Eις την εαυτού βίβλον
Εμφάνιση
Eἰς τὴν ἑαυτοῦ βίβλον Συγγραφέας: Λουκιανός |
Λουκιανὸς τάδ’ ἔγραψα, παλαιά τε μωρά τε εἰδώς·
μωρὰ γὰρ ἀνθρώποις καὶ τὰ δοκοῦντα σοφά.
Οὐδὲν ἐν ἀνθρώποισι διακριδόν ἐστι νόημα·
ἀλλ’ ὃ σὺ θαυμάζεις, τοῦθ’ ἑτέροισι γέλως.