραγώγως. ἀπάταις
- <παρηγορεῖ>· παρακαλεῖ, παραμυθεῖ(ται)
- <παρηέρθη>· παρηνέχθη
- [<παρήθη>· ἐάθη]
- <παρήϊξαν>· ἐκώλυον
- <παρήϊον>· ὁ παρὰ τὸ γένειον τόπος. καὶ κόσμος ἐπὶ μετώπου τῶν
ἵππων παρὰ γνάθον
- <παρῆκεν>· ἀφῆκεν, εἴασεν, ἔλειπεν
- [<παρήκτης>· πάντα πράττων ἐπὶ κακῷ
- <παρήθρει>· παρῃωρεῖτο
- <παρῆκεν>· εἴασεν, ἀφῆκεν,] ἀπέλυσεν
- <παρήλασα>· παρεφθεγξάμην. παρέβην
- <παρήλατοι>· παραμύθιοι
- <παρῆλθε>· ἧκεν. εἰσελήλυθεν
- <παρήμενος>· παρακαθήμενος. ἔκλυτος
- <παρημένων>· παρενηνεγμένων
- [<παρημοσύνη>· θεραπεία]
- <παρηνέχθη>· παρεκρεμάσθη
- <παρῇξαν>· ἐκώλυσαν
- <παρήορος>· ὁ παραιωρούμενος. ἄφρων. καὶ ἵππος ὁ παράσειρος, ὁ
ἐκτὸς τοῦ ἅρματος τρέχων
- <παρήπαφεν>· ἠπάτησεν. ἐξέστησεν
- <παρηρία>· μωρία
- *<πάρερος>· ὁ μωρός
- <παρήσει μοι>· δοκῶ
- [<πάρησιν>· χαύνωσιν]
- <παρήσομεν>· ἐάσομεν. παράσχωμεν
- <παρήτασεν>· ἐξήτασεν
- <παρηυμάρησαν>· κατεφρόνησαν
- <παρθέμενοι>· παραθέμενοι, παραβάλλοντες
σφὰς γὰρ παρ[α]θέμενοι κεφαλάς
- <παρθενίας>· ἀβυρτακῶδές τι πέμμα
- <παρθενική>· παρθένος
- <παρθένιοι>· οἱ κατὰ τὸν Μεσσηνιακὸν αὐτοῖς πόλεμον γενόμενοι ἐκ
τῶν θεῶν. καὶ οἱ ἐξ ἀνεκδότου λάθρα γεννώμενοι παῖδες, ἀπὸ τοῦ δοκεῖν ἔτι παρθένους εἶναι τὰς γεννησαμένας αὐτούς. καὶ ποταμὸς Παφλαγονίας <Παρθένιος>
- *<παρθενοπίπας>· ὁ τὰς παρθένους ὀπιπεύων, οἷον περιβλέπων, ἢ
ἀπατῶν
- <Παρθένοι>· τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων .....
- <Παρθένου Παλληνίδος>· [ἱέρεια] Ἀθηνᾶς. ἔστι γὰρ ἱερὸν Ἀθηνᾶς
ἐν Παλληνίδι
- <παριαμβίδες>· Ἀπολλόδωρος παρὰ τοὺς ἰάμβους αὐτά(ς) φησι πε-
ποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν
- <Παριανός>· ἐξ ἐπιθέτου Πρίαπος
- <παριαύων>· παρακοιμώμενος
- <παριδρύσαντες>· παρακαθίσαντες
- <παρίεται>· ἐᾷ, παραπέμπεται
- <παρίημι>· ἐῶ, καταλιμπάνω, συγχωρῶ, ἀφίημι
- <παρίησιν>· ἀφίησι, συγχωροῦσιν
- <παρικτόν>· παρερχόμενον
- *<Πάροικοι>· γένος τι Ἀθήνῃσιν
- <παριλλαίνουσα>· παρεμβλέπουσα. <ἴλλοι> γὰρ οἱ ὀφθαλμοί
- [<πάριον>· πιστόν. κάτοχον]
- <Πάριος>· Πάριδος. [πιστός. κάτοχος]
- <παριππεύει>· ἀφεῖ αὐτοὺς καὶ ἄλλῃ ὁδεύει. παρατρέχει. παρακο-
λουθεῖ
- <παρ' ἵππων>· παρὰ τῶν ἵππων
- <παρίσθμια>· τὰ περὶ τὸν φάρυγγα
- <παρίστασθαι>· τὸ ἁρπάζειν τοὺς παῖδας
- <παρισώματα>· ὁμοιοειδῆ
- *<παρίστατο>· παρέστηκεν
- *<παριστῶ>· ἀποδείκνυμι
- <πάριτε>· ἔλθετε
- <παρκατέλεκτο>· παρεκοιμᾶτο
- <παρμέμβλωκε>· πάρεστιν. ἢ παραμεμένηκεν. ἢ παραμεμόληκεν
- <πάρμη>· Θ(ρ)ᾴκιον ὅπ(λ)ον, σκεπαστήριον, κονδότρον θυρεοῦ
- <Παρνάσιος Φωκεύς>· .......
- <Παρνασός>· ὄρος Φωκίδος
- <Πάρνηθος ὄχθος>· ὄρος τὸ αὐτό
- <Παρνησός>· τὸ αὐτὸ ὄρος
- <πάρνοπες>· ἀκρίδες
- <Παρνόπη>· Καλλίστρατος Ἀθηναῖος
- <πὰρ ξίφεος>· παρὰ τὴν τοῦ ξίφους (θήκην)
- <παροδικός>· παρόδῳ χρώμενος
- <πάροδος>· μέρος τι τῆς νεώς
- <παροδούμενον>· παροιμιαζόμενον. ᾀδόμενον
- <παρόδους>· διαβάσεις
- <πάροιθεν>· ἔξωθεν. ἔμπροσθεν. ἐπὶ τόπου καὶ χρόνου
- <πάροικοι>· ξένοι, παρεπίδημοι
- <παροιμίαι>· παραινέσεις, παραμυθίαι, νουθεσίαι, ἠθῶν ἔχουσαι καὶ
παθῶν ἐπανόρθωσιν
- <παροιμία>· βιωφελὴς λόγος, παρὰ τὴν ὁδὸν λεγόμενος, οἷον παροδία.
<οἷμος> γὰρ ἡ ὁδός
- <παρ' οἷμον>· παρὰ τὴν ὁδόν [λεγόμενος]. καὶ <πάροιμος> ὁ γείτων
- <παροιμώσαντες>· ἐκτραπέντες τῆς ὁδοῦ
- <παροινία>· ἡ ἐκ τοῦ οἴνου ὕβρις. καὶ οἱαδήποτε ἁμαρτία
- <παροινίαι>· κραιπάλαι. ὕβρεις ἀπὸ οἴνου
- <παροινιάσαι>· ὑβρίσαι, λοιδορῆσαι
- <πάροινος>· ἁμαρτωλός. μεθυστής. ὑβριστής, λοίδορος. ἔκλυτος
- [<πάροιος>· πρᾷος
- <παροῖραι>· ἡγούμεναι, πρότεραι]
- <παροισθέντι>· παρενεχθέντι
- <παροίσομεν>· παρενέγκωμεν. παρακομίσομεν
- <παροιστρῆσαι>· παροξῦναι, ἐρεθίσαι
- <παροιστρήσουσι>· μαίνονται
- <παροιστρῶσαι>· ἐρεθίζουσαι. ἐξεστηκυῖαι
- <παροίτεροι>· μᾶλλον ἔμπροσθεν προάγοντες
- <παροκλάζοντες>· γονατίζοντες
- <παρολκή>· ὑπέρθεσις
- <παρομαρτεῖ>· παρακολουθεῖ
- (<παρομαρτοῦν>· παρεισόμενον)
- <παρόν>· ὑπάρχον. συνόν
- <παρόντα>· προκείμενα
- <παροξυνταί>· οἱ τρεφόμενοι ὑπὸ τῶν ἑταιρῶν ὡς ἂν δὴ ἐρασταί
- <παροπαιδία>· εἶδός τι πήρας
- <παροπαίδιον>· μικρὰ μάχαιρα
- <παρορμᾷ>· προτρέπεται. διεγείρει. παροξύνει
- <παρ' ὅρμον>· παρὰ τὸν λιμένα
- <πάρος>· ἔμπροσθεν. πρότερον
- <πάρος γε>· πρώην. καὶ τὰ ὅμοια
- <παροτρύνει>· διεγείρει
- <παρ' οὐδέν>· εὔκολον. εὐχερές
- <παρουσία>· οὕτως ἐκάλουν καὶ τὰ ὑπάρχοντα [παρουσίαν]. καὶ μή-
ποτε ἡ <παρά> πρόθεσις παρέλκει. Μένανδρος Ὑδρίᾳ
- <παρουφά>· ἡ ἐν τῷ χιτῶνι πορφύρα
- <παροχετεύει>· παραπλαγιάζει. προσεγγίζει. [περιπλησιάζει.] παρα-
φέρει. παρορμᾷ
- [<.παρυστρίδες>· αἱ τὸ ἔλαιον χέουσαι]
- <πάροχοι>· παραβάται. παράπομποι, καὶ οἱ συμπορεύοντες τὴν νύμφην
ἐπὶ τοῦ ζεύγους, καὶ (οἱ) παράνυμφοι
- <πάροχος>· παράνυμφος
- <παροχῶν>· δωρημάτων, χαρισμάτων
- <παροψίς>· ὀξυβάφιον, ἢ ἐμβάφιον
- <πάρπαγος>· ὁ ἄνω τῆς θύρας μάνδαλος
- <Πάρπαρος>· ἐν ᾧ ἀγὼν ἤγετο καὶ χοροὶ ἵσταντο
- <παρπεπιθόντες>· παραπείσαντες, παραλογισάμενοι
- <πὰρ πυλεῶνα>· παρὰ πυλεῶνα
- <πὰρ πυμάτην>· παρὰ τὴν ἐσχάτην
- <Παῤῥασίη>· πόλις Ἀρκαδίας
- <Παῤῥάσιον>· ὄρος Ἀρκαδίας
- <παῤῥέκτης>· πάντα πράττων ἐπὶ κακῷ
- <παῤῥησία>· ἐξουσία. ἄδεια
- <παρσουλακίρ>· τὸν τρίβωνα, ὅταν γένηται ὡς θύλακος
- <παρτάδες>· ἄμπελοι
- <πάρταξον>· ὕγρανον. Λάκωνες
- <παρτέλλεται>· παραινεῖται
- <παρτετύμβει>· παραφρονεῖ. ἡμάρτηκεν
- <πάρ τοι>· πάρεστί σοι
- <παρτομίς>· μικρὸν τῷ μήκει βιβλίδιον
- <παρυφή>· ὕφασμα
- <παρυφίς>· Μένανδρος ἐν Ὑμνίδι
- <παρφάμεν>· παραβῆναι ἅπαντα
- <παρφάμενος>· παραπείσας. εἰπών. παρηγορήσας
- <πάρφασις>· παραίνεσις. συμβουλία. παρηγορία. ἢ ἀπάτη
- <παρφυσίδες>· βάτραχοι
- <παρῶ>· παραλείπω. ἢ συνῶ
- <παρωάς>· παρωαὶ λέγονται ἵπποι τινὲς τὸ χρῶμα πυῤ(ῥ)οί
- <παρῳδοῦντες>· παρατραγῳδοῦντες. χλευάζοντες. ἢ λέγοντες
- <παρωθοῦντες>· ἐκβάλλοντες
- <παρώκλασεν>· ἐγονάτισεν
- <παρωλένια>· τῶν χειρῶν τὰ ὄπισθεν
- <παρώλισθεν>· ὠλίσθησεν, ἐξέπεσεν
- <παρώλοφα>· τὰ ἀπὸ τῶν τενόντων μέρη
- <παρώμφημα>· παρωνυμίασμα
- <παρώνυμον>· ἐκ τοῦ συμβεβηκότος καλούμενον
- <πάρωος>· εἶδός τι πυῤ(ῥ)οῦ χρώματος ἵππου
- [<παρώπαλα>· τὰ περὶ τοῖς ὀφθαλμοῖς.] ἐν τῷ περὶ ἱπποτροφίας
- [<παρόπανος>· ἐμβρόντητος]
- <παρώπια>· τὰ τοῖς ἵπποις παρατιθέμενα δέρματα, ἅ τινες <ἀνθή-
λια> λέγουσι, παρὰ τοῖς ὀφθαλμοῖς
- <παρῶπται>· παρεώραται
- <παρῶπτο>· παρεώρατο
- <πάρωρον>· παράκαιρον
- <παρωσάμενος>· ἀπωθήσας. ἀποβαλών
- <παρώσας>· ἐάσας. ὤσας, ὠθήσας. ἐκβαλών
- <παρώσατο>· ὤσατο. καὶ ὤθησεν
- <παρωσμένων>· δεδιω(γ)μένων
- <παρώτρυναν>· παρώξυναν
- <παρῴχετο>· παρῆλθεν. ἐπορεύετο
- <παρωχετεύων>· ὅταν ἀπὸ τούτου τοῦ μέρους στρέφῃ τὸ ὕδωρ εἰς
ἄλλον ὑδρα(γω)γόν
- <παρῳχημένας>· παρελθούσας
- <πᾶς>· ὅλος. ἕκαστος
- <πᾶσαι>· ὅλαι
- <πας[ς]άμενος>· γευσάμενος. κτησάμενος
- <πασάμην>· ἐδεξάμην
- <πᾶσαν ἐπ' αἶαν>· πᾶσαν τὴν γῆν
- <πάς[ς]ανος>· ἀρτοπώλης, ἢ ἀρτόπτης
- <πάς[ς]ασθαι>· γεύσασθαι
- <πάσατο>· ἐγεύσατο. ἐκτήσατο
- <πασάτω>· ῥανάτω
- <πᾶσι δέ κεν>· περὶ πάντων δέ
- <πᾶσις>· κτῆσις
- <πάσκος>· πηλός
- <πάσμα>· ᾧ συνήρτηται πρὸς τὸ τοῦ φυτοῦ φύλλον. ἔνιοι μαλλὸν
ἐρίου
- <πάσορ>· πάθος. Λάκωνες
- <πασπάλη>· τὸ τυχόν. οἱ δὲ κέγχρον· ἢ ἄλευρα κρίθινα
- <Πασπάριος>· ὁ Ἀπόλλων· παρὰ Παρίοις καὶ Περγαμηνοῖς
- <πασσακίζουσα>· πασσαλεύουσα
- <πασσακίῳ>· πασσάλῳ
- <πάσσακον>· πάσσαλον
- <πάσσαλερ>· σφῆνας. (Λάκωνες)
- <πασσάλιον>· τοῦ ζυγοῦ τῆς κιθάρας τὸ μέσον
- <πασσαλόφιν>· τοῦ πασσάλου. ὁ δὲ σχηματισμὸς Βοιώτιος
- <πασσάριος>· σταυρός
- <πάσσε>· συνήθως ἡμῖν·
πάσσε δ' ἁλὸς θείοιο κρατευτάων καὶ ἐνεποίκιλλε· πολέας δ' ἐνέπασσεν ἀέθλους ἔνθεν καὶ <παστὸς> τὸ γαμικὸν ποίκιλμα
- <πάσσεται>· ἐσθίει
- <Πάσσιρος>· ὁ τὴν Εἰρήνην κτίσας Ὑπερβόρ(ε)ιος. ἐκαλεῖτο δὲ Εἰρήνη
καὶ Πελαγοῦ(ς)σα
- <πάσσονα>· παχύτερον, ἢ πλατύτερον. καὶ <πάσσους> εἶναι
- <πάσσοντος>· εἰς ἀέρα χέοντος, ἢ σκορπίζοντος, ἢ ῥίπτοντος
- <πασσυδίᾳ>· ὁμοῦ πάσῃ σπουδῇ, ἢ ὁρμῇ. τινὲς δὲ πανδημ(ε)ί
- <πασσυδίῃ>· ὁμοίως
- <πασσύριον>· ἀντὶ τοῦ πασσυδίην. Αἰολεῖς. τὸ πασσύριον ἡμῶν ἁπάν-
των γένος
- <πασσύρως>· ἄρδην. πανοικί
- <πάσσων>· ῥίπτων. χέων. σκορπίζων. ἐπιπάσσων
- <πάστα>· βρῶμα ἐκ τυροῦ ἀνάλου μετὰ σεμιδάλεως καὶ σησαμίου σκευα-
ζόμενον. οἱ δὲ ἔτνος ἀλφίτοις μεμιγμένον
- <παστάδες>· παστοί, στοαί. καὶ τῶν ἀμπέλων αἱ συστάδες. καὶ τόποι,
ἔνθα ἐδείπνουν, ἀπὸ τοῦ πάς[ς]ασθαι. ἴσως δὲ καὶ οἱ διαγεγραμ- μένοι οἶκοι· <πάσαι> γὰρ τὸ ποικῖλαι. καὶ ἔτνος ὅμοιον
- <παστάξ>· πάσσαλος
- <παστάς>· στοά. προστάς. <παστάδας>· νυμφῶν(ας)
- <παστήρια>· σπλάγχνα. τὰ ἐντοσθίδια. κοιλία
- <παστοφόριον>· τὸ τὸν παστὸν φέρον. ἢ οἰκονομία. ἢ συναγωγή. ἢ
ναὸς εὐανθής
- [<πασχαλκεύς>· πολύτεχνος]
- <πασχητιᾷ>· πάσχειν θέλει[ν]. ἢ ἀκόλαστος ...., ἢ αἰσχρᾶς ἡδονῆς
ἡττᾶται
- <παταγεῖ>· ψοφεῖ. κτυπεῖ
- <πάταγος>· ψόφος, κτύπος
- <Πάταικοι>· θεοὶ Φοίνικες, οὓς ἱστᾶσι κατὰ τὰς πρύμνας τῶν νεῶν
- <παττάλους>· πασσάλους
- <πάτανα>· τρύβλια
- <πατάνια>· τὰ ἐκπέταλα λοπάδια, καὶ τὰ ἐκπέταλα καὶ φιαλοειδῆ πο-
τήρια, ἃ <πέδαχνα> καλοῦσι. τινὲς δὲ διὰ τοῦ <β> <βατάνια> λέ- γουσιν
- <παταπῶ>· πάλαι ποτέ
- <Παταρ(η)ίς>· πόλις, καὶ ὄρος Λυκίας
- <πάτασσε>· ὑπὸ ἀγωνίας ἐπλήσσετο, ἐταράττετο
- <πατάσσει>· πλήσσει, κρούει. τρέμει. πηδᾷ. φοβεῖται. ἅλλεται. [ἢ πα-
τάξαι
- <πατάσσω>· ἠχῶ. δέρω, πλήσσω
- <πάταχνον>· σκεῦος λοπαδίῳ ἐμφερές
- <πατεῖσθε>· ἐσθίετε
- <πατεῖν>· πορεύ[ς]εσθαι
- <πατέοντο>· ἐγεύοντο
- <πατέουσι>· καταπατοῦσι
- [<πατεύσουσι>· καταφρονήσουσιν
- <πατερῆται>· ἐσθίουσι]
- <πατέρες>· πλούσιοι. ἢ πρόγονοι
- [<πατευτικόν>· θηρευτικόν]
- <πατηνόν>· πεπατημένον. κοινόν
- <πατήρ>· ὁ φύσας
- [<πατήρια>· ἐγκοί[κ]λια. καὶ τῆς λη[μ]νοῦ μέρη τινά]
- <πατηταί>· οἱ τραπηταί
- [<πατίαι>· χώραι]
- *<πάτησαν>· κατεπάτησαν
- <πατνή>· καλὴ ὑπὸ Πάρθων
- <πατνώματα>· στεγάσματα οἴκου
- <πάτον>· ὁδὸν πεπατημένην
- <πάτος>· ἡ πεπατημένη καὶ λεωφόρος ὁδός. καὶ ἔνδυμα τῆς Ἥρας. καὶ
κόπρος
- <πατράδελφος>· θεῖος πρὸς πατρός
- *<Παῦλος>· θαυμαστὸς ἢ ἐκλεκτὸς σύμβουλος
- <πατραλοίας>· ὁ τὸν πατέρα ἀτιμάζων, πατροτύπτης. καὶ τὸ <μητρα-
λοίας> (οὕτω) συντίθεται
- *<Πάτραι>· πόλις τῆς Ἑλλάδος
- [<πατρέμβατοι>· ὑψηλοί]
- <πάτρην>· πόλιν ἐπαρχίας. φυλήν. πατρίδα.
- <πάτρης>· πατρίδος. σημαίνει δὲ καὶ τὴν ἐκ τοῦ αὐτοῦ πατρὸς γέ-
νεσιν
- <πατριαί>· φυλαί
- <πατρίδι>· πατρῴᾳ
- <πατρίδα γαῖαν>· πατρῴαν γῆν
- <πατρίδος αἴης>· πατρῴας γῆς
- [<πάτριον>· τὴν πομπήν
- <πατρίς>· φυλίς. πατρίδος]
- <πατριώτης>· παρὰ Ἀθηναίοις, ὁ βάρβαρος. καὶ ο(ὐ) πολίτης
- <πατρόθεν πορδακίδαι>· ὅτι πατέρων εἰσὶν ὄνων ἡμίονοι
- <πατροκασιγνήτῳ>· τῷ τοῦ πατρὸς ἀδελφῷ
- <πατρόπολις>· ἡ πατρῴα οἰκία
- <πατρῴζουσαι>· τὰ τοῦ πατρὸς φρονοῦσαι
- <πατρώϊον>· τὸ τοῦ πατρός. καὶ ἀπὸ προγόνων
- <πατρώϊος>· πατρικός
- [<πατρωλοίας>· ὁ τὸν πατέρα τύπτων, ἢ κτε(ί)νων]
- <πάτρωνες>· οἱ πρῶτοι τῶν ἀξιωθέντων τῆς Ῥωμαίων πολιτείας ὑπὸ
Ῥωμύλου ἑκατὸν ὄντες, ὥσπερ δευτέρων πατέρων τάξιν ἐχόντων· καὶ ἐκ τούτου οἱ κρινόμενοι(ς) βοηθοὶ παραγινόμενοι
- <πατρῷος Ζεύς>·
ναὶ ναὶ καταιδέσθη(τι) πατρῷον Δία καὶ ἄλλοι πολλοί
- <πατώσας>· διατριβούσας
- <παύεται>· ἥσυχος γίνεται
- <παῦλα>· ἄνεσις, ἀνάπαυσις
- <παυνί>· μικρόν. οἱ δὲ μέγα. ἢ ἀγαθόν
- <παῦνις>· ἀπόχρεως
- <παῦνον>· μέγα
- <παῦρα>· ὀλίγα, εὐ(α)ρίθμητα
- <παυράκις>· ὀλιγάκις, ἢ οὐδὲν ὅλως
- <παυρακίς>· τὴν πέμπτην Σαμοθρᾷκες καλοῦσιν
- <παῦροι>· ὀλίγοι. ἐλάττους. ὀλιγώτεροι
- <παυσιβάκτρων>· ἰσχυρῶν βακτηρίων χρωμένων
- *<παύσειεν>· καταπαύσειεν
- <παυσικάπη>· μηχάνημα τροχῷ ἐοικός, δι' οὗ τὸν τράχηλον εἶρον, ὡς
μὴ δύνασθαι προσενεγκεῖν τὴν χεῖρα ....
- <Παυστήρια>· ὄρη τῆς Ἀχαίας, ἐν οἷς ὁ Ὠρίων ἀπέθανε. καὶ προβλή-
ματα, ἢ φράγματα
- <παυσωλή>· ἀνάπαυσις. τελευτή. κατάληξις
- <Παφλαγόνες>· ἔθνος
- <παφλάζει>· βράζει, ἀναζεῖ
- <παφλάζοντα>· ἠχοῦντα. καχλάζοντα. ἀναβράζοντα, θερμαίνοντα
- <παφών>· κτείνας
- <παχείᾳ δραχμῆ>· τὸ δίδραχμον. Ἀχαῖος
- <παχείῃ χειρί>· τῇ ἰσχυρᾷ
- <πάχετον>· παχύτ(ε)ρον
- <πάχητες>· πλούσιοι. παχεῖς
- <πάχνη>· ἡ ψυχρότης· ἀπὸ τοῦ <πήσσειν>. ἢ λεπτὴ χιών. ἢ παχεῖα δρό-
σος. ἢ τὸ πηγνύμενον ὕδωρ ὑπὸ ψύχους
- <παχνουμένης>· ἀνιωμένης
- <παχνοῦται>· θυμοῦται. πήσσεται· παρὰ τὴν <πάχνην>. φρίσσει. λυ-
πεῖται, ἀνιᾶται
- *<παχήμερον>· τὸ Μενδήσιον λεγόμενον
- <παχυμερῶς>· ἁδρῶς, παχέως
- <παχύνοοι>· παχὺν νοῦν ἔχοντες, ἀνόητοι
- <παχύποδα>· τὸν ὑπὸ λιμοῦ καὶ φιλαργυρίας οἰδήσαντα
- <παχύτερον>· ἁδρότερον. οὐκ ἀκριβῶς
- <π[ρ]αῶται>· συγγενεῖς. οἰκεῖοι. Λάκωνες
- <πέαρ>· Γλαυκίας λιπάρον
- <πέδα>· μετά. ἢ γῆ
- <πεδάγρετον>· μεταμέλητον. μεταληπτόν. ποικίλον. μεταδίωκτον
- <πέδαι>· δεσμά. περισκελίδες. καὶ κρίκοι ἐσκυτωμένοι τῆς νεὼς τοῖς πη-
δαλίοις καὶ τῷ ἱστῷ
- <πέδαλα>· ποικίλα
- <πεδαλευόμενος>· μεταμελόμενος. μεταδιωκόμενος
- <πεδανῷ ὕπνῳ (ἢ) ἠπεδανῷ>· κούφῳ. Ἴων Ἀγαμέμνονι. τινὲς δὲ οὐ
βεβαίῳ
- <πεδανός>· ταπεινός, πεδεινός. ἢ ὁ τῷ μάντει διδόμενος μισθός
- <πεδάρς[ε]ιον>· μετέωρον. ὑψοῦ
- <πέδαχνα>· τὰ ἐκπέταλα καὶ φιαλοειδῆ ποτήρια
- <πεδαχνοῦται>· ἐξυπτίωται. καὶ τρυφᾷ
- <πεδαοριστής>· ἵππος φρυ(α)γματίας. καὶ μετεωριστής
- <πέδειλα>· ὑποδήματα
- <πέδελθε>· ἱκέτευσον. μέτελθε
- <πεδέλθῃ>· ἱκετεύῃ. μετέρχηται
- <πέδευρα>· ὕστερα. Λάκωνες
- <πέδευρον>· ὕστερον. πάλιν. ὀπίσω
- <πέδη>· εἶδος ἱππασίας. καὶ περισκελίς. δεσμός
- <πέδησεν>· ὑποχείριον ἐποίησεν
- <πεδῆται>· πεπεδημένοι
- <πεδιάδα γῆν>· τὴν Φωκίδα
- <πεδιᾶλαι>· μεταπέμψασθαι. μεταβαλεῖν
- <πεδιακὰ πρόβατα>· πρόβατα ἀπὸ πεδίου, καὶ οὐ λειμῶνος
- <πεδιάτιδες πύλαι>· τὰς πλησίον τοῦ Θυμβραίου ἐν Ἰλίῳ φησί, ἅς
τινες <Ἐπιχηλὰς> καλοῦσι
- <πέδιλα>· ὑποδήματα. καὶ ἔστιν οἷον ποδόειλα
- <πεδόθεν>· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παίδων
- <πεδοίκους>· μετοίκους
- <πεδοίκου χελιδόνος>· συνοίκου. Αἰσχύλος Τροφοῖς
- <πέδον>· γῆ, ἔδαφος
- [<πέδουρος>· μετέωρος]
- <πέδο(ρ)τα>· ἡμέρα, ἐν ᾗ οὐ γίνεται ἑορτή
- <Πεδώ>· ἡ νῦν καλουμένη Κλεψύδρα, κρήνη ἐν ἄστει
- <πέζα>· ἡ ἀρχὴ τοῦ ῥυμοῦ· διὰ τὸ πρὸς τῷ πέδῳ ...., ὅθεν καὶ πέζα
ἱματίου λέγεται ἡ ὤα, ἢ πρὸς τῷ πέδῳ τὰ κατώτατα μέρη
- <πεζὰς μόσχους>· οὕτως ἐκάλουν τὰς μισθαρνούσας ἑταίρας χωρὶς
ὀργάνου
- <πεζεταίροις>· τοῖς περὶ τὸν βασιλέα δορυφόροις
- <πεζὴ λέξις>· κοινὴ λέξις
- <πεζήν>· τὴν συνήθη, ἢ κοινήν
- <πεζός>· κοινός. ταπεινός. <Πεζοῖς> δὲ τοῖς ἐκ ποδῶν πεζεύουσιν
- <πεζοφόροις ζώμασιν>· Αἰσχύλος Τοξότισιν. ὥσπερ πέζαν ἐχόντων
τῶν χιτώνων· τινὲς δὲ ποδήρεσι. <Ζῶμα> δὲ τὸ ἔνδυμα
- <πεζῶν>· τῶν ὁδευόντων
- <πεζῷ γόῳ>· τῷ ψιλῷ. καὶ <πεζὰς ἑταίρας> ἔλεγον τὰς μισθαρνούσας
χωρὶς ὀργάνου
- *<πιθανότης>· πιστότης
- <πειθαρχήσαντες>· πεισθέντες
- <πείθεο>· πείθου
- <πείθεσθε>· πείσθητε
- <πειθήνιοι>· ὑπήκοοι, πειθόμενοι
- [<πειθήσας>· πεισθείς]
- [<πειθή>· πεισμονή, πίστις]
- <πείθονται>· πειθήνιοί εἰσιν
- <πειθώ>· ἡ ὀγδοάς
- <πεικαμμαῖς>· ὀξείαις, καὶ λεπταῖς
- <πείκειν>· ξαίνειν
- <πεῖκος>· ἔριον. ξάμμα
- <πεικόν>· πικρόν, πευκεδανόν
- [<πειλός>· πᾶν τὸ πεπιλωμένον]
- <πεινέων>· πεινῶν
- <πειναρόν>· ῥυπαρόν
- <πεινῆν>· πεινᾶν
- [<πείρω>· πέρας]
- <πειράζων>· ἐνεδρεύων. λῃστεύων
- *<Πειραΐδαο>· Πειραίου παιδός
- *<πειδαίρουσα>· δέρουσα
- <πεῖραι>· πειρατ(ε)ῖαι. δόλοι
- <πειρᾶν>· πειράζειν ......
- <πεῖραν ποιούμενος>· πειράζων
- <πείραντες>· ἐκκεντήσαντες
- <πείρατα>· πέρατα. τέλος
- <πειραταί>· κακοῦργοι, λῃσταί. θηρευταὶ ἐν ὕδασι
- <πειρᾶται>· πεῖραν λαμβάνει, πειράζει. ἐπὶ δὲ λῃστῶν, πειρατεύεται
- <πειρατήριον>· τόπος λῃστῶν
- <πειρεᾶσθε>· πειράσθητε
- <πείρησαι>· πείρασον
- <πειρήθη[ξαι]>· πεῖραν λαμβάνει
- <πειρῆσθαι>· ἔσθ' ὅτε λῃστεῦσαι
- <πειρήσομαι>· πειράσομαι
- <πειρήσοντα[ι]>· διάπειραν ληψόμενον
- <πειρήτιζε>· πείραζε
- <πειρητίζειν>· πειρᾶσθαι. πεφυσῆσθαι. πεφοβῆσθαι
- <Πειριεῖς>· νῆσος. καὶ Ἀστερία
- <Πείρηθοι>· νύμφαι ἐν Κύπρῳ
- <πείρινθος>· πλέγμα, τὸ ἐπὶ τῆς ἁμάξης· τὸ πλινθίον, τὸ ἐπιτιθέμε-
νον τῇ ἁμάξῃ τετράγωνον
- <πειρῶ>· σπεῦδε. πείραζε
- <πειρώμενος>· πειράζων
- <πειρῶν τὴν παῖδα>· πειράζων. διαφθείρων
- <πείσαντες>· ποτίσαντες, ὑγρά[ί]ναντες
- <πείς[ς]εα>· λειμῶνες. ἕλη. [πέδη.] ποτάμιοι, π(ο)ιώδεις, ὑδατώδεις τόποι
- <πείς[ς]εα[σ] ποιήεντα>· τοὺς διύγρους τόπους καὶ βοτανώδεις
- <πείσεν>· πείσει, ἔπεισεν
- <πείσεσθαι>· παθεῖν
- <πείσεται>· ὑπομενεῖ
- <πείσῃ>· πείσματι. καὶ χώρᾳ·
τῷ δὲ μάλ' ἐν πείσῃ κραδίη μένε
- <πείσματα>· σχοινία ἀπόγεια, πρυμνήσια. περιβόλαια
- <πεισόμενον>· παθεῖν μέλλοντα
- <πείσονται>· πάθωσι
- <πείχισον>· δοκίμασον
- <πεκούλιον>· (βαλάντιον)
- <πεκτεῖ>· κτενίζει. τίλλει. κείρει. ξαίνει
- <πεκτοῦμαι>· τρίχομαι. τίλλομαι
- <πεκτούμενον>· τιλλόμενον. τίλλοντα. <Πεκτεῖν> γὰρ τὸ κείρειν
- <πελάγια>· τὰ κρόταλα. ἡ δὲ ῥίνος πελαγία
- <πελαγίζειν>· τοὺς ὀδόντας συγκρούειν. καὶ πλεῖν πέλαγος ἄβατον. καὶ
ἀλαζονεύεσθαι, καὶ ψεύδεσθαι μεγάλα
- <πέλαγος>· μέγεθος, πλῆθος, βυθός, πλάτος θαλάσσης
- <πελάζειν>· ἐγγίζειν, πλησιάζειν
- <πελαζόμενοι>· ἐγγιζόμενοι
- <πέλαιτον>· τὸ ἐφικτόν. μέγιστον
- <πέλαινα>· πόπανα, μειλίγματα
- <Πελάνα>· ἡ Σαλαμίς. ἐν τοῖς Εὔκλου χρησμοῖς. ἢ τὰ ἀπὸ τῆς ἅλω
(ἀ)πάργματα. καὶ θυσίαι, καὶ πέμματα
- <πέλανοι>· πέμματα εἰς θυσίας ἐπιτήδεια
- <πέλανον>· ἀφρόν, τὸν περὶ τὴν γῆν ἀφρόν. ἢ πέμμα τι πλακουν-
τῶδες
- <πέλανος>· πέ[μ]ψιν ἔχων ῥυπαράν. ἢ τὸ ἐκ τῆς (παι)πάλης πέμμα.
οἱ δὲ ἐπὶ τοῦ κηρίου τιθέασι. καὶ τὸν περιπεπηγότα τῷ στόματι ἀφρόν
- <πέλανορ>· τὸ τετράχαλκον. Λάκωνες
- <πελαργικοὶ νόμοι>· τὸ ἀντι[ς]τρέφειν τοὺς γονεῖς.
- <Πελαργικόν>· ἀντὶ τοῦ Πελασγικόν. Πελαργοὺς γάρ φασι τὴν Ἀττι-
κὴν οἰκῆσαι· ἀπὸ τῶν Πελασγῶν μεταφέροντες ἐπὶ τὰ πτηνά
- <πελαργός>· ἄγγος τι κεράμεον
- <πέλας>· γείτων, ἐγγύς, πλησίον
- <πελάσαι>· ἐγγίσαι, πλησιάσαι
- <πελάσαιμι>· προσεγγίσω
- <Πελασγοί>· οἱ Θεσσαλοί. καὶ <Πελασγικὸν Ἄργος> ἡ Θεσσαλία νῦν.
καὶ ἔνιοι τῶν βαρβάρων. καὶ γένος ἀπὸ Πελασγοῦ τοῦ Ἀρκάδος γενό- μενον πολυπλάνητον
- <πέλασε>· προσήγγισεν
- <πέλασσεν>· ἐγγίσαι ἐποίησεν, ἐπλησίασεν
- [<πελαστικόν>· τειχίον οὕτω ἐν Ἀθήναις καλούμενον Τυῤῥηνῶν κτι-
σάντων]
- <πελάται>· οἱ διὰ τὴν ἀναγκαίαν τροφὴν μισθῷ δουλεύοντες, τρεῖς
μίσθαρνοι· ἀπὸ τοῦ <πέλας>. ἢ θρέμματα
- <πελάχνιν>· τρύβλιον ἐκπέταλον
- <πελδασταί>· οἱ τὰ ἀσπιδίσκια ἔχοντες
- <πελεθοβάψ>· Θεόδ(ω)ρος ὁ τραγικὸς [ὁ] ὑποκριτὴς οὕτως ἐπεκαλεῖτο.
τινὲς δὲ ποιητὴν αὐτόν φασι γεγονέναι
- <πελεθρίσματα>· δρομήμα(τα)
- <πέλεθρον>· μέτρον γῆς, ὅ φασι μυρίους πόδας ἔχειν· τινὲς δὲ στα-
δίου[ς] ἕκ[α]τον
- <Πελεθρόνιον>· πολυφάρμακον
- <Πελεθρόνιος>· ὁ Χείρων, ἀπὸ τοῦ Πελεθρονίου, ἐν ᾧ ἐτράφη· οἱ δὲ
πολυφάρμακος
- <πέλει>· ὑπάρχει, ἐστί. δίδωσι. γίνεται
- <πέλειαι>· περιστεραί. καὶ αἱ ἐν Δωδώνῃ θεσπίζουσαι μάντεις
- <πελειοθρέμμονα νῆσον>· [Ἀριστοτέλης φησὶ διαφέρειν περιστερὰς
καὶ πελειάς
- <πελείους>· Κῶοι καὶ οἱ Ἠπειρῶται τοὺς γέροντας, καὶ τὰς πρεσβύ-
τιδας ......
- <πελεκάν>· ὄρνεον τὸ κολάπτον καὶ τρυποῦν τὰ δένδρα
- <πελέκεα>· πέλεκυν δίστομον
- <πέλεκκος>· στελεός, ὅ ἐστι ξύλον εἰς τὴν ὀπὴν τῶν πελέκεων βαλλό-
μενον
- <πέλεκρα>· ἀξίνη
- <πέλεκυς>· ἀξίνη δίστομος. ἢ σταθμίον ἑξαμνιαῖον ἀρχαῖον· οἱ δὲ
[δω]δεκαμνιαῖον
- <πελεκύστερον>· τὸ στελεόν
- <πελεμίζειν>· σείειν, κραδαίνειν
- <πελεμίχθη>· διεσείσθη
- <πέλεν>· ἦν, ὑπῆρχεν
- <πελένα>· ζεῦγος βοῶν
- <Πελεός>· Ἀχαιὸς Φρίξῳ. καὶ μήποτε τὴν παρ' Ὁμήρῳ Πτελεόν. δύ-
ναται δὲ καὶ τὰ Πέλη τὰ ἐν Θεσσαλίᾳ λεγομένα δηλοῦν
- <Πελεστόθρην>· νῆσον τὴν Σαλαμινίαν
- <πελεσσύδραι>· συ[ν]στρέμματα ὑδάτων
- <πέλεται>· ὑπάρχει, γίνεται
- <πελήαρ>· περιστερὰς καὶ περσικῆς τὸ ἥμισυ. Λάκωνες
- *<πέληται>· γένηται
- <πέλη[τ]ος>· γέρων
- *<πελειάδες>· περιστεραί
- <πελιαί>· μέλαιναι. [περιστεραί. φάσσαι]
- [<πελιανόν>· μολύβδῳ ἐοικὸς κατὰ τὴν χρόαν]
- <πελιγᾶνες>· οἱ ἔνδοξοι· παρὰ δὲ Σύροις οἱ βουλευταί
- <πελίγξαι>· ἐπιδραμεῖν
- <πελιδνόν>· μέλαν ὡς μόλυβδος. ἢ ὕφαιμον
- <πελίκαν>· εἶδος ποτηρίου ξυλίνου. διὰ τὸ πεπελεκῆσθαι. ἄλλοι ξυλίνη
λεκάνη
- <πελιοί>· μέλανες, ὡς ὠχροί, ἢ χλωροί
- <Πελινναῖος>· ὁ Ζεὺς ἐν Χίῳ
- <πελιτνόν>· πελ[ε]ιόν
- <πέλλα>· λίθος
- <πέλλαι>· ἀγγεῖά τινα, εἰς ἃ ἀμέλγεται τὸ γάλα, οἷον πύελ[λ]οί τινες
οὖσαι, ἐν αἷς τὸ πύος, τουτέστι τὸ γάλα, εἰλεῖται
- <Πελλαῖον>· [φαιόν. καὶ] Μακεδονικόν
- <πελλάνιος>· Ποσειδῶν ἐν Κυρήνῃ
- <πελλαντῆρα>· ἀμολγέα
- <πελλᾶς>· πέλ[λ]η[τ]ος. πρεσβύτης
- <πέλλας> καὶ <πέλλαι>· ποιμενικὰ ἀγγεῖα
- [<πελλασταί>· ὑποδήματα, ἃ περιετίθεσαν οἱ δρομεῖς περὶ τὰ σφυρά,
ἵνα μὴ ἔξω στρέφηται]
- *<πελλαιχρὸν ἢ πελλαιχνόν>· πυῤῥόν
- <πελλήν>· κούφην, καὶ φαιὰν τῷ χρώματι
- <Πελλήνη>· πόλις ἐν Ἄργει
- <Πελλ(ην)ικαὶ χλαῖναι>· ἐπεὶ διαφέρειν ἐδόκουν αἱ ἐν Πελλήνῃ γινό-
μεναι, ὡς καὶ ἆθλα τοῖς νικῶσι δίδοσθαι
- <πέλληον>· στέψον
- <πελλη(τή)ρ>· πολυφάγος. ἀμολγός
- <πελλητῆρες>· ὁμοίως
- <πελλία>· σπέλεθοι
- <πέλλιξ>· κράνος
- <πελλίς [ἢ πελλάς>]· λεκάνη
- <πελλόν>· φαιὸν χρῶμα, ἐμφερὲς τῷ πελιδνῷ
- <πελλοπλαύραστον>· ὀξύθυμον. ἢ ἔκλιμον
- [<πελλύρον>· μετέωρον]
- <πέλλυτρα>· οἱ δεσμοί, οἱ περὶ τὰ[ς] σφυρὰ καὶ τοὺς ἀστραγάλους
τῶν δρομέων περιελισσόμενοι, εἰς τὸ μὴ ἐκ(ς)τραφῆναι
- [<πελλύτα> καὶ <πελλύτεμα>. δεσμός]
- <πέλμα>· τὸ κάτω τοῦ ποδός
- <Πελοπίδαι>· Ἀγαμέμνων <γέ><ν>
- <Πελοπόννησος>· πόλις τοῦ Ἄργους
- <πέλος>· μέγα. τεράστιον
- <πέλτη>· εἶδος ὅπλου. δόρυ. ἢ μικρὰ ὅπλα
- <πέλτη>· ἀσπὶς ἴτυν οὐκ ἔχουσα. ἢ ὅπλου σκέπασμα. ἀκόντιον
- <πέλτης>· Θρᾴκιον ὅπλον. καὶ εἶδος ταρίχου
- <πέλω>· εἰμί, δίδωμι, γίνομαι
- <πέλωρ>· μέγα. ὑπερφυές
- <πέλωρα>· θηρία. δείματα. τέρατα. σημεῖα μεγάλα
- <πελωρεύει>· φανερῶς ποιεῖ
- <πελώρης>· τινὲς εἱμαρμένης
- <πελώρια>· μεγάλα, τεράστια
- <πελώριος>· μέγας δεινός
- <πελώρου>· θηρίου
- <πέμμα>· εἶδος πλακοῦντος. καὶ πᾶν πεπτόμενον
- <πέμματα>· ποικίλα ἐδέσματα πλακουντικά
- <πεμπά[υ]δος>· πεντάδος
- <πεμπαζόμενοι>· ἐπιστρεφόμενοι. ἐκπληττόμενοι. μεριμνῶντες
- <πεμπάς>· τριακάς
- <πεμπάσασα>· ἐξαριθμήσασα
- <πε(μ)πάσσεται>· κατὰ πέντε ἀριθμήσει· τὸ γὰρ πέντε Αἰολεῖς
<πέμπε> λέγουσι. καταχρηστικῶς δὲ καὶ ψιλῶς ἀριθμήσει
- <πέμπε>· Αἰολεῖς πέντε
- <πέμπελον>· στωμύλον, λάλον. οἱ δὲ λίαν γηραλέον
- <πέμποι>· ἀναπέμποι
- <πέμπουσιν>· ἔπεμψαν, ἀνέπεμψαν, κατέπεμψαν
- <πεμπωβόλους>· πέντε ὀβελίσκους, ἐκ μιᾶς λαβῆς συνεχομένους τριαι-
νοειδῶς
- <πέμφελα>· δύσκολα. τραχέα. βαθέα
- <πεμφίδες>· πομφόλυγες. καὶ πτηνῶν ψυχαί
- <πεμφιδώδεις πυρετοί>· φλυκταινώδεις. πνευματίαι
- <πέμφιξ>· πνοή. ψυχή. καὶ αἱ τοῦ ἡλίου ἀκτῖνες
- <πέμψις>· ἐνεχυρασμός
- <πενεῖν>· πενητεύειν
- *<πενία>· ἀχρημοσύνη, ἀπορία
- *<πένεται>· πονεῖ, ἐνεργεῖ. ἀχρηματεῖ. κάμνει
- <πενέσται>· οἱ μὴ γόνῳ δοῦλοι, οἵτινες εἰργάζοντο τὴν γῆν. τινὲς δὲ
οἱ εἵλωτες. τινὲς δὲ λάτρεις. ἢ ἐργάται πένητες ἢ ὑπήκοοι
- *<πενειαδεῖν>· κατεπιστατεῖν
- <πένης>· ὁ αὐτοδιάκονος
- <πένησσα>· πτωχή
- <πενθέριον>· τὴν προῖκα. Θάς[ς]ιοι
- <πενθερός>· τῷ νυμφίῳ ὁ τῆς κόρης πατήρ. καὶ <πενθερὰ> ἡ μήτηρ.
τίθεται δὲ καὶ ἐπὶ τοῦ γαμβροῦ
- <πένθος>· συμφορά. θρῆνος, λύπη
- [<πέννα>· πτερά
- <πενόν>· μεμελανωμένον
- <πένοντο>· ἐνήργουν
- <πενταέτηρον>· πέντε ἐτῶν]
- <πεντάσχοινον>· στάδιον
- <πεντάχα>· ἡ χείρ. ἢ πέντε μέρη
- <πένταχος>· τὴν τάλαρον. Βοιωτοί
- <πεντεκτενῆ>· ἐνδύματα, οἷον πριόνων ὀδοῦσιν ἐμφερῆ, πεποικιλμένα
- <πέντε κριταί>· τοσοῦτοι τοῖς κωμικοῖς ἔκρινον, οὐ μόνον Ἀθήνησιν,
ἀλλὰ καὶ ἐν Σικελίᾳ
- <Πεντέλεια>· ὄρος Ἀρκαδίας, ἐξ οὗ Λάδων ὁ ποταμὸς καταφέρεται
- [<πεντεστατήριον>· πενταετῆ]
- <πεντεσύριγγον ξύλον>· πέντε ὀπὰς ἔχον κατὰ τὸ δεσμωτήριον·
τέσσαρας μέν, εἰς ἃς οἱ πόδες καὶ αἱ χεῖρες διείροντο· μίαν δέ, δι' ἧς ὁ τράχηλος
- <πεντετηρίς>· πενταετηρίς
- <πεντηκοντόγυον>· πεντήκοντα γύας ἔχον· οἷον πεντηκοντοπέλε-
θρον
- <πεντηκοντομέσοδμον>· πολύστεγον. αἱ γὰρ <μέσοδμαι> στέγαι
- <πεντηκοντόστολον>· ὅπου οἱ δραπέται ἀνάγονται
- <πέντοζος>· χείρ
- <πεντόροβον>· ἡ γλυκυσίδη
- <πέξαι>· κεῖραι, κτενίσαι
- <πεξαμένη>· κτενισαμένη τὰς τρίχας, καὶ ξάνασα
- <πέξις>· ψίλωσις, κουρά, ξύρησις
- <πεπάγουσα>· ἁπαλή
- <πεπαιδεῦσθαι>· πεπαιδοποιῆσθαι
- <πέπαικεν>· ἐπάταξεν
- <πεπαίνεται>· μελανοῦται. ὀπτᾶται. μαλάσσεται. πέπειρον γίνεται.
πραΰνεται
- <πεπαλαγμένον>· μεμολυσμένον <αἵματι καὶ λύθρῳ>. ἢ λελευκα-
μένον
- <πεπαληκέναι>· ἐκπεσεῖν
- <πεπαλημέναι>· βεβλα(μ)μέναι
- <πεπαλ(.)μένος>· βεβλαμ(μ)ένος, ἔξαρθρος γεγονώς
- [<πεπαλόεντος>· τραχέος
- <πεπαλόεσσα>· τραχεῖα]
- <πεπαμένος>· κεκτημένος
- <πέπανα>· πλακούντια
- <πεπᾶναι>· πραῧναι
- <πεπανός>· ὁ πολὺν χρόνον ἔχων παρὰ τὸ ὀπτηθῆναι
- <πεπαρεύσιμον>· εὔφραστον, σαφές
- <πεπαρεῖν>· ἐνδεῖξαι, σημῆναι
- <πεπάρθαι>· παρακεῖσθαι
- <πέπαρμαι>· δι' ἥλου κατέχομαι. πεπερόνημαι. καθήλωμαι
- <πεπαρμένον>· ἀνειρμένον. πεπερονημένον. καθηλωμένον. κατεσχημέ-
νον. ἐμπεπηγός. διαπεπερονημένον
- <πεπαρῳνηκότων>· ἀτακτησάντων. ὑβρισάντων. <Παροινία> γὰρ ἡ
ὕβρις
- <πεπᾶσθαι>· κεκτῆσθαι
- *<πεπάσωται>· πιότητος γέμει
- <πέπα[υ]στο[ι]>· ἐγέγευστο. ἐπεπλήρωτο
- <πέπαυται>· πεπράϋνται
- <πεπαχυμμέναις>· πεπυκνωμέναις
- <πεπεδημένος>· δεδεμένος
- <πεπ[ε]ίθοιμεν>· πείσοιμεν
- <πεπ[ε]ιθοῦσα>· πείθουσα
- <πέπειρα>· γραῖα
- <πεπειρῆσθαι>· γεγυμνάσθαι. (δια)πεπαρθενεῦσθαι
- <πέπειρον>· πεπανθέν, ὥριμον, ὠπτημένον, ἀκμαῖον
- <πεπείρους>· ἑψημένους. ἐπὶ ὀπώρας [λαβεῖν] ἤτοι σταφυλῆς
- <πέπεισμαι>· ἤλπισα. θαῤῥῶ
- <πεπεμμένην>· ζυμωθεῖσαν, ἐν κλιβάνῳ ἄρτον γενομένην
- [<πεπένεται>· μαλάσσεται. καὶ τὰ ὅμοια]
- <πεπεραγκέναι>· ἠνεγκέναι
- <πεπερασμένος>· πεπληρωμένος
- <πεπερημένος>· ὁ πεπεραιωμένος
- <πέπευται>· πέπεικται
- <πεπιεσμένος>· τεθλιμμένος
- <πεπ(.)λαγμένον>· μεμολυσμένον
- <πεπλαδηκώς>· σεσηπώς. ὑγρανθείς
- <πεπλασμένον>· μὴ ἀληθές, ψεῦδος
- [<πέπλαται>· ἥπλωται]
- <πέπληγε>· πέπληκται
- <πεπλεγμένον>· (κε)κοσμημένον. ἐκτενισμένον
- <πέπληγον>· ἔτυπτον. ἐκρότουν
- <πεπληγυῖα>· πλήξασα
- <πεπληγώς>· πλήσσων
- <πέπλη[κ]ται>· κύει
- <πέπλον ἢ πέπλος>· ἱμάτιον ἢ ἔνδυμα γυναικεῖον
- [<πεπνοιῶν>· ἐνεργῶν, θεραπεύων]
- <πεπνυμένοι>· σώφρονες, συνετοί
- <πεπνυμένον στόμα>· σεσωφρονισμένον. σιγηλόν
- <πεπνυμένος>· φρόνιμος, συνετός
- <πέπνυσαι>· συνετὸς εἶ
- <πέπνυται>· συνετός ἐστι
- <πεποδήγημαι>· δεδίδαγμαι. ὡδήγημαι
- [<πεποιημένον>· ποιότητα ἔχον]
- <πεποίηται>· πέπρακται
- <πέποιθας>· θαῤῥεῖς
- <πεποίθασιν>· ἠλπίκασι. πιστεύουσι. θαῤῥοῦσιν
- <πεποιθήσεις>· θαῤῥήσεις. πιστεύσεις. ἐλπίσεις
- <πεποίθῃς>· θαῤῥήσῃς
- <πεποιθίαν(?)>· ἐλπίδα. προσδοκίαν
- <πεποιθότατε>· προσφιλέστατε. φίλε
- <πεποιθώς>· ἐλπίσας. πιστεύσας
- <πεποίωται>· ὅπου τις ῥέπει
- <πεποιωμένον>· ποιότητα ἔχον, ἢ περιδραξάμενον
- <πεπόλιστο>· ἔκτιστο
- <πέπομφα>· ἔπεμψα
- <πέπον>· προσφιλέστατε, προσηνέστατε. ἔκλυτε, μαλακέ
- <πέπονθα>· ἔπαθον
- <πεπορασμένος>· φανερός
- <πεπορεῖν>· δοῦναι
- <πεπορθῆσθαι>· ἀπολωλέναι. συν(τε)τελέσθαι
- <πεπορπημένη>· τῇ περόνῃ συνεχομένη
- [<πεπορωμένοι>· τετυφλωμένοι]
- <πέποσθε>· πεπόνθατε
- <πέποσμαι>· ἀκήκοα. [ἥπταμαι
- <πεποτήαται>· ἵπτανται
- <πεπραδῖλαι>· εἶδος ἰχθύων
- <πεπρημένος>· πεφυσημένος
- *<πεπράχαμεν>· ἐπράξαμεν
- *<πεπράτορα>· θαυμασία
- <πεπρίλος>· ἰχθῦς ποιός
- [<πεπρυμένοι>· συνετοί]
- *<πεπρωμένη>· εἱμαρμένη
- *<πεπρωμένον>· μεμοιραμένον
- *<πέπρωται>· τετύπωται. ὥρισται. [τὸ εἱμαρμένον ζήτει]
- <πεπρυτανευκώς>· ἐπιμεμηνιευκώς. καὶ προανηλωκώς
- <πέπτασθαι>· ἀνεῷχθαι. περιέχειν
- <πέπταται>· ἥπλωται
- <πέπτει>· πραΰνεται τὴν τροφήν
- <πεπτέον>· φυλακτέον. εὐρυτέον
- <πεπτήνας>· περιβλεψάμενος
- <πεπτηώς>· δι' ἀσθένειαν καὶ δειλίαν πεπτωκώς
- [<πεπ.γμένοι>· μαθόντες, ἢ εἰδότες]
- <πεπύθωνται>· ἀκούσωσιν. Ἀττικῶς
- <πεπυκασμένα>· ἐσκεπασμένα, περικεκαλυμμένα
- <πεπυρακτωμένα>· πεπυρωμένα
- <πέπυσμαι>· ἀκήκοα. ἔμαθον, (ε)ἶδον
- <πεπύσμεθα>· ἠκούσαμεν. καὶ τὰ ὅμοια
- <πεπυσμένος>· ἰδών. καὶ τὰ ὅμοια
- <πέπυστο>· ἠκηκόει
- <πεπωγμένον>· κεκλασμένον
- <πέπωκα>· ἔπια
- <πέπων>· ἔκλυτος. ἀσθενής
- <πεπωρωμένοι>· ἐσκληρωμένοι. τετυφλωμένοι
- <πέρα>· πλέον. ἐπέκεινα. ὑπεράνω
- *<περάαν>· διαπερᾶν
- *<Περαιβοί>· ἔθνος Θεσσαλικόν
- <περάγην>· διέῤῥωγα. Ῥίνθων
- <περαίνει>· ἐπὶ πέρας ἄγει. πληροῖ. ἀνύει
- <περαίνειν>· ἐξανύειν. ἀποπληροῦν
- <πέραινον>· οἱ Πυθαγορικοὶ τοὺς περι(τ)τοὺς ἀριθμούς
- <περαίτατον>· ποῤῥώτατον
- <περαιτέρω>· πλείω ἔμπροσθεν. μετὰ τὸ τέλος ἄλλο
- <περαιωθῆναι>· τελειωθῆναι
- <πέρα λόγου>· ὑπὲρ λόγον
- <πέρας>· τὸ τέλος. καὶ ἡ λύσις. καὶ τὸ τῆς γῆς πέρας
- <περᾶσαι>· διαβῆναι. ἀποδόσθαι ἐπὶ πέρατα τῆς γῆς, ἢ εἰς τὸ πέρας
διελθεῖν
- *<πέρατα>· τὰ τέλη
- <πέρασας>· εἰς τὸ πέρας τῆς θαλάσσης διεπέρασας, ἐπώλησας
- <περατεύει>· ὁρ[γ]ίζει. στέλλει. λέγει
- <περατουμένην>· ἐκπληρουμένην
- *<περγάμιον>· δήμιον
- *<Πέργαμα[ς]>· ἡ ἀκρόπολις τῆς Ἰλίου
- <Περγαία θεός>· ἡ Ἄρτεμις
- <περγοῦλον>· ὀρνιθάριον Ἀργειλέγω
- <πέργουν>· πρέσβεις. οἱ αὐτοί
- <Πέρδικος καπηλεῖον>· χωλὸς κάπηλος ὁ Πέρδιξ ἦν. ἔνθεν ἔνιοι τὴν
παροιμίαν φασὶ διαδοθῆναι
- *<περιδώμεθα>· συνθήκην παράσχωμεν
- [<περεούμενοι>· τελειούμενοι
- <περεοῦσθαι>· διαπερᾶν πλοίῳ ἐπιβάντα]
- <περέτισαν>· ἐτίμησαν
- <περ(ῆ)σαι>· διαπερᾶσαι
- *<περάτρια>· ἡ παραγγέλλουσα τὴν ὥραν ταῖς κεκτημέναις
- <πέρθαι>· πορθηθῆναι
- <πέρθετο>· ἐπορθεῖτο
- <πέρι>· περισσόν. περίεστι
- <περιαγ[κάμψ]αῖς>· καμπαῖς
- <περιαγγέλλειν>· τὸ [μὴ] συνάγειν ὄχλον ἐπὶ τὰς ἐκφορὰς τῶν τετελευ-
τηκότων
- <περιάγει>· περιφέρει. ἢ κάμπτει
- <περιάγνυται>· περικλᾶται. συντρίβεται. περιέρχεται. περιηχεῖ
- <περιάγνυτο>· περιεκλᾶτο. καὶ τὰ ὅμοια
- <περιαγόραιος>· περίλογος. περιαγορευτής
- <περιαδεῖς>· περίῤῥυτοι. περίπνοοι
- <περιαθρεῖν>· περισκοπεῖν
- <περιαίνυτο>· περιελάμβανεν. περιεῖχεν
- <περίαλλος>· τὸ ἰσχίον [ὅταν εἰλεῖν
- <περιαμησάμενος>· θερίσας
- <περιαμμάτων>· περιάπτων
- <περιάοιδος>· ἡ ἐγκύκλιος ᾠδή
- <περίαπτα>· περιάμματα
- <περιαυθαδίζεται>· ἐν ὑπερηφανίᾳ ἀναστρέφεται, ἢ μεγαλοφρονεῖ
- <περιαυτίζεσθαι>· τὸ ἐν αὐτῷ ἐνδιατρίβειν, ἢ ἀποδιδόναι ἑαυτῷ
- <περιαυτίζεται>· μεγαλοφρονεῖ
- <περὶ αὐτόν>· πρὸς αὐτόν
- <περιβάλλειν>· περιλαμβάνειν. πείθειν. στρέφειν. εἰδέναι
- <περιβάλλουσαν>· ὁμοίως
- <περιβάλλεσθαι>· ὑπερβάλλεσθαι
- <περίβαρα>· ὑποδήματα
- <περιβαρίδες>· ὑποδημάτων εἶδος γυναικεῖον
- <Περιβασώ>· ἡ Ἀφροδίτη
- <περιβεβυσμένος>· περιπεφραγμένος
- <περιβῆναι>· πεπτωκότος ὑπερασπίσαι, ὑπερμαχῆσαι
- <περίβησαν>· ὑπερήσπισαν. καὶ τὰ ὅμοια
- <περιβλέπεται>· περισκοπεῖ
- <περίβλεπτος>· ἔξοχος. [περιβόητος
- <περιβόητος>· ἐπὶ κακοῦ ἢ ἀγαθοῦ φήμην ἔχων
- <περιβολή>· περίβοιος. περιδέρματος. ὑπέρτιμος
- <περίβολοι>· τείχη πόλεων, ἢ περίδρομοι
- <περιβομβεῖσθαι>· περιηχεῖσθαι
- <πέρι γάρ>· περισσῶς γὰρ
- <περιγηθής>· περιχαρής
- *<περίγειος>· πρὸς τὴν γῆν
- <περιγίνεται>· περιοικεῖ. περιττεύει
- <περιγλαγέας>· γεγαλακτωμένας
- <περιγλαγές>· περίπλεω(ν) γάλακτος
- <περιγράφει>· περιγίνεται. [περιαίρεσιν τοῦ πράγματος] ἢ χωρεῖ. ἢ
συλλαμβάνεται
- <περιγραφήν>· περιαίρεσιν τοῦ πράγματος. ἢ ἐν ἀγρῷ ἐστι
- <περίγραφον>· οἱ δανείζοντες τοῖς μὴ ἀποδιδοῦσι τὸ ἀργύριον περι-
έγραφον, καὶ οὐχ ὑπερέβαινον ἕως λύτουν
- <περιγυρίδας>· περιφερείας
- <περὶ δ' ἄλλων>· ὑπὲρ τοὺς ἄλλους
- <περιδαρδάπτεσθαι>· κατεσθίεσθαι
- <περιδαρδάπτειν>· κατεσθίειν
- <περὶ δ' ἐδρύφθη>· περιεξέσθη
- <περιδεής>· περίφοβος
- <περιδείδιθι>· φοβοῦ
- <περιδεινεῖσθαι>· περικινεῖσθαι. περιπορεύεσθαι. περιστρέφεσθαι.
περιέρχεσθαι
- <περιδεινηθήτην>· περιεστρέφοντο. ὅμοιον
- <περιδεινήσεως>· περιόδου. καὶ τὰ ὅμοια
- <περιδεινηταί>· περικινηταί. καὶ τὰ ὅμοια
- <περίδεινον>· πειρατήν
- <περιδεινός>· περιπαθής
- <περιδεινοῦσι>· περιστρέφουσιν
- <περιδεινοῦντα>· περιοδεύοντα
- <περίδειρον>· τὸ κατώτατον τῆς περιγραφῆς τοῦ τραχήλου
- (<περιδείσασα>)· περισσῶς δείσασα, περισσῶς εὐλαβηθεῖσα
- <περιδεῖσθαι>· συντείνεσθαι
- <περὶ (δὲ) κλισιὼν θέε πάντη>· περιετετείχιστο δὲ κλίσιον, κύκλῳ
περι(ε)βέβλητο καὶ παρέκειτο κλίσιον, διὰ τὸ ἐν κύκλῳ κρηπίδωμα βαθροειδὲς ἔχειν
- <περιδέξιον>· φρόνιμον. ὀρθόν, μηδὲν ἀριστερὸν ἔχον. καὶ οἱ μὲν πε-
ρισσῶς δεξιὸν περὶ τὴν τοῦ δόρατος βολήν. οἱ δὲ ἀμφοτέραις ταῖς χερσὶν ὡς τῇ δεξιᾷ βάλλων
- <περὶ (δὲ) πνοή>· ἡ πνοὴ δὲ τοῦ βοῤῥᾶ
- <περιδέραια>· περιτραχήλια. ἢ ἐνώτια
- <περὶ δ' ἐστέ>· ὑπερέχετε δέ. ἢ ὑπάρχετε. ἢ κρατεῖτε
- <περιδευκές>· περισσῶς πεποικιλμένον
- <περιδεῶν>· ἐμφόβων
- <περίδηλον>· περιφανές. καλόν
- [<περιδῆσαι>· περιδύνασθαι]
- <περίδοσιν>· συνθήκην
- <περιδοῦ>· σύνθου. τοῦτο δὲ παραβάλλεσθαι λέγουσιν, ἢ συνθήκης
θέσιν
- <περὶ δουρί>· περὶ τῷ δόρατι
- <περίδρομοι>· τοῦ δ[ε]ικτύου τὸ δ(ι)ειρόμενον σχοινίον· διὰ τὸ καὶ
κάτω βρόχοις ...... καὶ [πάντῃ, περιεχόμενος τόπο[ι]ς.] περιφερεῖς, στρογγύλοι
- <περιδρόμους τείχους>· περὶ τοὺς βεβλημένους τοίχους κύκλῳ
- <περιδρύφῃ>· περιξέῃ
- <περιδύεται>· περιβάλλεται. κρύπτεται. εἰσδύεται
- <περιδῦσαι>· περιδύνασαι
- <περίδυσε>· ἀπέδυσε
- <περιδύω>· ὅμοιον
- <περιδώμεθα>· συνθώμεθα
- *<περιβάλλων>· ἐκύκλωσαν
- <περιδώσομαι>· συνθηκοποιήσομαι
- <περι(έ)γραψε>· περιεγένετο
- <περιεδίνε(ι)>· περιεκύκλευεν
- <περιεδρύ(φ)θη>· περιεξέσθη
- <περιεζόμενον>· περιεχόμενον
- <περιέθει>· περιέτρεχεν
- <περιειλημμένως>· περιεκτικῶς
- <περιείληπτο>· περιεγέγραπτο. ἢ ἐκεκράτητο. ἐκ τοῦ περιλαμβάνεσθαι
- <περιεῖναι>· περιττεύειν
- <περιεῖπεν>· ἐτημέλει
- <περιείργασμαι>· περιττὸν ἐποίησα[ν]
- <περιεκωκύετο>· περιηχεῖτο
- <περιεκτικόν>· τὸ περιέχον. ἤτοι γενικόν. ἢ περιληπτικόν· ἐκ τοῦ πε-
ριβάλλειν. [ἢ ὑπερέχον]
- <περιεκτικώταται>· ὁμοίως
- <περιεκτικώτερον>· γενικώτερον
- <περίελε>· κόψον. ἔπαρον. ἀφελοῦ
- <περιελόμενος>· ἐπάρας
- <περιελιχμήσατο>· τῇ γλώττῃ (ἢ) σπογγιᾷ ἐκάθηρεν
- <περὶ ἐμέ>· πρός με
- <περιέπει>· περιέρχεται. περιεργάζεται. φυλάττει. θεραπεύει
- <περιέπειραν>· ἔπηξαν
- <περιεπτισμένη>· περιεξεσμένη. περικεκαθαρμένη
- <περιέπων>· ἐνεργῶν
- <περιεργάς[ς]ει>· πράξει(ς) περισσά
- <περίεργον>· περιττόν. ἢ στρεβλόν
- [<περιερεία>· καθαρσία]
- <περιερέττων>· κωπηλατῶν
- <περίς[ς]ομαι>· περιγενήσομαι, κρατήσω, νικήσω, κατισχύσω. ἢ μέλ-
λοντες περιγενέσθαι
- <περιεσπάσθη>· ἐσείσθη. περιδέδεται
- *<περιεσκεμμένος>· (ἠκριβωμένος)
- [<περιε(..)σσων>· κωπηλατῶν]
- <περιέσται>· περιγενή(σε)ται. νικήσει
- <περιεστήξει>· περισταθήσεται. [περιφράξει, ἢ περικυκλώσει
- <περιεστοιχισμένοι>· οἱ περιέχοντες. καὶ περιεχόμενοι
- <περιετέμοντο>· περιήλασαν
- <περιετίθουν>· ἐκρέμων
- <περιέτυχον>· συνέτυχον
- [<περιευτίζεσθαι>· ἀποδοῦναι αὐτῷ]
- <περιέφραξαν>· ἐσκέπασαν. ἐφύλαξαν
- <περιέχομαί σου>· ἀντιποιοῦμαί σου
- *<περίζωμα>· περιβόλαιον
- <περιέχοντες>· περιλαβόντες. καὶ τὰ ὅμοια
- <περίζυξ>· ὁμόζυγος, σύζυγος
- <περιηγές>· κυκλοτερές, περιφερές
- *<περιήγει>· ἐζωγράφει
- <περιήγητος>· ὁ περιπόρφυρος χιτών
- <περιηγμένα>· περιφερόμενα
- <περιῄεσαν>· περιήρχοντο
- <περιήθελεν>· ἠγάπα
- [<περιήθλουν>· ἀγα]
- <περιηθέλησεν>· ἠγάπησεν
- <περιήκασε>· περιώρυξεν. περιέγραψεν
- <περιήκοντα>· [περιέγραψαν. ὤρυξαν
- <περιήλυσις>· περίοδος
- <περιημεκτεῖ>· ἀγανακτεῖ, ἀνιᾶται, δυσκολαίνει
- <περιῆν>· ὑπῆρχεν. ἐπλεόναζεν
- <περιῃρημένον>· κεκομμένον
- <περιῆῤῥον>· περιῄεσαν
- [<περιήσω>· περιδώσω]
- <περιηχήθη>· περιεψιθυρίσθη
- [<περιθείης>· <μα><θ> πειραθείς]
- <περιθείς>· κύκλῳ θείς, περισσότερον [λαβεῖς
- <περὶ θεόν>· πρὸς θεόν
- <περιθειῶσαι>· περικαθᾶραι, κυρίως θείῳ
- <περιθέσθαι>· περιποιήσασθαι. προσλαβέσθαι. κύκλῳ θεῖναι
- <Περιθοῖδαι>· δῆμος φυλῆς τῆς Οἰνηΐδος
- <περιθραυσθέντα>· περιπεσόντα. ῥαγέντα
- <περιθρεκτέον>· περιδραμητέον
- <περιθυρεῖν>· τὸ ἐπὶ ταῖς θύραις ἵστασθαι
- <περιΐδμεναι>· περισσῶς εἰδέναι
- <περιϊόντας>· περιερχομένους
- <περιϊππεύοντας>· περιτρέχοντας
- [<περι.ίσσεται ὥρα[ς]>· περιέρχεται [τὰς] ὥρα[ς]
- <περιϊστάμενος>· κυκλεύσας
- <περιΐστασο>· κύκλευσον. σκόπησον. περίφευγε. ἀνάτρεπε
- *<περιστοιχείωσαι>· περίελθε
- <περιϊών>· περιερχόμενος
- <περικάθαρμα>·
- <περικαθαίρων>· ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγοητευμένον
- <περικαλλές>· λίαν καλόν
- <περικαλλέος>· περισσῶς καλοῦ
- <περικάμπτεται>· περικιρεῖται
- <περὶ καπνῷ>· περὶ τὸν καπνόν
- <περικάρδιος ὑμήν>· ὁ ἐπὶ τῇ καρδίᾳ
- <περικάρπιον>· τὸ λέπυρον, σκέπασμα
- <περικεφαλαία>· ἡ ἐκ τριχῶν γεγονυῖα περιθετή. καὶ μέρος τι τῆς
νεώς. ἢ κάς(ς)ις
- <περικέχυται>· περιείληφεν
- <περικήδεο>· φείδου φροντίζων
- <περίκηλα>· περισσῶς ξηρά. τὰ περικεκαυμένα. περιεσχισμένα
- <περὶ κῆρι>· κατὰ ψυχήν
- *<περικλυτῷ>· σφόδρα ἐνδόξῳ
- <περικλῃζόμενος>· δοξαζόμενος λίαν
- <περικλύμ(εν)ος>· ὁ Πλούτων. καὶ πόα, ἡ καὶ κυκλάμινος
- <περικλυτός>· ἔνδοξος, περισσῶς καὶ λίαν ὠνομασμένος διὰ τὴν τέχνην
- <περικνημίς>· σκεπαστήριον τῆς κνήμης
- <περικόπται>· κλῶπες. λῃσταί
- <περίκουροι>· οἱ ἐκ τοῦ κυκλωθῆναι ἁλισκόμενοι ἐν ταῖς μάχαις
- <περικτίονες>· περίοικοι, γείτονες, πέριξ οἰκοῦντες
- <περικτιόνες(ς)ι>· περιοίκοις
- <περίκυκλον>· ἵνα ὑπερεφῆ
- *<περὶ κῶμα>· κοίμημα
- <περικωδωνίσαι>· περιβομβῆσαι
- <περικωνῆσαι>· ....... περιαγαγεῖν. σπογγίσαι. ἢ περιπισσῶσαι. Λά-
κωνες
- <περιλαβεῖν>· περιβαλεῖν. καὶ τὰ ὅμοια
- <περιλέγειν>· τὰ περισσὰ φράζειν
- <περιλεγνές>· περιποίκιλον
- <περιλεσχήνευτος>· περιβόητος. περιλάλητος
- <περιληπτικόν>· ἐφαπτόμενον
- <περιλῆσαι>· περι(ς)τρέψαι
- <περιλιχμήσασα>· περιλείξασα
- <περιλυγίζεσθαι>· περιστ(ρ)έφεσθαι
- <περιμάχητον>· ὑψηλόν, μέγα, ἰσχυρόν
- <περὶ μέν>· περισσῶς μέν
- <πέρι μὲν φάσθαι>· διαφερόντως λέγειν
- <περίμετρον>· ὑπέρμετρον, μέγα. τινὲς δὲ εὔκυκλον
- <περιμήκεος>· μακροτάτου
- <περίμηκες>· ὑπερμέγεθες
- <περιμήκετος>· ὑψηλός. ὑπέρμηκος. ἢ περισσῶς μακρὰν καὶ ὑψηλήν·
εἰς ἐλάτην ἀναβὰς περι[με]μήκετον
- <περιμήκεϊ ῥάβδῳ>· ἁλιευτικῷ καλάμῳ
- <περίνα>· περίναιον. τὸ αἰδοῖον. ἀφ' οὗ καὶ τὸ <περαίνεσθαι>
- [<περ[ι]νάμενα>· πιπρασκόμενα]
- *<περίνης[σαι]α>· περιβόλαια, οἷς ἐν κύκλῳ πορφύρα παράκειται
- <περίνεως>· ὁ δεύτερος ἱστός. καὶ καθάπαξ τὰ διττὰ τῆς νεὼς σκεύη
- <περίνησον>· ἱμάτιον ἔχον πορφύραν κύκλῳ
- <περινοεῖ>· περισσῶς νοεῖ
- <περίνοια>· μηχανή. τέχνη
- <περινομαί[α]>· περιφορα(ί)
- <περίνος>· τὸ αἰδοῖον. οἱ δὲ τὸν καυλόν, ἢ τὸ τῶν διδύμων δέρμα,
ἤγουν ὁ ταῦρος
- <περινοστεῖ>· περιέρχεται
- <περινοστήσαντες>· περιελθόντες, κυκλεύσαντες. ἢ ἐξιόντες
- <περινοστοῦντι>· περιστρεφομένῳ
- <πέριξ>· κύκλῳ
- <περίοδος>· τὸ ἐκ διαλειμμάτων ἐπιπεσὸν ὄνομα. ἢ χρόνος. ἢ κύκλος.
ἢ ἡ ἐν λόγοις, καὶ ἡ τῆς γῆς περιήγησις. καὶ ἡ τάξις τῶν αἰώ- νων. καὶ ἡ παρὰ τοῖς ἰατροῖς. καὶ ἡ ᾠδή. καὶ μέτρον τι τῶν με- τάλλων
- <περιόδων>· χρόνων. κύκλων
- <περιόδῳ>· κυκλώσει
- <περιοίκιον>· ὁ περὶ τὴν πόλιν ἢ τὴν ἔπαυλιν τόπος. τινὲς δὲ περί-
βολον
- <περιοίσει>· ἀνοίσει ἐκ τῆς νόσου
- <περιοκωχή>· (περιοχή)
- *<περιωπή>· ἀκρώρ(ε)ια. ὕψος. τόπος ὑψηλός
- <περίοπτον>· ἐπιφανῆ, πολυθέατον, περίβλεπτον
- <περιορᾶν>· ὑπερορᾶν
- <περιόρια>· ἑορτὴ ἐν Κύπρῳ
- <περιοργῶς>· ὑπεροργόντως. καὶ παρωρμημένως
- <περιοριζόμενοι>· περιεχόμενοι. γινωσκόμενοι. ἐξολισθαίνοντες
- <περιορίσαι>· περινοῆσαι
- <περιορισθῆναι>· γνωρισθῆναι. ἐξορισθῆναι
- <περιοριστόν>· περιγραπτόν
- <περιουσία>· πορισμός. πλῆθος
- <περιουσιασμοῦ>· πλήθους
- <περιούσιον>· πολύ, περισσόν. περιποιητόν
- <περιούσιος>· πλούσιος. πολύς
- <περιοχή>· περιπέτεια. καὶ ὑπόθεσις. καὶ φυλακή. καὶ ἡ [περὶ πάν-
των] πολιορκία
- <περιοχῆς>· τετειχισμένης
- <περιόψεται>· καταφρονήσει
- <περιπαθῶς>· συμπαθητικῶς. λυπηρῶς. [διαπονηθείς
- <περιπαλαχθῆναι>· περιπλακῆναι
- <περὶ πάντων>· ὑπὲρ πάντας τοὺς ἄλλους
- <περίπατοι>· αἱ ἱστορίαι καὶ οἱ λόγοι. ἢ τόποι διακινήσεων
- <περὶ πέζαν>· τὰ περὶ τοὺς πόδας
- <περιπεζία>· ταπείνωσις
- <περιπείρῃ>· περικεντήσῃ
- <περιπέπληκα>· περιπεπόληκα. περιπέπληγμαι
- (*)<περιπετάσας>· περιβαλών
- <περιπεπλιγμένα>· περιπεπλεγμένα τοῖς σκέλεσιν. οἱ γὰρ ἀλεῖπται τὸ
βῆμα <πλίγμα> λέγουσιν
- <περίπε[μ]πτον>· τὸ περιπεπεμμένον
- <περι[πετάσθαι] πετάσας>· περι(α)πλώσας
- (*)<περιπεπλίχθαι>· διηλλαχέναι τὰ σκέλη ἀσχημόνως
- <περιπέτεια>· ὑπόθεσις. σύμπτωσις. σύμβασις
- <περιπετεῖς>· περιε[ρ]χόμενοι. ἐναντίοι. ἢ προπετεῖς. ἢ περιπεσόντες
- <περιπετρίζεσθαι>· περικρούεσθαι
- [<περίπετρον>· πανταχόθεν ἐξέχον]
- <περιπευκὲς [ἢ περίπευκος>]· περισσῶς πικρόν, διὰ τὸ χρίεσθαι·
πικρὰ γὰρ ἡ πεύκη
- <περιπῆγις>· πόρνος. μάχλος
- <περιπηγής>· περιπαγείς, ἐμπαγείς
- [<περιπλη..] περιπλίγδην>· περιβάδην
- <περιπλίξ>· περιειληφώς
- *<περιπλέες>· λίαν, πλεονάκις
- <περιπλομένων>· περιπολουμένων, ἤγουν περιερχομένων
- <περίπλους>· περιόδους
- <περὶ πόδα>· οὕτως ἐκάλουν τὸ ἁρμόζον· μεταφέροντες ἀπὸ τῶν συμ-
μέτρων τοῖς ποσὶν ὑποδημάτων. ἢ ἀκριβῶς
- <περὶ ποδός>· ἀντὶ τοῦ ἁρμόζον. καὶ <περὶ πόδα>· τὸ ἡρμοσμένον,
ἀπὸ τῶν ὑποδημάτων
- <περιποιεῖται>· προξενεῖ. ζωοποιεῖ
- <περιποίησις>· πλεονασμός, κτῆσις
- <περιποιητικός>· διοικητής
- <περιπολεῖ>· περιοδεύει, περιέρχεται, περιέπει, ἀναστρέφεται, περι-
πολεύει, κυκλεύει. καὶ τὰ ὅμοια
- <περίπολος>· φρουρός, ἔφορος
- <περὶ πολλοῦ ποιοῦ>· τίμα, θεράπευε
- <περιπόνηρος Ἀρτέμων>· παρὰ τὴν παροιμίαν τὴν <περιφόρητος>
<Ἀρτέμων>. εἰσὶ δὲ Ἀρτέμωνες δύο
- *<περι[ι]ππεύει>· ἀφίησιν αὐτοὺς καὶ ἄλλῃ ὁδεύει
- <περιπρωκτιῶσα>· τρυφερευομένη ἐπὶ τῇ πυγῇ
- <περιπτύσσομαι>· καταφιλῶ
- *<περίπτερα>· οἱ ἀποσπινθηρισμοί
- *<περίπτερον>· ὑψηλόν, πανταχόθεν ἐξέχον. ἢ στέγην ἔχουσαν ἐξοχήν
- [<περιπτεύσαντες>· περιδραμόντες]
- <περιπτυχαί>· περίβολοι
- *<περιπτύσσει>· καταφιλεῖ
- <περίπυστα>· διαβόητα
- <περιραίνεσθαι>· περιραντίζεσθαι. ῥαντίζεσθαι
- <περιρέζειν>· τὸ ἐπὶ τοῖς καθαρσίοις θύειν
- *<περιρεμβαῦσαι>· περιφθαρῆναι
- *<περὶ ῥίον>· περὶ τὸ ἀκρωτήριον
- <περὶ ῥέθεσι>· περὶ ταῖς παρειαῖς
- <περιῤῥηδής>· περικεκλασμένος. περιστροβηθείς. οἱ δὲ περιεῤῥιμμένος.
ἢ ὑπτιασμένος
- <περισαίνοντες>· κολακεύοντες. παρὰ τὸ σαίνειν, ὡς τῶν κυνῶν τὴν
(οὐρὰν) κινούντων
- <περὶ σέ>· περὶ σοῦ, ἐγγύς σου, <γνησίως διάκειμαι>
- <περὶ σεῖο>· περὶ σοῦ. καὶ <περιέσσιον>· περὶ σοῦ
- <περισείρια>· τὰ πλάγια τῆς γλώττης
- <περίσημον>· διαβόητον
- [<περισιγᾶν>· ἀφέλκειν τοῦ προκειμένου]
- <περισκαίρουσι>· περισκαρίζουσι
- <περισκελές>· σκληρόν, δυσχερές. ἢ μέχρι τῶν ποδῶν
- <περισκέπτῳ>· πάντοθεν ὁρωμένῳ. οἱ δὲ μόνῳ, κεχωρισμένῳ, ὥστε
ἀπ' αὐτοῦ περισκέψασθαι
- <περίσκεψις>· βάσανος
- <περισκήπτειν>· περιθλίβειν
- <περισοβεῖν>· ἐν κύκλῳ πίνειν. ἢ περιτρέχειν. ἢ φωνεῖν. ἢ διώκειν
- *<περισσομένη>· πορθουμένη
- [<περίσονται>· περιποιήσονται]
- *<περισσοεπήσει>· περισσολογήσει
- <περισπάσασθαι>· περιποιήσασθαι
- <περισπέ.του βοῆς>· ὑπερεπειγούσης
- <περισπερχής>· περιώδυνος
- *<περισκέλια>· βρακκία, φεμινάλια
- <περὶ σπονδῶν>· περὶ εἰρήνης
- <περισταδόν>· περιστάντες
- *<Περιστενός>· οὕτω δράκων καλεῖται
- <περισταλείς>· κοσμηθείς. ἤτοι ταφείς
- <περισταλαδόν>· περισταζόμενον, περιῤῥεόμενον τῷ χόλῳ
- [<περιστατήρια>· σπλάγχνα]
- <περιστατόν>· τὸ ἀνάστατον
- <περίστασις>· θλῖψις, ἀνάγκη, μέριμνα
- <περιστεγανόν>· περισσῶς στεγανόν
- <περιστένειν>· ἔκθυμον εἶναι
- <περιστείληται>· περικαλύψηται
- <περίστειλον>· συγκάλυψον. συνάγαγε
- <περιστέλλει>· καλύπτει. συστέλλει. κοσμεῖ. σκέπει. φυλάττει. περι-
βάλλει
- <περιστελοῦμεν>· τὰ αὐτά
- <περιστένεται>· πάνυ στενοχωρεῖ
- <περιστήθιον>· ἱερατικὸν ἔνδυμα
- <περιστέρια>· κοσμάρια ποιά
- <περιστίαρχος>· ὁ περικαθαίρων τὴν ἑστίαν, καὶ τὴν ἐκκλησίαν
- *<περιστ(.)ῖξαι>· περικυκλῶσαι, περιελθεῖν. περιελάσαι. ἀπὸ τοῦ
στ(ε)ίχειν
- <περίστιον>· ἐπὰν τὸν νεκρὸν ἐκπέμψαντες ὑποστρέψωσι, καὶ τὸ κα-
θάρσιον ποιήσωσιν
- <περιστλεγγίσαι>· περιξύσαι· <στλεγγὶς> γὰρ ἡ ξύστρα
- <περιστοιχίσαντες>· περιλαβόντες
- <περιστολή>· περιβολή. ἔνδυμα
- <περιστόμιον>· ὁ τῆς ἐπιγλωσσίδος τόπος ἐν τῷ βρόγχῳ
- [<περιστόων>· περιστύλων]
- <περίστροφος>· ὁ τῆς ὑποσφραγίδος τόπος
- <περίστῳον>· περίστυλον
- <περισύρει>· σύρει
- <περίσφατα>· τὰ ἐπιθρήνητα, καὶ ἐπονείδιστα, καὶ μοχθηρᾶς ἐπιφω-
νήσεως ἄξια
- <περισφάτως>· περιωδύνως. περιβοήτως
- <περισχαδόν>· τὸν ὑποκρινόμενον τὸν Περσέα, ὡς πτωχὸν καὶ φησί-
μορφον ψίαθον, ἐν ᾧ περιειλοῦσι τὰς ἰσχάδας
- <περισχελές>· δυσχερές
- <περίσχεο>· φροντίδα ποίησαι καὶ ἐπιμέλειαν· ἀντὶ τοῦ λαβοῦ καὶ
ὑπερμάχησαι
- <περισχέσθαι>· ἀγαπῆσαι
- <περίσχετο>· ἠγάπησεν. ἐφείσατο
- <περισχιδεῖς>· εἶδος ὑποδήματος εὐτελές
- <περισχόμεθα>· περισσῶς ἐχόμεθα. ἀντιλαμβανόμεθα
- <περισχών>· περιτείνας. ἢ ἐπισχών
- <περιτάμνεσθαι>· περιορίσαι τι διὰ τῆς αὔλακος
- <περιταμνόμενον>· περιελαύνοντα. μεταφορικῶς ἀπὸ τῶν γηπέδων
- <περί τ' ἀμφί>· κύκλῳ, πέριξ
- <πε[ρι]ρίτ' εἰμί>· ὑπερέχω. ὑπερφρονῶ
- <περιτελλομένων>· πληρουμένων. περιερχομένων
- <περὶ τέρμα βαλούσας>· περιελ(ας)άσας τὸν καμπτῆρα
- <περιτετάσθαι>· ἡπλῶσθαι ἐπὶ τὰ ἴχνη
- <περιτεύξεται>· συντύχῃ. ἢ περιπεσεῖται
- <περιτευξοίμεθα>· περιτύχοιμεν
- <περιτευξόμενος>· περιτυχεῖν μέλλων
- <περιτεύοντες>· συλ[λ]ῶντες
- <περὶ τὴν λέξιν>· ἐν αὐτῇ τῇ λέξει
- <περί[πε]τ[ε]ια> καὶ <περιῆτες>· περιῆτες μὲν οἱ φύλακες, περί[πε]-
τ[ε]ια δὲ Μακεδονικὴ ἑορτή
- <περιτίθεται>· περιβάλλεται
- <περιτομίς>· μέρος τι τῆς νεώς
- <περιτόναιον>· μέρος τι τῆς νεώς. καὶ τὸ δέρτρον
- <περιτρέπεται>· ε(ἰ)λιγγιᾷ
- <περιτρέφετο>· περιεπήσσετο. ὅθεν καὶ τροφαλ[λ]ὶς τὸ πεπηγμένον
- <περιτριβομένων>· παρεσομένων
- <περίτριμμα> .....· τετριμμένον
- <περιτροπέων>· περιτρεπόμενος. μέλλων τελειοῦσθαι. ἢ περιερχόμενος
- <περιτρόπου>· ἴλιγγος
- <περὶ τρόπιος>· ἐπάνω τῆς τρόπιδος. [τῆς ἀγορᾶς.
- <περιτροπόωντες>· περιχωροῦντες
- <περίτροχον>· στρογγύλον
- <περιττοί>· περισσοί, περίεργοι
- <περιφαλλία>· πομπὴ Διονύσῳ τελουμένη τῶν φαλλῶν
- <περιφάνεια>· λαμπρότης, δόξα
- <περιφανέστερον>· ἐμφανέστερον
- <περιφέρεια>· διαστροφή. κύκλος
- <περιφερές>· στρογγύλον
- <περιφέρεται>· πλανᾶται
- <περιφερόμενα>· λαλούμενα
- <περίφημος>· ὀνομαστός
- <Περιφήτης>· ὁ κορυνήτης
- <περιφθείρεται>· τὰς φθεῖρας συλλέγει. ἢ μειοῦται, ἐλαττοῦται
- <περιφοιτῶντα>· περιερχόμενον. περιγινόμενον
- <περιφορά>· ἡ κατὰ κύκλον κίνησις
- <περιφοραί>· ὁμοίως
- <περιφορᾶς>· περισπασμοῦ. πλάνης
- <περιφραδέως>· περιπεφρασμένως. ἐμπείρως
- <περιφραστικῶς>· δύο λέξεων τὸ αὐτὸ σημαινουσῶν ὄνομα
- <περιφρονεῖς>· περισσοφρονεῖς, ὑπερφρονεῖς
- <περίφρων>· σωφρονέστατος, ἢ περισσῶς φρονῶν, συνετώτατος
- <περιφ[ρ]ῦναι>· περιλαβεῖν, περιπλακῆν(αι)
- <περιχαρής>· χαιρόμενος (sic). γελωτοποιός
- <περιχάσκειν>· ἀνοῖξαι τὸ στόμα
- <περιχεύας χρυσόν>· περιπάσας χρυσίῳ
- <περιχ[ε]ιλοῦντες>· ἀντὶ τοῦ ἄδην κορεσθέντες
- <περιχλ(ι)ανίζεται>· περικαλύπτεται. καλλωπίζεται. [ἢ παραστραγ-
γεύεται]
- <περιχόραι>· περιχορεῖαι
- <περιχορίζειν>· ἐνόπλως, συντόνως ὀρχεῖσθαι
- <περὶ χροΐ>· περὶ τῷ σώματι
- <περὶ χροῒ ἕσσατο>· περιεβάλλετο
- <περιχωρεῖ>· συμμίσγεται
- <περιχώρησον>· μέτρησον. περίστησον
- <περίψημα>· περικατάμαγμα. ἀντίλυτρα, ἀντίψυχα. [ἢ ὑπὸ τὰ ἴχνη
πάντων]
- <περίψυκτος>· περιπόθητος, ἐκ ψυχῆς ὅλης ἀγαπώμενος
- <περιώγανα>· ἐπίσσωτρα. οἱ δὲ τὰς κνημίας, αἳ περιπήγνυνται ταῖς
ἁμάξαις
- <περιώκαλα>· ὑπέρσεμνα, ὑπερβαλλόντως καλά
- <περιωπή>· ἄποψις. τόπος ὑψηλός, ὅθεν ἐστὶ περισκοπῆσαι. ἀκρώ-
ρεια
- <περιωπῆς>· προσόψεως
- <περιώσας>· ὠθήσας. ζώσας
- <περιῶσιν>· ζῶσιν. ὑπάρχωσιν
- <περιώς[ς]ιον>· περιως[ς]ίως. περισσῶς. περισσόν. μέγα, ἢ πολύ
- <περκάζει>· μελανίζει. ποικίλλει. ἢ πεπαίνεται
- <περκαίνειν>· διαποικίλλεσθαι. καὶ τὰ ὅμοια
- <πέρκανα>· τὰ ἱστοῦ περιπλέγματα
- <περκνόν>· μελανόν. ποικίλον
- <περκνός>· γλαυκός. μέλας. καὶ τὰ ὅμοια
- <περκώματα>· τὰ ἐπὶ τοῦ προσώπου ποικίλματα
- <Περκώς(ι)ος> καὶ <Περκώτη>· πόλις
- <Περμησός>· ποταμός
- <πέρναται>· πωλεῖται
- <περνάμενα>· πωλούμενα
- <περνᾷς>· πωλεῖς
- <πέρναξ>· θρίδαξ
- <Πέρνη>· ἔνιοι μετὰ τοῦ <τ> Πτέρνη. εἶναι γάρ τι ἀκρωτήριον τῆς Αἰγί-
νης οὕτω προσαγορευόμενον
- <περνῆν>· ἐμπωλεῖν
- <πέρνησον>· πώλησον
- <περομνύναι>· ἐλέγχεσθαι
- <περόναι>· πόρπαι. καὶ τὰ ἀντικείμενα τῇ κνήμῃ ὀστᾶ
- <περόνη>· ῥαφίς
- <περονήσατο>· ἐπορπήσατο, ἐπερονήσατο, διείρατο
- <περόσχια>· τὰ ῥάκη
- <πέρπερα>· προπετῆ
- <περπερεύεται>· κατεπαίρεται
- <πέρπερος>· μετὰ βλακίας ἐπαιρόμενος
- *<περὶ πολλοῦ ποιεῖται>· τιμᾷ, θεραπεύεται
- <Πέῤῤαμος>· βασιλεύς
- <πεῤῤεθήκατο>· περιεθήκατο
- <Πεῤῥεύς>· ἥρως Ἀθήνησι τιμᾶται
- <πεῤῤέχειν>· ὑπερέχειν
- <πεῤῥησιππίαν>· τὴν ἀνατρέπουσαν ἵππον
- <Πεῤῥίδαι>· τῆς Ἀττικῆς δῆμος ἐν Ἀφίδναις
- <πέρ σε>· πρός σε
- *<πέρσαντες>· ὀλέσαντες, πορθήσαντες, ἀνελόντες
- *<πέρσας>· τὰ αὐτά. [καὶ τὸ ἔθνος
- <Πέρσης>· κυβευτικοῦ βόλου ὄνομα
- <Περσίδα>· πόλιν Περσικήν. ὅ ἐστιν ὑπόδημα
- <περσιθέα>· ἡ Ἀφροδίτη
- <περσικά>· εἴδη καρύων. ἢ εὐτελῆ ὑποδήματα. καὶ ὀρθαὶ βακτηρίαι.
καὶ ὄρχησις Περσική
- <περσικὸς ὄρνις>· ὁ ἀλεκτρυών
- <πέρσος>· ὁ ἰχθῦς ποιός, ἐν Ἐρυθρᾷ γινόμενος
- <περ(υ)σινόν>· ἔφηβον. τὸν ἐξ ἐφήβων
- <πέρυσι>· ὁ παρεληλυθὼς χρόνος
- <Πέρφερες>· θεωροί
- <Περφίλα>· Σωσίβιος. κύριον ὄνομα
- <περώσιον>· μέγα
- <πεσέεσθαι>· πεσεῖσθαι
- <πέσημα>· πτῶμα
- <πεσκέων>· δερμάτων
- <πέσκον>· πικρόν. ἢ κώδιον, ἢ δέρμα
- <πέσμα>· πίεσμα. ἢ μίσχος. ἔστι δὲ ἐξ οὗ τὸ φύλλον ἤρτηται
- *<πεσέονται>· πεσοῦσιν
- <πέσσαι>· πεῖσαι. [ἢ πάσχειν. καὶ νέμειν, καὶ τεχνᾶσθαι τῇ διανοίᾳ
- <πεσσὰ πεντέγραμμα(τα) καὶ κύβων βολάς>· Σοφοκλῆς Ναυ-
πλίῳ Πυρκαεῖ. παρ' ὅσον πέντε γραμμαῖς ἔπαιζον. διαφέρει δὲ πετ(τ)εία κυβείας. ἐν ᾗ μὲν γὰρ τοὺς κύβους ἀναῤῥίπτουσιν· ἐν δὲ τῇ πετ(τ)είᾳ αὐτὸ μόνον τὰς ψήφους μετακινοῦσι
- <πέσσει>· πεπαίνει. θεραπεύει. κατέχει. καταπραΰνει
- <πες(ς)έμεν>· πές(ς)ειν
- <πέσσεται>· ὀπτᾶται. Ἀρκάδες. ὀπτήσει
- <πεσσεύων μετατίθεσο>· τὴν γνώμην πρὸς τὸ κρεῖσσον
- <πες[ς]ήματα>· πτώσεις
- <πες[ς]ήματος>· πτώσεως, πτώματος
- <πεσσοῖς>· πεττοῖς. βολίοις, κύβοις
- <πές(ς)ον>· ὄρος· χωρίον Κύπριοι· πεδίον Αἰολεῖς· τινὲς ὁμαλές
- <πεσσός>· οὕτως ἐκάλουν τὰς ψήφους, αἷς ἔπαιζον. καὶ τὸ περὶ τὴν
κόρην μέλαν τοῦ ὀφθαλμοῦ
- *<πεσσοῖσι>· τοῖς κύβοις· παρὰ τὸ πίπτειν αὐτούς
- *<πέσσω>· ὀπτήσω ἄρτον
- <πεσσύγγιον>· σκυτ(ε)ῖον
- <πεσσύπτη>· σκυτεύρια
- <πέσσυρα>· πίσυρα. τέσσαρα
- <πέσσυρες>· τέσσαρες. Αἰολεῖς
- <πεσών>· πάσχων
- <πέτα>· πτῶσις. στάχυα
- <πετάζει>· ἁπλοῖ. σκεπάζει
- <πεταιτά>· μετέωρα. ἀμπελουργία, ὡς αἱ ἀναδενδράδες
- <πετάλα>· ὀνόματα θήλεια. καὶ βοῦς
- <πέταλ[λ]α>, οὐδετέρως· τὰ φύλλα
- <πεταλίζειν>· βλαστεῖν. φυλλολογεῖν
- <πετ[τ]αλισμός>· ὁ διὰ φύλ[λ]ων ὀστρακισμὸς γινόμενος
- <πέταλ[λ]ον>· φύλλον. καὶ τῆς ἐπιγλωσσίδος τὸ καλύπτον τὸ στόμα
- <πεταλωτόν>· ἀκμαιότατον. εὐειδέστατον
- <πεταλίδων ὑ[ι]ῶν μεταίη>· ἀπὸ τῶν μόσχων. πέτηλοι γὰρ οὗτοι λέ-
γονται
- [<πεταλοῦνται>· ἐξυπτιῶνται. τρυφῶσιν
- <πέτακνον>· ποτήριον ἐκπέταλον. (τὸ) δὲ αὐτὸ καὶ πέταχνον]
- <πετάσας>· ἁπλώσας. τανύσας
- *<πετᾶσθαι γαμβραί>· κεκτῆσθαι
- <πετάσειεν>· ἁπλώσειεν. κουφίσειεν. ἀπὸ ἐνεστῶτος τοῦ πετάζω
- <πέτασος>· τὸ τῶν ἐφήβων φόρημα
- <πέταυρα>· τίγνα
- <πέταυρον>· εἶδος παγίδος
- <πετελκές>· καμπύλον
- *<πετεηνῶν>· πετεινῶν
- *<πετέσθην>· ἐπέτοντο. δυϊκῶς
- <πέτευρον>· σανίς, ἐφ' ἧς αἱ ὄρνεις κοιμῶνται· καὶ πᾶν τὸ ἐμφερὲς
τούτω. καὶ ὄργανον ποιόν. καὶ πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ. ἔστι δὲ λεπτόν, ὅταν ἐν μετεώρῳ κείμενον ᾖ. <Πέτευρον> λέγεται, ἢ καὶ <πέντευρον>
- <Πετε[υ]ών>· πόλις
- <πετήλας>· τοὺς μικροὺς καὶ θαμνώδεις φοίνικας
- <πετηλίς>· ἀκρίς
- <πετηνίς>· κόρις
- <πέτραι ἠλίβατοι>· ὑψηλοὶ κρημνοί, ἀκρώρειαι
- [<πετρέμβατοι>· ὑψηλοὶ κρημνοί]
- [<πετραδεῖλαι>· οἱ μὲν τοὺς ἀποπνευματισμούς· οἱ δὲ εἶδος ἰχθύων
- <πετρεφράμη>· θρασεῖα. θερμή
- <πέτρη τ' Ὠλενίη>· πόλις
- <πέτρον>· λίθον
- *<πετειᾷ>· παίζει
- <πεττεία>· διὰ κύβων παιδιά
- <πεττείαις>· κύβοις, τάβλαις, παιδι[λ]αῖς
- <πεττεύει>· διαπαίζει. μεταστρέφει. κυβᾷ
- *<Πέτρος>· ἐπιλύων. ἐπιγινώσκων. οὗτος καὶ Σίμων καὶ Κηφᾶς καὶ
Συμεὼν ἐλέγετο
- <πεττοί>· βόλια, ἐν οἷς ταυλίζουσι
- <πεττεύουσι>· κυβεύουσιν
- <πέττουσιν>· ἑψοῦσιν
- <πευδρία>· ἀρτοθήκη
- <πεύθεται>· πυνθάνεται. ἀκούει
- <πεύθετο>· ἤκουεν. ἐπυνθάνετο
- <πεύθη>· πεῦσις. ἐρώτησις
- <πευθῆνες>· πιστοί. περίεργοι
- <πευθείς>· ἑψηθείς
- <πευΐδας>· λαμπάδας
- <πευκαλεῖται>· ξηραίνεται. ἢ ἀντὶ τοῦ ζητεῖται. Ἀριστέας
- <πευκαλέον>· ξηρόν. ἀγγεῖον
- <πευκαλίμαις>· συνεταῖς. ὀξείαις. πικραῖς. ἢ ἀγαθαῖς
- <πευκαλίμη>· θερμή. θρασεῖα. καὶ φλεγμαίνουσα
- <πευκαλίμῃσι>· πυκναῖς. συνεταῖς. καὶ τὰ ὅμοια
- <πευκάνα>· [πευκονία.] ἱστοῦ παράπλεγμα. [τροχίαι]
- <πευκεδανόν>· πευκές. πικρόν
- <Πευκέτιοι>· οἱ περὶ τὸ[ν] Βρεντέσιον οἰκοῦντες
- <πεύκινο(ν) δάκρυ[ν]>· πίσσαν
- <πεύκλα>· ἁματροχιαί
- <πεῦσις>· ἐρώτησις. ἀπόκρισις
- <πεύσομαι>· ἐρωτήσω. ἀκούσω. ἐρευνήσω. μάθω
- <πευστός>· ὑπήκοος
- <πέφανται>· πεφανέρωνται. ἢ πεφονευμένοι εἰσίν
- <πεφάσθαι>· πεφονεῦσθαι, καὶ ἀνῃρῆσθαι. ὅθεν καὶ <φάσγανον>
- <πεφασμένον>· φανερόν. ἀνῃρημένον. ἢ πεφανερωμένον
- [<πεφάσσουσα>· ἐνθουσιωδῶς ὁρμῶσα]
- <πέφαται>· εἴρηται. τέθνηκεν, ἀνῄρηται, πεφόνευται
- <πεφαύλικεν>· ἤμβλυκεν
- <πεφαυλισμένον>· ἀποδεδοκιμασμένον
- <πεφένακ(ικ)εν>· ἠπάτησεν
- <πεφενακισμένος>· ἐξηπατημένος
- <πέφη>· ἐφάνη ἢ πεφύκασι
- [<πεφήμωσο>· παῦσον. φιμώθητι]
- [<πεφήνακεν>· ἠπάτησεν]
- <πέφηνεν>· ἐφανερώθη, ἐφάνη. ὑπῆρχεν
- <πεφηνώς>· ἕτοιμος. φανερός
- <πεφήσεαι>· τολμήσεις, ὑπομενεῖς. τεθνήξῃ
- <πεφήσεται>· φανεροποιήσεται
- <πεφιδέσθαι>· φείσασθαι
- <πεφλάζει>· βράζει
- <πεφλοιδώς>· τὸν φλοιὸν ἀποβαλών
- <πεφλοιδέναι>· φλυκταινοῦσθαι
- <πέφνειν>· κτείνειν
- <πέφνεν>· ἀνεῖλεν, ἐφόνευσεν
- <πεφοβημένοι>· εἰς φυγὴν τετραμμένοι
- <πεφοβῆσθαι>· κεκοσμῆσθαι, κομᾶν. δεδοικέναι
- <πεφοινιγμένη>· ᾑματωμένη, πεπυῤ(ῥ)ωμένη. ἀπὸ φόνου, ἢ φοίνικος
- <πεφοιτηκότες>· παραγενόμενοι
- <πεφορημένα>· ἐνηνεγμένα. πεπληρωμένα, κεχορτασμένα
- <πεφορύνθαι>· μεμιάνθαι, μεμολύνθαι
- <πέφραδεν>· εἶπεν. ἐσήμηνεν
- <πεφράδοι>· διασημήνειε. εἴποι
- <πεφρασμένος>· παρεσκευασμένος, εἰς τὸ φρασθῆναι προσακτικὴν ἔχων
δύναμιν
- <πεφρίκασι>· δεδοίκασι
- <πεφρικέναι>· δεδοικέναι. πεφοβῆσθαι. [πεφρικέναι]
- <πεφρυγμένον>· τὸ εἰς τὴν χεῖρα φρυσσόμενον. [ἢ πεφυγότα]
- <πεφυγμένος>· πεφευγώς
- <πεφυζότες>· μετὰ δέους φεύγοντες
- <πεφύκαμεν>· ἐσμέν, ὑπάρχομεν
- <πέφυκεν>· ὑπάρχει. ἐγένετο
- <πεφυκώς>· ὑπάρχων
- <πεφυραμένους>· μεμιγμένους
- <πεφυρμένοι>· μεμιασμένοι
- <πέφυρται>· μεμία(ν)ται
- <πεφυσιγγωμένοι>· ἀπὸ τῶν ἐν τοῖς σκορόδοις <φυσίγγων>, ὅπερ
ἐστὶν ἐντεριών(ων)
- <πεφυσιωμένους>· ὠγκωμένους. κενοδοξοῦντας. ἐπῃρμένους
- <πεφωρημένα>· ἐληλεγμένα, κατειλημμένα. <Φωρᾶσαι> γὰ τὸ θεά-
σασθαι
- <πέχαρι>· ἔλαφος. Ἀμερίας
- <πέψαι>· ἑψῆσαι, ἡδὺν κατασκευάσαι, ἢ πραῧναι
- <πέψις>· ἀρτοποιία
- <πῇ>· ποῖ, πῶς, εἰς τίνα τόπον
- <πηγάδα>· τὴν οὐ πολλῷ ὕδατι κεχρημένην γῆν, ὕστερον γενομένην ξη-
ρὰν καὶ πεπηγυῖαν
- <πηγάζει>· ἀναβλύζει
- <πηγαί>· τῶν ὀφθαλμῶν οἱ πρὸς τῇ ῥινὶ κανθοί
- <πηγαῖον>· τὸ ὄστρακον, ὃ καὶ <ἀρδάνιον> ὁμοίως λέγεται
- <πηγαῖον ὕδωρ>· περικαθαῖρον, τὸ πρὸ τῆς οἰκίας τῶν ἀποπεμπομέ-
νων, ὅτε ἐξεκόμιζον
- <πηγεσιμάλλῳ>· εὐπαγεῖς καὶ εὐτραφεῖς ἔχοντι μαλλούς· <πηγὸν> γὰρ
τὸ εὐτραφές. τινὲς δὲ λευκὸν <τὸ πηγόν>· οἱ δὲ μέλαν
- <πηγόν>· οἱ μὲν λευκόν· οἱ δὲ μέλαν. καὶ εὐτραφῆ, ἢ μέγα
- <πηγυλίς>· ψυχρά, παγετώδης
- <Πήδαιον>· πόλις. καὶ ὄνομα κύριον
- <πηδάλια>· τῶν ἀκρίδων οἱ ὀπίσθιοι πόδες
- <πηδαλίοις>· οἴαξιν
- <πηδαλιο(υ)χούμενοι>· κυβερνώμενοι· παρὰ τὸ πηδάλιον, ὅ ἐστιν
αὐχήν
- <Πήδασος>· πόλις, καὶ ἔθνος βαρβαρικόν. καὶ κύριον ὄνομα, καὶ
ἵππου
- <πῇ δὴ ἄρα>· πῶ(ς), ποῖ δή
- <πῆδον>· πηδάλιον
- <πῆδος>· τὸ πλατὺ τῆς κώπης, ἀπὸ τοῦ <παίειν>. οἱ δὲ <πήδινον>
εἶναι <ξύλον> εὔθετον πρὸς τὴν τῆς κώπης κατασκευήν. γράφουσι δὲ καὶ ἐν ἐκείνῳ· μέγα δ' ἔβραχε πήδινος [τε] καὶ ἡ ἀγρία ἄμπελος
- [<πηδύειν>· νάειν. βλύζειν. βρύειν
- <πηδύειν>· πηγάζειν. ὀμβροῦν. ἱδροῦν
- <πηδυλίς>· πέτρα, ἐξ ἧς ὕδωρ ῥέει]
- <πηδῷ>· τῷ πλάτει τῆς κώπης τοῦ πλοίου
- [<πήθων>· πίθηκος]
- <πῆι>· πόκα
- <πηκτὰ δάκρυα>· παρὰ τὸ πεπηγέναι· ὡς ἐκ πηγῆς ῥέοντα
- <πηκταὶ θύραι> καὶ <εὔπηκτοι [εὔ]θύραι>
- <πηκτίδες> καὶ <σύριγγες>· ὄργανα μουσικά
- <πηκτίδος>· πανδουρίου
- <πηκτίς>· πανδούριον. ψαλτήριον. σύριγξ. ὄργανον
- <πηκτόν>· ἐκ πολλῶν ξύλων πεπηγμένον
- <πηκτὸν ἄροτρον>· τὸ ἀπὸ δύο ἀρότρων. εἰσὶ γὰρ καὶ μονόβολα
- <πηκτὸς θάνατος>· ὁ τοῦ Σαλαμινίου Αἴαντος τοῦ μανέντος, ὃς τῷ
ξίφει ἐπιπεσὼν ἀπέθανεν
- <Πηλαγόνες>· γέροντες, παλαιοί, γηγενεῖς
- <πῆλαι>· κραδᾶ[ί]ναι, σεῖσαι
- <πηλαμύς>· διὰ τοῦ <υ> ἰχθῦς ἐν Πόντῳ
- <πῆλεν>· ἔπαλ(λ)εν
- <Πηλέως μάχαιρα>· παροιμία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγρά-
φει οὕτω· <μέγα φρονεῖ μᾶλλον, ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ>. ἐδόκει γὰρ σωφροσύνης γέρας εἰληφέναι .....
- <Πηλ(η)ιάδεω>· τοῦ Πηλέως παιδός
- [<πηληκίσματα>· φενακίσματα]
- <Πήληξ>· περικεφαλαία, ἀπὸ τοῦ πάλλεσθαι, ὅ ἐστι κινεῖσθαι. καὶ δῆμος
- <Πηλιάδα (μελιήν>)· τὸ δόρυ
- <Πηλιάς>· ἰδίως τὸ τοῦ Ἀχιλλέως δόρυ· καταχρηστικῶς δὲ καὶ πᾶν
- <πηλιδνόν>· πελιδνόν
- <πηλίκον>· οἷον, ὁποῖον, ποταπόν. διάφορον
- <πηλίκοις>· διαφόροις. καὶ τὰ ὅμοια
- <πηλίναις>· χοϊκαῖς
- <πήλινος>· ἐκ πηλοῦ, χοϊκός
- <Πήλιον>· ὅρος ἐν Θεσσαλίᾳ. καὶ Πήλιον
- <πηλός>· οἶνος. Ἴωνες, ἔνθεν καὶ <κάπηλος> ὁ τὸν οἶνον πωλῶν
- <πηλὸς ἀϊδνός>· περὶ τὴν Λιβύην ἐστὶ τόπος. καὶ τὸν ὁρίζοντα
ὠκεανόν
- <πήλυξ>· ῥαγάς
- <πῆμα>· βλάβη. ἀναπημονή
- <πημαίνει>· βλάπτει, κακοποιεῖ
- <πημαινούσης>· κακούσης. καὶ τὰ ὅμοια
- <πήμασι>· κακοῖς. [πήμασι] βλάβαις
- <πῇ μέματον>· ποῦ προθυμεῖσθε
- <πῆμος>· πηνίκα
- <πῆν· πῆ καὶ πῆν> ἐπὶ τοῦ κατάπασσε καὶ καταπάσσειν
- <πήνα>· ἀπήνη
- <Πηνειός>· ποταμὸς ἐν Θεσσαλίᾳ
- <Πηνελόπη>· ὄνομα κύριον
- <πηνέλοψ>· ὄρνις ποιός
- <πηνηκίζειν>· ἀπατᾶν
- <πηνηκισμάτων>· φενακισμάτων
- <πήνην>· [τὸ ἀνάπτειν.] λέγεται ἡ ἐργασία
- <πηνία>· ἐντίθεταί τινα τοῖς πλακοῦσι λεγόμενα πηνία. ἔστι δὲ λευκὰ
καὶ προσόμοια τοῖς πηνίοις ὄντως
- <πηνίκα>· πότε. [ἢ τότε]
- <πηνίκα δέ>· [ὅτε δὲ] ἢ πότε δέ
- <πηνίκη>· θρίξ. ἐμπλοκή
- <πηνίον>· [πανούκλιον. ἢ] ἄτρακτος, εἰς ὃν εἱλεῖται ἡ κρόκη
- [<Πηνιός>· ποταμός]
- <πῆνος>· ὕφασμα
- <πηνώμενον>· πηνιζόμενον. τριβόμενον
- <πῆξαι>· κατασκευάσαι. στῆσαι
- <πήξας>· στήσας. βαλών. κατασκευάσας
- <πῆξε θυμόν>· ἔπληξε τὴν ψυχήν
- <πηοί>· συγγενεῖς, οἱ κατ' ἐπιγαμίαν οἰκεῖοι. ἀγαθοί. ἀναγκαῖοι. ἀνδρεῖοι
- <πήραξον>· ἀφόδευσον
- <Πηρεφόνεια>· Περσεφόνεια. Λάκωνες
- <πηρία>· Ἀ(ς)πένδιοι τὴν χώραν τοῦ ἀγροῦ
- <Πηρίη>· πόλις ἐν Θεσσαλίᾳ
- <πῆριξ>· πέρδιξ. Κρῆτες
- <πηρίς>· ὄσχη, κήλη, αἰδοῖον. καὶ ἱερείου ταυρία
- <πηροῖς>· βλάπτοις
- <πηρόν>· ἐστερημένον τῆς φωνῆς. ἔνιοι δὲ πεπηρωμένον καὶ βεβλαμμέ-
νον αὐτοῦ τὴν διάνοιαν ....... τὸν (ἐ)νεὸν καὶ ἄφωνον· προπερισπω- μένως δὲ τὸν τυφλόν
- <πηρόν>· τὸν παντάπασι μὴ ὁρῶντα
- <πήρωσις>· βλάβη. λύπη. τύφλωσις
- <πήσασθαι>· μέμψασθαι
- <πήτεα>· πίτυρα
- <πητ[ε]ῖται>· πιτύρινοι ἄρτοι. Λάκωνες
- <πήχεων>· πηχῶν
- <πῆχυς>· νεῦρον, ἢ τὸ τοῦ τόξου μέσον· ἔνιοι τὰ ἄκρα. <κιθάρας> δὲ
<πῆχυς> ὁ ἀγκών. ἢ ὁ εἷς καὶ ἥμισυ ποῦς
- <πηῶν>· φίλων. συγγενῶν
- <πιαζόμενος>· θλιβόμενος
- <πιαίνει>· σιτεύει. λιπαίνει
- *<πιανάτω>· λιπανάτω
- <πιαινέτω>· λιπαινέτω
- <πιαλέον>· λιπαρόν
- [<πιανεῖ στυγνῷ>· τῷ θρηνητικῷ ὕμνῳ]
- <πίαλον>· παράλευκον
- <πῖαρ>· τὸ κράτιστον. καὶ στέαρ. ἢ τὸ πέρας. καὶ λιπαρόν
- <πιάτοις>· τὸ ἄσημον ἀργύριον
- <πίγγαλος>· σαῦρος ὁ καλούμενος χαλκίς
- <πίγγαν>· νεόσσιον. Ἀμερίας. γλαυκόν
- <πίδακες>· σταγόνες. πήγξ
- <πιδακοέσσης>· καθύγρου
- <πῖδαξ>· λιβάς, κρήνη, ἀναβολὴ ὑδάτων, πηγή, ἄκρα ὕδατος
- <πίδαξι>· πηγαῖς
- <πιδηέσσης>· καθύδρου, πιδακώδους. καὶ ἡμεῖς <πιδᾶν> λέγομεν τὸ
ἀναβάλλειν ὑγρόν
- [<πίδναται>· προσπελάζει]
- <Πιδώ>· δῆμος [ἐν τῇ θάκῃ
- <πιέειν>· πιεῖν
- <πιέζειν>· κατέχειν. θλίβειν, σφίγγειν. μαλάσσειν. βαρεῖν
- <πιερά>· λιπαρά. εὐδαίμονα, πλούσια. καὶ <πιείρῃ
- <Πιερία>· ὄρος. [ἢ λιπαρά]
- <Πιερίδες>· αἱ Μοῦσαι ἐν Μακεδονίᾳ
- <Πιέρι..>· ἡ ἀκρώρεια τοῦ ἐν Μακεδονίᾳ ὄρους
- <πιέσαι>· πιάσαι
- <πιεσθείς>· δαμασθείς
- <πιῆναι>· ὠφελῆσαι. αὐξῆσαι
- <πιθάκναι> καὶ <πιθάκνια>· οἱ μικροὶ πίθοι. καὶ σιπύαι
- <πιθανάς>· εὐπίστους
- <πιθανολογία>· διάλεξις ἀληθής
- <πιθανόν>· ἀληθινόν. πιστόν. εὐπ(ε)ιθές
- [<Πιθήνης> πόλις]
- <πιθήσας>· πιστεύσας. πισθείς. πιστωθείς
- [*<πιθάρχει>· πίσθητι]
- [<πιθοῖ>· πισμονή, πίστις]
- <πιθοίγια>· ἑορτὴ Ἀθήνησι
- [<πιθραύσκεται>· φανεροῦται]
- <πιθών>· π(ε)ίσας
- <πικα(ῖ)σι>· πικραῖς
- [<πικέλα>· πίσσα, Ῥωμαῖοι]
- <πίκειν>· ξαίνειν
- <πίκεται>· κτενίζεται
- <πικόν>· πικρόν. Χαλδαῖοι
- <πικρόν>· χαλεπόν. ἀργαλέον
- <πικρῶς>· κατακόρως. ἀκρατῶς
- <πίλημα>· ζώνη. μίτρα
- <πιλιπαγμός>· ποιά τις φωνή
- <πίλνα>· προσήγγιζε
- <πίλναι>· προσεγγίσαι
- <πίλναται>· προσπελάζει
- <πιλνάμενον>· ἐμπελαζόμενον, πηγνύμενον
- <(π)ίλνασθαι>· ἐγγίζειν, πλησιάζειν, προσάγειν
- <πίλνατο>· προσεπέλαζε, προσήγγιζε. καὶ τὰ ὅμοια
- <πιλνόν>· φαιόν. Κύπριοι
- <πίλοις>· πιλωτοῖς
- <πιλός>· κοχλιός
- <πῖλος χαλκοῦς>· εἶδος περικεφαλαίας
- <πιμελή>· στέαρ, πιότης, λίπος
- <πιμελής>· εὐτραφής. λιπαρός
- [<πιμέντα>· φάρμακα
- <πιμεντάριος>· φαρμακὸς καὶ μυρεψός]
- <πίμπλαμαι>· πληροῦμαι
- <πίμπλαντο>· ἐπληροῦντο
- <πίμπλαται>· πληροῦται
- <πιμπρᾶν>· ἐμπυρίζειν φυσᾶν. καίειν
- <πίμπρασθαι>· ......
- <πίμπραται>· .......
- *<πεμφθοί>· ὀφθαλμῶν τὰ μελανά. Ἠλεῖοι
- <πῖνα>· εἶδος ἰχθύος. καὶ ὀστρεῶδες κογχύλιον
- <πίνακας>· τὰς σανίδας. καὶ τὰ θραύσματα τῶν [ὀρνεῶν. ἄλλοι δὲ
τὰς δέλτους. καὶ οἱ ἐπὶ τῶν σκυτ(οτομ)ικῶν τραπεζῶν λίθοι. καὶ τὰ ἄκρα τῶν ξύλων
- <πίνακες>· ἀναγραφαί. εἰκόνες
- <πινακίδο[ῦ]ς>· ὄρχησις ποιά
- <πινάκιον>· τὸ λεύκωμα. τινὲς δὲ σύμβολον δικαστικόν
- <πίνακι πτυκτῷ>· δέλτῳ
- <πινακίρ>· πινακίσκος
- <πίνακος κουρά>· τὰ τμήματα, καὶ ἀποκαθάρματα τῶν ξύλων
- <πινακοπώλης>· ὀρνιθοπώλης. τίλλοντες γὰρ αὐτὰ καὶ τιθέντες ἐπὶ
πίνακος ἐπώλουν, τὰ λεπτὰ ὁρμαθίζοντες
- <πίναξ>· ζωγραφία. ἱστορία. ἀναγραφή. περιοχή
- <πιναρά>· ταπεινά, εὐτελῆ, ἐλάχιστα. ῥυπαρά
- <πιναρός>· ῥυπαρός. εὐτελής, ἐλάχιστος
- *<πίνος>· ῥύπος. καὶ τὰ ὅμοια
- <πινόεν>· ῥυπαρόν. πιναρόν
- <πινοτήρης>· πινοφύλαξ λεγόμενος. <Πῖνα> δὲ εἶδος ὀστρέου
- <πινυμένην>· συνετήν
- <πίνυσις>· σύνεσις
- <πινυτή>· σύνεσις, φρόνησις
- <πινυτήν>· σωφροσύνην
- <πινυτός>· σώφρων, συνετός
- <πινυτόφρων>· σωφρονέστατος. συνετώτατος
- <πινυτῶς>· οὕτως φρονῶν
- <πινῶδες>· ῥυπαρόν. ξηρόν
- <πινωδία>· ἀκαθαρσία
- <πιόμενα>· ποτιζόμενα
- <πίονα>· λιπαρά. πλούσια
- <πίονα ἔργα>· νῦν τὰ γεωργικά, κατ' ἐξοχήν, τὰ ἡμᾶς πιαίνοντα
- *<πίος>· εὐσεβής
- <πίονες>· στεατῖται πλακοῦντες
- <πίονος>· λιπαροῦ. ἀγρίου. εὐτραφοῦς. πλουσίου. μεγάλου
- <πιότατον>· λιπαρώτατον
- <πιπαλίς>· ἡ παρά τισι χαλκίς, παρὰ δὲ ἐνίοις σαύρα
- <'πιπάλ(λ)ων>· κραδαίνων, πάλλων
- [<πίπαν>· τὸν ἀκριβῆ τοξότην]
- <πιπίζειν>· κατὰ μίμησιν ἡ λέξις πεποίηται τῆς τῶν ὀρνέων φωνῆς.
λέγουσι δὲ τὸ ποτίζειν, ἢ πιπίσκειν
- <Πίπλ(ε)ιαι>· αἱ Μοῦσαι ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ, ἀπὸ κρήνης Πι-
πλείας
- <πιπλῶν>· πληρῶν
- <πίπον>· ἄκρον
- <πιπράσκει>· πωλεῖ
- <πίπτωσι>· φονεύωνται
- <πιπώ>· ὄρνεον πολέμιον, ὥς τινες, ἐρῳδιῷ
- [<πῖραρ ἐπαλλάξαντες>· ὅταν σχοινίον ἀποτείνωσιν ἀπὸ πέρατος
εἰς πέρας
- <πιπνύοντα>· σχολεύοντα
- <πίρινθα>· βῆμα. καὶ τὸ ἐπὶ τῆς ἁμάξης πλέγμα, τὸ πλινθίον]
- <πιρίσσας>· ἐλέφας
- <Πῖσα[ι]>· πόλις, ὅπου τὰ Ὀλύμπια ἐπιτελεῖται
- <πῖσαι>· ποτίσαι
- <πισάκιον>· περιστόμιον
- <πισάκνα>· πιθάκνη
- <πίσεα>· κάθυγρος καὶ ποώδης γῆ
- <πίσεα π(ο)ιήεντα>· διύγρους τόπους
- [<πίσῃ>· π(ε)ίσματι]
- <πίσιρα>· πίτυρα. Ἀχαιοί
- <πισιρῖται>· πιτύρινοι ἄρτοι
- [<πίσιρα>]· [ἀγγεῖα
- [<πίσματα>· τὰ ἀγκύραια σχοινία]
- <πισμός>· πιστήρ. ποτίστρα. ληνός.
- <πισόμενον>· γενησόμενον. παθησόμενον
- <πίσορ>· πίθος. Λάκωνες
- <πισσᾶται>· οἱ τὴν λευκὴν ἔχοντες λέπραν
- <πισσοκωνίας>· Διόδοτος πισσοκωνίαν εἶπεν διὰ τὸ τὰ πρόβατα πίσσῃ
χρίεσθαι
- <πισσοκωνήτῳ πυρί>· πίσσῃ χρίουσιν, ἵνα τάχιον κατακαίηται. <Κω-
νῆσαι> δέ ἐστι τὸ περιενεγκεῖν
- <πιστά>· βέβαια
- <Πίστα>· Πίστειρα πόλις. οὕτως εἶπεν
- <πιστὴν γνώμην>· βεβαίαν
- [<πιστήρ>· ληνός]
- <πίστις>· ἀπόδειξις
- <πιστήριον>· ποτιστήριον. <πῖσαι> γὰρ τὸ ποτίσαι. καὶ πῖστραι αἱ πο-
τίστραι
- <πιστός>· εὐπειθής
- <πιστούμεος>· πιστά τε ποιῶν, βεβαιούμενος τὸ λεχθέν
- <πισύγγιον>· σκυτ(ε)ῖον
- <πισύγγων>· σκυτέων
- <πίσυνοι>· πεποιθότες, πεπιστευκότες
- <πίσυνος>· πεποιθώς, πιστεύων, θαῤῥῶν
- <πίσυρας>· τέσσαρας
- <πισύρων>· τὸ αὐτό
- [<πίσω>· πράξω]
- *<πιστώσαντο [στῶ]>· πίστεις ἀλλήλοις ἔδοσαν
- <Πιτανάτης στρατός>· ὁ τῶν Ἑλλήνων, ἤτοι ἀπὸ μέρους, ἢ διὰ τὸν
Μενέλαον, ὃς ἦν Πιτανάτης, οὗ χάριν ἐστράτευσαν. ἔστι δὲ ἡ Πι- τάνη φυλή
- <Πιτανάτης>· ὁ Πιτανάτης λόχος αὐτοσχεδιάζεται, οὐκ ὢν ταῖς ἀλη-
θείαις. <Πιτανάτῃ> δὲ <ἀγῶ(νι)> γυμνικῷ ἐν Πιτάνῃ ἀγομένῳ
- <'πιτίμια>· τὰς ἀξίας τιμωρίας (ἐ)πιτίμιά φασιν
- <πιτνάς>· ἐκτείνων. [τίμιά φασι]
- <πίτνει>· πίπτει. [ἐκτείνει]
- <πίττῃ>· πίσσῃ
- <πιτυδάνη>· ἀσκὸς μικρός
- <Πιτύ(ε)ια>· πόλις Θρᾴκης
- <πιτύλοιν>· ταῖς καταφοραῖς τῶν τειχέων
- <πιτύλοιν>· [ψόφοις ὑδάτων]
- <πιτύλοις>· ταῖς καταφοραῖς τῶν ὑδάτων [τειχέων] καὶ τοῖς ψόφοις
τῶν ὑδάτων
- <πίτυλος>· ὀρνιθάριόν τι ἄγριον. ἢ συστροφὴ τῆς χειρός, ὅταν πι-
κρῶς ἐπιφέρηται
- <πιτύλους>· οἱ ἀλεῖπται τὰς ἐν περιόδῳ καταβολὰς τῶν πληγῶν· οἱ δὲ
ναυτικοὶ τὸ πρὸς κέλευσμα ἐλάσαι
- [<πιτύνη>· κνῆκας, ὁ τὸν τυρὸν πογρίων]
- <πίτυρα>· τὰ τῶν σίτων ἢ κριθῶν φλοιά
- <πίτυς>· δένδρον, ἐμφερὲς πεύκῃ
- <πιφαλλίς>· πίφιγξ
- <πιφαύσκεο>· φαῖνε λέγων
- <πιφαύσκεται>· φανεροῦται, διασαφεῖ, φανεροποιεῖ
- <πιφαυσκόμενος>· σημαίνων, λέγων
- <πιφαύσκω>· παραδείκνυμι, ἀναφαίνω, εἰς φῶς ἄγω, σημαίνω
- <πιφαύσκων>· ἐμφανίζων, παραδεικνύων, σημαίνων, λέγων. καὶ τὰ ὅμοια
- <πίφιγξ>· κορυδαλός
- *[<πιφραύσκων>]· πιφαύσκων. λέγων, ἐμφανίζων
- <'πίχειρον>· ἀνταπόδοσις
- [<πίχυς>· βραχεῖον μέτρον]
- <πίων>· λιπαρῶν
- <πλαγάν>· πληγήν
- [<Πλάγας>· τὰς Συμπληγάδας πέτρας]
- <πλαγγόνιον>· μύρον τι παρὰ Ἀθηναίοις
- <πλαγγών>· κηρινόν τι κοροκόσμιον, σφαῖρα, καλαθίς. καὶ <πλαγγό-
νες> κεκρύφαλοι
- <πλαγιάσαι>· παραλογίσασθαι. πλανῆσαι
- <πλάγιοι>· δόλιοι
- <πλαγίως>· δολίως. μὴ φανερῶς. ἀσυμφανῶς. αἰνιγματωδῶς
- <πλαγκτά>· καμπτά. [πλαγκτά]
- <Πλαγκταί>· οὕτω πέτραι τινὲς καλοῦνται, (ἀπὸ) τοῦ πλάζεσθαι αὐ-
τάς· ἃς ἔνιοι Συμπληγάδας καλοῦσιν
- <πλαγκτέ>· παράφρων, καὶ πεπληγμένε τὴν διάνοιαν
- <πλαγκ(τ)όν>· ἀνόητον, τὰς φρένας βεβλαμμένον, πλανώμενον
- <πλαγχθέντες>· πληγέντες. πλανηθέντες
- <πλάγχθη>· ἐστράφη. καὶ τὰ ὅμοια
- <πλαδαρόν>· νοτερόν, ὕπομβρον. χαῦνον, ἀσθενές. ὑγρόν
- <πλαδαρώτερος>· ἐκλυτώτερος. καὶ τὰ ὅμοια
- <πλα(δ)διῇ>· ματαΐζει. σοβαρεύεται
- <πλαδῶσαν>· ὑγράν
- <πλαδῶσιν>· ὑγροῖς. λιπανθεῖσιν. ἢ αἱ σάρκες αἱ μὴ ἐστερεωμέναι
- <πλάζεσθαι>· πλανᾶσθαι, ἀποσφάλλεσθαι
- <πλαζόμενος>· ἐγγίσας. ἢ πλανώμενος
- <πλάζουσι>· πλανῶσι. διαμαρτάνουσι τῶν ἐπιθυμιῶν. σφάλλουσι
- <πλάζον>· πλανῶν
- <πλάθανον>· κύκλον, ἐφ' οὗ πλάσσουσιν ἄρτους καὶ πλακοῦντας
- <πλα[ς]θείς>· προσπελασθείς. δοθείς
- <πλαθεῖσα>· τὰ αὐτά
- <πλάθεται>· παραγίνεται, προσπελάζει
- <πλάθους>· πλήθους
- <πλαῖσι>· κλῆσι
- <πλαίσια>· πλινθία
- <πλαίσιον>· ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις· καὶ πίναξ. καὶ
πλινθίον. καὶ διὰ ξύλων τετράγωνα πήγματα
- <πλαίτερ>· πέτραι. οἱ δὲ <πάτερ>
- <πλάκα ἡλιακήν>· τὴν ἀνατολικὴν γῆν, ἢ τὴν ἡλιακήν. <Πλάκα> καὶ
τὴν ὅλην χώραν, καὶ τὴν κοινήν, ἢ τὴν γῆν
- <πλάκας>· δέλτους
- [<πλακάτην>· ἐριουργικὸν ἐργαλεῖον]
- <Πλακία>· χώρα παρὰ τὴν Θρᾴκην, εἰς ἣν ἀποικίαν ἔπεμψαν Ἀθη-
ναῖοι
- [<πλακίησιν>· ἁμαρτίαις]
- <πλακίς>· κλινίδιον κατεσκευασμένον ἐξ ἀνθῶν, (ἐν) τῇ ἑορτῇ τῶν Πανα-
θηναίων
- <Πλάκος>· ὄρος τῆς Κιλικίας. τινὲς δὲ Πλακούσιον λέγουσιν
- <πλακοῦς>· ἐκτὸς τοῦ πέμματος καὶ ὁ σπερματικὸς τύπος τῆς ἡμέρας
μαλάχης
- <πλακτήρ>· τὸ τοῦ ἀλεκτρυόνος πλῆκτρον
- <πλᾶκτρον>· πλάνημα. πλῆθος. ἢ τὸ πλῆκτρον
- [<πλάκτος>· παράφρων. πεπλανημένος]
- *<πλανίς>· τὸ τῆς νύμφης χρυσοῦν διάδημα
- <πλάνα>· τριακάς
- <πλάνη>· ἀπάτη
- <πλανῆται>· ἀστέρες. τρέχουσιν ἐπισήμοις. ἤτοι μετανάστ[ε]αι
- <πλάνος>· πλανήτης, ἀπατεών
- [<πλάντων>· ἄφρων, ἄνους. καὶ ἡ πλατεῖα πέτρα]
- <πλανύττων>· πλανῶν
- <πλάξ>· ἐπὶ τῆς γῆς, καὶ ὄρος. καὶ τὰ μεμαζωμένα. καὶ τὸ διπλοῦν.
καὶ ἡ πλατεῖα πέτρα. ἢ πλάκας τῆς κοιλίας. καὶ ἡ γαστήρ
- <πλαριᾶν>· μίγνυσθαι
- <πλάσμα>· σχηματισμός. ψεῦσμα. ἢ κτίσμα
- <πλασταρεύοντες>· πλάσσοντες
- <π[λ]αστηρία>· (ς)πλάγχνια
- <πλάστιγγι>· [ἰσχία
- <πλάστιγξ>· μάστιξ. ἢ τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. καὶ τὸ νῦν λεγόμενον
<λίτρα>. καὶ τὸ πρὸς τοὺς κοττάβους πινάκιον. καὶ μέρος τι τοῦ αὐλοῦ. καὶ σύριγγος τὸ ζύγωμα
- <πλαστουργήσαντα>· πλάσαντα, ποιήσαντα
- <πλάστρα>· ἐνώτια. καὶ θεῶν τύποι
- <πλα[ς]τά>· προσπελαστά
- <πλαταγώνιον>· τὸ τῆς μήκωνος καὶ ἀνεμώνης φύλλον
- <πλαταγωνίσας>· ἀποληκυθίσας, καὶ ψοφήσας
- *<πλαταγεῖν>· κροτεῖν
- <πλάται>· τῶν σπαθῶν τὰ πλατέα
- <πλαταΐσαι>· τὸ ὠμοθετῆσαι
- <πλαταμών>· τόπος πλατὺς καὶ μέγας ὑποθαλάττιος. οἱ δὲ λεωπετρία.
οἱ δὲ ὀλισθηρὰ πέτρα
- <πλάταν>· [πληγήν. ἢ] πλοῖον
- <πλατάνιστον>· πλάτανον
- <πλάτανος>· δένδρον, πρὸς ὃ οἱ γυναικονόμοι τὰς ζημίας ἐν λευκώματι
ἐξετίθεσαν
- <πλατέα>· τὰ ἐν πλάτει νεμόμενα, μεγάλα
- <πλατεάζειν>· ἀλαζονεύεσθαι. φενακίζειν
- <πλατεῖα>· κόσμος τις
- [<πλατειάδδοντες>· οἱ γυμναζόμενοι τοῖς ἐφήβοις]
- <πλατεῖαι>· καρποὶ τῶν χειρῶν
- <πλατείαις>· ῥύμαις, ἀγοραῖς
- [<πλατῆορ>]· τὸ πλατείᾳ τῇ χειρὶ πατάξαι
- <πλάτιγξ>· τῆς κώπης τὸ ἄκρον, ᾧ πλήσσεται τὸ ὕδωρ
- <πλάτη>· ἡ ὠμοπλάτη. καὶ ἡ θαλασς(ί)α
- <πλᾶτιν>· γυναῖκα. ἢ τὴν ἄθροισιν
- <πλατίς>· ἡ γυνή. ἡ ἄπιστος, κλώψ. σύνοδος, ἄθροισμα
- <πλατίστακος>· (γυν)αικεῖον αἰδοῖον. καὶ ἰχθῦς ποιός
- <πλατορόα>· θυσία. Λίνδιοι
- <πλατυγίζειν>· καταλαζονεύεσθαι. ἀπὸ τῶν <πλατῶν> τῶν ἐν ταῖς
κώπαις καὶ τῆς θαλάσσης
- <πλατύνειν>· μηρύειν
- *<πλατύ>· μέγα. εὐρύ. ἁλμυρόν
- <πλατὺν Ἑλλήσποντον>· τὸ κατὰ τὴν Τροίαν μέρος τοῦ Ἑλλησπόν-
του· ἀπὸ τοῦ ὅλου τὸ μέρος τοπικῶς λέγων
- [<πλατύ>· μέγα, εὐρύ. ἁλμυρόν]
- <πλατὺ ὕδωρ>· τὸ ἁλμυρόν
- <πλάτων>· χαλκωμάτιόν τι, ᾧ τὸν ὀρὸν ἀντλοῦσιν, ὅτε γάλα συμπής-
(ς)ωσιν
- [<πλάχθη>· ἐπλανήθη]
- <πλέα>· πλείη
- *<πλατύρ>· δοῦλος. ἢ δῆμος
- *<πλάτυς>· ἡ τῶν λοχώντων ἄθροισις
- <πλέαι>· πλεῖαι, πλήρεις
- <πλεγματεύεσθαι>· ἐμπλέκεσθαι
- <πλέθρα>· μέτρα γῆς. ἢ διύγρους καὶ βοτανώδεις τόπους
- *<πλεῖαι>· [ἢ πλείη.] πλήρεις
- *<πλείην>· τὴν ἔγκυον
- *<πλεῖν>· πλέειν
- <πλέθρισμα>· δρόμημα
- <πλεῖ[ο]ν>· πλέον. Ἀττικοὶ ἑκατέρως λέγουσιν
- <πλεῖον>· πλῆρες
- <πλείονες>· οἱ τετελευτηκότες
- *<πλειόνει>· σπείρει
- <πλειοτέρῃ σὺν χειρί>· πλείονι καὶ πλουσιωτέρᾳ. ἢ σὺν πλείοσι
χρήμασι
- <πλείου>· πλήρους·
ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ πλείου ἀφυσσάμενοι καί· ἀνδρῶν δυσμενέων πλεῖος δόμος
- <πλεῖς τὴν θάλασσαν>· ......
- <πλειστηριαζόμενος>· ὑπερβαλλόμενος. καὶ (<πλειστηριάζειν>)
τὸ ὑπερτιμᾶσθαι ὤνιον
- <πλειστηριάσαντες>· πλείονος πωλήσαντες οὗ ὠνήσαντο
- <πλειστηριασμός>· ὑπερθεματισμός
- <πλειστοβολίν(δα)>· παίζειν ἀστραγάλοις
- <Πλεῖστος>· ποταμὸς ἐν Δελφοῖς
- <πλειών>· ὁ ἐνιαυτός. ἀπὸ τοῦ πάντας τοὺς καρποὺς τῆς γῆς συμπλη-
ροῦσθαι
- *<πλέθρον>· πο<δ> ρ..... πῆχυς <ξῶ> καὶ πόδα ἕνα
- <πλέκει>· μηχανᾶται
- <πλέκεται>· μαστιγοῦται. συκοφαντεῖται
- <πλέκος>· πλέγμα
- <πλεκτή>· σειρά, ἡ ἐξ ἱμάντων
- <πλένναι>· μύξαι
- <πλέμνιον>· ἀρχαῖον. πλῆρες
- <πλεονασμός>· ἐπίδοσις
- <πλεονέκτα>· βίαιε
- <πλεονεξία>· τὸ πλέον τοῦ δέοντος ἔκ τινος λαμβάνειν
- <πλευμονία>· νόσος ἡ ἐρωτική
- <πλευρῖτις>· νόσος ὀλεθρία
- <Πλευρών>· πόλις τῆς Αἰτωλίας
- <πλεφίδερ>· ἡ πεφρυγμένη σησαμίς
- <πλεφίς>· σησαμίς
- <πλέω>· πλήρης. καὶ <πλέω>· τὸ κολυμβῶ
- <πλέω νὺξ τῶν δύο μοιράων>· πλέον μέρος, καὶ νυκτὸς αἱ δύο
μοῖραι. ὁ τρόπος ἀναστροφῆς
- <πλέως>· πλήρης
- <πλήγανον>· βακτηρία
- <πληγάς>· δρέπανον
- <πληγεῖον>· παλαιόν
- <πληγενεῖς>· οἱ μὴ ἐκ τοῦ αὐτοῦ ὄντες πατρὸς ἢ μητρὸς ἀδελφοί
- <πλήγη>· ἐξεπλάγη
- <πλήθει>· πελάζει. ἢ κρείττονι ἀριθμῷ
- <πλήθει πρόσθε βαλόντες>· τῷ πλήθει τῶν θεωμένων συνεργηθέν-
τες, ὅ ἐστιν βοηθηθέντες. ἢ τῷ πλήθει τῶν θεατῶν κωλυθείς, ἢ τῷ πλήθει τῶν ἁρμάτων ἐμποδισθείς, ἢ τῷ πλήθει τῶν ἡνιόχων. δίδυ- μοι γὰρ ἦσαν οἱ ἡνιοχοῦντες
- <πλῆθος>· ἀθροισμός, ὄχλος
- <πλήθουσα>· πλεονάζουσα, πλήρης
- <πλήθουσαν>· πλήρη
- <πλῆθρον>· κλῆθρον. ἢ εἶδος μέτρου
- <πληθύς>· ὄχλος, δῆμος
- <πληϊάδες>· πλ(ε)ιάδες. ἔστι δὲ ἑπτὰ ἄστρα, πλησίον τοῦ ταύρου, ὀνο-
μασθέντα ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης
- <πλήκτης>· μάχιμος, ὑβριστής
- <πληκτίζεσθαι>· μάχεσθαι, ὑβρίζειν
- *<πληγεῖτε>· ἀπεγνωσμένοι. ἀνίατοι, ἀδιόρθωτοι, συντριβῇ καὶ ἀφα-
νισμῷ
- <πληκτικώτερον>· ὑβριστικώτερον
- <πλῆκτρα>· τῶν ἀλεκτρυόνων αἱ ἐν τοῖς ποσὶ κερατώδεις ἐξοχαί
- <πλῆκτρον>· τὸ τῆς κιθάρας, ἐν ᾧ κινεῖ τὰς χορδάς ..... ἢ τὸ προσπε-
λάζον ἢ τὸ πλῆσσον. καὶ τὸ μέρος, καθὸ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κο- τύλῃ προσπελάζει· καὶ διὰ τὸ πεπλῆχθαι τὸν μηρόν
- <πλῆμα>· πλήρωμα
- <πλημαθῆναι>· πλησθῆναι
- <πλημαινόν>· παλαιόν
- <πλημμελεῖ[ς]>· ἐκμελεῖ[ς]. οὐ συνῳδὰ λέγει, ἁμαρτάνει
- <πλημ(μ)ελής>· ἀμελὴς ἢ πο[π]λεῖον πλάσσον καὶ τὰ ὅμοια
- <πλημμύρα>· ῥεῦσις ὕδατος, πλῆθος
- *<πλήμνη>· ἡ χοινικὶς τοῦ τροχοῦ ἢ τῆς σύριγγος. ἀπὸ τοῦ πληροῦ-
σθαι ὑπὸ τοῦ ἄξονος. καὶ ὕδωρ τὸ ἐπὶ γλεῦκος ἐπιχεόμενον
- *<πλῆμνος>· ἀφρός
- *<πλῆμναι δέ>· αἱ περιέχουσαι τὸν ἄξονα χοινικίδες
- *<πλήμνῳ>· παλαιῷ
- <πλημμύρει>· πέπληθεν
- <πλημ(μ)υρίς>· τὸ ὅρμημα τῆς θαλάσσης, ἡ ἐπίῤῥυσις. οἱ δὲ <πλή-
μνη· "πλημμυρὶς ἐκ πόντοι(ο)">
- <πλημμῦρον>· μεστόν, πεπληρωμένον
- <πλημοχόη>· τῇ ὑστεραίᾳ τῶν μυστηρίων κοτυλίσκους πληροῦσιν, οὓς
καλοῦσι <πλημοχόας>
- <πλήν>· ἐκτός, ὅμως
- <πληνοδίᾳ>· παρανόμῳ. τετιμημένῃ. τῇ πεπλανημένῃ τῆς ὀρθῆς ὁδοῦ,
τουτέστιν ἀδίκῳ
- <πλῆντο>· προσεπέλασαν. καὶ ἐπλήσθησαν
- <.πληνώδους>· ἀσθενοῦς
- <πλῆξαι>· πατάξαι ἐκ χειρός
- <πλήξαντα> καὶ πληγέντα>· εἰκόνα ξυλίνην ὁ Δαίδαλος χαριστήριον
τῆς Ἰκάρου ταφῆς .....
- <πλῆξάρα>· περιγνάθιον
- <πλήξας>· τύψας. θαυμάσας
- <πλήξιππος>· ἱππότης, ἱππικός
- <πληξίππῳ>· τῷ πλήσσοντι τοὺς ἵππους· δι' οὗ τὸν ἱππότην δηλοῖ
- *<πλήρωμα>· πλῆθος, ἀναπλήρωμα
- <πλήρωμα>· ναῦς τραγική
- <πληρωτής>· ἐράνου συναγωγός
- *<πληροφορία>· βεβαιότης
- <πληρώσας>· πλήσας
- <πλησιαίτερον>·
- <πλησίον>· ἐγγύς
- <πλησιφαής>· ἡ πληροσέληνος ἡμέρα
- <πλησμοναῖς>· ὑπερβολαῖς. ἢ πεπληρωμέναις
- *<πλησίστιον>· τὸν ἄνεμον, πληροῦντα τὸ ἱστίον
- <πλῆσον>· πλήρωσον
- <πλήσσων>· ῥηγνύων, σχίζων. τύπτων, ἀδικῶν, βλάπτων
- [<πλήσσοντο>· διέβαινον]
- <πλητήσαντα>· δηλοῦντα
- <πλήτης>· πλησιαστής
- <πλητίνες>· δέλτοι
- <πλῆτο>· ἐπλήσθη. ἤγγισεν
- <πλήτομον>· παλαιόν. Ἀκαρνᾶνες
- [<πληάδα>· πλῆθος ἄστρων ἐν οὐρανῷ]
- <πλίγμα>· βῆμα. ἀπὸ τῶν κυλιομένων καὶ παλαιόντων, ὅταν περιβάν-
τες τοῖς σκέλεσι κατ(ατρ)έχωσιν
- <πλινθεύεται>· ἐξαπατᾶται. ἐπὶ ἀναισθήτων
- <πλινθίδες>· δοκίδες
- <πλίνθος>· μέρος τι τῆς κεφαλῆς τοῦ κίονος. ἢ πηλὸς ὀπτηθείς
- [<πλίξ>· τὸ βῆμα. καὶ <πλίγματα>· τὰ πηδήματα. ἔλεγον δὲ <πλίξ> καὶ τὸ ἀπὸ τῆς
χειρὸς εἰς τὸν λίχανον διάστημα, καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν margo].
- <πλίξαντα>· διαναβάντα, καὶ ἀναστάντα, καὶ διαβάντα
- <πλίσσοντο>· διέβαινον
- *<πλειστάκις>· πλεονάκις, πολλάκις
- <Πλοάδες τῶν ἐν Ὀρχομενῷ>· (νῆσοί) τινες οὕτω καλοῦνται
- <πλοιάρια>· πλοῖα μικρά. ἢ ὑποδήματα ποιά
- <πλόϊμα[τα]>· τὰ πλῷ πεμπόμενα
- <πλόκαμα>· τὰ περιόστεα νεῦρα
- <πλόκαμοι>· κόνδυλοι τριχῶν πεπλεγμένοι
- <πλοκαμώδεα>· τὸν οὖλον <βόστρυχον>
- *<πλόκος>· πλόκαμος
- <πλόκιον>· εἶδος περιδεραίου
- <πλοκίων>· πεπλεγμένων
- <πλόμενον>· φανέν. γεννώμενον. [δολίων
- <πλουᾶται>· πλουθήσεται
- [<πλοῦγε καὶ δεῖ>· οὐδ' ὅλως]
- <πλοῦς>· πλοῦς τῆς νεὼς τὸ περίγραφον, μέχρι οὗ τὸν φόρτον λαβεῖν
ὀφείλει. ἀλλὰ καὶ τὴν πεζὴν ὁδὸν <πλοῦν> ἔλεγον
- <πλουσιόδωρος>· πλουσίως χαριζόμενος
- <πλούσιον>· θαλασσιοειδές. οἱ δὲ τὸ ὕδωρ
- <Πλουτεύς>· Ἅιδης
- <πλούσιος>· χρημάτων καὶ περιουσίας κύριος
- <πλοῦτος>· ἡ ἐκ τῶν σπερμάτων ἐπικαρπία, καὶ ἡ πανσπερμία
- <Πλούτων>· ὁ καταχθόνιος δαίμων
- <πλοχμοί>· πλόκαμοι, ἐμπλοκαί
- <πλύνει>· καθαίρει
- <πλύνεται>· βλασφημεῖται, λοιδορεῖται
- <πλυνοί>· πύελοι, ἐν αἷς τὰς ἐσθῆτας ἔπλυνον· ἢ βόθρον, ὅπου πλύνουσι
- <πλυνὸν καταπλυντήριζε> καὶ <πλυνθήσομαι>· Ἀττικοὶ ἐπὶ τῶν
λοιδοριῶν λέγουσι
- <πλυντήρια>· ἑορτὴ Ἀθήνησιν, ἣν ἐπὶ τῇ Ἀγλαύρου τῆς Κέκροπος θυ-
γατρὸς τιμῇ ἄγουσιν
- <πλυσμός>· πλυτήρ
- *<πλῶον>· ἔπλεον
- <πλώει>·
- <πλῶεν>· ἔπλεον
- <πλώσσειν>· φθείρεσθαι
- <πλῶτες>· ἰχθύες τινές
- <πλωτή>· κινουμένη, καὶ ἐπιπλέουσα. Ὅμηρος δὲ ἐπὶ τῆς Αἰόλου νήσου
τίθησιν
- <πλωτῆρες>· ναῦται
- <πλωτόν>· πλεόμενον
- <πνεῖ>· πνέει. πνείηται, πνείει
- <πνεῦμα οὔριον>· [ἄγγελος ἄσαρκος] οὔρ[άν]ιος ἄνεμος. [ψυχή. δαί-
μων.] [λέγονται <πνεύμονες> καὶ θαλάττια εἴδη ζῶντα ἀναίσθητα
- <πνεύμων>· ὁ πνεύματος αἴτιος .......
- <πνεύσας>· ὀργισθείς. ἀπὸ μεταφορᾶς τῶν ἀνέμων
- <πνιγεύς>· ὁ φιμὸς τῶν κτηνῶν. καὶ τοῦ ὑδραυλικοῦ ὀργάνου μέρος ἢ
κλίβανος
- <πνῖγος>· θάλπος. καῦμα
- <πνίξαντες>· ὀπτήσαντες. ἔστι δὲ εἶδος ὀπτήσεως <πνικτόν>
- <πνοή>· ἀνάψυξις
- <πνοήπουν>· ταχύ
- <πνόος>· φθόγγος. πνοή
- <Πνύξ>· τόπος Ἀθήνησιν, ἐν ᾧ αἱ ἐκκλησίαι ἤγοντο πάλαι μὲν πᾶσαι,
νυνὶ δὲ ἅπαξ, ὅταν στρατηγὸν χειροτονῶσιν
- <πνύτο>· ἔπνευσεν. ἐνόησεν. [καὶ <πόα> καὶ ἡ τῆς γῆς αὐτομάτως βλα-
στάνουσα φυτεία. καὶ ὁ σῖτος. καὶ κοινῶς τὸ ἀπὸ ῥίζης φυλλοβο- λοῦν φυτόν
- <πνυτός>· ἔμφρων, σώφρων
- <πόα>· βοτάνη ἑκάστη
- <ποαλίς>· εἶδος πικρίδος
- <ποάστριαι>· οὐ μόνον αἱ τὴν πόαν ἐκ τοῦ σίτου, ἀλλὰ καὶ τὴν κα-
λάμην ἐκτίλλουσαι, καὶ καθόλου αἱ τὰ κατ' ἀγροὺς μισθοῦ ἐργαζό- μεναι
- <ποδάγρα>· τὸ τῶν ποδῶν πάθος, καὶ πάγη
- [<ποδαγκώνιδας>· συκοφάντας, ἢ τοὺς κατὰ τῆς ἀρχῆς τι λέγοντας ἢ
πράττοντας]
- <ποδάνεμοι>· ταχεῖς
- <ποδαπόν>· ποταπόν, ὁποῖον
- <ποδάργης>· λευκόπους. ταχύς
- <ποδάρκεϊ μόσχῳ>· .....
- <ποδάρκης>· ὠκὺς τοῖς ποσίν, ἢ ἀρκεῖν δυνάμενος
- <πόδας ὠκύς>· τοῖς ποσὶ ταχύς
- <ποδαύρου>· ἐῤῥωμένου τοὺς πόδας
- <ποδεῖα>· ἐνειλήμματα ποδῶν, ἤγουν φασκίας
- <πόδες Ἴδης>· τὰ ἔσχατα καὶ κατώτατα μέρη. οἱ δὲ δένδρα
- <ποδηγῶν>· ὁδηγῶν, παιδαγωγῶν
- <ποδηνεκέα[ν]>· τελείαν. βαθεῖαν, ὥστε ἀπὸ τῶν ποδῶν μέχρι τοῦ
αὐχένος διϊκνεῖσθαι. [τινὲς δὲ τὴν ναῦν
- <ποδηνεκές>· μέχρι τῶν ποδῶν
- <ποδήνεμος>· ὑπόπτερος. ἢ τοῖς ποσὶ ταχεῖα
- <ποδήρης στολή>· τὸ εἰς κάτω τοῦ ἱματίου κεκλωσμένον ......
- <ποδήρης>· ἡ ναῦς, ἡ τοῖς ποσὶν ἐρεσσομένη, ταῖς κώπαις. ἤτοι πολύ-
πους. ἢ μέχρι τῶν ποδῶν ἱμάτια
- <ποδιάζειν>· τὸ ἐπὶ τὸ αὐτὸ ἀναστρέφειν καὶ ὑποστρέφειν
- <πόδικε>· πρόσριψον
- <ποδίκρα>· ὄρχησις πρὸς πόδα γινομένη. Λάκωνες
- [<ποδίνεμος>· ταχύπους καὶ ἀελλόπους]
- <ποδοκάκη>· ὁ ἐν τῷ ξύλῳ δεσμός, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται,
οἷον ποδοκατοχή>· [τὰ διὰ τῶν ποδῶν εἰλήμματα.] Πλάτων. καὶ ἤτοι ποδοκάκκη, παρεμβεβλημένου τοῦ ἑτέρου (<κι>) ἢ κατὰ συγκοπὴν ποδο- κατοχή
- [<ποδοκέας>· ταχεῖς τοῖς ποσίν
- <ποδοκείῃ>· τῇ τῶν ποδῶν ταχυτῆτι]
- <ποδὸς ῥυτίς>· τὸ τῶν ποδῶν ἕλκεσθαι
- <ποδοστράβαι>· παγίδες, στραγγαλιαί
- <ποδοστράβη>· τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν. ἄλλοι
τὴν τοῖς ἐλάφοις ἱσταμένην πάγην
- <ποδοτρόχαλος>· ὁ τῷ ποδὶ τὸν κεραμικὸν τροχὸν κινῶν
- <ποδώκης>· ὠκύς, ταχὺς τοῖς ποσί
- <ποδώνυχος>· ἐσθὴς ἱερὰ τῆς Πανδρόσου
- <ποεῖν>· ποιεῖν
- <ποηφαγία>· βοτανοφαγία
- <ποθεινή>· ἀγαπητή
- <ποθέεσκεν>· ἐπόθει. ἐπεζήτει
- <ποθέν>· ἀπό τινος μέρους. ἢ μεθ' ὑποκρίσεως ἀντὶ τοῦ οὔτοι
- <ποθέοντες>· ποθοῦντες. ζητοῦντες
- <ποθεῖ>· ζητεῖ. ἐπιποθεῖ
- <πόθημα>· ἀγάπη. καὶ ζήτησις
- <ποθήνυτο>· προσήσθη
- <πόθι>· ποῦ, ὅπου
- <ποθί>· πού. πόθος
- <ποθολκίς>· ἡ ἡνία τῶν ὑποζυγίων
- <πόθος>· ἔρως. ζήτησις. ἐπιπόθησις. καὶ φυτόν τι
- <ποῖ>· εἰς τίνα τόπον. τὸ δὲ ποῦ ἐν τίνι τόπῳ
- <ποῖ γῆς>· εἰς ποῖον γῆς τόπον
- <ποία>· [ποίησις.] ἡ βοτανώδης ὕλη. ἄλλοι τοὺς πυροὺς καὶ τὰς κριθάς
- <Ποιάντιον>· Ποίαντος παῖδα
- <ποιεῖσθαι>· προσποιεῖσθαι
- <ποίη>· πόα (<πόα> δέ ἐστιν ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυ-
τεία). καὶ ἐρωτηματικῶς ἀντὶ τοῦ ποία
- <ποιεύμην>· ἐποιούμην. [ἐπιθεύμην]
- <ποιήεντα>· ποίαν ἔχοντα, σιτοφόρον
- <ποιήεντι>· εὐβοτάνῳ, ἑλώδει
- <ποιήες(ς)αν>· βοτάνας ἔχουσαν
- <ποίην>· πόαν. βοτάνην
- <ποῖ κῆχος>· οἷον ποῦ γῆς. εἰς τίνα τόπον
- [<ποικάζουσαι>· σκεπάζουσαι]
- <ποικίλα>· πεποικιλμένα, (κε)καλλωπισμένα
- <ποικιλεύς>· ποικιλτής
- <ποικιλομήτης>· ποικίλα βουλευόμενος, συνετά
- <ποικίλον ἱμάτιον>· ζωγραφητόν
- <ποικιλόστερνος>· ποικιλόβουλος
- (*)<ποικιλίς>· ὄρνις ποιός
- <ποικιλτικὴν (ἐπιστήμην>)· πολυμιταρικὴν τέχνην
- <ποικίλον>· ἀπα(τη)λόν. πυκνόν. συνετόν
- <ποικίλως>· πολυτρόπως
- <ποιμαντική>· ἡ τῶν ποιμένων
- <ποιμάνωρ>· ποιμήν. ἢ βασιλεύς
- <Ποιμενίδαι>· γένος ἐξ οὗ ὁ τῆς Δήμητρος ἱερεύς
- *<ποιμένα λαῶν>· βασιλεὺς τῶν ὄχλων
- <ποιμήν>· βασιλεύς. καὶ ὁ τῶν προβάτων
- <ποινά>· ποιά. Λάκωνες
- <ποιναῖς>· ἐφικταῖς, Ἐρινύσι, τιμωρίαις
- <ποινᾶσθαι>· ποινὴν λαμβάνειν, ὅταν ἀντέκτισίν τις λάβῃ. τὸ δὲ αὐτὸ
καὶ <ῥυσιάζεσθαι>
- <ποινάτορας>· τιμωρούς
- <ποινή>· ἀν(τ)έκτισις ἡ ὑπὲρ φόνου διδομένη. καὶ ἡ δωρεά, καὶ τὰ δι-
δόμενα χρήματα ὑπέρ τινος ἀνῃρημένου τοῖς αὐτοῦ οἰκείοις
- <ποινηλατήσας>· ἐλάσας
- *<ποινήν>· ἀντέκτισιν, τιμωρίαν τοῦ ἐπιτιμίου
- <ποινήματα>· τιμωρήματα
- <ποιοί>· ποταποί, ἢ οἱ ποῖοι
- <ποιότης>· χρῶμα. ἡδονή. νό(ς)τος
- <ποίου>· τίνος
- <ποιπνυός>· θεράπων
- <ποιπν[ε]ύει>· ὑπουργεῖ, διακονεῖ
- <ποιπνύοντα>· ἐνεργοῦντα, θεραπεύοντα
- <ποιπνύτροισι>· σπουδαίοις
- <ποιπνύων>· ἐνεργῶν, θεραπεύων
- [<ποίσει>· φθερεῖ]
- <ποίφυγμα>· σχῆμα ὀρχηστικόν
- <ποιφύξαι>· ἐκφοβῆσαι
- <ποιφύξεις>· ἐκφοβήσεις. καὶ τὸ φυσᾷν καὶ τὸ πνεῖν [ἐκ τοῦ] ποιφύς-
σειν
- <ποιφύσσει>· φοβεῖ
- <ποιῶδες>· βοτανῶδες
- <ποκάδες>· τρίχες. ἀπὸ τοῦ πέκεσθαι, ὅθεν καὶ πόκος
- <πόκος>· τὸ ἔριον προβάτου
- *<πολλὰ χαίρειν φράσας>· ἀποταξάμενος
- <πολέας>· πολλούς· ἀπ' εὐθείας τῆς <πολύς>, ὡς ταχύς. ἀπὸ δὲ τῆς
<πολλός> πίπτει πολ(λο)ύς. ἀπὸ τῆς <πολλόν> πολλάκις
- <πολεῖν>· νέμειν. βόσκειν
- *<πόλ(ε)ι ἄκρ(η)ι>· ἀκροπόλει
- <πολ[λ]εῖς>· πολλούς
- <πόλεις παίζειν>· παροιμιῶδες. καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς
ψήφοις παιζόντων ταῖς λεγομέναις νῦν μὲν <χώραις>, τότε δὲ <πό- λεσι>
- <πολέμαρχος>· ἄρχων πολέμων
- <πολεμίζων>· πολεμῶν, μαχόμενος
- *<πολεμίων>· πολεμικῶν
- <πολεμικόν>· μέλος τι τῶν πολεμικῶν τεταραγμένον
- <πολέμιος>· ἐχθρός
- <πολεμιστήρια>· ....... ἐν τοῖς ἀγῶσι. λέγεταί τις ἵππος <πολε-
μιστής>
- <πολέμ(ο)ιο γεφύρας>· τὰς συμβο[υ]λὰς καὶ συζεύξεις
- <πολέμοιο τέρας>· σημεῖον πολέμου
- <πόλεμος>· ὁ πάντα διοικῶν λόγος
- *<πολέες>· πολεῖς
- <πολέμου στόμα>· τὸ ἀναλωτικὸν καὶ φθαρτικὸν τοῦ πολέμου
- <πολεύειν>· (ς)τρέφειν. οἰκεῖν. περιέχειν. θεραπεύειν. περιάγειν
- <πολέος>· πολλοῦ
- <πολέος πεδίοιο>· διὰ τοῦ μεγίστου πεδίου
- <πόληος>· πόλεως
- <πολιά>· γῆρας
- *<πολυβοῦται>· πολλὰς ἔχοντες βόας
- [<πολίετον>· ἀκρόπολιν]
- <πολιῆς>· λευκῆς
- <πολιῆται>· πολῖται, ἀστοί
- <πολιήτας>· πολίτας, ἀστικούς
- <πόλιν>· τὴν χώραν
- <πόλιν Μύνητος>· Λυρνησσόν
- <πολιοῖο>· λευκοῦ
- <πολιόν>· λευκόν
- <πολιόν τε σίδηρον>· τὸν λευκὸν καὶ λαμπρόν. ὅταν γὰρ ὁ σίδηρος
κλασθῇ, λευκὸς φαίνεται. ἢ τίμιον ἀκουστέον
- <πολιορκία>· φυλακή. περικαθήμενοι. συγκλεισμός. πόρθησις πόλεως
- <πολιός>· γέρων
- <πολιοῦχοι>· οἱ τὴν πόλιν σώζοντες, καὶ οἱ ἄρχοντες αὐτῆς
- <πόλις>· τὴν Σικελίαν, ἀντὶ τοῦ νῆσον
- <πολίσσαμεν>· τὴν πόλιν ἐτειχίσαμεν
- <Πολιτεία>· ἢ πόλις. ἢ βίος. [ἢ ὄνομα κύριον]. καὶ ἡ ἀναστροφή. καὶ
ἡ πρᾶξις
- <πολιτεύεται>· πράττει. ἀναστρέφεται
- <πολιτεύμασι>· ταῖς πολιτείαις. ἢ ταῖς ἄλλαις αἱρέσεσι
- <πολίτης>· ὁ συμπολιτευόμενός τινι καὶ συνών
- <πολιτικός>· ἀστεῖος μετὰ τέχνης τινός, ὁ ἐν πόλει ἀναστρεφόμενος
- <πολιτογραφεῖ>· πολιτικὰ γράφει
- <πολίχνια>· πολύδρ[ε]ια. πόλις
- <πολίων>· πολλῶν. καὶ τῶν πόλεων
- <πολλά>· πολλαχῆ
πολλὰ δέ οἱ κραδίη πόρφυρε
- <πολλὰ δέ>· πυκνῶς, συνεχῶς δέ
- <πολλαπ(λ)οῦν>· πολλαπλασίονα
- <πολλὰ χαίρειν φράσας>· ἀποταξάμενος
- <πολλαχρόν>· καλόν
- <πολλέων>· πολλῶν
- <πολ[λ]έων>· πολυκίνητος
- <Πόλλιος οἶνος>· λευκός
- <πολλὴ φαρέτρα>· πολλοὶ τοξόται
- <πολλόγειος>· ἡ ψιθ[ε]ία σταφυλή
- *<πολλῷ μᾶλλον>· πολλῷ πλέον
- <πολλοστόν>· πολύν. ἢ τυχόν
- <πολλοῦγε καὶ δεῖ>· πολλὰ χρή. οὐδαμῶς
- [<πολυκρανίη>· πολυαρχία]
- <πολλὸν ἄριστος>· κατὰ πολὺ κράτιστος
- <πόλος>· οὐρανός, κόσμος, καὶ ἡ μεταβεβλημένη γῆ εἰς κατασποράν.
κύκλος. καὶ τόπος κορυφῆς κυκλοειδής, ἢ ἄξων
- <πολοῦνται>· περὶ τὸ αὐτὸ ἀναστρέφονται
- <πόλτος>· τὸ πυανεψίων ἕψημα
- <πολύ>· ἀντὶ τοῦ μέγα
- <πολυάϊκος>· πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος τῶν μαχομένων
- <πολύαινε>· πολλοῦ ἐπαίνου ἄξιε. ἢ πολύμυθε
- <πολυάϊξ>· πολυκίνητε, πολυόρμητε. ἢ πολλὰς ἔχων αἶγας
- <πολυάνδριον>· τάφος πολυχώρητος, μνῆμα
- <πολυάρ[ρ]ητος>· πολύευκτος
- <πολυαρκῶς>· τελείως ἀρκῶν
- <πολύαρνι>· πολυθρέμμονι. πολλῶν θρεμμάτων δεσπότης
- <πολυβέλεμνοι>· οἱ ὑπομνηματισάμενοι τὰς πολυστίκτους, ὅτι τὸν
Ὀρφέα ἀπέκτειναν πολλοῖς βέλεσιν
- <πολυβενθέος>· πολὺ βάθος ἔχοντος
- <Πολύβοια>· θεός τις ὑπ' ἐνίων μὲν Ἄρτεμις, ὑπὸ δὲ ἄλλων Κόρη
- <πολυβότειρα>· ἡ γῆ πολλοὺς τρέφουσα καὶ βόσκουσα
- <πολύβουλος>· συνετή
- *<πολύδοτος>· κοχλιοειδής
- <πολυβοῦται>· πολλὰς ἀγέλας ἢ βόας ἔχοντες
- <πολυβούτης>· πλούσιος. ἢ ὁ δημόσιος δοῦλος
- <Πολύβῳ τροφεῖ>· τῷ ἀναθρέψαντι, Πολύβῳ ὄνομα
- [<πολυγάστονα>· πολυστένακτα]
- <πολυγηθές>· πολυχαρές
- <πολυγηθέες ὧραι>· αἱ πολλῆς χαρᾶς αἴτιαι οὖσαι
- <πολυγηθέος>· πολλαχῶς χαίροντος
- <Πολυγνώτου> τοῦ ζωγράφου <ὄνος> ἐστὶ γεγραμμένος, ἐναντίως ἐπε-
στραμμένος, κομίζων σκευοφόρον καὶ τὴν μυρσίνην ..... λαγωόν, καὶ ἀνάκειται ἐν τῷ ἀνακείῳ
- <πολυδαίδαλον>· πολύκοσμον, πολυποίκιλον
- <πολύδακρυ>· πολύθρηνον
- <πολυδάκρυτον>· πολλῶν δακρύων αἴτιον
- <πολυδάμνων>· πολλοὺς δαμαζόντων. [ἢ πολυκεντήτων, ποικίλων
- <πολυδειράδος>· πολλὰς ἐξοχὰς ἔχοντος, οἷον πολλοὺς τραχήλους καὶ
λόφους. <Δειρὰ> δὲ ὁ τῶν ἀλόγων ζώων τράχηλος, ἐπεὶ ἐκεῖθεν ἐκδέ- ρεται
- <πολυδέσμου>· πολυγόμφου. δεσμοὶ γὰρ τῶν νεῶν εἰσιν οἱ γόμφοι
- <πολυδευκέα φωνήν>· πολλοῖς ἐοικυῖαν
- <πολυδήνεα>· πολύβουλον
- <πολυδίψιον>· ἄνυδρον ἢ πολλὰ βεβλαμμένον· <ἶψαι> γὰρ τὸ βλάψαι
καὶ διαφθεῖραι. ἢ πολυπόθητον
- <πολύδωρος>· πολλὰ λαβοῦσα δῶρα. πολύφερνος. πολύεδνος
- <πολυειδής>· ποικίλος
- <πολυέλικτον>· πολύκυκλον <ἁδον(άν)>
- <πολύευκτον>· τίμιον. πολυπόθητον
- <πολυζύγῳ>· πολυκαθέδρῳ
- <πολυήρατος>· πολύευκτος, ἐπὶ πολλαῖς εὐχαῖς γεννηθείς
- <πολύηρος>· πολυάρουρος. πλούσιος
- <πολυηχέα φωνήν>· τὴν πολλοῖς ἤχοις καὶ μέλεσι χρωμένην
- <πολύθεστος>· πολυαγάπητος. πολύσεπτος
- <πολύθροον>· πολύηχον
- <πολυθρύλλητα>· πεφη(μι)σμένα. ἢ θόρυβον ἐμποιοῦντα, διαβεβοημένα
- <πολυθύσανε>· "<Ἄρτεμι πολυθύσανε κούρα>" διὰ τὸ θυσάνοις
καὶ αὐτὴν χρῆσθαι· ἢ ὅτι πολλαχόθεν ᾄσσεται, ὡς κυνηγέτις. ἢ πο- λυθώϋκτος. ἢ πολυθυσίαστος
- [<πολυΐακος>· πολυόρμητος]
- <πολύϊδρις>· ἐμπειρότατος
- <πολυκαγκέος>· πολυξήρου
- *<πολυκαγκέα>· ἄγαν ξηραντικόν, μεγάλως κατάξηρον
- <πολυκερδέα>· πανοῦργον
- <πολὺ κέρδιον>· πολὺ βέλτιον
- <πολύκεστος>· πολυκέντητος. ἐξ οὗ τὸν ποικίλον δηλοῖ
- *<πολυκηδές>· πολλῶν κακῶν αἴτιον
- (*)<πολυκηδέος>· πολυφροντίστου
- <πολυκέφαλος>· τῶν κιθαρῳδικῶν τι μέλος
- <πολυκληῖσι>· πολυκαθέδροις, πολυζύγοις [λεπίδες] ταῖς ναυσίν, ἀπὸ
τοῦ κλίνεσθαι ἐν αὐταῖς τοὺς ἐρέσσοντας
- <πολύκλητοι>· ἀπὸ πολλῶν ἐπικεκλημένοι τόπων βοηθοί
- <πολύκμητον>· μετὰ πολλοῦ καμάτου γεγενημένον, ἢ πολὺν κάματον
ἡμῖν παρέχοντα. λέγει δὲ τὸν σίδηρον
- <πολύκνημον>· δύσβατον, ὀρεινόν [τραχὺς τόπος
- <πολύκοινον>· πᾶσι κοινόν
- <πολυκοιρανίη>· πολυαρχία
- <πολύκρημνος>· δύσβατος, ὀρεινός .....
- <πολυκτόνον>· πολλοὺς κτεῖνον
- *<πολυκτήμων>· πολλὰ κτήματα ἔχων
- <πολυκυλίνδητος>· πολλαχοῦ κυλιόμενος
- [<πολυλάϊιστον>· πολυλιτάνευτον, πολύευκτον]
- [<πολύλευκτον>· πολυπλάνητον, πανταχοῦ περιφερές]
- <πολυλήϊον>· πλούσιον
- <πολυλήϊος>· πολύπυρος. ἢ πολλὰ βοσκήματα ἔχων
- <πολύλιστον>· πολυλιτάνευτον
- <πολυμερές>· εἰς πολλὰ μεριζόμενον
- <πολυμέρμερον>· πολυμέριμνον
- <πολυμερῶς>· πολυσχιδῶς, δαψιλῶς. πολλὰ σχήματα ἔχων
- <πολύμηλον>· πολυπρόβατον
- [<πολυμῆναι>· πολύβουλε]
- <Πολυμήστωρ>· ὄνομα κύριον
- <πολυμήτης>· πολύβουλος, πολύφρων
- <πολυμήχανε>· συνετέ, πολύτεχνε
- <Πολυμνήστ(ε)ιον ᾄδειν>· εἶδός τι μελο[ς]ποιΐας τὸ Πολυμνήστ(ε)ιον.
ἦν δὲ Κολοφώνιος μελοποιὸς ὁ Πολύμνηστος, εὐμελὴς πάνυ
- <πολυμνήστην>· ἀγαθήν, σώφρονα
- <Πολυμνία>· ἡ θάλασσα, ἡ πολὺ φυκίον ἔχουσα. καὶ ὄνομα κύριον
- <πολύμυθος>· φλύαρος. περίεργος
- <πόλυντρα>· ἄλφιτα
- <Πολύξενος>· εἷς τῶν (ρ#) ἡρώων
- <πολύξεινος>· ἡ γῆ
- <πολύοπτος>· πολυθέατος
- [<πολυορκῆσαι ἢ] πολιορκῆσαι>· κυκλεῦσαι πόλιν στρατῷ
- <Πολυπαίδης>· παρῴδηται ἐκ τῶν Θεόγνιδος· "<βολβὸν ἐπαινή-
σω> ......."
- <πολυπαί(πα)λος αἰθήρ>· πεποικιλμένος. οὐχ ὁμαλός
- <πολυπάμ[μ]ονος>· πολλὴν κτῆσιν ἔχοντος
- <πολυπάμ[μ]ων>· πλούσιος, πολλὰ κεκτημένος, πολυχρήμων. <Πάμ-
[μ]ατα> γὰρ τὰ χρήματα
- <πολυπενθέος>· πολυπαθοῦς
- <πολυπίδακα>· πολλὰς ἀναβολὰς ἔχουσαν, ἤτοι πηγάς
- <πολυπιδάκου Ἴδης>· πολλὰς πίδακας ἐχούσης, τουτέστι ὑδάτων
ἐκβολάς, ἢ πολλὰς πηγάς
- <πολυπήμονα>· πολυβλαβῆ
- <πολύπιστος>· ὁ πολλὴν πίστιν ἔχων, ἔμπιστος, ἢ μεγάλην
- <πολυπλάγκτοις>· εἰς πολλὰ μέρη πλανωμένοις
- <πολυπλάγκτου>· πολυπλανήτου, πανταχοῦ περιφερομένου
- <πολύπλοκος>· πολύτροπος
- <πολύποδες>· εἶδος ἰχθύος. ἢ εἶδος φθειρῶν
- <πολύποδος δίκην αὐτὸς ἑαυτὸν καταφαγών>
- <πολυπράγμων>· περίεργος
- <πολυπτύχου>· πολλὰς ἐξοχὰς ἔχοντος. πολυμεροῦς. πολλὰς πτύχας
καὶ εὐρυχωρίας ἔχοντος καὶ πολλὰ ἀποκλίματα
- <πολύῤῥην>· ἢ πολυπρόβατος, ἢ πολύαρνος
- <πολύῤῥην>· πολλὰ ῥήνη ἔχων, τουτέστι θρέμματα
- <πολύῤῥητος>· πολύφραστος
- *<πολυῤῥήτοισι>· πολυπόνοις
- <πολυσκάρθμοιο>· πολύποδος, πολυβημάτου. ἐπὶ δὲ νεῶν, πολυκώ-
που. οἱ δὲ δρομάδος. καὶ πολυπηδήτου, εὐκινήτου, πολυκινήτου
- <πλουσμαράγοιο>· πολυήχου, ἠχητικοῦ
- <πολύσπειρον>· πολυέλικτον
- <πολυσπερέων>· ἐπὶ πολλὰ μέρη τῆς γῆς ἐσπαρμένων. πολυεθνῶν
- <πολύστιπτος>· πολυπόρευτος
- <πολύστονα>· πολλῶν στεναγμῶν αἴτια
- <πολυσφέλμου>· πολυφλοίου
- <πολυσχιδῆ>· εἰς πολλὰ ἐσχισμένον, μεμερισμένον
- *<πολυσχιδές>· πολυμερές
- <πολυτελῆ>· πολυδάπανα, ἢ τὰ πολλοῦ ἄξια, ἤγουν τίμια
- <πολυτιμητίζειν>· [πολλοὺς] τιμᾶν. [ἢ ὑπὸ πολλῶν τιμᾶσθαι]
- <πολύτλας>· ὁ πολλὰ ὑπομείνας. ἢ κακοπαθήσας, πολλὰ ἀνατλάς, τα-
λαίπωρος
- <πολυτρήρωνα>· πολλὰς περιστερὰς ἔχουσαν
- <πολυτλήμων>· ὑπομονητικός
- <πολύτροπος>· ὁ ἐπὶ πολλὰ τρεπόμενος, ἢ τρέπων τὴν ἑαυτοῦ διά-
νοιαν ὑφ' ἕνα καιρόν
- <πολυτρόπως>· διαφόρως, ποικίλως
- <πολυφασίας>· πολυλογίας
- <πολύτορον δέρμα ἐχίνου>· ἤτοι διὰ τὰς ἀκάνθας, ἐπεὶ τιτρώσκου-
σιν· ἢ ἐπεὶ ἐκφύσεις πολλὰς ἔχουσιν
- <Πολύφημον>· πολύφωνον, ἐπιθετικῶς. ἢ ἐκκλησία, ἐν ᾗ πολλαὶ φῆμαι
καὶ κλῃδόνες εἰσίν. ἢ ἀπὸ τοῦ πολλὰ φημίζεσθαι καὶ ὁ ἔνδοξος. καὶ κύριον ὄνομα Κύκλωπος
- <πολυφλοίσβοιο>· πολυταράχου, πολυκινήτου
- <πολυφόρβου>· πολλοὺς τρεφούσης ἢ πολλὴν φορβὴν ἐχούσης
- <πολυφραδέος>· πολυκερδοῦς. ἢ λίαν συνετοῦ
- <πολυφραδέστερον>· συνετώτερον. λογιώτερον. πολυκερδέστερον
- <πολύφρονα>· σώφρονα, συνετόν, φρόνιμον
- <πολύχαλκον>· ἰσχυρόν, στερεόν
- <πολυχανδέα>· πολλὰ χωροῦσαν
- <πολυχε(ι)ρία>· πλῆθος ἐργαζομένων καὶ ἀνυόντων
- <πολύχουν>· πολυειδές
- <πολύχους>· πολυφόρος
- <Πολυώνυμον>· τὴν μονάδα οὕτως ἐκάλουν. καὶ ἐπίθετον Ἀπόλλωνος
- <πολυωπόν>· πολύβροχον. πολυόμματον. ἢ πολλὰς ὀπὰς ἔχον
- *<πολυωρήσεις>· φυλάξεις, φροντίδα πολλὴν ποιήσεις
- <πολυωρεῖ>· πολλὴν φροντίδα ποιεῖται. ἐναντίον δέ ἐστιν τὸ <ὀλιγω-
ρεῖν> ὀλίγον φροντίζειν. διὸ καὶ τὸν <ὀλίγωρον> ἀμελῆ λέγουσιν
- <πολφοί>· τὰ ἐκ τῶν χίδρων καὶ τῆς ἐρι(κτ)ῆς ἑψόμενα
- *<πόμφυκα>· τὸν κόγχον
- <πόμα>· πόσις
- [<πόμαλα>· τρόπον τινά]
- <πομάτεσι>· πόμας(ς)ι
- <πομμοῦσαν>· ὁμιλεῖν
- <πομπεῖα>· τὰ πρὸς τὰς πομπὰς σκεύη. ἢ τόποι, ἐν οἷς τὰ ἐκ τῆς πομ-
πῆς ἀποτίθεται
- <πομπεῖ>· πομπευτῇ
- <πομπεύει>· κατασχολάζει
- <πομπεύων>· περιάγων. καὶ τὰ ὅμοια
- <πομπή>· ἔφοδος. καὶ ἐξαποστολή, παραπομπή
- <πομπῆες>· προπομποί, οἱ προπέμποντες, ὁδηγοί
- <πομπηγορῶσι>· προπέμπουσι
- <πομπίλος>· ποιὸς ἰχθῦς
- <πομπός>· ὁδηγός, προπέμπων
- <πομποστολεῖ>· ἐκπέμπει τὸν πλοῦν
- <πομποῦ>· ὁδηγοῦ
- [<πομπυσμάτων>· συρισμάτων]
- [<πομποβόλῳ>· πέντε ὀβελίσκους .....]
- <πομπῶν>· ὁδηγῶν
- <πομφαγωγεῖ>· τὴν πομπὴν ἄγει
- <πομφαγεῖται>· φυσοῦται. ἀναβράζει
- <πομφόλυγες>· τῶν ἀσπίδων αἱ ἐξοχαί. καὶ ἐν τῷ ὕδατι γενόμεναι
οἰδήσεις, ἢ φυσήματα ὕδατος. ἐπὶ τῶν διακενῆς φυσιωμένων λέγεται ἡ λέξις
- <πομφόλυξ>· ὕδατος κάχλασμα. καὶ τῶν ἀσπίδων αἱ ἐξοχαί
- <πονεῖν>· ποιεῖν. ἀσκεῖν. κακοπαθεῖν. ἐνεργεῖν
- <πονέεσθαι>· ἐνεργεῖσθαι. καὶ τὰ ὅμοια
- <πονέοντο>· ἐνήργουν
- <πονεύμεναι>· ἐπειγόμεναι
- *<πομφυίζεσθαι>· αἰσχύνεσθαι
- <πονήματα>· κόποι
- <πονηρία>· ἐπιπονία
- <πόνηρον>· ἐπίπονον. κακοπαθῆ
- <πόνηρος>· τὰ αὐτά
- <πονηρός>· κακός, δεινός, κακοῦργος
- <πονήσατο>· κατειργάσατο
- <πονίωμεν>· πονῶμεν
- <πόννα>· τὸ γράφος. ἢ μάγος
- <πόννος>· μάγος
- <πόνος>· ἄλγος, ἐνέργημα ὀδύνης
- <πόντια ῥάκ[κ]η>· σπόγγοι, ἢ τὰ τούτων σπαράγματα
- <ποντινοί>· σπόγγοι
- <ποντοβρόχους>· ὑπὸ θαλάσσης βρεχομένους
- <ποντόθεν>· ἐκ πελάγους
- <πόντος>· θάλασσα, πέλαγος
- <ποντοπόροιο>· θαλασσοπλόου
- <ποντοπόροις>· θαλασσοπλόοις
- <ποντοπόροισι>· πλωταῖς
- <ποντοπόρος>· πέλαγος διαπορευομένη, πελαγοδρόμος
- <πόντου Ἰκαρίοιο>· τοῦ Ἰκαρίου πελάγους, ὅπερ ὠνομάσθη ἀπὸ Ἰκά-
ρου, τοῦ Δαιδάλου παιδός, πεσόντος εἰς αὐτὸ καὶ ἀποθανόντος
- <πόντῳ κεκλιμένοι>· περιεχόμενοι ὑπὸ τῆς θαλάσσης
- <πόνῳ πονηρός>· κακίᾳ κακὸν προσέπεσεν, ὡς ἀγαθὰ ἀγαθῷ
- <πόπανα>· πλακούντια ἀπὸ ἄρτου
- <πόπαρ>· πατήρ. καὶ πατρὸς πατήρ
- <πόποι>· παπαί. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ φησιν, οἱ δαίμο-
νές εἰσι <πόποι>· καὶ ἔστιν· ὦ δαίμονες
- <ποπ(π)ύσματα>· κολακεύματα
- <πόρ>· ποῦς. Λάκωνες
- <πόρδαλις>· ὁ ἄρσην, ἡ δὲ θήλεια <πάρδαλις>. ὁ μὲν ἀπὸ τοῦ προα-
λέσθαι· ἡ δὲ ἀπὸ τοῦ παράλεσθαι
- <Πορδοσελήνη>· μεταξὺ Λέσβου καὶ Μυσίας νῆσος
- <πόρε>· παρέσχε
- <πορεῖν>· δοῦναι
- *<πόρε>· περιεποίησε, παρέσχε
- *<πόρεν οἱ ἐπιεικές>· παρέσχεν αὐτῷ τὸ πρέπον
- <πορεύου>· ἄπιθι, ὕπαγε
- <πορεύς>· πορθμεύς
- <πορεῦσαι>· πέμψαι, ἀγαγεῖν
- <πορεύσατε>· ἄγετε
- <πορθεῖν>· προνομεύειν, ὀλλύειν
- <πορθεῖται>· [ἀναλίσκειν
- <πόρθησις>· ἐρήμωσις, καθαίρεσις, ἁρπαγή
- <πορθμεύς>· κωπηλάτης
- <πορθμεύ[ς]εσθαι>· διαβαίνειν. πλέειν
- <πορθμῆες>· πορθμεῖς καὶ <πορθμῆς>· πορθμεῖς. καὶ ὄνειροι οἱ δια-
πορεύοντες
- <πορθμεῖον>· σκαφίδιον διαπερ(αι)οῦν μισθῷ
- <πορθμός>· στενὸν θαλάσσης ἐν μέσῳ τῆς γῆς. διαπέραμα
- <πορθμῷ>· διαπεράματι
- <Πορθόμιν>· γένος ἐπιφανές
- <πόρθος>· πτόρθος, κλάδος, βλαστός
- <πορθυγγίς>· σπατίλη. τρίβολον
- <Ποριεῖς>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς
- <πορίζει>· κερδαίνει
- *<πορεία>· ὁδοιπορία
- <πόριμον>· εὐπόριστον. πορευτόν
- <πορισμός>· μηχάνημα
- <πόριπα>· πόρτις. ποριστής
- <πορίσονται>· περιποιήσονται
- <πορίσω>· κατασκευάσω
- <πόρκας>· ἐλάφους. ἢ ταχύ
- <πόρκης>· δακτύλιος
- <πόρκος>· κύρτος. τινὲς δὲ τὸν ἁλιευτικὸν κύρτον ἀποδιδόασιν
- <πορνάμεν>· πωλεῖν
- <πορνάμεναι>· κεντούμεναι. πωλούμεναι
- <πορν[ι]οκόπος>· ἑταιροτρόφος. πόρνος
- <πόρνῳ>· παιδὶ ὡραί(ῳ)
- <πόροι>· ποταμοί
- <πόροις>· χαρίσαιο
- <πόροις>· ὁδοῖς
- <πόρος>· ὁδός, τρίβος. ἢ τὸ τοῦ ποταμοῦ ῥεῦμα. οἱ δὲ τὴν διάβασιν
αὐτοῦ. οἱ δὲ τὰς γεφύρας. καὶ ἀφορμή
- <πόρπαμα>· χλαμύς
- <πόρπαξ>· ἡ λαβὴ τοῦ ὅπλου
- <πόρπη>· [ὁ ἀνοχεὺς τῆς ἀσπίδος, εἰς ὃ ὁ πῆχυς ἀνίεται,] ἢ φίβλα. καὶ
τῆς χλανίδος ἡ περόνη
- <πόῤῥω>· πόῤῥωθεν, μακρόθεν
- <'ποῤῥώξ>· ἀπόῤῥοια
- <πόῤῥω τέχνης>· ὅμοιον τῷ σφοδρῶς ἐνέχεσθαί τινι
- <πορσαίνει>· κοσμεῖ. θεραπεύει. κατασκευάζει
- *<πορσανέουσα>· ἑτοιμάσουσα. ἐπιμελησομένη
- <πορσαίνεσκον>· διήγειρον. παρεσκεύαζον
- <πορσανέων>· εὐτρεπίζων
- *<πορσανέουσα>· εὐτρεπίζουσα. στρωννύουσα. παρασκευάζουσα
- <πορσῦναι>· παρασκευάσαι πορίσαι. εὐτρεπίσαι
- <πόρσυνε>· διήγειρε. παρεσκεύασεν
- <πορσύνεται>· ὁδεύεται
- <πορσύνουσα>· ἐρεθίζουσα
- <πορσύνων>· παρασκευάζων, ἑτοιμάζων. ἐρεθίζων
- <πορσώτατα>· τὰ πόῤῥω καὶ μακράν
- <πόρσω>· ἔμπροσθεν, ἢ πόῤῥωθεν ἐγγίσαι
- <πορτάζει>· δαμαλίζεται
- [<πόρτα>· πόρτα, θύρα πόλεως ἢ αὐλῆς οἴκου]
- <πορτάκι[ν]ον>· μοσχίον
- *<πόρτακι>· μόσχῳ. ἢ δαμάλ(ε)ι
- <πόρτακος>· ὦμος
- <πόρταξ>· ἄῤῥην βοῦς. τινὲς δάμαλιν, ἄλλοι νεογνόν, οἱ δὲ μόσχον
- [<πορτικός>· στοά]
- <πόρτις>· δάμαλις, ἢ νέα βοῦς
- <πορτιφόροι>· οἱ αἴροντες τὰ κόῤῥοια ἐπὶ τῶν ὤμων
- *<πορτμίς>· κατὰ τὴν ὀμφαλόν
- <πορύνωμεν μᾶζαν>· τῇ χειρὶ προσπιέζωμεν
- <πορύναν>· μαγίδα
- <πορφίτῳ>· περόνῃ
- <πορφύρει>· ταράττεται. φροντίζει. μελανίζει
- <πόρφυρεν κραδίη>· ἐμερίμνα ἡ καρδία
- <πορφύρεον>· πόρφυρον. μέλαν
- <πορφύρεος θάνατος>· ὁ μέλας. καὶ βαθύς. καὶ ταραχώδης
- <πορφύρεται>· διαλογίζεται
- *<πορφύρει>· μελανίζει. ταράττει. πορφυρίζει
- <πορφυρίων>· εἶδος ὀρνέου. καὶ ἰχθῦς. καὶ ὄρνις ποιός
- <πορφύροντες>· κακοτεχνοῦντες
- <πορφυρώματα>· τῶν ταῖς θεαῖς τυθέντων χοίρων τὰ κρέα
- <πόρωσι>· χαρίσονται. δώσουσιν
- <ποσαπλῶς>· πολλαχῶς. ἀναριθμήτως
- <ποσαχῶς>· κατὰ πόσους τρόπους, πολλαχῶς
- [<ποσάως>, μερικῶς]
- <πόσε>· ποῖ. ποῦ
- <πόσθη>· τοῦ αἰδοίου τὸ δέρμα
- <πόσθιον>· αἰσχρόν. ἀνδρεῖον
- <πόσθων· πόσθην> τὸ ἀνδρεῖον αἰσχρὸν λέγουσι. <πόσθωνας> δὲ
παρὰ τοῦτο τοὺς παῖδας, τινὲς δὲ τοὺς ψώλωνας, ἄλλοι μωροὺς ἢ παιδαριώδεις
- *<πος(.)ί>· τοῖς ποσί
- *<πόσιας>· τοὺς ἄνδρας
- *<ποσὶ δατεῦντο>· ἰσχυρῶς τοῖς ποσὶ περιεπάτουν
- <Ποσειδάων>· Ποσειδῶν
- <Ποσείδεα>· ἑορτὴ Ποσειδῶνι τελουμένη
- *<Πος[ε]ιδήϊον>· τὸ τοῦ Ποσειδῶνος
- <πόσιν>· ἄνδρα
- <πόσιος>· πότου
- <πόσιος>· ἀνδρός
- <πόσις>· πόμα. ἀνήρ. πότος ἢ οἴνου ἢ ὕδατος
- <ποσότης>· ἀριθμός. μέτρον
- <ποστημόριον>· ὀλίγον μέρος
- <πόστον>· πόσον
- <πόστος>· ποῖος
- <ποσῶς> καὶ <πή>· μερικῶς
- <ποταμηδόν>· δίκην ποταμοῦ
- <ποτανόν>· πτηνόν, πετεινόν
- <ποτάγχυμεν>· προσορμίζομεν
- <ποταίνιον>· νέον, πρόσφατον. οἱ δὲ σύνεγγυς
- <ποταμός>· ὁ ὠκεανός. καὶ τὸ ὑγρόν. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἐπὶ
τοῦ ἥπατος σημεῖον
- <ποταμόχωστος>· γῆ τις· ἀπὸ τοῦ συμβαίνοντος
- <πόταρος>· γνώριμος
- <ποτᾶται>· πέταται
- <ποτεκλεπτόμαν>· προσεπορευόμην
- <ποτεκχετήρια>· τορνευτήρια
- <πότερον>· ὁποῖον ἓν ἐκ τῶν δύο, ἢ ἆρα ποῖον τῶν δύο
- <πότερον>· ἓν ἐκ δύο, ἕν
- <πότερος>· ἕτερος
- <ποτή>· ποτηνή. πτηνή
- <πότημα>· ποτήριον. ἢ ὁ πότος αὐτός
- <ποτήν>· ἰδέαν. οἱ δὲ πτῆσιν
- <ποτήρ>· μέτρον ποιόν
- <ποτητύν>· τὸ πίνειν
- <ποτί>· πρὸς τί
- <ποτὶ γαίῃ>· πρὸς τῇ γῇ
- *<ποτὶ δέ>· πότε δέ
- <Ποτίδαια>· ὄνομα πόλεως
- <ποτιδέγμεναι>· προσδεχόμεναι
- <ποτιδέγμενοι>·] οἴνῳ δαμασθέντες
- <ποτιδέγμενος>· προσδεχόμενος
- <ποτιδέρκεται>· προσβλέπεται
- <πότιδε>· φάναι, ἐκφάναι
- <ποτιδόρπια>· προσσίτια
- <ποτὶ ἑσπέρᾳ>· πρὸς τῇ ἑσπέρᾳ
- <ποτίκρανον>· π(ρ)ό(ς)κρανον, τὸ προσκεφάλαιον. καὶ τὸ δερμάτινον
ὑπηρές[ς]ιον, ἐφ' οὗ καθέζονται οἱ ἐρέσσοντες
- <ποτιόσσεται>· προσδοκᾷ
- [<ποτὶ πλάδεσσιν>· ἐπὶ ταῖς θαλασσίαις (πέτραις)]
- <ποτιρόμενος>· ἐρωτῶν. ἢ μαινόμενος
- <ποτὶ φῦλα>· πρὸς τὰ ἔθνη
- <ποτὶ χόρτον>· πρὸς ᾠκοδομημένον τοῖχον
- <πότμον>· μόρον, θάνατον
- <πότμος>· μόρος. ἢ κατασκευή
- <πότμῳ>· μόρῳ κατασκευαστῷ
- <πότνα>· πότνια, σεβαστή, ἔντιμος. ἢ φίλη[μα]. καὶ δέσποινα. καλή. με-
σήτρια
- <ποτνιᾷ>· ἱκετεύει, παρακαλεῖ
- <πότνια γῆ>· καλὴ γῆ
- <ποτνιάδες>· αἱ Βάκχαι. ἀντὶ τοῦ μαινάδες καὶ λυσσάδες, μανίας
αἴτιαι
- <ποτνιάζου>· εὔχου, παρακάλει
- [<ποτνιάζειν>· τὸ παιδικοῖς χρῆσθαι. <πότνιον> γὰρ τὸν δακτύλ(ι)ον
λέγουσι]
- <ποτνιᾶται>· ἐπικαλεῖται. δυσωπεῖ. παρακαλεῖ
- <ποτνιῶμαι>· θεοφοροῦμαι. ἐξιλεοῦμαι, παρακαλῶ. δυσφορῶ. μετ' οἰμω-
γῆς ἱκετεύω
- <ποτοῖο>· ποτοῦ
- <ποτόμφει>· προσόζει
- <πότος>· εὐωχία, ἄριστον, δεῖπνον. ἢ αὐτὸ τὸ πιεῖν
- <ποτωμένας>· διατριβούσας
- <ποτῶνται>· πέτονται
- <ποῦ>· ἐν ἴσῳ τῷ οὐδαμῶς. ἢ ἀντὶ τοῦ ποῦ πότε, ἀλλαχοῦ
- <πούανοι>· κύαμοι ἑφθοί, ὄσπριον
- <ποῦ κῆχος>· πῆ γῆς, εἰς τίνα τόπον. καὶ ποῦ ἄγχι
- <πο(υ)λυβότειρα>· πολλοὺς βόσκουσα καὶ τρέφουσα
- <πο(υ)λὺν ἐφ' ὑγρήν>· ἐπὶ πολλὴν θάλασσαν· ὑγρὰν γὰρ αὐτὴν εἶπεν
πρὸς ἀντιδιαστολὴν τῆς γῆς ξηρᾶς οὔσης
- <πο(υ)λύπους>· τι μέρος τοῦ ἁρματ(ε)ίου τροχοῦ καὶ τῶν ἀμπέλων
- <πο(υ)λύποδος δίκαν>· ὅτι αὐτὸς τὰς ἑαυτοῦ πλεκτάνας ἐσθίει
- <ποῦμμα>· ἡ τῆς χειρὸς πυγμή
- <πουνιάζειν>· παιδικοῖς χρῆσθαι· <πούνιον> γὰρ ὁ δακτύλιος
- *<ποῦ νύ τοι>· ποῦ δή σοι
- <πούρδαιν>· μαγειρεῖον. Λάκωνες
- <πουρέακος>· κρίκος σιδηροῦς τετρυπημένος, καὶ ἧλον ἔχων ἐν τῷ τρυ-
πήματι στρεφόμενον, ᾧ χρῶνται πρὸς δεσμὸν συῶν. <Πουστάκους>. ὡς Ἀριστοφάνης φησὶν ἐν ἐξηγήσει Λακωνικῶν
- *<ποῦ τοι τόξον>· ποῦ σοι ἡ διὰ τόξων ἐμπειρία
- <ποῦ(τ)ριν>· σαπρόν
- <πουφορούζεται>· σικχαίνει
- [<πρ.άγει>· ὑπερέχει. ὑπερβάλλει. διαφέρει]
- <πράγματα>· δυσχέρειαι
- <πραγματεία>· σύγγραμμα βίβλου ἢ λόγων
- <πραγμάτοιν>· πράγματα δυϊκῶς
- <πραγορίτης>· οἶνός τις
- <πραθεῖν>· πορθῆσαι. ἐξελεῖν
- <πραθενεύεσθαι>· θρασύνεσθαι. ἐπαγγέλλεσθαι λόγοις
- [<πραιέναι>· ἐλθεῖν]
- <πραίκων>· κήρυξ
- <πραῖνοι>· πρηνίζειν. καταστρέφειν
- <πράκες>· Ἀρίσταρχος κλανίαι. ἔλαφοι. ἀπεδόθησαν δὲ φρατριαὶ ἀνδρῶν
διαβεβλημένων ἐπὶ μοχθηρίᾳ
- <πράκνον>· μέλανα
- <πρακτικόν>· ἀνυστικόν
- <Πράκτιον>· πόλις Τροίας
- <πράκτορες>· ἀπαιτηταί
- [<πράληξ>· ὁ λίαν ἀγροῖκος]
- <πράμνη>· δίκελλα. ἄμπελος
- <Πράμνιος οἶνος>· ὁ ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἔστι δὲ ἐγκώμιον
οἴνου. καὶ σκληρὸς οἶνος
- <πρανές>· κατάβασις. καὶ <πρανής>
- <πρανῆ>· κοῖλα
- <πρανιχθέντα>· πεσόντα ἐπὶ στόμα
- <πρανόν>· τὸ κατωφερές, πρανές
- <πρανώ>· ἀκρίδος εἶδος
- *<πρᾷος>· συνετός. ἥσυχος
- <Πραξιεργίδαι>· οἱ τὸ ἕδος τὸ ἀρχαῖον τῆς Ἀθηνᾶς ἀμφιεννύντες
- <πράξεις>· βίοι. ἢ διαθῆκαι
- <Πραξιδίκη>· δαίμονά τινά φασι τὴν ὥσπερ τέλος ἐπιτιθεῖσαν τοῖς τε
λεγομένοις καὶ πραττομένοις. διὸ καὶ τὰ ἀγάλματα κεφαλὰς γίνεσθαι καὶ τὰ θύματα ὁμοίως
- <πράξ[ε]ιν λάβοι> ........
- <πρᾶξις>· ἀπαίτησις. ἄνυσις, ἢ ἔργου ποίησις. ἢ βίος
- <πραπίδες>· φρένες. ἢ ὁ τόπος, ὅπου αἱ φρένες. διάνοιαι
- <πραπίδεσσι>· φρεσί, διανοίαις
- <πραπίδων>· φρενῶν, διανοιῶν
- <πραπίς>· φρήν, διάνοια
- <πράσα>· τὰ βρύα καὶ τὰ φυκία
- <πρασιαί>· αἱ ἐν τοῖς κήποις τετράγωνοι λαχανιαί, οἷον περασιαί, διὰ
τὸ ἐπὶ πέρασι τῶν κήπων
- <πρᾶσις>· ἀγορασία
- <πρασοκουρίς>· ζῶον χλωρόν, κεῖρον τὰ ἐν τοῖς κήποις λάχανα
- <πρασόργην>· δρέπανον, ᾧ τὰ πράσα κείρουσιν
- <Πράστιλλος>· πόλις Θρᾳκίας
- <πρατάνιον>· μαλλόν
- <πρατασία>· κατευχὴ ἀρχομένης ἀροτριώσεως
- <πρατήνιον>· τὸ ὕπερον. Ἀττικοί. καὶ ἡλικία τις προβάτου νέου· ὡς
δὲ ἔνιοι τοῦ πρώτου γεννωμένου, οἱ δὲ ἐνιαυσιαίου, ἄλλοι ἀρχομέ- νου συνουσίας
- <πρατίας>· ὁ τὰ δημόσια πωλῶν καὶ κηρύσσων
- <πράττει>· μέλλει. ἐργάζεται
- <πρατά>· ἡ νουμηνία
- <πραϋμενῶς>· προθύμως. πράῳ τῷ μένει χρώμενος
- <πραΰνει>· κατασιγαίνει. κατακοιμίζει
- <πραΰνεται>· μαλάσσεται
- <πραϋπάθειαν>· πραΰτητα
- <πρᾴως>· ἡμέρως
- <πρεκνόν>· ποικιλόχροον <ἔλαφ[ρ]ον>
- <πρέμνα>· τὰ ἰσχυρὰ στελέχη τῶν καταβλαστημάτων
- <πρέμνια>· τὰ πάχος ἔχοντα ξύλα
- <πρεμνιάσαι>· ἐκριζῶσαι
- <πρέμνον>· στέλεχος, βλαστός. πᾶν ῥίζωμα δένδρου τὸ γηράσκον, ἢ <τὸ>
τῆς ἀμπέλου πρὸς τῇ γῇ <πρέμνον>
- <πρέμνον ἑστίας>· τῆς οἰκίας θεμέλιος
- <Πρεμνουσία>· κρήνη ἐν τῇ Ἀττικῇ
- <πρέπις>· ὡμοίωσαι
- <πρέπον>· ὅμοιον. μέτριον. συμφέρον. ὡραῖον. ἄριστον
- <πρέπον>· τέρας. Κύπριοι
- <πρεπτά>· φαντάσματα, εἰκόνες
- <πρέσβα>· ἔντιμος, πρεσβυτάτη, σεμνή
- <πρεσβεῖα>· κράτη. καὶ ἀρχιερεῖα, καὶ ἀρχιὰ καὶ ἱερά
- <πρεσβείη>· τιμὴ μείζων
- <πρέσβειρα>· προτιμητή. ἀρχηγέτις
- <πρέσβεις>· γέροντες. βασιλεῖς ἄρχοντες, προτιμούμενοι. καὶ οἱ <πρε-
σβευταὶ> μεσῖται, ἀπόστολοι [ἢ] ἕνεκεν εἰρήνης
- <πρεσβεύειν>· προτιμᾶν, ἄρχειν. μεγαλύνειν
- <πρεσβεύοντες>· αἰτοῦντες, παρακαλοῦντες. λέγοντες
- <πρεσβήϊον>· πρεσβεῖον, κατὰ τιμήν, τίμημα. ἀπὸ τούτου καὶ οἱ
<πρεσβῦται> ἔντιμοι
- <πρεσβυγένεια>· παλαιοτέρα γένεσις
- <πρέσβυς>· γέρων. καὶ ὄρνις ὁ τρόχιλος
- <πρεσβυτάτη>· ἐντιμοτάτη
- <πρεσβύτερος>· μείζων. φρονιμώτερος
- <πρεσβύτερος Κόδρου>· παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν
- <πρεσβύτης>· γέρων. ἡλικία τις
- .......· πρέσβυς. [αἰοράνομος
- *<πραιτώριον>· τόπος, ἔνθα συνάγεται ὁ λαός
- <πρευμενές>· ἵλαον, εὔνουν, πρόθυμον
- <πρευμενοῦς> ........· πρᾶον
- <πρέψας>· εἰκασμένος, εἰκασθείς
- <πρηγορεών>· τῶν ὀρνέων ὁ πρόλοβος, ὅτι προσυλλέγεται ἐν αὐτοῖς τὰ
σιτία
- <πρηγορεύων>· προαγορευτής, ἢ δημοκόπος
- <πρῆθμα>· πολύποδος κεφαλή. ἔνιοι πλεκτάνη
- <πρήϊον>· πρότερον
- <πρηκτῆρα[ι]>· δραστῆρα. ποτὲ δὲ ἔμπορον·
πρηκτῆρά τε ἔργων· ἃ δεῖ πράττειν δηλοῦντα
- <πρημάδες> καὶ <πρῆμναι>· εἶδος θυννώδους ἰχθύος
- [<πρήν>· ταῦρος]
- <πρηνέα[ς]>· ἐπὶ πρόσωπον
- <πρηνής>· ἐπὶ πρόσωπον πεπτωκώς· ἀπὸ τοῦ ἐπὶ τὴν νεὼν πεπτωκέ-
ναι, νέον δὲ ἤδη
- <πρήνιξε>· κατέβαλεν
- <πρηνιχθέντα>· ἐπὶ πρόσωπον καὶ ἐπὶ στόμα πεσόντα
- <πρῆξαι>· πρᾶξαι
- <πρῆξαι δ' ἔμπης>· πρᾶξαι δ' ὅμως
- <πρῆξις>· ἄνυσις
- <πρηροσία>· θυσία Ἀθήνησι
- <πρῆσαι>· φλέξαι, φυσῆσαι, ἐμπρῆσαι·
πυρὸς δηΐοιο θύρετρα καί· δάκρυ' ἀναπρήσας ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς τοὺς πεφυσημένους <πεπρη- μένους> φαμέν
- <πρῆσεν>· ἔκλαεν. ἐφύσησεν. ἐκόλπωσεν. ἐνέπρησεν, ἔφλεξε
- <πρηστήρ>· σφοδρὸς ἄνεμος. καὶ ὄφεώς τι εἶδος. καὶ τὰς ἐκ πλαγίου
τοῦ τραχήλου ἡμῶν φλέβας <πρηστῆράς> φασιν. ἢ πῦρ ἀπὸ τοῦ οὐ- ρανοῦ
- <πρητῆνας>· τοὺς ἐνιαυσίους ἄρνας
- <πρηών>· τὸ ὑπερέχον
- <πριάμενος>· ἀγοράσας, ὠνησάμενος. [καὶ ὄνομα κύριον]
- <πριαμωθήσομαι>· ξυρήσομαι. ἐπειδὴ τὸ τραγικὸν τοῦ Πριάμου πρός-
ωπον ξυρίας ἐστίν
- <πρίατο>· [ἀγοράσειεν
- <πρίεται>· φυς(ι)οῦται
- <Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεως>· Ἑλλησποντιακῆς. τὸν
Πρίαπον τὸν Διονύσου καὶ Περκώτην φασὶν οἰκίσαι
- [<πριμικήριος>· ὁ πρῶτος τῆς τυχούσης τάξεως
- <πριμιλιγίων>· τιμίων]
- <πρίν>· πρότερον
- <πρὶν ἐγκύρσαι (δύᾳ)>· πρὶν πλησιάσαι τῆς κακοπαθείας
- <πρίν μιν>· πρὶν αὐτόν, ἢ αὐτήν
- [<πρινής>· ἐπὶ πρόσωπον πεσών]
- <πρινοκόπος>· κοπῶν
- <πρίονας>· χερῶν τοὺς δεσμούς
- <πρίοπες>· τὰ ὑγιῆ ἔχοντα
- [<πριούατον>· τόπος ἐργαστηρίου]
- <πρισμοῖς>· ταῖς βιαίοις κατοχαῖς
- <πρίστης>· ῥίνη. πρίων
- <πρίω>· ἀγόρασον
- <πρίων>· ἀγοράζων
- <πριώμασι>· πρίσμασι
- <πρό>· τό τε σύνηθες·
καρπαλίμως πρὸ νεῶν ἐχέμεν καὶ ἀντὶ τοῦ ἀπό· ὄψου (τ') ἄσαιμι προταμών
- <προάγεσθαι>· ἐπεξεργάζεσθαι
- <προαγαγών>· .....
- <προαγεύων>· προξενῶν
- <προάγομαι>· προέρχομαι
- <προάγομεν>· προφέρομεν, προτρέπομεν
- <προαγορεύσας>· προειπών, προφητεύσας, προξενήσας. [καὶ ἡ ἐπ'
αἰσχροῖς ἐπὶ τὸ πορνεῦσαι προάγουσά τινας
- <προαγόρευσις>· προφητεία
- <προάγων>· ἀρχόμενος
- <προαγωγός>· διδάσκαλος κακῶν. καὶ μαστροπός. μόνος. μαυλιστής
- <προαθύροντες>· προσπαίζοντες
- <προαιρεῖται>· προκέκληται. προτιμᾶται
- <προαίρεσις>· ἐπιλογὴ καλοῦ ἢ κακοῦ
- <προακτικόν>· προβαῖνον
- <προαλεῖ>· καταφερεῖ, καταβατῷ
- <προαλεστάτην>· προπετεστάτην, προχειροτάτην
- <προαλής>· προπετής, πρόχειρος
- <προαμείψασθαι>· προαλλάξασθαι. παρελθεῖν
- <προαμεῦσαι>· ὁμοίως
- <προαμευτής>· ἐργάτης προηγούμενος
- <προαναθρήσας>· προσιδών
- <προαναθρούσης>· προαναβλεπούσης
- <προαναθρώσκειν>· προπηδᾶν
- <προανακρούεται>· ἀναχαιτίζει
- <προανάσχοι>· προανεκτείνει(ε)
- <προαπίδων>· φρενῶν, διανοιῶν
- <προαρτᾷ>· προαρμόζει, προτείνει
- <προασπιστής>· πρόμαχος, βοηθός
- [<προάστεων> καὶ] <προάστειον>· πρὸ τῆς πόλεως
- <(π)ροαύλια>· τὰ προαυ[τῶν]λήμ[μ]ατα. ὥσπερ <προάμβουλα> τὰ
προκιθαρίσματα
- <προβαλ[λ]εῖ>· ἐρωτήσει
- <προβαλ[λ]εῖν ἄρνα>· πόλεμον ἐπαγγεῖλαι
- <προβαλοῦ>· ἐρώτησον
- *<προβαλλομένοις>· ἐρωτῶσιν
- *<προβαλοίμην>· ὑπερβαλοίμην
- <προβαλ(λ)ός>· ἀσπίς
- <προβάς>· ὑπερβάς
- <πρόβασι>· βοσκήμασι
- <πρόβασις>· ἡ τῶν βοσκημάτων κτῆσις
- <πρόβατα>· τὰ τετράποδα. ἀπὸ τοῦ πρὸ τῆς βάσεως πρόβασιν ἔχειν
ἑτέραν τῶν ἔμπροσθεν ποδῶν πρὸς τὰ ὀπίσθια
- <πρόβατα πεδι(α)κά>· τὰ ἐπὶ νομὴν ἐκπεμπόμενα
- <προβατήματα>· πρόβατα
- <προβατοπώλης>· οὕτω κωμῳδεῖται Λυσικλῆς προβατοκάπηλος γήμας
Ἀσπασίαν τὴν πόρνην
- <προβέβηκας>· ἀριστεύεις. προκόπτεις
- <προβέβουλα>· προκέκρικα, προέκρινα
- <προβιβάζεται>· προκόπτει
- <προβιβάς>· προβαίνων
- <προβιβάσαντα>· προάξαντα
- <προβιβασθείς>· προαχθείς. [πραχθείς]
- <προβιβάσθων>· προβαίνων
- *<προβιβάσις>· πρ[ο]άξεις
- <πρόβλημα>· πρόλογος
- *<προβλῆ[μα]τι>· ἐξέχοντι
- <προβλῆτας>· τὰς ἔξω προβεβλημένας τοῦ τείχους
στήλας τε προβλῆτας ἐμόχλε[υ]ον
- <προβλώσκειν>· προμολίσκειν. προέρχεσθαι. προπορεύεσθαι
- <προβόλιον>· σιβύνη, ἔχουσα μετὰ τὴν ἀκμὴν προβολάς. ἢ σπυρίς
- <πρόβολοι>· λίθοι
- <πρόβολος>· πρόμουλος. πρόμαχος. προνοητής. κυβερνήτης. ἱερεύς. [καὶ
τὸ τῶν σιτίων δοχεῖον]. καὶ ὁ εἰς τὴν θάλασσαν προβεβλημένος λί- θος [τῇ πέτρᾳ. οἱ δὲ ῥάβδος
- <προβόλων>· λίθων
- *<προβολή>· ἐξοχή
- <πρόβονεν>· ἐπέρανεν
- <προβοσκίς>· τὸ ἐκτεταμένον καὶ προβεβλημένον τῆς ὄψεως τοῦ ἐλέ-
φαντος
- <πρόβουλος>· ἔξαρχος τοῦ βουλευτηρίου. ἢ ὁ προσκεπτόμενος
- <προβοῶντες>· προφωνοῦντες. ἐγκελευόμενοι. προβαίνοντες
- <πρὸ γὰρ ἧκε>· προέπεμψε γάρ
- <προγέν(ε)ος>· εὐγέν(ε)ος
- <προγενέσθην>· παραγενέσθην
- <προγενέστερος>· πρεσβύτερος
- <προγενής>· ὁ προγεννώμενος
- <προ[ε]γένοντο>· παρεγένοντο
- <προγονεῦσαι>· προελθεῖν
- <προγωνίαν>· τῶν ἠπορημένων ἡ λέξις. ἔστι δὲ ὑφασμάτιον ποικίλον,
ὃ ἐπικαλυψάμενος ὁ μάγειρος θύει, ὡς ἐν Δαμασκῷ
- <πρόγονοι>· οἱ πρωτόγονοι ἄρνες, οἱ δὲ μετ' αὐτοὺς <μέτας(ς)αι, ἕρ-
σαι> ἁπαλοὶ καὶ τῷ ἔαρι γινόμενοι· ἔρχατο, χωρὶς (μὲν πρόγονοι, χωρὶς) δέ μέτας(ς)αι, χωρὶς δ' αὖθ' ἕρσαι
- <πρόγονος>· πρόπαππος. προπάτωρ. συγγενής. ἢ πρεσβύτατος ἀνήρ
- <προγόνων>· πατέρων
- <προγράμματα>· ἐκθέματα
- <προδανίς>· πρότερον
- <προδέδαεν>· προμεμάθηκεν
- <πρὸ δέ μ' ἧκε>· προέπεμψε δέ (με)
- <προδέξαντες>· προδείξαντες
- <πρόδηλος>· προφανής
- <προδιαλαβεῖν>· ......
- <προδιασύρας>· παραβὰς τὰς συνθήκας
- <προδικεῖν>· ἐπιτροπεύειν
- <πρόδικος>· συνήγορος
- <προδοκάζων>· παρατηρῶν, ἐνεδρεύων
- <προδοκῇσι>· προενέδραις, προόδοις
- <πρόδομος>· προστάς, πρόστωον
- <προδόμῳ>· προστάδι, προστόῳ
- <πρόδοσιν>· προδομάτιον
- <πρόδρομα>· τὰ ἐν τῷ ἄξονι ξύλα. ἢ τὰ προακμάζοντα σῦκα
- <προδωμάτιον>· τὸ πρὸ τοῦ κοιτῶνος στοΐδιον
- <προεγκεῖσθαι>· προϋπάρχειν
- <προεδρία>· προκάθισις. προτίμησις
- <πρόεδρος>· ἀρχη(γὸς) πολιτείας
- *<προέδωκεν>· προεχώρησεν
- *<προέηκε>· προέπεμψεν
- <πρὸ ἕθεν>· πρὸ αὑτοῦ
- <προέθεσαν>· προεθυμήθησαν
- <προεθέσπισαν>· προεφήτευσαν
- <προεθυμήθησαν>· μετὰ προαιρέσεως προσήνεγκαν
- <προ[ε]ιάψαι>· προπέμψαι
- <προ[ε]ιδόμενοι>· προγνόντες
- <προείλατο>· ἐπελέξατο, ἠθέλησεν
- <προείλετο>· οὐ προείλατο
- <προείληπται>· πρόληψιν ἔχει, ὑπονενόηται
- <προειλόμην>· προέκρινα
- <προείλου>· οὐ προείλω
- [<πρόειμε>· πλησίον γείτων
- <προείου>· καταντίου]
- <προεισπεπ[τ]αικότες>· προεισελθόντες
- <πρόειται>· παραδέδοται
- <προε[κ]τικός>· χαριστικός
- <προέλευσις>· τὸ προελθεῖν
- <προέλοιτο>· προτιμήσειε
- *(<προελόμενος>·) προθέμενος
- <προελόμενοι>· ὁμοίως
- <προελόμενος>· ἐπιλεξάμενος
- <προέμβολος>· μέρος τι τῆς νεώς
- <πρόεμε>· προέπεμψα
- <πρόεμεν>· προέπεμψεν
- <προέμενος>· προδώσας, προαφείς, ἐκδιδούς
- <προεννέπειν>· προαγορεύειν
- <προέντες>· προδόντες
- [<προενώπια>· ἔμπροσθεν]
- <προεξαναστῆσαι>· πρὸ τοῦ καθήκοντος ποιῆσαι
- <προεργῆσαι>· προέσται
- <προέρες(ς)αν>· προήλασαν
- <προέρυσσεν>· καθείλκυσεν
- <προερύσαι>· προελκύσαι
- <προέρυς(ς)αν>· προε(ί)λ(κ)υσαν
- <προερχόμενος>· ἐξερχόμενος, προβαίνων
- <πρόες>· πρόπεμψον
- <προέσθαι>· προδοῦναι
- (<προέσθαι>· παραγίνεται)
- <προεστηκός>· ......
- <προετικός>· χαριστικός
- <προετύπου>· προεδήλου
- <προέτυψαν>· προεχώρησαν
- <προέφηνε>· προέδειξε
- <προέχει>· ὑπερέχει
- <προεχεῖς>· [σπουδαῖοι,] κραταιοί
- <προεχόμεθα>· προβαλλόμεθα
- .......· πλέον κρατοῦνται
- [<προεψιᾷ>· προσαγορεύει]
- <πρόῃ>· προβαλῇ
- <προηγεῖται>· προοδηγεῖ, προπέμπει
- <προηγητής>· ὁ προηγούμενος τοῦ ζεύγους .... καὶ ὁ χειραγωγὸς τοῦ τυφλοῦ
- <προηγμένον>· προαχθέντα
- <προηγόρησαν>· προεῖπον
- *<προΐει>· προέπεμπε. προήρχετο
- *<προῆκε>· προέπεμψεν
- <προήκαμεν>· ἀφήκαμεν, παρελείπομεν
- <προήκατο>· ἀπέλυσε. προέδωκε. [προσηνέγκατο]
- <προήκεα>· κατὰ τὸ ἔμπροσθεν προηκονημένα
- <προήκει>· ἐξέχει. προβαίνει
- <προήκων>· προβεβηκώς
- <προῆκεν>· ἐξῆλθε, προῆλθεν
- <προῄρημαι>· θέλω
- <προῃρημένοι>· προθυμηθέντες
- [<προῃρήσαντες>· θελήσαντες]
- <προηρόσια>· τὰ πρὸ τοῦ ἀρότου θύματα. καὶ ὁ Δῆμος δὲ αὐτὰ
προαρκτούρια καλεῖ
- <προήρτηται>· κρέμαται
- <προήσει>· προδώσει
- <προήσομαι>· προδώσω. [προδίδομαι]. προνοήσομαι. [προφέρω]
- <πρόηται>· προδώσει
- <προήχθη>· προετιμήθη. προετράπη
- <προθέει>· προτρέχει
- <προθέλυμνον>· αὐτόῤ(ῥ)ιζον
- <προθελύμνους>· προῤ(ῥ)ίζους, ἀπὸ ῥίζης ἀνασπᾶν ἄλλας ἐπ' ἄλλαις·
προθελύμνους ἕλκετο χαίτας καὶ <σάκος τετραθέλυμνον> τὸ θέσεις τέσσαρας ἔχον, τετρά- πτυχον
- [<προθεμενισάμενος>· περιπτυξάμενος]
- <προθέντα>· προβαλλόμενον. ἐπαγγειλάμενον
- <προθεώμενος>· προορῶν
- <πρόθεσις>· προαίρεσις. προάπλωσις
- <προθεσμία>· καιρός, ὅρισις, διορία, ὅρισμα
- <προθεσπίζοντα>· προστάττοντα. ἢ προμαντευόμενον
- <προθεσπίζων>· προφητεύων
- <προθέων>· προτρέχων
- [<προθήβαι>· ἄρτιοι, ἀκμάζοντες]
- <πρόθημα>· δόμα, ἢ ἅτι πρόσθημα καὶ προσθήκη. ἡ πλεκτά[μέ]νη
- <προθορών>· προπηδήσας
- <προθυμία>· χαρά
- <προθύμως>· ἱλαρῶς
- [<πρόϊαι>· ἄπιοι, αἱ πρῶται γινόμεναι]
- <προϊάλλειν>· προπέμπειν. προτιθέναι
- <προΐαλλεν>· προέπεμψεν
- <προΐαψεν>· προέπεμψεν. προδιέφθειρεν. δηλοῖ δὲ διὰ τῆς λέξεως
τὴν μετ' ὀδύνης αὐτῶν ἀπώλειαν
- *<προῖκται>· προδίδωσι
- <προϊείς>· προπέμπων
- <προΐεμαι>· προδίδομαι
- <προϊεμένη>· προβαλλομένη
- <προϊέμενοι>· ἀπολύοντες. παραχωροῦντες. ἀποῤῥίπτοντες
- <προϊ(ε)μένου>· προδόντος
- <προϊέναι>· προπέμπειν
- <προΐενται>· προάγονται
- [<προΐε[ς]ται>· προσποιεῖται. προσέρχεται]
- [<πρόϊζα>· πρῴην]
- <προϊζήσαντες>· προσκομίσαντες
- <προΐηλε>· [προετιμήθη. καὶ] ἐπεξέτεινεν
- <προΐθες>· προφανῶς. προβεβηκώς
- <προῖκα>· δωρεάν, φερνήν. πᾶν γὰρ δῶρον <προίξ>
- <προικός>· πονηρός. οἱ δὲ μωρός. [πτωχός]
- <προϊκέσθαι>· ἐφικέσθαι
- <προΐκτης>· πτωχός, προσαιτητής
- [<πρόϊ με>· προδώσεις με
- <πρόϊμον>· σῦκον προακμάζον
- <προΐομαι>· παρέρχομαι
- <προϊόντες>· προδόντες
- <προίρης>· πρώρας
- <προϊσμένη>· προβαλλομένη
- <προΐσταται>· ἐπιπολάζει]
- <προΐστορες>· μαρτυροῦντες
- <προΐσχεται>· προβάλλεται
- <προϊσχόμενος>· προβαλλόμενος
- <προϊσχομένου>· προτείνοντος χεῖρα. δίκαιον προβάλλοντος
- <προΐσχονται>· προβάλλονται
- <προΐσχοντο>· ἔδοξαν
- <Προιτίδες>· χάριτες
- <προϊχνεύει>· θεραπεύει
- <προϊών>· παρών
- <πρόκα>· εὐθύς, ἐξαίφνης. [δρόσος]
- [<προκαδέστερον>· προυργιαίτερον]
- <προκαλεῖσθαι>· ποτὲ μὲν ἐπὶ τοῦ ἀλαζονικοῦ, εἰς ἅμιλλαν ἀρετῆς
καλεῖσθαί τινα· ποτὲ δὲ ἐπὶ τοῦ ἀγομένου καὶ προτρεπομένου
- <προκαλεῖται>· καλεῖ, προτρέπει
- [<προ[κ]αλέστερον>· ἑτοιμότερον]
- <πρόκας>· ἐλάφους
- <προκαταβολή>· ἐνθήκη
- <προκαταθήγεσθαι>· προακονᾶσθαι
- <προκαταθήσεσθαι δεῖ>· προκομίσασθαι δεῖ
- [<πρόκαυτα>· προειρημένα, προηκουσμένα]
- <προκείμενα>· παρακείμενα
- <πρόκειται>· παράκειται
- <προκελήδης>· προκελεῦσαι
- <προκέοιτο>· προκείμενος εἴη
- <προκεχηνότες>· πρὸς τὰ ἄνω βλέποντες
- <προκεχειρισμένον>· προβεβλημένον. ἡτ(ο)ιμασμένον
- <προκιθώνιον>· τὸ πρόρινον
- [<πρόκλησις>· κλῆσις ἐπὶ δίκης]
- <πρόκλητος>· πρόθυμος, ἀπὸ τοῦ κληθῆναι
- <Προκλόνιον>· τόπος Θεσσαλίας
- <πρόκλυτα>· τὰ προειρημένα, προηκουσμένα
- <πρόκνις>· εἶδος ἰσχάδων
- <προκόλπιον>· τὸ πρὸ τοῦ κόλπου, ἢ πρὸ τοῦ σκοποῦ
- <προκομίδην>· προκομίζει
- [<προκομίων>· προλειμάτων]
- <πρόκον>· ἠλίθιον
- <προκόνδυλα>· τὰ μετὰ τοὺς κονδύλους ἐν ταῖς χερσί
- <Προκόν(ν)ησος>· πόλις, καὶ νῆσος παρὰ Κύζικον
- <πρόκοος>· [πόλις. ἢ] πονηρός
- <προκοπῆς>· αὐξήσεως
- <προκοττίς>· ἡ χαίτη
- <πρόκοττα>· εἶδος κουρᾶς, ἢ κεφαλῆς τρίχωμα· <κοττὶς> γὰρ ἡ κεφαλή.
καὶ οἱ ἀλεκτρυόνες <κοττοὶ> διὰ τὸν ἐπὶ τῇ κεφαλῇ λόφον
- <πρόκρισις>· προτίμησις
- <πρόκριτον>· ἐκλεκτόν, ἐκλελεγμένον
- <Πρόκρις>· θυγάτηρ Ἐρεχθέως
- <πρόκροσσαι>· ἐπάλληλοι, ἄλλαι ἐπ' ἄλλας. καὶ ναῦς αἱ κατ' ἀλλήλων
νενεωλκημέναι. ὅτι οἱ κροσσοὶ τὰ ἄκρα· ἢ ἀντικέφαλοι
- <προκρόσσας>· ἄλλας ἐπ' ἄλλαις, κλιμακηδόν
- <πρόκροσσον>· οὐ καθαροῦν, κλιμακωτόν
- <προκυκλίς>· ἡ π<ε>μνήστρια
- <προκυλινδούμενος>· προκυλιόμενος
- <πρόκυμον>· πρόθυμον
- <προκυνεῖν>· τὸ ἐγχωρεῖν
- <πρόκωνα>· τὰ ἐκ τῶν μὴ πεφρυγμένων κριθῶν ἄλφιτα
- <πρόληψις>· πρόγνωσις
- <προλόβιον>· τὸ προέχον τοῦ λοβοῦ
- <προλογίζει>· προλέγει
- <προλόγια>· θυσία πρὸ τῶν καρπῶν τελουμένη, ὑπὸ Λακώνων
- [<πρόλογος>· ὁ περιτιθέμενος τοῖς προελθοῦσιν ἐπὶ δεῖπνον. καὶ ὁ γαρ-
γαρεὼν τῶν ὀρνίθων, ὃν οἱ παλαιοὶ πρηγορεών]
- *<πρόμαχοι>· βασιλεῖς. καὶ τὰ τείχη. <προμαχῶνες> δὲ οἱ ἐπὶ τῶν
τειχῶν πρόβολοι
- <προμάδδας>· μάζας προμεμαγμένας
- <πρόμαλος>· μυρίκη. ἢ ἄγνος
- <προμαλχατεύειν>· μετατροπεύειν
- <προμαχεών>· πύργος
- <πρόμαχος>· ὑπὸ Κρητῶν μᾶζα ἑβδομαίῳ παιδίῳ γινομένη
- <προμέν>, λέγοντες προαγωγοί
- <προμένε(ι)οι>· ῥοιαί τινες
- <προμήθεια>· πρόνοια, ἐπιμέλεια
- <προμηθέστεροι>· προνοητικώτεροι
- <Προμηθεύς>· ἐπικινδύνους ἐπισφαλῶς ἔχων. καὶ ὄνομα
- <προμηθής>· σώφρων
- <προμηθούμενος>· προνοούμενος, προβλέπων
- <προμήτωρ>· πατὴρ μητρός
- <προμνηστῖνα(ι)>· ἑτέρα πρὸ τῆς ἑτέρας. οἱ δὲ ἑξῆς καὶ ἐκ διαστη-
μάτων ἀναμένουσαι ἀλλήλα[ι]ς
- <προμνηστ[ι]ῖναι>· ἐπὶ μίαν. ἀπὸ τοῦ προσμένειν
- <προμνήστρια>· ἡ συνιστῶσα ἀλλήλοις τοὺς γαμοῦντας
- <προμνώμενοι>· προμνηστευόμενοι
- <πρόμοις>· προμάχοις, προαγωνισταῖς, προστάταις, προηγουμένοις
- <πρόμολε>· πρόελθε
- <προμόλη>· ὁδός. προσδόκησις
- <προμόνη>· πρόμαχος. ἀντίδικος
- [<προμόνης>· προπετὴς καὶ προ[ς]πεσών. οἱ δὲ πρόθυμος. προ[ς]νενευ-
κώς]
- [<πρόμου> ..· πρόβουλος]
- <πρόμοχθοι>· τὰ προβεβλημένα τῶν τοίχων
- <προμυλαία>· θεὸς ἱδρυμένη ἐν τοῖς μυλῶσι
- <προμυχθίζει χαλκοδεσμῶν ὁπλῶν>· ἀντὶ τοῦ πρός(ω) χωρεῖ[ου]
- <Πρόνεως>· Ποσειδῶν
- <Προναίας>· Ἀθηνᾶς τέμενος ἐν Δελφοῖς
- <προνοεῖ>· ἐπιμελεῖται
- <πρόνοια>· προενθύμησις, ἐπιμέλεια, φροντίς
- <προνομαία>· προβοσκ[ης]ίς
- <προνομεύει>· θεσπίζει. ἁρπάζει, κατασύρει, αἰχμαλωτεύει
- <προνομία>· τὰ ὀφειλόμενα τῷ ἀξιώματι. ἢ ἡ ἐκ τῶν νόμων ἐξουσία.
ἢ διαρπαγή
- <προνομ(ι)ῶν>· προλημμάτων
- <προνοοῦ>· ἐνθυμοῦ, ἐπιμελοῦ
- <προνωπής>· προτεταμένος. προνενευκώς. οἱ δὲ προπετής, ἕτοιμος, πρό-
χειρος
- <προνώπια>· τὰ ἔμπροσθεν τῶν πυλῶν, καθάπερ <ἐνώπια> τὰ ἔνδον,
ὅπου αἱ εἰκόνες τίθενται
- <προνώπιον>· τὸ προκείμενον, οἷον πρόθυρον
- <προξενεῖ>· μαρτυρεῖ
- <πρόξενοι>· οἱ προστάται, καὶ ξενίας ἐπιμελούμενοι, ἤγουν τοὺς ξένους
ὑποδεχόμενοι
- <πρόξενος>· φίλος, ὁ ἐν τῇ ἑαυτοῦ ξένων προϊστάμενος
- <προοικίαι>· παρὰ Κλειτοδήμῳ [ἐν ἴσῳ τῷ δήμῳ
- <προοίμιον>· πρόλογος, ἀρχὴ παντὸς λόγου
- <πρόοιντο>· παραδώσουσι, δώσουσιν
- <προολεῖ>· καταλειπεῖ
- <πρόοπτον>· προφανές
- <πρὸ ὃ τοῦ>· οὗτος πρὸ τούτου, ἢ ἕτερος τοῦ ἑτέρου
- <πρόουρον>· τὸ ἀπόσταγμα τῆς σταφυλῆς, πρὶν πατηθῇ
- [<προπαδίζων>· προβαίνων πρὸ τῆς ἀσπίδος]
- <προπαιδεύματα>· προμαθήματα
- <προπαίσω>· προαγωγός, μαστροπός. [καὶ μάντις. μαστρόπευσις
- <προπαλῶς>· δαψιλῶς
- <προπάροιθεν>· ἔσθ' ὅτε ἐπὶ χρόνου·
εἰ δ' ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν
- <πρόπας>· ἅπας
- <προπάστεον>· τὸν πρὸ τῆς παστάδος τόπον
- <προπάτωρ>· πατρὸς πατήρ
- <προπεπηλάκισται>· καθύβρισται
- <προπέποται>· προδέδοται
- [<προπεριζόμενος>· ἀγκαλιζόμενος]
- <προπέτηλον>· πεποίηται ἀπὸ τοῦ <προπίπτειν>
- <προπετής>· προπίπτων πρὸ τοῦ λογισμοῦ
- <προπέφανται>· φανερόν ἐστι
- <προπεῶντες>· προεστῶτες
- <προπηλακίζει>· ἐρεθίζει. κολακεύει. ἢ ὑβρίζει, ἀδικεῖ, ἐξουδενεῖ
- <προπηλακισμός>· ἐρεθισμός ἐξουδένωμα
- ......· φιλόνεικος. κολακευτής. ὑβριστικός, ἄδικος
- [<προπηνές>· ἔμπροσθεν κατωφερές]
- <προπίονι>· εὐθεῖ
- <προπίωμεν>· διὰ τοῦ οἴνου τιμήσωμεν
- <πρόποδες ὄρους>· τῶν ὀρῶν τὰ προὔχοντα. καὶ τὰς προκειμένας
τῆς Αἰγύπτου νήσους
- <προποδίζων>· προβαίνων
- <προποδών>· ἔμπροσθεν
- <πρόπολοι>· ὑπηρέται, δοῦλοι. νεωκόροι. προφῆται
- <προπρηνές>· ἐπὶ πρόσωπον. ἢ ἔμπροσθεν κατωφερές
- <(προ)προκυλινδό[ύ]μενος>· τοῖς ποσί. πρὸ τῶν ποδῶν κυλιόμενος.
οἱ δὲ εἰς τὸ ἔμπροσθεν πορευόμενος
- <προπτόρθια>· ἐν τοῖς ἄξοσιν ἡ λέξις φέρεται
- <Προπυλαί(α)>· ἡ Ἑκάτη
- <προπύλαιον>· πρόθυρον
- <πρόπωνα>· εὐκρατῆ. εὔφημα. πρόχειρα, ἕτοιμα, ἀνεμπόδιστα
- <πρόρινον>· τὸ μεταξὺ τῶν σαρκῶν καὶ τοῦ δέρματος
- <πρόῤῥιζον>· σὺν ταῖς ῥίζαις ἀνασπώμενον
- <πρόῤῥησιν>· πρόλεξιν, προφητείαν
- <πρόῤῥησις>· λόγος. καὶ τὰ ὅμοια
- <πρός>· πρόθεσις. καὶ ξύλον ἐν Αἰθιοπίᾳ. καὶ ἀντὶ τοῦ ἐπί
- <πρὸς ἀγαθόν>· ἐπ' ἀγαθῷ, ἐπὶ καλῷ
- <προσαγγελία>· προσαγωγή
- <προσάγει>· προσέρχεται. προσφέρει
- <προσαγηόχασι>· προσήγαγον
- <προσαγόμενον>· ἀγαπήσαντα. προ(ς)κτησάμενον
- <προσαγορεύει>· ἀσπάζεται
- <προσαγορεύσας>· προσειπών. καὶ τὰ ὅμοια
- <προσαγορεύουσι>· καλοῦσι
- <προσαγωγή>· προσέλευσις
- <προσαγώγιον>· διαβήτης, [ἢ] τὸ τῶν τεκτόνων ὄργανον
- <προσαθύροντα>· προσπαίζοντα
- <προσαιθ[ε]ρίζουσα πόμπιμον φλόγα>· πρὸς τὸν αἰθέρα ποιοῦ-
σα, ὥστε ἄνω πέμπεσθαι τὴν φλόγα
- <προς.αίνων>· προσελκόμενος, προσαγόμενος
- <προσαίταις>· πτωχοῖς
- <προσακές>· ἐγγύς
- <πρὸς ἀκεσμόν>· πρὸς ὑγείαν
- <προσάκτριδες>· οἱ τῆς μηλολόνθης πρὸς τῷ στόματι μικροὶ πόδες
- <προσαμύνομεν>· βοηθοῦμεν
- [<προσανεύουσαν>· εὐτρεπίζουσαν, στρωννύουσαν]
- <προσαν[τ]έχειν>· προσκεῖσθαι
- <προσάντης>· σκληρός, ἐναντίος, δυσχερής, ἐχθρός, ἀηδής
- <προσαντίον>· ἐναντίον, ἀντίπαλον
- *<προσανέχων>· προσμένων. κουφίζων
- <προσάνων>· προσαύξων. <Ἄνειν> γὰρ τὸ αὔξειν, καὶ αὐτὴν τὴν αὔ-
ξησιν
- [<προσαπῆλαι>· τιμῆσαι
- <προσαπειλή>· τιμή]
- <προσάπτει>· προσπλέκει, συνάπτει
- <προσαρασσόμενον>· προσρησσόμενον
- <πρὸς ἄρκτον>· [πρὸς μεσημβρίαν]
- <προσαύξω>· προ[ς]άγω
- <προσαυρίζουσα[ι] χερσαίᾳ τροχῇ>· ὑπὸ τῆς αὔρας ἡ <νοτὶς>
προσπίπτουσα τῇ τροχῇ. δύναται δὲ οἷον καταλαμβάνουσα· <ἐπαυ- ρεῖν> γὰρ τὸ καταλαμβάνειν καὶ ἐπιτυγχάνειν
- <πρὸς αὔριον>· εἰς αὔριον
- <προσαυρών>· προστυχών
- [<προσαυσιάτω>· προσφωνείτω]
- <πρὸς αὐτήν>· περὶ αὐτήν
- <πρὸς αὐτοῦ>· παρ' αὐτοῦ
- <πρὸς ἀφοσίωσιν>· πρὸς τιμήν
- <προσάψας>· συνάψας
- <προσβαίνει>· ἐγγίζει
- <προσβάλλοιντο>· πρὸς τῶν ἄλλων ἔβαλον τῆς ἀθλήσεως
- <προσβαλών>· προσελθών
- *<πρόσβαλον>· προσκατακλίθητι
- <προσβλητόν>· κολλητόν
- <προσβολή>· τῶν ἀθλητῶν ἡ συναφή, καὶ κατοχή, καὶ ἡ ὁρμή
- <προσβ(ωμ)ολοχεῖ>· πρὸς χάριν λέγει
- <πρόσγειος>· ταπεινός
- <προσγίνεται>· [προσδέ
- <προσγράφει>· προσκρίνει
- <προσδεῖται>· προσδέεται
- <προσδέδορκας>· προσεῖδες
- <πρὸς δέ με>· πρὸς δὲ τούτοις ἐμέ
- <προσδέχεται>· προσποιεῖται
- <πρὸς Διός>· παρὰ τοῦ Διός
- <προσεβήσατο>· προ(ς)έβη
- <προσδιατρῖψαι>· χρονίσαι
- <προσεγκεῖσθαι>· ἐγκεῖσθαι, ἐπικεῖσθαι
- <προσεδρεύει>· σχολάζει
- *<προνομή>· ἁρπαγή
- <πρόσεδρος>· ὁ παρακαθήμενος. σχολάζων
- [<προσέθω>· προσθήσω]
- <προσειζήσαντες>· προσκομίσαντες
- <προσεῖναι>· ἐνυπάρχειν
- <πρόσειπε>· ἄσπασαι, προσαγόρευσον. προσκύνησον
- <προσείσας>· προ[ς]ανακινήσας, καὶ οἷον ἀπαγγείλας. ἀπὸ τῶν περι-
αγόντων τὰ τετράποδα, ὅπου βούλεται. τοὺς γὰρ θαλλοὺς σείοντες ἐπεδίδοσαν
- <πρόσεισι>· προσέρχεται
- [<προσεικάμενοι>· προσλαβόμενοι]
- <προσεκτέα>· σπουδαστέα
- <προσεκτέον>· τὸ προσέχειν, κελευστικῶς
- <προσεκτικώτεροι>· νηφαλιώτεροι
- [<προσέλει>· προπηλακίζει]
- <Προσελήνιδες>· αἱ Ἀρκαδικαὶ νύμφαι
- <προσελιάσθη>· λίαν προσήγγισε
- <πρὸς ἑλιφερές>· πρὸς τὸ κεκλεισμένον
- *<προσελθών>· προσβαλών
- <προσεμάξατο>· κατεμάξατο
- <πρὸς ἐμαυτόν>· ἐν ἐμοί. εἰς ἑαυτόν
- .....· προσεπλ(ά)κη. ἐπλησίασεν
- <πρὸς ἐμοῦ>· πρὸς ἐμέ. <π>.
- <προσεμπεδοῦντες>· ἐπιβεβαιοῦντες
- <προσεμπρῆσαι>· καῦσαι
- <προσεννέπει>· προσαγορεύει
- [<προσενοῦσί με>· προσβάλλουσι, προσέρχονται]
- *<πρὸς ἐνώπια>· ἔμπροσθεν πρὸς τοὺς κατάντικρυς τῆς ἀνατολῆς
- <προσενηνόχασι>· προσαγηόχασι
- <προσεπέλασε>· προσήγγισεν
- <προσεπεμβαίνει>· ἐπιβαίνει, ἐπιτωθάζει, ἐπιγελᾷ
- <προσέπηξαν>· προσήλωσαν
- <πρὸς ἐπίβασιν>· πρὸς βάδισιν
- <προσεποι[ή]σω>· προσεπάξω
- <προσεποιήσω>· ἐσχηματίσω
- <προσερεύγεται>· ἐρεύγεται
- <προσερήσομαι>· ἐπερωτήσω
- *<προσεράχατοι>· τεταγμένοι ἦσαν
- <προσερπύσῃ>· προσέλθῃ
- [<προσέσθαι>· ἐκδοῦναι]
- *<προσέτι>· πρὸς τούτοις
- <προσέσχε>· προσῆλθε. προσέπλευσε, προσώρμησεν
- <πρὸς εὐθεῖαν>· πρὸς ὀρθότητα
- (*)<προσερ(ρ)ύη>· προ(ς)ῆλθεν
- <προσέφυ>· προσεγένετο
- <προσέφη>· προσεῖπεν
- <προσεχές>· ἐγγύς. νῆφον, νουνεχές
- <προσεχεῖ>· ὁμοίως
- <προσεχής>· γείτων. σπουδαῖος
- <προσεχῶς>· σπουδαίως
- <προσεψιά>· προσαγόρευσις, καὶ ἡ πρός τινα ὁμιλία
- <πρὸς ἕω>· πρὸς ἀνατολήν
- <πρὸς ζόφον>· πρὸς δύσιν
- <προσηγορία>· ὀνομασία
- <προσήγορος>· προσκυνητής
- <προσήϊκται>· προσέοικε
- <προσηκάμενοι>· προσλαβόμενοι
- <προσήκατο>· προσηνέγκατο
- <προσήκει>· πρέπει. διαφέρει. χρή. ἁρμόττει. συμφέρει
- <προσήκοντες>· συγγενεῖς
- <προσηκόντως>· ὀφειλόντως. πρεπόντως. ὀφειλόμενον. δεόντως
- <προσήλια>· πρὸς ἀνατολήν
- <προσήλωσαν>· προσέπηξαν. ἐσταύρωσαν
- <προσήλωται>· ἀνεσταύρωται
- <προσήλυτος>· πάροικος. ἀλλοεθνής
- <πρὸς ἡμῶν>· ὑπὲρ ἡμῶν
- [<προσήναντες>· βλάψαντες]
- <προσηνές>· καλόν. ἡδύ. ἐπιεικές, ἀγαθόν, πρᾷον, χρηστόν
- <προσηνής>· προσφιλής
- <προσηνῶς>· ἡδέως. καὶ τὰ ὅμοια
- [<προσήνεον>· ὑψηλόν. τίμιον]
- <προσήρενε>· προσέθιγεν
- <προσηρτημένοι>· .... κεκολλημένοι
- <πρό(ς)ηται>· προσεγγίζει
- <προσηύδα>· προσεῖπε, προσελάλει
- <προσηύρετο>· προσέτυχε. προσηγάγετο
- <πρὸς ἠῶ>· πρὸς ἀνατολήν
- <προσθεῖναι>· τὸ παραδοῦναι τῷ ἐωνημένῳ ὑπὸ κήρυκι· ὅπερ νῦν
<κῦρσαί> φασι
- <προσθείς>· προσθήκην λαβών
- <προσθέματα>· τὰ πυγιαῖα
- <πρόσθεν>· ἔμπροσθεν. πρὸ τούτου, ἄνωθεν ἢ ἔνθεν
- [<προσθέοντα>· ἔμπροσθεν τρέχοντα]
- <πρὸς θεοῦ>· τὸ τυχόν. Ἀττικοὶ δὲ <χάριτι θεοῦ> φασιν εἶναι
- <προσθέσεις>· δευτερώσεις
- <πρὸς θεόν>· κατὰ τὸν θεόν. ἐπὶ τὸν θεόν
- <πρόσθη>· πρόσθεσις
- <προσθιάξειν>· ἀφελεῖν τὰς ἐκ τῆς ὀσφύος τρίχας
- <πρόσθ' ἵσταμαι>· προΐσταμαι. ἐμποδίζω. ὑπερμαχῶ
- *<προΐσταται>· ἐπιπολάζει. προσκόπτει
- <προσίασι>· προσέρχονται, προσφέρουσι
- <προσίει>· ἐγγίζει
- [<προσίεμεν>· προσερχόμεθα]
- <προσίενται>· προσάγονται
- <προσίεσθαι>· ἐφέλκεσθαι. προσφέρεσθαι
- <προσίεται>· ἀρέσκεται. προσδέχεται, ἡδέως λαμβάνει
- <προσιζῆσαι>· προσκαθεσθῆναι
- <προσιζήσαντες>· προσκομίσαντες
- <προσιζήσας>· προσκαθίσας
- <πρόσιθι>· πρόσελθε
- <προσίκτορος>· προσικέτορος ἀπὸ τοῦ προσικνεῖσθαι τοὺς ἱκέτας
- <πρόσιμεν>· προσερχόμεθα. πρεσβεύομεν
- <προσίναντες>· βλάψαντες
- <προσιοῦσα>· παρερχομένη
- <προς(.)ίρων>· προσάπτων
- <προσίπταται>· προπέτεται
- <προσίσχεται>· προσβάλλεται
- <προσιτόν>· ᾧ δύναταί τις προσελθεῖν
- <προσιών>· προσελθών, προσερχόμενος
- <προ[ς]καταγνούς>· πρὶν καταπτύσας
- <πρόσκειται>· ἐκ προσθήκης κεῖται
- <πρὸς κέντρα λακτίζῃ>· παροιμία ἐπὶ τοῦ κατὰ τῶν ἐναντίων τι λέ-
γειν ἢ πράττειν
- <προσκηδεῖς>· κατ' ἐπιγαμίαν οἰκεῖοι
- <πρόσκηπτε>· προσήμαινε, πρόλεγε, προμήνυε
- <προσκλήδην>· προσκαλεσάμενος
- <πρόσκλησις>· προτροπή, ἢ πρόσριψις ἐπὶ δίκης
- <προσκομίσατο>· προσηνέγκατο
- <προσκομιστέον>· προσενεκτέον
- <προσκομιδή>· ἀναφορά
- <πρόσκομμα>· ζημία. βλάβη
- <προσκόπτειν>· ἁμαρτάνειν. προβλέπειν
- <προσκοπήν>· σκάνδαλον
- <προσκορῆ>· ἀνηδῆ, ἀχαρῆ
- *<προεικρόσσας>· ἄλλας ἐπ' ἄλλας κλιμακηδόν
- <προσκροῦσαι>· παροργίσαι. προσηλῶσαι
- <προσκρούνιον>· πρόφραγμα
- <προσκυνεῖ>· προσπίπτει
- <προσκυρεῖ>· προσεγγίζει
- <προσκυροῖ>· βεβαιοῖ
- <προσλαζόμενα>· προσλαμβανόμενα
- <προσλαζύμεναι>· προσλαμβανόμεναι
- <πρό[ς]ληψις>· γνῶσις
- <προσλιπαρῆσαι>· παρακαλέσαι
- <προσμελοῦ>· ἐπιμελοῦ
- <προσμίξας>· προσελθών. συνάψας
- *<προμνήστρια>· προξενοῦσα νυμφίους ἢ νύμφας
- <προσόδιον>· ᾠδή, θεοῦ ὕμνον περιέχουσα
- <πρόσοδος>· ἔντευξις. ἢ κέρδους προσθήκη
- <προσοικίσαντες>· προσκαθίσαντες
- <πρόσοικος>· οἰκεῖος, ὁ πλησίον οἰκῶν
- <πρὸς οἷμον>· πρὸς τὴν ὁδόν
- <προσοίσεσθε>· προσδέξησθε
- <προσοκ(ε)ῖλαι>· προσορμίσαι εἰς τὴν γῆν
- <πρὸς ὄλεθρον>· πρὸς θάνατον
- <προσόν>· ἐνυπάρχον
- <πρόσον>· ὤθησον
- <προσορμίσαντες>· προσοκείλαντες
- <πρὸς οὔριον>· πρὸς εὐθές, ἐπιτήδειον
- <πρὸς οὐρίου>· τὰ αὐτά
- <προσοχή>· κατανόησις. νῆψις
- *<προσοχθισμός>· πρόσκρουσις. δεινοπάθεια. πάθος γνώμης. συμ-
πάθεια
- <πρόσπαιον>· πρόσφατον, νέον
- <προσπαλαίει>· ......
- <προσπελάζει>· προσεγγίζει
- <προσπέζω>, προσπελάζεται
- <προσπεριβάλλεται>· προσπεριλαμβάνεται
- <προσπέφυκεν>· ἐκ φύσεως συνῆν
- <προσπήγματα>· μέρος τι τῆς νεῶς
- [<προσπήξομαι>· προσκυνήσω]
- <προσπίπτω>· λιπαρῶ. ἱκετεύω
- <προσπλάζει>· προσπελάζει
- <προσπλήξω>· τύψω
- <πρόσπολοι>· πρόπολοι. θεράπαιναι. θεράποντες, δοῦλοι
- *<προσποιεῖται>· σχηματίζεται
- <προσπορισθέν>· ἐπινοηθέν
- <προσπταίει>· σκανδαλίζει
- <πρόσπταισμα>· πρόσκομμα
- <προσπταίοντες>· προσκρούοντες, προσκόπτοντες
- <προσπτύξομαι>
- <προσπτύξομαι>· ὑποβαλῶ. παραμυθήσομαι
- <προσπτύσσεται>· προσάγεται. προσέλκεται. προσαγορεύει, ἀσπάζεται
- <προσραίνουσι>· προσβάλλουσι
- (<προσρέουσι>)· προσέρχονται
- <πρόσρησις>· προσηγορία, ἀσπασμός
- <προσριπτούμενον>· τοῖς κύμασι περικρουόμενον, κυματιζόμενον
- <προσρυέντων>· προσελθόντων
- <προσήει>· προσεπεῖχεν. προσθέει
- [<πρόσημον>· ἐπὶ θανάτου προσαγομένου]
- [<προσήναντες>· βλάψαντες]
- <πρός(ς)ω>· πόῤῥω ἔμπροσθεν, μακρὰν εἰς τοὔμπροσθεν
- <προσώτερον>· ἐξώτερον
- <προσταθείη>· .....
- <πρὸς τάνδ[ε]' αὐλάν>· πρὸς ταύτην τὴν αὐλήν
- *<πρὸς τάν>· πρὸς ταύτην
- *<πρὸς τάνδε>· ὁμοίως
- <προστασία>· κυβέρνησις
- <προστατήριος>· τὸν Ἀπόλλωνα οὕτω λέγουσι, παρόσον πρὸ τῶν θυ-
ρῶν αὐτὸν ἀφιδρύοντο
- *προστα<τ>τ οἱ μέτοικοι. καὶ οἱ μὴ ἔχοντες ἀπροστασίου ἐδιώκοντο
- *<πρόσταμα>· κοιτών
- *<προστάς>· πρόστωον
- <προστάτου>·
ὥστ' οὐ Κρέοντος προστάτου γεγράψομαι ἀπὸ τοῦ Ἀθήνησι νομίμου. ἀνάγει δὲ εἰς τοὺς ἥρωας. ἔνεμον γὰρ προστάτην οἱ μέτοικοι· καὶ οἱ μὴ ἀπογραφόμενοι τοῦτον, ἀπροστα- σίου δίκην ὤφειλον
- <προ(ς)τερ[α]νισάμενος>· προσπτυξάμενος
- <πρὸς τέρμασι>· πρὸς τὰ τέλη
- <προστήσας>· προαγαγών
- <προστιβάζεται>· μερίζεται. προσπορεύεται
- <προστιμᾶται>· κατακρίνεται
- <πρόστιμον>· ζημία. παραγραφή
- <πρόστομον>· ἐπὶ ξίφους κεῖται
- [<πρὸς τοῦ>· πρὸς τοῦ ἑτέρου]
- <πρὸς τοὐμφανές>· εἰς τὸ φανερόν
- <προστρεπόμενοι>· σέβοντες, τιμῶντες, προσκυνοῦντες
- <προστρίβεται>· προσπήσσεται
- <προστρόπαιος>· φονιός, μιαρός, αἵματι μεμιασμένος. καὶ πρός τινα
τρεπόμενος δεήσει καθάρσεως
- <προστροπαίω>· ἱκετεύω
- <προστροπαίων>· ἱκετευσίμων, καὶ ἱκετῶν
- *[<προστραπέσθαι>· ἀποτραπῆναι. προθυμηθῆναι]
- <προστροπῇ>· ἱκετείᾳ
- <προσπρόσοδος>· τιμή
- <πρόστροπον>· πρόσαντες
- <πρόστροχον>· στρογγύλον
- <προστυχών>· ἀπαντήσας
- <προστώῳ>· κοιτῶνι
- <πρὸς ὑποτύπωσιν>· πρὸς σημεῖον
- <προσυπουργεῖσθαι>· ὑπηρετεῖσθαι
- <προσφανῆ>· Θεόφραστος ἐν Μεταλλικῷ χρυσίου συῤῥοάς
- <προσφάσθαι>· προσειπεῖν
- <προσφάτης>· πλάγιος πεσών
- <πρόσφατον>· τὸ ἀρτίως γινόμενον, νέον, νεαρόν
- <προσφερεῖς κόρας>· ὁμοίας ἀλλήλων κόρας
- <προσφθέγγεται>· ἀσπάζεται
- <προσφιλεστάτοις>· ἀγαπητοῖς
- <πρόσφορα>· τὰ ἐπιτηδείως προσφερόμενα
- <πρόσφορον>· ἐπιτήδειον, ἁρμόζον. οἰκεῖον. ἀκόλουθον
- <προσφοῦσα>· ἐνδακοῦσα
- <πρόσφυγα>· καταφυγόντα
- <προσφυείς>· προσπλακείς
- <προσφυές>· προσῳκειωμένον
- <προσφυεστέροις>· προσοικειωθεῖσιν
- <προσφυῆ>· προσεοικότα. ἁρμόζοντα
- <προσφύς>· προσπλακείς, περιπλακείς
- <προσφῦσα>· ἐνδακοῦσα
- <προσφωνεῖ>· προσαγορεύει
- <πρὸς χάριν>· πρὸς τέρψιν
- <πρόσχες>· ἐπίβλεψον
- <πρόσχημα>· πρόφασις. ὑπόκρισις. προκάλυμμα
- <προσχίσματα>· εἶδος ὑποδήματος, ἐσχισμένον ἐκ τῶν ἔμπροσθεν
- <προσχόμενον>· προτείναντα
- <προσχωρεῖ>· συμμίσγεται
- <πρόσχορος>· ὁ παρὰ τῷ χορῷ γινόμενος
- <πρόσω>· ἔμπροσθεν, πρὸ τούτου
- <προσῳδία>· μετ' ὀργάνου ᾠδή
- <προσωθεῖται>· προστρίβεται
- <πρός.ω καὶ ὀπίσω>· ἐν τῷ ἔμπροσθεν, ὅ ἐστι μετὰ ταῦτα, καὶ ἐν
τῷ παρελθόντι χρόνῳ. ἢ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα
- <προσώκειλε>· προσώρμισε εἰς γῆν
- <προσών>· ἐνυπάρχων
- *<πρῶσον>· ὤθησον
- [<προσωπαιδοῦντες>· ἐπιβεβαιοῦντες]
- <προσωπεῖον>· ἡ νῦν καλουμένη τῶν γυναικῶν <προσωπίς>
- <προσωπεῖον>· σχηματισμός
- *<πρόσωπον>· ἐστὶ συνδρομὴ ἰδιοτήτων
- *<πρόσωπον>· τὸ πρόσωπον. Ὅμηρος
- [<προσώπη>· πρόσοψις]
- <Προσωπῖτις>· νῆσος ἐν Αἰγύπτῳ
- <προσωποποιΐα>· ὅταν πρόσωπον ὑποθέμενός τις εἴπῃ τι
- <πρόσω πορεία>· προκοπὴ ὁδοῦ
- <προσωποῦττα>· Πολέμων ἀγγεῖον χαλκοῦν, ἔχον ἐπὶ τοῖς χείλεσι
πρόσωπα, ἐν ᾧ τὰ ἱερὰ ἔπεμπον
- <προσώτατα>· ἐσώτατα
- <προσωτέρω>· ἐγγυτέρω πρὸς γένος
- <πρ[ος]ῶσιν>· προ[ς]ώθησιν. ἢ πρὸς ὄψιν, οὐ καλῶς
- <προσώχθισα>· ἐμίσησα. προσέκοψα. περιεκάκησα. προσήγγισα
- <προταίνιον>· πρὸ μικροῦ
- <προταίνιον>· παλαιόν
- <προταμεῖν>· τεμεῖν
- <προτάξω>· προκρίνω
- <προτάξεως>· φανερᾶς μάχης
- <πρότασις μετ' ἐπιτάσεως>· ἢ ἐρώτησις
- <προτεθειμένον>· ἡπλωμένον
- <προτείνεται>· δίδει. ὑπισχνεῖται
- <προτέλεια>· ἡ πρὸ τῶν γάμων θυσία, καὶ ἑορτή. <τέλος> γὰρ ὁ γά-
μος, ἀπὸ τοῦ εἰς τελειότητα ἄγειν
- <προτελειωσαμένη>· προμυησαμένη
- <προτεμενίσματα>· προπύλαια ναῶν
- <προτένθαι>· λίχνοι προαρπάζοντες
- [<προτενίσματα>· προπύλαια]
- <πρό τ' ἐόντα>· προγεγονότα
- <προτερεῖ>· προὔχει, τὰ πρωτεῖα λαμβάνει
- <προτέρημα>· πρόκριμα, προτίμησις
- <πρότεροι>· προγενέστεροι
- <προτέρω>· εἰς τοὔμπροσθεν
οὐδ' ἄρα μοι προτέρω ν(ῆ)ες κίον
- <προτετύχθαι>· προγεγονέναι
- [<προτεύοντα>· προγεγενημένα]
- <προτιάπτω>· προπέμπω
- <προτὶ ἄστυ>· εἰς τὴν πόλιν
- <προτιβάλλεαι>· προ(ς)βάλλῃ. μισεῖς, καὶ ἀποστρέφῃ, ὡς καὶ Ἀττι-
κοὶ λέγουσι· <προ(ς)βάλλομαι τοῦτον>. οἱ δὲ κωλύεις· ἀπὸ τῆς κατὰ τοὺς πύκτας προ(ς)βολῆς. ἔστι δὲ ἀναπόδεικτον παρὰ Ὁμήρῳ· ταύτην δ' οὔτ' ἔπ(ε)ϊ προτιβάλλεαι οὔτε τι ἔργῳ
- <προτίδεγμαι>· προσδέχομαι
- <προτιδέγμεναι>· προσδεχόμεναι
- <προτιδέγμενοι>· προσδεχόμενοι
- <προτιειλεῖν>· ἐγκλίνειν
- <προτιμᾶν>· προκρῖναι, ἐκλέξασθαι
- <προτὶ ὅν>· πρὸς τὸ(ν) ἴδιον
- <προτιόσσεται>· προορᾶται. προσδέχεται. προσαγορεύει
- <προτιόσσετο>· προσεδόκα
- <προτιπτυσσοίμεθα>· ἀσπαζοίμεθα. παρακαλοῖμεν
- <πρότμησιν>· κατὰ τὸν ὀμφαλόν
- <πρότμησις>· ὁ περὶ τὸν ὀμφαλὸν τόπος
- <προτμητόν>· τὸν ὀμφαλόν
- <προτμῆτις>· ὁ περὶ τὸν ὀμφαλὸν κατὰ τὸν λαγόνα τόπος
- [<προτολεῖον>· ὑπάρχον]
- <προτομαί>· εἰκόνες βασιλέων
- <προτομή>· εἰκὼν βασιλική, ἕως τοῦ ὀμφαλοῦ τοῦ σώματος εἶδος
- <προτόνιον>· ὕφασμα
- <πρότονοι>· οἱ ἑκατέρωθεν τοῦ ἱστοῦ σχοῖνοι, ἐκτεταμένοι εἰς τὴν πρώ-
ραν καὶ πρύμναν ἔμπροσθεν
- <προτόνοισι>· τοῖς τὸν ἱστὸν συνέχουσι σχοινίοις, ἐξ ἑκατέρου μέ-
ρους, καὶ τοῖς ἐν τῷ ὑφαντικῷ ἱστῷ
- *<πρωτορύμῳ>· ἐν τῷ ἀκρορύμῳ, ὅπου ὁ ζυγὸς δεσμεῖται
- <προτραπέσθαι>· ἀποτραπῆναι. ὑποεῖξαι·
ἔθελον δ' ἄχεϊ προτραπέσθαι·
- παρ' οὐχὶ προθυμηθῆναι, οἷον τοῦ τάχους ἀποτραπῆναι
- <προτρέπειν>· τὸ προάγεσθαι. ἐνίοτε καὶ τὸ προβιβάζειν
- *<προτροπεσθάριοι>· ἐπιτροπὴν ἔχοντες
- <προτρέπου>· παρακάλει
- <προτριβεῖς>· δριμεῖς καὶ ὀξεῖς
- <πρότριτα>· πρὸ πολλοῦ
- <πρότροπα>· θυσίας εἶδος
- <προτροπάδην>· εἰς τοὔμπροσθεν τετραμμένοι. ἢ φεύγων καὶ διώκων
ὡς ἐν μάχῃ
- <προτροπή>· παράκλησις. καὶ τὰ ὅμοια
- *<προτύπως>· ἀκολούθως
- <προτροπίς>· σπυρίς
- <πρότροπος>· οἶνός τις, τοῦ γλεύκους τὸ πρόχυμα
- <προτρύγαια>· ἑορτὴ Διονύσου καὶ Ποσειδῶνος
- [<προτυχών] προστυχών>· παρατυχών
- *<πρωτόγονος>· νέος
- <προῦ>· προσέρχου
- <προύβα>· τὸ λευκόν
- <προὔβη>· προέβη
- [<προυγελεῖν>· προπηλακίζειν, ὑβρίζειν]
- [<προυγιετέρω>· προτιμοτέρω]
- <προυεσμένη>· ἀναβαλλομένη. προϊοῦσα
- <προὔθηκα>· προέθηκα
- <προύκας>· δορκάδας
- <προυλέσι>· πεζοῖς ὁπλίταις
- <προῦμορ>· εἶδος σικύου
- <προυνικοί>· οἱ μισθοῦ κομίζοντες τὰ ὤνια ἀπὸ τῆς ἀγορᾶς, οὕς τινες <παι-
δαρίωνας> καλοῦσι· δρομεῖς, ταχεῖς, ὀξεῖς, εὐκίνητοι, γοργοί, μισθωτοί
- <προύνους>· βουνούς
- <προὐξένεις>· ἐξένιζες
- <προὔπεμψε>· προέπεμψεν
- <προὖπτον>· πρόδηλον, φανερόν
- <προύρα>· πλεύμων, ἢ πνεύμων
- <προυργιαίτατα>· προνοητικώτατα
- <προυργιαίτερον>· προκρινόμενον, προτιμότερον. κρεῖττον. ἀναγκαιό-
τερον. ὠφελιμώτερον
- <προὔργου>· ὁμοίως· ἑτοίμου, πρὸ ἔργου
- <προύσελα>· προύτελα, προτελεῖ
- <προὔστημεν>· προέστημεν
- <προὔστησας>· προέστησας. εὐτρέπισας
- <προὔστησε>· προέστησε. εὐτρέπισεν
- [<προυτροπάδην>· κατὰ τροπήν]
- <προὔτυψαν>· προένευσαν. προῆλθον, προεχώρησαν
- <προὔτυψαν>· προήρξαντο. καὶ τὰ ὅμοια
- <προὔχει>· προέχει. πρωτεύει, κρεῖττόν ἐστι
- <προὔχοιο>· προφασίζοιο
- <προὔχων>· προέχων
- <προὔχονται>· ἐνέχονται
- <προὔχοντες>· προάγοντες. μέγιστοι
- [<προὐχός>· ξέστης]
- [<προὔχνου>· παντελοῦς]
- <προφαίνων>· προλέγων. προδηλῶν
- <προφανεῖς>· προφανέστεροι
- <προφανέντες>· προελθόντες
- <προφανῶς>· προθύμως
- <πρόφαντα>· προφητικά
- <πρόφαντον>· λόγιον, θεοπρόπιον, προδεδηλωμένον
- <πρόφασις>· αἰτία, ἀφορμή
- [<πρόφασσα>· πρόθυμος. ἐνοοῦσα. καὶ προνοηθεῖσα]
- <πρόφερε>· ὀνείδιζε. πρόαγε, προκόμιζε
- <προφέρει>· ὅμοιον
- <προφερεῖς>· οἱ <νέοι> μὲν <ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι>
- <προφορεῖσθαι>· τὸ ταῖς διαζομέναις τὸν στήμονα παραδιδόναι
- *<προφερέστεροι>· κρείττονες, ὑπερέχοντες, κρείσσονες, βελτίονες
- *<προφορά>· εὐλαλία. ἑτοιμολογία
- [<προφοῶ>· προεξήγαγεν αὐτόν]
- <πρὸ φόως>· πρὸ τοῦ καθήκοντος χρόνου εἰς φῶς αὐτὸν προήγαγε γεν-
νηθέντα
- <προφράγματα>· τὰ προσκήνια
- <πρόφρασσα>· πρόθυμος. εὐνοοῦσα. διανοουμένη
- <προφρονέως>· προθύμως
- <πρόφρων>· πρόθυμος. εὔνους. φρόνιμος
- <προφύσια>· ἐν τοῖς μετάλλοις τὰ σκέπης χάριν τῶν ἐν ταῖς φύσαις
αὐλῶν τιθέμενα
- <προχάζοις>· προβαίνοις. ἀναποδίζοις
- <προχάνη>· σκῆψις. πρόφασις. καὶ καλύπτρα
- <Προχαρισία>· ἡ Θέτις οὕτω που τιμᾶται
- <πρόχασον>· πρόελθε
- [<προχέα>· πρόφασις]
- <προχέει>· ἐκπέμπει
- <προχειρίζεται>· προφέρει. προχέει. ἐκλέγεται
- <προχειρίσαι>· ἐπιλέξαι
- <προχείρως>· ἑτοίμως, ταχέως, ὀξέως
- *<πρόχειρος>· ἕτοιμος, εὐχερής
- *<προχειρότατον>· ἕτοιμον
- <προχέοντο>· ἐπάλληλοι ἐφέροντο. προΐεσαν. ἔῤῥεον. προ[ς]ήρχοντο
- [<πρόχθης>· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν
- <προχθήσεσι>· ταῖς εἰς τὴν θάλασσαν προχύσεσι]
- <πρόχνυ>· ἐπὶ γόνατα, οἷον πρὸ γόνατος·
πρόχνυ καθεζομένη καὶ παντελῶς· πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε καὶ πρόῤῥιζον, παντελῶς, καὶ τελείως
- <προχοαί>· αἱ ἐκρύσεις τῶν ποταμῶν. καὶ ὑδρ[ε]ίαι
- <προχοῇς>· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν. καὶ τοῦ ποταμοῦ τὸ
προστόμιον <προχοή>
- <προχοΐδας>· τὰς ἀμίδας
- <πρόχοι>· πρόχοοι, ἤγουν ὑδρ[ε]ίαι·
ἀμφικύβωται προχοί. ἤτοι δὲ ἀπὸ τοῦ ὅλου περιφερεῖς κύβους ἀμφικύβωται· ἢ ἀπὸ τῆς τῶν ὤτων, τὸ ἐξ ἀμφοτέρων δηλοῦντος
- <προχοΐδια>· αἱ καταχύσεις
- <προχοΐδιον>· ἀγγεῖόν τι οἰνηρόν, σταμνίς. καὶ οἷον ὡς προχοΐδιον,
ἤγουν κατάχυσιν
- [<πρόχοιο>· προφασίζοιο. ἢ προβάλλοιο, καὶ σκεπάζοιο. παρ' ὃ καὶ τὰς
ἀσπίδας <προβαλοὺς> ἔλεγον]
- <πρόχοος>· ξέστης, μέτρον
- <προχόῳ>· τῇ καταχύσει
- <προχύτας>· ὀλάς, ἀπαρχάς
- <προχύτης>· ποτήριόν τι
- *<πρόχυσις>· τὸ μεταξὺ χῶμα
- <προψάτης>· πανώλεθρος
- <προώδων>· ἐξέχων τοὺς ὀδόντας
- <πρόωμαι>· ἐάσω, προχωρήσω
- <προώμεθα>· ἐάσωμεν, παραχωρήσωμεν
- <προώρας>· τὰ πρῶτα κλήματα
- <πρόωρον>· πρὸ καιροῦ
- <πρόωφος>· πρόσκοπος
- <προωχὴς ἵππος>· ὁ ἐκ τῶν ὄπισθεν μετέωρος καὶ τῷ ἀναστήματι
καὶ τῇ ἱππασίᾳ
- <πρύανος>· νέος
- <πρυλεῖς>· οἱ μὲν πολλοὺς λαούς· οἱ δὲ προμάχους, ἢ πεζοὺς ὁπλίτας
ἀθρόους
- <πρυλέες>· πεζοὶ ὁπλῖται· ἀπὸ τῆς πορ(ε)ίας. τουτέστι πορείᾳ χρώ-
μενοι
- <πρύλιν>· πυῤῥίχην, ἢ ὁπλίτην
- <πρυλέεσσ' ἀραρυῖα>· πεζοῖς ἡρμοσμένη
- <πρυλεύσεις>· ἐπὶ τῆς ἐκφορᾶς τῶν τελευτησάντων παρὰ τῷ ἱερεῖ
- <πρύμνα>· τὰ πρέμνα, ἢ τὰ ὄπισθεν τοῦ πλοίου
- <πρύμναι>· αἱ ἄκραι
- <πρύμναδε>· πρυμνόθεν. πᾶν γὰρ τὸ πρόσγειον κάτωθεν <πρύμνον> λέ-
γεται
- *<πρυμνήσια>· ἀπόγεια σχοινία
- <πρύμνηθεν οὖρον>· τὸν ὄπισθεν ἄνεμον, τὸν ἐπιτήδειον
- *<πρύμνη>· τὰ ὀπίσω, ἢ τὸ τέλος τοῦ πλοίου
- <πρυμνόν>· τὸ ἔσχατον, τὸ ἄκρον. καὶ <πρυμνήν> τὴν ἐσχάτην. [καὶ
πᾶν ἔσχατον], ἐκ ῥιζῶν
- <πρυμνός>· κάτωθεν βαρύς. ἢ πλοῦτος
- <πρυμνώρ(ε)ια>· ἀκρώρεια. ἄκρον. ὄρους τὸ ἔσχατον μέρος
- <πρυτανεῖα>· ἡ λεγομένη καταβολή, τὸ δέκατον τοῦ τιμήματος
- <πρυτανεῖον>· τρία Ἀθήνησι συσσίτια [πρυτανεῖα] θεσμοφορεῖον, πρυ-
τανεῖον. [λέγεται δὲ καὶ ἡ ἐπὶ μηνὶ μισθοφορία, καὶ οὗ κατετίθεσαν τὸ ἀργύριον οἱ δικαζόμενοι
- <πρυτανεύει>· διοικεῖ
- <πρύτανις>· βασιλεύς. ἄρχων. χορηγός. ταμίας. διοικητής
- <πρῴ>· ἀντὶ τοῦ πρωΐ
- <πρωθήβας>· ἀκμαίους
- <πρωθῆβαι>· ἄρτι ἀκμάζοντες
- [<πρώηβες>· ἄρτι ἀκμάζοντες]
- <πρωθήβην>· ἄρτι ἡβῶσαν, ἀκμάζουσαν
- <πρωί>· Ἀττικώτερον τὸ ὑφέν. σημαίνει δὲ τὸ ἐν ὥρᾳ. καὶ πρὸ τοῦ
δέοντος καιροῦ, ἢ πρὸ τῆς καθηκούσης ὥρας ὡς <ὀψέ> ἐπὶ τοῦ καθυ- στεροῦντος τῆς προσηκούσης ὥρας
- <πρωΐα>· ταχέα
- <πρωϊζά>· πρῶτα. πρωί
- <πρωΐη>· ὀρθρινή
- [<πρωϊνής>· ἐπ' ὄψιν, ἐπὶ πρόσωπον]
- <πρώϊον>· κατ' ἐκείνην τὴν ἡμέραν. οἱ δὲ πρὸ καιροῦ, ταχύ. ἢ ἀντὶ
τοῦ πρώην
- [<πρώκεα>· δῶρα]
- <πρῶκες>· σταγόνες, ψεκάδες, σταλαγμοί
- <πρωκτὸς λουτροῦ περιγίνῃ>· παροιμία, ὅταν τις μὴ δύνηται ἀπο-
νίψασθαι, ἀλλ' ἡ κοιλία αὐτῷ ἐπιφέρηται. ἐλέγετο οὖν ἐπὶ τῶν ἀνω- φελῶν καὶ εἰκῆ πραττομένων
- <πρωλυθίαι>· παρειμένοι, παραλελυμένοι
- <πρωλύθιον>· ὁ ἐπιφερὴς καὶ ἐπὶ στόμα
- <πρών[ίας>]· ὄρος, κρημνός. οἱ δὲ ὄρους ἐξοχήν
- <πρώονας>· ὀρῶν ἐξοχάς
- <πρώονες>· οἱ ἐκνενευκότες τόποι εἰς ὄρη
- <πρῷρα>· πρόσωπον. ἢ τὸ ἔμπροσθεν τοῦ πλοίου. ἢ στολὴ διακεκαλλω-
πισμένη τὰς ὄψεις, ἢ ἐπικαλύπτουσα
- <πρῳράσαντες>· κροτήσαντες. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεῶν καὶ τῆς
εἰρεσίας
- <πρωραχθῆ>· ἡ μεταφορὰ ἀπὸ τῶν πλοίων. ἐκεῖνα γὰρ ἐν τῇ πρῴρᾳ
τὸν φόρτον φέρει, καὶ ἐπαιωρούμενα ἐγκαθέζεται τῇ θαλάσσῃ. φυσι- κῶς δὲ οἱ γέροντες ἐπὶ τὸ πρόσωπον φέρονται. <Πρῷρα> δὲ τὸ πρός- ωπον
- <πρωρεῖ>· κηδεύει. ἐκρεῖ. [πρωσίς] προορᾷ. φοβεῖται
- <πρ[ώς]ῶσι(ν)>· προ[ς]ώθησιν
- <πρῶτα>· ἅπαξ πρότερον
- *<προτέλειαι>· αἱ ἀπαρχαί· κυρίως μὲν τῆς λείας, ἤγουν τῆς αἰχμα-
λωσίας, καταχρηστικῶς πᾶσα ἀπαρχή
- *<πρώτῃσι θύρῃσιν>· ἐπ' ἄκρου τοῦ οὐδοῦ. ἐπ' ἄκραις ταῖς θύ-
ραις
- <πρωτερική>· εἶδός τι συκῆς πρωΐμου. καὶ πεδίον τι οὕτω καλεῖται
- <πρώτιστον>· πρότερον
- <πρωτόαλος>· πρωτόπλους
- <πρωτόβαθρον>· τὸν προεδρ[ε]ίας ἀξιωθέντα
- <πρωτογόνων>· πρώτων φανέντων
- <πρωτόγονος>· νέος
- <πρωτογυναῖκες>· οἱ μίαν ἠγμένοι γυναῖκα
- <πρωτόλεια>· ἀπάργματα
- <πρωτόλειον>· ἀπαρχή. ἢ τὸ πρῶτον ἐλθεῖν τὴν λείαν
- <πρωτώλη>· πρώτη. ἢ πτερόν
- <πρωτολήδεσθαι>· τὸ πρῶτον ἀποπειρᾶσθαι
- <πρωτόμφαλον>· τὸ τῆς ἀσπίδος μέσον
- <πρῶτον ὑπηνήτην>· τὴν ἀπαρχὴν ἔχοντα γενειάδος
- <πρωτοπαγεῖς>· οἱ πρῶτον πεπηγμένοι <δίφροι>, καινοί
- <πρωτοπραξία>· τὸ πρῶτον εἰσπραττόμενον
- <πρωτοστάτης>· ὁ πρῶτος παρὰ τὸ κέρας τῆς παρατάξεως τεταγμένος
- <πρωτοτόκος>· ἡ πρώτη τετοκυῖα. καὶ ὁ πρῶτος τεχθείς
- <πρωτοτύπως>· ὁ ἀκολούθως. πρωτουργός
- <πρώτῳ ῥυμῷ>· τῷ ἄκρῳ τοῦ ῥυμοῦ
- <πταίει>· πίπτει, ἁμαρτάνει. σφάλλει
- *<πταῖτο>· ἔπτη. ἔδραμεν
- <πτάκες ἢ πτάκιδες>· δειλοί, ἐπτηχότες. καὶ <πτακισμός>
- <πτακωρεῖν>· πτήσσειν, δεδοικέναι
- [<πταλόν>· ἐφ' ᾧ ἡ σταφυλὴ πατεῖται]
- <πταμένη>· πετασθεῖσα. διελθοῦσα
- <πτάξ>· πτάκις. πτώξ. δειλός
- <πτάτο>· ἔπτη. ἔδραμεν
- <πταώτην>· κατεπτηχότα
- <πτελέα>· σῦς ὑπὸ Λακώνων. ἢ εἶδος δένδρου
- <πτελεάδες>· πτελεῶδες
- <πτελεόν>· τὸ συλλέγεσθαι
- <Πτελεός>· πόλις
- <πτερά>· πτέρυγες. ἢ οἰκοδομήματα ἱερῶν ἐκ λίθων
- [<πτέρθοις>· τείχεσι. διαστήμασιν]
- <Πτερίδες>· τῶν Νυμφῶν τινες οὕτω καλοῦνται· ἀπὸ τῆς πόας
- <πτέρνα>· τοῦ ἀρότρου τὸ σιδήριον, τὸ κατατεῖνον ὑπὸ τὴν γύην. καὶ
τοῦ ποδός. καὶ τὰ ἔσχατα μέρη τῶν ὀρῶν
- <πτέρνεται>
- *<πτέρνης>· τῆς πορείας τοῦ βίου
- *<πτερνιεῖ>· παγιδεύ(ς)ει
- *<πτερνίζει>· ἀπατᾷ. συναρπάζει. ἀτιμάζει, ὑβρίζει
- <πτερνίς>· τὰ πυθμένια τῶν ἰατρικῶν λεκανίδων, ἃ μέχρι νῦν προσδέ-
ουσιν ἁλυσειδίοις μακροῖς ἐν τοῖς ἰατρ(ε)ίοις. καὶ εἶδος ἱέρακος
- *<πτερνισμόν>· ἐπιβουλήν
- <πτερνοβάτης>· τῶν ἰατρικῶν τις ἐπιδέσμων
- <πτερ[ν]όεντα>· ταχέα. οἱ δὲ πεφορτισμένα. κοῦφα. εὐάρμοστα
- <πτερόεντα>· ὁμοίως
- <πτεροῖ>· ἐξαίρει
- <πτερόν>· σκηνή
- <πτερονόμος>· τοῖς πτεροῖς νομῶσα καὶ νεμωμένη. ὅθεν καὶ τὸ <νέ-
μειν> ἐπιστροφὴν ἄγειν
- <πτεροφόροι>· τέλος τι στρατιωτικόν, ἢ ὡς διὰ τὴν ἐν τοῖς λόφοις
πτέρωσιν. καλοῦνται δὲ οὕτως καὶ τῶν ἐν Αἰγύπτῳ ἱερέων τινές
- <πτέρυγες>· εὐθυντῆρες. τὰ πηδάλια. καὶ μέρος χιτῶνος, τὰ περὶ τὰ
κράσπεδα. δηλοῖ δὲ καὶ τῶν πηδαλίων τὰ πλατέα καὶ τὰ χείλη
- <πτέρυγες>· σκέπαις
- <πτερύγια[ι]>· μέρος τι τοῦ ῥυμοῦ. καὶ τοῦ πνεύμονος τοῦ λοβοῦ τὰ
ἄκρα· καὶ τοῦ ὠτὸς τὸ ἄνω· καὶ ξίφους τὰ ἑκατέρωθεν. ἢ τὰ ἄκρα τῶν ἱματίων
- <πτερυγίζειν>· μηδὲν ἀνύειν. ὅταν γὰρ τὰ μήπω δυνάμενα πέτεσθαι
τῶν ὀρνέων πειράζοντα ἐπιβάλληται καὶ κινῇ τὰς πτέρυγας <πτερυ- γίζειν> λέγεται
- <πτερύγιον>· ἀκρωτήριον, πτέρυξ
- <πτερυξαμένη>· διασείσασα
- <πτερύσσεται>· τὰ πτερὰ τινάσσει, πέτεται
- <πτερ[ε]υγοτύραννος>· ὄρνις ποιὸς ἐν Ἰνδικῇ Ἀλεξάνδρῳ δοθείς
- <πτέρων>·
ἀλλ' ἢ τρίορχος, ἢ πτέρων, ἢ στρουθίας εἶδος ὀρνέου
- <πτερῶν ταρσοῦ>· τῶν πτερῶν
- <πτερωτοῖς>· πετεινοῖς
- <πτερωτός>· ἀναπτερωθείς.
- <πτηνός>· ὁ ἱπτάμενος
- <πτῆξαι>· δειλιᾶσαι
- <πτήξαντα>· τὴν ὄψιν εἰς τοὔδαφος καταβαλόντα.
- <πτῆξεν>· εἰς φόβον ἤγαγεν
- <πτῆναι>· ταχέως ἐνεχθῆναι
- <πτήσσων>· ὑποπίπτων. κρυβόμενος
- <πτῆται>· ταχέως πέτεται
- <πτίλα>· πτερὰ ἁπαλά
- <πτίλος>· ὁ μαδαρός, καὶ λελεπισμένος τοὺς ὀφθαλμούς
- <πτίσαι>· κόψαι
- *<πτίσει>· κόψει
- <πτισάνη>· κυκεών
- <πτίσατε>· ἀποδερματίσατε
- <πτόησις>· δειλία
- <πτοία>· πτυρμός. φόβος
- <πτοίαν ἢ πτοῖον>· [θόρυβος, ἢ ταραχή
- <πτοιώμενον>· πτοιᾶσθαι λέγεται· τὸ παρορμᾶσθαι πρὸς τὰ ἀφρο-
δίσια
- <πτολέμοιο>· πολέμου
- <πτολίεθρον>· πόλιν καὶ πόλις
- <πτόλις>· ναῦγος. ἢ πόλις
- *<πτολεμίξομεν>· πολεμίσωμεν
- *<πτολίεσσι>· πόλεσι
- *<πτόρθος>· κλάδος, βλαστός
- <πτολίπορθος>· πολεμιστής. ἀπὸ τοῦ τὰς πόλεις πορθεῖν
- <πτόρθος>· ὄρπηξ, βλαστός, κλάδος, ἢ ἔκφυσις τοῦ δένδρου, θαλλός
- [<πτόριμον>· ταχύ. φρόνιμον
- <πτορισμός>· φροντισμός]
- <πτύγμα>· κόλπωμα. δίπλωμα
- <πτύελον>· σκεῦος ἐπιτήδειον πρὸς λουτρόν. ἢ πτύσμα
- <πτυκτίον>· [πτυκτίον] βιβλίον
- <πτυκτόν>· πτυσσόμενον. ἢ καμπτόμενον
- <πτύξ>· ἡ πτυχή, ἡ πλέξ(ις)
- <πτύξις>· δίπλωσις. κάμψις
- <πτύον>· θρῖναξ. ξύλον ἐν ᾧ διαχωρίζουσι τὸν σῖτον ἀπὸ τοῦ
ἀχύρου
- <πτυόφιν>· τοῦ πτύου. ἔστι δὲ γεωργικὸν ἐργαλεῖον
- [<πτύοχλον>· ὑπόδημα ἀνδρεῖον]
- <πτύρεται>· κλᾶται. κραδαίνεται. σείεται. φοβεῖται. φρίττει
- <πτυρμός>· φρίκη. καὶ τὰ ὅμοια
- <πτύσσει>· κραδαίνει. ἢ τὰ δόρατα διπλοῖ
- <πτυσσοίμεθα>· κολακεύοιμεν
- <πτυχαί>· στο(λ)αί. περιβολαί
- <πτύχες>· μερίδες. καὶ αἱ τῶν ὀρῶν ἀποκλίσεις. εἰσὶ δὲ αἱ φάραγγες
- <πτῳΐδες>· Νύμφαι
- <πτωκὰς κύπειρος>· παρὰ Σιμμίᾳ ἡ πόα, διὰ τὸ χθαμαλὴ εἶναι
- <πτῶκες>· δειλοί. λαγωοί. δορκάδες. ἔλαφοι. νεβροί
- <πτώματα>· αἱ συῤῥήσεις ἐν τοῖς μετάλλοις
- <πτώξ>· λαγωός. ἀπὸ τοῦ κατεπτηχέναι. ἢ ταπεινόν
- <πτώς(ς)ει>· ἑαυτὸν κατακρύπτει. φοβεῖται, δέδιε
- *<πτωσκαζέμεν[αι]>· κρύπτεσθαι. περικάμπτειν
- <πτώσσοντες>· δειλιῶντες
- <πτωτόν>· τὸ πίπτον
- <πτωχεύειν>· ἐπαιτεῖν, ἀπὸ τοῦ πτώσσειν ἢ ἐπτηχέναι, ἤγουν ταπει-
νοῦσθαι
- <πύαλος>· ἡ ἀσάμινθος. ἢ λάρναξ
- <πυάνιον>· τὸ διὰ τοῦ γάλακτος ῥόφημα. οἱ δὲ πανσπερμίαν ἡψημέ-
νην ἐν γλυκεῖ
- <πύανοι>· κύαμοι. καὶ πᾶν ὄσπριον
- <πυανόψια>· ἑορτὴ Ἀθήνησιν. εἴρηται δέ, παρόσον κυάμων ἐμπίπλαν-
ται. καὶ ἄγεται Πυανεψιῶνος ἑβδόμῃ, ἐπειδὴ ἕψουσιν ἔτνος. οὕτω δὲ κέκληνται ὁ μὴν καὶ ἡ ἑορτή, διὰ τὸ ἀθάραν ἑψεῖν, ἃ καλοῦσι πύανα
- <πῦαρ>· πυτία
- <πυγαῖα>· τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ
τὸ ἱερὸν ὀστοῦν
- [<Πυγανίῃσι>· πυγονίαις. ἔθνος δέ ἐστι πρὸ τῆς Αἰγύπτου μικροφυῶν
ἀνθρώπων]
- <πύγαργος>· εἶδος ἀετοῦ
- <πυγή>· τὸ κάθισμα
- <Πυγμαῖοι>· ἔθνος πρὸ τῆς Αἰγύπτου, τῷ μεγέθει πάνυ μικρόν,
οἷον πηχυαῖον
- <Πυγμαίων>· ὁ Ἄδωνις παρὰ Κυπρίοις
- <πύ[γ]ματος>· ἔσχατος, ὕστατος
- <πυγμή>· γρόνθος. πυκτή. ἤγουν τὸ συγκεκλεῖσθαι τοὺς δακτύλους
- <πυγόνος>· τοῦ πήχεος. ἔστι δὲ ἡ <πυγὼ(ν)> ἀπὸ ὠλεκράνου ἄχρι τοῦ
μικροῦ δακτύλου
- <πυγόριζαι>· οὕτω καλοῦνταί τινες τῶν ῥιζῶν
- <πυγός>· ὁ πῆχυς
- <πυγοσκελίς>· ζῶόν τι. καὶ ὁ βραχύς
- <πυγούσιον>· πηχυαῖον
- <πυγών>· μέτρον τὸ ἀπὸ τοῦ ὠλεκράνου, ὅπερ ἐστὶν ὁ ἀγκών, ἕως ἔξω
τῆς χειρός, ἐπικεκαμμένων τῶν δακτύλων. καὶ σπιθαμή
- <πυδαρίζειν>· τὸ μὴ ἀνέχεσθαί τινος, ἀλλ' ἀποπηδᾶν. χαλεπαίνειν
- <πυέλιον>· πύελος χαλκῆ
- <πυελίς>· σφραγιδοφύλαξ, [σιπύη, ἀρτοθήκη, ἀλευροθήκη.] ἔνθα ἡ ψῆ-
φος ἐν δακτυλίῳ
- <πύελος>· ἐν ᾧ οἱ πυροὶ ἐπλύνοντο. σκάφη. ἐμβατή
- <πυήρ>· ἀναπεπλησμένον
- <Πύθ[ε]ια>· πανήγυρις, καὶ ἑορτὴ Ἑλληνική
- *<πυθέσθαι>· ἀκοῦσαι. ἐρωτῆσαι. γνώσεσθαι
- *<πύθεται>· σήπεται. φθίνει. βρέχεται
- <Πύθιον>· [τὸ ὕδωρ.] Θουκυδίδης
- <Πυθίων ἀνακτόρων>· ἐπὶ τοῦ ἐν Χρ(ύσῃ) ἱεροῦ, ἤγουν Ἀπόλ-
λωνος
- <πυθμέν[α] ἐλαίης>· τὴν ἀρχήν, καὶ τὴν ῥίζαν
- <πυθμένες>· βάσεις αἱ κατὰ τῶν δένδρων
- <πυθμήν>· τὸ ὑποκάτω τῆς λεκάνης, καὶ παντὸς σκεύους. γένεσις, ἀρχή,
ῥίζα. καὶ τῆς μήτρας τὸ ἄνω μέρος. καὶ ἀριθμός τις παρὰ τοῖς γεω- μετρικοῖς
- <Πυθοῖ>· ἐν Πυθῶνι
- <πύθοιτο>· σαπείη
- <πυθόληπτος>· ὑπὸ τοῦ Πυθικοῦ ....
- <πύθομαι>· ἀκούω
- <πυθόμενος>· ἀκούσας. ἐρωτήσας. μαθών
- <πυθομένων>· σηπομένων. τὸ γὰρ <πύος> αἷμά ἐστι κατὰ μεταβολήν
- <πύθου>· ἐρώτησον
- <πύθοντο>· ἤκουον. ἔμαθον
- <πυθοῦ Χελιδόνος>· παροιμιῶδες, διότι ὀδυρτικὸν τὸ ζῶον· θρηνεῖ
γὰρ ἡ χελιδὼν [καὶ ἀηδών]. τὸ δὲ ἀληθὲς ἀπὸ Χελιδόνος τινὸς θεο- λόγου ἢ τερατοσκόπου
- <Πυθώ>· πόλις Φωκίδος
- <Πυθώδ' ὁδός>· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων
- <Πύθων>· ὁ ἐγγαστρίμυθος ἢ ἐγγαστρίμαντις. ἢ Βυζάντιος τὸ γένος
- <πύθων>· δαιμόνιον μαντικόν
- <πύϊον>· τὸ γάλα
- <πύκα>· ἐπιμελῶς·
πύκα δ' ἔτρεφε καί· πύκα ποητοῖο τοῦ ἐπιμελῶς κατεσκευασμένου. καί· πυκινὸν λέχος τὸ ἐπιμελείας ἠξιωμένον, διὰ τὸ ἐκ πολλῶν ἱματίων εἶναι
- <πύκαζε>· κάλυπτε. στεφάνου. πύκνου
- <πυκάζουσι>· καλύπτουσι. στεφανοῦσι. πυκνοῦσι. κρύπτουσι. φυλάς-
σουσι. σκέπουσι, περιβάλλουσι, στεγάζουσι. σκιάζουσι
- <πύκα ποιητοῖο>· ἐπιμελῶς κατεσκευασμένου
- <πυκασάντων>· καλυψάντων
- <πυκασμός>· δασύτης γεννήματος
- <πύκ' ἐβάλλετο>· πυκνῶς ἐβάλλετο
- <πυκιμήδεος>· συνετῆς. ἢ ἐπιμελοῦς κατὰ τὸ ποιῆσαι
- <πυκ(ι)νήν>· συνετήν. στεγνήν, ἰσχυράν, συνεχῆ
- <πυκινοῖσι>· συνεχέσι. καὶ τὰ ὅμοια
- *<πυκινὸν δ[ὲ]' ἄχ[θ]ος>· πυκνὴ λύπη
- <πυκινόν>· συνετόν. συνεχῆ. (<πυκινὸν) λέχος>· διὰ τὸ ἐκ πολλῶν
ἱματίων τὰ στρώματα συντίθεσθαι
- <πυκινόφρων>· πολύφρων, σώφρων
- <πυκνά>· συχνά. συνετά. πολλά
- <πυκνὰ[ι] πτερά>· ......
- .......· τὸ ἐν Ἀθήναις δικαστήριον, τὴν πύκνα Ἴων
- <πυκναίοις>· πολλοῖς
- <πυκνὰ ῥωγαλέην>· πυκνὰς ῥαγάδας ἔχουσαν
- <πυκνῶς>· συνεχῶς, συχνῶς
- <πύκτας>· γρόνθους. ἀγωνιστάς
- <πύκτης>· πολέμιος. ἀνένδοτος
- <πύλα>· πύλαι
- <πυλαγόροι>· οἱ προεστῶτες τῆς πυλαίας. <πυλαία> δέ ἐστι ἡ εἰς Πύ-
λας, τὰς Θερμοπύλας, γινομένη σύνοδος τῶν Ἀμφικτυόνων
- <πύλαι>· Ἀριστοφάνης Τελμισσεῦσιν ἀπὸ τῶν θυτῶν λέγει· ἐκεῖνοι γὰρ
ἐπισκέπτονται τὰς ἐκτροπὰς τοῦ ἥπατος καὶ τὰς φλέβας. διὸ καὶ τὰς ὁδοὺς <πύλας> λέγουσι. (ὁ) ποιητὴς γὰρ οὐδέποτε <πύλην> ἑνικῶς λέγει, ἀλλὰ πληθυντικῶς, θύραν μέντοι καὶ θύρας λέγει· θυράων ὑψηλάων
- <πυλαιαστάς>· τοὺς ψεύστας. Ῥόδιοι
- <πυλαιΐδεες>· αἱ ἐν κάλλει κρινόμεναι τῶν γυναικῶν καὶ νικῶσαι
- <πυλαίμα[ρ]χος>· πολέμαρχος. [καὶ ὄνομα κύριον
- *<πύλαι οὐρανοῦ>· τὰ νέφη
- <πύλαρα>· τὰ στελέχη
- <πυλάρταο>· τῇ πύλῃ προσηρτημένου
- <πυλάρταο κρατεροῖο>· τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος, ἢ ἡρ-
μοσμένας ἔχοντος. λέγει δὲ ἐπὶ τοῦ ᾅδου. πυλωροῦ ἰσχυροῦ
- <πυλάτιδες ἀγοραί>· ὅπου συνίασιν οἱ Ἀμφικτύονες εἰς τὴν λεγο-
μένην Πυλαίαν ἐν τῇ πανηγύρει
- <πυλαυρός>· πυλωρός
- <πυλαωρούς>· τοὺς πύλας φυλάσσοντας. τινὲς δὲ κλέπτας
- *<Πύλος>· πόλις
- *<πύλη>· θύρα
- <πυλεῶν(α)>· στέφανον
- *<πυλευρόν>· πυλωρόν
- <πυληγόροι>· τελῶναι. καὶ οἱ τῶν πανηγύρεων ἐπιμεληταί
- <Πυλήνη>· πόλις Αἰτωλίας
- <πύλιγγες>· αἱ ἐν τῇ ἕδρᾳ τρίχες. καὶ ἴουλοι, βόστρυχοι, κ[α]ίκιννοι
- <πυλλεῖ>· θραύει. λέγει, διαβοᾷ. θρυλλεῖ
- <πύλῳ>· ἀντὶ τοῦ πύλῃ τῇ τοῦ ᾅδου
- <πυλωλάκτας>· κακῶν μεστούς
- <πυλών>· στέφανος
- <πυλωρός>· ὁ πυθμὴν τῆς κοιλίας
- <πυμάτοις>· ἐσχάτοις
- <πύματον>· ἔσχατον, τελευταῖον
- <πύνδαξ>· πυθμήν
- <πυνθάνομαι>· ἀκούω
- <πυνθανόμην>· ἤκουον
- <πυν[ν]ιάζειν>· περαίνειν [ὡς ἀῤῥαίνειν]
- *<πυνικούς>· τοὺς ἑφθοὺς ἐρεβίνθους, καὶ φακούς
- <Πύννα>· ἡ Ἥρα
- <πυ[ν]νός>· ὁ πρωκτός
- *<πύννους>· κυάμους ἑφθούς
- <πύξ>· πυγμή. γρόνθος
- <πυξί[δ]α>· δίπτυχα
- <πύξινον>· χρῶμά τι ἱματίου
- *<πύξ>· ἱμαντωμένην κλίνην
- <πυόν>· γάλα τὸ πρῶτον, ὃ πήγνυται ἑψόμενον
- <πυππάζουσι>· φωνῇ ποιᾷ χρῶνται
- <πύππαξ>· τὸ νῦν βόμβαξ λεγόμενον <πύππαξ> ἔλεγον, ὡς Λυκόφρων
ᾠήθη. οὐκ ἔστι δέ. τὸ μὲν γὰρ <βόμβαξ> τίθεται καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐπὶ γέλωτος, τὸ δὲ <πύππαξ> οὐχί
- <πῦρ>· πυρετός
- <πυράγρα>· καρκίνος
- <πυράγρη ἢ πυράγρα>· χαλκευτικὸν ἐργαλεῖον, καρκίνος, πάγουρος
- <πυραί>· πυρκαϊαί
- [<πύραινος>· (ὁ) πῦρ ἐναυόμενος. λέγεται δὲ καὶ τὸ ἀγγεῖον, ἐν ᾧ
φέρεται καὶ τὸ πῦρ, οὕτω]
- *<πυῤῥάκης>· ξανθός
- <πυρακτῶν>· ἐμπυρεύων
- <πυραμίδες>· πυρ(αμ)οειδεῖς λαμπάδες
- (*)<πυραμοῦντα>· τὴν πυραμίδα
- <πυραμίδες>· οἰκοδομήματα γεωμετρικά, ἐπὶ τὰ κάτω κατερχόμενα
- <Πύραμος>· ποταμὸς Κιλικίας. ἄλλοι δὲ χόρτον οὕτω καλοῦσι
- <πυραμοῦς>· εἶδος πλακοῦντος, ἐκ πυρῶν πεφρυγμένων καὶ μέλιτι ἀνα-
δεδευμένων
- <πυρὰ μυῖα>· ἡ μέλισσα
- <Πύρασος>· πόλις
- <πύραυνον>· εἰς ὃ ἂν πῦρ ἐναύηται, δᾳδίον, ἢ βόλβιτον, ἢ τοιοῦτόν
τι. οἱ δὲ τὴν θέρμαυστριν
- <πυργηδόν>· κατὰ τάξιν τείχους
- *<πυράγηρα>· τὰ θωράκια
- <πυργήρης>· μετέωρος ὡς πύργος. καὶ ἐν Φρουροῖς· <πυργείαν>
<(ς)κοπήν>
- <πυργηρούμεθα>· ἐντὸς ἐσμὲν τῶν πύργων, οὐ τολμῶμεν ἐξιέναι.
γράφεται δὲ <πυργιούμεθα>
- <πυργηροῦμεν>· φυλάττομεν τὰ τείχη
- <πυργηρούμενον>· τὰ τείχη φυλάττον
- <πυργίον>· μέρος τριήρους
- <Πυργῖται>· οἱ Κρῆτες
- <πυργῖτις>· βοτάνη
- *<πυργοβάρεις>· οἱ προμαχῶνες
- <πύργος>· προμαχεών. τεῖχος·
ἀλλ' ἐπὶ πύργον ἔβη καὶ τάξ[ε]ις ἐν τετραγώνῳ ὁπλιτῶν· ἔστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών καὶ πολεμιστήριον ὄργανον
- <πυργοῦται>· ὑψοῦται
- <πυργοῦχος>· μέρος τι τῆς νεώς
- <πύργων ἔρυον>· ἐπὶ τοὺς πύργους εἷλκον
- <πύργωσις>· μέρος τι τῆς νεώς
- <πύρδαλον>· ὀψοποιεῖον, ὀπτανεῖον. καὶ τὸ καύσιμον φρύγανον, ἢ ξύ-
λον. ἢ μαγειρεῖον. ἢ λείψανον. οἱ δὲ <πύρδανον>
- <πύρδανα>· τὰ λείψανα. καὶ τὰ ζώπυρα τοῦ πυρός
- <πυρέας>· πυρπολητάς, ἐμπυρ[ι]οῦντας τὴν πόλιν. ἀπὸ τῆς <πυρεύς>
εὐθείας
- <πυρεῖον>· ἀγγεῖον κεράμιον εἰς πυρὸς ἔνθεσιν
- <πυρένεσι>· ἅρμασι
- <πῦρ ἐπὶ πῦρ>· παροιμία, ἧς μέμνηται Πλάτων. καὶ <κακὸν> ἐπὶ
κακῷ>
- <πυρετός>· φλογισμός, καῦμα. τὸ δὲ σῶμα πῦρ λέγει
- <πυρῆνες>· τὰ ἐντὸς τῶν ἐλαιῶν ὀστᾶ
- <πυριατόν>· τὸ ἑφθὸν πυρί, ὃ γίνεται ἐκ τοῦ πρώτου γάλακτος
- <πυριαττός>· συνετός
- *<πυρινίζειν>
- <πυριβρεμέτας· ὁ χαλινός>· Τιμαχίδας δὲ ἤτοι ὁ πυρὶ βρέμων, ἢ
διὰ πυρὸς βρέμοντος γεγονώς
- <πυρίεφθα>· τὸ πρῶτον γάλα[τος]
- <πυριηκέα>· πῦρ ἔχοντα, πεπυρωμένον, πυρίνην τὴν ἀκμὴν καὶ τὸ
ἄκρον ἔχον(τα) [ἔχουσαν]
- <πυρίκαυστος>· πεπυρωμένος
- <πυρὶ κηλέῳ>· διαυγεῖ. τινὲς καυστικῷ, ἰσχυρῷ
- <πυρικρόταφος>· ὁ μετὰ πυρὸς κεκροτημένος σίδηρος
- <πυρίμαχος>· ὁ ἐν τῇ ἀνίκητος. καὶ λίθος ἀπὸ τοῦ συμβεβηκότος <πυ-
ρίμαχος>
- [<πυρίον>· τὸ σα(θ)ρόν. ἢ θυμιατήριον]
- <πυρισμαράγοις>· τοῖς ἀπὸ πυρὸς ἠχοῦσιν
- <πυρῖτις>· λίθος, ἀφ' οὗ πῦρ τίκτεται
- <Πυριφλεγέθων>· ποταμὸς ἐν ᾅδου
- <πυρκαϊά>· ἐμπυρισμός
- <πυρκόοι>· ὑπὸ Δελφῶν ἱερεῖς δι' ἐμπύρων μαντευόμενοι
- <πύρνα>· τρύφη. κλάσματα. σιτία
- *<πυρίη>· ὅσαι τῆς μάζης συμπιέζουσι τῇ χειρὶ εἰς τὸ στόμα λαμ-
βάνουσαι
- <πύρνηται>· ἐσθίηται
- <πύρνοι>· ζειαὶ κνηστώδεις. ἢ ὁ κατειργασμένος σῖτος. ἄλλοι χόρτος,
ἄλλοι μαγίδα. καὶ οὐδετέρως (τ)ὰ πύρνα· ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι
- <πύρνος>· ψωμός
- <πυροδαύσιον>· μαγειρεῖον
- <πυρόεντι>· θερμῷ
- <πυροί>· πύρινοι κεκινημένοι
- *<πυρὸς αὐγή>· ὁ καταυγαζόμενος καὶ καταφωτιζόμενος τόπος ὑπὸ
πυρός
- *<πυρὸς δηΐοιο>· ὑπὸ τοῦ πυρὸς τοῦ πολεμικοῦ
- *<πυρός>· σῖτος
- *<πυρὸς μειλισσέμεν>· καὶ πυρὸς τὰ κεχαρισμένα ποιεῖν, τουτέστι
θάπτειν
- *<πυρὸς μένος>· πῦρ, περιφραστικῶς. ἤγουν πυρὸς δύναμις
- *<πυρὸς ἄνθος>· τὸ λαμπρότατον
- *<πυρὸς δέμας>· ὀξέως καὶ ἰσχυρῶς
- <πυρολαμπίς>· ζῶον πτηνόν, ἐν σκότει λάμπον
- <πυροφόροιο>· σιτοφόρου
- <πυρπαλάμης· πυρπαλάμους> ἔλεγον τοὺς διὰ τάχους τι μηχα-
νᾶσθαι δυναμένους, καὶ τοὺς ποικίλους τὸ ἦθος
- <πυρπολεῖ>· ἅπτει, καίει, πυρσεύει
- <πυρπολέοντας>· πυρπολουμένους, ἢ περὶ τὴν πυρὰν ἀναστρεφο-
μένους
- <πυρπολούμενος>· ἐμπυριζόμενος, παρὰ τὸ πολ[εμ]εῖν ἐν αὐτῷ τὸ
πῦρ
- <πυρπερέγχει>· Κρατῖνος ἀπὸ (δι)θυράμβου ἐν Βουκόλοις ἀρξάμενος,
ἐπειδὴ χορὸν οὐκ ἔλαβεν παρὰ τοῦ ἄρχοντος. ἔστιν οὗ ἠτήρει
- <Πυῤῥαία>· λόφος ἐν Δωτίῳ. οἱ δὲ Πυῤῥαίαν εἶναι μοῖραν τῆς Θεσσα-
λίας λέγουσιν, ἀπὸ Πύῤῥας τῆς Δε(υ)καλ[λ]ίωνος, ὥς φησι Σουΐδας. δοκοῦσι δὲ εἰς ταύτην καταφυγεῖν οἱ διαφεύγοντες τῶν Κενταύρων
- <Πυῤῥαίη>· Θέτιδος ἐπώνυμον
- <πυῤῥαλίς>· ὄρνις ποιός
- <Πύῤῥακος>· ἥρως κατ' Ἐρυσίχθον(α) γεγονώς
- <Πυῤῥιάδαι>· οὕτως ἐκαλοῦντο οἱ νῦν Μολοσσοὶ ἀπὸ Πύῤῥου τοῦ
Ἠπειρώτου
- <πυῤῥίας>· τῶν ὄφεών τις ἀπὸ χρώματος
- <πυῤῥίχα>· χλαμύς, ἢ πελτάριον
- <πυῤῥίχας>· τὰς ἐνόπλους ὀρχήσεις
- <πυῤῥιχίζειν>· τὴν ἐνόπλιον ὄρχησιν καὶ σύντονον <πυῤῥίχην> ἔλε-
γον· οἱ μὲν ἀπὸ Πυῤῥίχου τοῦ Κρητός· οἱ δὲ ἀπὸ τοῦ διάπυρον εἶ- ναι· οἱ δὲ ἀπὸ Πύῤῥου τοῦ Ἀχιλλέως. ἐφησθέντα γὰρ τῷ Εὐρυπύλου φόνῳ ὀρχήσασθαί φησιν Ἀρχίλοχος· ὅθεν καὶ ὁ <πυῤῥίχιος ποὺς> ὠνομάσθη
- <Πύῤῥων[ος]>· κύριον ὄνομα, ἢ κυνός
- <πυρσαῖς γένυσι(ν)>· ταῖς ξανθαῖς θριξί
- <Πυρσανίδες>· οὕτω Νύμφαι καλοῦνται
- <πυρσεύει>· δᾳδουχεῖ, λάμπει, ἐξάπτει, ἅπτει πῦρ
- <πυρσοί>· λαμπάδες καιόμεναι, λαμπτῆρες, φρυκτωρία
- <πυρσοκόρσου λέοντος>· πυῤῥοκεφάλου, ξανθοτρίχου
- <πυρσολεῖφοι ἢ πυρσόλειφθοι>· ὑπὸ πυρὸς μεμαδισμένοι καὶ
πεφλ..σμένοι
- <πυρσός>· λαμπάς. ἢ τὰ διὰ πυρὸς σημεῖα
- <πυρσοφόρος>· ἀγγεῖον εὐμέγεθες, εἰς ὃ ξύλα ἐτίθεσαν πεπυρωμένα.
ἢ ὁ τὸ πῦρ φέρων ἀπὸ τοῦ πρώτου βωμοῦ ἐπὶ τὰ ὅρια, καὶ φυλάτ- των μὴ ἀποσβεσθῇ. σημαίνει δὲ τὴν λαμπαδηφόρον
- <πυρσῷ>· πυρί
- <πυρφόρος>· ὁ πῦρ φέρων. καὶ ὁ μόνος διασωθεὶς ἐν πολέμῳ
- <πυρώλοφοι>· ἱμάντες οἱ παρ' ὀπτηθεισῶν βυρσῶν τεμνόμενοι
- <πύρωσις>· δοκιμασία
- <πυσάνια>· πανσπερμία ἑφθή
- <πύσει>· σήψει
- <πύσμα>· ἐρώτησις. πεῦσις
- <πύσσαχος>· ξύλον καμπύλον τοῖς μόσχοις περὶ τοὺς μυκτῆρας τιθέμε-
νον (ὃ) κωλύει θηλάζειν
- <πύστις>· ἐρώτησις. πεῦσις. ἀγγελία. ἀκοή. πειθώ
- <πυτά>· Λάκωνες τὰ ἐρυθρὰ ἱμάτια
- <πυτία>· οἷον πήττουσα, παρὰ τὸ πήττειν, ἐν ᾗ τὸ γάλα πήγνυται
- *<πίτυλος>· ἡ συστροφὴ τῆς χειρός, ὅταν πυκνῶς ἐπιφέρηται. δηλοῖ δὲ
καὶ τὴν εἰρεσίαν, καὶ τὴν τῶν πυκτῶν ἑκατέρας χειρὸς συνέχειαν
- <πυτίνη πλεκτή, λάγυνος>· οἶνον. ἔπλεκον δὲ ταύτας ὡς ἐπὶ τὸ
πολὺ οἱ δεσμῶται, καὶ σπυρίδας, καὶ τὰ τοιαῦτα. ἢ ἡ ἀμίς. [ἢ κνῆ- κος ὁ τὸν τυρὸν πηγνύων
- <πῶ>· ποῦ. ὅθεν. ὁπόθεν. Δωριεῖς
- <πώγων>· γένειον. ἄλλοι τὴν ἀναφορὰν τῆς <φλογός>
- <πώεα>· βοσκήματα, ποίμνια. πληθυντικῶς
- <πωλεῖται>· συνεχῶς ἐπὶ τὸν αὐτὸν τόπον παραγίνεται. τὸ δὲ καθ'
ἡμᾶς πωλεῖσθαι <περνᾶσθαι> λέγουσι
- <πωλέσκετο>· ἀνεστρέφετο. εὑρίσκετο
- <πωλεύειν>· παιδεύειν πώλους
- <πωλεύμενοι>· συνιόντες
- <πωλής[ς]εαι>· φοιτήσεις, παραγενήσῃ, ἀναστρέψεις
- <πωληταί>· οὗτοι ἐπώλουν τὰ ἐνεχυρισθέντα· ἀρχή τις
- <πωλία>· χαλκοῦν πῆγμά τι. φέρει δὲ ἐπὶ τῶν ὤμων τὰς τῶν Λευκιπ-
πίδων πώλους. δύο δὲ εἶναι παρθένους φασίν
- <πωλικοῖς διώγμασι>· τοῖς διὰ τῶν ἁρμάτων διώγμασι
- <πωλοδαμ(ν)εῖν>· πῶλον δαμάζειν
- <πωλοδάμνης>· πώλους δαμάζων
- <πῶλος>· ἑταίρα. <πώλους> γὰρ αὐτὰς ἔλεγον, οἷον Ἀφροδίτης. <πώλους>
τοὺς νέους, καὶ τὰς νέας, καὶ παρθένους
- <πωλούμενοι>· συνερχόμενοι
- [<πωλοεῖσθε>· ἐπιμελῶς ὁ πολλάκις φοιτᾶν]
- <πῶμα>· ἔκπωμα
- <πώμαλα>· ἀντὶ τοῦ οὔ, οὐ μάλα, οὐδαμῶς. καὶ πόθεν, ὅπερ ἐστὶν πά-
λιν οὐδαμῶς
- <πῶ μοι>· ποῦ μοι. οἷον ποῦ γάρ
- <πῶννα>· γραφίον. [λύπη]
- <πῶπαι>· φοραί. Δωριεῖς
- [<πωπολία>· ἡ ἀναφορὰ τοῦ <πυρός>]
- <πωρεῖν>· κηδεύειν, πενθεῖν
- <πωρῆσαι>· λυπῆσαι. καὶ τὰ ὅμοια
- <πωρητύς>· ταλαιπωρία, πένθος
- <πώρινον>· λίθινον. ὁ δὲ <πῶ(ρο)ς> οὐ πᾶς λίθος
- <πῶρος>· ὁ ταλαίπωρος
- <πώρωσις>· ἐξ ὀστέων σύμφυσις καὶ σύνδεσμος λέγει τόδε ἐπὶ σαρκῶν
πώρως καὶ ἀναισθησία
- <πῶς>· πός. ὑπὸ Δωριέων
- [<πωσαχῶς>· ποσαπλῶς]
- *<πῶς τ' ἄρ'>· πῶς δέ
- *<πῶς τ' ἄρτοι>· πῶς δή σοι
- *<πῶς κεν ἔοι>· πῶς ἂν γένοιτο
- [<πωτᾶσθαι>· πέτασθαι]
- [<πωτώμεναι>· διατρίβουσαι. διακινοῦσαι]
- *<πωτῶνται>· πέτωνται
- *<πῶϋ>· ποίμνιον, ἢ ποίμνη
- <πῶϋξ>· ποιὸς ὄρνις. ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ζώων