Μετάβαση στο περιεχόμενο

Γλώσσαι/Υ

Από Βικιθήκη
(Ανακατεύθυνση από Ἡσυχίου Υ)
Γλώσσαι
Συγγραφέας:
Υ


<ὕαινα>
τετράπουν ζῶον. καὶ ἰχθῦς
<ὑακίζει>
οἱ εἰς τὰ αὐχένια
[<ὑακίζει>]
βρέχει ἢ <ὑετίζει> ἢ ὕει
*<ὑακίνθινον>
ὑπομελανίζον, πορφυρίζον
<ὑακίνθια>
ἑορτὴ ἐν Λακεδαίμονι .......
<Ὑακινθίδες>
ἐπώνυμοι [Ἀπόλλωνος] ἀπὸ Ὑακίνθου
<ὑάκινθος>
πόας εἶδος τὸ ὑακινθόκομον [τὰ ὑακίνθια]. εἴρηται δὲ ἀπὸ τοῦ Ὑακίνθου
*<ὑακινθίνῳ>
τῷ ὑακίνθῳ. ἔστι δὲ ἄνθος μέλαν καὶ μαλακόν
<ὑάλε(ο)ν>
λαμπρόν, ὑαλίζον
<ὑάλεται>
σκωληκιᾷ
<ὑάλη>
ὕαλος. βόμβυξ. σκώληξ
[<ὑαλίης ἢ ὑαλιεύς>
εἰκαῖος. βλοσυρός]
<ὑάλικος κώμη>
Διονύσιος
<ὑαλκάδαι>
χορὸς παίδων. Λάκωνες
<ὑαλόεν>
διαφανές, λαμπρόν
<ὑαλο(ῦ)ν>
λαμπρόν. πρᾶον. [ἢ λίθος τίμιος
<ὕαλος>
ὕελος. [βόρβορος]
<ὕαμα>
βάθος
<Ὑάμπολις>
πόλις Φωκίδος
<ὑανέοος>
εἰκαῖος. βλοσυρός, χαλεπός. ὕπτιος
<ὑανεῶς>
τὰ αὐτά
<ὑανία>
τύρβη, μάχη, ὕβρις, ἀγερωχία
<ὔαξ>
πηδάλιον. ὁδηγός
<Ὑαργίδες>
αἱ εὐειδεῖς Βάκχαι αἱ Ἀργεῖαι
<ὑάσιν>
υἱοῖς
<ὑββάλει>
ὑπερτίθεται, ὑποβάλλει
<ὑβ[β]αλής>
καταφερής, λάγνος
<Ὕβλα>
πόλις Σικελίας
<Ὑβλήτης>
μάντις
<ὑβ[λι]όν>
τὸν κυρτόν, καμπύλον, γυρόν. οἱ δὲ ὑβός, κυρτός. [ὑβρι- στής]
<ὕβρεις>
τραύματα, ὀνείδη
<ὑβρίς>
ὄρνεον νυκτερινόν
*<ὕβρεως>
τῆς ὕβρεως
<ὑβριστής>
ὑπερήφανος, ἀγνώμων
<ὑβριστοδίκαι>
οἱ μὴ θέλοντες εἰσάγειν τὰς δίκας παρὰ Ἀττικοῖς
<ὑβώματα>
κυρτώματα
<ὕγγεμος>
συλλαβή. Σαλαμίνιοι
<ὑγυλόν>
ὑγιές
*<ὑγρόν>
μαλακόν
<ὑγιᾶ>
σῶον. νεαρόν. Κρῆτες
<ὑγίεια>
ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ πεφυραμένα. καὶ πᾶν τὸ ἐκ θεοῦ φε- ρόμενον, εἴτε μύρον, εἴτε θαλλός. ἢ ὑγίεια
<ὑγιής>
τέλειος, σῶος
<ὑγιοῦν>
τὸ σα[ῤῥ]οῦν. καὶ τὸ θεραπεύειν
<ὑγιῶς>
ὀρθῶς, σώως, ὁλοκλήρως, ἐῤῥωμένως, καὶ εἴ τι ὅμοιον
<ὑγλιῆναι>
φυσῆσαι
<ὑγρὰ κέλευθα>
θαλασσία ὁδός, καὶ ἡ παρὰ τὴν θάλασσαν
<ὑγρίην>
τὸ οὖρον. Διονύσιος
<ὑγρὸν ἀέντων>
μαλακῶς πνεόντων
<ὑγρὸν ἔλαιον>
[ὁ καταφερής] διὰ τὸ εἰς ἄνεσιν ἄγειν τὸ σῶμα, ἢ ὅτι πάντων τῶν ὑγρῶν ὑγρότατόν ἐστι τὸ ἔλαιον. πᾶσι γὰρ τοῖς ὑγροῖς ἐπιπλεῖ βαλλόμενον τὸ ἔλαιον
<ὑγρός>
ὁ εὐκαταφερὴς εἰς ἡδονάς
<ὑδαλίς>
ὑδρωπιῶν
<ὑδάν>
ἀγορασθεῖσαν
<ὑδαρι(ᾷ)>
ὑδρωπιᾷ
<ὑδατίδες>
σταγόνες
<ὑδατοτροφέων>
ὑπὸ ὕδατος αὐξομένων ἢ τρεφομένων
<ὑδέουσιν>
ὑμνοῦσιν
<ὕδερον>
τὸν ὕδρωπα
*<ὑδαρές>
τὸ ὑδαρόν
<ὑδ(ε)ρῶν>
ὑδρωπιῶν
<Ὕδη>
πόλις τῆς Λυδίας
<ὑδεῖν>
ὑμνεῖν, [αἰδεῖν] ᾄδειν, λέγειν
<ὕδης>
συνετός, ἢ ποιητής
<ὕδναι>
ἔγγονοι, σύντροφοι
<ὑδνεῖν>
τρέφειν, κρύβειν. αὔξειν
<ὕδνης>
εἰδώς, ἔμπειρος
<ὑδνόφυλλο(ν)>
ἡ ἐπὶ τοῖς ὕδνοις φυομένη πόα
<Ὕδρα>
νῆσος εὐτελὴς Δολόπων. καὶ θηρίον πολλὰς ἔχον ὄφεων ὄψεις, πολυκέφαλον
<ὕδος>
ὕδωρ
*<ὑδραλής>
μετάβολος
<ὕδρα>
ὁ ὕδρος ὄφις. οἱ δὲ τὸν χέρσυδρον
<ὑδράν.>
εἰς θυσίαν ἀκραιφνές. Ῥίνθων
<ὑδράνη>
τὸ ἀκραιφνὲς καὶ καθαρόν
<ὑδρανός>
ὁ ἁγνιστὴς τῶν Ἐλευσινίων
*<ὑδραλής>
ὄφις ὕδατος
<ὑδρεύειν>
ποτίζειν. ἀντλεῖν
<ὑδρευσάμενος>
ἀντλήσας
<ὑδρεῦσαν>
ὕδωρ φέρουσαν, ἤγουν ὑδρευομένην
<ὕδρη>
ὁ ἔχις
<ὑδρήϊον>
ὑδρ[ε]ία
<ὑδρηλά>
ὑδατώδη
<ὑδρηλοί>
κάθυδροι, μαλακοί, ἔνυδροι, ὑδατώδεις
<ὑδρηλός>
τὸ αὐτό
<ὑδρηναμένη>
λουσαμένη, ἢ περιρ(ραν)αμένη, ἢ ὕδατι περιχεαμένη
<ὑδρήνασθαι>
λούσασθαι, περιῤῥάνασθαι
<ὑδρηχόες>
ἰχθύες
<ὑδριαφόροι>
μέτοικοι
<ὑδρίσκη>
ὑδρ[ε]ία
<ὑδροδόκοι>
λάκκοι
<ὑδρόμυλοι>
ὑδραλετία ἀπὸ ὕδατος
<ὕδρος>
ὄφις
<ὕδρου>
ὄφεως εἶδος
<Ὑδροῦσα>
ἡ Κέως οὕτως ἐκαλεῖτο
*<ὑδροχόας>
ἀμάρας
<ὑδροφόρια>
ἑορτὴ πένθιμος Ἀθήνησιν
<ὑδροφόρους>
ὑδροῤῥόους
<ὕδωρ καὶ γαῖα γένοισθε>
διαλυθείητε καὶ ἀποθάνοιτε
<ὗεν>
ἔβρεχεν
<ὕει>
βρέχει. χειμάζει
<.ει>
ῥω.οιω.
<ὕελος>
ὕαλος
<ὕεν>
εὗρεν
<ὕες>
χοῖροι
<ὕεσι>
στολή. Πάφιοι
*<ὑελέψης>
ὑελο....
<ὑεστάκα>
ἱματισμός
<(υ)ετής>
ὁ αὐτοετής. Μαρσύας
<ὑετίς>
ὑδρίς. Ταραντῖνοι
<ὑετός>
ὄμβρος. δρόσος. ὕδωρ
<Ὑεύς>
Σαβάζιος
<Ὑή>
ἡ Σεμέλη ἀπὸ τῆς (ὕ)σεως. καὶ ὑὲ δειλέ
<Ὕης>
Ζεὺς ὄμβριος
<ὕησον>
σάλευσον
<ὕητα>
ὑστίς. Ταραντῖνοι
<ὑθλεῖν>
ληρεῖν, μωραίνειν
<ὕθλος>
φλυαρία, μωρία, ληρότης, φληναφία
<ὕθλους>
φλυάρους, μωρούς, λήρους
<υἷα>
υἱόν, τέκνον
<υἷας>
τέκνα, υἱούς
<ὑϊδεῖς>
υἱῶν υἱοί, ἔγγονοι
<ὑΐδες>
[θυγατέρες, ἢ] υἱῶν θυγατέρες
<ὑϊδῆν>
υἱοῦ θυγατέρα[ν]
<ὑϊδός>
ὁ τοῦ υἱοῦ υἱός
<υἱδοῦς>
ἢ υἱδεῖς. υἱῶν υἱούς
<υἱεῖς>
υἱοί
<υἱέος>
υἱοῦ, τέκνου
<υἱες Ἀχαιῶν>
οἱ Ἕλληνες περιφραστικῶς
<ὑιήν>
τὴν ἄμπελον. ἢ <υἱόν
υἱήω>
ποιὰ βοτάνη
<ὕιλη>
ὁμῆλος
<υἱόν>
ἀναδενδράδα
<υἱοθεσία>
ὅταν τις θετὸν υἱὸν λαμβάνῃ. καὶ τὸ ἅγιον βάπτισμα
<υἱοθετεῖ>
υἱοποιεῖ, οὐ φύσει, ἀλλὰ θέσει
<υἱωνεῖς>
υἱῶν υἱέες
<υἱωνοί>
υἱῶν υἱοί
<υἱωνός>
ὁ υἱὸς τοῦ υἱοῦ, ἔγγονος
<ὑκελόν>
ὑγιές
*<ὑλαγμό(ς)>
βοή
<ὕκος>
ἐρυθρῖνος
<ὑλάει>
θρυλλεῖ. ὑλακτεῖ. λέγει. θρηνεῖ
<ὑλάζεσθαι>
ξυλίζεσθαι
<ὑλακή>
ὑλαγμός, βοή
<Ὑλακίδης>
Ὑλάκου υἱός
<ὑλακόμωροι>
οἱ περὶ τὸ ὑλακτεῖν μεμορημένοι· ὅπερ ἐστὶν ἴσον τῷ πεπονημένοι· οἱ βαρύφωνοι, ὀξύφωνοι
<ὑλακτηθέντων>
φλυαρηθέντων
<ὑλακτῶν>
μετὰ μανίας κράζων
<ὕλαον>
ὑλάκτουν
[<ὑλαλοῦν>
ὑλακτοῦν]
<Ὕλας>
κρήνας Κιανοί. καλοῦνται δὲ καὶ βαρβάρων γένος οὕτως
<ὑλάσασθαι>
ξύλα συναγαγεῖν
<ὕλασσα>
ἡ ξυλ(ε)ία, καὶ φρυγανισμός
<ὑλᾶται>
ἐστερήθη. ἀπέθανεν
<Ὕλη>
πόλις. δηλοῖ δὲ καὶ τὸ σύνηθες, καὶ ξύλα τὰ ἤδη κεκομμένα. ἢ σύμφυτος τόπος, ἐξ οὗ ἀποτελεῖται τὸ ἔργον
<ὑλῆεν>
δασύ, ξυλῶδες
<ὑληέσσης>
συμφύτου, ἢ ὕλας ἐχούσης
<ὕλην>
κισσίαν. τὸν στέφανον
<ὑληρεύς>
νομεὺς ἐν ὕλῃ φυλάττων
<ὕλης μητέρα>
εἶδος σκώληκος, ὃ καλεῖται ὑλομήτρα. ἄλλοι δὲ βόμ- βυκα
<ὕλιγγες>
λόγχαι
<ὑλίμη>
μάχη τίς
[<ὑλί.ροι>
τέκτονες]
<ὑλίτης>
οἴνου εἶδος
[<ὑλλεῖ>
θρυλλεῖ, λέγει]
<ὕλλει>
τὰ πρὸς κάσσωσι δέρματα
<Ὕλεες>
οἱ ἐν Κρήτῃ Κυδώνιοι
<ὑλίας>
τοὺς καρπατίμους τόμους
<Ὕλλος>
ποταμὸς Λυδίας
<ὕλογος>
στρατός. Περγαῖοι
<ὕλοι>
σπόνδυλοι
<Ὕλῳ ἰχθυόεντι>
ὄνομα ποταμοῦ ἰχθύας ἔχοντι
<ὑλομανής>
ὁ ταῖς ὕλαις χαίρων
<ὑλομήτρα>
εἶδος σκώληκος
<ὑλοτόμος>
ξυλοτόμος
<ὑλωρός>
ὕλην φυλάσσων
<ὑμά>
ὑμέτερα ......
<ὑμεδαπῶν>
τοῦ ὑμετέρου ἐδάφους
<ὑμέναιος>
γάμος. ἢ ᾠδὴ ἐπιγάμιος
<ὑμεναίων>
γαμικῶν ᾀσμάτων, μέλος ᾠδῆς
<ὑμένιον>
λεπτόν
<ὑμενῶδες>
λεπτόν, ἀεροειδές
<ὑμήν>
εἶδος ἐνδύματος. ὑμέναιος. ἐπίπλους. καὶ τὸ διαφανές. καὶ τὸ τοῖς γαμοῦσιν ἐπαυλούμενον <ὑμέναιος>, ἀπὸ τοῦ ἡμήσης παιδός, ἢ ἀπὸ τοῦ ὁμοῦ ναίειν
<ὑμῆς>
ὑμετέρας
<Ὑμήττης>
ἐν Ὑμήττῃ ὁ Ἀπόλλων τιμώμενος
<Ὑμήττιος>
Ζεὺς παρὰ Ἀττικοῖς
<ὔμμε>
ὑμᾶς, ὑμεῖς. Αἰολικῶς
<ὔμμες>
ὑμεῖς, καὶ τὰ ὅμοια
<Ὑμμητός>
ὄρος Ἀττικῆς
<ὑμνεῖ>
εὐλογεῖ, ᾄδει
<ὑμνηπολείτω>
ὑμνείτω
<ὑμνίον>
τὸν ἀμόλγην Διονύσιον
<ὑμνοθέται>
ποιηταί
<ὑμνοθέτης>
ποιητής
<ὑμνοτήϊαι>
σύνοδοι τῶν ἐπ' ἔτος γεγαμημένων
<ὕμνος>
χρησμός
<ὕναν>
τὴν εἰρήνην
<Ὑνναρεύς>
Ζεὺς ἀπὸ τοῦ Ὑνναρίου ὄρους
<ὑννάς>
αἲξ ἀγρία
<ὑννή>
αἴξ. καὶ τὸ τοῦ ἀρότρου σιδήριον τὸ τέμνον τὴν γῆν. καὶ <ὕννις> ὁμοίως
<ὕννος>
πῶλος ὁ ἐν τῇ γαστρὶ νοσήσας, πρὶν κυηθῆναι
<ὑντετράστιαν>
κατεαγέν. Σαλαμίνιοι
<ὕντωσε>
συμπαρῆσαν
<ὕξον>
βοήθησον
<ὑολλός>
τόπος συῶν βορβορώδης
<ὑοβότης>
συοβόσκης
<ὑομεμνία>
ἑορτή τις ἐν Ἄργει
<ὑομένη>
βρεχομένη
<ὕον>
ὅμοιον
<ὑός>
χοίρου
<ὑοσκυαμᾷς>
μαίνῃ, ἀπὸ τῆς πόας
<ὑοχαί>
τὸ βορβορῶδες ὕδωρ
<ὑπάγειν>
τὸ ἡσύχως πίνειν
<ὑπαγορ(ε)ία>
συμβουλία
<ὑπαγορεύουσι>
λαλοῦσιν
<ὑπάγορον>
κατὰ βίαν ὑπερήφανον
<ὑπαγωγεύς>
πρὸς πλίνθων οἰκοδομὴν πηλός
<ὑπαγωγή>
ὑποχώρησις
<ὑπάγων>
ὑπὸ δίκην ἄγων
<ὑπαί>
πρὸ τοῦ καὶ νῦν. <ὑπαὶ πόδα
ὑπαὶ δὲ ἴδεσκε[ν]>
ὑπέβλεπεν
<ὑπαὶ δείους>
ὑπὸ τοῦ δέους
<ὑπαιδράσειαν>
ὑπόψειαν
<ὕπαιθα>
ἔμπροσθεν
<ὑπαίθριον>
ὑπὸ τὸν ἀέρα
<ὑπαικαλούσας>
ὑποτρεμούσας
<ὑπαιλίχαζε>
ἐκ πέτρας ὑποχώρει
<ὑπαινίττεται>
αἰνιγματωδῶς ἐμφαίνει
<ὑπαλευάμενος>
φυλαξάμενος
*<ὑπαΐξας>
ὑφορμήσας
*<ὑπαὶ πόδα>
ὑπὸ πόδα
*<ὑπαλύξαι>
ἐκφυγεῖν. ἐκκλῖναι
*<ὑπ' ἀνέρος>
ὑπ' ἀνδρός
*<ὑπ' ἀνθερεῶνος>
τὸν ὑπογένειον τόπον
<ὑπαντάξ[ας]>
ἐξ ἐναντίας, ἀντὶ τοῦ ὑπαντιάσας, συναντήσας
<ὑπαντιάζει>
ὑπαντᾷ
<ὑπ' ἀντιαίης>
ὑπὸ τῆς αἰσχρᾶς ἐξ ἐναντίας πολεμούσης
<ὑπάντλ[ε]ια>
χαλκᾶ ἀγγεῖα, κάδοι
<ὕπαντροι>
οἱ ὑπὸ τὸ σπήλαιον
<ὑπανύσθαι>
ὑπουργεῖν
<ὑπαπίει>
ὑποστρέφει
<ὑπ' ἀπειρίας>
ὑπὸ ἁμαρτίας
<ὕπαρ>
τὸ μεθ' ἡμέραν ὄναρ. ἐν ἡμέρᾳ. οἷον φανερῶς, ἐναργῶς, ἀλη- θές
<ὕπαρ>
μεθ' ἡμέραν. ἀληθές
<ὕπαρνος ποίμνη>
ἄρνας ἔχουσα
<ὑπάργυρον>
τὸ κινάμωμον
<ὑπάρξας>
κατάρξας
<ὕπαρξις>
προγένεσις. ἡ οὐσία
<ὑπάρχει>
προκατάρχει
<ὕπαρχος>
οἰκονόμος. πολέμου στρατηγός
<ὑπάρχων>
πεφυκώς, ὤν
<ὑπαρχθεῖσαν>
προγεγονυῖαν
<ὑπασπισταί>
βοηθοί. ὑπηρέται
*<ὑπασπίδια προποδίζων>
ὑπὸ τὴν ἀσπίδα τιθεὶς τοὺς πόδας καὶ οὕτως προβαίνων
<ὑπασπιστής>
βοηθός, δορυφόρος, ὑπηρέτης
<ὑπάτη>
ὑψηλή. δυνατή
*<ὕπατε κρειόντων>
βασιλεῦ βασιλευόντων
<ὑπάτη>
ὑπερτάτη, ἀνωτάτη. πλουσία
<ὑπάτμενοι>
δοῦλοι, ὑπουργοί
<ὕπατον μήστωρα>
τὸν ἐν τῷ βουλεύσασθαι σοφώτατον, οἷον πρῶτον
<ὕπατος>
ὑψηλός. ἔντιμος, πρῶτος, διαφέρων τῶν ἄλλων, ἐξοχώτατας
<ὑπ' αὐλήν>
ὑπ' οἶκον
<ὑπ' αὐλοῦ>
μετ' αὐλοῦ
<ὑπ' αὐνήν>
παρ' Ἑκαταίῳ. Φιλητᾶς
<ὑπαφήτορες>
ὑποτεταγμένοι
<ὕπαφρον>
τὸ μὴ φανερὸν ὕπαφρον λέγουσιν, ἄλλοι [τὸ] ὕπαφρον τὸ ὑγρασίαν ἔχον ἐμφερῆ ἀφρῷ. ἔνιοι κρύφιον καὶ ὕπουλον τὸ ὕπαφρον
<Ὑπαχαιοί>
ὀνομαστικόν
<ὑπαχθέντες>
ὑποβληθέντες. πεισθέντες. ἀπατηθέντες
<ὔπεα>
τὰ ὀπήτια
<ὑπέασιν>
ἐληλύθασιν
[<ὑπεδείδεσκεν>
ὑπεβλέπετο]
<ὑπέγραψεν>
ἐχάραξεν, ἢ ἔγραψεν
<ὑπεδέσμευεν>
ὑπεξέκειτο
<ὑπέδυ>
[ὑπεισέλθοι] ὑπεισῆλθεν
<ὑπεζευγμένος>
ὑποτεταγμένος
<ὑπεζῶσθαι>
τὸ εἰς ἄνδρας ἐλθεῖν. Φιλητᾶς
<ὑπεζωσμένοι>
ἀναπείσαντες
<ὑπέθην>
[ἔμπροσθεν] ὑπεκθέμην
<ὑπέθεντο>
συνεβουλεύοντο
[<ὑπεθολιάσθην>
ἔμπροσθεν ἐκλείσθην]
[<ὑπεθόμησεν>
ὁμοίως]
[<ὑπεθρεῖ>
ὑπερέχει, ὑπερβάλλει]
[<ὕπεθρον>
ὑπὸ τὸν ἀέρα]
<ὑπ[ε]ιδό[ύ]μενοι>
ὑφορώμενοι
<ὑπείκει>
ὑπακούει. ὑποχωρεῖ, ὑποτάσσεται
<ὑπείκετε>
τὰ αὐτά
<ὑπειλημμένη>
ἀντ(ε)ιλημμένη
<ὑπειλημμένον>
ὑπονενοημένον. ὑπενηνεγμένον
<ὑπείνεχεν>
ὑπέβαλεν, ὑπεῖχεν
<ὑπεῖξά σοι>
ὑπεχώρησά σοι
<ὑπείξομαι>
ἥξω, ὑπονοστήσω. ὑποχωρήσω
<ὑπεὶρ ἅλα>
ὑπὲρ τὴν ἅλα, ὑπὲρ τὴν θάλασσαν
<ὑπείροχος>
ὑπέροχος, ὑπερέχων
<ὑπεῖχεν>
ὑπέβαλεν
[<ὑπ' ἐκ Διὸς αἶσαν>
παρὰ τὸ ἐκ Διὸς εἱμαρμένον]
<ὑπέκειντο>
ὑποκείμενοι ἦσαν
<ὑπέκθεσις>
ὑπόθεσις
<ὑπεκινοῦντο>
κατενοίγοντο, ἢ ἐπτοοῦντο
<ὑπέκλινεν>
ὑπέταξεν
<ὑπεκδράμω>
φ[ε]ύγω
<ὑπεκπροθέων>
ὑπεκτρέχων
[<ὑπέκτρενον>
τὸ ἔτρεμον]
<ὑπελθεῖν>
ὑπεισελθεῖν, ὑποδραμεῖν
<ὑπέλαιος>
γλοιός
*<ὑπέλαβεν>
ὑπεδέξατο
<ὑπελεῖν>
ὑπειλεῖν
<ὑπ' ἔμβρυον>
νεογνὸν βρέφος ὑπέβαλεν, ἵνα εὕρῃ ἀμέλξαι
<ὑπεμνήμυκεν>
ὑπομέμυκε, κλαίει, στενάζει, στυγνάζει
<ὑπ' ἐμοί>
ὑπὸ τὴν ἐμὴν ἐξουσίαν
<ὑπεμφαίνει>
φανεροῖ
<ὑπεναντίος>
ἐχθρός
<ὑπένερθεν>
ὑποκάτωθεν
<ὕπενες>
εἰς τετάρτην
<ὑπ' ἐνεσίῃσι>
βουλαῖς
<ὑπενηνεγμένον>
ὑποκείμενον
<ὑπενόθευσεν>
ὑπέφθειρεν
<ὑπενόστησεν>
ὑπέστρεψεν, ὑπεχώρησεν· <νόστος> γὰρ ἡ ὁδός
<ὑπεξέθαυτο>
ὑπεκέκαυτο
<ὑπεξέφερε>
προέτεινε, προεβάλλετο
<ὑπεξέφερον>
εἰς τὸ ἔξω ἔφερον
<ὑπεξαλέασθαι>
ὑπεκκλίνειν
<ὑπεξήκριζον>
ὕβριζον
<ὑπεξίει>
ὑπεξίσταται
<ὑπεξίσταται>
τὰ αὐτά
<ὑπεξίστησι>
μεθίστησι
<ὑπέπισα>
ὑπεπότισα
<ὑπεπόδισεν>
ἀνεπόδισεν
<ὑπέρ>
πρόθεσις. πολύ, πλέον, λίαν
<ὑπέρα>
ἐν τῇ νηὶ σχοινία τινά
<ὑπεραγασθείς>
ὑπερθαυμάσας
*<ὑπειρεσία>
ἡ τῶν ἐρεσσόντων καθέδρα
*<ὑπειλημμένον>
ὑπενενοημένον
*<(ὑ)περάγον>
διαφέρον
<ὕπερα[ε]>
σκώληκές τινες
<ὑπεραγοναστάς>
εἱμαρμένας κρόκας, οἷον ὑπερστήμονας
<ὑπεραίρεται>
ὑψοῦται
<ὑπεραέϊ>
ὑπεράγοντι κατὰ τὴν πνοήν
*<ὑπέρας>
τὰ σχοινία
<ὑπέρακμος>
μέγας
<ὑπὲρ ἅλα>
θάλασσαν
<ὑπεράλλα πέτηξ>
ὑπὲρ τὸ δέον
<ὑπεράλ(λ)εται>
ὑπερπηδᾷ
<ὑπεραλεῖται>
ὑπερπηδήσει
<ὑπεράλμενον>
ὑπεραλλόμενον
<ὑπερανάστης>
μετανάστης. μεταβάτης
<ὑπερανέστηκεν>
ὑπερβέβηκεν, ἐκ τοῦ <ὑπέρ> ἤτοι ὑψηλότερον
<ὑπέραντλα>
πολλά
<ὑπερασπίζω>
βοηθῶ, ἀντιλαμβάνω. καὶ <ὑπερασπιστής>· ἀντι- λήπτωρ
<ὑπερασπιῶ>
προΐσταμαι
<ὑπέραυχος>
ὑπερήφανος
<ὑπερβάλλει>
ὑπερνικᾷ. ὑπερτίθεται. παραβαίνει. ἢ ἐπαναφέρει εἰς συμβουλίαν
<ὑπερβᾶν>
ὑπερώαν
<ὑπέρβασις>
ὕβρις, ἀδικία. κόρος. ἁμαρτία. ὑπερηφανία. παράβασις ὅρκων
<ὑπερβασίης>
ἀδικίας. ὑπερηφανίας
<ὑπερβατόν>
ὑπερβαινόμενον
<ὑπέρβιον>
ὑπεράγοντα τῇ βίᾳ. ὑπὲρ δύναμιν. πάνυ βιαίως
<ὑπερβλήδην>
ὑπεράγαν
<ὑπερβλύζει>
.......
<ὑπερβολή>
πολύ
<ὑπερβολία>
ὕβρις. κόρος
<ὑπεργμένων>
δοθέντων. προελθόντων
<ὑπεργύϊον>
ὑπέρμηκες, μέγα
<ὑπερδέα>
ὑπεραγόντως ἐνδεᾶ, ἢ ἐλάσσονα κατὰ δύναμιν· ὑπερδέα δῆμ(ον) ἔχοντα
[<ὑπέρδεσμα>
ἐνέχυρα, ὑποδήματα]
<ὑπέρδικοι>
συνηγόροι οἱ τὸ δίκαιον ὑπερβαίνοντες
<ὑπερδειπνεῖ>
ὑπερτρυφᾷ
<ὑπερείδει>
στηρίζει
[<ὑπερείδει>
καταφρονεῖ]
<ὑπερειδούσης>
στηριζούσης
<ὑπέρειπε>
κατέβαλ(λ)εν, ἀπὸ τοῦ <ἐρείπειν
ὑπερείσατε>
στηρίξατε
<ὑπερεκστήξει>
ὑπερσταθήσεται
<ὑπερέκτισις>
ὑπεραπότισις
<ὑπερένεγκαν>
ὑψώθησαν
<ὑπερέλασις>
ὑπέρθεσις, ὑπερβολή
*<ὑπερένδοξος>
ἄγαν ἔνδοξος
<ὑπε(ρ)έξουσι>
μείζονες ἔσονται
<ὑπερέπτατο>
ὑπερίπτατο. ὑπερέδραμεν. ὑπερεπήδησεν
<ὑπέρεπτε>
ἤσθιεν. ὑπενεδίδου. ὑπέσυρεν
<ὑπέρευγε>
ὑπερκάλως
[<ὑπεριφερές>
μετεωροφόρον]
<ὑπερέσχεθε γαίης
ὑπερέσχεν>
ἀνέτειλεν
<ὑπερέσσεται>
περιέσται, κρατήσει
<ὑπερέχει>
ἄνωθεν ἐπιβάλλει. βοηθεῖ. διαφέρει, ὑπερβάλλει, ὑπεράνω ἔχει
<ὑπερέχοντι>
ἐξουσιάζοντι
<ὑπερζέσας>
ἀναφλεχθείς
<ὑπερηγάσθη>
ὑπερεθαυμάσθη
<ὑπερηκόντισεν>
ὑπερέδραμεν
<ὑπερήκρισας>
ὑπεράγαν ἐπήδησας
<ὑπερήμεροι>
οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λαβόντες καὶ μὴ διαλυσάμενοι
<ὑπερήμερος>
ἐκπρόθεσμος
<ὑπερηνορεόντων>
ὑπερηφάνων
<ὑπερήνωρ>
εὔψυχος, ἀνδρεῖος. ὑβριστής. ὑπερέχων. ὑπερήφανος. πα- ράνομος. ἢ ὁ ὑπερέχων κατὰ τὴν ἀνδρείαν
[<ὑπερήπης>
ὑπὸ τῆς ὁρμῆς]
<ὑπερῆρτο>
κατεξανίστατο
<ὑπερήσει>
ὑπερβαλεῖ
<Ὑπερησία>
πόλις
[<ὑπερήσμασι>
στηρίγμασι]
<ὑπερήφανος>
ὑπεράφρων. ἀγνώμων
<ὑπερθεῖ>
ὑπερέχει. ὑποτρέχει, ἤγουν θέει
<ὕπερθεν>
ὑπεράνωθεν
<ὑπὲρ θεόν>
παρὰ τὸ θεῖον ἢ τὴν τοῦ θεοῦ γνώμην
<ὑπερθέοντας>
ὑπερτρέχοντας
<ὑπερθέσεις>
ἀναβολαί. ὑπερβάσεις
<ὑπερθορέονται>
ὑπερπηδῶσιν
<ὑπέρθορον>
ὑπερεπήδησα, ὑπερηλάμην
<ὑπέρθυμοι>
πρόθυμοι. μεγαλόψυχοι
<ὑπερθύριον>
ὁ ἐπάνω τῶν θυρῶν τόπος
<Ὑπερία>
ἡ τῶν Φαιάκων πόλις. καὶ κρήνη
*<ὑπερίον[τ]α>
ὑπὲρ ἡμᾶς ἰόντα ὁ ἥλιος, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι
<ὑπερίδῃ>
καταφρονῇ
<ὑπ(ερ)ικταίνοντο>
ἔνιοι ὑπὲρ δύναμιν, ἴκνουν ὑπερικνοῦντο διὰ τὴν χαράν, ὅ ἐστιν ἐξετείνοντο
<ὑπεριπτία>
ἀγών τις παρθένων
<ὑπέριπτεν>
κατέσειεν
<ὑπερισχύουσαν>
ὑπερβάλλουσαν
<ὑπερίων>
τὸν ἐν τῷ ἀέρι, ἢ ὁ ἥλιος ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι
<ὑπερκαταβαπτύουσαν>
ἀντὶ τοῦ ὑπερηφάνους λόγους ποιουμένους
<ὑπερκακεῖν>
ὃ νῦν <ἐκκακεῖν
<ὑπὲρ κάρα φοιτῶντα>
ὑπὲρ κεφαλῆς ἐρχόμενον
<ὑπερκείμενον>
ἄνω κείμενον
<ὑπέρκεισαι>
ὑπερβάλλεις
<ὑπερκείσθω>
ὑπερτεθείσθω
<ὑπὲρ κεφαλῆς>
ὑπεράνω τῆς κεφαλῆς
<ὑπερκόμπως>
ὑπερηφάνως
<ὑπερκάϋστρα>
ἡ τῆς Ἀθηνᾶς ἱέρεια
<ὑπερκόσμια>
ὡς ἄγγελοι, καὶ τὰ μέλλοντα ὑπὲρ τὸν κόσμον
<ὑπερκυάνεον>
λίαν κυάνεον
<ὑπερκύδαντας>
ὑπερέχοντας τῇ δόξῃ, ὑπερενδόξους γενομένους
<ὑπερκυδέοντας>
λίαν ἐνδόξους
<ὑπερμαζᾷ>
ὑπερτρυφᾷ
<ὑπερμενέϊ>
τῷ ὑπεράγοντι κατὰ τὸ μένος, τουτέστι τῇ ἰσχύι ὑπερ- κρατεῖ
<ὑπερμενής>
μεγάλην ἔχων ἰσχύν
<ὑπερμενέον(τα)>
ὑπερηφανοῦντα. ὑπερέχοντα τῇ δυνάμει
<ὑπέρμορα>
ὑπὲρ τὸ δέον, ὑπὲρ τὸ καθῆκον
<ὑπὲρ μόρον>
ὁμοίως
<ὑπερνεμεῖς>
ὑπερορᾷς
<ὑπερνήχεται>
ὑπερέχει, ὑπερβαίνει
<ὑπερνικᾷ>
ἀντιμάχεται
<ὑπέρογκον>
μέγα, ὑψηλόν, ὑπέρμετρον
<ὑπεροι(α)ζομένου>
ὑπερηφανευομένου
<ὑπεροιησάμενοι>
ὑπερηφανοῦντες
[<ὑπερόλβη>
κόρος. ὕβρις]
[<ὑπεροπεύει>
ψεύδεται]
[<ὑπεροπεύς>
ψεύστης.] ὑπερόπτης]
<ὑπεροπλίαις>
ὑπερηφανίαις, ὑπερφροσύναις
[<ὑπεροπλῆσαι>
ὑπερβῆναι, ὑπερπηδῆσαι]
<ὑπεροπλίσσαιτο>
νικήσειεν. ἢ ὑπερηφανήσειεν
<ὑπέροπλον>
ὑπὲρ τὸ δέον. ὑπερήφανον. ψευδές
<ὑπέροπτον>
μέγα, καὶ ὑπὲρ τὸ μέτρον, καὶ τὰ ὅμοια
<ὑπερορᾷ>
καταφρονεῖ, παραβλέπει
<ὑπερόριος>
ἐκτὸς τῶν ὁρίων
<ὑπέρου περιστροφήν>
παροιμία. λέγεται δὲ ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲν περαινόντων
<ὑπερούσιος>
ἀγαπητός, πεφιλημένος
<ὑπερόφρυς>
ὑπερηφάνους
<ὑπέροφρυς>
ὑπέροπτος
<ὑπεροχή>
ἐξοχή, ὑπερβολή
<ὑπέροχον>
περισσόν. δεινόν. μεῖζον
<ὑπεροψία>
ὑπερηφανία, παρὰ τὸ τὰ ὑπὲρ αὐτὸν θεωρεῖν
<ὑπερπαθήσας>
πάνυ λυπηθείς
<ὑπερπηδῶν>
ὑπερθορών
<ὑπεῤ(ῥ)άγη>
διεῤῥάγη
<ὑπερσχεῖν>
ἀνατελσεῖν. ὑπερμαχῆσαι. βοηθῆσαι. σκεπάσαι
<ὑπέρσχες>
σκέπασον, καὶ τὰ ὅμοια
<ὑπερτάτην>
ὑψηλήν, ὑπερβαίνουσαν
<ὑπέρτατος>
μέγιστος. πρεσβύτατος. ἀνώτατος, ὑψηλότατος. εὐγενέ- στατος
<ὑπὲρ τέγος>
ὑπεράνω τῆς στέγης
<ὑπερτεῖς>
Κρητικῶν πόλεων ἐπίθετα
<ὑπερτελής>
ὑπὲρ τὸ τέλος ἀφικομένη
<ὑπερτέλλοντες>
ἀνατέλλοντες
<ὑπερτέλλων>
ὑπερα(να)τέλλων, ὑπερφαινόμενος τῶν ἄλλων ἄστρων
<ὑπερτενῆ>
ὑπερανατείνουσα, ὑψηλή
<ὑπερτέρα>
ὑψηλοτέρα· οἱ δὲ νεωτέρα. ἢ πρεσβυτέρα. ἢ ἄροτρον
<ὑπερτερία>
τὸ ἄνωθεν τῆς ἁμάξης ἐπιτιθέμενον
<ὑπερτερίῃσι>
νεωτερισμοῖς. ὑπερηφανίαις
<ὑπερτερ[ε]ώτερος>
νεώτερος
*<ὑπέρτερον>
ἔσχατον, ὕστερον. νεώτερον. εὐγενῆ
(*)<ὑπερτερ[ε]ίη>
τὸ πῆγμα τῆς ἁμάξης
(*)<ὑπέρτερα>
κρέατα ἐκτὸς τοῦ σώματος πρὸς τὴν σύγκρισιν τῶν ἐντός
<ὑπερτεροῦν>
δεσπόζον
*<ὑπερτῆρα>
τὸ τῆς ἁμάξης πῆγμα
<ὑπέρτεχνον>
σπουδαῖον
<ὑπερτοναίων>
ὑπὲρ τῶν ἄνω συνδεδεμένων καὶ διατετα[γ]μένων
<ὑπέρυθρος>
πυρακτής
<ὑπέρφασις>
ὑπερηφανία, μεγαλοῤῥημοσύνη
<ὑπερφέρεις>
ὑπερβά(λ)λεις
<ὑπερφερές>
μέγα ὑπὲρ φύσιν, ἢ ὑπεράγον
<ὑπέρφευ>
ὑπεράγαν
<ὑπερφίαλος>
ὑπερήφανος, ὑβριστής, παράνομος, ὑπερφυής. μεγαλο- πρεπής. ἢ ἔκσπονδος
<ὑπερφλύζει>
ἀναῤῥεῖ, ἐκφυσᾷ
<ὑπέρφρονα>
ὑπερήφανον. ἀγνώμονα. ὑψηλόφρονα
<ὑπερφυᾶ>
ὑπὲρ φύσιν μέγαν
<ὑπερφυές>
ὑπερμέγεθες, μεῖζον
<ὑπερφύς>
ὑπεργεννηθείς
<ὑπερφυῶς>
ὑπεραγόντως
<ὑπερχειλές>
ὑπερμεμετρημένον
<ὑπερχειλῶν>
ὑπερμέστων
<ὑπερχέων>
ὑπερέχων
<ὑπέρχολος>
ὑπερβαλλόντως ὀργιζόμενος
<ὑπέρχρεως>
ὁ πολλῷ πλείω τῆς οὐσίας ὀφείλων
<ὑπερῶ>
ὑποβα[λ]λῶ. ἀντὶ τοῦ προερῶ <ὑπερῶ>
<ὑπερῴ(α)>
στόματος
<ὑπερῷα>
ἀνώγαια
<ὑπερώησαν>
ὑπ[ερ]εχώρησαν
<ὑπερώϊον>
ὑπερῷον, ἀνώγαιον οἴκημα
<ὑπερῷον>
ἀνώγαιον
<ὑπερώφθη>
παρώφθη
<ὑπεσάκκισεν>
ὑπήθει τῷ σάκκῳ. ἔνιοι πρόκοπτε
[<ὑπεσενεχίζετο γέα>
ὑπεκάμπτετο. ἐκινεῖτο]
<ὕπεσις>
ταπείνωσις, ἔνδοσις
*<ὑπέρβιος>
ὑπέωρος
<ὑπεσπληνισμένον>
ὑποπιασμένον. ἢ πεποικιλμένον
<ὑπέστη>
ὑπέσχετο
[<ὑπέτρεχον>
ὑπεράνω τοῦ πυρὸς εἶχον]
<ὑπέσταν>
ὑπέστησαν, ἐπηγγείλαντο
<ὑπεστειλάμην>
παρῃτησάμην
<ὑπεστόρεσται>
ὑπέστρωται, ἥπλωται
*<ὑπέχεσθαι>
ὑπερβάλλεσθαι
<ὑπεσχηκώς>
ὑποστάς
<ὑπέσχηται>
ἐπήγγελται
<ὑπέφηνεν>
ὑπέδειξεν, ἐφανέρωσεν
<ὑπεχάλκισα>
πρὸς χαλκοῦ ὑπεθέμην
*<ὑπ' εὐθείας>
ἐπ' ἴσης
*<ὑπεύθυνος>
ἔνοχος. ὑποκείμενος
<ὕπεχε>
ὑπόφερε. πάρεχε. ὑπόμενε
<ὑπέχει>
ὑπομένει. ὑφίσταται. δίδωσιν
<ὑπέχεται>
προμηθεῖται
<ὑπέχευεν>
ὑπέβαλλεν, ὑπέχυσεν
<ὑπηγάγετο>
ἠπάτησεν. [ὑπέμεινεν
[<ὑπηδόμενοι>
ὑφορώμενοι]
<ὑπηλάτων>
τῶν ὑπὸ ἐλάττων, ἔνιοι φύλλων
*<ὑπήλυθεν>
ὑπέδυ, ὑπεισῆλθεν
[<ὑπηλήφαμεν>
ἐνομίσαμεν]
<ὑπήλλαξεν>
ὑπεχώρει
<ὑπῆν>
ὑπῆρχεν
<ὑπήει>
ὑπομένει, ὑποφέρει
<ὑπήνας>
γενειάδας
<ὑπηνέμια ὠά>
τὰ δίχα τοῦ ὀχευθῆναι γεννώμενα
<ὑπηνέμους>
σκεπηνούς
*<ὑπηνέμιον ἄνεμον>
ὑετόν, καὶ τὰ ὅμοια
<ὑπήνη>
τὸ γένειον, ἤτοι πώγων. ἄλλοι μύσταξ, ἄλλοι ὑπήνη, ὅς ἐστι ὑπὸ τὴν ῥῖνα τόπος
[<ὑπήνημος>
σκέπη]
<ὑπηντίαζον>
ὑπήντων
<ὑπηοίη>
ὑπὸ τὸν ὄρθρον, πρὸς τῆς ἕω
<ὑπήρατος>
λογομάχος. ὑπέρλαμπρος
<ὑπηρέσια>
τῶν κωπηλατούντων δέρματά τινα, ὡς προσκεφάλαια, ἐφ' ὧν καθέζονται
*<ὑπηρέτης>
δοῦλος
<ὑπηρέσιον>
ἡ σανὶς τῆς καθέδρας
<ὑπήτριον>
ὑπογάστριον, ἐφήβαιον
<ὑπηχεῖ>
βομβεῖ
<ὑπήχθην>
ἦλθον
<ὑπ' ἠῶ>
ὑπὸ τὸν ὄρθρον
<ὑπεὶρ ἅλα>
ὑπὸ τὴν θάλασσαν
<ὑπίσχεται>
ἀναδέχεται, ὑπισχνεῖται
<ὑπισχνεῖται>
ὁμολογεῖ, συντίθεται, ἐπαγγέλλεται
<ὑπ' ἴχνιον>
ὑπὸ τὰ ἴχνη
<ὑπιωγαί>
ὑπαγωγαί, ὑποδρομαὶ τῆς πέτρας διὰ σκέπην, σκεπηνὰ μέρη
<ὑπνάσσει>
ὑπνώσσει
<ὑπνοῖ>
κοιμᾶται
<ὕπνος>
[κυρίως
<ὕπνου δῶρον>
ὕπνος, ἀνάπαυσις
<ὑπνῶ>
κοιμῶμαι. ἢ ἀγρυπνῶ
<ὑπνωτικόν>
ὁ μανδραγόρας
<ὑπό>
πρόθεσις ......
<ὑποακταίνοντο>
ἔτρεμον
<ὑποβάθρα>
κρηπίς, θεμέλιος. ὑπόβασις
<ὑποβαίνει>
ἐλαττοῦται
<ὑποβάσει>
ὑποκαταβάσει
*<ὑποβάλλει>
ὑποκρούει
<ὑποβας[ι]μόν>
ὑποβάθραν
<ὑπόβασις>
ὁ ἐνδότατος χιτών, ἢ περίζωμα
<ὑποβατᾶν>
ὑποβατόν. τὸ ὑποπόδιον
<ὑποβεβηκώς>
μικρότερος, ἐλάττων
<ὑποβιβάζοντες>
ὑποκαταβαίνοντες. ἐλαττοῦντες
<ὑποβιβασθέν>
ὑποβεβρυχμένον (?) ὑποπεπτωκός
<ὑποβλεπόμενος>
ὑπονοῶν. ἐχθραίνων
<ὑποβλήδην>
ὑποβάλλων τὸν λόγον πρὶν σιωπῆσαι τὸν λέγοντα. ἄλλοι ὑπολαμβάνων
<ὑποβολιμαῖον>
οὐ γνήσιον, ἀλλὰ νόθον, ὑποβαλλόμενον, ὡς ἀπὸ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυταῖς ὑποβάλλουσιν αἱ γυναῖκες
<ὑποβορβόριον>
ἡ τρύξ
<ὑπόβρυχα>
ὑποβρύχια. ὑπὸ τὸ ὕδωρ. ὑπὸ κάτω τῶν κυμάτων βυ- θισθέντες
<ὑπογάιδιον>
ὑπόγειον τύμβον
<ὑπὸ γαμφηλαῖς>
ὑπὸ ταῖς σιαγόσιν
<ὑπὸ γαμφηλῇσιν>
ὁμοίως
<ὑπογεγραμμένη>
ἐγκεχριμένη
<ὑπόγειον>
ὑπὸ τὴν γῆν
<ὑπογενειάζων>
λιτανεύων. ἀπὸ τοῦ γενείου ἁπτόμενος
<ὑπογλωττίς>
εἶδος στεφάνου. καὶ πάθος τι κατὰ τὴν γλῶτταν. καὶ μέρος ἐνστόμιον
<ὑπὸ γλωχῖνα>
ὑπὸ τὴν γωνίαν
<ὑπόγνυθα>
τὸ καθῆσθαι τὰς χεῖρας ἔχοντα ὑπὸ γνάθον
[<ὑπόγοιον>
πρὸ μικροῦ γεγονός]
<ὑπογράμματα>
στιμίσματα τῶν ὀφθαλμῶν
<ὑπογραμμός>
τύπος. μίμημα
<ὑπογράφειν>
τυποῦσθαι
<ὑπογραφῆναι>
εἰσακουσθῆναι
<ὑπογραφίον>
τῶν ἐπὶ τῷ σώματι δεδανεισμένων
<ὑπόγυον>
προσδόκιμον. ἐγγύς, ἢ ὁμοῦ, καὶ τὸ πρὸ ὀλίγου γεγονός, καὶ τὸ ἕτοιμον, πρόσφατον
<ὑπὸ δαΐ(δ)ων>
ὑπὸ λαμπάδων
<ὑποδέγμενος>
ὑποδεχόμενος
<ὑποδεέστερος>
ταπεινότερος
<ὑποδεής>
ἐνδεής, καταδεής. ὑπόφοβος
<ὑποδενδρυάζειν>
τὸ ἐξ ἀφανοῦς καὶ αἰφνιδίως ἐπιφαίνεσθαι
<ὑποδεξίη>
ὑποδοχή, ἢ ἡ χορηγία πρὸς ὑποδοχήν
<ὑποδέραια>
ὑποτραχήλια
<ὑποδέραιον>
ὑποδείριον καὶ περιτραχήλιον
<ὑποδερίς>
ὁρμίσκος. ἔνιοι πλοκίον τι περιτραχήλιον καὶ μέρος τι
<ὑποδέσματα>
ἐνέχυρα
<ὑποδέσμιος>
[ἢ ὑποδήμιος, ἢ] ὑποτεθείς
<ὑπὸ δ' ἔτ(ε)ινε>
ὑπέβαλλεν
<ὑποδῆσαι>
ἐνεχυραθῆναι. Ἰταλιῶται
*<ὑπόδειγμα>
σημεῖον
<ὑποδιδάσκαλος>
χοροδιδάσκαλος
<ὑπόδικος>
ὑπεύθυνος. χρεώστης. ἔνοχος δίκης
<ὑποδμώς>
ὑποτεταγμένος, δοῦλος, θεράπων
<ὑπόδρα>
ὑποβλεψάμενος, βλαπτικός
<ὑποδράξ>
ὁμοίως
<ὑποδρακεῖν>
ὑποπτεύσας
<ὑπόδρα ἰδών>
δεινῶς ὑποβλεψάμενος, ἢ ὑποβλέψας
<ὑποδραμών>
ὑφερπύσας
<ὑποδρασίας>
τὰς ἔχθρας
<ὑποδρασίη>
ὑποψία
<ὑποδρής(ς)ουσιν>
ὑπουργοῦσιν, ὑπηρετοῦσιν
<ὑπὸ δρόμον>
ὑπὸ τροχασμόν. ὑπὸ κακοήθειαν
<ὑποδρόμους>
στόμια
<ὑποδύεσθαι>
δειλιᾶν
<ὑποδῦναι>
ὑπεκδῦναι
<ὑποδύντες>
ὑπεισελθόντες
<ὑποδύς>
ὑποβάς, ὑπεισελθών
<ὑποδύτης>
τὸ ἐσώτερον ἱμάτιον
<ὑπόεικεν>
ἀνεχώρει
<ὑποείξομαι>
ὑποχωρήσω
<ὑποέστης>
χιτών
<ὑποεχμένη>
ὑπείκουσα. θεραπεύουσα
<ὑποζάκοροι>
νεωκόροι
<ὑποζατηθείς>
ὑποκατασχών
<ὑποζύγια>
κτήνη τὰ ὑπὸ τὸν ζυγόν, καὶ [τὰ ὑπόζωνα] πάντα τὰ ἐζευγμένα
<ὑποθέσθαι>
συμβουλεῦσαι
<ὑποθέσεις>
καταβολαί. πράγματα. αἰτίαι, προφάσεις
<ὑπόθεο>
ὑπόθου. συμβούλευσον
<ὑπόθευτον>
Ῥόδιοι ἐπὶ θυσίας
<ὑποθήκη>
παραίνεσις, διδασκαλία. ἢ ἐνέχυρον. ἢ συμβουλή
<ὑποθημοσύνη>
τὰ αὐτά
<ὑποθήμων>
ὑποθέσεις καταγράφων
<ὑποθήσομαι>
διδάξω καὶ <ὑπόθου> ὁμοίως
<ὑποθυμί[ο]ς>
στέφανος ὑποτράχηλος
<ὑποιατιθείς>
ὑποστρατευθείς
<ὑποίζεσθαι>
ὑπονοεῖν
<ὑποικουρεῖ>
ἀντὶ τοῦ συνέστη καὶ γεγάμηται
<ὑποικουροῦσα
εἰς βάθος> οἰκοῦσα
<ὑποίσει>
ὑφέξει, βαστάσει
<ὑποι(ς)τά>
φορητά, βαστακτά
<ὑποίσω>
ὑπενέγκω, ὑπομενῶ, καὶ τὰ ὅμοια
<ὑποκαθῆσθαι>
ἐνεδρεύειν
<ὑποκάλυκα>
ὑπὸ τὴν κλεῖδα τοῦ πυρός
[<ὑπὸ κόρασιν>
ὑπὸ ταῖς κεφαλαῖς]
<ὑποκείσεται>
ὑποβληθήσεται
<ὑποκεντά>
ὑπομονητικά
<ὑποκέοιτο>
ὑποκείσεται
<ὑπὸ κεύθεα>
ὑπὸ κοῖλ[ι]α
*<ὑποκυσσαμένη>
ἐγκυοῦσα
<ὑποκόλπιον τοῦ χοροῦ>
τῆς στάσεως χῶραι αἱ ἄτιμοι
<ὑποκομψίας>
τὸ κομψὸν ὑποφαίνων
<ὑποκορίζεσθαι>
ὑποκοριστικοῖς λόγοις χρῆσθαι, ἤτοι κολακεύειν
<ὑποκοριζόμενος>
ὁμοίως
<ὑπὸ κρασίν>
ὑπὸ ταῖς κεφαλαῖς
<ὑποκρέκειν>
ἐπὶ τῶν ἵππων, πορείας τις τρόπος, βῆμα
<ὑπὸ κράτεσφιν>
ὑπὸ τῇ κεφαλῇ
<ὑποκριθῆναι>
ἀποκριθῆναι
<ὑποκρίναιτο>
ὑποκρίσει τι ποιῶν
<ὑποκρίνοιτο>
ἀποκρίνοιτο. ἔνθεν καὶ <ὑποκριτής>, ὁ ἀποκρινόμενος πρὸς τὸν χορόν
<ὑπόκρισις>
εἰρωνεία. ὑπουλότης. δόλος
<ὑποκριτής>
μάντις. καὶ ὁ ἐν τῇ σκηνῇ ἀποκρινόμενος
<ὑποκρούει>
ἀντιλέγει
<ὑποκρουνιδία>
θυσία τις παρὰ Κνιδίοις
<ὑποκρουσταλίς>
εἶδος τοῦ λίνου σπέρματος
<ὑποκυδές>
ὑποφρύδιον
<ὑπόκυκλα>
τοὺς ἀστραγάλους τοὺς ὑποτιθεμένους τῷ πυθμένι τῶν τριπόδων
*<ὑποκυησαμένη>
ὑπὸ γαστρὸς ἔχουσα ἐγκοίλιον
<ὑπόκυκλον>
ὑπότροχον, ἢ κάτωθεν σπεῖραν ἔχοντα
<ὑποκυς(ς)αμένη>
ἔγκυος γενομένη, ἐγκύμων
<ὑπολαβών>
ὑπονοήσας, νομίσας. ἀποκριθείς
<ὑπολαΐς>
ὄρνις τις τῶν σκωληκοφάγων
<ὑπολαλεῖ>
ψιθυρίζει
<ὑπολάμβανε>
νόμιζε. ἀντιτίθει
<Ὑπολάμπτειρα>
Ἑκάτη ἐν Μιλήτῳ
*<ὑποληπτέον>
νομιστέον
*<ὑπόληψις>
ὑπόνοια, καὶ τὰ ὅμοια
<ὑποληΐς>
εἶδος ὄρνιθος. ἢ ... λαΐς
<ὑποληκᾶν>
ὑποκρούειν
<ὑπολ[ι]απάξας>
ὑποκενώσας
<ὑπολίζονες>
μεγέθει ἐλάσσονες, ὀλιγώτεροι
[<ὑπολιμαῖος>
ὁ μὴ γνήσιος]
<ὑπολείπει>
ἐκλείπει
<ὑπόλινον>
τὸ ὅρμινον
<ὑπὸ λιπαροῖσι>
εὐτραφέσι
<ὑπόλι(ς)φον>
ὀλισθηρόν
*<ὑπολαιόν>
ὑποδαιστόν
[<ὑπολύξας>
ἐκκλίνας]
<ὑπομάζιον>
θηλάζον παιδίον
<ὑπομαλανδριῶδες>
εἶδός τι ταρίχου
<ὑπομέλαθρα>
Ἀρτέμιδος ἐπίθετον, ὡς ὁ Μύνδιος
<ὑπομειδιῶντι>
γελῶντι
<ὑπὸ μηνιθμόν>
ὑπὸ τὴν ὀργήν
<ὑπομηλαφῆσαι>
ψηλαφῆσαι
<ὑπομονή>
καρτερία
<ὑπομνηματιστής>
ὁ ὑπόμνημα λέγων
<ὑπονέμεσθαι>
ἐξαπατᾶν
<ὑπὸ νηΐω>
τόπος δένδρον ἔχων, ἐν οἷς ἐδέσμευον τὰς ναῦς
<ὑπονοεῖ>
ὑποπτεύει
<ὑπονοθεῦσαι>
ὑποφθεῖραι
<ὑπόνοια>
ὑπερηφανία, θράσος
<ὑπονομαί>
κλοπαί. ὀχετοί
<ὑπονοστήσας>
ἐπανελθών, ὑποστρέψας
<ὑπονύσσεται>
καταπονεῖται
[<ὑποοργός>
ὑπουργός]
<ὑποπαθών>
ἠρέμα παθών
<ὑποπεράτωσις>
τελείωσις
*<ὑποπεζία>
ταπείνωσις
<ὑποπερκάζουσι>
μεταβάλλουσιν ἐκ τοῦ ὄμφακος καὶ ὑπομελαίνονται
<ὑπὸ παντὶ λίθῳ>
παροιμία τὸ "<ὑπὸ παντὶ λίθῳ σκορπίος εὕδει>"
*<ὑποπιάζομεν>
ταπεινοῦμεν. μαραίνομεν. <Ὑποπιασμὸς> γὰρ τα- πείνωσίς ἐστι <σώματος
<ὑποπῖσαι>
ὑποποτίσαι
<ὑπὸ Πλάκῳ>
ὑπὸ τῷ Πλάκει ὄρει Κιλικίας
<ὑπόπλεως>
μεστός, ἔμπλεως
<ὑποποιεῖται>
προσποιεῖται
<ὑπὸ πραπίδων>
ὑπὸ τῶν φρενῶν
<ὑπόπτερος>
κοῦφος. καὶ <ὑπόπτερος> ὁ ταχύς
[<ὑποπέτρου>]
ὑποπτέρου. ταχείας
<ὑποπτεύει>
ὑπονοεῖ, ὑπολαμβάνει
<ὕποπτος ἐχθρός>
.......
<ὑπόπτως>
ἐχθροειδῶς
<ὑπόπτωσις>
κατάπτωσις
<ὑπόπτωτον>
ὑποπῖπτον
<ὑπόρ(ε)ια>
τὰ ὑπὸ τὰ ὄρη
<ὑπορίνους>
τοὺς ὑπὸ ῥινὶ φθεγγομένους
*<ὑποργηθεῖσα>
ὑποχρισθεῖσα
<ὑπὸ ῥιπῆς>
ὑπὸ τῆς ὁρμῆς
[<ὑποῤῥόφιοι>
ὑπόστεγοι]
<ὑποῤῥάπτεις λόγους>
συντίθης
<ὑποσακίζειν>
ὑπηθεῖν τῷ σάκκῳ. καὶ τὸ προσκόπτειν
<ὑποσκελίσει>
ἀπατήσει, χλευάσει
<ὑπόσκοπον χέρα>
Αἰσχύλος. ὥσπερ οἱ ἀποσκοποῦντες, οὕτω κελεύει σχηματίσαι τὴν χεῖρα, καθάπερ τοὺς Πᾶνας ποιοῦσι. σχῆμα δέ ἐστιν ὀρχηστικὸν ὁ <σκοπός>
*<ὑπὸ σκήπτρῳ>
ὑπὸ τῇ βασιλείᾳ
<ὕποσμος>
ὀσφραινόμενος
<ὑποσμύχει>
θλίβει, ἀνιᾷ, καταπονεῖ, ἐκ μεταφορᾶς τῶν τραυμάτων
<ὑποσμύχεται>
ὑποκαίεται
<ὑποσμύχουσα
ἔνδον> ἐρεθίζουσα
<ὑπόσπονδος>
σπονδὰς αἰτήσας
<ὑπος(ς)είουσι>
κάτωθεν ἕλκουσιν
<ὑπόστα>
ὑπόμενε
<ὑποστάθμη>
τρυγία, τρύξ
<ὑποσταίη>
ὑπόσχοιτο
<ὑπόστασις>
πρόσωπον
<ὑποσταχύοιτο>
ὑπαύξοιτο ἀπὸ τοῦ στάχυος
<ὑποστειλάμενος>
ὑποκρυψάμενος. φοβηθείς
<ὑποστέλλεσθαι>
ἀναδύεσθαι. δολιεύεσθαι. ὑποκρίνεσθαι
<ὑποστέλλεται>
φοβεῖται. καὶ τὰ ὅμοια
<ὑπόστερνον>
ὑπογάστριον
<ὑπόστημα>
πλῆθος
<ὑποστῆσαι>
ὅταν τις ἐγκάθετον στήσῃ ἐπὶ τῷ ὠνήσασθαί τι
<ὑποστήσεται>
ὑπομενεῖ
<ὑποστήτω>
ὑποταγήτω, εἰξάτω, παραχωρησάτω
<ὑποστολή>
δειλία, φυγή
[<ὑποστρέσαι>
ἀποφυγεῖν διὰ δέος]
<ὑπόστροφον>
ἀφιγμένον, ὑποστρέφοντα
<ὑπόστρωμα>
περίστρωμα
<ὑπόσχε[τ]ο>
ὑπόσχου, ἐπαγγέλλου
<ὑποσχεῖν>
ὑποβαλεῖν, δοῦναι
<ὑποσχέσεις>
ἐπαγγελίαι
<ὑπόσχωμαι>
ὑποβάλωμαι, ἐπαγγέλλωμαι
<ὑποσχών>
τὰ αὐτά
[<ὑποτάβλων>
ὑπεξουσίαν]
<ὑποτέτροφεν>
ὑπέτροφεν
<ὑποτίθεται>
συμβουλεύει
<ὑποτιμήσεως>
προφάσεως
<ὑποτίτθια>
θηλάζοντα, γαλουχούμενα παιδία
<ὑποτονθορύζει>
γογγύζει
<ὑποτοπάσαι>
ὑπολαβεῖν, ὑπονοεῖν
<ὑποτοπήσομεν>
ὑπονοήσομεν
<ὑποτρέχοντες>
ὑπεισερχόμενοι, σπεύδοντες
<ὑπότριμμα>
ἐκ φοίνικος καὶ μέλιτος καὶ κυμίνου καὶ ἄλλων τινῶν ἀρτυμάτων ἔργον
<ὑποτρύζει>
ὑποβάλλει. ὑποψιθυρίζει. γογγύζει
*<ὑπότροπον>
ὑπεστροφότα, ἐπανελθόντα ἐκ δευτέρου
*<ὑπότροπος>
ἐξ ὑποστροφῆς
<ὕπουλος>
ὕποπτος, δόλιος, ὑποκριτής, ὀλέθριος, ἀσυμφανής. <Ὕπο(υ)λα> δὲ λέγεται τὰ μὴ φανερὰ τῶν ὀφθαλμῶν ἕλκη
<ὑπουργεῖ>
ὑπηρετεῖ
<ὕπουρα>
ὑπὸ τὰ ὄρη
<ὑποφαίνει>
φανεροῖ, δεικνύει
<ὑποφαίσεις>
εἰς θεωρίας
<ὑποφέρει>
ὑπομένει
<ὑποφέρονται>
ὑποβάλλονται
<ὑποφῆται>
μάντεις, προφῆται, ἱερεῖς, διερμηνευταί, χρησμολόγοι
<ὑποφήτορες>
ὑποτεταγμένοι
<ὑποφθάς>
προφθάσας
<ὑποφθαμένη>
προφθάσασα
<ὑπόφορος>
ὑπὸ τέλος, [ὑπὸ κῖνσον] ὑπεύθυνος
<ὑποφωνῆσαι>
ὑποδεῖξαι
<Ὑποχαλκίς>
ἡ ὑπὸ Ὁμήρου Χαλκὶς διὰ τὸ κεῖσθαι ὑπό τι ὄρος
<ὑπώπια>
τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς οἰδήματα. ἀπὸ μέρους δὲ ὅλην τὴν ὄψιν δηλοῖ. καὶ τὰ πελιώματα
<ὑπωπίς>
ἡ θαψία
<ὑπώρ(ε)ια>
τὸ κάτω μέρος τοῦ ὄρους
<ὑπωρόφιον>
ὑπόστεγον
[<ὑπῶς>
ἀρτίως]
[<ὑρεῖ>
φοβεῖται]
<ὑράξ>
μίγδην, ἀναμίξ
<ὑρειγαλέον>
διεῤῥωγός
<Ὑρία>
πόλις Βοιωτίας
<ὑριατόμος>
ὁ τὰ κηρία τέμνων τῶν μελισσῶν
<ὕριγγα>
πτύον. Σαλαμίνιοι
<ὑρίσιδα>
σπυρίδιον, σπυρίς
<ὑρις[ς]ός>
φορμός
<Ὑρμίνη>
πόλις
<ὕρον>
σμῆνος. Κρῆτες. ἥσυχον
<Ὑῤῥάδιος>
ἀπό τινος τῶν προγόνων, ἄδοξος, ἢ εἰκαῖος. *)/Uῤῥα παιδίον
<ὕῤῥαχα>
πρίσχη
<ὑῤῥώφθαι>
φληναφᾶν
<ὑρτακός>
ὄστρεον
<ὑρτάνα>
ἀπομάχυτρας
<ὑρτήρ>
πλυνεύς
<ὔρχας>
ἄμφωτον κεράμιον, καὶ βικῶδες τὸ εἶδος
<ὔρχη>
ἐφ' ἧς τὰ φορτία φέρουσιν οἱ ναῦται
<ὗς>
χοῖρος, ἢ σῦς. καὶ ἰχθῦς
<ὗς>
ἀλείφαβοῦς· οἱ γὰρ Σκύθαι ἀλείμ(μ)ατι χρῶνται ὑείῳ καὶ μο- σχ(ε)ίῳ στέατι
<ὕσας>
βρέξας
<ὕσγινον>
βάμ(μ)α τι
<ὔσδοι>
ὄζοι, κλάδοι
<ὗσαι>
βρέξαι
<ὕσειμι>
ἐκεῖ βαδίζω
<ὗς ἐκώμασα>
παροιμία ἐπὶ τῶν ἀκόσμως τι ποιούντων
<ὑσθλός>
σαλός, φλύαρος
<ὕσκλοι>
ἀγκύλαι, βρόχοι, οὓς ἡμεῖς ὕσκλους τῶν ὑποδημάτων καὶ τὰς λέγνας τῶν ἱματίων
*<ὑσκυθά>
ὑὸς ἀφόδευμα
*<ὑσκίνιοι>
ὑσκάνιοι
<ὑσμῆθες>
οὐσίαι
<ὑσμίνας>
μάχας
<ὑσμίνη>
μάχη. παράταξις. ταραχή. σύνοδος
<ὑσόν>
τὸ ὅσον. βοὸς σὺν ἀρότρῳ συνανα(ς)τροφή
<ὕσπληξ>
βαλβίς. μύωψ, ὁ πλήσσων τοὺς βόας. καὶ παγὶς λύκων
<ὕσπληγα>
τὸ ῥόπτρον. [τῆς σφραγῖδος
<ὕσπληγξ>
ἄφεσις, ἀφετηρία. πάγη. [πάσσαλος, καὶ ὁ κεράτινος κρίκος]
<ὑσπολεῖν>
συβωτεῖν
<ὕσσακος>
ὑστακός
<ὕσταξ>
πάσσαλος κεράτινος
<Ὑσσέλινον>
τὸ νῦν Ἀραχναῖον ὄρος ἐν Ἄργει καλούμενον
<ὕς(ς)ωπος>
βοτάνη σμήχουσα
<ὑστάδα>
ἡ δασεῖα ἄμπελος
<ὑστακητεῖ>
φενακίζει
[<ὑσταλωπιᾷ>
νυστάζει]
<ὑστάς>
πλαστὰς ἀμπέλων
<ὕστατα>
ἔσχατα
<ὕστατον>
ἐσχάτιον, τελευταῖον
<ὑστέρα>
μήτρα
<ὑστεροβουλία>
μετάνοια, μετάμελος, ἡ ἐσχάτη βουλή
<ὕστερον>
ἧσσον, ἧττον, ἔσχατον
<ὑστερόπους>
ὕστερον ἐρχόμενος
<ὑστερόποτμος>
ᾧ ζῶντι ὁ τάφος ὡς τεθνηκότι γέγονεν. ἄλλοι τὸν δεύτερον γάμον
<ὑστιακκός>
ποτήριον ποιόν. Ἰταλιῶται
<ὑστρία>
κωλεός
<ὕστριξ>
[ζῶον ὀστρακόδερμον, ἐνάλιον, βρώσιμον
<ὑστριχίς>
μάστιξ πεπλεγμένη ἐξ ὑείων τριχῶν
<ὕστρος>
γαστήρ
<ὗς ὑπὸ ῥόπαλον δραμεῖται>
παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλε- θρον ἐμβαλ(λ)όντων
<ὑσωπίς>
ἡ σάμψυχος
<ὑτθόν>
τὸ πυρίεφθον
<ὕφα(ι)μον>
αἱματῶδες
*<ὑφαίνει>
κατασκευάζει
<ὑφαίαρ>
τὸ ἐπιφυόμενον ταῖς πεύκαις καὶ ἐλάταις
<ὑφαίρεσις>
μείωσις, στέρησις
[<ὑφαγωρή>
μεγαληγόρως]
<ὑφαῖς>
ἡ ὤα, λῶμα. φυλακή
<ὑφαιρέτρια>
μαῖα
<ὑφάλοις>
τοῖς ὑποκάτω τῆς θαλάσσης ....
<ὕφαλος φάτις>
ἡ κρύφα ......
<ὑφαιρῶ>
μειῶ
<ὕφασμα>
ἱστός τις
[<ὑφαύχην>
μεγαλαύχην]
<ὑφιείς>
ὑπενδούς
<ὑφ[ε]ίενται>
παρομολογοῦσιν
<ὑφειμένος>
ἐνδεδομένος, κεχαλασμένος, ἠλαττωμένος
(*)<ὑφαίνει>
ἐμπρῆσαι. ὑφᾶται. Ἀμερίας
<ὑφεῖτο>
ὑπεβάλλετο
<ὕφεκτον>
ὁ λέβης
<ὑφέλκεται>
προτρέπεται
<ὑφέν>
ἅμα, ὁμοῦ. καὶ πάθος προσῳδιῶν
<ὑφέντες>
χαλάσαντες. ὑφελόντες
<ὑφείλατο>
ἐπῇρεν, ἐκούφισεν
<ὑφεξαίρειν>
ὑφαιρεῖν, ἐπαίρειν
<ὑφεξαιρομένου>
ἐπαιρομένου
<ὑφέξει>
παραστήσει
<ὑφέξελε>
ἔπαρον
<ὑφέξω>
δώσω
<ὑφέσει>
ὑποκαταβάσει
<ὕφεσις>
ὑπένδοσις, ταπείνωσις, ἐλάττωσις, χάλασις
<ὑφεσμούς>
συμποδισμούς
<ὑφεστάναι>
εἶναι, ὑπάρχειν
<ὑφεστώς>
ὀχετός
<ὑφεστώς>
ἐνυπόστατος, ὑποκείμενος
<ὑφεττόν>
ὑπομονητόν
<ὑφήγησις>
ἐξήγησις
<ὑφήμενος>
καθήμενος, ταπεινός
<ὑφῆναι>
κατασκευάσαι
<ὑφηνίοχος>
ἡνίοχος
<ὑφιεμένον>
ἐνδεδομένον, τεταπεινωμένον
<ὑφιζάνει>
ἐλαττοῦται, ὑποκάθηται, ὑφίεται
<ὑφιζάνοντι>
ὑποκαθημένῳ
<ὑφίησιν>
ὑποχαλᾶ[ν], ἐλαττοῖ[ν], μειοῖ[ν]
<ὑφιστάς>
ὑποτιθείς
<ὑφίσταται>
ὑπομένει
[<ὑφιμένως>
ἐνδεδομένως]
*<ὑφορᾷ>
φοβεῖται
*<ὑφόριον>
ὕποπτον
<ὑφόλμιον>
μέρος τι τοῦ αὐλοῦ πρὸς τῷ στόματι, ἢ αἱ γλωττίδες. καὶ ὑπόθεμά τι
<ὑφόρ(μιον)>
χρυσοῦν κοσμάριον
<ὑφορώμενος>
ὑποβλεπόμενος, φοβούμενος, ὑπονοῶν
<ὑφόωσι[ο]ν>
ὑφαίνουσιν
<ὕφυδρ[ο]ον>
ὑποβρύχιον
<ὑφ' οὗ>
παρ' οὗ
<ὑφ' ᾧ>
ἐν ᾧ>
<ὑφ' ὧν>
ὑπὸ τῶν
*<ὑφοραθείην>
φοβηθείην
*<ὑφορᾶσθαι>
διανοεῖσθαι
*<ὑφορώμενον>
τὰ αὐτά
<ὕχιος>
νύξ
<ὑψαγορεῖ>
μεγαληγορεῖ
<ὑψαύχενες>
γαῦροι. ἢ ὑπερήφανοι
<ὑψαυχεῖν>
μεγαλαυχεῖν
<ὑψεῖται>
τραπεζῖται ἀργυρίου
[<ὑψηβρεμέτης>
ὁ ἐν ὕψει βροντῶν]
<ὑψηγορία>
ὑπερηφανία
<ὑψηρεφές>
ἐν ὕψει τὸν ὄροφον ἔχον, ἢ ὑψηλὴν ὀροφήν. ἐξ οὗ τὸ μέγα καὶ ὑψηλὸν δηλοῖ
<ὑψηλόν>
μέγα
<ὑψητησινίο>
ὑψηλῆς, μεγάλης
<ὑψηχέες ἵπποι>
ἀπὸ τοῦ εἰς ὕψος ἔχειν τοὺς τραχήλους, οἷον ὑψαύχενες, ἢ μεγαλόφωνοι
<ὑψ..μετέωρον>
ἄνω. ὑψηλοῦ
<ὑψιβάμονος>
ἐν ὕψει βαίνοντος
<ὑψίζυγος>
ὑψηλὴν ἔχων τὴν καθέδραν
<ὕψι δ' ἐπ' εὐνάων ὁρμίσσομεν>
μετέωρον αὐτὴν ἐπὶ ἀγκυρῶν ὁρ- μίσσομεν
<ὑψικέραυνος>
[ἡ διάπυρος πληγή
<ὑψικόλωνον>
τραχεῖαν. ὑψηλήν
<ὑψίκομος>
φοίνιξ. καὶ ὁ ἄνω τὰς τρίχας ἔχων
<ὑψιμέδων>
ἐν ὕψει βασιλεύων
<ὕψιον>
μεῖζον. μετέωρον
<ὑψιπέτηλον>
ὑψηλόν, μακρόν
<ὑψιπέτης>
εἰς ὕψος πετόμενος
<ὑψιπόρους>
δι' ὕψους τρέχοντας
<ὑψίπυλον>
ὑψηλὰς πύλας ἔχον
[<ὑψιρεφές>
ζτ# ὕψη]
[<ὑψίροφον>
ὁμοίως]
<ὑψίστολοι>
οἱ ἄνω ἐσταλμένοι τοὺς χιτῶνας
<ὑψιτελέες>
ταχιτῶνες. ζτ#
<ὕψιστον>
ὑψηλότατον
<ὑψιτένων>
ὑψαύχην, ὑψηλὸς τῷ φρονήματι
<ὑψιφοίτης>
ὑψηλοπόρος
[<ὑψιχέες>
ὑψαύχενες]
<ὑψόθι>
ἄνωθι
<ὑψόσε>
εἰς ὕψος
<ὑψόροφον>
ὑψηλόν, μέγα
<ὑψοῦ>
ἄνω ἐν ὕψει
<ὑψοῦ διᾴττει>
εἰς ὕψος ὁρμᾷ
<ὕω>
βρέχω
*<ὑωλυνύων>
μολύνων
<ὑωδία>
ἀηδία. φυρμὸς ἐν βορβόρῳ
<ὑωδίνων>
φύρων. βορβορῶν. μολύνων
<ὕων>
βρέχων, ὑγραίνων
*<ὑψιστάριος>
αἵρεσις, ὥς φασι, τῶν τὸν ὕψιστον σεβομένων