Μετάβαση στο περιεχόμενο

Γλώσσαι/Τ

Από Βικιθήκη
(Ανακατεύθυνση από Ἡσυχίου Τ)
Γλώσσαι
Συγγραφέας:
Τ


<Τά>
ταῦτα, ἅτινα αὐτά, ἀναφορικῶς· ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν
<τὰ ἅ>
[ἅτινα, ἢ τοιαῦτα]
[<τὰ ἀδάνοντα>
τὰ ἀρέσκοντα]
<τὰ αἰσχίω>
τὰ χείρω
<τὰ ἀμείνω>
τὰ κρείττονα
[<τὰ ἀντααῖον>
βαρύ]
<τὰ ἀπὸ τρίποδος>
παροιμία ἐπὶ τῶν ἀληθῶς λεγομένων· ἤτοι ἀπὸ τοῦ Δελφικοῦ τρίποδος· ἢ ἀπὸ τοῦ Πυθαγορικοῦ
*<τὰ βάθη>
τὰ ἀχώρητα, τὰ ἀκατάληπτα
*<Ταβεήλ>
ἀγαθοῦ Θεοῦ
<ταβάλα>
ταβῆλα. ὑπὸ Πάρθων οὕτω καλεῖται ὄργανον κριβάνῳ ἐμφε- ρές, ᾧ χρῶνται ἐν τοῖς πολέμοις ἀντὶ σάλπιγγος
[<ταβερνία>
καπή<λ>]
<ταβέρνων>
πανδοχείων]
<ταγαῖος>
ὁ ἐξ ἐπιταγῆς τι ποιῶν
<ταγαῖς>
ἀρχαῖς, ἡγεμονίαις
<τάγανα>
ταῦτα. Κρῆτες
<ταγατίζων>
κιχλίζων
<ταγή>
βασιλικὴ δωρεά. καὶ ἡ σύναξις τῶν πρὸς τὸ ζῆν ἀναγκαίων
<ταγηνία(ι)>
πεμμάτια (ἀπὸ) τηγάνων. οἱ δὲ στέας ὑγρόν, ἐπιχεόμενον τηγάνῳ, ᾧ προσβάλλεται μέλι, (ση)σάμη, τυρός
<τάγηνον>
τήγανον
<τάγιλος>
φειδωλός
<τάγιος>
κήρυξ. πρεσβευτής. ὀξύς. ταχύς. βάσιμος
<ταγοί>
προστάται, ἄρχοντες, ἡγεμόνες
<ταγύρια>
τὰ ἐλάχιστα, τὰ τυχόντα
<ταγόναγα>
Μακεδονική τις ἀρχή
<τὰ δ' ἄποινα>
τὰ δὲ λύτρα
<τὰ δέ>
ταῦτα
<τὰ δ' ἐρῆμα φοβεῖται>
τὰ δὲ πρόβατα ἔρημα γενόμενα τῇ τοῦ ποι- μένος φυγῇ
<τὰ διαβούλ(ι)α>
τοὺς διαλογισμούς
<ταθείς>
ἁπλωθείς
*<τατθίον>
μασθός, τιτθίον
<ταὶ δὲ χθόνα>
.......
<ταῖν>
ταῖς
[<ταῖη>
διοικητής, προστάτης]
<ταιναρίας>
παρὰ Λακεδαιμονίοις ἑορτὴ Ποσειδῶνος· καὶ ἐν αὐτῇ Ταιναρισταί. Ταίναρον γὰρ πεδίον Λακωνικῆς
<ταῖν θεαῖν>
ταῖς θεαῖς
<ταινία(ι)>
στέμματα τῶν ἱερέων, διαδήματα ἀρχιερατικά, ἢ ζῶναι, ἢ στέφανοι, κόσμοι, ἢ δεσμοὶ ἱεροί
<ταινιοῦντες>
κοσμοῦντες, δεσμοῦντες, στεφανοῦντες
<τὰ κέρατα>
τὰ ἄκρα
<τακερόν>
τηκτόν. οἰκτρόν
<τακτικοῖς>
στρατιωτικοῖς, πολεμικοῖς
<τακτόν>
ὁμοίως
<τἀκ το(ῦ) νίτ(ρ)ου>
τὰ τῶν μαγείρων ξηρὰ ἀρτύματα· διὰ τὸ ἔνθα καὶ τὸ νίτρον πωλεῖσθαι
<τακῶνες>
τροχίσκοι στέατος κεκομμένου μεθ' ἁλῶν, καὶ ξηρῶν [καὶ] ἀρτυμάτων
<τάλα>
μέγα
<ταλαεργοί>
οἱ ὑπομένοντες τὰ ἔργα, τλητικοί, ταλαίπωροι, δυσπα- θεῖς
<ταλαεργόν>
τὰ αὐτά
<ταλαίνης>
ἀθλίας, ταλαιπώρου
<ταλαιπωρία>
μοχθηρία
<ταλαίπωρος>
ἐπίπονος, τλητικός
<ταλακάρδιος>
τλητικός, ὑπομονητικὸς κατὰ τὴν καρδίαν
<ταλαίφρων>
καρτερικός
<ταλανίζει>
θρηνεῖ
<τάλαντα>
ζυγά, σταθμοί
<τάλαντον>
λίτραι ἑκατὸν εἴκοσι πέντε κατὰ τὸν μέγαν Ἐπιφάνιον
<ταλανταίων>
μεδίμνων, καὶ σταθμίων
<ταλάντατα>
ἀτυχέστατα
<ταλαντεύει>
σταθμίζει, ζυγοστατεῖ
<ταλαντιαῖον>
βαρύ
<Ταλάντιον>
τόπος. Ἀρτεμίδωρος
<τάλαντον>
σταθμός, ζυγός. ὁλκὴ λιτρῶν ἑκατόν, ἢ ἑκατὸν εἰκοσιπέντε, ἢ ἑκατὸν ἑξηκονταπέντε. ἢ τετρακόσια. ἢ χίλια ἑκατὸν πεντηκονταδύο
<τάλαντος>
ταλαιπώρου
<ταλαντώσει>
σταθμήσει, στήσει
<ταλαόν>
ὑποστατικόν. ἰσχυρόν, βίαιον
<ταλαπείριος>
τλητικὸς κατὰ τὴν πεῖραν, ἢ τηλόθεν διαπεπεραιωμέ- νος. οἱ δὲ ἀφιγμένος
<ταλαρίς>
ἐξ οὗ βάλλουσι τοὺς ἀστραγάλους
*<ταλαπενθέα>
ὑπομένοντα τὰ πένθη
<τάλαροι>
κάλαθοι ἐρίων. καὶ ἐν οἷς οἱ τυροὶ πήγνυνται· πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν
<τάλας>
ἄθλιος, ταλαίπωρος
<ταλάσια>
τὰ ἔρια
[<ταλασείῃ>
ὑπομείνῃ]
<ταλασία>
ἐριουργία, ἐργασία
<ταλασιουργία>
τῶν ἐρίων τὰ ἔργα
<ταλασιουργός>
ἐριουργός. [καὶ ἡ ἐν τοῖς ταλάροις ἐργαζομένη κρόκη, ἢ ἔρια
<ταλασίφρων>
ταλακάρδιος, ἰσχυρός, τολμηρός. θρασύς, ὑπομονητι- κός, ἰσχυρόφρων
*<ταλάσεις>
ὑπομε[ί]νεῖς, τολμήσεις
<ταλάς(ς)αι>
ὑπομεῖναι. καὶ τὰ ὅμοια
<ταλαύῤινον>
ὑπομονητικόν, τολμηρόν, <πολεμιστήν>
<ταλάφρονα>
τλητικὸν κατὰ τὰς φρένας. οἱ δὲ ἰσχυρογνώμονα
<ταλαώρεα>
τοξεύματα
<Ταλαιός>
ὁ Ζεὺς ἐν Κρήτῃ
<ταλαιδίτης>
ἀγὼν γυμνικός
<ταλικής>
ἀναιδής
<ταλίκην>
τηλικα(ύ)την
[<ταλίκην[ος]>
τηλικαύτην]
<τάλιξ>
ὁ ἔρως
<ταλίων>
ἀθλίων
<τᾶλις>
ἡ μελλόγαμος παρθένος καὶ κατωνομασμένη τινί, οἱ δὲ γυναῖκα γαμετήν, οἱ δὲ νύμφην
<Ταλύβιος>
ἱερεύς
<ταλῶς>
ὁ ἥλιος
<τἀμά>
τὰ ἐμά
<ταμᾶς>
γαμβρός
<τάμε>
ἔταμεν
<ταμέει>
τέμνει
<ταμεῖν>
τεμεῖν
<ταμέσθαι>
ἀπομερίσαι. ἐπιτ[ι]μῆσαι
*<ταμεῖα>
ἀπόκρυφα οἰκήματα
<ταμεσίχροα>
τέμνοντα τὸν χρῶτα. ἀπὸ μέρους δὲ λέγει τὴν σάρκα
<τὰ μέταζε>
μετὰ ταῦτα. Δωριεῖς
<ταμετάτι>
τηνικάδε
<ταμίαι>
οἱ τῶν δημοσίων χρημάτων καὶ πάντων τῶν κοινῶν προστά- ται καὶ φύλακες, ταμιοῦχοι
<ταμίαν>
ζημίαν
<ταμιείας>
φύλαξ χρημάτων, προστάτης, δεσπότης, οἰκονόμος, διοι- κητής
<ταμιεῖον>
κοιτῶνα
<ταμιεύεται>
διοικεῖται. ἀποκρύβει
<ταμίη>
ἢ προστάτις τοῦ οἴκου, διοικήτρια, ἢ κελλαρία πιστή. καὶ ἀρχὴ Ἀθήνησιν
<ταμίην>
δέσποιναν, τὴν τοῦ οἴκου προεστῶσαν
*<ταμεῖον>
θάλαμος
*<ταμειοῦχος>
οἰκονόμος
<Ταμιράδαι>
ἱερεῖς τινες ἐν Κύπρῳ
<τάμισος>
ἡ πυτία
<τάμνειν>
διατέμνειν
<τάμνεν>
ἐνέκοψεν
<τάμνοντες>
διατέμνοντες. ποιοῦντες· τάμνον τ' ἀμφὶ περιήλαυνον
<τάμοις>
τέμοις. ποιήσαις
[<τάμονες>
διακόπτοντες]
<ταμόντες>
ποιήσαντες. συνθέμενοι
<τάμωμεν>
ποιήσωμεν
<τάν>
σύ, Ἀττικῶς. ἢ ταύτην. ἢ τούτων
<τανάγρα>
ἀγγεῖον χαλκοῦν, ἐν ᾧ ἤρτυον τὰ κρέα
<Ταναγρίδαι>
οἱ Ταναγρεῖς
<Ταναγραίων φυήν>
Κητεῖ ὁμοιοτάτην. Ἔφορος λέγει εἶναί τινα ἐν Τανάγρᾳ παχύτατον, ὃς ἐλέγετο Κητεύς
<ταναηκέα>
δι' ὅλου ἠκονημένα, ὀξέα, ἀποτεταμένην τὴν ἀκμὴν ἔχοντα
<ταναηκέϊ>
τὰ αὐτά
<ταναηκέος>
μακροῦ, τοῦ μακρὰν λαβὴν ἔχοντος
<ταναηκές>
εὔμηκες
[<ταναηκότες χαλκῷ>
τῷ ἐκτεταμένῳ σιδήρῳ]
<ταναῆς>
ἐκτεταμένης
[<τανακιδές>
ὀξύ. μακρόν. δι' ὅλου ἠκονημένον]
<ταναοῖο>
ἐπιμήκους, μακροῦ, πάνυ ἐκτεταμένου
<τανα(όν)>
ἰσχυρόν. ὀξύ. λεπτόν. σκληρόν. μέγα. ὑγρόν. μακρόν
[<τάνας>
παρηκούσας, ἀπὸ τοῦ εἰς μῆκος τετανύσθαι]
<ταναύποδα>
ὀρθόποδα, τεταμένοις τοῖς ποσὶ κατὰ τὴν ὁδοιπορίαν
<τἄνδον>
τὰ ἔνδον
<τανέη>
ἀποτεταμένῃ
<τανεηκῆ>
ἐκτεταμένην ἔχοντι τὴν ἀκμήν
<τανηλ(εγ)έος>
παρατεταμένην ἔχοντος τὴν ἀλγηδόνα. μακροκοιμήτου· τανηλεγέος θανάτοιο
<τανθαλύζει>
τρέμει. Δωριεῖς. οἱ δὲ σπαίρει
<τἀνθάριον>
ἐρύθημα
[<τανίφυλλος>
μακρόφυλλος]
<τανίσφυρος>
ὀρθόσφυρος. εὔσφυρος. λεπτόσφυρος
<τανθαρυστός>
ὁ τρόμου παρασκευαστικός
[<τανοϋφῆ>
λεπτοϋφῆ]
<τανταλάσσεται>
δάκρυα. στάζει δάκρυα
<τανύγλωσσοι>
μακρόφωνοι. ἢ τεταμένην ἔχους(α)ι τὴν γλῶτταν
<τανταλίζεται>
σαλεύεται
<τανυγλώχινες>
τεταμένας τὰς γωνίας ἔχοντες
<τανύει>
ἐκτείνει, ἕλκει, τείνει
<τανυηκές>
τὴν ἀκὴν ἔχον παρατεταμένην
<τανυηκέας>
ἐκτεταμένους <ὄζους>
<τανύοντο>
ἐξετείνοντο. ἔτρεχον· τανύοντο δὲ μώνυχες ἵπποι ἐπὶ τῶν συῶν. ἐξετείνοντο διὰ τὴν λιπαρίαν· εὐόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο
<τανύπεπλος>
μακρόπεπλος
<τανύποδας Ἐριν[ν]ῦς>
ταχύποδας, ἐν τάχει τιμωρουμένας
<τανύπτερος>
μακρόπτερος, τεταμένα ἔχων πτερά
<τανυπρώρους>
τὰς καλύπτρας· διὰ τὸ περὶ τὸ πρόσωπον περιτε- τάσθαι
<τανυς(ς)άμενος>
ἐκταθείς
<τάνυσσα>
ἐνέτεινα
<τάνυσσαν>
ἐνέτεινον
<τανύς(ς)ας>
ἁπλώσας. ἐκτείνας. κρεμάσας
<τανύτριχα>
δασύτριχα. λεπτότριχα
<τὰ νῶτα>
τὰ ὀπίσθια
<ταξάμενοι>
ὁρίσαντες
<τάξις>
ἡ ἐπὶ ὀφειλομένοις χρήμασι καταβολή. ἢ ἀκολουθία, καὶ εἱρμός
<τάξος>
δένδρον. τι ὀρεινόν
<τάξω>
συντάξω. θήσω
<ταπεινόν>
χθαμαλόν
<τάπ(ι)δες>
τάπητες
*<τὰ ὅπλα τοῦ φωτός>
τὴν φυλακὴν τῆς τῶν ἐντολῶν ἐργασίας
<τάπις>
προσκεφάλαιον
*<τάπερ>
ἅτινα
*<τάπησι>
ποικίλοις στρώμασιν
<τὰ πρόσω>
τὰ ἔμπροσθεν
<τὰ πρῶτα>
ἀντὶ τοῦ ἅπαξ. ἢ τὸ πρῶτον, καὶ ἐξ ἀρχῆς
<τάρ>
σύνδεσμος. δέ, δή, ἄρα, καὶ δή, ταχέως
<τά ῥα>
ἅτινα δή
*<ταρβήσαντες>
φοβηθέντες, εὐλαβηθέντες
[<Ταρακίναι>
ἔθνος. ἢ πόλις]
<τάρανδος>
ζῶον ἐλάφ[ου]ῳ παραπλήσιον, οὗ τὰς δορὰς εἰς χιτῶνας χρῶνται Σκύθαι
<Ταραντῖναι>
αἵματι <βαφαί>, τινὲς δὲ τὰς πορφύρας. ἐδώδιμοι γάρ. καὶ ἐξ αὐτῶν τραχήλια
<Ταραντῖνοι>
ἱππεῖς τινες ὀνομάζονται. οἱ δὲ τοὺς ἀκοντιστάς, ἢ τοὺς ψιλοὺς ἱππεῖς, ὡς καὶ Ἵππαρχος
<Ταραντῖνον>
ἱμάτιον γυναικεῖον λεπτόν, κρωσσοὺς ἔχον ἐκ τοῦ ἑνὸς μέρους
<Ταράξιππος>
οὕτως ὑπ' ἐνίων Πέλοψ ἱστορεῖται, οὗ τάφος ἐν Ὀλυμπίᾳ
<τά ῥά οἱ>
ἃ δὴ αὐτῷ
<τ' ἄρα τἄλλα>
καὶ τὰ ἄλλα δέ
<Τάρας>
πόλις Ἰταλίας· ἀπὸ Τάραντος τοῦ Ποσειδῶνος. ἔστι δὲ Λα- κώνων ἄποικος
*<ταρβεῖ>
φοβεῖται
*<τάρβει>
φοβοῦ
*<τάρβησαν>
ηὐλαβήθησαν
<ταρβαρέον>
δεινόν, φοβερόν
<τάρβος>
φόβος
<ταργαίνειν>
ταράσσειν
<ταργάναι>
πλοκαί, συνδέσεις, πέδαι
<τάργανον>
ὄξος. Λυδοί. ἢ τὸ ταράττον. ἢ τὸ ἀπὸ στεμφύλων πόμα. καὶ πόα, ἣ καὶ σκορπίουρος·
[<ταρήφη>
κόφινος μέγας. οἱ δὲ νεκροφορικὸν ἀγγεῖον]
<ταριχεύουσαι>
τήκουσαι
<ταριχευτόν>
τηκτόν. ξηρόν
<ταρκούει>
ἀκούει
<ταρμύξασθαι>
φοβηθῆναι
<ταρνόν>
κολοβόν, κολοβόουρον
<Τάρνη>
πόλις ἐν Λυδίᾳ. οἱ δὲ ἐν Μυσίᾳ, ὅθεν ἦν Ἑρμείας, ὁ Ἀριστο- τέλους τοῦ φιλοσόφου γνώριμος
<τάρπη>
συρακούσιοισύηνος. τινὲς σορόν
*<ταρόν>
ταχύ
<τάρπημεν>
ἐκορέσθημεν
<ταρπήμενα(ι)>
τερφθῆνα(ι), [τερπνά]
<τάρπησαν>
τέρψιν ἔλαβον
<τάῤῥοθοι>
παρορμῆται. βοηθοί
<τάῤῥοθος>
βοηθός, ἀρ[ρ]ωγός
<ταῤῥοί>
τὰ ἀγγεῖα τῶν τυρῶν
<ταῤῥός>
κώπη. καὶ πλέγμα καλάμινον, ἐφ' οὗ τοὺς τυροὺς ξηραίνου- σιν, ἔνιοι ταρσοὺς κρεμαστούς. καὶ λίθος ὁ κάτω τιθέμενος ἐν τῷ ἰπνῷ ἐν τοῖς μεταλλεῦσιν
<ταρσῆται>
ἀγγεῖα, ἐν οἷς οἱ τυροὶ ψύχονται
<ταρσιήν>
τὴν τρασιάν
<ταρσίοις>
πτεροῖς ἄκροις
<Ταρσοί>
πόλις Συρίας. καὶ τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν. καὶ τὸ ἐπάνω τοῦ πέλματος. καὶ τῆς κώπης τὸ ἄκρον
<ταρσοὺς καλάμων>
πλέγματα καλάμων
<τάρταρος>
ὁ ὑπὸ τὴν γῆν κατώτατος τόπος
<ταρτημόριον>
τὸ τριτημόριον, ἢ τὸ δίχαλκον
<Ταρτης(ς)ίαις>
γαλαῖς
<Ταρτης(ς)ός>
πόλις περὶ τὰς Ἡρακλε(ί)ους στήλας
<ταρφέα[ς]>
συνεχῆ. ξηρά. ὀξέα. τραχέα
<ταρφέσι>
πυκνοῖς
[<ταρφεῖς>
θεωροί. θαυμαστοί]
<Τάρφη>
πόλις Λοκρίδος. οἱ δὲ (ς)ποδός, τέφρα. ἢ βλαστ(ός)
<ταρφήεντα>
[ἐντάφια] τεφρώδη
[<ταρφῆες>
κτερισταί. ἀγχιστεῖς]
*<ταρφ(ε)ιαί>
πυκναί, συνεχεῖς
[<ταρφήϊα>
ἐντάφια]
<τάρφθεν>
ἐτέρφθησαν
<ταρφθήμεναι>
τερφθῆναι
<ταρφὺς στάχυς>
<τάρχη>
τάραξις
<ταρχάνιον>
ἐντάφιον
<τέρχανον>
πένθος, κῆδος
<ταρχύειν>
θάπτειν, ἐνταφιάζειν
<ταρχῦσαι>
θάψαι, ἐνταφιάσαι
<ταρχύσωσι>
τὰ αὐτά
<τάσις>
ὤθησις. σεισμός
<τᾶς οὐ τλατᾶς>
τῆς οὐχ ὑπομονητικῆς
<τᾶς οὐ φερτᾶς>
τῆς οὐ φορητῆς
<τὰς σφετέρας>
τὰς αὐτῶν
<τὰ στέγη>
τὰς στέγας. τὰς κέλλας
<τὰ στίγματα>
τὰ παθήματα, τὰ ἕλκη
<τὰς ὠτειλάς>
τὰ τραύματα
<τά τ' ἐόντα>
τὰ νῦν ὄντα
<τᾶτες>
κατ' ἔτος
<τά τ' ἐς(ς)όμενα>
τά τε μέλλοντα
<τατύρας>
ὁ φασιανὸς ὄρνις
<τατωμένα>
στερομένη
<ταϋγέταις
πύλαις> ταῖς μεγάλαις
<ταυληρόντα>
ἱμάντα. Ἡρακλέων
<ταυρείην>
ἐκ ταυρείου δέρματος κατεσκευασμένην περικεφαλαίαν
<Ταύρειον πῶμα>
Σοφοκλῆς Αἰγεῖ. ἀπὸ Ταύρου ποταμοῦ (περὶ) Τροι- ζῆνα, παρ' ᾧ καὶ κρήνη Ὑόεσσα
<Ταυρία>
ἑορτή τις ἀγομένη Ποσειδῶνος
<ταυρίνδα>
κεφαλή. ἢ παιδιὰ παρὰ Ταραντίνοις
<ταῦροι>
οἱ παρὰ Ἐφεσίοις οἰνοχόοι. καὶ οἱ τέλειοι βόες
<ταυροπόλια>
ἃ εἰς ἑορτὴν ἄγουσιν Ἀρτέμιδι
<Ταυροπόλαι>
ἡ Ἄρτεμις, καὶ ἡ Ἀθηνᾶ
<Ταῦρος>
Ταύρειος, ὁ Ποσειδῶν. Φανόδημος δὲ τὰς κριθὰς προσαγο- ρεύεσθαι ταῦρον, ὅτι κέρας ἔχουσιν. ἄλλοι δὲ τὸν παιδεραστήν. καὶ τὸ γυναικεῖον
<ταυροφάγος>
ὁ Διόνυσος
<ταυρόφθογγοι>
παραπλήσια βουσὶ φθεγγόμενοι
<ταυροχόλια>
ἑορτὴ ἐν Κ[ο]υζίκῳ
<Ταυρώ>
ἡ ἐν Ταύροις Ἄρτεμις
<ταύρωσον>
ταῦρον ποίησον
<ταΰς>
μέγας, πολύς
<ταΰσας>
μεγαλύνας, πλεονάσας
<ταύσιμον>
μάταιον
<ταυτά>
τὰ ἴσα. τὰ ὅμοια
<ταύτασος>
ὄρνις ποιός
<ταυτέας>
αὐλὰς μεγάλας
<ταύτῃ>
οὕτως, τούτῳ τῷ τρόπῳ
<ταυτί>
ταῦτα. ἢ τοῦτο
[<ταυτί>
ταῦτα. τοῦτο] [ὁμοιότης
<ταύτῃ τοι>
οὕτω δή
<ταυτό>
ταυτόν, τὸ αὐτό
<ταυτοέπειαι>
ταυτολογίαι
<ταυτοεπεῖν>
τὸ αὐτὸ λέγειν
<ταυτότητος>
ἀπαραλλάκτου καὶ φυσικῆς κοινωνίας
<ταφεῖς>
θεωροί. θαυμασταί. ἢ οἱ νεκροτάφοι
<ταφεύς>
θεωρός. καὶ τὰ ὅμοια
<ταφῆες>
κτερισταί. ἀγχιστεῖς
<ταφήϊα>
ἐντάφια, εἰς ταφὴν εὔθετα ἱμάτια
<Τάφιοι>
οἱ Τηλεβόαι λεγόμενοι, οἱ τὰς Ἐχινάδας νήσους κατοι- κοῦντες
<τάφος>
τὸ γινόμενον περίδειπνον ἐπὶ τῇ τῶν κατοιχο[υ]μένων τιμῇ. ἢ τύμβος. ἢ σημεῖον
<τάφρος>
ἐπίμηκες ὄρυγμα ἔξωθεν τοῦ τείχους γινόμενον πρὸς ἔκπληξιν πολεμίων
<ταφρεῦσαι>
διορύξαι
<ταφ[ρ]ών>
ἐκπλαγείς, θαμβηθείς
<τάχα>
ταχέως, ὡς σάφα, ἢ ἴσως. καὶ <ταχεῖα> ὁμοίως
<ταχινοί>
γοργοί
<ταχή>
βόη
<ταχίνης>
λαγωός. ἔλαφος
<τάχιστα>
[γοργόν. ταχύ. λεπτόν]
<ταχυβάμονας ὅρκους>
ἀντὶ τοῦ βραδεῖς, βέλτιον δὲ τοὺς ἐν ἔρωτι γινομένους· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες
<ταχυναυτεῖ>
ταχέως πλέει
<ταχύπωλοι>
ταχυπόροι, ταχύοδοι
<ταχυπώλων>
ταχεῖς ἵππους (ἐχόντων)
<ταχυτῆτος>
τάχους. λέγει δὲ τοῦ δρόμου
<τάων>
τούτων
<τάων μοι>
τούτων μοι
<τάως>
τέως. Κρῆτες. καὶ δασέως τὸ ὄρνεον
<τεά>
τὰ σά
<τεαῖς>
ταῖς σαῖς
<τεάν>
σήν
<τέγγει>
βρέχει, ὑγραίνει. στάζει
<τέγγεις>
πληροῖς. κλαίεις. βρέχεις. σταλάζεις
<τέγγεσθαι>
εἴκειν. ἐνδιδόναι
<τέγγοις>
βρέχοις. πληροῖς
<τεγγύρος>
ὄρνεον ποιόν
<τέγε(α)>
κόρυζα. Κῶοι. καὶ πόλις Ἀρκαδίας
(*)<τέγεοι>
ὑπερῷοι οἶκοι
<τεγείδιον>
κοσμάριον ποιὸν γυναικεῖον
<τέγεος>
τέγους, ἤγουν στέγης
<τέγη>
στέγη. οἴκημα
<Τεγησσός>
ἀκρωτήριον Κύπρου
<τεγκτούς>
χριστούς
[<τέγξω>
κατασκευάσω]
<τέγος>
στέγη. δῶμα. ὑπερῷον
<τεγοῦν>
Λυδοὶ τὴν λῃστήν
[<τέειν>
σοί. Δωριεῖς]
<τεήν>
σήν
<τεῆς>
τῆς σῆς
*<τεθαλυῖαν>
θάλλουσαν, ἀκμάζουσαν
<τεθαγμένοι>
μεμεθυσμένοι
<τέθαξαι>
(με)μέθυσαι
<τεθαῤῥήκαμεν>
ἐθαῤῥήκαμεν
[<τέθ[ε]ιγεν>
ἥψατο
<τεθελῶτα>
θάλλοντα]
<τεθηγμένον>
ἠκονημένον
[<τέθηδεν>
ἐθαύμασεν. ἀνεφύη]
<τεθήλαμεν>
ἀνεφύημεν
<τέθηλε>
θάλλει, ἀνθεῖ
<τεθηλότα>
ὁμοίως
<τέθηπεν>
ἐξεπλάγη, πεφόβηται, ἐπτοήθη
<τεθηπός>
πεφοβημένον. σεσηρός
<τεθήσεται>
Ἡρακλέων. δανεισθήσεται
<τεθήσατο>
ἐθηλάσατο
<τέθμια>
νόμους
<τέθμια>
νόμιμα
<τεθμός>
νόμος
[<τεθνία>
γαστριμαργία πολλή]
<τεθολωμένον>
μεμυρισμένον
<τεθολώς>
ἀνάπλεως. Ἀμερίας
<τεθο(ω)μένον>
ὠξυμμένον. καὶ <ἐθόωσα> ὤξυνα
<τεθράνευμαι>
συγκέκλασμαι. ἀπὸ τῶν θράνων
<τέθραπται>
πέπηγεν
*<τεθορεῖν>
διαπηδῆσαι
<τεθρᾶσθαι>
ὠχεῦσθαι
<τεθραυσμένος>
πεπληγμένος
[<τεθρηδών>
πρωρεύς]
<τεθριπποβάμονι στόλῳ>
τῇ ὁρμῇ τοῦ ἅρματος
<τέθριππον>
τετράϊππον <ἅρμα>
<τεθυλλιαμένον>
τεταραγμένον, ἀπὸ τῆς θυέλλης
<τεθυ(μ)μένον>
τὸ κεκαυμένον ὑπὸ πυρός
*<τεθυκώς>
εὐχαριστήσας
<τεθυωμένον>
ἡγνισμένον. τεθυμιασμένον. εὐῶδες
<τεθωγμένοι>
τεθυμωμένοι
<τέθωκται>
τεθύμωται
<τεθωγμένοι>
μεμεθυσμένοι
[<τειαλεσθήν>
τὴν ἅμαξαν]
<Τειγησός>
ἀκρωτήριον Κύπρου
<τεῖδε>
ἐνθάδε
<τεῖν>
ζητεῖν. ἄλλοι δὲ σοί
<τ[ε]ίνειν>
ἀποδιδόναι
<τεῖον>
ποῖον. Κρῆτες
<τείρεα>
ἄστρα
<τείρει>
καταπονεῖ
<τείρεο>
κατεπονεῖτο
<τείρεσθαι>
καταπονεῖσθαι
<τειρόμενον>
καταπονούμενον. τιμωρούμενον
<τείρων>
λυπῶν. τιμωρῶν. καταπονῶν
<τείχεα>
τέκνα
<τειχ[ε]ιόεσσαν>
καλὰ τείχη ἔχουσαν
<τειχεσβλῆτα>
τείχη καταβαλών
<τειχεσιπλῆτα>
προσπελάζων τείχεσι
<τειχίον>
Ἀττικοὶ τὸν περίβολον τοῖς χωρίοις. ὁ δὲ Ὅμηρος <τεῖχος> μὲν τὸ τῆς πόλεως, <τειχίον> δὲ τὸ τῆς οἰκίας
<τειχομαχεῖ>
πολιορκεῖ
<τεῖχος Ἄρειον>
ἀντὶ τοῦ πόλιν Ἄρεως. δηλοῖ δὲ καὶ τὸ ἰσχυρόν, καὶ τὸ ἀσφαλές
<Τειχοφύλαξ>
ἥρως τις ἐν Μυρίνῃ
<τέκεν>
ἔτεκεν, ἐγέννησεν
<τεκέεσσι>
[τέκνοις ἰδίοις
<τέκεσι]ν ἑοῖσι>
τέκνοις ἰδίοις
<τέκμαρ>
πέρας, τέλος
<τεκμαίρεο>
σημείωσαι
<τεκμαίρεσθαι>
σκέπτεσθαι. φράζεσθαι
<τεκμαίρομαι>
ἀποτελέσω. σημειώσομαι
<τεκμαίρεται>
ἐπὶ τέλο[υ]ς ἄγει. στοχάζεται. περαίνει
<τεκμήρατο>
συνεπεράνατο
<τεκμήριον>
σημεῖον ἀληθές
[<τεκμήρων>
ἢ] τεκμηρίων. σημείων
<τέκμωρ>
τέλος φανερόν, μαρτύριον, σημεῖον. τὰ δὲ εἰς <ωρ> λήγοντα ὀνόματα οὐδέτερα· ἕλωρ, τέκμωρ, ὕδωρ
<τεκνοῦσα>
τέκνον ἔμβρυον ἔχουσα
<τεκνώσει>
εὔτεκνον ποιεῖ
<τεκταινόμενος>
κατασκευάζων
<τεκτήνατο>
κατεσκεύασεν, ἐμηχανήσατο
<τεκτονουργός>
ἀρχιτέκτων
<τέκτων>
πᾶς τεχνίτης. εἶδος φαλαγγ[ε]ίου
<τέλα>
σπεῦδε
[<τέλαθι>
ὑπόμεινον]
<τελαμών>
λῶρος, καὶ ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος, ἢ δεσμός, ἢ φασκία
<Τελαμῶνα ᾄδειν>
ἀρχὴ σκολίου
<Τελαμώνιοι κόνδυλοι>
οἱ προσδεόμενοι τῶν τελαμώνων. ἢ μεγάλοι, χαλεποί
<τελάσσαι>
τολμῆσαι, τλῆναι
<τέλγη>
ὁ καλούμενος ῥῶπος. κακῶς· ἔστι γὰρ <γέλγη>
<τελδαίνειν>
κομιδῆς ἀξίου
<τελέθει>
γίνεται. ἔστι. τελεῖται
<τελέθοιεν>
ὑπάρχοιεν. θάλλοιεν
<Τελεία>
[καὶ τέλη. τὰ ἀναλώματα. καὶ τὰ συνέδρια τῶν ἐν ἀρχῇ. καὶ τὸ συντέμνειν. τάγμα. τάξις.] ἡ Ἥρα
<τέλεια ἱερά>
τὰ ἐνιαύσια. οἱ δὲ τὰ ἡμέρας δέκα ὑπερβεβηκότα
<τέλειοι>
οἱ γεγαμηκότες
<Τέλειος>
τελεσιουργός. ὁ Ζεύς, καὶ ὁλόκληρος
<τέλειος ἡμέρα>
ἡ ὑστάτη, καὶ τελοῦσα τὸν βίον
<τελειότατον>
ἐντελέστατον
<τελειότατον πετεηνῶν>
ἐπιτελεστικώτατον
<τελείων>
ἤτοι τὴν ἡλικίαν· ἢ ὁλοκλήρων, ἀσινῶν
<τελενικίσαι>
ἀντὶ τοῦ [μὴ] κενὸν ποιῆσαι
*<τελειώσεις>
ἁγιάσεις
<τέλεον>
τὸ τέλος, καὶ πέρας
*<τελεστινόν>
τὸ ξηρὸν σῦκον
<τελεσιά(ς)>
ἡ μετὰ ξίφους ὄρχησις, ἀπὸ τοῦ εὑρόντος Τελεσίου
*<τελέσαι>
δοῦναι
<τελεσί[γ]ερον παιᾶνα>
τὸν ἐπιτελεστικὸν τῶν τοῖς θεοῖς ἐπιτελου- μένων ἱερῶν
[<τελέσιος ἡμέρα>
ἡ ἐσχάτη]
<τελεσιουργία>
τὸ τέλειον πᾶν ἔργον
<τελεσιουργεῖσθαι>
τελειοῦσθαι ἐν ἔργῳ
<τελεσιφάστας>
τελεσιουργός
<τελεσθία>
θυσία τις ἐν Λίνδῳ
<τελεσφορεῖ>
εἰς τέλος ἄγει
<τελεσφόρος>
ὁ τελεσφορῶν καθ' ὥραν τοὺς καρπούς, ἢ ὁ τελείους αὐτοὺς φέρων
<τελεσφόρος οἶκος>
τοῦ γεγαμηκότος καὶ τεκνώσαντος
<τελέσωμεν>
πράξωμεν
<τελεταί>
ἑορταί. θυσίαι. μυστήρια
<τελεύτατον>
ἄκρον, ἔσχατον
<τελευτῆσαι>
τελέσαι
<τελέω>
δῶ, παράσχω
<τεληέσσας ἑκατόμβας>
τὰς ἐπιτελεστικὰς τῶν γινομένων εὐχῶν θυσίας, ἢ τῷ ἀριθμῷ πλήρεις
<τέλθει>
ἐν ᾠδῇ τέρπει
<τέλθεια>
ὀνείδη. καὶ πόλις. καὶ ἔθνη. τέλη. οὐσίαι
<τέλθος>
χρέος
*<τελισκόμενος>
πληρούμενος, τελειούμενος
<τελλίην>
ὁ δεῖνα. Ταραντῖνοι
<τέλλεται>
ἐπιτελεῖν φαίνεται. γίνεται. ἀνύεται
<τελλίς>
ὅλον. τάξις. μέρος
*<τελμῖν ..>
ὁ ἐκ τῶν τελμάτων πηλός
<τέλλον>
ἐποίουν. ἔμελλον
<τέλμα>
τόπος πηλώδης, ἔλαφος, πλέξ, ἰλύς
<τελμῖνος>
μολύσματος πηλώδους
*<τέλματα>
τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος
*<τελμάτων>
πηλῶν
<τελμίς>
ἡ ἐν τοῖς τέλμασιν ὑφισταμένη ἰλύς καὶ πηλός
<Τελμισεῖς>
ἔθνος περὶ Λυκίαν
<τέλος>
τάγμα. πέρας. καὶ τὸ καταβαλλόμενον τοῖς τελώναις
<τελοῦντα>
τεταγμένον
<τέλσας>
στροφάς. τέλη, πέρα(τα)
<τέλσον>
πέρας. καὶ τὰ ὅμοια
<Τελχῖνες>
βάσκανοι, γόητες, φθονεροί. ἢ παρὰ τὴν τῆξιν, ἢ παρὰ τὸ θέλγειν
<τελχιτένοντες>
σκληροτραχηλοῦντες
<τελῶμεν>
ποιῶμεν
[<τέλωρ>
πελώριον. μακρόν, μέγα
<τελώριος>
μέγας. πελώριος
<τέλβεσθαι>
μεμψιμοιρεῖν. ἐπικαλεῖν
<τέλβει>
ῥήγνυται. ὀδυνᾶται. σχίζει. ἢ πείθει]
<τεμένη>
ναοί. ἄλση. ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία
<τέμενος>
πᾶς ὁ μεμερισμένος τόπος τινὶ εἰς τιμήν, ἢ ἱερόν καὶ βω- μός, ἢ ἀπονεμηθὲν θεῷ ἢ βασιλεῖ
<τεμενωρόν>
τεμένους φύλακα
<τέμμαι>
τ[ε]ίνει
<τέμματα>
στεφανώματα
<τέμνηξ>
πόῤῥω
<τέμμειν>
πείθειν. τιμᾶν. [τείθεσθαι]. ἡγεῖσθαι
<τέμνοντα>
ἀμέλγοντα
<τέμπη>
τὰ σύνδε(ν)δρα χωρία. τινὲς δὲ τὰ στενὰ τῶν ὀρῶν
<τέμπλα>
τέμπλῳ ἐπίσημα
<τεμποῦροι>
ἀρχὴ ἐπιμελουμένη τῆς τῶν γυναικῶν εὐκοσμίας
<τενάγη>
κάθυδροι τόποι. ἢ ποτάμ(ι)ος πηλός
<τεναγώδεσι>
τόποι(ς), ἔνθα ὀλίγον ὕδωρ
*<Τέναγος>
νῆσος Τροίας
[<τέναι>
ζῶναι]
*<τένεα>
κόρυζα
<τέναρος>
κακοῦργος. συκοφάντης
<τένδει>
ἐσθίει, ἢ λιχνεύει. <Τένθαι> γὰρ οἱ λίχνοι
<Τενέδιον βέλος>
ἀντὶ τοῦ Τενέδ(ι)ος πέλεκυς, παροιμία δέ ἐστιν ἐπὶ τῶν ἀποτόμως τι πραττόντων "<ἔτι ἄρα τὸ πρᾶγμα Τενε- δίῳ πελέκει συνέκοψαν>"
<Τενέδιος ξυνήγορος>
ὁ ἀπότομος καὶ σκληρός
<Τένεδος>
πόλις Τρωϊκή, ἢ νῆσος
<τενεκοῦντι>
ἐνοικοῦντι. Αἰολεῖς
<τένθαι>
λωποδύται. μοιχοί
<τενθρηδών>
ζῶον τῶν ἐντόμων καὶ κεντροφόρων παραπλήσιον σφηκί. ἔνιοι ἀγρίαν μέλισσαν
<τενθρήνιον>
κηρίον
<τενθρηνιῶδες>
πολύ[καὶ]κενον (ὡς) κηρίον καὶ ἀραιόν
<τενθίνοι>
λίθοι πλατεῖς
[<τενίαι>
ζῶναι. στέφανοι. ἢ δεσμοί, διαδήματα]
<τέννει>
στένει. βρύχεται
<τέννος>
στέφανος ἐλάϊνος, ἐρίῳ πεπλεγμένος
<τένοντες>
τὰ διατεταμένα νεῦρα, ἀπὸ κεφαλῆς ἕως τῶν ποδῶν. καὶ ἡ συνάφεια τῶν νευριῶν
<τενο(ν)τώσεις>
νωτοκοπ(ής)εις. ἀποκτενεῖς
<τένων>
τὸ ἐν τῷ τραχήλῳ νεῦρον
<τέο>
τίνος τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
*<τεοῖο>
σοῦ
*<τεόν>
σόν
*<τεοί>
σοί
<τέορ>
σοῦ. Κρῆτες
*<τεὸς φθόγγος>
ἡ σὴ φωνή
*<τεούς>
σούς
<τεπτά>
ἑπτά
<τέρα>
τέρεα. σημεῖα
<τεράεσσι>
σημείοις
<τερᾴζει>
τερατεύει
<τέραμνοι>
στέγανοι. σκιαί. σκηνώματα
<τέραμνος>
κυψέλη
<τερασκόποι>
ὀνειροκρίται
<τεράστ[ε]ια>
θαύματα, σημεῖα
<τεράστ[ε]ιοι θεοί>
ἐπὶ σημείων τεταγμένοι
<τερατεύεται>
δολιεύεται
<τερατευόμενον>
δολιευόμενον, ψευδόμενον. ἢ σημεῖον ποιῶν
*<τερατεῖαι>
ψευδολογίαι
*<τερετίσματα [ἢ τερετίματα]>
ᾠδαὶ ἀπατηλαί, ἠχητικαί. ἢ μω- ρολογίαι ἠχημέναι
<τερατοσκόπος>
μάντις, σημειωτικός
<τερατουργεῖ>
παράδοξα ποιεῖ, ἢ τέρατα ἐργάζεται
<τέρειν>
ἁπαλόν
<τέρεμνα>
οἰκήματα
[<τέρεμνος>
ἰσχυρός. ἢ <στέρεμνος>]
<τέρενα χρόα>
ἁπαλὸν χρῶτα
<τέρενα>
ἁπαλά, τρυφερά
<τέρετρα>
τρύπανα
<τέρεσσεν>
ἔτρωσεν. ἐτόρνωσε
<τερετίζοντα>
λαλοῦντα. ἐκ μεταφορᾶς τῆς χελιδόνος
<τερετίσματα>
ᾠδαὶ ἀπατηλαί. τὰ τῆς κιθάρας κρούματα. καὶ τὰ τῶν τεττίγων ᾄσματα
<τερηδών>
σκώληξ οἰκῶν ἐν ξύλῳ
<τέρθεται>
ξηραίνεται. καίεται
<τερθρεία>
λογομαχία. ἀπάτη. φλυαρία. φληναφία
<τερθρεύειν>
τηρεῖν. σκοπεῖν. λιπαρεῖν
<τερθρεύμασι>
φλυαρίαις
<τερθρεύονται>
ἀπατῶνται
<τέρθρ(ι)οι>, οἱ εἰς τὸ κέρας τοῦ ἱστίου ἑκατέρωθεν δεδεμένοι, ἐν οἷς τὸ ἅρμενον ἕλκουσι
<τέρθρον>
ὁ λεγόμενος ἀρτέμων. ἔνιοι δὲ τὸ ἄκρον τοῦ κέρως. καὶ στέγη οἰκίας. τινὲς δὲ τὸ ἔσχατον καὶ ὑψηλόν
<τερθρωτήρ>
ὅπου ὁ πρωρεὺς προορᾷ τὰ ἐν τῇ θαλάσσῃ
<τερίκαρπον>
μεγαλόκαρπον
<τερίμη>
τάφρος
<τερίνη>
τετριμμένη. οἱ δὲ τερπωλή
<τερῖνος>
τηρῶν διάνοιαν, λυπῶν
<τέρμα>
σημεῖον. τέλος ζωῆς. καμπτήρ. ἔσχατον
<τερματίζει>
τελειοῖ, ὁρίζει
<τερμάτων>
τελευταίων
<Τερμέρ(ε)ια κακά>
τὰ μεγάλα
<τέρμιοι>
ὕστατοι
<τέρμινθος>
φυτὸν ἐμφερὲς τῷ λίνῳ, ἐξ οὗ πλέκουσιν (παρ') Ἀθη- ναίοι(ς) [παρ]ὁρμιάς
(*)<τερμιόεντα>
ποδήρη, καὶ εὔμετρον, τὸν μέχρι τῶν ποδῶν τερμα- τιζόμενον
*<τερμιόεσσα>
ἐς πόδας ἀποτερματιζομένη
<τερμιόεν>
ἁρμοστόν. τέλειον
<τέρμιον>
ἔσχατον. ἁρμόζον, πρέπον
<τέρμις>
πούς
<τέρμονα>
φραγμόν. τέλος
<τέρμονες>
τέλη. φραγμοί, ὅρια, τέρματα
<τέρνακα>
τῆς κάκτου τοῦ φυτοῦ καυλός
<Τερπιάδης>
Τερπίου υἱός, ὁ Φήμιος. πατρωνυμικῶς
<τέρπεται>
ἥδεται
<τερπικέραυνος>
ὁ τερπόμενος, ἢ τρέπων πάλιν κεραυνοῖς
<τερπνά>
ἡδέα
<τερπωλή>
τέρψις
<τερπωλῆς>
τέρψεως
<τερπώμεθα>
τρεπώμεθα
<τεῤῥατόν>
ἔσχατον. ἡδύ, τερπνόν
<τεῤῥητόν>
τριήρης
*<τέρσεται>
ξηραίνεται ὑπὸ ἡλίου
<τερσαίνειν>
ξηραίνειν
<τέρσει>
[τέργει]. ξηραίνει, [καίεται. οἱ δὲ πήγνυται
<τέρτα>
ἡ τρίτη
<τέρυ>
ἀσθενές, λεπτόν
<τέρυας ἵππους>
οὕτω λέγονται ὅσοι ἀδδηφάγοι εἰσί. ἔνιοι τοὺς ἀσθε- νεῖς
<τερύνης>
τετριμμένος ὄνος. καὶ γέρων, ἢ δυσανάληπτος γέρων
<τερύσκεται>
νοσεῖ. φθίνει
<τερύσκετο>
ἐτείρετο
<τέρφη>
λέπυρα
<τέρχνεα>
φυτὰ νέα. ἢ ἐντάφια
<τερψιμβρότου>
τοῦ τοὺς βροτοὺς ἤγουν τοὺς ἀνθρώπους, τέρποντος
<τέρψις>
τερπνότης
<τέρψομαι>
τερφθῶ
<τεσσίχον>
τὸ μικρόν
<τε στήλῃ τε τύμβῳ>
στήλῃ ἐν τῷ τάφῳ
<τέτα>
λίαν, κάρτα
<τεταγών>
διατείνας. τινάξας
[<τετακώς>
τετολμηκώς]
<τεταμένον>
ἡπλωμένον
<τέτανος>
κονία. χρίσμα. ἄσβεστος
<τετάνυ(ς)το>
ἐκτέτατο. ἐπέκειτο
<τεταργανωμέναι>
ἐμπεπλεγμέναι
[<τετάργιστο>
ἐκορέσθη, ἐπλήσθη]
<τετάργη>
φασγάνων εἴδη
<τεταρπέσθαι>
ἐμπλησθῆναι. τερφθῆναι
<τετάρπετο>
ἐτρέπετο
<τε(τα)ρπώμεθα>
ἐμπλησθῶμεν
<τεταρτημόριον>
οἱ δύο χαλκοῖ
<τετάρτῳ>
μέτρῳ τῶν ὑγρῶν
<τέταρτον ἥμισυ>
τὸ τέταρτον ἡμιστάτηρον
<τέταται>
τείνει
<τέταχας>
ἐτύπωσας. ἔταξας. [ἐτύπασας]
<(τε)τεὴν κεφαλήν>
τὴν σήν
<τετέλεσται>
γεγένηται. οἱ δὲ γεγάμηκεν
*<Τερέβινθος>
πόλις Ἰακώβ
<τετελεσμένον>
τὸ οἷόν (τε) πρᾶγμα τελεσθῆναι, ἤγουν πληρωθῆναι. [ἢ καὶ μεμιασμένον]
<τετελεσμένος>
τελισκόμενος. ἀνδρόγυνος
<τέτευ[γ]κται>
κατεσκεύασται
<τετεύξεται>
κατασκευασθήσεται. γενήσεται
<τετευχῆσθαι>
καθωπλίσθαι
[<τετηότι>
λυπουμένῳ. ὀργιζομένῳ]
<τέτηφεν>
ἐκπέπληκται, ἐκπλήττεται
*<τετιημέναι>
τετιμωρημέναι
<τετιη[κ]ότες>
ὁμοίως λελυπημένοι
<τετιηότι>
λυπουμένῳ, τιμωρουμένῳ
<τετιημένος>
τὴν ψυχὴν τετιμωρημένος, ἐκπεπληγμένος, ἢ συγκεχυμένος
<τέτλα>
ὑπόμεινον, ἀνέχου
<τέτλαθι>
ὑπόμεινον
<τετληότι>
ὑπομεμενηκότι
<τέτμῃς>
εὕρῃς, καταλάβῃς
<τέτορεν>
ἔτρωσεν
<τετόρῃ>
τρώσῃ
<τετραβάμονος>
τετράποδος
<τετραβαρήων πλίνθων καὶ τάγματα>
Ἀλκαῖος
<τετράγκων>
ὄργανον πολεμικόν
<τετράγυον>
τεσσάρων [ὀρ]γυῶν. <Γύης> δὲ μέτρον ἕκτον σταδίου. καὶ ἐν τῷ ἀρότρῳ τὸ κύρτωμα τοῦ ἱστοβοέως γύης. ἔνιοι γύην τὸ ὀργυιαῖον μέτρον
[<τετραδάμονος>
τετράποδος]
<τετράδι μέν τ' οἴχου>
τετράδι μέν φασι γενέσθαι (Ἡρακλέα), καὶ πρῶτον ἔνδοξον ὄντα, ἄλλῳ ταλαιπωρεῖν. ἔστιν οὖν ἡ παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων
<τετραδισταί>
σύνοδος νέων συνήθων κατὰ τετράδα γινομένη
<τετράδων>
ὄρνεόν τι. Ἀλκαῖος
<τετράδυσιν>
ἀηδόνας
<τετραέλικτον ἅλμαν>
ἤγουν τρικυμίαν
<τετραελίκωπες>
τέσσαρας ὀφθαλμοὺς ἔχους(α)ι ναῦς
<τετραέλιξ>
τετράκις περιειλημμένος, ἢ πολυέλιξ. ἢ φυτόν τι
<τετραέτηρον, τετραετῆ καὶ τετράενον>
<τετραθέλυμνον>
τετράπτυχον, ἐκ τεσσάρων πτυχῶν [ὅ ἐστι] τεθει- μένον, ὅ ἐστιν ἐπιθήματα ἔχον τέσσαρα ἐπάλληλα, ἐκ τεσσάρων δερ- μάτων συνεστός
<τετραῖον>
ὀρνιθάριόν τι. Λάκωνες
<τετρακίνη>
ἡ ἀγρία θρίδαξ
*<τετράκωλος>
τετράπους
<τετρακτύς>
Πυθαγορικὸς ὅρκος, ἤγουν τῶν τεσσάρων στοιχείων σημαίνων
<τετράκωμος>
μέλος τι σὺν ὀρχήσει πεποιημένον εἰς Ἡρακλέα ἐπινί- κιον. ἐκαλεῖτο δὲ <τέσσαρες κῶμοι>
<τετραμαίνει>
τρέμει, φοβεῖται
<τετραμ(μ)έναι>
ἀπεστραμ(μ)έναι, πρὸς αὐτοὺς τὰς ὄψεις ἔχουσαι
<τετραντίας>
τετράγωνος. καὶ ἰσχυρός
<τετρᾶντα>
τετράγωνόν τι σχῆμα. δηλοῖ δὲ καὶ τοὺς τέσσαρας χαλκοῦς
<τετράξων>
εἶδος χαλινοῦ
<τετράοροι>
τέσσαρες ἐπὶ τοῦ τεθρίππου ὑπεζευγμένοι
<τετρά[ο]ρχαι>
οἱ βασιλεῖς
<τέτραπται>
ἔστραπται
<τετραστάτηρον>
τὴν τετράμνουν
<τετραφάληρον>
τέσσαρας φάλους ἔχουσαν, καὶ ἐξοχάς, οἵ εἰσιν ἧλοι λαμπροὶ περὶ τὸ μέτωπον τῆς περικεφαλαίας κατακρουόμενοι
<τετράφυον>
τετραπάλαιστον
*<τετράφθω>
ἀναχωρείτω
<τετραχίζειν>
τὸ ἐπὶ τετάρτῳ μέρει ποιεῖν τι
*<τέτραχηλισμένα>
πεφανερωμένα
<τετρᾶχμα>
τετράδραχμα
<τετράψομαι>
εἰς ἐκεῖνο τραπήσομαι
<τετράων>
ὄρνις ποιός
<τέτρηνεν>
ἐτρύπησεν
<τετρῆναι>
τρῆσαι
<τετρήχει>
τετράχυντο. πεπύκνωτο. τετάρακτο. ἢ θορύβου πλήρης ἦν
*<τεῦ>
τίνος
<τετρίγει>
ἔτριζεν
<τέτριγε>
τρίζει. [τέτριγεν]
<τετριγῶτας>
τρίζοντας
<τετριγυῖα>
[τετρωμένη.] τρίζουσα
<τετριμμένη>
πεπατημένη ὁδός
<τέτρομος>
τρόμος
<τετροπωμένους>
νενικημένους
<τετρόφασιν>
ἀπενηνόχασι
<τέτροφε>
πέπηγε. πέφυκε. [ἐ]μετεώρισται
<τετρυκότεσσι>
κεκυπρωκόσι
<τετρυμένον>
λεπτόν. καταπεπονημένον. διεφθαρμένον
<τετρυ[ο]μένος>
τετρυχωμένος. δεδαπανημένος ἐν κακοῖς
<τετρῦσθαι>
καταδεδαπανῆσθαι. καταπεπονῆσθαι
<τετρυφάλεια>
περικεφαλαία
<τετρυχωμένος>
καταπεπονημένος
*<τέτραλον>
τετράϊππον
<τετρωμένη>
πληγεῖσα
<τετρωμένος>
πεπληγμένος
<τέτρωρον>
τετράϊππον <ἅρμα>
<τέττα>
νεωτέρου πρὸς πρεσβύτερον τιμητικὴ προσφώνησις
<τέτταρα ξύλα>
ἐπὶ τῆς θύρας οὕτω λέγουσιν Ἀττικοί
<Τέττιγος ἕδρανον>
ἡ Ταίναρος. Τέττιξ γὰρ ὁ Κρὴς Ταίναρον ἔκτισεν
<τεττιγοφόρας>
Ἀττικοὶ ἐπὶ τῶν τῆς κεφαλῆς τριχῶν εἶρον χρυσοῦς τέτ(τιγ)ας
<τέττιξ>
ἔξω τοῦ συνήθους ζώου παρὰ Ἀττικοῖς οἱ τῶν μαγείρων ὑπη- ρέται ξένοι, οἱ δὲ ἐντόπιοι <μαίσωνες>
<τετυγμένα>
σύνθετα, πεποιημένα. πεφροντισμένα
<τετύκοντο>
ἡτοιμάζοντο
<τέτυκται>
κατεσκεύασται
<τετύλωται>
ἐμπέφρακται
<τετυρευμένον>
συγκείμενον. ἀπὸ τοῦ πηγνυμένου γάλακτος
<τετύσκετο>
κατεσκευάζετο
<τετύσκων>
ἐμφανίζων
<τετύφωται>
ἀπόλωλεν. ἐμπέπρησται. ἐμβεβρόντηται. ἐπῄρθη
<τετυφῶσθαι>
μεμηνέναι
<τετύχῃσι>
τύχῃ. παρατύχῃ
[<τετώμενοι>
ὑστερούμενοι. ἐνδεῶς ἔχοντες
<τευάζοντες>
πλανώμενοι]
<τευθίδες>
σηπίαι. θρίς(ς)αι
<τευθίς>
πέμμα πλακουντῶδες. καὶ εἶδος ἰχθύος θαλαττίου
<Τεῦκροι>
οἱ Τρῶες. καὶ οἱ ποιηταί
<τεῦκρον>
ποιητήν
<τευκτῆρος>
ποιητοῦ
<τευκτοῖς>
κατασκευασθεῖσιν
<τευκτόν>
χειροποιητόν, κατασκευαστόν
<τευμᾶται>
τεχνάζει. τιμᾶται
<Τεύμης>
ποταμὸς Θηβῶν
<Τευμησία>
περὶ τῆς <Τευμησίας ἀλώπεκος> οἱ τὰ Θηβαϊκὰ γεγρα- φότες ἱκανὰ εἰρήκασιν
<Τευμησσός>
ὄρος Βοιωτίας
<τεῦξαι>
ποιῆσαι, κατασκευάσαι
<τεῦξαν>
κατεσκεύασαν
<τεῦξε>
κατεσκεύασε
<τεῦξις>
κατασκευή, ποίησις
<τευξομένη>
ποιήσουσα
<τευξόμεθα>
τύχωμεν
<τευτάζει>
σκευωρεῖ. ἡσυχάζει. διατρίβει. οἱ δὲ φροντίζει
[<τευτέξεται>
τε[υ]χνάζει. τέμνεται]
<τευτάζοντες>
πλανώμενοι
<τευτασμός>
στραγγεία
<τευτᾶτ(αι)>
τεχνᾶται
<τεύχεα>
ὅπλα, οὐ μόνον τὰ πολεμικά, ἀλλὰ (καὶ) τῆς νεώς, καὶ τὰ σκεύη, καὶ τὰ χαλκευτικὰ ἐργαλεῖα· ἦλθε δὲ χαλκεὺς ὅπλ' ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης
<τεῦχε>
κατεσκεύασε
<τεύχει>
ποιεῖ
<τεύχη>
ὅπλα
<τευχησταί>
ὁπλῖται
<τεῦχος>
βιβλίον. ὅπλον. ἄγγος, σκεῦος
<τεύχοντες>
κατασκευάζοντες
<τεῦχρος>
ἀδελφὸς νόθος
<τεύχω>
κατασκευάζω
<τεύχωνται>
σάττωνται. ὁπλίζωνται
<τέφρα>
σποδός
<τεφρόν>
σποδόν, φαιόν, πολιόν
*<τέφρα>
σποδός, κόνις
*<τέφρη> καὶ <τεφρόν>
ὁμοίως
<τεφρώσας>
σποδώσας
<τεχνάζω>
τεχνάζομαι
<τέχνη>
ἐπιστήμη. ἢ δόλος. καὶ <ἀτέχνως>· ἀδόλως
<τεχνήματα>
κατασκευάσματα
*<τεχνήσομαι>
ἐπινοήσω. τεχνάσομαι
<τέχνης γὰρ οὐχ ἥμαρτες>
........
<τέῳ>
τινί. ἢ τοὺς σούς, δυϊκῶς
<τέων δέ>
ποίων δέ. ἢ τῶν σῶν δέ
<τεωρεῖς>
δραπέται. κακοῦργοι, λῃσταί
<τέωρος>
συκοφάντης. καὶ τὰ ὅμοια
<τέως>
ἕως, μέχρι. ἢ πρὸς τὸ παρόν. ἢ ὅμως. ἢ τότε. ἢ ἐν τοιούτῳ. τηνικαῦτα. ἢ ἀντὶ τοῦ πρότερον
<τῇ>
ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ ὑποτακτικοῦ. [ἢ λάβε.] ἢ σέ. ἢ ταύτῃ. ἢ σή. χωρὶς τοῦ <ι> προστακτικὸν ἀνάλογον τῷ λάβε· Κύκλωψ, τῆ, πίε οἶνον
*<τῆ>
λάβε, δέξαι
*<τῇ ἁδρότητι>
τῇ ὑψηλότητι
[<τῇ ἀλέσθῃ>
τῇ ἁμάξῃ]
<τῇ ἄλλως>
τῇ ματαίως
<τήβεννος>
εἶδος περιβολαίου παρὰ Ῥωμαίοις
<τήβηθ>
περίτιος μήν
<τηγανίτης>
ἄρτος ἐπὶ τηγάνου γεγονώς, καὶ μετὰ τυροῦ ὀπτώμενος
<τῇδε>
ὧδε, ἐνταῦθα
<τηθαλλαδοῦς ἢ τηθαμμωδοῦς> [η]
ὁ γυναικοτραφής. ἄλλοι τὴν ὑπὸ τήθῃ γενόμενον καὶ τεθραμμένον. ἄλλοι τὴν μαμμόθρεπτον καὶ σπάταλον
<τήθεα>
ὄστρεα
<τήθεα (διφῶν)>
τὰ ἄῤῥυγα, ἢ ὄστρεα ζητῶν
<τήθη>
ἡ τῆς μητρὸς καὶ πατρὸς (μήτηρ), ἡ καὶ μάμμη, καὶ <τηθίς>· ἡ τῶν γονέων ἀδελφή
[<τηθηνόν>
ἐράσμιον]
<τηθύα>
τενάγη, ἃ προχέουσιν οἱ ποταμοί. καὶ εἶδος ὀστρέων
<Τηθύς>
ἡ γῆ
<...τηι ῥινῶι σχέτο>
ἐν τῇ βύρσῃ ἐπεσχέθη, ὅ ἐστιν ἐν τῷ ὅπλῳ, ἢ ἐν τῇ βελέῃ
<τηκεδανοῖο>
τηκομένου, τήκοντος
*<τήκει>
φθείρει. δαπανᾷ. λεπτύνει
<τηκεδών>
φθίσις, τῆξις
<τηκόμενος>
φθειρόμενος. λεπτυνόμενος. δαπανώμενος
<τηλαυγές>
τηλέσκοπον. καθαρόν
*<τῆλε>
μακράν. πόῤῥω
*<τηλαύγημα>
ἀρχὴ λέπρας
*<τηλαυγήσεως>
λαμπρότητος
*<τηλαυγῶς>
λαμπρῶς
(*)<τηλεδαποί>
οἱ πόῤῥωθεν καὶ ἀπὸ τοῦ ἄλλου δαπέδου. ξένος ἀλ- λοδαπής. καὶ <τηλεδαπός> ὅμοιον
*<τῆλε δέ>
μακρὰν δέ
<Τηλεβόαι>
οἱ Τάφιοι
*<τηλεθάον>
θάλλον, ἀκμάζον, εὐανθές
*<τηλεθόωσαν>
θάλλουσαν, θάλπουσαν
<τηλέθροον>
ὀξύφωνον, μεγαλόφωνον
*<τηλεκλειτοί>
πόῤῥω ἔνδοξοι
*<τηλεκλυτά>
ἔνδοξα, καὶ μέχρι πολλοῦ ἀκουόμενα
*<Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν>
πρός με καὶ Τηλεμάχῳ ἔσται ὁ λόγος
*<τηλέπυλον>
μακρὰν ἀπ' ἀλλήλων ἔχουσαν διεστώσας τὰς πύλας. ἐξ οὗ τὴν μεγάλην δηλοῖ, [ἢ στύλου πύλαι]
<τηλεσκόπος>
πόῤῥω ὁρῶν
<τηλεφανής>
μακρόθεν φαινομένη
<τηλεφανές>
φαινόμενον μακρόθεν
<Τηλεφίδην>
Τηλέφου υἱόν
<τηλέφιλον>
φυτόν τι. τινὲς δὲ ἀείζωον ἄγριον
<τηλία>
σηλία, ἐν ᾗ διαμάττεται τὰ ἄλευρα. ἢ περιφέρεια κοσκίνου
<τήλιδα>
οὕτως ἐκάλουν τὴν συνηρμο(ς)μένην
<τηλικαῦτα>
τοιαῦτα
<τηλίκος>
τηλικοῦτος. ἢ νήπιος
<τηλικώτατον>
πρεσβύτατον. ποῤῥώτατον
<τηλόθεν>
πόῤῥωθεν
<τηλόθι>
ὁμοίως
<τηλουρόν>
πόῤῥω ἀφωρισμένην. τινὲς μὲν ὡς πανοῦργον, τινὲς δὲ ὡς κηπουρὸν τῷ τόνῳ
<τηλοῦρος>
μακρόθεν ἀποθείς
<τηλυγέτην>
μονογενῆ
<τηλύγετος>
ὁ τηλοῦ τῆς ἡλικίας τοῖς γονεῦσι γεγονώς, ἐπὶ γήρᾳ παῖς μονογενής
<τηλυγέτων ἀποικιῶν>
τῶν μακρὰν ἀπεχουσῶν
<τηλωπόν>
μακρόθεν φαινόμενον
<τημελεία>
θεραπεία. ἐπιμέλεια
<τημελές>
ἐπιμελές, σπουδαῖον
<τημελητής>
ἐπιμελητής
<τημελῆσαι>
θλῖψαι. φιλοκαλῆσαι. σπουδάσαι. καὶ <τημελήσαντες> καὶ <τημελούμενοι> ὁμοίως
<τήμερον>
Ἀττικοὶ [<τήμερος>] καὶ <τήμερα> λέγουσιν
<τῇ 'μῇ>
τῇ ἐμῇ <ἕπεσθαι>
<τῆμος>
τηνικαῦτα, τότε
<τήν>
ὁτὲ μὲν ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ τοῦ ταύτην· τήν ποτε Φοίνικες
<τηνάλλως>
τὴν μάτην
<τήνδε>
ταύτην
<τήνεβλος>
ἐφύμνιον, ἀφ' οὗ ὁ νικῶν τήνεβλος
<τήνεβλα>
τὰ ἐφύμνια ᾀδόμενα τοῖς νικῶσι
<τὴν ἐπιδεξιάν>
περιέφερον ἐν τοῖς συμποσίοις ἐπὶ δεξιὰ τὸ πάλαι κιθάραν, εἶτα μυῤῥίνην, πρὸς ἣν ᾖδον
<τηνεσμός>
νόσημα περὶ τὰ ἔντερα
*<τὴν εὐπερίστατον>
τὴν εὔκολον
<τηνήδε>, ἐποίησε δέ σοι
<τὴν ἠϊόνα>
τὴν αἰγιαλόν
<τήνης>
ἕως. Ταραντῖνοι
<Τηνία>
ἔχιδνα. ἄλλοι δὲ τὴν στηθοδέσμην
<τηνικάδε>
τότε δέ
<τηνικαῦτα>
[πότε. ἢ] τότε
<τὴν κύλικα>
τὴν φιάλην, τὸ ποτήριον
<τὴν παῖδα>
τὴν παρθένον
<τὴν προσήκουσαν>
τὴν ὀφειλομένην
<τὴν φειδώ>
τὸ φείδεσθαι
<τῆξις>
φθίσις, νόσος. παρὰ τὸ <τήκεσθαι>
<τῇ ὀρέξει>
τῇ ἐπιθυμίᾳ
[<τήποδα>
λέβητα. τρισκελῆ, χαλκίον]
<τῇ πρὸς ἀκτῖνα>
τῇ ἀνατολῇ
[<τήπτε δέ σε χρεώ>
τίς δέ σε χρεία κατέλαβεν;]
<τηρεῖ>
φυλάσσει, φρουρεῖ
<Τήρ(ε)ια>
ὄρος Τρωάδος
<Τηρίας>
ποταμὸς Σικελίας
<τῇσίν τε θαλάσσια ἔργα μέμηλε>
ταῖς ἐν θαλάσσῃ κορώναις. προσημαίνουσι δὲ αὗται τοὺς χειμῶνας
<τῆς ἄλης>
τῆς πλάνης
<τῆς δεῦρο>
τοῦ παρόντος
<τῆσδε φύσεως>
ταύτης τῆς φύσεως
<τῆς κουστωδίας>
τοῦ συστήματος
<τῆς ὑπερῴας>
τοῦ οὐρανίσκου
<τήτει>
σπάνει
<τῆτες>
ἐν τῷδε τῷ ἔτει. οἱ δὲ Δωριεῖς <σᾶτές> φασιν· ὅθεν <σατα- νίους πυροὺς> [καὶ] μὴ τελεσφοροῦντας, ἀλλὰ πρὸ ὥρας θεριζομέ- νους
<τήτη>
ἀπορία, ἔνδεια, στέρησις
<τητωμένη>
στερ[ρ]ομένη
[<τητθή>
μάμμη. θεία]
[<τητύμα>
ἀληθῆ]
<τητωμένου>
στερ[ρ]ομένου
<τητώμενον>
στερισκόμενον
<Τηΰγετον>
ὄρος
<τηϋσίην>
ματαίαν· σὺ δὲ (τη)υσίην ὁδὸν ἔλθῃς τινὲς ἀρχ(α)ίαν· ἄλλοι βλαβεράν, ἢ περιβόητον
<τηΰσιον>
μάταιον
<τιάλλακτον>
Σέλευκος παρὰ Ἐπαινέτῳ ἔμβαμμά τι
[<τιαλέσθην>
τὴν ἅμαξαν]
<τιάρα>
ἡ λεγομένη κυρβασία. ταύτῃ δὲ οἱ Πέρσαι βασιλεῖς μόνοι ἐχρῶντο ὀρθῇ· οἱ δὲ στρατηγοὶ ὑποκεκλιμένῃ. Ἡρόδοτος δὲ ἐν α# ἀῤῥε- νικῶς
<τιάρις>
λόφος τῆς περικεφαλαίας, περίθεμ[εν]α κεφαλῆς, καμελαύκιον
*<τιβάθων>
τιμώμενος
<Τιάσσα>
κρήνη ἐν Λακεδαιμονίᾳ. τινὲς δὲ ποταμόν
<τίβδαινον>
φίλον
<τιβδεῖ>
φοβεῖται
<τιβήν[ος]>
λέβης, τρίπους
<τιγάς>
εἶδος ἀμπέλου
<τίγγα>
Διοκλῆς ἐν Μελίτταις. Ἡρακλέων δὲ οὐ διελὼν τιγγάβαρυ τὸ κιννάβαρι[ν] λέγει
<τιγόνιον>
εἶδός τι Ἀριστοτέλει
<Τίγρης>
ποταμὸς Περσῶν. καὶ ὁ τοῦ ποταμοῦ ῥοῖζος. καὶ ζῶον [παρὰ μὲν Ἰουδαίοις Φορά<δ>, παρὰ δὲ Ἕλλησι] <τίγρις>
<τί δαί>
τί γὰρ ἄλλο, ἢ τί γὰρ; Κρῆτες. Βοιωτοὶ δὲ ἐνθάδε. Ἀττικοὶ διὰ τί δή
<τί δή ποτε>
διὰ τί
<τί δῆτά σοι>
διὰ τί σοι
<τί δόστορε>
τί ποιεῖτε; Ταραντῖνοι
<τίει>
τιμᾷ, σέβεται, αἰδεῖται
<τίεσκε μύθους>
ἐτίμα λόγους
<τιέσκετο>
ἐτιμᾶτο
<τίεσκον>
ἐτίμων
<τίετο>
ἐτιμᾶτο
<τίη>
διὰ τί, ἱνατί
[<τιήνη>
ἡ βασίλισσα]
<τιήρη(ς)>
τὸ ὀξύ ...... Πέρσαι
<τιητιβεῖν>
τιμωρεῖσθαι
<τιθαί>
τιθασσαί. τέλειαι. ἐργάτιδες. πραεῖαι
<τιθαιβώσσειν>
βόσκειν. ἐργάζεσθαι. τρέφειν, ἐθήβειν. θησαυρίζειν. ἀγαπᾶν. θορυβεῖν. τιθέναι τὴν βόσιν, τουτέστι τὴν τροφήν
<τιθαιβώσσουσιν>
ἐναποτίθενται, ἀποθησαυρίζουσι τὴν τροφὴν αἱ μέλιτται, τὸν λεγόμενον μελίκηρον
<τιθαιβώσσουσι>
τιθέασι. φυλάσσουσι
<τίθει>
ἐνετίθει, ἐδίδου
[<τιθεῖον>
μαστός]
<τίθεισθα>
ποιεῖς
<τιθέντες>
ποιοῦντες
<τίθεντο>
παρεσκευάζοντο
[<τίθεον>
ἰσόθεον]
[<τιθή>
τροφός]
<τιθήνας>
τροφούς, τιτ(θ)άς
*<τιθασσεύει>
ἡμεροῖ, πραΰνει
<τιθηνεῖ>
τρέφει
<τιθηνεύεται>
ὅμοιον
<τιθηνευόμενος>
τρεφόμενος. ἀσκῶν
<τιθήνη>
τροφός. μοσχοτρόφος. ἢ ὁ τὰ τι(τ)θευόμενα τημελῶν παιδία. οἱ δὲ <τιθηνόν>· τὸν ἐράσμιον
*<τιθήμενον>
παρατιθέμενον, ὅ ἐστι καθοπλιζόμενον
<τιθηνόκομον γένος>
τοὺς Αἰθίοπας, ἐπεὶ μέλανες καὶ κομῆται
<τιθηνούμενος>
τρέφων. <Τιθηνός> γὰρ ἡ τροφός, καὶ <τιτθοί> οἱ μαστοί
<τίθησι>
τιθεῖ
<τιθίασται>
τιμᾶν
<Τιθράσια>
χαλεπά, τραχέα
<Τιθωνόκομον>
ἔθνος μέλαν μὲν τὸ ὅλον σῶμα, λευκὸν δὲ τὰς κόμας
<τί ἱκανόν>
τί ὄφελος
<τί κεν>
τί ἄν
<τίκτειν>
καὶ ἐπὶ ἀῤῥένων· τίκτεν ἀνὴρ ἀνάσσων Μυρμιδόνεσσι
<τιλίαι>
αἴγειροι
[<τιλλά>
πτερά]
<τίλλει>
ἀνα(ς)πᾷ. μέμφεται. διαβάλλει. ἀποσκώπτει
<τιλλομένη>
λοιδορουμένη
<τιλμός>
παιδιά
<τιλτόν>
εἶδος ταριχίου
<τιμᾴδιον>
μικρὰ τιμή
<τί μαθών>
τί βουλόμενος
<τιμαλφεῖν>
τιμᾶν
<τιμαλφής>
ἔντιμος, τιμὴν ἀλφάνουσα, διὰ τιμῆς ἀγομένη· Ἴων Φοί- νικι δευτέρῳ. τινὲς μὲν τὴν ἰώνιον, Αἰσχύλος δὲ ἐν Ἐπιγόνοις ἐπὶ τοῦ ἐντίμου
*<τιμαί>
ὠνα(ί)· τιμήματα
<τιμαλφέστατα>
τιμιώτατα, πολύτιμα. ἢ ὁσιώτατα
[<Τιμάναξ>
ὁ πρωκτός. ὁ δὲ αὐτὸς καὶ Θεόδωρος]
<τιμᾶσι>
τίουσιν
<τιμά(ς)ω>
τιμήσω
<τιμή>
δόξα. ποτὲ δὲ καὶ τιμωρία, ἢ ἀντέκτισις ἡ κυρία
<τί μέλλει(ς)>
τί βραδύνεις
<τιμηδές>
εὐλαβές
<τιμήεντος>
ἐντίμου
<τιμήορος>
τιμωρός. βοηθός
<τιμηρύειν>
τιμιοπωλῶν
<τιμῆς>
τίσεως
<τιμήσεως>
ζημίας
<τιμηταί>
οἱ τιμώμενοι τὴν ἑκάστου οὐσίαν
<τίμιος>
ἔντιμος, ἔνδοξος
<τιμιουλκῶν>
τιμὴν αἰτῶν, ἢ ἕλκων τὴν τιμήν
<τιμουλκῶν>
αἰτῶν, καὶ ἀπαιτῶν
<τιμοῦντας>
τιμίους ὄντας
<τιμοῦχος>
ἔντιμος. ἀξιόλογος. καὶ ἄρχων, ἰσχυρότατος, μέγιστος
<τιμῶμαι>
καταδικάζω
<τιμώμενος>
εὐθυνόμενος. καὶ ἐπιτίμιον ὑπέχων. οἱ δὲ ἐπιτίμια πα- τρός
<τιμωρεῖσθαι>
κολάζεσθαι
<τιμωρία>
πρόστιμον, ἀνταπόδοσις. κόλασις. ἢ τιμὴ παρὰ Λυσίᾳ
<τιμωροῦσι>
καταπονοῦσιν. ἐκδικοῦσιν
<τίν>
σοί. ἢ τινά
<τινακτοπήληξ>
σεισολόφος
<τινθαλέῳ>
πυρί. διαθέρμῳ
<τινθαλέον>
διάπυρον. διάφορον. διεφθαρμένον. διαφανές
<τιννεῖν>
ἀποδοῦναι
*<τί νυ βείομαι>
τί δὴ μέλ[λ]ω βιοῦ(ν), ὅ ἐστι ζῆν
*<τιν[ν]ύμενον>
ἀπαιτούμενον. ἀποδιδόμενον
<τίν[ν]υνται>
τιμωροῦνται
<τιν[ν]ύων>
ἀποδιδῶν
<τιντόν>
ἑφθόν
<τῖξον>
δεῖξον
<τιοίμην>
τίμιος εἴην
<τίοιτο>
τιμηθείη
<τίον>
μέσον ἡμέρας ἐτίμουν
<τίον ἑτέρων>, τὰ ἀπρεπῆ
<τί ὀνήσω>
τί ὠφελήσω
<τίπτε>
τί δήποτε. ἢ κατὰ συγκοπὴν τί ποτε. ἢ διὰ τί, ἢ ἱνατί
<τίπτε δέ σε χρεώ(ν)>
τίς δέ σε χρεία καταλαμβάνει
<τίπτε με>
διὰ τί με
<τί πράττεις>
τί ποιεῖς
[<τίρεα>
ἄστρα]
<τί ῥέζεις>
τί πράττεις
[<τίρεται>
καταμολύνεται. καταπονεῖται]
<τίριος>
θέρου(ς). Κρῆτες
<Τίρυνθα>
πόλις ἐν Ἄργει
<Τιρύνθιον Ἄργος>
τὰς Μυκήνας
<Τιρύνθιον πλίνθε(υ)μα>
ἀντὶ τοῦ [τὸ] τεῖχος. ὑπὸ Κυκλώπων δὲ κατεσκεύαστο
*<τισάμενον>
καταπονούμενον
*<τίσασθαι>
τιμωρίας λαβεῖν
*<τίσατο>
ἐτιμωρήσατο
<τῖσαι>
ἀποδοῦναι
<τίς γάρ>
τίς δή
<τίς δ' αὖ τοι>
τί(ς) δέ σοι
<τίς[ο]ι>
ποίοις
<τίσειαν>
τιμωρίαν δοῖεν
<τίσις>
ἀντέκτισις. ἀτιμία. ποινή, τιμωρία
<τίς κεν>
τίς ἄν
<τίσις>, τί ποτε
<τῖσον>
τίμησον
<τίσομαι>
τιμωρήσομαι
<τίς γάρ>
τίς δή
<τίσουσι>
τιμωρήσονται
<τίς τρόπος>
παροιμία ἐπὶ τῶν ἀλλοκότων
<τίσω>
ἀποδώσω. τιμήσω
<τίται>
εὔποροι. ἢ κατήγοροι τῶν ἀρχόντων
<τιταινόμενος>
τρέχων. ἕλκων. τ(ε)ινόμενος
<τίται.νον>
ἕλκουσι. τείνουσι
<τιταίνειν>
σπεύδειν. τείνειν. κραδαίνειν. ἕλκειν. τίσιν λαμβάνειν. τι- μωρεῖν
<τιταινομένω>
ἐκτετακότε
<τιτάν>
παιδεραστής. [καὶ τὸ τοῦ ἀντιχρίστου ὄνομα]
<Τιτανίδα>
τὴν Εὔβοιαν, παρόσον Βριάρεω[ς] θυγάτηρ ἦν. ἔνιοι δὲ τὴν Ἀσωποῦ φασι
<Τιτᾶνες>
τιμωροί, ἀπὸ τοῦ τιταίνειν. ἄλλοι δὲ οἱ μὴ ἔχοντες ἀποτῖ- σαι <ἀτιτᾶνες> ὠνομάζοντο, οἱ δὲ ἔχοντες <τιτᾶνες>
<Τιτανὶς γῆ>
ἤτοι πᾶσα ἡ γῆ, (ἢ) ἡ (Ἀττικὴ) ἀπὸ τῶν κατασχόντων
<τίτανος>
[ὄρος Θεσσαλίας.] καὶ κονία, ἄσβεστος. οἱ δὲ τιγύψου χρῖσμα
<..τιτανωμένας>
γεγυψωμένας
<τιτανωτὴ χρόα>
γυψωτή, ἢ λευκόχροος
*<Τιταρήσιος>
ποταμὸς Ἠπείρου
<τίταξ>
ἔντιμος. ἢ δυνάστης. οἱ δὲ βασιλεύς
[<τιτᾶσθαι>
στερήσασθαι]
[<τιτένων>
τείνων. πέμπων. ἕλκων]
<Τιτῆνες>
Οὐρανοῦ παῖδες
<τιτῆναι>
βασιλίδες ....... ἢ Ἕκτορος Λύτροις
<τίτθαι>
τροφοί
<τίτθεν>
τίκτειν
<τιτθίον>
τιτθός. μαστός
<τιτθή>
ἡ τροφός
<τι τίει>
τιμᾷ
<τίρ>
τίς. Λάκωνες
<τίτλος>
πτυχίον ἐπίγραμμα ἔχον
<Τίτορμος>
οὗτος Αἰτωλὸς ἀνὴρ διαβεβοημένος ἐπὶ ἀνδρείᾳ καὶ με- γέθει
<τιτρᾶται>
τρυπᾶται. διανοίγεται
<τιτυβίζει>
ὡς χελιδὼν φωνεῖ
<τιτύπαι>
αἱ ἐμπύλαι· αἱ πλάναι
<τιτύρας>
ὄρνις ποιός. ἢ τιτυρώδης
<τίτυρος>
σάτυρος. κάλαμος. ἢ ὄρνις
<τιτύρινος>
μόναυλος. ἢ αὐλὸς καλάμινος
<τιτύσκετο>
ἡτοιμάζετο, παρεσκευάζετο. κατεστοχάζετο
<τιτυσκόμενοι>
εὐστοχοῦντες, στοχαζόμενοι
<τιτυσκόμενος>
τὰ αὐτά
<τιτώ>
ἠώς. ἢ αὔριον. ἢ τινί
<τί ὑμῖν διαφέρει>
τί ὑμῖν μέλει
<τίφαι>
αἱ ὀλύραι. καὶ <τιφή> ἐν τοῖς ἕλεσι
<τιφαίας>
τὰς τῶν θηρῶν καταδύσεις
<τίφια ὄρνεα>
τὰ ἐν τοῖς ἕλεσι γινόμενα
<τῖφος>
ἕλος
<Τῖφυς>
ὁ ἐφιάλτης, νέαλυς. καὶ ὁ τῆς Ἀργοῦς κυβερνήτης
<τί φῶ>
τί εἴπω
[<τιχίζομαι>
σκέπομαι]
<τίω>
σοῦ. ἢ τιμῶ. ἢ τύχω
<τλᾶθι>
ὑπόμεινον
<τλαιπαθές>
ταλαίπωρε
<τλάς>
ὑπομείνας. ἢ ποιήσας
<τλασίφρονα>
ὑπομονητικόν
<τλήθα>
ὡραία. Κυρηναῖοι
<τλήθυμος>
ἰσχυροκάρδιος
*<τλήμων>
ὑπομονητικός
[<τλημαθεῖν>
ταλαιπωρεῖν, πονεῖν]
<τλημόνως>
ἐλεεινῶς
<τλῆναι>
ὑπομεῖναι. τολμῆσαι. παθεῖν
<τληπάθειαι>
ὑπομοναί, ταλαιπωρίαι
<τληπαθής>
ὑπομονητικός
<τλῆσις>
τόλμα. θράσος
<τλησίπονος>
τολμηρός, καρτερικός
<τλῆτε>
ὑπομείνατε
<τλητικῶς>
ὑπομονητικῶς
<τλητῶν>
ὑπομονητικῶν
<τμάγεν>
διεχωρίσθησαν, διέστησαν, ἐτμήθησαν, ἐσχίσθησαν
<Τμάριον>
ὄρος Ἀρκαδίας
<Τμάριος>
Ζεὺς ἐν Δωδώνῃ
<τμήγας>
γατόμος. ἀροτήρ
<τμῆγος>
ἀρότης. βούτμημα
<τμήδην>
τμητικῶς, τομῶς. ταχέως. ἀποκεχ(ω)ρισμένως. βέλτιον δέ, ὅσον ἐπιτεμεῖν, καὶ οὐκ εἰς βάθος τρῶσαι· τμήδην αὐχέν' ἐπῆλθεν
<τμηθεῖσα>
κοπεῖσα
<τμηθῆναι>
<τμῆξαι>
τεμεῖν. (δια)λαβεῖν
<τμήξας>
τὰ αὐτά
<τμητός>
τμῆμα
<Τμῶλος>
ὄρος. καὶ ποταμός
<τό>
τὸ ἄρθρον οὐδέτερον προτακτικόν [ἢ γὰρ] τὸ μὲν ἥμισυ οἰνοπέδ(ο)ιο[ν] καὶ ἀντὶ τοῦ τοῦτο· (τὸ) μὲν οὔποτε φύλ(λ)α [τε] καὶ ὄζους φύσει
<τοάκης>
χιτὼν σχιστός
<τόβλικος>
κρουματίου μίμησις
<τόγε ἧκον>
ὅσον δυνατόν
<τογέρα>
μοιχός. λαλαχός
<τὸ δ' αὐτό>
τὸ αὐτὸ δέ. ὁμοίως δέ
<τὸ δεῖν>
τὸ δέον
<τὸ δήϊον>
τὸ πολέμιον
<τόδ' ἱκάνεις>
ἔνθαδε ἥκεις
<τὸ ἐνσώματον>
τὸ μετὰ σώματος
<τὸ ἠλύσιον>
ὁ παράδεισος
<τὸ ἤνυστρον>
μέρος τῆς κοιλίας τῶν μηρυκωμένων
*<τὸ θεέ>
π[αρ]αστάς
<τοί>
οἵ. οὗτοι. καὶ σύνδεσμος παραπληρωματικός. [καὶ ἀντὶ τούτοις]
<τοῖα>
τοιαύτας, τοιάςδε
<τοιγάρ>
τοιγαροῦν. σύνδεσμος
<τοιγαροῦν>
ὅθεν δή. ἢ οὐκοῦν
<τοιγάρτοι>
καὶ γάρ. τοιγάρτοι
<τοίδε γε>
ἐκεῖνοι δέ, ἢ οὗτοί γε
<τοιθορύκτρια>
ἡ τοὺς σεισμοὺς ποιοῦσα
<τοιθορύσσειν>
σείειν
<τὸ ἱερόν>
τὸ θεῖον
<τοί κεν>
οἵτινες ἄν
<τοῖν>
τί ποτε. Κρῆτες
<τοῖϊν>
ἐκείνων
<τοίνυν>
διὰ τοῦτο
[<τοινισταφράσαι>
ἀγγεῖλαι. εἰπεῖν]
<τοῖο>
[τοῦτο. ἢ] αὐτοῦ
<τοῖοι>
τοιοῦτοι· ἀγαθοί
<τοῖον>
τοιοῦτον. οὕτως ἀγαθόν. τοῦτον. τάσσεται καὶ ἐπὶ θαυμασμοῦ
<τοῖος>
τοιοῦτος
<τοίοις δέ>
τοιούτοις δέ
<τοίους>
τοιούτους
<τοί ῥα>
οἵτινες δή
<τοῖς>
τούτοις
<τοῖσι>
τοῖς σοῖς. ἢ ἐν ἑαυτοῖς. ἢ ἐν τούτοις
<τοῖς τῇδε>
τοῖς ἐνθάδε
<τοῖς τυχοῦσι>
τοῖς ἐντυγχάνουσι
<τοιχοδιφήτωρ>
τοιχωρύχος
<τοῖχος>
τοῦ πλοίου ἡ πλευρά
<τοιχωρύχος>
λῃστής, κλέπτης
<τοίως>
ἰσχυρῶς. καλῶς. ἀκριβῶς
<τοκάδερ>
ἔγκυοι
<τὸ καί>
διὸ καί
<τὸ κατὰ γᾶς ξίφος>
θηρίδιον σκολοπένδρᾳ ὅμοιον
<τοκέες>
πατέρες, γονεῖς
<τοκεῦσι>
γονεῦσιν. ἐγγόνοις
<τοκέων>
γονέων
<τόκος>
γένεσις
<τὸ κρήγυον>
τὸ ἀληθές
<τὸ κῦρος>
ἡ ἐξουσία, ἡ δεσποτεία
[<τόλα>
τότε]
<τὸ λαιόν>
τὸ ἀριστερόν
[<τολέσπευσεν>
εἰργάσατο]
<τολμήσω>
καρτερήσω
<τολμητίας>
προπετής, αὐθάδης, ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν ἐπιχειρῶν
<τόλυξ>
αἰδοῖον
*<τὸ λοβόν>
τὴν ἀρχὴν τοῦ ὠτός
<τολύπαι>
τὸ κατασκευαστὸν ἔριον
<τολυπεύειν>
ταλαιπωρεῖν. μοχθεῖν. στρέφειν. μηχανᾶσθαι. ἐργάζεσθαι
<τολύπευμα>
τὸ κατασκευαστὸν ἔριον
<το[πο]λυπεύσας>
κατεργασάμενος
<τολύπευσεν>
ἐξειργάσατο
<τολυπευτικώτατος>
ἐργαστικώτατος. ἐπιτελεστικώτατος
<τολύπη>
τὰ προφυράματα τῶν μαζῶν, ἃ καὶ βήρηκας καλοῦσιν. καὶ ἀγαθίδιον στήμονος, ἢ ῥοδάνης
<Τόμαρος>
τὸ ἐν Δωδώνῃ ὄρος. καὶ προφήτης. καὶ ἱερεύς. καὶ θύτης. καὶ μάντις
<τὸ μέταζε>
τηνικάδε
<τὸ μελάνδρυος>
τὸ μέσον τοῦ ξύλου· διὰ τὸ εἶναι εὔτονον τοῦτο τὸ μέρος. ἄλλοι δὲ διαστείλαντες <τὸ μέλαν δρυός> εἰς δύο μέρη λόγου ἀποδεδώκασι τὸ μέσον τῆς δρυὸς μέρος μέλαν εἶναι καὶ ἄσηπτον διαμένειν
<τομεύουσι>
τέμνουσι
<τομεύς>
τμήτης, ἤγουν ὁ τέμνων
<τομή>
ἡ ῥίζα, ὅθεν ἐτμήθη. καὶ ἡ πληγὴ τοῦ ξίφους
<τομία>
τὰ ἀποτμήματα, καὶ ἀκρωτηριάσματα τοῦ νεκροῦ. οἱ δὲ τὰ ἱερά, ἃ σφάζοντες ὀμνύουσιν
<τό μοι>
τοῦτό μοι
<τόμος>
χάρτης. ἢ ὁ τέμνων
<τόμουροι>
προφῆται. ἱερεῖς. οἰωνοσκόποι. διάκονοι
<τομώτερος>
ὀξύτερος, δυνάμενος τέμνειν
<τόν>
ἄρθρον ἀρσενικὸν προτακτικὸν πτώσεως αἰτιατικῆς. ἢ τοῦτον. ἢ ὅντινα
<τοναία>
φωνῆς τάσις
<τὸν ἀφ' ἱερᾶς>
γραμμή τις ἐν τῇ παιδιᾷ τῶν πεσσῶν, ἱερὰ καλου- μένη
<τὸν δ' ἄρ>
πρὸς τοῦτον δέ
<τὸν εὐθυτενῆ>
τὸν ὀρθόν
<τονθορύζει>
ἀτάκτως λαλεῖ. γογγύζει. ψιθυρίζει. καὶ <τονθρίζει> τὰ αὐτά
<τονθρύς>
φωνή
<τόνθων>
παρὰ Κορίννῃ ἐπὶ νωτιαίου κρέως τὸ ὄνομα
<τόνος>
ἔντασις, ἰσχύς, ῥώμη, δύναμις
<τόνους>
τὰς κειρίας ἀπὸ τοῦ τετάσθαι
<τὸν ὀπισθότατον>
τὸν ὀπίσω, τὸν τελευταῖον, τὸν ἔσχατον
<τὸν οὐδόν>
τὸν βατῆρα ὁδοποιόν
<τόν ῥα>
τὸν δή
<τὸν σόν>
τὸν ἴδιον. τέρ[τρε]μονα, τὸ τέλος
<τό νυ γὰρ κατεάξαμεν>
τοῦτο γὰρ τὸ δόρυ κατεάξαμεν
<τόνῳ>
λίαν [τέρατι
<τοξεύομαι>
ἀποστεροῦμαι ....
<τοξεύοντο>
τόξα ἔτεινον
<Τοξίου βουνός>
τοῦ Ἀπόλλωνος τοῦ ἐν Σικυῶνι. βέλτιον δὲ ἀκούειν τὴν ἐν Δελφοῖς Νάπην λεγομένην· ἐκεῖ γὰρ καὶ ὁ δράκων κατετο- ξεύθη. καὶ ὁ ὀμφαλὸς τῆς γῆς τάφος ἐστὶ τοῦ Πύθωνος
<τόξον>
κυρίως αὐτὸ τόξον. δηλοῖ δὲ καὶ τὴν τοξικὴν ἐμπειρίαν, καὶ αὐτὰ τὰ βέλη
<τοξοποιεῖν τὰς ὀφρῦς>
συστρέφειν αὐτάς
<τοξόται>
οἱ δημόσιοι ὑπηρέται
<τοξότα λωβητήρ>
διὰ τόξων λωβώμενε, καὶ βλάπτων· ἀφ' οὗ τὸν δειλὸν λέγει
<τοξότης>
πολεμιστής
<τόξου πῆχυν>
τὸ ὅλον τόξον, κατὰ ἀντεπέκτασιν τῆς νευρᾶς
<τό οἱ>
ὅπερ αὐτῷ
<τὸ ὄντως>
τὸ ἀληθῶς
[<τόοσα μέμηλε>
τοσαῦτα φροντίζει]
<τὸ ὅσον ἐπ' ἐμοί>
τὸ κατὰ δύναμιν
<τοπάζει>
εἰκάζει. ἱδρύει. ὑποπτεύει. στοχάζεται [ἢ <τοθάζει>]
<τὸ παράπαν>
παντελῶς
<τὸ πάροιθεν>
τὸ πρὸ τούτου
<τὸ παρὸν εὖ τίθεσο>
παροιμία, ἧς καὶ Πλάτων ἐν Γοργίᾳ μνημο- νεύει
<τοπάσαι>
ὑπονοῆσαι. ὑπολαβεῖν
<τοπαστέον>
ὑποληπτέον. ὑπονοητέον
<τὸ περιόν>
πλῆθος
<τοπήϊα>
ὅπλα νεώς, σχοινία, τοπεῖα, κάλοι
<τὸ πρὸς ἀκτῖνα>
τὸ πρὸς ἀνατολήν
<τὸ προμηθέ[υ]ς>
τὸ προνοητικόν
<τὸ προσεχές>
τὸ ἐγγύς
<τὸ πρῶτον>
τὸ πρεσβύτατον
[<τοπυργίαις>
ἐμπυρισμοῖς]
<τό ῥα>
ὅπερ δή
<τόρβηλος>
μεμψίμοιρος
<Τόργιον>
ὄρος ἐν Σικελίᾳ, ὅπου νεοττεύουσιν οἱ γῦπες. ἀφ' οὗ καὶ αὐτοὶ <τόργοι>
<τόργος>
εἶδος γυπὸς αἱματοῤῥόφου. ἔστι δὲ καὶ ὁ γὺψ παρὰ Σικε- λιώταις
<τορεῖν>
τορῆσαι, τρῆσαι, τεμεῖν
<τορέλλη>
ἐπιφώνημα θρηνητικὸν σὺν αὐλῷ Θρᾳκικόν
<τορκιμόν>
τὸ βαρὺ καὶ μισητόν
<τόρμη>
εὐθὺς δρόμος κατὰ τέχνην. καὶ στροφή. καὶ σύμπας (δρόμος)
<τορμίς>
ἡ δέσποινα
<τόρμος>
ἡ πλήμνη τοῦ τροχοῦ, εἰς ἣν ὁ ἄξων ....
<τορνεύει>
γλύφει
<τορνευταί>
γλύπται
<τόρνος>
ἐργαλεῖον τεκτονικόν, ᾧ τὰ στρογγύλα σχήματα περιγράφεται
<τορνῶσαι>
περιγράψαι. κυκλῶσαι
<τορνώσας>
τῷ κύκλῳ περιγράψας
<τορνοῦμαι δὲ πρὸς μέτρον>
ἀντὶ τοῦ περιγράφομαι
<τὸ ῥόθιον>
τὸ κῦμα
<τόρον>
λιθ(οκοπ)ικὸν σκεῦος. ἢ μεγαλόφωνον
<τορόνος>
τόρνος. Ταραντῖνοι
<τόρος>
ἐργαλεῖον φρεωρυχικόν. καὶ εἰς ὃ ὁ στελεὸς ἐμβάλλεται
*<τορόν τι>
ὀξεῖα
[<τορόῳ>
ἐργαλείῳ. ὀξεῖ, ἀκριβεῖ, τρανῷ, ἰσχυρῷ, μεγάλῳ]
<τόῤῥα>
ὅπερ δή
[<τόρτυρα>
τῶν κεραμίων προμήκης πυθμήν]
<τορτυρόμενον>
νιφόμενον
<τορύνη>
σιτῶδές τι
<τόσα καὶ τόσα>
ἢ τοσαῦτα
<τὸ σέλας>
ἡ ἔκλαμψις
<τὸ σίνεσθαι>
τὸ βλάπτεσθαι
<τὸ σκάφος>
τὸ πλοῖον
<τόσσον>
τοσοῦτον, τηλικοῦτον. λέγεται καὶ ἐπὶ θαυμασμοῦ
<τὸ σὸν μένος>
τὴν σὴν ὀργήν
<τοσοῦτον>
ὅλον τοῦτο
<τὸ σταῖς>
τὸ ἄλευρον
<τόσῳ μᾶλλον>
ὅσῳ πλέον
<τὸ τάχος>
συντόμως
<τότε μοι χάνοι εὐρεῖα χθών>
εὐρὺ καὶ μέγα μοι χάσμα γῆς γέ- νοιτο, ἵνα με δέξηται· ὅπερ ἐστὶν ἀποθάνοιμι
<τὸ τεῦχος>
τὸ σκεῦος
<τὸ τηνικαῦτα>
τὸ τότε
<τὸ τί>
διατί
<τοῦ>
ἄρθρον προτακτικόν
<τοῦ δὴ πολλοὶ ἀπὸ σπινθῆρες ἴενται>
τοῦ καλουμένου κομήτου ἀστέρος
<τοῦμα>
στόμα
<τοὐμοῦ>
τοῦ ἐμοῦ
<τοὐμφανές>
φανερόν
<τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο>
τὴν τριακάδα λέγει. τὸν μῆνα ἔχειν φησὶ ἡμέρας εἰκοσιεννέα, ὥστε τὴν τριακάδα μέρος ἔχειν καὶ τοῦ παρῳχηκότος καὶ τοῦ ἐπιόντος μηνός
<τοὔμπαλιν>
τὸ ἐναντίον, ἀνάπαλιν, ἔπειτα πάλιν
<τοὔνεκα>
τούτου χάριν, τούτου ἕνεκεν
<τούνη>
σύ. Λάκωνες
<τοῦ παντὸς ἀξιόλογον>
τοῦ παντὸς κύριον
<τοὖργον>
τὸ ἔργον, κατὰ συναίρεσιν τῶν φωνηέντων
<τοὐρθόν>
τὸ ὀρθόν
<τούς>
ἄρθρον προτακτικόν. καὶ ἀντὶ τοῦ οὕς· καὶ ἀντὶ τοῦ τούτους
<τουσοίρ>
φύσκη πλήρης κριμνῶν, στέατος, αἵματος
<τοὺς ἐμβόλους>
τὰ ἔμβολα τῶν νεῶν. καὶ ἐπὶ τῶν θηλειῶν
<τοὺς ἐν τέλεϊ>
τοὺς ἐν τιμῇ καὶ ἀρχῇ
<τοὔσχατον>
τὸ ἔσχατον, καὶ μέγιστον
<τουτάκις>
τοσαυτάκις, ὅπερ ἐστίν ....
<τουτί>
τοῦτο
<τοῦτις>
ὁ κόσσυφος
<τοῦτο μέν>
ποτὲ μέν
<τοῦτο Πύθιον>
τοῦτο πρῶτον καὶ ἔσχατον
<τουτῶ>
ἐντεῦθεν. Λάκωνες
<τοῦφος>
τάφος
<τόφρα>
ἐν τοσούτῳ. ἕως τούτου τοῦ χρόνου. καὶ ἔστιν ἀνταποδοτι- κὸν τοῦ ὄφρα ἢ ἄχρι, ἢ ἕως. ἢ ἵνα
<τόφρα δέ>
τηνικαῦτα δέ
<τραγαλέον>
διεῤῥωγότα
<τραγᾶν>
οὕτω τὸ ἀκαρπεῖν τινες τῶν γεωργικῶν· οἱ δὲ μενῶν νόσον. καὶ τῆς φωνῆς τὸ πάθος
<τράγαις>
Αἰολεῖς [οὕτω λέγονται ἀπὸ λίμνης, ἣ καλεῖται Τραγ(άς)η
<Τραγασαῖοι ἅλες>
οἱ ἀπὸ Λεκτοῦ
<τραγεῖον>
πόας εἶδος
<τράγη>
πεπληγμένη. πεπηγυῖα
<τραγηφόροι>
αἱ κόραι Διονύσῳ ὀργιάζουσαι τραγῆν περιήπτοντο
<τραγίζειν>
τὸ τραγᾶν τῇ φωνῇ τοὺς ἀκμάζοντας τῶν παίδ[ί]ων
<τραγικῆς>
....... τραγῳδῶν ᾄσματα
<τραγικὸν πάθος>
μεστὸν συμφορᾶς
<τραγικὸς πίθηκος>
παροιμία ἐπὶ τῶν παρ' ἀξίαν σεμνυνομένων
<τραγιστάς>
τοὺς τὰ ἱερεῖα κλέπτοντας
<τραγοπώγων>
πόας εἶδος
<τράγους>
σατύρους, διὰ τὸ τράγων ὦτα ἔχειν
<τραγῳδεῖν>
χορεύειν
<τραγῳδία>
χορεία. κωμῳδία
<τραγῳδός>
χορευτής. κωμῳδός
*<τρακτεύει>
μηχανᾶται
*<τ(ρ)ακτωρία>
μηχανουργία
<Τραλλεῖς>
οὕτως ἐκαλοῦντο μισθοφόροι Θρᾷκες τοῖς βασιλεῦσιν, οἱ τὰς φονικὰς χρείας πληροῦντες
<τραλλόν>
πικρόν
<τράμις>
τὸ (τ)ρῆμα τῆς ἕδρας. ὁ ὄῤῥος. τινὲς ἔντερον. οἱ δὲ ἰσχίον
<τράμπις>
ναῦς ἄκατος. πορθμίς. τινὲς πλοῖα βαρβαρικά
<τρανές>
σαφές. ἀληθές
<τρανίαν>
αὐλὴν ἐν ὁδῷ μεγάλην
<Τρανιψοί>
ἔθνος Θρᾴκιον
<τρανός>
σαφής. ἀληθής
<τρανόν>
ἑξαμηνιαῖον πρόβατον
<τράπε>
ἔτρεψεν
*<τραπεζῆες>
οἱ πρὸς ταῖς τραπέζαις λιχνεύοντες. καὶ οἱ ἐπιτραπέ- ζιοι. καὶ οἰκουροί. [λύσις τῆς τοῦ σώματος συνεχείας κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης
*<τραπεζίας>
παρὰ τῇ τραπέζῃ τρεφομένους
*<τραπέζιον>
παρὰ τοῖς γεωμέτραις σχῆμα, τὸ τὰς μὲν δύο πλευρὰς ἀπεναντίας πρὸς ἀλλήλας ἔχον ἀνίσους, τὰς δὲ ταύτας ἐπιζευγνυού- σας ἴσας
<τραπεζεύς>
παράσιτος ἄκλητος
<τραπεζίτης>
κολλυβιστής, κερματιστής, δανειστής
<τραπεζοποιός>
οὐχ ὁ μάγειρος· ἀλλ' ὁ τῆς πάσης περὶ τὰ συμπόσια παρασκευῆς ἐπιμελούμενος
<τραπεζώ[ν]
ἱέρειά τις Ἀθήνησιν
<τραπεζίτην Πάριν>
τὸν παραβάντα τὴν τράπεζαν καὶ ἀτιμάσαντα τὸν Μενέλαον
<τραπείομεν>
τερφθῶμεν
<τραπελιζόμενος>
συνεχῶς ἀναστρεφόμενος
<τραπέμπαλιν>
ἐνηλλαγμένως, ἢ παρηλλαγμένως
<τραπέοντο>
ἐπατοῦντο, παρὰ (τὸ) τροπὴν λαμβάνειν τὸν βότρυν πα- τηθέντα
<τραπέουσι>
πατοῦσιν ἐπὶ τῇ ληνῷ
<τράπηκι>
δόρατι
*<τραπεῖν>
ληνοπατεῖν
<τραπῆναι>
στραφῆναι, πεισθῆναι
<τραπητός>
ὁ οἶνος
<τραπομένους>
τρεπομένους
<τράποντο>
εἰς φυγὴν ἐτράποντο
<τραπῶ>
ἀπέλθω
<τραρόν>
τ[ρ]αχύ
<τρασιά>
ἡ τῶν σύκων ψύκτρα, παρὰ τὸ τερσαίνειν. ἤγουν τόπος, ἔνθα ξηραίνουσιν αὐτά
[<τρατικόν>
θρηνητικόν, λυπηρόν]
<τραυλίζει>
ψελλίζει
<τραυλόν>
ἡδύ. λεπτόν
<τραυλός>
ψελλός, τὴν γλῶτταν βεβλαμ(μ)ένος
<τραῦμα>
πληγή. ἕλκος. μώλωψ
<τραυματίαι>
σφαγαί. τετρωμένοι
<τραύσανον>
ξηρὸν πᾶν. ἢ φρύγανον
<Τραῦσος>
ἔθνος Σκυθικόν, οἳ τοὺς μὲν γεννωμένους ἀτιμάζουσι, τοὺς δὲ τελευτῶντας κατευφημίζουσιν
<τράφαλλος>
ὁ χλωρὸς τυρός. οἱ δὲ <τραφαλλίδα>
<τράφεν>
ἐτράφησαν
<τραφερήν>
ξηράν. τὸ γὰρ πῆξαι <θρέψαι> λέγουσιν
<τραφερόν>
πηκτόν. τρόφιμον. λευκόν. ξηρόν. πεπηγμένον
<τράφεται>
πήγνυται
<τράφηξ>
χάραξ. σκόλοψ. ἔνιοι δὲ τὸ δόρυ. ἄλλοι τὸ τῆς νεὼς χεῖλος
<τραφηρά>
ξηρά
<τράφος>
τάφος
<τράχε>
πορεύου
<Τραχ[ε]ίς>
ἡ νῦν Ἡράκλεια καλουμένη
<τραχηλιάσας>
ἐναντιωθείς. ἀπειθήσας
<τραχηλιῶ>
ὑψῶ αὐχένα
<τράχηλος>
αὐχὴν τραχύς. σκληρός
<τραχήλους>
τὰς πορφύρας. ἔνιοι τοὺς σπονδύλους τῶν κογχυλίων
<τρέ>
σέ Κρῆτες
<τρεῖν>
φοβεῖσθαι. φεύγειν
<τρ[ε]ίς ἕκαστον ἀΰσας>
τρ[ε]ίς ἕκαστον φωνήσας καὶ ἀνακαλεσά- μενος. ἔθος γὰρ ἦν ἐν τοῖς τῶν ἐπὶ τῆς ἀλλοδαπῆς τεθνηκότων τὰς ψυχὰς μετακαλεῖσθαι κατὰ τὸν ἀπόπλουν
<τρεῖς θεοί>
παρὰ Σόλωνι ἐν τοῖς ἄξοσιν ὅρκῳ τέτακται. ἔνιοι κατὰ τὸ Ὁμηρικόν
<Τρεμ[ε]ιλία>
ἡ Λυκία
<τρέπει>
μεταστρέφει
<τρέπεται>
ἀλλάσσεται. μεταβάλλεται
<τρεπόντων>
ἐπιστρεφόντων
<τρεπτότητος>
τροπῆς
<τρέπω>
διώκω. ἢ φεύγω
<τρές(ς)αι>
φυγεῖν φοβηθῆναι
<τρες(ς)άντων>
φοβηθέντων. ἢ διὰ δέος φευγόντων. καὶ <τρέσσον- τες> ὁμοίως
<τρέστης>
δειλός
<τρέφειν>
ἔχειν. πηγνύναι. καὶ <τρέφεται>. ὁμοίως
<τρέχειν>
ἀγωνίζεσθαι
<τρέχνος>
στέλεχος, κλάδος, φυτόν, βλάστημα
<τρέψαν>
μετέβαλλον
<τρέψειαν>
νικήσειαν. πατάξειαν
<τρέψομαι>
ἔξω πορεύσομαι. διώξω
<τρηγαλέον>
διεῤῥωγότα
<τρήματα>
τρυπήματα
<τρη[ς]μα[ς]τικτάς>
κυβευτάς. ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων
<τρη[ι]ρόν>
ἐλαφρόν. δειλόν. ταχύ. πλοῖον μικρόν
<τρήρων>
δειλή. περιστερά. ἀπὸ τοῦ <τρεῖν>, ὅ ἐστιν φοβεῖσθαι· δει- λὸν γὰρ τὸ ζῶον καὶ ταχύ
<τρήρωνες>
περιστεραί
<τρήρωσι>
περιστεραῖς
[<τρήρ[ς]ωνα>
δειλήν. ἀπὸ τοῦ ..... τρέμειν]
<τρητοὶ λοβοί>
τὰ ἀλόβα. τὰ γὰρ ἐνώτια <ἐλλόβια>, διὰ τὸ ἐν τοῖς λοβοῖς ἐνίεσθαι
<τρητοῖο λίθοιο>
εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν λίθους, ἵνα ἐξ αὐτῶν τὰ ἀπόγεια σχοινία ἐξάπτωσιν οἱ ναῦται
<τρητοῖς ἐν λεχέεσσι>
τοῖς κατὰ τὰς ἁρμογὰς τετρημένοις, ἢ ἱμαν- τωτοῖς. ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι, ὡς καὶ τὰ βάθρα
<τρητοκουρήτας>
γνησίας γυναῖκας. οἱ δὲ παρθένους
<τρητὸν ἔλαιον>
διὰ τὸ κοίλωμα ἔχειν τὸν ἄγριον ἔλαιον
<τρηχαλέῳ>
τραχεῖ
<τρηχεῖα>
τραχεῖα. πολλὰς ἐξοχὰς ἔχουσα
<τρηχεῖαν>
τραχεῖαν. καὶ τὰ ὅμοια
<τρηχὺ νόημα>
σκληρὸν νοῦν
<τρί>
κατὰ τοῦ πολλοῦ τοῦτο προστίθεται
<τρία Θηραμένους>
ἄντικρυς τὰ τοῦ Θηραμένου(ς) ἐπιζήμια ἐκτέ- θεικεν
<τρίαινα>
δόρυ τρεῖς ἔχον ἀκμάς
<τριαινατῆρες>
ἀντὶ τοῦ ἀροτριοῦντος
<τρία καὶ δύο>
ἐπὶ κράσεως πότου. δύο δὲ ἦσαν κράσεις· τρεῖς μὲν ὕδατος πρὸς ἕνα [οἴνου δὲ μία] καὶ πέντε ὕδατος πρὸς δύο
<τριακάς>
ἡ τριακοστὴ τοῦ μηνός. καὶ σύστημά τι τῶν πολιτῶν
<τριακατίοι>
οἱ ἔφηβοι. καὶ τὸ σύστημα αὐτῶν
<τριάκις>
ἀντὶ τοῦ τρ[ε]ίς. Λάκωνες
<τριάκοντα>
οὗτοι ἐχειροτονοῦντο δικασταὶ Ἀθήνησιν, οἵτινες ἐζη- μιοῦντο τοὺς μὴ παραγενομένους τῶν πολιτῶν εἰς ἐκκλησίαν
<τριακοντόρι(οι)>
πλοῖα ὑπὸ λη# κωπηλατούμενα
<τριᾶντος πόρνη>
λαμβάνουσα τριᾶ[κο]ντα, ὅ ἐστι λεπτὰ εἴκοσι
<τριάξ>
τριακάς
<τρία Στησιχόρου>
ἔθος ἦν παρὰ πότον ᾄδεσθαι, ὡς καὶ τὰ Ὁμήρου
<τριβακὸν ἱμάτιον>
<τριβαλλοί>
συκοφάνται. οἱ δὲ τοὺς θωπευτικούς, ἐν τοῖς βαλανείοις (δια)τρίβοντας, καὶ ἐπὶ τὰ δεῖπνα ἑαυτοὺς καλοῦντας
<τρίβανον>
λήκυθον
<τριβή>
διατριβή. ἢ βραδυτής
<τρίβολα>
στρεπτά. στωμύλα
<τρίβολοι>
ἀκάνθης εἶδος· ὅθεν καὶ τὸ τοῖς ἵπποις ἐν τοῖς χαλινοῖς ἐντιθέμενον
<τρίβολον ἄκοντα>
τρίαιναν
<τρίβοντες>
λειοῦντες. ἢ φανερὰν ποιοῦντες, ἢ λείαν
<τρίβος>
ἀτραπός, ὁδός
<τρίβουνος>
ἔμπειρος
*<τρίβος>
ὁδός
<τρίβων>
στολὴ ἔχουσα σημεῖα ὡς γάμμα
<τρίβωνα>
στολισμόν
<τριβώνιον>
πάλλιον. περιβόλαιον
<τριβωνοφόρος>
ὁ φορῶν στολήν
[<τρίγανον>
εἶδος μέτρου παρὰ τοῖς γεωμέτραις]
<Τρίγλα>
ἰχθῦς θαλάσσιος. καὶ τόπος τις
<τρίγληνα>
πολυθέατα· <γλῆναι> γὰρ οἱ ὀφθαλμοί· τρίκοκκα, τριόφθαλ- μα, πολυειδῆ
<τριγλίζειν>
κατὰ μίμησιν ἐπὶ τῶν γελώντων
*<τριγλήνας>
εὐμόρφους ὀφθαλμούς
*<τριγκῶσαι>
φράξαι
<τριγλώχινι>
τριγώνῳ, τρεῖς γωνίας ἔχοντι
<τρίγονοι>
τρίτην γενεὰν ἐπισχόντες. ἢ οἱ τρεῖς
<τρίγωνον>
εἶδος ὀργάνου ψαλτηρίου. ἢ φυτὸν ἐν Αἰγύπτῳ
*<τριγός>
τρηγών
<τρίζει>
φωνεῖ
<τριγχός>
περίφραγμα, στεφάνη, τειχίον
<τρίζουσα>
φωνοῦσα λεπτόν τι
<τρίζωος>
ὃς τρεῖς γενεὰς ἐξήγαγε
<τριήμερος>
Θεσμοφόρια ὑπὸ Λάκωνεις
<τριημιολία>
ναῦς μακρὰ ἄνευ καταστρώματος
<τριήραρχος>
τριήρους ἄρχων, ἤτοι πλοίων πολεμικῶν
<τριήρεις>
πλοῖα πολεμικά
<τριήρης>
ἔξω τῆς νεὼς καὶ ῥυτόν τι ἔκπωμα
<τρίηρον>
πλοῖον μικρόν
<τριηρονόμος>
τριήραρχος
<τριθαλλίαι>
μεγάλως τοῦ θάλλειν αἰτίαι
<τρίκαρπον>
τριετῆ
<Τρίκκη>
πόλις Θεσσαλίας
<τρίκκος>
ὀρνιθάριον ὁ καὶ βασιλεὺς ὑπὸ Ἠλείων
<τρικόλυβον>
νομισμάτιόν τι
<τρικόνητος>
ὁ πολλάκις ἀπολέσθαι ἄξιος καὶ καταχωσθῆναι
<Τρικόρυνθος>
ἀνδρεῖος ἥρως
<τρικότυλος οἶνος>
οὗ τρεῖς κοτύλαι ὀβολοῦ πωλοῦνται
<τρίκουρος>
ὁ ἐπὶ τρία ἔτη κεκ[αθ]αρμένος <κριός>. ὁμοίως καὶ ὁ μὴ κεκ[αθ]αρμένος .....
<τρικτεῖρα>
θυσία Ἐνυαλίῳ. θύεται δὲ πάντα τρία καὶ ἔνορχα
<τρικτύα>
τριάδα. ἔνιοι θυσία κάπρου, κριοῦ, ταύρου
*<τρικτῆς>
μέρ(ος) φυλῆς .....
<τρίκυζα>
πολλῆς δεόμενα λιτανείας
<τρικυμία>
ζάλη
<τρίλλιστος>
πολυλιτάνευτος
<τρίμηνοι πυροί>
οἱ καὶ σητά[μη]νιοι λεγόμενοι
<τρίμι.ον>
τὸ εὐσπάθητον ἱμάτιον
<τριμίσκον>
ἱμάτιον. Ἀσπένδιοι
[<τρίμηταγωνιστής>
ὁ τρίτος ἀγωνιζόμενος]
<τριμίτινα ὑφάσματα>
τρίμι[τος]τα
[<τρίμ με>
φοβεῖσθαί με]
<τρῖμμα>
[ὁ] ἀρωματίζον πόμα ἐν γάμοις πινόμενον καὶ ἐν θεατρι- κοῖς ἀγῶσιν
<τρίογδον>
μέτρον τι παρὰ Ταραντίνοις
<τρίοδος> καὶ <τριόδους> πληθυντικῶς>
ἰδίως τὰς τρεῖς ὁδούς. καὶ τρίαινα
<τριολύμπιον ἅρμα>
τὸ ἐκ τριῶν Ὀλυμπιάδων ἐζευγμένον
<τριοπην>
τριόφθαλμον
<τριοπηλίς>
δέσμη σκορόδων
<Τριόπιον>
ἡ Κνίδος. καὶ ἱερὸν ἔνθα ἑορτάζουσιν
<τριοπίς>
τριόφθαλμος. ἔνιοι ζῶον ὅμοιον ἀκρίδι. καὶ περιτραχήλιον τρεῖς ἔχον ὀφθαλμοὺς ὑαλοῦς
[<τριόροφα>
τρίστεγα]
<τρίορ[ο]χος>
εἶ(δος) ἱέρακος
<τρίοψ>
ὁ ὑπὸ τῶν Πυθαγορικῶν ἐν Δελφοῖς τρίπους
<Τριπατρεῖς>
οἱ πρῶτοι γεννώμενοι
<τρίπεζαν>
τὴν τράπεζαν. Βοιωτοί
<τρίπλακα[ι]>
τρὶς ἐπιπτυχθῆναι δυναμένη(ν)· ἐξ οὗ τὴν μεγάλην δη- λοῖ· τρίπτυχον, τριπλῆν
<τριπλῇ τετραπλῇ τε>
τριπλασίονα καὶ τετραπλάσια
<τρίποδα>
λέβητα τρισκελῆ. χαλκίον
<τρίπολον>
τὴν τρὶς ἢ πολλάκις μεταβεβλημένην διὰ τῆς ἀροτριάσεως γῆν
<Τρίπολις>
εἶδος πέμματος. καὶ πόλις
<τριπονῆται>
ἑορτή τις
<τρίπος>
τρίπους
<τρίπους>
λέβης, κρατήρ. ἐχρῶντο δὲ αὐτὸ εἰς τὸ θερμαίνειν ὕδωρ. ὁ δὲ <ἐμπυριβήτης> ἐστὶν ὁ ἐξ ἑαυτοῦ πόδας ἔχων εἰς τὸ ὑποκαίεσθαι
<τριπτήρ>
ᾧ τὴν σταφυλὴν τρίβουσιν. ὑπὸ δὲ Σικελῶν ὁ δοῖδυξ
<τρίπτυχος>
τριπλῆ, ἢ πολύπτυχος, ἡ τρεῖς ἐπιπτυχὰς ἔχουσα
<τρίς>
ἐπὶ τοῦ πολλάκις
<τρὶς ἀλιτήριος>
ἁμαρτωλός
<τρὶς ἕξ>
νικητήριος βόλος. καὶ παροιμία· τρὶς ἓξ ἢ τρεῖς κύβοι. ἐλέ- γετο δὲ ἐπὶ τοῦ εὐστόχου, ἀπὸ τῶν κυβευτῶν ......
<τρὶς εὐδαίμων>
τρισμακάριστος
<τρὶς ὄλβιος>
τρισμακάριστος
<τρισπόλιον>
βοτάνη τις
<τρισσός>
εἶδος ὄφεως
<τριστάται>
οἱ παρὰ χεῖρα τοῦ βασιλέως, ἔχοντες ἀνὰ τρεῖς λόγχας
<τριστοιχεί>
ἐπὶ τρεῖς τάξεις
<Τρίτ[τ]α>
οὕτως ἡ Κνωσσὸς ὠνομάζετο
<τριταγωνιστής>
ὁ τρίτος ἀγωνιζόμενος
*<τριτάτη>
τρίτη
<τριταία>
παρὰ Σόλωνι μὴ πλείω εἶναι τριταίας τὴν κτιστήν
<τριτεύς>
γὰρ χοίνικος οὗτος
<Τριτῆες γενεήν>
οἱ ἀπὸ τοῦ Τριτέων πόλεως κύνες, ἥ ἐστι πλησίον Φωκίδος
<τρίτη Θεσμοφορίων>
ζητεῖται, πῶς ἅμα μὲν λέγει τρίτην Θεσμο- φορίων εἶναι, ἅμα δὲ μέσην, τεττάρων οὐσῶν ἡμερῶν
<τριτημόριον>
οἱ ἓξ χαλκοῖ
<τριτημόριον>
ἐλέγετο καὶ ἐπὶ τῆς μοίρας, καὶ ἐπὶ νομίσματος ἀρ- γυρίου
<Τριτογένεια>
ἡ τὸ τρεῖν ἐνγεννῶσα τοῖς ἐναντίοις
<Τριτογενής>
ἐπιθετικῶς ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ τρεῖν ἐνγεννᾶν τοῖς πο- λεμίοις· ἢ τῷ παρὰ Τρίτωνι, τῷ ποταμῷ Λιβύης, ἐμφανισθῆναι
<τριτοκούρη>
ᾗ πάντα συν(τε)τέλεσται τὰ εἰς τοὺς γάμους· τινὲς δὲ γνησία παρθένος
<τριτόμηνις>
ἡ τρίτη τοῦ μηνός
<τρίτον ἡμίδραχμον>
αἱ δύο δραχμαὶ καὶ τριώβολον
<Τριτοπάτορας>
ἀνέμους ἐξ Οὐρανοῦ καὶ Τῆς γενομένους, καὶ γενέ- σεως ἀρχηγούς. οἱ δὲ τοὺς προπατέρας
<τριτοπηλίς>
σκορόδων δέσμη, ἀπὸ τοῦ πεπιλῆσθαι καὶ συνεστράφθαι
<τρίτος κρατήρ>
Σοφοκλῆς Ναυπλίῳ καταπλέοντι. ἐν ταῖς συνουσίαις ἐκιρνῶντο κρατῆρες τρεῖς. καὶ τὸν μὲν πρῶτον Διὸς Ὀλυμπίου καὶ θεῶν Ὀλυμπίων ἔλεγον· τὸν δὲ δεύτερον ἡρώων· τὸν δὲ τρίτον σωτῆρος
<τριτοστάτις>
Ἀριστοφάνης ἐν Σκηνὰ[ῖ]ς .......
<τριτύς>
τριάς
<τριτώ>
ῥεῦμα. τρόμος, φόβος
<τριτώ>
Νίκανδρος ὁ Κολοφώνιός φησι τὴν κεφαλὴν καλεῖν Ἀθαμᾶνας
<τριφάσιοι>
τριπλάσιοι. τρίφωνοι
<τρίφυλλα>
πολύφυλλα. καὶ πόα δέ τις μηδίκη οὕτω καλουμένη
<Τρίφυλ[λ]οι>
οἱ Καύκωνες
<τριφυόν>
τριπλοῦν
<τρίχα>
τριχῶς
<τριχάϊκες>
τριχόθεν ἐλθόντες ἀπὸ βίας
[<τριχάν>
ἡ τρίτη φυλακή]
<τριχαπτόν>
τὸ βαμβύκινον ὕφασμα ὑπὲρ τῶν τριχῶν τῆς κεφαλῆς ἁπτόμενον, ἢ πολύμιτον
<τριχῆ>
εἰς τρία μέρη
<τρίχηλ(ον)>
τρικόρυφον
*<τριχῆ>
τὸ δ' αὐτὸ καὶ <τὸ τρίχα>, ἢ τὸ τρίτον μέρος
<τριχθάδες>
αἱ χαλκίδες. Ἡρακλέων δὲ μεμβράδες
<τριχόβρως>
θηρίδιον κατεσθίον τοὺς λόφους τῶν περικεφαλαίων
<τρίχορδον>
ὄργανον
<τριχοκόμος>
τριχῶν ἐπιμελούμενος
<τριχοτρῶκται>
ζωύφια τὰ τὰς τρίχας κατεσθίοντα
<τριχώδη>
ὄργανα πολιορκητικά, πρὸς χώρησιν ἐπιτήδεια
<τριχῶς>
τρισσῶς. ὑπομονητικῶς
<τριχῶσαι>
θάψαι
<τριψ(η)μερεῖν>
στραγγεύεσθαι, καὶ παρέλκειν τὰς ὥρας
<τριώδελον>
τριῶν ἡμιμναίων σταθμός
<τριώροφα>
τρίστεγα
<τριῶλαξ>
ἀγὼν παρθένων δρόμου
<Τροία>
πόλις
<Τροίης>
τῆς Ἰλίου
<Τροιζή(ν)>
πόλις, ἢ χωρίον ἐν Ἄργει
<τρομέοντο>
ἔτρεμον
<τρόμος>
εὐλάβεια. δέος. φυγή
<τρόνα>
ἀγάλματα. ἢ ῥάμματα ἄνθινα
<τρόνοι>
στύππιοι. στήμων. ἁρπεδόνη. ἄτρακτος
<τρόπα>
εἶδος παιδιᾶς, καθ' ἣν στρέφουσι τοὺς ἀστραγάλους εἰς τὸ ἕτερον μέρος
<τροπαγός>
ὁ ἀπητιμασμένος
<τρόπαι(α)>
νικητήρια, σύμβολα νίκης
<τροπαί>
αἱ δύσεις. καὶ αἱ μεταβολαί, αἱ φυγαί, αἱ διώξεις. νομίσματά τινα. καὶ αἱ μεταβεβλημέναι φροντίδες
<τροπαλίζει>
στρέφει
<τροπαλισμός>
μεταβολή. καὶ τὸ ἐκ συμβόλων ὑποδέχεσθαι
[<τροπαλόν>
τραχύ]
<τροπέοντο>
ἐπάτουν. ἀπὸ τούτου καὶ ὁ οἶνος λέγεται <τραπητός>
<τρόπηκος>
μερὶς τῆς κώπης ὁ τρόπηξ, οὗ ἐπιλαμβάνονται οἱ ἐρές- σοντες· ὥστε ἀπὸ μέρους τὴν κώπην
*<τροπικώτερον>
θεωρητικώτερον. ἀλληγορικῶς, μεταφορικῶς, οὐκ ἀληθῶς
*<τροπῆς ἀποσκίασμα>
ἀλλοιώσεως καὶ φαντασίας ὁμοίωμα
<τροπίας>
οἶνος μεταβεβληκὼς καὶ ἔκλυτος
*<τροπή>
ἀλλοίωσις
<τρόπις>
τὸ κατώτατον τῆς νεώς
<τροποί>
οἱ ἱμάντες τῶν κωπῶν, ἢ οἱ κατέχοντες τὰς κώπας δεσμοὶ δερμάτινοι, ὅταν ἐλαύνωσιν. οἱ τροπωτῆρες
<τρόπον τινά>
ἀντὶ τοῦ[τον τὸν τρόπον]
<τρόπος>
ἦθος. γνώμη, προαίρεσις
<τροποῦσθαι>
ἁρμόζεσθαι. μεταβάλλεσθαι, τρέπεσθαι
<τροπώσασθαι>
τὸ τὴν κώπην πρὸς τὸν σκαλμὸν δῆσαι τῷ τροπω- τῆρι. ἢ διὰ μηχανῆς νικῆσαι
<τροπώσομαι>
νικήσω. πλήξω
<τρούεται>
ἰσχναίνεται, τήκεται
<τροῦροι>
δρόμοι, στάδιοι
<τρουφωνίδαι>
εἶδος κροκωτοῦ
<τροφαλ[λ]ίς>
τυρὸς μακρός
<τροφημ(η)>
δέσποινα. ἢ μήτηρ
<τρόφηξ>
χάραξ, σκόλοψ
<τρόφι>
τεθραμμένον. μέγα· πολλὸν δὲ τρόφι κῦμα· γέγονε δὲ κατὰ ἀποκοπὴν τοῦ τρόφιμον
<τρόφιμον>
ὃν ἡμεῖς δεσπόσυνον. καὶ <τρόφιμον>· ἀνδρὸς δακτυλίῳ
[<τροφ.οντα>
εὐτραφῆ, καὶ μεγάλως αὐξόμενα]
<τρόφις>
εὖ τεθραμμένος
<τροφιοῦται>
παχύνεται
<τροφόεντα>
εὐτραφῆ καὶ μεγάλα
<τροφοί>
ἀντὶ τοῦ θρέμματα
<τροφός>
νεώτερος δεσπότης. ἢ μήτηρ
<τροχάδες[αι]>
σανδάλια ἀπὸ αἰγείου δέρματος
<τροχαῖα>
μέσα ἐν κύβοις. ἢ ὁδός, ὡς Ῥίνθων
<τροχαλοί>
οἱ ἤδη περι(ι)όντες
<τροχαλόν>
τροχαῖον. τ[ρ]αχύ. ἢ περιτρέχον
<τροχαντῆρες>
πρὸς τὰ πηδάλια. καλεῖται τῆς πρύμνης μέρος
<τροχαντήρ>
τῆς τοῦ μηροῦ κεφαλῆς ἡ ἔξω ἔκφυσις
<τροχάσας>
σπεύσας, δραμών, προλαβών
<τροχηλατεῖ>
ἐλαύνει
<τροχιαί>
αἱ τῶν τροχῶν χαράξεις
<τροχιάς>
πορείας
<τρόχις>
ἄγγελος. ἀκόλουθος
<τρόχμαλον>
τὸ πλῆθος τῶν λίθων, καὶ τὸν σωρόν
<τροχόεν>
τροχοειδές, στρογγύλον
<τροχός>
περιβόλαιον, τεῖχος. ἢ κύκλος. ἢ δρόμος
<τροχ(όω)σαι>
τρέχουσαι
<τρόχων>
δρόμων. καὶ τὰ ὅμοια
<τρύβλιον>
ὀξυβάφιον. ἢ ποτήριον μυστηρίου
<τρύγα>
οἶνον ἀδιήθητον ἀπὸ ληνοῦ
<τρυγαβόλια>
εἰς ἃ καρποὺς ξηροὺς ἀπετίθεντο
<τρυγεῖ>
ξηραίνει
*<τρύγητος>
ὁ καιρός, <τρυγητός>· ὁ τρύγος
<τρυγέρανος>
φάσματι ἐοικώς
<τρυγερούς>
τρυγώδεις, ὀξεῖς
<τρύγη>
ὁ πυρός, καὶ ἡ κριθή, καὶ πᾶς ἄλλος καρπός, καὶ ποιὰ βο- τάνη
[<τρυγήλλα>
τρώγλη]
<τρύγηλλος>
οἰκοδόμημα μεταλλικὸν κατασκευαζόμενον
<τρύγιος>
τρυγία οἴνου, ἢ ἐλαίου
[<τρύγμα>
δίπλωμα]
<τρυγόνα ψάλλειν>
παροιμία ἐπὶ τῶν φαύλως πραττόντων· ἀπὸ τοῦ τρύζειν
<τρύγοιπος>
ὑλιστήρ
<τρυγῳδεῖν>
κωμῳδεῖν
<τρυγών>
ἰχθῦς θαλάσσιος, ἧς τὸ κέντρον δηλητήριον. καὶ ὄρνις. καὶ ἡ τῶν γυναικῶν μίξις. καὶ σύντροφος
<τρυγῶς>
τὰς τρυγῶνας
<τρύειν>
κατατρίβειν, καταπονεῖν
<τρύζει>
γογγύζει, ψιθυρίζει
<τρύζητε>
ψιθυρίζητε, λογοποιῆτε, γογγύζητε
<τρυηλίς>
ζωμήρυσις
<τρυμαλιαί>
τρῦπαι
<Τρυμαλῖτις>
Ἀφροδίτη
<τρύνης>
ἐφίππιον. στήμων
<τρύξ>
ὁ νέος οἶνος, παρὰ τὴν τρύγην. καὶ γλεῦκος ἀδιήθητον
<τρύξοντα>
καταπονήσοντα, ἀνιάσοντα
<τρυπᾶν>
τρίβειν
<τρυπάνη>
ἐργαλεῖον τεκτονικόν
<τρυπανίζεται>
τρυπάνῳ πλήσσεται
<τρυπήλα>
τορύνη
<τρυσίππιον>
τὸν χαρακτῆρα τὸν ἀπὸ τῆς βουλῆς ἐν ταῖς δοκιμασίαις τοῖς ἀδυνάτοις καὶ τετρυ[μ]μένοις ....... ἵνα μηκέτι στρατεύωνται, τὸ παλαιὸν ἐκάλουν τρυσίππιον. τροχὸς δὲ ἦν ὁ ἐπιβαλλόμενος χα- ρακτὴρ τῇ γνάθῳ τῶν ἵππων
<τρύσκει>
τρύχει. ξηραίνει
<τρῦσις>
νόσος. πόνος
<τρυσμός>
γογγυσμός
<τρυς[ς]όν>
νοσερόν. λεπτόν, ἀσθενές
<τρυτάνη>
ὁ ζυγός
<τρύφακτος>
ἔνιοι διὰ τοῦ Δ· <δρῦς> γὰρ τὸ ξύλον
<τρυφάλη>
περικεφαλαία, τρεῖς ἔχουσα λαμπροὺς ἀστέρας, ἢ ἥλους
<τρυφαλίδες>
τὰ τμήματα τοῦ ἁπαλοῦ τυροῦ
<τρυφερός>
νέος ἁπαλός, ἢ ψιλός
<τρυφέν>
κλασθέν
<τρυφηλοῖς>
ἐπιθυμητ(ικ)οῖς
<τρυφοκαλάσιρις>
ἔνδυμα γυναικεῖον
<τρύφος>
κλάσμα ἄρτου. ἢ ξύλον καταδεδαπανημένον
*<τρυφή>
γαστριμαργία, πολυφαγία, εἰκαιοφαγία
<τρυφώματα>
θρέμματα. Ἰταλοί
<τρύχειν>
φθείρειν, τήκειν. καταπονεῖν. κακοπονεῖν. κακοπαθεῖν
<τρυχηρά>
ῥακώδη
<τρυχίνοις>
ῥακίοις
<τρυχόμενος>
καταπονούμενος. ἀνιώμενος. δαπανώμενος
<τρύχωσα>
τρύχουσα. ἐπιτρίβουσα
<τρῶα>
ἁρπεδόνη
<τρωγάλια>
τὰ τραγήματα. Λάκωνες
<τρωγάλιον δέρμα>
τὰς μελικοκκίδας
<τρῶγας>
τρώγλας
<τρώγλας>
τρύπας
<Τρωγλοδύται>
οἱ εἰς τὰς τρώγλας οἰκοῦντες
<τρωγμός>
τὸ ἐπιθέσθαι τὴν ὕλην τρωγμόν
<τρώει>
τιτρώσκει. δαπανᾷ
<Τρῶες>
οἱ τὴν Ἴλιον οἰκοῦντες, καὶ οἱ τὴν Τρωάδα χώραν
<τρώεσθαι>
τραυματίζεσθαι
<τρώζειν>
ψιθυρίζειν. συνουσιάζειν
<τρωθείς>
πληγείς
<Τρώϊοι ἵπποι>
ἀπὸ Τρωὸς τοῦ ἥρωος· ἢ ἀπὸ Τροίας
<τρῶκται>
κακοῦργοι
<τρώκτης>
φάγος, ὁ ἀπὸ πάντων ἐσθίων. καὶ κερδαίνειν βουλόμενος, πανοῦργος, ἀπατεών
<τρώματα>
τραύματα
<τρωπάασθαι>
περιτρέπεσθαι
<τρωπάσκετο>
ἐτρέπετο, μετεβάλλετο
<τρωπασκέσθω>
μεταβαλλέσθω, ἐπιστρεφέσθω
<τρωπᾶν>
τρέπεσθαι. πείθειν. στρέφεσθαι, μεταβάλλεσθαι
<τρωπῶντο>
ἐτρέποντο, μετεβάλλοντο
<τρωπῶσα>
τρέπουσα τὴν φωνήν
<τρώσας>
πλήξας, τοξεύσας
<τρωτός>
παθητός
<τρωχῶσι>
τρέχουσι
<τρώχων>
ἔτρεχον. ἐκρούνιζον. ἐστάλαζον
*<τοῦ>
σοῦ
<τυΐ>
ὧδε. Κρῆτες
<τυβηκτίς>
κακοσχόλος
<τῦδε>
ἐνταῦθα. Αἰολεῖς
<Τυδᾶν κολωνᾶν>
Τυνδαριδᾶν κολωνᾶν
<τύϊγγα>
ὀρνιθάριόν τι
<τυκτόν>
κατεσκευασμένον
<τυκτὸν κακόν>
τουτέστι μέγα κακόν
*<τυτθόν>
ὀλίγον
<τυκτῷ δαπέδῳ>
εὖ κατεσκευασμένῳ
<τύκω>
ἑτοιμάζω
<τύλαι>
αἱ ἐν ταῖς χερσὶ φλύκταιναι, ὡς περισσά τινα, καὶ τοῖς ὤμοις
<τύλη>
τῆς καμήλου ἀπὸ τῆς ῥάχεως τὸ ἄκρον δέρμα
<τύλοι>
αἱ ὀχθώδεις ἐπαναστάσεις, καὶ τὰ τῶν ἀχθοφόρων ἐπὶ τῶν ὤμων τυλώματα
<τύλον>
τὸ αἰδοῖον. οἱ δὲ ξύλον
<τύλος>
νενεκρωμένη σάρξ
<τύλωμα>
τύμμα
<τύλαρος>
μάνδαλος
<τυλαρώσας>
μανδαλώσας
<τυμβὰς γυνή
τυμβάδας> ἔλεγον τὰς φαρμακίδας, ἀπὸ τοῦ περὶ τοὺς τύμβους διατρίβειν καὶ τοὺς νεκροὺς ἀκρωτηριάζειν
<τυμβογέρων>
ἐσχατόγηρως, καὶ παρη(λλα)γμένος τῇ διανοίᾳ
<τύμβος>
τάφος, μνημεῖον
<τυμβωρύχος>
λωποδύτης νεκρῶν
*<τυμβοχοῆσαι>
περιχῶσαι, θάψαι
*<τυμβοχόης>
τύμβου καὶ χώσεως, οἷον ταφῆς
<τύμμα>
πληγή
<τύμπανα>
τὰ δερμάτινα [π]ῥακτήρια κόσκινα, τὰ ἐν ταῖς βάκχαις κρουόμενα
<τυμπανίζεται>
πλήσσεται, ἐκδέρεται, ἰσχυρῶς τύπτεται
<τύμπανον>
ᾧ αἱ Βάκχαι κρούουσιν. ἢ[ν] εἶδος τιμωρίας
<Τυμφαῖον ἔθνος>
ἄθεον ἔθνος. λέγει δὲ [καὶ] τοὺς Ἠπειρώτας
<τύνη>
ἐν [<τυπείς>· πεσών, πληγείς.] Δωρικῶς δὲ σύ
<τύνη δὲ ἐποιήσας>
σὺ δέ
<τυννός>
μικρός. τηλικοῦτος
<τυννοῦν>
τὸν μικρόν
<τυντλάζει>
αὐτὸ καὶ αὐτὸ λέγει. ἢ ταράττει. ἐπιβαίνει πηλοῦ. οἱ δὲ σκάπτειν ἀμπέλους
<τύντλον>
πηλόν
<τυντλώδους>
ὑλώδους
<τύξιν>
τεῦξιν. παρασκευήν
<τυπάδι>
σφύρᾳ
<τυπάζειν>
κόπτειν
<τύπαι>
ἑορτή τις
<τυπαῖς>
πληγαῖς
<τύ[μ]πανον>
ξύλον τι, ἐν ᾧ τυμπανίζουσιν
<τυ[μ]παστήριον>
τὸ τῶν ἁλιέων στυμνίον
<τυπεῖ>
ψοφεῖ, κτυπεῖ, κροτεῖ, πλήσσει
<τυπείς>
πληγεὶς ἐκ χειρός, καὶ πεσών. ἢ τρωθείς
<τυπήσει>
πλήξει
<τύπης>
πλήκτης
<τυπῇσι>
πληγαῖς
<τυπίας>
οὕτω καλεῖται τῶν τοῦ χαλκοῦ τις τροχῶν
<τυποῖ>
πλάττει, γλύφει
<τύπος>
χαρακτήρ, εἰκών
<τυποῦται>
πλήσσεται. ἰοῦται. μιμεῖται. ἢ πλάττεται
<τυπῶντες>
χοροί τινες
<τυραννοδαίμονα>
ἣν οὐκ ἄν τις τύραννον μόνον εἴποι, ἀλλὰ καὶ δαίμονα
<τύραννος>
παράνομος βασιλεύς, ἢ ἄρχων ἀπηνὴς καὶ ἀπάνθρωπος
<τυρβασία>
χορῶν ἀγωγή τις διθυραμβικῶν
<τύρβη>
θόρυβος, [ἀγωγή,] τάραχος
<Τυρβηνός>
ἐπίθετον τοῦ Ἀπόλλωνος
<τύρβησις>
ἡλιβατὸν ἀέρα
<Τυρεῖν>
τόπος τις Κλαζομενίων
<τυρεύεται>
ταράττει, κυκᾷ
<τυρεῦσαι>
τὰ αὐτά. καὶ <τυρεύων>
<τυρικίλοι>
αὐλοὶ καλάμινοι
<Τύρις>
ὁ Περσικὸς χιτών. ἢ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Βορυσθένη
<τυρόεντα>
πλακοῦντα
<τυρόκνηστις>
σχῆμα τῶν ἀκολάστων. οἱ δὲ μάχαιραν
<τυροκομεῖον>
τάλαρος, ἐν ᾧ ὁ τυρὸς τῆς ἐπιμελείας τυγχάνει
<Τυῤῥηνικὰ σανδάλια>
κάττυμά τι ὑψηλὸν οὕτω καλεῖται
*<τυρίς>
ὁ περίβολος τοῦ τείχους
<Τυῤῥηνοὶ δεσμοί>
οἱ λῃστρικοὶ καὶ χαλεποί
<τύῤῥις>
πύργος, ἔπαλξις, προμαχών
<τύρσις>
τὰ αὐτά
<τύρσος>
τὸ ἐν ὕψει οἰκοδόμημα
<τυρωθέντα>
ταραχθέντα, κινηθέντα
<τύσσει>
ἱκετεύει
<τυτάνη>
ὄργανόν τι, ᾧ χρῶνται εἰς τὸν ἀλοητὸν τοῦ σίτου
<τύτη>
τὸ αὐτόθι
<τυτθήν>
ὀλίγην, μικράν
<τυτθόν>
ὀλίγον, βραχύ, καὶ μικρόν
<τυτώ>
ἡ γλαῦξ
<τυφεδανός>
τετυφωμένος
<τύφεται>
καίεται, καπνίζεται, φλέγεται. [τυφόμενον]
<τυφόμενον>
τὰ αὐτά
<τυφείσας>
μεμαραμμένας
<τύφεσθαι>
μαραίνεσθαι, ἡσυχῆ ἐκκαίεσθαι, χωρὶς φλογὸς καπνὸν ἱέναι
<Τυφίον>
ὄρος Βοιωτίας
<τυφλῖνος>
ἰχθῦς Νειλώ[ε]ιος. καὶ ὄφεως εἶδος
<τυφλός>
τίθεται καὶ ἀντὶ τοῦ κωφός
<τυφλότερος σπάλακος>
τοῦτο τὸ ζῶον οὐκ ἔχει ὀφθαλμούς· ἔχει δὲ ὀδόντας μικροτάτους, καὶ ῥύγχος ὡς γαλῆς, καὶ πόδας ἄρκου
<τυφλῶπες>
εἶδος ὄφεων
<τυφλῶν ὀν(εί)ρων>
.......
<τύφοι>
σφῆνες
<τῦφος>
ἀλαζον(ε)ία, ἔπαρσις, κενοδοξία
<Τυφῶ>
ἀντὶ τοῦ Τυφῶνος. Σοφοκλῆς
<Τύφω ...> ἑνὶ τῶν γιγάντων
<τύφυμεν>
βρέχειν
<Τυφωεύς>
θεός τις γηγενής, ἐναντιωθεὶς τῷ βασιλεῖ τῶν θεῶν
<τυφωθείς>
ἐπαρθείς, ὑπερηφανεύσας
<τυφών>
ὁ μέγας ἄνεμος· τινὲς τὰ ἐκ τῆς ἀναθυμιάσεως
<τυφῶνος>
πυρ[ρ]ώδους δαίμονος
<τυφῶσαι>
πνῖξαι, ἀπολέσαι
<τυχάζεσθαι>
στοχάζεσθαι
<τυχεῖν (ἀξιώσεως)>
ἀξιωθῆναι
<τύχη>
εὐτυχία
<τύχε>
κατέτυχεν
<τυχῆσαι>
ἐπιτυχεῖν
<τυχήσας>
ἐπιτυχών
<τυχθείς>
κατασκευασθείς
<τυχθῆναι>
γενέσθαι. [ἐπιτυχεῖν
<Τυχίος>
ὄνομα τοῦ κατασκευάσαντος τὴν Αἴαντος ἀσπίδα σκυτο- τόμου
<τύχοι>
λιθοξοϊκὰ ἐργαλεῖα
<τυχόν>
ὡς φθάσει. ὡς λάχοι. ἢ πολλάκις
<Τύχων>
ἔνιοι τὸν Ἑρμῆν· ἄλλοι δὲ τὸν περὶ τὴν Ἀφροδίτην
<τύχουσι>
τεύχουσιν
<τύχων πυλῶν>
τὸν ἐσφηνωμένον· <τύχους> γὰρ καὶ τοὺς σφῆνας καλοῦσιν
<τύψαι>
τὸ διὰ χειρὸς πατάξαι, ἢ τρῶσαι
<τυψέλη>
ὃ ἐν τοῖς ὠσὶ ῥύπος
<τύψον>
ἔκχεε, ἐκκένωσον. τρῶσον, δάμασον
<τώ>
οὗτοι δυϊκῶς, καὶ τούτους. ἢ διὰ τοῦτο. ἢ τινί
<τώγε>
οὗτοί γε
*<τῶν γάρ>
ἐκ τῶν γάρ
<τωθάζει>
χλευάζει, μετὰ κενοδοξίας σκώπτει. ἐρεθίζει. κατακαυ- χᾶται. λοιδορεῖ. θωπεύει. κακολογεῖ
<τῶ κεν>
οὕτως ἄν
<τῶ κε>
οὕτως γὰρ ἄν
<τῶ κε λάχον>
οὕτως γὰρ ἂν (ἔ)λαχον
<τῶν>
τούτων
<τώνα>
ζώνη
<τῶν ἀκεραίων>
τῶν ἡσύχων
*<τῶν μὴ σύ[γ] γε μύθον ἐλέγξῃς>
σὺ τὴν ἱκετείαν τούτων μὴ ἐπονείδιστον ποιήσῃς
<τῶν δὲ πάροιθεν>
(τῶν) πρὸ τούτων
<τῶν ἐν τέλει>
τῶν ἀρχόντων ἐν τῷ δήμῳ
<τῶν ἐπὶ σκηνῆς>
τῶν θεατρικῶν
<τῶν μοι>
ἐκ τῶν μοι
<τῶν οἰνάρων>
τῶν τῆς ἀμπέλου φύλλων
<τωνολβεύς>
τὸ κακοδαίμων
<τῶν ὄπι[ς]θεν>
ἀντὶ τοῦ ὑπὲρ τούτων
<τῶν οὔτι>
ὧν οὐδαμῶς
<τῶν παρεκτός>
τῶν ἔξωθεν
<τῶν πέλας>
τῶν πλησίον
<τῶν πλωτήρων>
τῶν πλεόντων, τῶν ναυτῶν
<τῶν πτίλων>
τῶν πτερῶν
<τῶν τριῶν ἕν>
Θηραμένης ἐψηφίσατο τρεῖς τιμωρίας κατὰ τῶν πα- ράνομόν τι δρώντων
<τώ οἱ>
οἵτινες αὐτῷ
<τῷ ὄντι>
τῇ ἀληθείᾳ
<τῶπιν>
μέτρον δεκαχοίνικον
<τὼ πόδε>
τοὺς πόδας. δυϊκῶς
<τῶ ῥα>
διὸ δή
<τώς>
οὕτως, ὁμοίως
<τώ>
τὸ ἐντεῦθεν
<τῷ φύσαντι [ἢ τῷ φύντι>]
τῷ γεννήσαντι
<τῶ χορτᾶν>
τῶν σίτων ὑποστελλοῦ
<Ὑάδας>
τὰ ἐπὶ τοῦ μετώπου κέρατα τοῦ ταύρου τοῦ ἐν οὐρανῷ ἄστρου. εἰσὶ δὲ ἀστέρες ἑπτά, ὧν κατὰ τὴν ἀνατολὴν ὑετὸς γίνεται