Μετάβαση στο περιεχόμενο

Γλώσσαι/Χ

Από Βικιθήκη
(Ανακατεύθυνση από Ἡσυχίου Χ)
Γλώσσαι
Συγγραφέας:
Χ


<Χαβόν>
καμπύλον. στενόν
<χαβῶνες>
στέατα ὀπτώμενα ἀπὸ ἀλεύρου
<χαδέειν>
χωρῆσαι
<χάδεν>
ἐχώρησεν
<χάζει>
πρ(ος)δεῖται. χαλᾶται
<χάζειν>
ἀναχωρεῖν. φυλάσσεσθαι
<χάζεο τῆλε>
ἀναχώρει μακράν
<χάζεσθαι>
ὑποχωρεῖν
<χάζεται>
ἀναχωρεῖ
<χάζετο>
ἀνεχώρει
<χαζόμενον>
ἀναχωροῦντα
<χάἱα>
ἀγαθή
<χαίνας>
στέαρ
<χαίνει>
ἀνοίγει τὸ στόμα
<χάἱος>
ἀγαθός
<χαίρετε>
θαῤῥεῖτε
<χαίρειν>
ἐῤῥῶσθαι. <τὸ χαίρειν> ταῖς ἐπιστολαῖς προσετίθεσαν. ἔστι δὲ καὶ ἀπαλλασσομένων προσαγόρευσις
<χαίρειν θ' ἐᾶσαι>
καταφρονεῖν
<χαίρειν>
φράσαντες. ἀποταξάμενοι ......
<χαιρέτω ληρῶν>
ἐρυθριάτω ......
<χαιρηδόνα>
τὴν χαράν
<χαιροσύνη>
χαρά
<χαιρωθῆναι>
ἐκπλαγῆναι
<χαῖται>
αἱ κεχυμέναι τρίχες
<χαιτήεντος>
κομήτου
<χαίτη>
ἡ ἐπὶ τοῦ τραχήλου θρίξ
<χαλαβεῖν>
φοβεῖν, θορυβεῖν
*<χαλᾷ>
χαλάσσει, καὶ πόδαι
[<χαλάδες>
τὰ ἔντερα. ἢ λιθώδεις
<χαλάδος>
λιθώδης. ἐξέντερος]
<χάλανδρον>
κράββατον
<χάλαζα>
σημεῖον θυτικόν. καὶ πάθος περὶ τὰς σῦς
*<χαλεπαίνει>
δυσχεραίνει, ἀγανακτεῖ
<χαλαίρυπος>
ὁ τῶν πλυνομένων ἱματίων ῥύπος
<χαλαρὰ ἅλυσις>
........
<Χαλάμβριοι ἵπποι>
ἀπὸ τόπου τῆς Λιβύης
<χαλαργούς>
........ τὰ ἄκρα τῶν ποδῶν (ἢ) τῶν ὀνύχων, οἷον πο- δαργούς, ἢ ταχύποδας
<χαλαρῶν>
ὡραίων
<Χαλαστραίων συῶν>
[πόλις τῆς Μακεδονίας καὶ λίμνη ἔνθα τὸ Χαλαστραῖον νίτρον γεγένηται
<Χαλδαῖοι>
γένος μάγων πάντα γινωσκόντων
<χαλεπὰ τὰ καλά>
....... Σόλωνα ταῦτα πυθόμενον εἰπεῖν· <χαλεπὰ τὰ καλά>· καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. Ἔνιοι δὲ τὸ χαλεπὸν ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου. ἀδύνατον οὖν ἐστιν ἐφ' ἅπαντι ἀγαθὸν εἶναι
<χαλεπήνας>
ἀγανακτήσας
<χαλεπόν>
δύσεργον, σκληρόν, δεινόν
<χαλεπήνῃ>
εἰς χαλεπότητα ἀγάγῃ
<χαλέπ(τ)ει>
ἐρεθίζει. ἀπειλεῖ. φοβεῖ. ἀγανακτεῖ. κακίζει. βλάπτει. εἰς χαλεπότητα ἄγει
<χαλεπτύς>
χαλεπότης
<χαλεπῶς>
δυσκόλως
[<χαλέσιν>
ὄνυξι]
<χαλεψάμενος>
χολωθείς
[<χαλέρυπον>
τὸ ῥύμ(μ)α τὸ ἀπὸ τοῦ νίτρου γενόμενον, ὅ τινες <νί- τρωμα> λέγουσι]
<χαλία>
ἡσυχία
<χαλίδιον>
πινάκιον
<χάλικες>
οἱ εἰς τὰς οἰκοδομὰς μικροὶ λίθοι
<χαλίκρατον>
εὔκρατον, ἄκρατον
<χάλιμα>
φαρμακός
<χαλιμάδες>
ἀναίσχυντοι καὶ θρασεῖαι
<χάλις>
ὁ ἄκρατος οἶνος. καὶ ὁ μεμηνὼς καὶ κεχαλασμένος τὰς φρένας
<χαλιστόν>
σκαιόν. ἢ ἀγαθὸν καὶ δίκαιον
<χαλίφρονας>
παράφρονας, μαινομένας· βέλτιον δὲ τὰς καταφερεῖς καὶ κεχαλασμένας πρὸς συνουσίαν ὑφ' ἡδονῆς
<χαλιφροσύνη>
ἡ τῆς ψυχῆς ἄνεσις
<χαλίφρων>
κεχαλασμένας ἔχων τὰς φρένας, ἤγουν ἀσύνετος
<χάλκεα>
τὰ ὅπλα συνήθως καὶ τὰ ἐκ σιδήρου
<χάλκεα ἐπίσωτρα>
τὰ ἔξωθεν τῶν τροχῶν οἱ κανθοί
<χαλκεγχέων>
πολεμιστῶν
<χαλκεῖα>
ὑπομνήματα τῆς τῶν τεχνῶν εὑρέσεως
<χαλκεομήστορος>
ἰσχυρόφρονος
[<χαλκεοπίσσωτρα>
ὁμοίως]
<χάλκεον>
ὀχυρόν. σκληρόν. ἄλλοι <ὕπνον> [ἢ]· θάνατον
<χάλκεος>
ἰσχυρός
<χάλκεος κέραμος>
εἱρκτή. πίθος. καὶ ὄρος
<χαλκεόφωνον>
ἰσχυρόφωνον
<χαλκεύς>
πᾶς τεχνίτης, καὶ ὁ ἀργυροκόπος, καὶ ὁ χρυσοχόος
<χαλκεῶνα>
......
<χάλκιον>
ἐν ᾧ τοὺς κοττάβους ἐποιοῦντο
<χάλκη>
πορφύρα
<Χαλκηδών>
πόλις
<χαλκῆ μυῖα>
εἶδός τι μυίας
<χαλκήρεα>
χαλκῷ ἀρηρότα
<χαλκήρεας>
χαλκῷ ἡρμοσμένους
<χαλκήρη>
χαλκῷ ἡρμοσμένα
<χαλκόστομα>
χαλκία κύμβαλα
<Χαλκίδαι>
γένος
<χαλκιδεύς>
δειλός
[<Χαλκιδική>
Σκυθική. τὰ μέταλλα τοῦ σιδήρου ἐκεῖ πρῶτον εὑρε- θέντα]
<χαλκιδίζειν>
ἀπὸ τῶν κατ' Εὔβοιαν Χαλκιδέων. τίθεται δὲ καὶ ἐπὶ τῶν παιδεραστούντων, ἐπεὶ ἐπλεόναζον παρ' αὐτοῖς οἱ παιδικοὶ ἔρωτες
<Χαλκιδικὸν δίωγμα>
διότι εἰς Χαλκίδα ἐγένετο ἡ ἐκδίωξις
<χαλκιδικὸς λειμών>
οἱ μὲν τὴν Κυκλωπίαν κώμην. οἱ δὲ Κυκλωπι.. λίμνη
<χαλκιδίκων>
χαλκίς, ὁ ἰχθῦς
<Χαλκιδικός>
εἶδος ἀλεκτρυόνος
<Χαλκίναος>
Χαλκίοικος
<χαλκίνδα>
τὸ εἰς χαλκὸν κυβεύειν
<χαλκίον>
τὸ χαλκοῦν
<χαλκίον μακρόν>
τὴν ἐλαιηρὰν ἐπίχυσιν
<χαλκίς>
εἶδος ὀρνέου, καὶ ἰχθύος. καὶ πόλις τῆς Βοιωτίας
<χαλκοβάρεια>
ἰσχυρά, ἡ ἐκ τοῦ χαλκοῦ βαρεῖα
<χαλκοβαρής>
ὁ ἐκ τοῦ σιδήρου βαρούμενος
<χαλκοβατές>
τὸ ἰσχυρῶς βεβηκός
<χαλκόβατον>
ἰσχυρῶς βεβηκότα
<χαλκογλώχινος>
χαλκὴν ἐπιδορατίδα ἐχούσης
*<Χαλκηδάνη>
ταύτης ἱερὸν ἐν Σπάρτῃ
<χαλκοδεσμωτήρ>
χαλκόδερμος, ἐπεὶ ὥπλιστο. λέγεται δὲ καὶ <χαλκο- δεσμήτωρ>
<χαλκοκορυσταί>
χαλκῷ καθωπλισμένοι
<χαλκοκνήμιδες>
οἷς σιδηραῖ ἧσαν, ἢ χαλκαῖ αἱ κνῆμαι
<χαλκοκορυστήν>
χαλκῷ ὡπλισμένον
<χαλκοκράς>
τὸ χαλκόκρατον νόμισμα
<χαλκόκροτος>
ἡ Ῥέα διὰ τὰ κύμβαλα
<χαλκολογεῖ>
νουμία συλλέγει[ν]
<χαλκό(ν .....) λόφον ἱππιοχαίτην>
τὸ ἐπανάστημα τῆς περικε- φαλαίας, ἣ ἐξ ἱππείων τριχῶν κεκόσμητο ....
<χαλκός>
ὁ σίδηρος. καὶ νόμος ἀκίνητος
<χαλκοπαρείη>
χαλκᾶς παρειὰς ἐχούσης
<χαλκόποδας>
ἰσχυρόποδας
<χαλκοῦν πινάκιον>
Ἀθηναῖοι εἶχον ἕκαστος πινάκιον πύξινον ἐπι- γεγραμμένον τὸ ὄνομα [τοῦ] αὐτοῦ καὶ τοῦ δήμου πατρόθεν
*<χαλκοτύπους>
χαλκοπλήκτους
<χαλκοῦς>
τοῦτο ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου ἔλεγον
<χαλκοχιτώνων>
χαλκοθωράκων, ἢ ἰσχυροθωράκων
<χαλκώδοντας στόλους>
χαλκοῦς ὀδόντας ἔχοντας. <Ὀδόντας> δὲ ἔλεγον τὰ ἔμβολα, ἅ τινες ἐμβόλια
<χαλκώνητος>
ἠγορασμένος
<χαλκωτῆρα>
κέραμός τις
<Χάλυβοι>
ἔθνος τῆς Σκυθίας, ὅπου σίδηρος γίνεται
<Χαλυβδική>
τῆς Σκυθίας, ὅπου σιδήρου μέταλλα
<Χαλυβώνιος>
εἶδος οἴνου ἀπὸ τόπου τινὸς τῆς Συρίας
[<χαλυνέοντα>
λύραις]
[<χαλοπὴ κιθάρα>
ἀπὸ γὰρ ὀστράκων χελώνης ἡ κιθάρα γίνεται]
<χαλῶσα>
χάσκουσα
<χαμα(ι)δύται>
κοχλίαι
*<χαμᾶζε>
χαμαί, χαμάδες
*<χαμάδις>
τὰ αὐτά
*<χαμά[ι]δις χέει[ν]>
χαμαὶ καταβάλλει[ν]
<χαμαιευνάδες>
οἱ σύες ἀπὸ τοῦ παρακολουθοῦντος αὐτοῖς. πολλὰ γὰρ τῶν ἄλλων τετραπόδων ὀρθὰ κοιμᾶται καὶ ἑστῶτα. Ἀπίων δὲ ὅτι βόθρους ὀρύσσουσι. ἢ χαμαικοιτοῦντες
[<χαμῶνας>
στέαρ, ἢ τὰ ἐκ στέατος τικτόμενα]
<χαμαίζηλα>
ταπεινά, γήϊνα
<χαμαίζηλοι>
εὐτελεῖς
<χαμαιλέων>
ζῶον ὠοτόκον καὶ πεζόν
<χαμαιπετεῖ>
ταπεινῷ, ἢ χαμαὶ κειμένῳ
<χαμαιπετῶς>
ὥστε [μὴ] εἰς τοὔδαφος ῥῖψαι
<χαμαιρεπῶς>
χαμαιζήλως, ἢ εἰς τὰ γήϊα ῥέπων
<χαμαιτύπη>
πόρνη ἄδοξος
<χαμαιτυπιῶν>
τῶν πολυκοίνων συνουσιῶν, ἤτοι πορνείων
<χαμερπής>
γεωργός, ὁ ἐν τῇ γῇ κοιμώμενος
<χαμεταιρίς>
ἡ πόρνη
<χάμευνα>
ταπεινά
<χαμευνεῖ>
χαμαικοιτεῖ
<χαμεύνη>
στιβάς, καὶ ἡ ταπεινὴ κλινίς. καὶ <χαμεύνης>· ὁ χαμαὶ κοι- μώμενος
<χαμεύνιον>
κλινίδιον πενιχρόν
<χαμηλόν>
χαμαίζηλον
<χαμόθεν>
ἐκ τῶν χαμαί
<χαμόκοιτος>
ὁ εἰς τὴν γῆν κοιμώμενος
<χαμόν>
καμπύλον
<χανά>
κόσμησις
<χαναβίς>
ἄλης
[<χάναι>
ἀνοῖξαι στόμα]
*<Χαναάμ>
σάλος
<χανακές>
ἐπιεικές
<χανάκτιον>
τὸ μωρόν. Δωριεῖς
<χαμᾶσθαι>
χασμᾶσθαι
<χανδάνειν>
χωρεῖν, δέχεσθαι
<χανδόν>
πολύ[ν], καὶ ὅσον δυνατόν, καὶ ἀθρόως, ἀπὸ τοῦ κεχηνέναι πλατύ
<χανδὸν πιεῖν>
κεχηνότως καὶ ἀθρόως πιεῖν ὅλῳ στόματι
<χανεῖ>
φυλάσσει. ἀνοίγει. ἀπαγγελεῖ
<χανητός>
τὸ ἐπὶ τὴν ἅμαξαν ἐπιτιθέμενον πλέγμα
<χάνοι>
χάσμα ποιήσαι
<χάνοι εὐρεῖα χθών>
εὐρὺ χάσμα ποιήσειεν ἡ γῆ
<χά(ν)οιμι>
εἴποιμι
<χάνος>
στόμα
<χανών>
ἀνοίγων στόμα
<χανύειν>
βοᾶν
<χανύσσει>
βία καλεῖ
<χάος>
χώρησις. καὶ τὸ κενὸν ἀπὸ τοῦ κεχύσθαι. ἢ σκότος
<χαρά>
ἡδονή, ἀγαλλίασις, εὐφροσύνη
<χαράβδη>
λύμη σίτου
<χαράδρα>
χείμαῤῥος ποταμός. κατάγει δὲ οὗτος παντοῖα ἐν τῷ ῥεύ- ματι, καὶ κατασύρει
<χαράδραι>
αἱ χαράξεις τοῦ ἐδάφους. καὶ οἱ κοῖλοι τόποι ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων
<χαραδριός>
εἶδος ὀρνέου
<χάρακες>
τάφροι. καὶ ἀκανθώδη φυτά. καὶ οἱ κάλαμοι
<χαρακίαι>
οἱ ἐν τοῖς χάραξι διατρίβοντες
<χαράκια>
ὑποστηρίγματα
<χαρακίζειν>
σπαίρειν. μετεωρίζειν. διαιρεῖν
*<χαρακτηρίζει>
σημαίνει τοὺς χαρακτῆρας
*<χαρακτηριστικόν>
σημεῖον δηλοῦν τοὺς χαρακτῆρας
*<χαρακτήρ>
ὁμοίωσις
<χαρακίας>
τιθύμαλλος
<χαραμός>
ἡ τῆς γῆς διάστασις, οἷον χηραμός
*<χάρακα>
χαράκωμα, περίφραγμα
<χάραξ>
φραγμός, ὀξέσι ξύλοις, οἱ δὲ καλάμοις, οἱ δὲ σταυροῖς (ἐχό- μενος)
<χάραξ τὴν ἄμπελον>
παροιμία, ὅταν ὑπὸ τοῦ σωζομένου τὸ σῶζον ἀπατηθῇ
<χαράξαι>
κόψαι. κοιλᾶναι. τυπῶσαι
<χαρή>
χαρά
<χαρείη>
τερφθείη
<χαρία>
βουνός
<Χαρίδαι>
γένος ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κραναοῦ
<χαρίεν>
καλόν, ἀγαθόν, ἀστεῖον, ὡραῖον
<χαρίεντα>
καλά, κεχαριτωμένα
<χαρίζεσθαι>
τὸ δρᾶν τὰ κεχαρισμένα
*<χαρίεια>
φίλτρα
[<χάριξον>
ἐπισκεύασον]
<χάρις>
δωρεά. χαρά. καὶ θῦμα ἐκ τριῶν ποπάνων συγκείμενον. τινὲς δὲ πλακούντων εἴδη, καὶ <ἀρτοχάριτας> καλεῖσθαι. καὶ ἀμοιβὴ κατὰ εὐεργεσίαν
*<χάρισμα>
δῶρον
<χαριστήρια>
χαρίεντα δῶρα
<χαρίσιον>
εἶδος πλακούντων. οἱ δὲ ἄρτον ἀπὸ τῶν λειμμάτων
<χαρίσασθαι>
παρασχεῖν. λέγονται γὰρ χώρας γυναῖκες χαρίζεσθαι πρὸς συνουσίαν αὐτοῖς ἐκδιδοῦσαι .....
<χάρμα>
ἡδονή, χαρά
<χάρματος>
χαρᾶς
<χάρμη>
ἡ μετὰ χαρᾶς μάχη
<χάρμης>
μάχης
*<χαρά>
ὀργή, ἢ ὀργίλος
<χαρμονή>
χαρά. συλλογή
<χαρμόσυνα>
ἑορταὶ Ἀθήνησι. καὶ <χαρμόσυνα
χαρμοσύνη>
ὀνομασία
<Χαρμόφρων>
ὁ Ἑρμῆς
[<χαρόνη>
χαρῖνος ἄμπελος]
<χαροπός>
περιχαρής. γλαυκός. ξανθός. φοβερός
<χαρτός>
χαρᾶς ἄξιος. ἢ βακτηρία
<χάρυβδις>
χάσμα θαλάσσης. ἢ καταιγίς
<χάρυβδις ὠμόβροτος>
ἡ ἀναπινομένη θάλασσα
<χάρων>
ὁ λέων, ἀπὸ τῆς χαροπότητος
*<χαροπόν>
ξανθόν. γλαυκόν. φοβερόν. περιχαρῆ[ν]
<Χαρών(ε)ιον>
θύρα μία τοῦ νομοφυλακίου, δι' ἧς οἱ κατάδικοι τὴν ἐπὶ θανάτῳ ἐξήγοντο
*<χαρά>
ὀργίλον, ἢ ὀργή
*<χάσις>
διάκρισις, χώρησις
<χάσιος>
ἀγαθός, χρηστός
<χάσκοντες>
ἀνοίγοντες
<χασκωρεῖν>
περιβλέπειν
<χάσμα>
στόμα ἢ σχίσμα γῆς
<χάσμα θηρός>
ὄψις θηρός. [ἢ θαλάσσης πρόσωπον
<χασμᾶται>
ἀνοίγεται
<χασσάμενος>
ἀναχωρήσας
<χάσσασθαι>
ἀναχωρῆσαι, χωρῆσαι
<χάσσεται>
χωρήσει, ἀναχωρήσει
<Χαστιᾶ>
τὸν ἀπὸ δήμου. Χαστιεῖς γὰρ δῆμος
<Χαστιεῖς>
ὄνομα δήμου
<χαστηρίᾳ>
τῇ ἀνειργούσῃ
*<χατέ(ων)>
χρείαν ἔχων
<χατέοντα>
δεόμενον, χρῄζοντα
<χατέοντί περ>
καίπερ χρῄζοντι
<χατεύει>
χατίζει. ἐπιθυμεῖ
<χατεύουσα>
χρῄζουσα, δεομένη
<χᾶτις>
ἐπιθυμία. χρῆσις
<χαυλιόδοντα>
τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς ὀδόντας ἔξω τῶν ἄλλων ὀδόντων καὶ τοῦ στόματος. οἱ δὲ ἀμφόδοντας
<χαυλίξυν>
ἀλαζόνα
<χαυνάκων>
χαυνοποιῶν, οἱ δὲ χαυνολόγων
<χαυνιάζει>
πλανᾷ
<χαυνῶσαι>
τὸ φυσῆσαι
*<χαυνῶνες>
ἄρτοι ἐλαίῳ ἀναφυραθέντες
<χεδροπά>
ὄσπριον τι. οἱ δὲ πανσπερμίαν
<χέδροψ>
πᾶν ὄσπριον. σπέρμα
<χει>
ἐπὶ τῶν χ[ε]ιλ(ι)ῶν δραχμῶν τοῦτο ἐχάραττον
<χειά>
ἡ κατάδυσις τῶν ὄφεων καὶ δρακόντων
<χειαί>
ὁμοίως
<χειδροπῶν>
ὀσπρίων
<χειλεύει στρατόν>
σιτοδοτεῖ στρατόν, τρέφει
*<χείλει ἄκρῳ>
......
<χειλαί>
αἱ συμπτώσεις τῶν βλεφάρων
<χειλιοστύες>
αἱ φυλαί
<χειλός>
τροφή, βρῶσις. χόρτος, καὶ πᾶν ἄλλο χόρτασμα
<χειλοῦται>
μεγαλύνεται, αὔξεται
<χειλοῦσθαι>
παχύνεσθαι. σιτίζεσθαι
<χειλῶνες>
τῶν ἀλεκτρυόνων τινές
<χεῖμα[ν]>
χειμῶνα
<χειμάδα>
ἱμάτιον χειμερινόν
<χειμάδιον>
εἰς τὸ χειμάζειν
<χειμάμυνα>
ἣν Ὅμηρος <ἀλεξάνεμον> λέγει
<χειμάῤῥοι>
[οἱ ἐν τῷ χειμῶνι γενόμενοι ἔριφοι.] καὶ οἱ ποταμοί, καὶ ῥύακες
<χειμάς>
χειμών
<χειμασία>
ζάλη. ταραχή
<χείμαστρον>
χειμερινὸν ἱμάτιον
[<χείμεθλον>
τὸ ἐν χειμῶνι γενόμενον ἕλκος]
<χειμέρας>
χειμερινάς
<χειμεριοῦντας>
διαχειμάσοντας
<χειμεῶ>
ῥιγῶ χειωσάμενος
<χειμήβοτος>
χειμερινὴ ὥρα
<χειμών>
ἡ ὥρα. καὶ κίνδυνος. ταραχή. ζάλη. διωγμός
<χειμῶντα>
ῥιγοῦντα
<χείρ>
ἡ δράξ. καὶ τὸ μέλος. καὶ μέρος
[<χειράδες>
αἱ μετὰ λίθων καὶ ὅπλων βολαί
<χειραδίαι>
τῶν χειμάῤῥων αἱ λιθώδεις ἀθροίσεις]
<χ[ε]ιράδας>
τὰς ἐν τοῖς ποσὶ ῥαγάδας. ἔνιοι δὲ φῷδας
<χεῖρε>
τὰς χεῖρας, δυϊκῶς
<χειραγωγῶ>
τῇ χειρὶ ἄγω
<χείριον>
ὑποχείριον, τιθασόν
<χειρίζειν>
διοικεῖν
<χείριον>
ὑποχείριον, χειροήθη
*<χεμβρῶν>
ζυγή. ἡ ἑταιρεία
<χείριος>
χρήσιμος. ὑποχείριος
*<χειρίων>
ἐλάττων, χείρων
<χείριστα>
δεινά, κάκιστα
<χειροβοσκόν>
τὸν διὰ χειρῶν ζῶντα
<χειροβρῶτι δεσμῷ>
τοῖς πυκτικοῖς ἱμᾶσι, διὰ τὸ τὰς σάρκας δια- κόπτειν καὶ ἀναλίσκειν
<χειροβλήματα>
δράγματα· οἱ δὲ <χειρόβλητα>
<χειρογάστορες>
οἱ διὰ τῶν χειρῶν ζῶντες
<Χειρογονία>
ἡ Περσεφόνη
<χειρόγραφον>
συμβόλαιον. γραμματεῖον
<χειρόδοτον>
ἀχρημάτιστον δάνειον
<χειροέρκτης>
χειρουργός
<χειροήθεις>
πρᾶοι, ἥμεροι
<χειρόηθες>
πρᾶον, ἥμερον
*<χειροθετεῖ>
χεῖρας ἐπιτίθησι
<χειρόκμητα>
χειροποίητα, ἤγουν ὑπὸ χειρῶν γεγενημένα
<χειρομάντεις>
οἱ ἀπὸ χερῶν μαντευόμενοι
*<χειρόμακτρον [ἢ χειρόμαστρον]>
μανδήλιον
<χεῖρον>
κάκιστον. ἔλαττον
<χείρονα>
ὅμοια
[<χειρονάκτας>
χειροτέχνας]
<χειρονόμος>
ὀρχηστής
<χείρονος>
ἐλάττονος
<χειροπόνια>
ἑορτή, ἐν ᾗ τεχνῖται θύουσιν
<χειροπόδες>
ῥαγοπόδες
<χειροτέρη>
ἐλάττων
<χειρότερον>
χείρονα
<χειροτονεῖν>
καθιστᾶν. ψηφίζειν
<χειροτονία>
ἐκλογή .....
<χειρουργεῖ>
χερσὶν ἐργάζεται
<Χείρων>
Κρόνου καὶ Φιλύρας υἱός
<χειρωνάκτας>
χειροτέχνας
<χειρῶναξ λεώς>
ὁ χειροτέχνης
<χειρωσάμενοι>
καταγωνισάμενοι
<χειρώσασθαι>
ὑποτάξαι. φονεῦσαι
<χειρωτόν>
εὐάλωτον. καταγωνίσασθαι
[<χειτών>
ἔνδυμα, περιβόλαιον]
<χείσεται>
χωρήσει
<χελεῦ χελώνη
χελεύς>
κιθάρα
<χελεάρ>
χελιδών. χελιδονίας. καὶ ἰχθῦς ποιός
*<χελιδών>
τὸ κοῖλον τῆς ὁπλῆς τῶν ἵππων. καὶ τοῦ ἀνθρώπου τὸ ἄνωθεν τοῦ ἀγκῶνος τὸ κατὰ τὰς καμπάς
<χελιδονισταί>
οἱ τῇ χελιδόνι ἀγείροντες
<χελιδόνος δίκην>
τοὺς βαρβάρους χελιδόσιν ἀπεικάζουσι διὰ τὴν ἀσύνθετον λαλιάν
<χελιδόνων φάρμακον>
<χελιδόνων μουσεῖον>
ὡς βάρβαρα καὶ ἀσύνετα ποιούντων τῶν τρα- γικῶν
<χελιδόνεως>
εἶδος ἰσχάδων
<χέλ.ιον>
τὸ ἀπωστρακωμένον τῆς χελώνης δέρμα χέλυος νῶτος ὀστρα- κώδης
<χελούειν>
βήσσειν. καὶ <χελούσειν> ὁμοίως
<χέλους>
μουσικὸν ὄργανον
(*)<χελλών>
ἰχθῦς ποιός
<χέλυν>
[χεῖλος. καὶ] μέρος τῶν ἱερείων
<χελῦναι>
χῆλαι
<χέλυν ἔν τ' ἀλύροις .....
χέλυς> ἡ κιθάρα· ἀπὸ γὰρ ὀστράκου χελώνης κιθάρα γίνεται
<χελυνέων>
χημῶν
<χελύνη>
τὰ χείλη. ἄλλοι τὴν κιθάραν. καὶ τὴν χελώνην. καὶ λύραν. καὶ ὄργανον πολεμιστήριον
<χελυνάζειν>
χλευάζειν
<χελύνιον>
χελώνιον
<χέλυς>
χελώνη. λύρα. μηχάνημα
<χέλυσμα>
τὸ προσηλούμενον τῇ τρόπει ξύλον, ἕνεκα τοῦ μὴ πονεῖν τὰ ξύλα ἐν τῷ καθέλκεσθαι τὰ πλοῖα
<χελύσσεται>
βήσσει
<χελώνη>
τὸ ὑποπόδιον. καὶ (νόμισμα) Πελοποννησιακόν. καὶ ἡ τρόπις τῆς νεὼς διὰ τὸ ἐπικαμπές
<χελωνίας>
ἡ ποικίλη κανθαρίς
<χελωνίδος>
οὐδὸς τῆς θύρας τῆς σκηνῆς
<χελωνός>
τὴν θαλασσίαν χελώνην οὕτω λέγουσί τινες, ὣς τὴν ἀράχνην ἄραχνον
<χελωνοφάγοι>
ἀετοί τινες
<χεννίον>
ὀρνιθάριόν τι κατ' Αἴγυπτον ταριχευόμενον. καὶ εἶδος ἰχθύος
[<χέραβος>
χάσμα γῆς]
[<χεράδες>
αἱ τῶν χειμάῤῥων ποταμῶν λιθώδεις ἀθροίσεις]
<χέραδος>
ἡ μετ' ὀστράκων καὶ λίθων ὕλη
[<χεράς>
τὸ ἀπὸ θαλάσσης καὶ ποταμῶν λιθῶδες. ἢ ὁ σωρὸς τῶν λίθων]
[<χερδαμός>
λίθος πληρῶν τὴν χεῖρα]
<χερεῖον>
χείρονα. ἐλάττονα. χεῖρον
<χέρηϊ>
χείρονι, ἥττονι, ἢ ἥσσονι
<χέρμα>
ποίημα. χάλιξ
[<χερμάδιος>
χειροπλήθης λίθος. καὶ ὁ ἀκροβολισμός]
<χερμαδίῳ>
χειροπλήθει λίθῳ
[<χερμάδος>
λίθος πληρῶν χεῖρα]
<χερμάς>
λίθος χειροπλήθης, ὃν τῇ χειρὶ βαστάσαι καὶ ἀνελέσθαι δύ- ναταί τις
<χερματιστής>
λίθος χειροπλήθης. καὶ δίσκος βακχεῖος
<χερνής>
πένης. λάτρις, χειροτέχνης, ὁ ἀπὸ χειρῶν ζῶν χειρόβιος ... <χερνήτης· χέρνα> γὰρ ἡ πενία
<χερνῆτις>
ἡ ἀπὸ χειρῶν ζῶσα, πενιχρά, χήρα
<χέρνιβα>
τὸ ἐπιχεόμενον ταῖς χερσὶν ὕδωρ
<χερνιβ(ε)ῖον>
[τὸ ἁγνισθῆναι δι' ὕδατος ἔχοντος κριθὰς καὶ ἅλας
<χέρνιβος>
τοῦ προχεομένου ὕδατος
<χερνιψάμενος>
τὰς χεῖρας νιψάμενος
<χέῤῥον[α]>
τὴν χέρσον γῆν. Λάκωνες
<χεῤῥονησία γῆ>
ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν
<χερσεύει>
Σοφοκλῆς Ἴωνι· <κείμενος μὲν βουστάδας αὐλὰς> ἐπὶ χέρσου ἢ διὰ χειρῶν ἔχει, ἢ οὕτως ἐμβατεύει
<χερσεία>
ἐρημία
<χερσόνησος>
γῆ εἰς θάλασσαν ἐκνεύουσα, ἡ μήτε χέρσος, μήτε θά- λασσα .....
<χέρσος>
ἡ ἔρημος γῆ καὶ τραχεῖα, καὶ πᾶσα γῆ ἄκαρπος καὶ ἀνέρ-
γαστος
<χερσωθήσονται>
ἐρημωθήσονται
<χερωίς>
εἶδος δρυός
<χεῦαι>
ἐπιχέαι, καταχῶσαι ἐπὶ τῶν τελευτώντων
<χευάμεναι>
περιβαλόμεναι
<χεύει>
ῥεῖ
<χεῦμα>
ῥεῦμα, ὕδωρ
<χεύμασι>
[προχόη. [ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν]
<χεύωσι>
χ[ε]ύσωσι, χώσωσιν
[<χῆ>
ἔθος. ἀπορία
<χηΐωνος>
οἶκος]
<χηλᾶς>
ῥάπτης, πλέκτης ἢ τροφεύς
<χηλεύει>
ῥάπτει, πλέκει
<χηλευ[μα]τὰ κράνη>
τὰ ῥαπτά, χηλὰς ἔχοντα ποιάς
<χηλή>
ὁπλή, ὄνυξ βοός. γνάθος
(*)<χηλεύσεις>
πλέξεις. <Χηλεύματα> γὰρ ἐλέγοντο οἷον ὀπήτια, οἷς πλέκουσιν ἢ ῥάπτουσιν
<χήλινον>
πλεκτόν
<χηλοδευσεῖν>
ἀδολεσχεῖν. οἱ δὲ τρίβειν
<χηλός>
κιβωτός
<χηλῶι[ος]>
ὅμοιον
<χήλωμα>
γλυφίς
[<χηλώνη>
μηχανὴ πολέμου]
<χηλώτια>
αἱ ῥαφίδες τῶν δικτυοπλόκων
<χήμη>
χάσμη. χηραμ[β]ίς. λεία
<χην(ά)λοπες>
ὄρνεα ποιά. ὅπερ ἔνιοι <χηναλώπεκες
χῆνα ὀμνύειν>
ἔθος ἦν τὸ κατὰ τῶν τοιούτων ὀμνύειν τοῖς παλαιοῖς
<χήνημα>
καταμώκημα
<χηνῆσαι>
καταμωκήσασθαι
<χηνοβοσία>
χηνοβοσκία
<χηνύστρα>
αὐτὴν τὴν χάσμην. καὶ τὸ στραγγεύεσθαι
<χηνυστρᾶσθαι>
χα(ς)μᾶσθαι
<χηνυστ(ρ)εῖς>
βοᾷς, κέκραγας. ἐνίοτε στραγ(γ)εύῃ
<χήπτη>
ἐν σπάνει καὶ χρείᾳ ἐστίν
<χήρ>
ἐχῖνος
<χήρα>
ἡ μετὰ γάμον μὴ συνοικοῦσα ἀνδρί, ἡ τὸν ἄνδρα στερηθεῖσα γυνή
<χῆραι>
αἱ μὴ ἔχουσαι ἄνδρας
<χηράμβη[ς]>
χηρῶν οἴκημα
<χηραμοί>
οἱ φωλεοὶ τῶν θηρίων, καὶ αἱ καταδύσεις, σπήλαια, καὶ πέτραι κοῖλαι
*<χῆροι>
ἄνδρες μὴ ἔχοντες γυναῖκας
<χηραμύδες>
τὰ κοῖλα καὶ ἔχοντα κενώματα
<χήρατο>
ἐχάρη
<χηρεύει>
ἐνδεής ἐστιν, ἢ ἔρημος
<χηρήϊον οἶκον>
παρὰ Ἀντιμάχῳ τὸν ἄτεκνον
<χῆρον>
τὸν ὀρφανόν. ἢ ἐστερημένον, ἢ ἔρημον, καὶ χρείαν ἔχων τινός
<χηροπτάζουσα>
διὰ χειρὸς ἔχουσα
[<χηροσταί>
οἱ μακρόθεν κατὰ γένος, προσήκοντες δέ, καὶ οἱ χηρεύον- τος τοῦ οἴκου τῶν ἀγχιστέων κληρονομούντων ......]
<χηρῶσαι>
ἐρημῶσαι
<χήρωσας>
χήραν (ε)ἴασας
<χήρωσε>
ἔξανδρον ἐποίησεν
<χηρωσταί>
οἱ μακρόθεν συγγενεῖς
<χήτεϊ>
στερήσει, ἐνδείᾳ, σπάνει
*<χήτει ἐνευναίων>
ἐνδείᾳ τῶν ἐγκοιμησομένων ἤτοι περιβολαίων
<χητεία>
χ[η]ρεία
<χῆτος>
ἔνδεια, στέρησις
<χθαμαλός>
ταπεινός. ἴσος, ὁμαλός. κοῖλος
<χθαμαλώτερος>
κατὰ σύγκρισιν
<χθές>
χθιζόν, ἐχθές
<χθεσιφωνῶν>
κακολογῶν
<χθιζά>
τὰ χθὲς καὶ πρώην
<χθιζά (τε) καὶ πρωϊζά>
χθὲς καὶ πρωΐ
<χθιζοί>
χθεσινοί
<χθιζός>
χθεσινός
<χθόα>
σῶμα
[<χ[θ]όϊνος> καὶ <χθόνιος>
γήϊνος, ἐπίγειος]
*<Χθόνιος Ζεύς>
ὁ Ἅιδης
<χθόνια>
ὑπόγεια. κεκρυμμένα. βαρέα. φοβερά. μεγάλα
*<χθονίην>
νεκρικεν
(*)<χθόνια λουτρά>
τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκόμιζον γὰρ ἐπὶ τοὺς τάφους λουτρά
<χθονήρεις>
χθονίους
<χθονίαν λώβαν>
ἀντὶ τοῦ μεγάλην ὕβριν, καὶ τὴν χθονὸς λώβην
<χθόνιον>
μέγα
<χθονίους Ἰναχίδας>
αὐτόχθονας καὶ οὐκ ἐπήλυδας
<χθονίων>
ἐπιγείων
<χθονόπαιδα Ὥραν>
καθ' ὃ ἐκ Γῆς αἱ Ὧραι τὰ φυόμενα, ὡς Ἡμέρα Ἡλίου, καθ' ἱστορίαν
<χθονός>
γῆς
<χθών>
ἡ γῆ ἀπὸ τῆς χύσεως
<χιάζειν (καὶ) σιφνιάζειν>
......
<χῖαι>
ὑποδήματος ἀνδρείου εἶδο[υ]ς
[<χιαρόν>
χλιαρόν, θερμόν]
<χιαστὶ τίλλειν>
ὡς τῶν Χίων κατεαγότων καὶ παρατιλλομένων
[<χιδά>
φρικτή]
<χιδαλέον>
τυφλόν. ἄγαμον. πεφρικός
<χίδαδον>
τὸ παιδίον
<χίδαι>
ἀντὶ τοῦ Κρῆτες
<χιδᾶν>
χ(ε)ιμάζεσθαι. δειλιᾶν
*<χίδρα>
στάχυες νεογενεῖς. ἢ τὰ ἐξ ὀσπρίων ἄλευρα. ἢ σῖτος νέος φ(ρ)υττόμενος. ἢ τὰ ὀσπριώδη σπέρματα
<χίδρυ>
ὄνομα δειλόν
*<χίδρων>
νέων καρπῶν. καὶ θερμῶν
<χιλ[α]άγρα>
ζωύφιόν τι
<χιλίαρχος>
χιλίων ἄρχων
<χιλιοστή>
τέλος ἀπὸ τῆς θυσίας
<χιλός>
ἡ τροφή. καὶ <χιλὸν> τὸ αὐτό. καὶ χόρτος τῶν βοσκημάτων. [καὶ τοῦτο ζήτει εἰς τὸ χιλωθῆναι χιλίας]
[<χεῖ>]
[<χειλεύει>]
<χιλοῦσθαι>
παχύνεσθαι. σιτίζεσθαι
<χιλ(.)ωθῆναι>
χιλίας δραχμὰς ζημιωθῆναι
<χιλωτήρ>
τὸ τοῖς ὑποζυγίοις ἀπὸ κορυφῆς ἐξαρτώμενον, ἐν ᾧ ἡ τροφή
[<χιμαδίῳ>
....... χειμῶνος
<χιμάζειν>
τὸν χειμῶνα διάγειν
<χιμάζω>
παραχειμάζω]
<Χίμαιρα>
τρίμορφον θηρίον, ὃ πρόσθεν μὲν λέων, μέσον δὲ χίμαιρα, ὄπισθεν δὲ δράκων. φασὶν δὲ ἐν Λυκίᾳ γίνεσθαι ὡς κεφαλὴν μὲν λέοντος ἔμπροσθεν, καὶ ἀπὸ στόματος πῦρ ἀποπέμπον, ὄπισθεν δὲ δράκοντος ἔχον κεφαλήν
<χιμᾶν>
ῥιγοῦν
<Χιμαρίδαι>
γένος τι Ἀθήνησιν
<χίμαροι>
αἶγες χειμέριαι, ἢ τράγοι, ἢ ἔριφοι. [ῥύακες, ποταμοὶ ἐξ ὄμβρων]
<χίμετλον>
τὸ ἐν χειμῶνι γενόμενον ἕλκος ὑπὸ ψύχους
[<χειμαίῤῥαν>
αἶγαν ἀγρίαν]
<Χίοις>
τὰ ἀγαθὰ εὔχεσθαι Ἀθήνησιν ἱστορεῖ τὸν κήρυκα
<χιονέα>
λευκά[ν]. ἢ φωτώδη
<χιονίζει>
λευκαίνει
<Χῖον [ὁ] ἐκ Λακαίνης>
ἐκ κύλικος Λακαίνης οἶνον
<χιονολόφον>
τὸ ἀποταμῆναι τῆς κεφαλῆς τὸ μέσον
<χίραι>
αἱ ἐν ταῖς πτέρναις ῥαγάδες
<χιραλέους>
τοὺς πόδας κατειργασμένους
<χιτών>
ἐσθής, θώραξ, ἱμάτιον ἀνδρικόν
[<χιωνοθήσονται>
λευκανθήσονται. λαμπρυνθήσονται]
<χλαβόν>
εὐτραφές
<χλαῖνα>
χλανίς, ἢ ἱμάτιον χειμερινόν, ἀπὸ τοῦ <χλιαίνειν>, ὅ ἐστι θερμαίνειν
*<χλανίαι>
περιβολαί
*<χλανίτιδες>
αἱ ὅρμοι παρθένων
<χλαμυρίς>
πόα, ὁ κυρίως βρόμος
<χλαμύς>
πορφύρα ἢ χιτών
*<χλαμός>
χλαῖνα
*<χλαμυραί>
τρυφῶσαι. γρυπῶσαι
<χλανίδες>
λεπτὰ ἱμάτια
<χλανίδιον>
ἱμάτιον λεπτόν
<χλάνος>
τὸ περὶ τοὺς τραχήλους δάσος
<χλαρόν>
κόχλαξ
<χλαρά>
ψαιστὰ ἐν ἐλαίῳ
<χλαρόν>
ῥυπαρόν. λεπτόν. τρυχαλέον. ὠχρόν
<χλαρόν>
ἐλαιηρὸς κώθων
<χλεμερόν>
χλιαρόν. θερμόν
<χλεμύρα>
χλοανθοῦντα
*<χλεαίεται>
θερμαίνεται
<χλευάζει>
ἐμπαίζει, γελᾷ
*<χλεύη>
γέλως
<χλευασμός>
ἐμπαιγμός
<χλευδόν>
χύδην. σωρηδόν. πληθύοντα
<χλῆδος>
ὁ σωρὸς τῶν λίθων
*<χλήδης>
σπάδων, θλαδίας, εὐνοῦχος
<χλιδᾷ>
φρίκη, ῥῖγος. τρυφᾷ
<χλιδαί>
ἀγλαΐσματα, τρυφαί
<χλιδανή>
τρυφηλή
<χλιδανόν>
τρυφερὸν ὁμοίως
<χλιδή>
τρυφή. ἱμάτιον χειμερινόν
<χλιδός>
σακκοπάθνιον
<χλίδωνες>
κόσμος ὃν αἱ γυναῖκες περὶ τοῖς βραχίοσιν εἰώθασι φορεῖν καὶ τοὺς τραχήλους
<χλιδωνό[ς]πουν>
χλίδωνας περὶ τοὺς πόδας ἔχοντα[ς], τουτέστι περισκελίδας
<χλιδώσαις>
τρυφώσαις
<χλίει>
θρύπτει
<χλιερόν>
τὸ ἔνθερμον
<χλιήνας>
χλιάνας
<χλιοῦται>
σχίζεται
<χλόα>
βοτάνη
<χλοάζει>
ἀνθηρός ἐστιν, ἀνθηρεύεται
<χλοάζεσθαι>
γαστρίζεσθαι
<χλοανθεῖν>
χλωρὸν ἀνθεῖν
[<χλοάνοις>
τοῖς κοιλώμασιν, ἐν οἷς ἀναχεῖται τὰ χωνευόμενα]
<χλοάσουσι>
βλαστήσουσιν
<χλόδη>
ἔκλυσις καὶ μαλακία
<χλοερόν>
χλωρόν. χεαρόν. ὠχρόν. νέον. ἁπαλόν
<χλόη>
βοτάνη. φύλλα
<χλοιά>
ἑορτὴ ἀπὸ τῶν κάλπων
<χλοιδᾶν>
διέλκεσθαι καὶ τρυφᾶν
<χλοιδέσκουσαι>
γαστρίζουσαι
<χλοιδῶσι>
θρύπτονται
<χλόος>
χλωρίασις, ὠχρότης
<χλοσσός>
ἰχθῦς ὑπὸ Ἰώνων
<χλουνάζειν>
κινύρεσθαι
<χλοῦναι>
λωποδύται, οἱ τῇ χλόῃ εὐναζόμενοι
<χλούνην>
τὸν τῇ χλόῃ εὐναζόμενον
<χλουνός>
χρυσός
<χλοῦς>
ὠχρότης
<χλωραί>
συκαῖ
*<χλωρός>
τυρός
<χλωρεύς>
ὀρνιθάριον χλωρόν
<χλωρηῒς ἀηδών>
ἤτοι ἀπὸ τοῦ χρώματος ἡ χλωρά. ἢ διὰ τὸ ἐπὶ χλωρῶν καθέζεσθαι δένδρων. ἢ ἀπὸ Χλωρίδος τὸ γένος ἔχουσα
<χλωροί>
οἱ φάσηλοι. μήποτε δὲ <ὦχροι> γραπτέον
<χλωροκυρτίδες>
εἶδος καρίδων
<χλωρόν>
ὑγρόν. δεινόν, χαλεπόν
<χλωρὸν δέος>
τὸ χλωροποιόν. τοιοῦτος γὰρ ὁ φόβος, χλωριάσεως ποιητικός
<χλωρόν τε καὶ βλέπον(τα)>
ἀντὶ τοῦ ζῶντα
<χλωρὸν τυρόν>
ἁπαλόν
<χλωρός>
ὠχρός
<χλωρῷ πέδῳ>
νεαρῷ
[<χμαίνει>
ἱμείρει]
[<χλιάσαι>
φονεῦσαι]
<χναύει>
λαμβάνει. κνίζει
<χναύεται>
περικνίζεται. λαμβάνει
<χναῦμα>
τὸ βρῶμα
<χναύματα>
τὰ βρώματα. καὶ τὰ τῶν κρεῶν ἀπανθρακίσματα
<χναύων>
περικνίζων. περιτίλλων
[<χνεμύρεται>
κισύρεται]
*<χνισμός>
νῆστις
<χνιαρωτέρα>
χνοω(δες)τέρα
<χνίει>
ψακάζει. θρύττει
<χνόαι>
αἱ χοινικίδες, αἱ τοῦ ἄξονος σύριγγες
<χνόην>
τὸν τῶν ποδῶν ψόφον
<χνόο(ς)>
ὁ χνοῦ(ς) τοῦ γεν(ε)ιᾶν ἀρξαμένου
<χνόος>
ξυσμός. ψόφος, φθόγγος
<χνοῦς>
τὰ λεπτὰ τῶν ἀχύρων
<χοᾶ>
χοῦν. μέτρον ὑγρῶν
<χοαί[ξ]>
θυσίαι. καὶ τὸ μελίκρατον. καὶ ἔλαιον
<χοανεῦσαι>
χωνεῦσαι
<χοάνη>
χώνη, τύπος, εἰς ὃν μεταχεῖται τὸ χωνευόμενον
<χοάνοις>
τοῖς φυσητῆρσι, ταῖς χώναις, καὶ κοιλώμασιν, εἰς ἃ ἐγχεῖται τὸ χωνευόμενον, ἢ τοῖς πηλίνοις τύποις
<χοάρβηνα>
τὰ γράμματα
<χοάς>
τὰς σπονδὰς τῶν νεκρῶν
<χοᾶσθαι>
καυχᾶσθαι
<χοάς[ς]ομαι>
ἐπίξομαι
<Χοάσπης>
ποταμὸς Ἰνδίας
<χοδιτεύειν>
ἀποπατεῖν
<χόδανον>
τὴν ἕδραν
<χόες>
χῶναι
<χοΐ>
χώματι
[<χόϊνον>
ποτήριον χαλκοῦν]
<χοΐας>
τὸ ἀθροῖσθαι
<χοϊκός>
πήλινος, γήϊνος
<χοίνικες>
αἱ βαθεῖαι πέδαι. καὶ αἱ ἀπὸ μέρους τροφαί
<χοινίκη>
τοῦ τροχοῦ ἐν ᾧ στρέφεται ὁ ἄξων
<χοῖνιξ>
μέτρον τι. καὶ πέδη. καὶ νάρθηξ
<χοιράδες>
αἱ ἐγκείμεναι πέτραι. καὶ πάθος τι δεινόν
<χοιρίημα>
τὸ χοιρίδιον
<χοιρῖναι>
αἱ θαλάσσιαι ψῆφοι
<χοιρογρύλλιον>
ὁ ἐχῖνος
<χοιροκομεῖον>
λεπτόν τι πλεκτὸν ὡς ὀρνι(θ)οτροφεῖον
*<χοῖροι>
ὁμοίως. ἢ καὶ αὐτὰ τὰ ζῶα οἱ χοῖροι
<χοῖρος>
χοιρόσακα, μηχάνημά τι οὕτως ἐκαλεῖτο
<χοιροσφάγος>
θύτης
<χοιροτροφεῖον>
περίζωμα γυναικεῖον. καὶ συφεόν
<χοιροφόρημα>
χοιρίδιον
<χολάδες>
τὰ ἔντερα ἀπὸ τοῦ κεχαλάσθαι
<χολαδία>
τὸ σχολάζειν
[<χολάοντα>
ἀνθοῦντα]
<Χολαργῆς>
δῆμος φυλῆς Ἀκαμαντίδος
<Χολάς>
ἑορτὴ Διονύσου
<χολέρα>
ἔκ(κ)ρισις κάτωθεν διὰ γαστρός, καὶ ἄνωθεν διὰ στόματος, ἐμετός
[<χολεσέμεν>
ὀργισθησόμεθα]
<χολέρα>
σωλήν, δι' οὗ τὸ ὕδωρ ἀπὸ τῶν κεράμων φ(έρ)εται ἐξακον- τιζόμενον
<χολή>
μανία πικρά
<χόλικες>
αἱ παχύταται κοιλίαι. οἱ δὲ τὰ τῆς κοιλίας γράμματα
<χόλιξι>
κοιλίαις
<χολόβαφα>
τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα
<χολοβάφι(ν)ον>
τοῦτο λέγεται ἅμα μέν, ὅτι τὰ φαῦλα βαφέντα χολῇ βάπτεται, ἅμα δὲ τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα
<χολόεν>
πικρόν, χολοποιόν
<χόλος>
ὀργή. ἐπιμονή. καὶ ἡ τῆς χολῆς διάθεσις
<χολοῦται>
πικραίνεται, θυμοῦται
<χολωθείς>
ὀργισθείς, εἰς χόλον ἀχθείς
<χονδράς>
χορδάς
<χονδρίον>
πίναξ. κέραμος
<χονδρεύει>
σεμίδαλιν ποιεῖ
<χονδρίλη>
ἄγριόν τι λάχανον
<χονδρίτης>
σεμίδαλις
<χονδριτῶν>
παχεῖα σεμίδαλις .....
<χονδροκοπ(ε)ῖα>
μύλων ὅπου ὁ χόνδρος κόπτεται
<χόνδρον>
σεμίδαλιν μεμιγμένην ὡς πλακοῦντα
<χόνδρος>
τραγανός. οὗτος ὁ ἅλιξ. ἢ παχύς, ἢ μωρός
<χόνδροι ἁλῶν>
παχεῖς ἅλες
<χόν(ν)ος>
ποτήριον χάλκε[ῖ]ον
<χοραγ(ε)ίων>
διδασκαλείων
<χοραγός>
διδάσκαλος. ἔξαρχος
<χορδαψός>
πάθος ἐντέρων
<χορδή>
νευρὰ κιθάρας
<χορδεῦσαι>
κακοποιῆσαι. τεμεῖν
<χορεῖον>
[διδασκαλεῖον. καὶ βωμός τις.] καὶ αὔλημά τι. καὶ μέρος τι [<χωρίον>· καὶ τὸ κάλυμμα τὸ συγγενόμενον ἐκ τῆς κοιλίας]
<χορεύει>
μελῳδεῖ. βακχεύει. ὀρχεῖται
<χορηγία>
δόσις
<χορηγεῖ>
παρέχει, δίδωσιν
<χορηγόν>
παιδίον
<χορηγός>
διδάσκαλος. καὶ ὁ ἐπιδούς τι τῶν ἰδίων. τοῦ χοροῦ ἐξάρχων
<χόρια>
τὰ τῶν ἀρνῶν καὶ ἐρίφων ἀγγεῖα. ἄλλοι τὰ μέλιτος καὶ γά- λακτος γενόμενα βρώματα
<Χορίλα Ἐκφαντίδες>
Κρατῖνος τὸν Ἐκφάντιδος οὕτως εἶπεν, αὐτὸν τὸν Χορίλλον
<χορὸν δίδωμι>
παροιμία ἐπὶ τῶν σκώμμασι νικώντων
<χορός>
κύκλος. στέφανος
<χοροστασία>
χορός
<χοροστατῶν>
χοροῦ κατάρχων
<χοροῦ ἡγεῖται>
χορὸν τρέφει
<χορταῖος>
δασὺς χιτών, οἷος τῶν Σειληνῶν
<χορταιόβαμος>
ὁ Σειληνός
<χορταιοβάμων>
χορταῖον τὸ ἔνδυμα τοῦ Σειληνοῦ
<χόρτον οὐρανοῦ>
τὸ περιόρισμα
<χόρτος>
ὁ συνήθης. καὶ ὁ περίβολος τῆς αὐλῆς, ὡς τό· αὐλῆς ἐν χόρτῳ οἱ δὲ εὐρυχωρίαν. δηλοῖ δὲ καὶ χώραν. καὶ χόρτασμα. καὶ τὸν ὅρον τὸν ἐκ γαίων, ὡς ἐν τῷ· σύγχορταναίω πεδία
<χορῷ καλή>
καλῶς χορεύουσα
<χοῦαι>
αἱ κατὰ ἀγροικίαν ἐπαγγηλίαι
<χουμόν>
χυλόν
<χοῦς>
ἄνθρωπος. καὶ τὸ ἐπιβαλλόμενον τῷ ὀρόφῳ. χῶμα. καὶ μέτρον κοτυλῶν. καὶ ἐρ(ε)ίπιον
[<χοώμενος>
λυπούμενος. ὀργιζόμενος]
<χρᾷ>
χρῄζει. θεσπίζει
[<χραίει>
κελεύει]
<χραίνει>
μολύνει. σαίνει. χρίει
[<χραιματίσαι>
κρᾶξαι ὡς ἵππος]
[<χραιματισμός>
ἡ τῶν ἵππων φωνή]
<χραίνειν>
μολύνειν. σαίνειν. χρίειν. μιαίνειν, ῥυπαίνειν
<χραισμεῖν>
βοηθεῖν
<χραισμῆσαι>
βοηθῆσαι
<χραισμήσουσι>
βοηθήσουσιν
<χραισμῶσι>
βοηθῶσιν
<χρᾷν>
χρῄζειν. μαντεύεσθαι. καὶ τὰ ὅμοια
[<χαραμβαλιαστύς>
γέλως ὁ μετὰ παιδιᾶς]
[<χραμαδοῖλαι>
γελῶναι. καὶ αἱ νωθρόταται τῶν κυνῶν. οἱ δὲ τοὺς κοχλίας]
<χρᾶναι>
χρῶσαι. καὶ τὰ ὅμοια
<χράνας>
μιάνας
<χρανθείς>
μιανθείς
<χρανιεῖσθαι>
χραν(θ)ήσεσθαι. ἐπικαυθήσεσθαι
<χρᾶται>
μολύνεται, καὶ τὰ τοιαῦτα. ἢ χρῆται
<χραῦσαι>
καταξύσαι. χρᾶναι. σκιάσαι. γράψαι. ἐπιτυχεῖν
<χραύσῃ>
καταξύσῃ. πλήξῃ
<χραῦσις>
ἄγκυρα μονόβολος
<χρέα>
δάνεια. μαντεύματα
[<χρεῖ>
δεῖ]
*<χρεῖαι>
ἔνδει[ν]αι
<χρεαγωγός>
ὁ ὑπὲρ ἑτέρου τὸν ὀφειλέτην ἄγων
*<χρέος>
ὄφλημα. χρεία
<χρει.>, τὴν ἔνδειαν. [ποτὲ δὲ καὶ τῷ χρέει
<χρειώ>
χρέα. χρεία
<χρείων>
χρησμῳδῶν, χρησμολογῶν
<χρείως>
δέησις
<χρεῖος>
ὀφείλημα, χρέος
<χρεμέδα>
ἡγῆ ὡς Καλλίμαχος
<χρεμετίζει>
κιχλίζει ὡς ἵππος
<Χρεμετίς>
ὄνομα ποταμοῦ
<χρεμετισμός>
ἡ φωνὴ τῶν ἵππων
<χρεμετᾷ>
ἠχεῖ
<χρεμίς>
χρεμετίς
<χρεμύς>
ὁ ὀνίσκος ἰχθῦς
<χρεμψιθέατρον>
οἱ εἰσιόντες εἰς θέατρον .....
<χρέοντες>
προφητεύοντες
<χρεολυτήσων>
χρεοδοτήσων
<χρεῦμα>
ῥεῦμα
<χρεώ>
χρεία. ἢ τὸ εἱμαρμένον. ἢ τὸ ὀφειλόμενον
<χρεώμενος>
χρώμενος
<χρεῶν>
ὀφειλομένων. ἢ χρησμολόγων
<χρεῶν ἀποκοπαί>
ὅταν τὰ ὑπὸ τῶν πενήτων ὀφειλόμενα τοῖς πλου- σίοις ἀκυρῆται
<χρέως>
χρέος, ὄφλημα
<χρεωφειλέτης>
ὁ τὸ χρῆμα ὀφείλων
<χρή>
δεῖ, πρέπει, καθήκει. χρησμῳδεῖ
<χρήδανα>
τὰ ὅπλα τοῦ ἱστοῦ
*<χρῆμα>
πρᾶγμα. πλοῦτος, οὐσία. λῆμμα
*<χρήματα>
οἷς τις δύναται χρῆσθαι. κτήματα. βοσκήματα
<χρήϊα>
πενία. ἢ χρήματα
<χρηΐζοντα>
ἐνδεόμενα, χρειώδη, χρείαν ἔχοντα
<χρῆϊς>
πονηρός
<χρηματιεῖ>
ποιεῖ
<χρηματίζει>
ἀποκρίνεται. λαλεῖ. πράττει. χρήματα συλλέγει
<χρηματίσασθαι>
πραγματεύσασθαι
*<χρηματισμός>
ὀπτασία(ς) νομοθεσία
[<χρήμπτει>
ἐγγίζει
<χρημφθῆναι>
προσπελάσαι, ἐγγίσαι. ἐνορμῆσαι]
<χρῆναι>
δέον εἶναι
<χρῇς>
θέλεις. χρῄζεις
<χρῆσαι>
θεσπίσαι
<χρῆσθαι>
καυχᾶσθαι. πράττειν. προσφέρεσθαι, χρησμῷ χρῆσθαι
<χρησθήσεται>
χρησιμεύσει
*<χρησμός>
τιμωρία
<χρῆσις>
ἐνέργεια
<χρησμολογεῖ>
προφητεύει, μαντεύεται
<χρησμόν>
κλῃδόνα
<χρησμός>
προφητεία, πρόῤῥησις. ὁ παρὰ θεοῦ διδόμενος λόγος. ἢ μαντεία
<χρησμῴδημα>
τὰ αὐτά
<χρησμῳδία>
μάντευμα, μαντεία, προλεγόμενον
<χρησμῳδούμενα>
τὰ αὐτά
<χρηστὰ ποιεῖν>
τὸν ὑπὲρ ἑτέρου ὀφείλοντα
<χρήστης>
ὀφειλέτης. ὁ μάντις. καὶ ὁ δανειστής
<χρηστήριον>
μαντεῖον
<χρηστοί>
οἱ καταδεδικασμένοι. χρήσιμοι
<χρηστός>
χρήσιμος
<χρηστῶν>
χρησίμων
<χρήστωρ>
μάντις
<χρῆται>
χρᾶται
<χρῖ>
χρίει
[<χρία>
μυρμήκων κοίτη]
<χρί(μ)πτεσθαι>
ἐρείδειν. ἐγγίζειν. ἐκπίπτειν. στηρίζεσθαι. ἐκβαλεῖν. ἀλείφειν. προσπελάζειν
<χρίμπτεται>
προσεγγίζει, καὶ τὰ ὅμοια
<χριμφθῆναι>
ἐμπελασθῆναι. ἐκριφῆναι. ἀνορμῆσαι
<χρίμψαι>
πελάσαι
<χρόα>
τὸ σῶμα. ἢ χρῶτα
<χροανθές>
εὐφεγγές
<χροΐ>
σώματι. ἐπιφανείᾳ
<χροιά>
ἐπιφάνεια
<χροϊζόμενον>
λαμπρυνόμενον
<χρόμαδος>
κρότος, ψόφος
<χρόμη>
φρυαγμός. ὁρμή. θράσος
<χρόμις>
εἶδος ἰχθύος
<Χρόμιος>
ὄνομα κύριον
<χρόμοις>
χρεμετισμοῖς
<χρόμος>
ψύχος. ψόφος ποιός. οἱ δὲ χρεμετισμός
<χρονίζει>
διατρίβει
<χρόνιον>
ἀρχαῖον. ἢ μετὰ πολὺν χρόνον
<χρονιώτερον>
ὑπερχρονίζον
<χρόος>
χρώς, καὶ τὸ <εις> ἀπὸ τοῦ σώματος διῆλθεν
[<χροσάμενος>
τοῦ σώματος κορεσθείς]
<χροὸς ἆσαι>
τοῦ χρωτὸς κορέσαι
<χροιά>
μακρά
<χρυνάζει>
καλεῖ
<χρυσαΐζεται>
κοσμεῖται
<χρυσαλλίς>
ζῶόν τι. οἱ δὲ τὴν ἀπὸ τῆς κάμπης γινομένην χρυσαλλίδα λέγουσιν
<χρυσαμοιβός>
ἀργυρογνώμων
<χρυσάμπυκας>
χρυσοχαλίνους. χρυσομίτρους
<χρυσάμπυκες>
χρυσόδεσμοι
<χρυσάμπυκος>
χρυσοδέσμου. χρυσοχαλίνου. οἱ δὲ χρυσοῦς δεσμοὺς ἔχοντος περὶ τὴν ἄμπυκα, ὅ ἐστιν ἡ τῶν τριχῶν εἰς τὸ ἄνω ἀνά- ληψις
<χρυσάνθεμον>
πόα. ἢ καὶ <χρυσάνθιμον>
<χρυσάορον>
χρυσο(ῦ)ν ξίφος ἔχοντα
<χρυσαόρου>
χρυς(οῦν) ἄορ ἔχοντος, ὅ ἐστι φάσγανον, μάχαιρα(ν), σπάθην
[<χρυσατήρια>
τὰ χωρία εἰς ἃ φοιτῶντες ἐλάμβανον ἱερεῖα καὶ χρησμούς]
<χρυσαυγοῦντα>
ἀστράπτοντα, ἡ στίλβοντα
<χρυσάωρ>
χρυσόηλ[ι]ος. χρυσοκίθαρις. ἢ καλλιόμιλος
[<χρυσέντευκτος>
ἐκ χρυσοῦ κατεσκευασμένος]
<χρύς(ε)ο(ν) σκῆπτρον ἔχων>
ἀντὶ τοῦ αὐτὸς ὁ Τειρεσίας, περι- φραστικῶς
<χρυσεοπή(νητος)>
ἡ διὰ χρυσοῦ εἰργασμένη
<χρυσέῳ>
τῷ χρυσῷ. ἢ λαμπρῷ
<χρυσῆ>
ἐπὶ τῆς Ἀφροδίτης
<χρυσηλάκατος>
καλλίτοξος· <ἠλακάτη> γὰρ ὁ τοξικὸς κάλαμος
<χρυσήλατος>
χρυσῷ ἐληλασμένος καὶ κατεσκευασμένος
<χρυσήνιος>
χρυσᾶς ἡνίας ἔχων. οἱ δὲ καλάς. ἢ καλλίδιφρος
<χρυσῆς Ἀφροδίτης>
τῆς καλῆς
<χρυσία>
ὁ χρυσός
[<χρυσίδα>
τὴν χρυσῆν φιάλην]
[<χρυσοπήνη>
τὴν διὰ χρυσοῦ εἰργασμένην]
*<χρῶ>
μολυσμῷ
<χρυσίς>
ποτήριον. οἱ δὲ φιάλη χρυσῆ
<χρυσίον>
τὸ τῶν παιδίων αἰδοῖον
<χρυσῖτις λίθος>
ἡ καλουμένη βάσανος ἢ Λυδία
<χρυσοκόλλα>
βρῶμά τι ἐκ λινοσπέρμου καὶ μέλιτος. καὶ χρῶμά τι χλωρόν
<χρυσοκόλ(λ)ητος σφραγίς>
χρυσοδακτύλιος
<χρυσόλοφοι δράκοντες>
χρυσόλοποι. χρυσᾶς λεπίδας ἔχοντες
<χρυσορανίς>
ἡ χέρνιψ ἀπὸ τοῦ χρυσὸν ἔχειν
*<χρυσόθρονος>
καλλίθρονος
*<χρυσόρ(ρ)απις>
ὁ Ἑρμῆς· ἀπὸ τῆς ῥάβδου καλομήχανος
<χρυσοραγές>
χρυσοβαφές
<χρυσορ(ρ)αγὲς ἔρνος>
ἀπεῤῥηγμένον ἢ ἀπεστραμμένον ἀπὸ τοῦ δένδρου
<χρυσότευκτος>
ἐκ χρυσίου κατασκευασθείς
<χρυσοτόρευτα>
χρυσόγλυφα
<χρυσοῦς>
Πολέμαρχός φησι δύνασθαι τὸν χρυσοῦν παρὰ τοῖς Ἀττι- κοῖς δραχμὰς δύο, τὴν δὲ τοῦ χρυσοῦ δραχμὴν νομίσματος ἀργυρίου δραχμὰς δέκα. μνᾶς δὲ λέγεσθαι τοὺς πέντε χρυσοῦς
<Χρύσω>
δαίμων
<χρώζει>
προσάπτει. ψηλαφᾷ
<χρῶμα>
φρυαγμός. ὁρμή. θράσος. καὶ παρὰ τοῖς μουσικοῖς χροιά
<χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ>
ἀντὶ τοῦ χρωτισθείς
<χρῶσαι>
χρωματίσαι. μολῦναι
*<χρώσω σῶμα>
μολυνῶ σῶμα
*<χρωσθῆναι>
μολύνεσθαι
<χρώσειν>
μολυνεῖν
*<χρὼς ζῶν>
σῶμα ζῶν
*<χρῶμαι>
μολύνομαι
<χρωτός>
σώματος
<χύδην>
κεχυμένως, ἀθρόως. εἰκῆ. σωρηδόν, δαψιλῶς
<χυλός>
πεμμάτων ὑγρῶν ἐκπίεσμα
<χύμα>
ῥεῦμα. πλῆθος
<χύματα>
τὰ ἐπὶ τοῖς τάφοις χεόμενα
<χυμοί>
γεύσεις
<χυμός>
σίελος. [ἢ τάφου χῶμα
<χυμῶν>
πηγμάτων ὑγρῶν]
<χύνιν>
τὴν χεῖρα
<χύντο>
ἐξεχύθησαν
<χύῤῥα>
οὕτως εἰώθασι ταῖς ὑσὶν ἐπιφθέγγεσθαι
<χυῤῥάβιο>
δεσμοὶ συῶν
<χύῤῥαβος>
ὄρνις τις ποιός
<χυῤῥοίδια>
τὰ ζῶα τὰ χυ<οι>ῤῥοίδια
<χυῤῥ(ε)ῖον>
στρεπτόν, ᾧ δεσμεύουσι τοὺς χοίρους. ἔστι δὲ ξύλινον
*<χυρβιάσαι>
σκιρτῆσαι
<χυτά>
χωστά
<χυτή>
χωστή
<χυτή>
ἡ ἐπὶ τοῦ τύμβου χων(ν)υμένη γῆ
(*)<χυτοί
οἱ τῷ δικτύῳ τῶν ἰχθύων περιφερόμενοι>
<χυτόν>
χωστόν. καὶ τὸ χῶμα. καὶ ὁ ξεστὸς λίθος
<χύτλα>
τὰ μετ' ἐλαίου καὶ ὕδατος ἀλείμματα
<χυτλάζει>
κλυδάζεται
<χύτλα>
τὸ ἐφ' ὕδατος ἔλαιον. καὶ εἶδός τι μαντείας [ω] δι' ὕδατος καὶ ἐλαίου
<χυτλάσαι>
τρυφῆσαι. διαχέαι, ὑγρᾶναι
<χύτλασον>
ὕγρα[ι]νον
<χυτλὸς δὲ κράτος ὁ κοσεύσκιος παρῆν>
ἐσπαρμένος εἰκῆ καὶ οὐκ ἐν τάξει μένουσιν
<χυτλῶσαι>
μετ' ἐλαίου λούσασθαι
<χυτλώσαιτο>
ἀλείψαιτο μετὰ τὸ λούσασθαι
<χύτραι>
τὰ χυτροπώλια
<χύτραις λημᾶν>
μεγάλαις τισὶ ..... κωλύεσθαι βλέπειν, καὶ λίαν λημᾶν
<χυτρεοῦν>
ὀστράκινον
<χυτρεῖα>
τὰ τῶν χυτρῶν ὀστράκια
<χυτρίδιον>
μέτρον τι
*<χυτρίου>
τοῦ κρανίου
<χυτρίνδα>
παιδιᾶς εἶδος τοιαύτης· καθέζεταί τις ἐν μέσῳ. εἶτα κύκλῳ περιτρέχοντες οἱ παῖδες περὶ τὸν καθεζόμενον, ποιοῦσιν αὐτὸν περι- στρέφεσθαι, ἕως ἅψηταί τινος τύπτοντος αὐτόν· εἶτα καθέζεται ὁ ληφθείς
*<χυτρίζειν>
ἐν χύτρᾳ (ἐκ)τιθέναι
<χυτρῖνοι>
τὰ κοῖλα τῆς γῆς, δι' ὧν αἱ πηγαὶ ἀνίενται
<χυτρισμός>
ἡ τῶν βρεφῶν ἐν ταῖς χύτραις ἔκθεσις
<χώεσθαι>
συγχεῖσθαι. χολοῦσθαι
<χώεται>
θυμοῦται. μέμφεται. ὀνειδίζεται. χολοῦται, καὶ τὰ ὅμοια
<χωΐδα>
τροφὴν
<χωλάβει>
θορυβεῖ
<χωλεύει>
νοσεῖ. σκάζει
[<χωλότοισιν>
ὀργίλοις]
[<χωλοθείς>
ὀργισθείς]
<χώλοθρον>
ἡ κοιλασία
<χῶμα>
ὕψωμα γῆς, ὄχθη
<χωματεπέκτης>
τοῖς χώμασιν ἐπικείμενος
<χωνευτήριον>
χων(ε)ῖον
*<χῶμος>
χῶμα, σωρός.
<Χωνήν>
τὴν Ἰταλίαν οὕτως πάλαι ἔλεγον, ὥς φησιν Ἀντίοχος ὁ Ξε- νόφα... ἐν τῷ περὶ Ἰταλίας
<χῶνος>
βουνός. [τόπος.] βόθυνος
<χωόμενος>
λυπούμενος. ὀργιζόμενος, χολούμενος. συγχεόμενος
<χώρει>
πορεύου
<χωρεῖν>
ἀπελθεῖν
<χώρησαν>
ἀνεχώρησαν
<χωρήσαντα>
καταβληθέντα. ὁρμήσαντα
[<χωριάζεσθαι>
λέγειν]
<χωρίον>
δοχεῖον. κόπτρον. [καὶ ὄρνις ποιός]
[<χωριαμός>
κίστη.]
<χωρίς>
δίχα. ἰδιαζόντως
<χωρίτης>
ἀγρότης, ἄγροικ[τ]ος. ἄλλοι τὸν ὁδηγόν
<χωροβατεῖ>
ἐν τῇ χώρᾳ περιπατεῖ
[<χωρονομεῖ>
ὀργίζεται]
<χῶρος>
τόπος, ἀγρός. ἄν(εμ)ος. ἢ χωρίον
<χωσάμενος>
χολωσάμενος
<χώσασθαι>
συγχυθῆναι, ὀργισθῆναι. λυπηθῆναι
<χωσθῆναι>
τὰ αὐτά