Μετάβαση στο περιεχόμενο

Αλέξανδρος ή Ψευδομάντις

Από Βικιθήκη
(Ανακατεύθυνση από Ἀλέξανδρος ἢ Ψευδομάντις)



Λουκιανός

Ἀλέξανδρος ἢ Ψευδομάντις



[1] Σὺ μὲν ἴσως͵ ὦ φίλτατε Κέλσε͵ μικρόν τι καὶ φαῦλον οἴει τὸ πρόσταγμα͵ προστάττειν τὸν Ἀλεξάνδρου σοι τοῦ Ἀβωνοτειχίτου γόητος βίον καὶ ἐπινοίας αὐτοῦ καὶ τολμήματα καὶ μαγγανείας εἰς βιβλίον ἐγγράψαντα πέμψαι· τὸ δέ͵ εἴ τις ἐθέλοι πρὸς τὸ ἀκριβὲς ἕκαστον ἐπεξιέναι͵ οὐ μεῖόν ἐστιν ἢ τὰς Ἀλεξάνδρου τοῦ Φιλίππου πράξεις ἀναγράψαι· τοσοῦτος εἰς κακίαν οὗτος͵ ὅσος εἰς ἀρετὴν ἐκεῖνος. ὅμως δὲ εἰ μετὰ συγγνώμης ἀναγνώσεσθαι μέλλοις καὶ τὰ ἐνδέοντα τοῖς ἱστορουμένοις προσλογιεῖσθαι͵ ὑποστήσομαί σοι τὸν ἆθλον͵ καὶ τὴν Αὐγέου βουστασίαν͵ εἰ καὶ μὴ πᾶσαν͵ ἀλλ΄ εἰς δύναμίν γε τὴν ἐμαυτοῦ ἀνακαθάρασθαι πειράσομαι͵ ὀλίγους ὅσους τῶν κοφίνων ἐκφορήσας͵ ὡς ἀπ΄ ἐκείνων τεκμαίροιο πόση πᾶσα καὶ ὡς ἀμύθητος ἦν ἡ κόπρος ἣν τρισχίλιοι βόες ἐν πολλοῖς ἔτεσιν ποιῆσαι ἐδύναντο.

[2] Αἰδοῦμαι μὲν οὖν ὑπὲρ ἀμφοῖν͵ ὑπέρ τε σοῦ καὶ ἐμαυτοῦ· σοῦ μέν͵ ἀξιοῦντος μνήμῃ καὶ γραφῇ παραδοθῆναι ἄνδρα τρισκατάρατον͵ ἐμαυτοῦ δέ͵ σπουδὴν ποιουμένου ἐπὶ τοιαύτῃ ἱστορίᾳ καὶ πράξεσιν ἀνθρώπου͵ ὃν οὐκ ἀναγιγνώσκεσθαι πρὸς τῶν πεπαιδευμένων ἦν ἄξιον͵ ἀλλ΄ ἐν πανδήμῳ τινὶ μεγίστῳ θεάτρῳ ὁρᾶσθαι ὑπὸ πιθήκων ἢ ἀλωπέκων σπαραττόμενον. ἀλλ΄ ἤν τις ἡμῖν ταύτην ἐπιφέρῃ τὴν αἰτίαν͵ ἕξομεν καὶ αὐτοὶ εἰς παράδειγμά τι τοιοῦτον ἀνενεγκεῖν. καὶ Ἀῤῥιανὸς γὰρ ὁ τοῦ Ἐπικτήτου μαθητής͵ ἀνὴρ Ρωμαίων ἐν τοῖς πρώτοις καὶ παιδείᾳ παρ΄ ὅλον τὸν βίον συγγενόμενος͵ ὅμοιόν τι παθὼν ἀπολογήσαιτ΄ ἂν καὶ ὑπὲρ ἡμῶν· Τιλλορόβου γοῦν τοῦ λῃστοῦ κἀκεῖνος βίον ἀναγράψαι ἠξίωσεν. ἡμεῖς δὲ πολὺ ὠμοτέρου λῃστοῦ μνήμην ποιησόμεθα͵ ὅσῳ μὴ ἐν ὕλαις καὶ ἐν ὄρεσιν͵ ἀλλ΄ ἐν πόλεσιν οὗτος ἐλῄστευεν͵ οὐ Μυσίαν μόνην οὐδὲ τὴν Ἴδην κατατρέχων οὐδὲ ὀλίγα τῆς Ἀσίας μέρη τὰ ἐρημότερα λεηλατῶν͵ ἀλλὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ρωμαίων ἀρχὴν ἐμπλήσας τῆς λῃστείας τῆς αὑτοῦ.

[3] Πρότερον δέ σοι αὐτὸν ὑπογράψω τῷ λόγῳ πρὸς τὸ ὁμοιότατον εἰκάσας͵ ὡς ἂν δύνωμαι͵ καίτοι μὴ πάνυ γραφικός τις ὤν. τὸ γὰρ δὴ σῶμα͵ ἵνα σοι καὶ τοῦτο δείξω͵ μέγας τε ἦν καὶ καλὸς ἰδεῖν καὶ θεοπρεπὴς ὡς ἀληθῶς͵ λευκὸς τὴν χρόαν͵ τὸ γένειον οὐ πάνυ λάσιος͵ κόμην τὴν μὲν ἰδίαν͵ τὴν δὲ καὶ πρόσθετον ἐπικείμενος εὖ μάλα εἰκασμένην καὶ τοὺς πολλοὺς ὅτι ἦν ἀλλοτρία λεληθυῖαν· ὀφθαλμοὶ πολὺ τὸ γοργὸν καὶ ἔνθεον διεμφαίνοντες͵ φώνημα ἥδιστόν τε ἅμα καὶ λαμπρότατον· καὶ ὅλως οὐδαμόθεν μεμπτὸς ἦν ταῦτά γε.

[4] Τοιόσδε μὲν τὴν μορφήν· ἡ ψυχὴ δὲ καὶ ἡ γνώμηἀλεξίκακε Ἡράκλεις καὶ Ζεῦ ἀποτρόπαιε καὶ Διόσκουροι σωτῆρες͵ πολεμίοις καὶ ἐχθροῖς ἐντυχεῖν γένοιτο καὶ συγγενέσθαι τοιούτῳ τινί. συνέσει μὲν γὰρ καὶ ἀγχινοίᾳ καὶ δριμύτητι πάμπολυ τῶν ἄλλων διέφερεν͵ καὶ τό τε περίεργον καὶ εὐμαθὲς καὶ μνημονικὸν καὶ πρὸς τὰ μαθήματα εὐφυές͵ πάντα ταῦτα εἰς ὑπερβολὴν ἑκασταχοῦ ὑπῆρχεν αὐτῷ. ἐχρῆτο δὲ αὐτοῖς εἰς τὸ χείριστον͵ καὶ ὄργανα ταῦτα γενναῖα ὑποβεβλημένα ἔχων αὐτίκα μάλα τῶν ἐπὶ κακίᾳ διαβοήτων ἀκρότατος ἀπετελέσθη͵ ὑπὲρ τοὺς Κέρκωπας͵ ὑπὲρ τὸν Εὐρύβατον ἢ Φρυνώνδαν ἢ Ἀριστόδημον ἢ Σώστρατον. αὐτὸς μὲν γὰρ τῷ γαμβρῷ Ρουτιλιανῷ ποτε γράφων καὶ τὰ μετριώτατα ὑπὲρ αὑτοῦ λέγων Πυθαγόρᾳ ὅμοιος εἶναι ἠξίου. ἀλλ΄ ἵλεως μὲν ὁ Πυθαγόρας εἴη͵ σοφὸς ἀνὴρ καὶ τὴν γνώμην θεσπέσιος͵ εἰ δὲ κατὰ τοῦτον ἐγεγένητο͵ παῖς ἂν εὖ οἶδ΄ ὅτι πρὸς αὐτὸν εἶναι ἔδοξε. καὶ πρὸς Χαρίτων μή με νομίσῃς ἐφ΄ ὕβρει ταῦτα τοῦ Πυθαγόρου λέγειν ἢ συνάπτειν πειρώμενον αὐτοὺς πρὸς ὁμοιότητα τῶν πράξεων· ἀλλ΄ εἴ τις τὰ χείριστα καὶ βλασφημότατα τῶν ἐπὶ διαβολῇ περὶ τοῦ Πυθαγόρου λεγομένων͵ οἷς ἔγωγε οὐκ ἂν πεισθείην ὡς ἀληθέσιν οὖσιν͵ ὅμως συναγάγοι εἰς τὸ αὐτό͵ πολλοστὸν ἂν μέρος ἅπαντα ἐκεῖνα γένοιτο τῆς Ἀλεξάνδρου δεινότητος. ὅλως γὰρ ἐπινόησόν μοι καὶ τῷ λογισμῷ διατύπωσον ποικιλωτάτην τινὰ ψυχῆς κρᾶσιν ἐκ ψεύδους καὶ δόλων καὶ ἐπιορκιῶν καὶ κακοτεχνιῶν συγκειμένην͵ ῥᾳδίαν͵ τολμηράν͵ παράβολον͵ φιλόπονον ἐξεργάσασθαι τὰ νοηθέντα͵ καὶ πιθανὴν καὶ ἀξιόπιστον καὶ ὑποκριτικὴν τοῦ βελτίονος καὶ τῷ ἐναντιωτάτῳ τῆς βουλήσεως ἐοικυῖαν. οὐδεὶς γοῦν τὸ πρῶτον ἐντυχὼν οὐκ ἀπῆλθε δόξαν λαβὼν ὑπὲρ αὐτοῦ ὡς εἴη πάντων ἀνθρώπων χρηστότατος καὶ ἐπιεικέστατος καὶ προσέτι ἁπλοϊκώτατός τε καὶ ἀφελέστατος. ἐπὶ πᾶσι δὲ τούτοις τὸ μεγαλουργὸν προσῆν καὶ τὸ μηδὲν μικρὸν ἐπινοεῖν͵ ἀλλ΄ ἀεὶ τοῖς μεγίστοις ἐπέχειν τὸν νοῦν.

[5] Μειράκιον μὲν οὖν ἔτι ὢν πάνυ ὡραῖον͵ ὡς ἐνῆν ἀπὸ τῆς καλάμης τεκμαίρεσθαι καὶ ἀκούειν τῶν διηγουμένων͵ ἀνέδην ἐπόρνευε καὶ συνῆν ἐπὶ μισθῷ τοῖς δεομένοις. ἐν δὲ τοῖς ἄλλοις λαμβάνει τις αὐτὸν ἐραστὴς γόης τῶν μαγείας καὶ ἐπῳδὰς θεσπεσίους ὑπισχνουμένων καὶ χάριτας ἐπὶ τοῖς ἐρωτικοῖς καὶ ἐπαγωγὰς τοῖς ἐχθροῖς καὶ θησαυρῶν ἀναπομπὰς καὶ κλήρων διαδοχάς. οὗτος ἰδὼν εὐφυᾶ παῖδα καὶ πρὸς ὑπηρεσίαν τῶν ἑαυτοῦ πράξεων ἑτοιμότατον͵ οὐ μεῖον ἐρῶντα τῆς κακίας τῆς αὐτοῦ ἢ αὐτὸς τῆς ὥρας τῆς ἐκείνου͵ ἐξεπαίδευσέ τε αὐτὸν καὶ διετέλει ὑπουργῷ καὶ ὑπηρέτῃ καὶ διακόνῳ χρώμενος. ὁ δ΄ αὐτὸς ἐκεῖνος δημοσίᾳ μὲν ἰατρὸς δῆθεν ἦν͵ ἠπίστατο δὲ κατὰ τὴν Θῶνος τοῦ Αἰγυπτίου γυναῖκα φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα͵ πολλὰ δὲ λυγρά· ὧν ἁπάντων κληρονόμος καὶ διάδοχος οὗτος ἐγένετο. ἦν δὲ ὁ διδάσκαλος ἐκεῖνος καὶ ἐραστὴς τὸ γένος Τυανεύς͵ τῶν Ἀπολλωνίῳ τῷ πάνυ συγγενομένων καὶ τὴν πᾶσαν αὐτοῦ τραγῳδίαν εἰδότων. ὁρᾷς ἐξ οἵας σοι διατριβῆς ἄνθρωπον λέγω.

[6] ῎Ηδη δὲ πώγωνος ὁ Ἀλέξανδρος πιμπλάμενος καὶ τοῦ Τυανέως ἐκείνου ἀποθανόντος ἐν ἀπορίᾳ καθεστώς͵ ἀπηνθηκυίας ἅμα τῆς ὥρας͵ ἀφ΄ ἧς τρέφεσθαι ἐδύνατο͵ οὐκέτι μικρὸν οὐδὲν ἐπενόει͵ ἀλλὰ κοινωνήσας Βυζαντίῳ τινὶ χορογράφῳ τῶν καθιέντων εἰς τοὺς ἀγῶνας͵ πολὺ καταρατοτέρῳ τὴν φύσιν Κοκκωνᾶς δέ͵ οἶμαι͵ ἐπεκαλεῖτο περιῄεσαν γοητεύοντες καὶ μαγγανεύοντες καὶ τοὺς παχεῖς τῶν ἀνθρώπων οὕτως γὰρ αὐτοὶ τῇ πατρίῳ τῶν μάγων φωνῇ τοὺς πολλοὺς ὀνομάζουσιν ἀποκείροντες. ἐν δὴ τούτοις καὶ Μακέτιν γυναῖκα πλουσίαν͵ ἔξωρον μέν͵ ἐράσμιον δὲ ἔτι εἶναι βουλομένην͵ ἐξευρόντες ἐπεσιτίσαντό τε τὰ ἀρκοῦντα παρ΄ αὐτῆς καὶ ἠκολούθησαν ἐκ τῆς Βιθυνίας εἰς τὴν Μακεδονίαν. Πελλαία δὲ ἦν ἐκείνη͵ πάλαι μὲν εὐδαίμονος χωρίου κατὰ τοὺς τῶν Μακεδόνων βασιλέας͵ νῦν δὲ ταπεινοῦ καὶ [7] ὀλιγίστους οἰκήτορας ἔχοντος. ἐνταῦθα ἰδόντες δράκοντας παμμεγέθεις͵ ἡμέρους πάνυ καὶ τιθασούς͵ ὡς καὶ ὑπὸ γυναικῶν τρέφεσθαι καὶ παιδίοις συγκαθεύδειν καὶ πατουμένους ἀνέχεσθαι καὶ θλιβομένους μὴ ἀγανακτεῖν καὶ γάλα πίνειν ἀπὸ θηλῆς κατὰ ταὐτὰ τοῖς βρέφεσιπολλοὶ δὲ γίγνονται παρ΄ αὐτοῖς τοιοῦτοι͵ ὅθεν καὶ τὸν περὶ τῆς Ὀλυμπιάδος μῦθον διαφοιτῆσαι πάλαι εἰκός͵ ὁπότε ἐκύει τὸν Ἀλέξανδρον͵ δράκοντός τινος͵ οἶμαι͵ τοιούτου συγκαθεύδοντος αὐτῇ ὠνοῦνται [8] τῶν ἑρπετῶν ἓν κάλλιστον ὀλίγων ὀβολῶν. καὶ κατὰ τὸν Θουκυδίδην ἄρχεται ὁ πόλεμος ἐνθένδε ἤδη. Ὡς γὰρ ἂν δύο κάκιστοι καὶ μεγαλότολμοι καὶ πρὸς τὸ κακουργεῖν προχειρότατοι εἰς τὸ αὐτὸ συνελθόντες͵ ῥᾳδίως κατενόησαν τὸν τῶν ἀνθρώπων βίον ὑπὸ δυοῖν τούτοιν μεγίστοιν τυραννούμενον͵ ἐλπίδος καὶ φόβου͵ καὶ ὅτι ὁ τούτων ἑκατέρῳ εἰς δέον χρήσασθαι δυνάμενος τάχιστα πλουτήσειεν ἄν· ἀμφοτέροις γάρ͵ τῷ τε δεδιότι καὶ τῷ ἐλπίζοντι͵ ἑώρων τὴν πρόγνωσιν ἀναγκαιοτάτην τε καὶ ποθεινοτάτην οὖσαν͵ καὶ Δελφοὺς οὕτω πάλαι πλουτῆσαι καὶ ἀοιδίμους γενέσθαι καὶ Δῆλον καὶ Κλάρον καὶ Βραγχίδας͵ τῶν ἀνθρώπων ἀεὶ δι΄ οὓς προεῖπον τυράννους͵ τὴν ἐλπίδα καὶ τὸν φόβον͵ φοιτώντων εἰς τὰ ἱερὰ καὶ προμαθεῖν τὰ μέλλοντα δεομένων͵ καὶ δι΄ αὐτὸ ἑκατόμβας θυόντων καὶ χρυσᾶς πλίνθους ἀνατιθέντων. ταῦτα πρὸς ἀλλήλους στρέφοντες καὶ κυκῶντες μαντεῖον συστήσασθαι καὶ χρηστήριον ἐβουλεύοντο· εἰ γὰρ τοῦτο προχωρήσειεν αὐτοῖς͵ αὐτίκα πλούσιοί τε καὶ εὐδαίμονες ἔσεσθαι ἤλπιζον ὅπερ ἐπὶ μεῖζον ἢ κατὰ τὴν πρώτην προσδοκίαν ἀπήντησεν αὐτοῖς καὶ κρεῖττον διεφάνη τῆς ἐλπίδος.

[9] Τοὐντεῦθεν τὴν σκέψιν ἐποιοῦντο͵ πρῶτον μὲν περὶ τοῦ χωρίου͵ δεύτερον δὲ ἥτις ἡ ἀρχὴ καὶ ὁ τρόπος ἂν γένοιτο τῆς ἐπιχειρήσεως. ὁ μὲν οὖν Κοκκωνᾶς τὴν Καλχηδόνα ἐδοκίμαζεν ἐπιτήδειον εἶναι καὶ εὔκαιρον χωρίον͵ τῇ τε Θρᾴκῃ καὶ τῇ Βιθυνίᾳ πρόσοικον͵ οὐχ ἑκὰς οὐδὲ τῆς Ἀσίας καὶ Γαλατίας καὶ τῶν ὑπερκειμένων ἐθνῶν ἁπάντων· ὁ δὲ Ἀλέξανδρος ἔμπαλιν τὰ οἴκοι προὔκρινεν͵ λέγων ὅπερ ἀληθὲς ἦν͵ πρὸς τὴν τῶν τοιούτων ἀρχὴν καὶ ἐπιχείρησιν ἀνθρώπων δεῖν παχέων καὶ ἠλιθίων τῶν ὑποδεξομένων͵ οἵους τοὺς Παφλαγόνας εἶναι ἔφασκεν ὑπεροικοῦντας τὸ τοῦ Ἀβώνου τεῖχος͵ δεισιδαίμονας τοὺς πολλοὺς καὶ πλουσίους͵ καὶ μόνον εἰ φανείη τις αὐλητὴν ἢ τυμπανιστὴν ἢ κυμβάλοις κροτοῦντα ἐπαγόμενος͵ κοσκίνῳ τὸ τοῦ λόγου μαντευόμενος͵ αὐτίκα μάλα πάντας κεχηνότας πρὸς αὐτὸν καὶ ὥσπερ τινὰ τῶν ἐπουρανίων προσβλέποντας.

[10] Οὐκ ὀλίγης δὲ τῆς περὶ τοῦτο στάσεως αὐτοῖς γενομένης τέλος ἐνίκησεν ὁ Ἀλέξανδρος͵ καὶ ἀφικόμενοι εἰς τὴν Χαλκηδόναχρήσιμον γάρ τι ὅμως ἡ πόλις αὐτοῖς ἔχειν ἔδοξεἐν τῷ Ἀπόλλωνος ἱερῷ͵ ὅπερ ἀρχαιότατόν ἐστι τοῖς Χαλκηδονίοις͵ κατορύττουσι δέλτους χαλκᾶς͵ λεγούσας ὡς αὐτίκα μάλα ὁ Ἀσκληπιὸς σὺν τῷ πατρὶ Ἀπόλλωνι μέτεισιν εἰς τὸν Πόντον καὶ καθέξει τὸ τοῦ Ἀβώνου τεῖχος. αὗται αἱ δέλτοι ἐξεπίτηδες εὑρεθεῖσαι διαφοιτῆσαι ῥᾳδίως τὸν λόγον τοῦτον εἰς πᾶσαν τὴν Βιθυνίαν καὶ τὸν Πόντον ἐποίησαν͵ καὶ πολὺ πρὸ τῶν ἄλλων εἰς τὸ τοῦ Ἀβώνου τεῖχος· κἀκεῖνοι γὰρ καὶ νεὼν αὐτίκα ἐψηφίσαντο ἐγεῖραι καὶ τοὺς θεμελίους ἤδη ἔσκαπτον. κἀνταῦθα ὁ μὲν Κοκκωνᾶς ἐν Χαλκηδόνι καταλείπεται͵ διττούς τινας καὶ ἀμφιβόλους καὶ λοξοὺς χρησμοὺς συγγράφων͵ καὶ μετ΄ ὀλίγον ἐτελεύτησε τὸν βίον͵ ὑπὸ ἐχίδνης͵ οἶμαι͵ δηχθείς.

[11] προεισπέμπεται δὲ ὁ Ἀλέξανδρος͵ κομῶν ἤδη καὶ πλοκάμους καθειμένος καὶ μεσόλευκον χιτῶνα πορφυροῦν ἐνδεδυκὼς καὶ ἱμάτιον ὑπὲρ αὐτοῦ λευκὸν ἀναβεβλημένος͵ ἅρπην ἔχων κατὰ τὸν Περσέα͵ ἀφ΄ οὗ ἑαυτὸν ἐγενεαλόγει μητρόθεν· καὶ οἱ ὄλεθροι ἐκεῖνοι Παφλαγόνες͵ εἰδότες αὐτοῦ ἄμφω τοὺς γονέας ἀφανεῖς καὶ ταπεινούς͵ ἐπίστευον τῷ χρησμῷ λέγοντι

Περσείδης γενεὴν Φοίβῳ φίλος οὗτος ὁρᾶται͵
δῖος Ἀλέξανδρος͵ Ποδαλειρίου αἷμα λελογχώς.

οὕτως ἄρα ὁ Ποδαλείριος μάχλος καὶ γυναικομανὴς τὴν φύσιν͵ ὡς ἀπὸ Τρίκκης μέχρι Παφλαγονίας στύεσθαι ἐπὶ τὴν Ἀλεξάνδρου μητέρα. Εὕρητο δὲ χρησμὸς ἤδη͵ ὡς Σιβύλλης προμαντευσαμένης·

“Εὐξείνου Πόντοιο παρ΄ ᾐόσιν ἄγχι Σινώπης
ἔσται τις κατὰ Τύρσιν ὑπ΄ Αὐσονίοισι προφήτης͵
ἐκ πρώτης δεικνὺς μονάδος τρισσῶν δεκάδων τε
πένθ΄ ἑτέρας μονάδας καὶ εἰκοσάδα τρισάριθμον”͵

ἀνδρὸς ἀλεξητῆρος ὁμωνυμίην τετράκυκλον.

[12] Εἰσβαλὼν οὖν ὁ Ἀλέξανδρος μετὰ τοιαύτης τραγῳδίας διὰ πολλοῦ εἰς τὴν πατρίδα περίβλεπτός τε καὶ λαμπρὸς ἦν͵ μεμηνέναι προσποιούμενος ἐνίοτε καὶ ἀφροῦ ὑποπιμπλάμενος τὸ στόμα· ῥᾳδίως δὲ τοῦτο ὑπῆρχεν αὐτῷ͵ στρουθίου τῆς βαφικῆς βοτάνης τὴν ῥίζαν διαμασησαμένῳ· τοῖς δὲ θεῖόν τι καὶ φοβερὸν ἐδόκει καὶ ὁ ἀφρός. ἐπεποίητο δὲ αὐτοῖς πάλαι καὶ κατεσκεύαστο κεφαλὴ δράκοντος ὀθονίνη ἀνθρωπόμορφόν τι ἐπιφαίνουσα͵ κατάγραφος͵ πάνυ εἰκασμένη͵ ὑπὸ θριξὶν ἱππείαις ἀνοίγουσά τε καὶ αὖθις ἐπικλείουσα τὸ στόμα͵ καὶ γλῶττα οἵα δράκοντος διττὴ μέλαινα προέκυπτεν͵ ὑπὸ τριχῶν καὶ αὐτὴ ἑλκομένη. καὶ ὁ Πελλαῖος δὲ δράκων προϋπῆρχεν καὶ οἴκοι ἐτρέφετο͵ κατὰ καιρὸν ἐπιφανησόμενος αὐτοῖς καὶ συντραγῳδήσων͵ μᾶλλον δὲ πρωταγωνιστὴς ἐσόμενος.

[13] ῎Ηδη δὲ ἄρχεσθαι δέον͵ μηχανᾶται τοιόνδε τι· νύκτωρ γὰρ ἐλθὼν ἐπὶ τοὺς θεμελίους τοῦ νεὼ τοὺς ἄρτι ὀρυττομένουςσυνειστήκει δὲ ἐν αὐτοῖς ὕδωρ ἢ αὐτόθεν ποθὲν συλλειβόμενον ἢ ἐξ οὐρανοῦ πεσόνἐνταῦθα κατατίθεται χήνειον ᾠὸν προκεκενωμένον͵ ἔνδον φυλάττον ἑρπετόν τι ἀρτιγέννητον͵ καὶ βυθίσας τοῦτο ἐν μυχῷ τοῦ πηλοῦ ὀπίσω αὖθις ἀπηλλάττετο. ἕωθεν δὲ γυμνὸς εἰς τὴν ἀγορὰν προπηδήσας͵ διάζωμα περὶ τὸ αἰδοῖον ἔχων͵ κατάχρυσον καὶ τοῦτο͵ καὶ τὴν ἅρπην ἐκείνην φέρων͵ σείων ἅμα τὴν κόμην ἄνετον ὥσπερ οἱ τῇ μητρὶ ἀγείροντές τε καὶ ἐνθεαζόμενοι͵ ἐδημηγόρει ἐπὶ βωμόν τινα ὑψηλὸν ἀναβὰς καὶ τὴν πόλιν ἐμακάριζεν αὐτίκα μάλα δεξομένην ἐναργῆ τὸν θεόν. οἱ παρόντες δέσυνδεδραμήκει γὰρ σχεδὸν ἅπασα ἡ πόλις ἅμα γυναιξὶ καὶ γέρουσι καὶ παιδίοιςἐτεθήπεσαν καὶ εὔχοντο καὶ προσεκύνουν. ὁ δὲ φωνάς τινας ἀσήμους φθεγγόμενος͵ οἷαι γένοιντο ἂν Ἑβραίων ἢ Φοινίκων͵ ἐξέπληττε τοὺς ἀνθρώπους οὐκ εἰδότας ὅ τι καὶ λέγοι͵ πλὴν τοῦτο μόνον͵ ὅτι πᾶσιν ἐγκατεμίγνυ τὸν Ἀπόλλω καὶ τὸν Ἀσκληπιόν.

[14] εἶτ΄ ἔθει δρόμῳ ἐπὶ τὸν ἐσόμενον νεών· καὶ ἐπὶ τὸ ὄρυγμα ἐλθὼν καὶ τὴν προῳκονομημένην τοῦ χρηστηρίου πηγήν͵ ἐμβὰς εἰς τὸ ὕδωρ ὕμνους τε ᾖδεν Ἀσκληπιοῦ καὶ Ἀπόλλωνος μεγάλῃ τῇ φωνῇ καὶ ἐκάλει τὸν θεὸν ἥκειν τύχῃ τῇ ἀγαθῇ εἰς τὴν πόλιν. εἶτα φιάλην αἰτήσας͵ ἀναδόντος τινός͵ ῥᾳδίως ὑποβαλὼν ἀνιμᾶται μετὰ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ τὸ ᾠὸν ἐκεῖνο ἐν ᾧ ὁ θεὸς αὐτῷ κατεκέκλειστο͵ κηρῷ λευκῷ καὶ ψιμυθίῳ τὴν ἁρμογὴν τοῦ πώματος συγκεκολλημένον· καὶ λαβὼν αὐτὸ εἰς τὰς χεῖρας ἔχειν ἔφασκεν ἤδη τὸν Ἀσκληπιόν. οἱ δὲ ἀπενὲς ἀπέβλεπον ὅ τι καὶ γίγνοιτο͵ πολὺ πρότερον θαυμάσαντες τὸ ᾠὸν ἐν τῷ ὕδατι εὑρημένον. ἐπεὶ δὲ καὶ κατάξας αὐτὸ εἰς κοίλην τὴν χεῖρα ὑπεδέξατο τὸ τοῦ ἑρπετοῦ ἐκείνου ἔμβρυον καὶ οἱ παρόντες εἶδον κινούμενον καὶ περὶ τοῖς δακτύλοις εἰλούμενον͵ ἀνέκραγον εὐθὺς καὶ ἠσπάζοντο τὸν θεὸν καὶ τὴν πόλιν ἐμακάριζον καὶ χανδὸν ἕκαστος ἐνεπίμπλατο τῶν εὐχῶν͵ θησαυροὺς καὶ πλούτους καὶ ὑγιείας καὶ τὰ ἄλλα ἀγαθὰ αἰτῶν παρ΄ αὐτοῦ. ὁ δὲ δρομαῖος αὖθις ἐπὶ τὴν οἰκίαν ἵετο φέρων ἅμα καὶ τὸν ἀρτιγέννητον Ἀσκληπιόν͵ δὶς τεχθέντα͵ ὅτε ἄλλοι ἅπαξ τίκτοντ΄ ἄνθρωποι͵ οὐκ ἐκ Κορωνίδος μὰ Δί΄ οὐδέ γε κορώνης͵ ἀλλ΄ ἐκ χηνὸς γεγεννημένον. ὁ δὲ λεὼς ἅπας ἠκολούθει͵ πάντες ἔνθεοι καὶ μεμηνότες ὑπὸ τῶν ἐλπίδων.

[15] Ἡμέρας μὲν οὖν τινας οἴκοι ἔμεινεν ἐλπίζων ὅπερ ἦν͵ ὑπὸ τῆς φήμης αὐτίκα μάλα παμπόλλους τῶν Παφλαγόνων συνδραμεῖσθαι. ἐπεὶ δὲ ὑπερεπέπληστο ἀνθρώπων ἡ πόλις͵ ἁπάντων τοὺς ἐγκεφάλους καὶ τὰς καρδίας προεξῃρημένων οὐδὲν ἐοικότων σιτοφάγοις ἀνδράσιν͵ ἀλλὰ μόνῃ τῇ μορφῇ μὴ οὐχὶ πρόβατα εἶναι διαφερόντων͵ ἐν οἰκίσκῳ τινὶ ἐπὶ κλίνης καθεζόμενος μάλα θεοπρεπῶς ἐσταλμένος ἐλάμβανεν εἰς τὸν κόλπον τὸν Πελλαῖον ἐκεῖνον Ἀσκληπιόν͵ μέγιστόν τε καὶ κάλλιστον͵ ὡς ἔφην͵ ὄντα͵ καὶ ὅλον τῷ αὑτοῦ τραχήλῳ περιειλήσας καὶ τὴν οὐρὰν ἔξω ἀφείςπολὺς δὲ ἦνἐν τῷ προκολπίῳ προκεχύσθαι αὐτοῦ καὶ χαμαὶ τὸ μέρος ἐπισύρεσθαι͵ μόνην τὴν κεφαλὴν ὑπὸ μάλης ἔχων καὶ ἀποκρύπτων͵ ἀνεχομένου πάντα ἐκείνου͵ προὔφαινεν τὴν ὀθονίνην κεφαλὴν κατὰ θάτερον τοῦ πώγωνος͵ ὡς δῆθεν ἐκείνου τοῦ φαινομένου πάντως οὖσαν.

[16] Εἶτά μοι ἐπινόησον οἰκίσκον οὐ πάνυ φαιδρὸν οὐδὲ εἰς κόρον τοῦ φωτὸς δεχόμενον καὶ πλῆθος ἀνθρώπων συγκλύδων͵ τεταραγμένων καὶ προεκπεπληγμένων καὶ ταῖς ἐλπίσιν ἐπαιωρουμένων͵ οἷς εἰσελθοῦσι τεράστιον ὡς εἰκὸς τὸ πρᾶγμα ἐφαίνετο͵ ἐκ τοῦ τέως μικροῦ ἑρπετοῦ ἐντὸς ἡμερῶν ὀλίγων τοσοῦτον δράκοντα πεφηνέναι͵ ἀνθρωπόμορφον καὶ ταῦτα καὶ τιθασόν. ἠπείγοντο δὲ αὐτίκα πρὸς τὴν ἔξοδον͵ καὶ πρὶν ἀκριβῶς ἰδεῖν͵ ἐξηλαύνοντο ὑπὸ τῶν ἀεὶ ἐπεισιόντων· ἐτετρύπητο δὲ κατὰ τὸ ἀντίθυρον ἄλλη ἔξοδος. οἷόν τι καὶ τοὺς Μακεδόνας ἐν Βαβυλῶνι ποιῆσαι ἐπ΄ Ἀλεξάνδρῳ νοσοῦντι λόγος͵ ὅτε ὁ μὲν ἤδη πονήρως εἶχεν͵ οἱ δὲ περιστάντες τὰ βασίλεια ἐπόθουν ἰδεῖν αὐτὸν καὶ προσειπεῖν τὸ ὕστατον. τὴν δὲ ἐπίδειξιν ταύτην οὐχ ἅπαξ ὁ μιαρός͵ ἀλλὰ πολλάκις ποιῆσαι λέγεται͵ καὶ μάλιστα εἴ τινες τῶν πλουσίων ἀφίκοιντο νεαλέστεροι.

[17] Ἐνταῦθα͵ ὦ φίλε Κέλσε͵ εἰ δεῖ τἀληθῆ λέγειν͵ συγγνώμην χρὴ ἀπονέμειν τοῖς Παφλαγόσι καὶ Ποντικοῖς ἐκείνοις͵ παχέσι καὶ ἀπαιδεύτοις ἀνθρώποις͵ εἰ ἐξηπατήθησαν ἁπτόμενοι τοῦ δράκοντοςκαὶ γὰρ τοῦτο παρεῖχεν τοῖς βουλομένοις ὁ Ἀλέξανδροςὁρῶντές τε ἐν ἀμυδρῷ τῷ φωτὶ τὴν κεφαλὴν δῆθεν αὐτοῦ ἀνοίγουσάν τε καὶ συγκλείουσαν τὸ στόμα͵ ὥστε πάνυ τὸ μηχάνημα ἐδεῖτο Δημοκρίτου τινὸς ἢ καὶ αὐτοῦ Ἐπικούρου ἢ Μητροδώρου ἤ τινος ἄλλου ἀδαμαντίνην πρὸς τὰ τοιαῦτα τὴν γνώμην ἔχοντος͵ ὡς ἀπιστῆσαι καὶ ὅπερ ἦν εἰκάσαι͵ καὶ εἰ μὴ εὑρεῖν τὸν τρόπον ἐδύνατο͵ ἐκεῖνο γοῦν προ πεπεισμένου͵ ὅτι λέληθεν αὐτὸν ὁ τρόπος τῆς μαγγανείας͵ τὸ δ΄ οὖν πᾶν ψεῦδός ἐστι καὶ γενέσθαι ἀδύνατον.

[18] Κατ΄ ὀλίγον οὖν καὶ ἡ Βιθυνία καὶ ἡ Γαλατία καὶ ἡ Θρᾴκη συνέῤῥει͵ ἑκάστου τῶν ἀπαγγελλόν των κατὰ τὸ εἰκὸς λέγοντος ὡς καὶ γεννώμενον ἴδοι τὸν θεὸν καὶ ὕστερον ἅψαιτο μετ΄ ὀλίγον παμμεγέθους αὐτοῦ γεγενημένου καὶ τὸ πρόσωπον ἀνθρώπῳ ἐοικότος. γραφαί τε ἐπὶ τούτῳ καὶ εἰκόνες καὶ ξόανα͵ τὰ μὲν ἐκ χαλκοῦ͵ τὰ δὲ ἐξ ἀργύρου εἰκασμένα͵ καὶ ὄνομά γε τῷ θεῷ ἐπιτεθέν· Γλύκων γὰρ ἐκαλεῖτο ἔκ τινος ἐμμέτρου καὶ θείου προστάγματος. ἀνεφώνησε γὰρ ὁ Ἀλέξανδρος

Εἰμὶ Γλύκων͵ τρίτον αἷμα Διός͵ φάος ἀνθρώποισιν.

[19] Καὶ ἐπειδὴ καιρὸς ἦν͵ οὗπερ ἕνεκα τὰ πάντα ἐμεμηχάνητο͵ καὶ χρᾶν τοῖς δεομένοις καὶ θεσπίζειν͵ παρ΄ Ἀμφιλόχου τοῦ ἐν Κιλικίᾳ τὸ ἐνδόσιμον λαβώνκαὶ γὰρ ἐκεῖνος͵ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν τοῦ Ἀμφιάρεω καὶ τὸν ἐν Θήβαις ἀφανισμὸν αὐτοῦ ἐκπεσὼν τῆς οἰκείας εἰς τὴν Κιλικίαν ἀφικόμενος͵ οὐ πονήρως ἀπήλλαξεν͵ προθεσπίζων καὶ αὐτὸς τοῖς Κίλιξι τὰ μέλλοντα καὶ δύ΄ ὀβολοὺς ἐφ΄ ἑκάστῳ χρησμῷ λαμβάνων ἐκεῖθεν οὖν τὸ ἐνδόσιμον λαβὼν ὁ Ἀλέξανδρος προλέγει πᾶσι τοῖς ἀφικομένοις ὡς μαντεύσεται ὁ θεός͵ ῥητήν τινα ἡμέραν προειπών. ἐκέλευσεν δὲ ἕκαστον͵ οὗ δέοιτο ἂν καὶ ὃ μάλιστα μαθεῖν ἐθέλοι͵ εἰς βιβλίον ἐγγράψαντα καταῤῥάψαι τε καὶ κατασημήνασθαι κηρῷ ἢ πηλῷ ἢ ἄλλῳ τοιούτῳ. αὐτὸς δὲ λαβὼν τὰ βιβλία καὶ εἰς τὸ ἄδυτον κατελθὼνἤδη γὰρ ὁ νεὼς ἐγήγερτο καὶ ἡ σκηνὴ παρεσκεύαστοκαλέσειν ἔμελλε κατὰ τάξιν τοὺς δεδωκότας ὑπὸ κήρυκι καὶ θεολόγῳ͵ καὶ παρὰ τοῦ θεοῦ ἀκούων ἕκαστα τὸ μὲν βιβλίον ἀποδώσειν σεσημασμένον ὡς εἶχε͵ τὴν δὲ πρὸς αὐτὸ ἀπόκρισιν ὑπογεγραμμένην͵ πρὸς ἔπος ἀμειβομένου τοῦ θεοῦ περὶ ὅτου τις ἔροιτο.

[20] ῏Ην δὲ τὸ μηχάνημα τοῦτο ἀνδρὶ μὲν οἵῳ σοί͵ εἰ δὲ μὴ φορτικὸν εἰπεῖν͵ καὶ οἵῳ ἐμοί͵ πρόδηλον καὶ γνῶναι ῥᾴδιον͵ τοῖς δὲ ἰδιώταις καὶ κορύζης μεστοῖς τὴν ῥῖνα τεράστιον καὶ πάνυ ἀπίστῳ ὅμοιον. ἐπινοήσας γὰρ ποικίλας τῶν σφραγίδων τὰς λύσεις ἀνεγίγνωσκέν τε τὰς ἐρωτήσεις ἑκάστας καὶ τὰ δοκοῦντα πρὸς αὐτὰς ἀπεκρίνετο͵ εἶτα κατειλήσας αὖθις καὶ σημηνάμενος ἀπεδίδου μετὰ πολλοῦ θαύματος τοῖς λαμβάνουσιν. καὶ πολὺ ἦν παρ΄ αὐτοῖς τὸ πόθεν γὰρ οὗτος ἠπίστατο ἃ ἐγὼ πάνυ ἀσφαλῶς σημηνάμενος αὐτῷ ἔδωκα ὑπὸ σφραγῖσιν δυσμιμήτοις͵ εἰ μὴ θεός τις ὡς ἀληθῶς ὁ πάντα γιγνώσκων ἦν;

[21] Τίνες οὖν αἱ ἐπίνοιαι͵ ἴσως γὰρ ἐρήσῃ με. ἄκουε τοίνυν͵ ὡς ἔχοις ἐλέγχειν τὰ τοιαῦτα. ἡ πρώτη μὲν ἐκείνη͵ ὦ φίλτατε Κέλσε· βελόνην πυρώσας τὸ ὑπὸ τὴν σφραγῖδα μέρος τοῦ κηροῦ διατήκων ἐξῄρει καὶ μετὰ τὴν ἀνάγνωσιν τῇ βελόνῃ αὖθις ἐπιχλιάνας τὸν κηρόν͵ τόν τε κάτω ὑπὸ τῷ λίνῳ καὶ τὸν αὐτὴν τὴν σφραγῖδα ἔχοντα͵ ῥᾳδίως συνεκόλλα. ἕτερος δὲ τρόπος ὁ διὰ τοῦ λεγομένου κολλυρίου· σκευαστὸν δὲ τοῦτό ἐστιν ἐκ πίττης Βρεττίας καὶ ἀσφάλτου καὶ λίθου τοῦ διαφανοῦς τετριμμένου καὶ κηροῦ καὶ μαστίχης. ἐκ γὰρ τούτων ἁπάντων ἀναπλάσας τὸ κολλύριον καὶ θερμήνας πυρί͵ σιάλῳ τὴν σφραγῖδα προχρίσας ἐπετίθει καὶ ἀπέματτε τὸν τύπον. εἶτα αὐτίκα ξηροῦ ἐκείνου γενομένου͵ λύσας ῥᾳδίως καὶ ἀναγνούς͵ ἐπιθεὶς τὸν κηρὸν ἀπετύπου ὥσπερ ἐκ λίθου τὴν σφραγῖδα εὖ μάλα τῷ ἀρχετύπῳ ἐοικυῖαν. τρίτον ἄλλο πρὸς τούτοις ἄκουσον· τιτάνου γὰρ εἰς κόλλαν ἐμβαλὼν ᾗ κολλῶσι τὰ βιβλία͵ καὶ κηρὸν ἐκ τούτου ποιήσας͵ ἔτι ὑγρὸν ὄντα ἐπετίθει τῇ σφραγῖδι καὶ ἀφελώναὐτίκα δὲ ξηρὸν γίγνεται καὶ κέρατος͵ μᾶλλον δὲ σιδήρου παγιώτεροντούτῳ ἐχρῆτο πρὸς τὸν τύπον. ἔστι δὲ καὶ ἄλλα πολλὰ πρὸς τοῦτο ἐπινενοημένα͵ ὧν οὐκ ἀναγκαῖον μεμνῆσθαι ἁπάντων͵ ὡς μὴ ἀπειρόκαλοι εἶναι δοκοίημεν͵ καὶ μάλιστα σοῦ ἐν οἷς κατὰ μάγων συνέγραψας͵ καλλίστοις τε ἅμα καὶ ὠφελιμωτάτοις συγγράμμασιν καὶ δυναμένοις σωφρονίζειν τοὺς ἐντυγχάνοντας͵ ἱκανὰ παραθεμένου καὶ πολλῷ τούτων πλείονα.

[22] Ἔχρη οὖν καὶ ἐθέσπιζε͵ πολλῇ τῇ συνέσει ἐνταῦθα χρώμενος καὶ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ προσάπτων͵ τοῖς μὲν λοξὰ καὶ ἀμφίβολα πρὸς τὰς ἐρωτήσεις ἀποκρινόμενος͵ τοῖς δὲ καὶ πάνυ ἀσαφῆ· χρησμῳδικὸν γὰρ ἐδόκει αὐτῷ τοῦτο. τοὺς δὲ ἀπέτρεπεν ἢ προὔτρεπεν͵ ὡς ἄμεινον ἔδοξεν αὐτῷ εἰκάζοντι· τοῖς δὲ θεραπείας προὔλεγεν καὶ διαίτας͵ εἰδώς͵ ὅπερ ἐν ἀρχῇ ἔφην͵ πολλὰ καὶ χρήσιμα φάρμακα. μάλιστα δὲ εὐδοκίμουν παρ΄ αὐτῷ αἱ κυτμίδες͵ ἀκόπου τι ὄνομα πεπλασμένον͵ ἐκ λίπους ἀρκείου συντεθειμένου. τὰς μέντοι ἐλπίδας καὶ προκοπὰς καὶ κλήρων διαδοχὰς εἰσαῦθις ἀεὶ ἀνεβάλλετο͵ προστιθεὶς ὅτι ἔσται πάντα ὁπόταν ἐθελήσω ἐγὼ καὶ Ἀλέξανδρος ὁ προφήτης μου δεηθῇ καὶ εὔξηται ὑπὲρ ὑμῶν.

[23] Ἐτέτακτο δὲ ὁ μισθὸς ἐφ΄ ἑκάστῳ χρησμῷ δραχμὴ καὶ δύ΄ ὀβολώ. μὴ μικρὸν οἰηθῇς͵ ὦ ἑταῖρε͵ μηδ΄ ὀλίγον γεγενῆσθαι τὸν πόρον τοῦτον͵ ἀλλ΄ εἰς ἑπτὰ ἢ ὀκτὼ μυριάδας ἑκάστου ἔτους ἤθροιζεν͵ ἀνὰ δέκα καὶ πεντεκαίδεκα χρησμοὺς τῶν ἀνθρώπων ὑπὸ ἀπληστίας ἀναδιδόντων. λαμβάνων δὲ οὐκ αὐτὸς ἐχρῆτο μόνος οὐδ΄ εἰς πλοῦτον ἀπεθησαύριζεν͵ ἀλλὰ πολλοὺς ἤδη περὶ αὑτὸν ἔχων συνεργοὺς καὶ ὑπηρέτας καὶ πευθῆνας καὶ χρησμοποιοὺς καὶ χρησμοφύλακας καὶ ὑπογραφέας καὶ ἐπισφραγιστὰς καὶ ἐξηγητάς͵ ἅπασιν ἔνεμεν ἑκάστῳ τὸ κατ΄ ἀξίαν.

[24] ῎Ηδη δέ τινας καὶ ἐπὶ τὴν ἀλλοδαπὴν ἐξέπεμπεν͵ φήμας ἐμποιήσοντας τοῖς ἔθνεσιν ὑπὲρ τοῦ μαντείου καὶ διηγησομένους ὡς προείποι καὶ ἀνεύροι δραπέτας καὶ κλέπτας καὶ λῃστὰς ἐξελέγξειε καὶ θησαυροὺς ἀνορύξαι παράσχοι καὶ νοσοῦντας ἰάσαιτο͵ ἐνίους δὲ καὶ ἤδη ἀποθανόντας ἀναστήσειεν. δρόμος οὖν καὶ ὠθισμὸς ἁπανταχόθεν ἐγίγνετο καὶ θυσίαι καὶ ἀναθήματα͵ καὶ διπλάσια τῷ προφήτῃ καὶ μαθητῇ τοῦ θεοῦ. καὶ γὰρ αὖ καὶ οὗτος ἐξέπεσεν ὁ χρησμός·

Τιέμεναι κέλομαι τὸν ἐμὸν θεράπονθ΄ ὑποφήτην· οὐ γάρ μοι κτεάνων μέλεται ἄγαν͵ ἀλλ΄ ὑποφήτου·

[25] Ἐπεὶ δὲ ἤδη πολλοὶ τῶν νοῦν ἐχόντων ὥσπερ ἐκ μέθης βαθείας ἀναφέροντες συνίσταντο ἐπ΄ αὐτόν͵ καὶ μάλιστα ὅσοι Ἐπικούρου ἑταῖροι ἦσαν͵ καὶ ἐν ταῖς πόλεσιν ἐπεφώρατο ἠρέμα ἡ πᾶσα μαγγανεία καὶ συσκευὴ τοῦ δράματος͵ ἐκφέρει φόβητρόν τι ἐπ΄ αὐτούς͵ λέγων ἀθέων ἐμπεπλῆσθαι καὶ Χριστιανῶν τὸν Πόντον͵ οἳ περὶ αὐτοῦ τολμῶσι τὰ κάκιστα βλασφημεῖν· οὓς ἐκέλευε λίθοις ἐλαύνειν͵ εἴ γε θέλουσιν ἵλεω ἔχειν τὸν θεόν. περὶ δὲ Ἐπικούρου καὶ τοιοῦτόν τινα χρησμὸν ἀπεφθέγξατο· ἐρομένου γάρ τινος τί πράττει ἐν Ἅιδου ὁ Ἐπίκουρος;

Μολυβδίνας ἔχων͵ ἔφη͵ πέδας ἐν βορβόρῳ κάθηται.

εἶτα θαυμάζεις εἰ ἐπὶ μέγα ἤρθη τὸ χρηστήριον͵ ὁρῶν τὰς ἐρωτήσεις τῶν προσιόντων συνετὰς καὶ πεπαιδευμένας; Ὅλως δὲ ἄσπονδος καὶ ἀκήρυκτος αὐτῷ ὁ πόλεμος πρὸς Ἐπίκουρον ἦν· μάλα εἰκότως. τίνι γὰρ ἂν ἄλλῳ δικαιότερον προσεπολέμει γόης ἄνθρωπος καὶ τερατείᾳ φίλος͵ ἀληθείᾳ δὲ ἔχθιστος͵ ἢ Ἐπικούρῳ ἀνδρὶ τὴν φύσιν τῶν πραγμάτων καθεωρακότι καὶ μόνῳ τὴν ἐν αὐτοῖς ἀλήθειαν εἰδότι; οἱ μὲν γὰρ ἀμφὶ τὸν Πλάτωνα καὶ Χρύσιππον καὶ Πυθαγόραν φίλοι͵ καὶ εἰρήνη βαθεῖα πρὸς ἐκείνους ἦν· ὁ δὲ ἄτεγκτος Ἐπίκουρος οὕτως γὰρ αὐτὸν ὠνόμαζενἔχθιστος δικαίως͵ πάντα ταῦτα ἐν γέλωτι καὶ παιδιᾷ τιθέμενος. διὸ καὶ τὴν Ἄμαστριν ἐμίσει μάλιστα τῶν Ποντικῶν πόλεων͵ ὅτι ἠπίστατο τοὺς περὶ Λέπιδον καὶ ἄλλους ὁμοίους αὐτοῖς πολλοὺς ἐνόντας ἐν τῇ πόλει· οὐδὲ ἐχρησμῴδησε πώποτε Ἀμαστριανῷ ἀνδρί. ὁπότε δὲ καὶ ἐτόλμησεν ἀδελφῷ συγκλητικοῦ χρησμῳδῆσαι͵ καταγελάστως ἀπήλλαξεν͵ οὐχ εὑρὼν οὔτε αὐτὸς πλάσασθαι χρησμὸν δεξιὸν οὔτε τὸν ποιῆσαι πρὸς καιρὸν αὐτῷ δυνησόμενον. μεμφομένῳ γὰρ αὐτῷ στομάχου ὀδύνην προστάξαι βουλόμενος ὕειον πόδα μετὰ μαλάχης ἐσκευασμένον ἐσθίειν οὕτως ἔφη·

Μάλβακα χοιράων ἱερῇ κυμίνευε σιπύδνῳ.

[26] Πολλάκις μὲν οὖν͵ ὡς προεῖπον͵ ἔδειξε τὸν δράκοντα τοῖς δεομένοις͵ οὐχ ὅλον͵ ἀλλὰ τὴν οὐρὸν μάλιστα καὶ τὸ ἄλλο σῶμα προβεβληκώς͵ τὴν κεφαλὴν δὲ ὑπὸ κόλπου ἀθέατον φυλάττων. ἐθελήσας δὲ καὶ μειζόνως ἐκπλῆξαι τὸ πλῆθος͵ ὑπέσχετο καὶ λαλοῦντα παρέξειν τὸν θεόν͵ αὐτὸν ἄνευ ὑποφήτου χρησμῳδοῦντα. εἶτα οὐ χαλεπῶς γεράνων ἀρτηρίας συνάψας καὶ διὰ τῆς κεφαλῆς ἐκείνης τῆς μεμηχανημένης πρὸς ὁμοιότητα διείρας͵ ἄλλου τινὸς ἔξωθεν ἐμβοῶντος͵ ἀπεκρίνετο πρὸς τὰς ἐρωτήσεις͵ τῆς φωνῆς διὰ τοῦ ὀθονίνου ἐκείνου Ἀσκληπιοῦ προπιπτούσης. Ἐκαλοῦντο δὲ οἱ χρησμοὶ οὗτοι αὐτόφωνοι͵ καὶ οὐ πᾶσιν ἐδίδοντο οὐδὲ ἀνέδην͵ ἀλλὰ τοῖς εὐ [27] παρύφοις καὶ πλουσίοις καὶ μεγαλοδώροις. ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν. προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη·

Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας
νοστήσεις Ρώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ
στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν.

εἶτ΄ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ Ὀσρόου κατακοπείς͵ τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων͵ ἐντίθησιν δ΄ ἄλλον ἀντ΄ αὐτοῦ·

Μὴ σύ γ΄ ἐπ΄ Ἀρμενίους ἐλάαν στρατόν͵ οὐ γὰρ ἄμεινον͵
μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν
πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε.


[28] Καὶ γὰρ αὖ καὶ τοῦτο σοφώτατον ἐπενόησε͵ τοὺς μεταχρονίους χρησμοὺς ἐπὶ θεραπείᾳ τῶν κακῶς προτεθεσπισμένων καὶ ἀποτετευγμένων. πολλάκις γὰρ πρὸ μὲν τῆς τελευτῆς τοῖς νοσοῦσιν ὑγίειαν ἐπηγγέλλετο͵ ἀποθανόντων δὲ χρησμὸς ἄλλος ἕτοιμος ἦν παλινῳδῶν·

Μηκέτι δίζησθαι νούσοιο λυγρῆς ἐπαρωγήν·
πότμος γὰρ προφανὴς οὐδ΄ ἐκφυγέειν δυνατόν σοι.


[29] Εἰδὼς δὲ τοὺς ἐν Κλάρῳ καὶ Διδύμοις καὶ Μαλλῷ καὶ αὐτοὺς εὐδοκιμοῦντας ἐπὶ τῇ ὁμοίᾳ μαντικῇ ταύτῃ͵ φίλους αὐτοὺς ἐποιεῖτο͵ πολλοὺς τῶν προσιόντων πέμπων ἐπ΄ αὐτοὺς λέγων·

Ἐς Κλάρον ἵεσο νῦν͵ τοὐμοῦ πατρὸς ὡς ὄπ΄ ἀκούσῃς.

καὶ πάλιν·

Βραγχιδέων ἀδύτοισι πελάζεο καὶ κλύε χρησμῶν.

καὶ αὖθις·

Ἐς Μαλλὸν χώρει θεσπίσματά τ΄ Ἀμφιλόχοιο.


[30] Ταῦτα μὲν ἐντὸς τῶν ὅρων μέχρι τῆς Ἰωνίας καὶ Κιλικίας καὶ Παφλαγονίας καὶ Γαλατίας. ὡς δὲ καὶ εἰς τὴν Ἰταλίαν διεφοίτησεν τοῦ μαντείου τὸ κλέος καὶ εἰς τὴν Ρωμαίων πόλιν ἐνέπεσεν͵ οὐδεὶς ὅστις οὐκ ἄλλος πρὸ ἄλλου ἠπείγετο͵ οἱ μὲν αὐτοὶ ἰόντες͵ οἱ δὲ πέμποντες͵ καὶ μάλιστα οἱ δυνατώτατοι καὶ μέγιστον ἀξίωμα ἐν τῇ πόλει ἔχοντες· ὧν πρῶτος καὶ κορυφαιότατος ἐγένετο Ρουτιλιανός͵ ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθὸς καὶ ἐν πολλαῖς τάξεσι Ρωμαϊκαῖς ἐξητασμένος͵ τὰ δὲ περὶ τοὺς θεοὺς πάνυ νοσῶν καὶ ἀλλόκοτα περὶ αὐτῶν πεπιστευκώς͵ εἰ μόνον ἀληλιμμένον που λίθον ἢ ἐστεφανωμένον θεάσαιτο͵ προσπίπτων εὐθὺς καὶ προσκυνῶν καὶ ἐπὶ πολὺ παρεστὼς καὶ εὐχόμενος καὶ τἀγαθὰ παρ΄ αὐτοῦ αἰτῶν. Οὗτος τοίνυν ἀκούσας τὰ περὶ τοῦ χρηστηρίου μικροῦ μὲν ἐδέησεν ἀφεὶς τὴν ἐγκεχειρισμένην τάξιν εἰς τὸ τοῦ Ἀβώνου τεῖχος ἀναπτῆναι. ἔπεμπε δ΄ οὖν ἄλλους ἐπ΄ ἄλλοις· οἱ δὲ πεμπόμενοι͵ ἰδιῶταί τινες οἰκέται͵ ῥᾳδίως ἐξαπατηθέντες ἂν ἐπανῄεσαν͵ τὰ μὲν ἰδόντες͵ τὰ δὲ ὡς ἰδόντες καὶ ἀκούσαντες διηγούμενοι καὶ προσεπιμετροῦντες ἔτι πλείω τούτων͵ ὡς ἐντιμότεροι εἶεν παρὰ τῷ δεσπότῃ. ἐξέκαιον οὖν τὸν ἄθλιον [31] γέροντα καὶ εἰς μανίαν ἐῤῥωμένην ἐνέβαλον. ὁ δέ͵ ὡς ἂν τοῖς πλείστοις καὶ δυνατωτάτοις φίλος ὤν͵ περιῄει τὰ μὲν διηγούμενος ὡς ἀκούσειε παρὰ τῶν πεμφθέντων͵ τὰ δὲ καὶ παρ΄ αὑτοῦ προστιθείς. ἐνέπλησεν οὖν τὴν πόλιν καὶ διεσάλευσεν οὗτος͵ καὶ τῶν ἐν τῇ αὐλῇ τοὺς πλείστους διεθορύβησεν͵ οἳ αὐτίκα καὶ αὐτοὶ ἠπείγοντο ἀκοῦσαί τι τῶν καθ΄ αὑτούς. Ὁ δὲ τοὺς ἀφικνουμένους πάνυ φιλοφρόνως ὑποδεχόμενος ξενίοις τε καὶ ταῖς ἄλλαις δωρεαῖς πολυτελέσιν εὔνους ἐργαζόμενος αὑτῷ ἀπέπεμπεν οὐκ ἀπαγγελοῦντας μόνον τὰς ἐρωτήσεις͵ ἀλλὰ καὶ ὑμνήσοντας τὸν θεὸν καὶ τεράστια ὑπὲρ τοῦ [32] μαντείου καὶ αὐτοὺς ψευσομένους. ἀλλὰ καὶ μηχανᾶταί τι ὁ τρισκατάρατος οὐκ ἄσοφον οὐδὲ τοῦ προστυχόντος λῃστοῦ ἄξιον. λύων γὰρ τὰ πεπεμμένα βιβλία καὶ ἀναγιγνώσκων͵ εἴ τι εὕροι ἐπισφαλὲς καὶ παρακεκινδυνευμένον ἐν ταῖς ἐρωτήσεσιν͵ κατεῖχεν αὐτὸς καὶ οὐκ ἀπέπεμπεν͵ ὡς ὑποχειρίους καὶ μονονουχὶ δούλους διὰ τὸ δέος ἔχοι τοὺς πεπομφότας͵ μεμνημένους οἷα ἦν ἃ ἤροντο. συνίης δὲ οἵας εἰκὸς τοὺς πλουσίους καὶ μέγα δυναμένους τὰς πύστεις πυνθάνεσθαι. ἐλάμβανεν οὖν πολλὰ παρ΄ ἐκείνων͵ εἰδότων ὅτι ἐντὸς αὐτοὺς ἔχοι τῶν ἀρκύων.

[33] Βούλομαι δέ σοι καὶ τῶν Ρουτιλιανῷ δοθέντων χρησμῶν ἐνίους εἰπεῖν. πυνθανομένῳ γὰρ αὐτῷ ὑπὲρ τοῦ παιδὸς ἐκ προτέρας γυναικός͵ παιδείας ὥραν ἔχοντος͵ ὅντινα προστήσεται διδάσκαλον τῶν μαθημάτων αὐτοῦ͵ ἔφη·

Πυθαγόρην πολέμων τε διάκτορον ἐσθλὸν ἀοιδόν.

εἶτα μετ΄ ὀλίγας ἡμέρας τοῦ παιδὸς ἀποθανόντος͵ ὁ μὲν ἠπόρει καὶ οὐδὲν εἶχεν λέγειν πρὸς τοὺς αἰτιωμένους͵ παρὰ πόδας οὕτως ἐληλεγμένου τοῦ χρησμοῦ· ὁ δὲ Ρουτιλιανὸς αὐτὸς φθάσας ὁ βέλτιστος ἀπελογεῖτο ὑπὲρ τοῦ μαντείου λέγων͵ τοῦτο αὐτὸ προδεδηλωκέναι τὸν θεὸν καὶ διὰ τοῦτο ζῶντα μὲν κελεῦσαι μηδένα διδάσκαλον ἑλέσθαι αὐτῷ͵ Πυθαγόραν δὲ καὶ Ὅμηρον πάλαι τεθνεῶ τας͵ οἷς εἰκὸς τὸ μειράκιον ἐν Ἅιδου νῦν συνεῖναι. τί τοίνυν μέμφεσθαι ἄξιον Ἀλεξάνδρῳ͵ εἰ τοιού τοις ἀνθρωπίσκοις ἐνδιατρίβειν ἠξίου; [34] Αὖθις δὲ πυνθανομένῳ αὐτῷ τὴν τίνος ψυχὴν αὐτὸς διεδέξατο͵ ἔφη·

Πρῶτον Πηλείδης ἐγένου͵ μετὰ ταῦτα Μένανδρος͵
εἶθ΄ ὃς νῦν φαίνῃ͵ μετὰ δ΄ ἔσσεαι ἡλιὰς ἀκτίς͵
ζήσεις δ΄ ὀγδώκοντ΄ ἐπὶ τοῖς ἑκατὸν λυκάβαντας.

ὁ δὲ ἑβδομηκοντούτης ἀπέθανεν μελαγχολήσας͵ [35] οὐ περιμείνας τὴν τοῦ θεοῦ ὑπόσχεσιν. καὶ οὗτος ὁ χρησμὸς τῶν αὐτοφώνων ἦν. Ἐρομένῳ δὲ αὐτῷ ποτε καὶ περὶ γάμου ῥητῶς ἔφη·

Γῆμον Ἀλεξάνδρου τε Σεληναίης τε θύγατρα.

διεδεδώκει δὲ πάλαι λόγον ὡς τῆς θυγατρός͵ ἣν εἶχεν͵ ἐκ Σελήνης αὐτῷ γενομένης· τὴν γὰρ Σελήνην ἔρωτι ἁλῶναι αὐτοῦ καθεύδοντά ποτε ἰδοῦσαν͵ ὅπερ αὐτῇ ἔθος͵ κοιμωμένων ἐρᾶν τῶν καλῶν. ὁ δ΄ οὐδὲν μελλήσας ὁ συνετώτατος Ρουτιλιανὸς ἔπεμπεν εὐθὺς ἐπὶ τὴν κόρην καὶ τοὺς γάμους συνετέλει ἑξηκοντούτης νυμφίος καὶ συνῆν͵ τὴν πενθερὰν Σελήνην ἑκατόμβαις ὅλαις ἱλασκόμενος καὶ τῶν ἐπουρανίων εἷς καὶ αὐτὸς οἰόμενος γεγονέναι. [36] Ὁ δ΄ ὡς ἅπαξ τῶν ἐν Ἰταλίᾳ πραγμάτων ἐλάβετο͵ μείζω ἀεὶ προσεπενόει καὶ πάντοσε τῆς Ρωμαίων ἀρχῆς ἔπεμπε χρησμολόγους͵ ταῖς πόλεσι προλέγων λοιμοὺς καὶ πυρκαϊὰς φυλάσσεσθαι καὶ σεισμούς· καὶ ἀσφαλῶς βοηθήσειν͵ ὡς μὴ γένοιτό τι τούτων͵ αὐτὸς ὑπισχνεῖτο αὐτοῖς. ἕνα δέ τινα χρησμόν͵ αὐτόφωνον καὶ αὐτόν͵ εἰς ἅπαντα τὰ ἔθνη ἐν τῷ λοιμῷ διεπέμψατο· ἦν δὲ τὸ ἔπος ἕν·

Φοῖβος ἀκειρεκόμης λοιμοῦ νεφέλην ἀπερύκει.

καὶ τοῦτο ἦν ἰδεῖν τὸ ἔπος πανταχοῦ ἐπὶ τῶν πυλώνων γεγραμμένον ὡς τοῦ λοιμοῦ ἀλεξιφάρμακον. τὸ δ΄ εἰς τοὐναντίον τοῖς πλείστοις προὐχώρει· κατὰ γάρ τινα τύχην αὗται μάλιστα αἱ οἰκίαι ἐκενώθησαν αἷς τὸ ἔπος ἐπεγέγραπτο. καὶ μή με νομίσῃς τοῦτο λέγειν͵ ὅτι διὰ τὸ ἔπος ἀπώλλυντο· ἀλλὰ τύχῃ τινὶ οὕτως ἐγένετο. τάχα δὲ καὶ οἱ πολλοὶ θαῤῥοῦντες τῷ στίχῳ ἠμέλουν καὶ ῥᾳθυμότερον διῃτῶντο͵ οὐδὲν τῷ χρησμῷ πρὸς τὴν νόσον συντελοῦντες͵ ὡς ἂν ἔχοντες προμαχομένας αὑτῶν τὰς συλλαβὰς καὶ τὸν ἀκειρεκόμην Φοῖβον ἀποτοξεύοντα τὸν λοιμόν.

[37] Πευθῆνας μέντοι ἐν αὐτῇ Ρώμῃ κατεστήσατο πάνυ πολλοὺς τῶν συνωμοτῶν͵ οἳ τὰς ἑκάστου γνώμας διήγγελλον αὐτῷ καὶ τὰς ἐρωτήσεις προεμήνυον καὶ ὧν μάλιστα ἐφίενται͵ ὡς ἕτοιμον αὐτὸν πρὸς τὰς ἀποκρίσεις καὶ πρὶν ἥκειν τοὺς πεμπομένους καταλαμβάνεσθαι.

[38] Καὶ πρὸς μὲν τὰ ἐν τῇ Ἰταλίᾳ ταῦτα προεμηχανᾶτο· οἴκοι δὲ καὶ τὰ τοιαῦτα. τελετήν τε γάρ τινα συνίσταται καὶ δᾳδουχίας καὶ ἱεροφαντίας͵ τριῶν ἑξῆς ἀεὶ τελουμένων ἡμερῶν. καὶ ἐν μὲν τῇ πρώτῃ πρόῤῥησις ἦν ὥσπερ Ἀθήνησι τοιαύτη· Εἴ τις ἄθεος ἢ Χριστιανὸς ἢ Ἐπικούρειος ἥκει κατάσκοπος τῶν ὀργίων͵ φευγέτω· οἱ δὲ πιστεύοντες τῷ θεῷ τελείσθωσαν τύχῃ τῇ ἀγαθῇ. εἶτ΄ εὐθὺς ἐν ἀρχῇ ἐξέλασις ἐγίγνετο· καὶ ὁ μὲν ἡγεῖτο λέγων Ἔξω Χριστιανούς͵ τὸ δὲ πλῆθος ἅπαν ἐπεφθέγγετο Ἔξω Ἐπικουρείους. εἶτα Λητοῦς ἐγίγνετο λοχεία καὶ Ἀπόλλωνος γοναὶ καὶ Κορωνίδος γάμος καὶ Ἀσκληπιὸς ἐτίκτετο. ἐν δὲ τῇ δευτέρᾳ Γλύκωνος ἐπιφάνεια [39] καὶ γέννησις τοῦ θεοῦ. τρίτῃ δὲ ἡμέρᾳ Ποδαλειρίου ἦν καὶ τῆς μητρὸς Ἀλεξάνδρου γάμος· Δᾳδὶς δὲ ἐκαλεῖτο καὶ δᾷδες δὲ ἐκαίοντο. καὶ τελευταῖον Σελήνης καὶ Ἀλεξάνδρου ἔρως καὶ τικτομένη τοῦ Ρουτιλιανοῦ ἡ γυνή. ἐδᾳδούχει δὲ καὶ ἱεροφάντει ὁ Ἐνδυμίων Ἀλέξανδρος. καὶ ὁ μὲν καθεύδων δῆθεν κατέκειτο ἐν τῷ μέσῳ͵ κατῄει δὲ ἐπ΄ αὐτὸν ἀπὸ τῆς ὀροφῆς ὡς ἐξ οὐρανοῦ ἀντὶ τῆς Σελήνης Ρουτιλία τις ὡραιοτάτη͵ τῶν Καίσαρος οἰκονόμων τινὸς γυνή͵ ὡς ἀληθῶς ἐρῶσα τοῦ Ἀλεξάνδρου καὶ ἀντερωμένη ὑπ΄ αὐτοῦ͵ καὶ ἐν ὀφθαλμοῖς τοῦ ὀλεθρίου ἐκείνου ἀνδρὸς φιλήματά τε ἐγίγνετο ἐν τῷ μέσῳ καὶ περιπλοκαί. εἰ δὲ μὴ πολλαὶ ἦσαν αἱ δᾷδες͵ τάχα ἄν τι καὶ τῶν ὑπὸ κόλπου ἐπράττετο. μετὰ μικρὸν δὲ εἰσῄει πάλιν ἱεροφαντικῶς ἐσκευασμένος ἐν πολλῇ τῇ σιωπῇ͵ καὶ αὐτὸς μὲν ἔλεγε μεγάλῃ τῇ φωνῇ͵ Ἰὴ Γλύκων· ἐπεφθέγγοντο δὲ αὐτῷ ἐπακολουθοῦντες Εὐμολπίδαι δῆθεν καὶ Κήρυκές τινες Παφλαγόνες͵ καρβατίνας ὑποδεδεμένοι͵ πολλὴν τὴν σκοροδάλμην ἐρυγγάνοντες͵ Ἰὴ Ἀλέξανδρε.

[40] Πολλάκις δὲ ἐν τῇ δᾳδουχίᾳ καὶ τοῖς μυστικοῖς σκιρτήμασιν γυμνωθεὶς ὁ μηρὸς αὐτοῦ ἐξεπίτηδες χρυσοῦς διεφάνη͵ δέρματος ὡς εἰκὸς ἐπιχρύσου περιτεθέντος καὶ πρὸς τὴν αὐγὴν τῶν λαμπάδων ἀποστίλβοντος. ὥστε καὶ γενομένης ποτὲ ζητήσεως δύο τισὶ τῶν μωροσόφων ὑπὲρ αὐτοῦ͵ εἴτε Πυθαγόρου τὴν ψυχὴν ἔχοι διὰ τὸν χρυσοῦν μηρὸν εἴτε ἄλλην ὁμοίαν αὐτῇ͵ καὶ τὴν ζήτησιν ταύτην αὐτῷ Ἀλεξάνδρῳ ἐπανενεγκόντων͵ ὁ βασιλεὺς Γλύκων χρησμῷ ἔλυσεν τὴν ἀπορίαν·

Πυθαγόρου ψυχὴ ποτὲ μὲν φθίνει͵ ἄλλοτε δ΄ αὔξει·
ἡ δὲ προφητείη δίης φρενός ἐστιν ἀποῤῥώξ.
καί μιν ἔπεμψε πατὴρ ἀγαθῶν ἀνδρῶν ἐπαρωγόν·
καὶ πάλιν ἐς Διὸς εἶσι Διὸς βληθεῖσα κεραυνῷ.

[41] Προλέγων δὲ πᾶσιν ἀπέχεσθαι παιδίου συνουσίας͵ ὡς ἀσεβὲς ὄν͵ αὐτὸς τοιόνδε τι ὁ γεννάδας ἐτεχνήσατο. ταῖς γὰρ πόλεσι ταῖς Ποντικαῖς καὶ ταῖς Παφλαγονικαῖς ἐπήγγελλε θεηκόλους πέμπειν εἰς τριετίαν͵ ὑμνήσοντας παρ΄ αὐτῷ τὸν θεόν͵ καὶ ἔδει δοκιμασθέντας καὶ προκριθέντας τοὺς εὐγενεστάτους καὶ ὡραιοτάτους καὶ κάλλει διαφέροντας πεμφθῆναι· οὓς ἐγκλεισάμενος ὥσπερ ἀργυρωνήτοις ἐχρῆτο͵ συγκαθεύδων καὶ πάντα τρόπον ἐμπαροινῶν. καὶ νόμον δὲ ἐπεποίητο͵ ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη μηδένα τῷ αὐτοῦ στόματι δεξιοῦσθαι μηδὲ φιλήματι ἀσπάζεσθαι͵ ἀλλὰ τοῖς ἄλλοις προτείνων τὴν χεῖρα κύσαι μόνους τοὺς ὡραίους κατεφίλει͵ καὶ ἐκαλοῦντο οἱ ἐντὸς τοῦ φιλήματος.

[42] Τοιαῦτα ἐντρυφῶν τοῖς ἀνοήτοις διετέλει͵ γυναῖκάς τε ἀνέδην διαφθείρων καὶ παισὶ συνών. καὶ ἦν μέγα καὶ εὐκτὸν ἑκάστῳ͵ εἴ τινος γυναικὶ προσβλέψειεν· εἰ δὲ καὶ φιλήματος ἀξιώσειεν͵ ἀθρόαν τὴν ἀγαθὴν τύχην ᾤετο ἕκαστος εἰς τὴν οἰκίαν αὐτῷ εἰσρυήσεσθαι. πολλαὶ δὲ καὶ ηὔχουν τετοκέναι παρ΄ αὐτοῦ͵ καὶ οἱ ἄνδρες ἐπεμαρτύρουν ὅτι ἀληθῆ λέγουσιν.

[43] Ἐθέλω δέ σοι καὶ διάλογον διηγήσασθαι τοῦ Γλύκωνος καὶ Σακερδῶτός τινος͵ Τιανοῦ ἀνθρώπου· ὁποίου τινὸς τὴν σύνεσιν͵ εἴσῃ ἀπὸ τῶν ἐρωτήσεων. ἀνέγνων δὲ αὐτὸν χρυσοῖς γράμμασιν γεγραμμένον ἐν Τίῳ͵ ἐν τῇ τοῦ Σακερδῶτος οἰκίᾳ. Εἰπὲ γάρ μοι͵ ἔφη͵ ὦ δέσποτα Γλύκων͵ τίς εἶ; Ἐγώ͵ ἦ δ΄ ὅς͵ Ἀσκληπιὸς νέος. Ἄλλος παρ΄ ἐκεῖνον τὸν πρότερον; πῶς λέγεις; Οὐ θέμις ἀκοῦσαί σε τοῦτό γε. Πόσα δὲ ἡμῖν ἔτη παραμενεῖς χρησμῳδῶν; Τρίτον πρὸς τοῖς χιλίοις. Εἶτα ποῖ μεταστήσῃ; Ἐς Βάκτρα καὶ τὴν ἐκεῖ γῆν· δεῖ γὰρ ἀπολαῦσαι καὶ τοὺς βαρβάρους τῆς ἐπιδημίας τῆς ἐμῆς. Τὰ δ΄ ἄλλα χρηστήρια͵ τὸ ἐν Διδύμοις καὶ τὸ ἐν Κλάρῳ καὶ τὸ ἐν Δελφοῖς͵ ἔχουσι τὸν πατέρα τὸν Ἀπόλλω χρησμῳδοῦντα͵ ἢ ψευδεῖς εἰσιν οἱ νῦν ἐκπίπτοντες ἐκεῖ χρησμοί; Μηδὲ τοῦτο ἐθελήσῃς εἰδέναι· οὐ γὰρ θέμις. Ἐγὼ δὲ τίς ἔσομαι μετὰ τὸν νῦν βίον; Κάμηλος͵ εἶτα ἵππος͵ εἶτ΄ ἀνὴρ σοφὸς καὶ προφήτης οὐ μείων Ἀλεξάνδρου. Τοιαῦτα μὲν ὁ Γλύκων τῷ Σακερδῶτι διελέχθη. ἐπὶ τέλει δὲ χρησμὸν ἔμμετρον ἐφθέγξατο͵ εἰδὼς αὐτὸν Λεπίδῳ ἑταῖρον ὄντα·

Μὴ πείθου Λεπίδῳ͵ ἐπεὶ ἦ λυγρὸς οἶτος ὀπηδεῖ.

πάνυ γὰρ ἐδεδίει τὸν Ἐπίκουρον͵ ὡς προεῖπον͵ ὥς τινα ἀντίτεχνον καὶ ἀντισοφιστὴν τῆς μαγγανείας αὐτοῦ.

[44] Ἕνα γοῦν τινα τῶν Ἐπικουρείων͵ τολμήσαντα καὶ διελέγχειν αὐτὸν ἐπὶ πολλῶν τῶν παρόντων͵ εἰς κίνδυνον οὐ μικρὸν κατέστησεν. ὁ μὲν γὰρ προσελθὼν ἔλεγεν μεγάλῃ τῇ φωνῇ· Σὺ μέντοι γε͵ ὦ Ἀλέξανδρε͵ τὸν δεῖνα Παφλαγόνα προσαγαγεῖν οἰκέτας αὐτοῦ τῷ ἡγουμένῳ τῆς Γαλατίας τὴν ἐπὶ θανάτῳ ἀνέπεισας ὡς ἀπεκτονότας τὸν υἱὸν αὐτοῦ ἐν Ἀλεξανδρείᾳ παιδευόμενον͵ ὁ δὲ νεανίσκος ζῇ καὶ ἐπανελήλυθε ζῶν μετὰ τὴν τῶν οἰκετῶν ἀπώλειαν͵ θηρίοις ὑπὸ σοῦ παραδοθέντων. τοιοῦτον δέ τι ἐγεγένητο· ἀναπλεύσας ὁ νεανίσκος εἰς Αἴγυπτον ἄχρι τοῦ Κλύσματος͵ πλοίου ἀναγομένου ἐπείσθη καὶ αὐτὸς εἰς Ἰνδίαν πλεῦσαι͵ κἀπειδήπερ ἐβράδυνεν͵ οἱ δυστυχεῖς ἐκεῖνοι οἰκέται αὐτοῦ͵ οἰηθέντες ἢ ἐν τῷ Νείλῳ πλέοντα διεφθάρθαι τὸν νεανίσκον ἢ καὶ ὑπὸ λῃστῶν πολλοὶ δὲ ἦσαν τότεἀνῃρῆσθαι͵ ἐπανῆλθον ἀπαγγέλλοντες αὐτοῦ τὸν ἀφανισμόν. εἶτα ὁ χρησμὸς καὶ ἡ καταδίκη͵ μεθ΄ ἣν ἐπέστη ὁ νεανίσκος διηγούμενος τὴν ἀποδημίαν.

[45] Ὃ μὲν ταῦτα ἔλεγεν. ὁ δὲ Ἀλέξανδρος ἀγανακτήσας ἐπὶ τῷ ἐλέγχῳ καὶ μὴ φέρων τοῦ ὀνείδους τὴν ἀλήθειαν ἐκέλευεν τοὺς παρόντας λίθοις βάλλειν αὐτόν͵ ἢ καὶ αὐτοὺς ἐναγεῖς ἔσεσθαι καὶ Ἐπικουρείους κληθήσεσθαι. τῶν δὲ βάλλειν ἀρξαμένων Δημόστρατός τις ἐπιδημῶν͵ τοῦ Πόντου πρῶτος͵ περιχυθεὶς ἐῤῥύσατο τοῦ θανάτου τὸν ἄνθρωπον μικροῦ δεῖν καταλευσθέντα͵ πάνυ δικαίως. τί γὰρ ἔδει μόνον φρονεῖν ἐν τοσούτοις μεμηνόσιν καὶ παραπολαῦσαι τῆς Παφλαγόνων μωρίας; [46] Καὶ τὰ μὲν κατ΄ ἐκεῖνον τοιαῦτα. εἰ δέ τινι͵ προσκαλουμένων κατὰ τάξιν τῶν χρησμῶνπρὸ μιᾶς δὲ τοῦτο τοῦ θεσπίζειν ἐγίγνετοκαὶ ἐρομένου τοῦ κήρυκος εἰ θεσπίζει τῷδε͵ ἀνεῖπεν ἔνδοθεν· Ἐς κόρακας͵ οὐκέτι τὸν τοιοῦτον οὔτε στέγῃ τις ἐδέχετο οὔτε πυρὸς ἢ ὕδατος ἐκοινώνει͵ ἀλλ΄ ἔδει γῆν πρὸ γῆς ἐλαύνεσθαι ὡς ἀσεβῆ καὶ ἄθεον καὶ Ἐπικούρειον͵ ἥπερ ἦν ἡ μεγίστη λοιδορία.

[47] Ἓν γοῦν καὶ γελοιότατον ἐποίησεν ὁ Ἀλέξανδρος· εὑρὼν γὰρ τὰς Ἐπικούρου κυρίας δόξας͵ τὸ κάλλιστον͵ ὡς οἶσθα͵ τῶν βιβλίων καὶ κεφαλαιώδη περιέχον τῆς τἀνδρὸς σοφίας τὰ δόγματα͵ κομίσας εἰς τὴν ἀγορὰν μέσην ἔκαυσεν ἐπὶ ξύλων συκίνων ὡς δῆθεν αὐτὸν καταφλέγων͵ καὶ τὴν σποδὸν εἰς τὴν θάλασσαν ἐξέβαλεν͵ ἔτι καὶ χρησμὸν ἐπιφθεγξάμενος·

Πυρπολέειν κέλομαι δόξας ἀλαοῖο γέροντος·

οὐκ εἰδὼς ὁ κατάρατος ὅσων ἀγαθῶν τὸ βιβλίον ἐκεῖνο τοῖς ἐντυχοῦσιν αἴτιον γίγνεται͵ καὶ ὅσην αὐτοῖς εἰρήνην καὶ ἀταραξίαν καὶ ἐλευθερίαν ἐνεργάζεται͵ δειμάτων μὲν καὶ φασμάτων καὶ τεράτων ἀπαλλάττον καὶ ἐλπίδων ματαίων καὶ περιττῶν ἐπιθυμιῶν͵ νοῦν δὲ καὶ ἀλήθειαν ἐντιθὲν καὶ καθαῖρον ὡς ἀληθῶς τὰς γνώμας͵ οὐχ ὑπὸ δᾳδὶ καὶ σκίλλῃ καὶ ταῖς τοιαύταις φλυαρίαις͵ ἀλλὰ λόγῳ ὀρθῷ καὶ ἀληθείᾳ καὶ παῤῥησίᾳ.

[48] Ἐν δὲ τοῖς ἄλλοις ἕν τι καὶ μέγιστον τόλμημα τοῦ μιαροῦ ἀνδρὸς ἄκουσον. ἔχων γὰρ οὐ μικρὰν ἐπίβασιν ἐπὶ τὰ βασίλεια καὶ τὴν αὐλὴν τὸν Ρουτιλιανὸν εὐδοκιμοῦντα͵ διαπέμπεται χρησμὸν τοῦ ἐν Γερμανίᾳ πολέμου ἀκμάζοντος͵ ὅτε θεὸς Μάρκος ἤδη τοῖς Μαρκομάνοις καὶ Κουάδοις συνεπλέκετο. ἠξίου δὲ ὁ χρησμὸς δύο λέοντας ἐμβληθῆναι ζῶντας εἰς τὸν Ἴστρον μετὰ πολλῶν ἀρωμάτων καὶ θυσιῶν μεγαλοπρεπῶν. ἄμεινον δὲ αὐτὸν εἰπεῖν τὸν χρησμόν·

Ἐς δίνας Ἴστροιο διιπετέος ποταμοῖο
ἐσβαλέειν κέλομαι δοιοὺς Κυβέλης θεράποντας͵
θῆρας ὀριτρεφέας͵ καὶ ὅσα τρέφει Ἰνδικὸς ἀὴρ
ἄνθεα καὶ βοτάνας εὐώδεας· αὐτίκα δ΄ ἔσται
νίκη καὶ μέγα κῦδος ἅμ΄ εἰρήνῃ ἐρατεινῇ.

γενομένων δὲ τούτων ὡς προσέταξεν͵ τοὺς μὲν λέοντας ἐκνηξαμένους εἰς τὴν πολεμίαν οἱ βάρβαροι ξύλοις κατειργάσαντο ὥς τινας κύνας ἢ λύκους ξενικούς· αὐτίκα δὲ τὸ μέγιστον τραῦμα τοῖς ἡμετέροις ἐγένετο͵ δισμυρίων που σχεδὸν ἀθρόων ἀπολομένων. εἶτα ἐπηκολούθησε τὰ περὶ Ἀκυληΐαν γενόμενα καὶ ἡ παρὰ μικρὸν τῆς πόλεως ἐκείνης ἅλωσις. ὁ δὲ πρὸς τὸ ἀποβεβηκὸς τὴν Δελφικὴν ἐκείνην ἀπολογίαν καὶ τὸν τοῦ Κροίσου χρησμὸν ψυχρῶς παρῆγεν· νίκην μὲν γὰρ προειπεῖν τὸν θεόν͵ μὴ μέντοι δηλῶσαι Ρωμαίων ἢ τῶν πολεμίων.

[49] ῎Ηδη δὲ πολλῶν ἐπὶ πολλοῖς ἐπεισρεόντων καὶ τῆς πόλεως αὐτῶν θλιβομένης ὑπὸ τοῦ πλήθους τῶν ἐπὶ τὸ χρηστήριον ἀφικνουμένων καὶ τὰ ἐπιτήδεια διαρκῆ μὴ ἐχούσης͵ ἐπινοεῖ τοὺς νυκτερινοὺς καλουμένους χρησμούς. λαμβάνων γὰρ τὰ βιβλία ἐπεκοιμᾶτο͵ ὡς ἔφασκεν͵ αὐτοῖς καὶ ὡς ὄναρ παρὰ τοῦ θεοῦ ἀκούων ἀπεκρίνετο͵ οὐ μέντοι σαφεῖς τοὺς πολλούς͵ ἀλλ΄ ἀμφιβόλους καὶ τεταραγμένους καὶ μάλιστα εἴ ποτε θεάσαιτο περιεργότερον τὸ βιβλίον κατεσφραγισμένον. οὐ γὰρ παρακινδυνεύων͵ τὸ ἐπελθὸν ἄλλως ὑπέ γραφε͵ χρησμοῖς πρέπον καὶ τὸ τοιοῦτον οἰόμενος. καὶ ἦσάν τινες ἐξηγηταὶ ἐπὶ τοῦτο καθήμενοι καὶ μισθοὺς οὐκ ὀλίγους ἐκλέγοντες παρὰ τῶν τοὺς τοιούτους χρησμοὺς λαμβανόντων ἐπὶ τῇ ἐξηγήσει καὶ διαλύσει αὐτῶν. καὶ τοῦτο αὐτῶν τὸ ἔργον ὑπόμισθον ἦν· ἐτέλουν γὰρ οἱ ἐξηγηταὶ τῷ Ἀλεξάνδρῳ τάλαντον Ἀττικὸν ἑκάτερος.

[50] Ἐνίοτε δὲ μήτε ἐρομένου τινὸς μήτε πεμφθέντος͵ ἀλλ΄ οὐδὲ ὅλως ὄντος ἐχρησμῴδει πρὸς ἔκπληξιν τῶν ἀνοήτων͵ οἷον καὶ τοῦτο·

Δίζεαι ὅστις σὴν ἄλοχον μάλα πάγχυ λεληθὼς Καλλιγένειαν ὑπὲρ λεχέων σαλαγεῖ κατὰ δῶμα; δοῦλος Πρωτογένης͵ τῷ δὴ σύ γε πάντα πέποιθας. ὤπυιες γὰρ ἐκεῖνον͵ ὁ δ΄ αὖθις σὴν παράκοιτιν͵ ἀντίδοσιν ταύτην ὕβρεως ἄκρην ἀποτίνων. ἀλλ΄ ἐπὶ σοὶ δὴ φάρμακ΄ ἀπ΄ αὐτῶν λυγρὰ τέτυκται͵ ὡς μήτ΄ εἰσαΐοις μήτ΄ εἰσοράοις ἃ ποιοῦσιν. εὑρήσεις δὲ κάτω ὑπὸ σῷ λέχει ἀγχόθι τοίχου πρὸς κεφαλῆς. καὶ σὴ θεράπαινα σύνοιδε Καλυψώ.

τίς οὐκ ἂν Δημόκριτος διεταράχθη ἀκούσας ὀνόματα καὶ τόπους ἀκριβῶς͵ εἶτα μετ΄ ὀλίγον κατέπτυσεν ἄν͵ συνεὶς τὴν ἐπίνοιαν αὐτῶν; [51] Ἀλλὰ καὶ βαρβάροις πολλάκις ἔχρησεν͵ εἴ τις τῇ πατρίῳ ἔροιτο φωνῇ͵ Συριστὶ ἢ Κελτιστί͵ ῥᾳδίως ἐξευρίσκων τινὰς ἐπιδημοῦντας ὁμοεθνεῖς τοῖς δεδωκόσιν. διὰ τοῦτο καὶ πολὺς ὁ ἐν μέσῳ χρόνος ἦν τῆς τε δόσεως τῶν βιβλίων καὶ τῆς χρησμῳδίας͵ ὡς ἐν τοσούτῳ κατὰ σχολὴν λύοιντό τε οἱ χρησμοὶ ἀσφαλῶς καὶ εὑρίσκοιντο οἱ ἑρμηνεῦσαι δυνάμενοι ἕκαστα. οἷος καὶ ὁ τῷ Σκύθῃ δοθεὶς χρησμὸς ἦν·

Μορφὴν εὐβάργουλις εἰς σκιὰν χνεχικραγη λείψει φάος.

[52] Ἄλλῳ πάλιν οὔτε παρόντι οὔτε ὅλως τινὶ ὄντι ἔφη ἄνευ μέτρου ἀναστρέφειν ὀπίσω· ὁ γὰρ πέμψας σε τέθνηκεν ὑπὸ τοῦ γείτονος Διοκλέους τήμερον͵ λῃστῶν ἐπαχθέντων Μάγνου καὶ Βουβάλου͵ οἳ καὶ ἤδη δέδενται ληφθέντες.

[53] Ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων ἄκουσον· ἐρομένου γάρ μου εἰ φαλακρός ἐστιν Ἀλέξανδρος͵ καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς ὑπογράφεται χρησμὸς νυκτερήσιος͵

Σαβαρδαλαχου μαλαχααττηαλος ἦν.

Καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις διαφόροις τὴν αὐτὴν ἐρώτησιν͵ πόθεν ἦν Ὅμηρος ὁ ποιητής͵ ἐπ΄ ἄλλου καὶ ἄλλου ὀνόματος͵ τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκου ἐρωτηθεὶς γὰρ ἐφ΄ ὅ τι ἧκεν͵ Θεραπείας͵ ἔφη͵ αἰτήσων πρὸς ὀδύνην πλευροῦ

Κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητος·

τῷ δὲ ἑτέρῳ͵ ἐπειδὴ καὶ τοῦτο ἠκηκόει ὡς ἐρομένου τοῦ πέμψαντος͵ εἴτε οἱ πλεῦσαι ἐπ΄ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον͵ ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον·

Μὴ σύ γε πλωέμεναι͵ πεζὴν δὲ κατ΄ οἶμον ὅδευε.

[54] Πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ͵ οἷον καὶ ἐκεῖνο· μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος· τοῦ δεῖνος χρησμοὶ ὀκτώ͵ ψευσάμενός τι ὄνομα͵ καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γιγνόμενον ἔτι πρὸς ταύταις πέμψας· ὁ δὲ πιστεύσας τῇ ἀποπομπῇ τοῦ μισθοῦ καὶ τῇ ἐπιγραφῇ τοῦ βιβλίου͵ πρὸς μίαν ἐρώτησινἦν δὲ αὕτη· πότε ἁλώσεται μαγγανεύων Ἀλέξανδρος; ὀκτώ μοι χρησμοὺς ἔπεμψεν͵ οὔτε γῆς φασιν οὔτε οὐρανοῦ ἁπτομένους͵ ἀνοήτους δὲ καὶ δυσνοήτους ἅπαντας. Ἅπερ ὕστερον αἰσθόμενος͵ καὶ ὅτι Ρουτιλιανὸν ἐγὼ ἀπέτρεπον τοῦ γάμου καὶ τοῦ πάνυ προσκεῖσθαι ταῖς τοῦ χρηστηρίου ἐλπίσιν͵ ἐμίσει͵ ὡς τὸ εἰκός͵ καὶ ἔχθιστον ἡγεῖτο. καί ποτε περὶ ἐμοῦ ἐρομένῳ τῷ Ρουτιλιανῷ ἔφη·

Νυκτιπλάνοις ὀάροις χαίρει κοίταις τε δυσάγνοις.

καὶ ὅλως ἔχθιστος εἰκότως ἦν ἐγώ.

[55] Κἀπειδὴ εἰσελθόντα με εἰς τὴν πόλιν ᾔσθετο καὶ ἔμαθεν ὡς ἐκεῖνος εἴην ὁ Λουκιανός ἐπηγόμην δὲ καὶ στρατιώτας δύο͵ λογχοφόρον καὶ κοντοφόρον͵ παρὰ τοῦ ἡγουμένου τῆς Καππαδοκίας͵ φίλου τότε ὄντος͵ λαβών͵ ὥς με παραπέμψειαν μέχρι πρὸς τὴν θάλατταναὐτίκα μεταστέλλεται δεξιῶς πάνυ καὶ μετὰ πολλῆς φιλοφροσύνης. ἐλθὼν δὲ ἐγὼ πολλοὺς καταλαμβάνω περὶ αὐτόν· συνεπηγόμην δὲ καὶ τοὺς στρατιώτας τύχῃ τινὶ ἀγαθῇ. καὶ ὁ μὲν προὔτεινέ μοι κύσαι τὴν δεξιάν͵ ὥσπερ εἰώθει τοῖς πολλοῖς͵ ἐγὼ δὲ προσφὺς ὡς φιλήσων͵ δήγματι χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ ἐποίησα τὴν χεῖρα. Οἱ μὲν οὖν παρόντες ἄγχειν με καὶ παίειν ἐπειρῶντο ὡς ἱερόσυλον͵ καὶ πρότερον ἔτι ἀγανακτήσαντες ὅτι Ἀλέξανδρον αὐτόν͵ ἀλλὰ μὴ προφήτην προσεῖπον· ὁ δὲ πάνυ γεννικῶς καρτερήσας κατέπαυέν τε αὐτοὺς καὶ ὑπισχνεῖτο τιθασόν με ῥᾳδίως ἀποφανεῖν καὶ δείξειν τὴν Γλύκωνος ἀρετήν͵ ὅτι καὶ τοὺς πάνυ τραχυνομένους φίλους ἀπεργάζεται. καὶ μεταστησάμενος ἅπαντας ἐδικαιολογεῖτο πρός με͵ λέγων πάνυ με εἰδέναι καὶ τὰ ὑπ΄ ἐμοῦ Ρουτιλιανῷ συμβουλευόμενα͵ καὶ Τί παθὼν ταῦτά με εἰργάσω͵ δυνάμενος ὑπ΄ ἐμοῦ ἐπὶ μέγα προαχθῆναι παρ΄ αὐτῷ; κἀγὼ ἄσμενος ἤδη ἐδεχόμην τὴν φιλοφροσύνην ταύτην ὁρῶν οἷ κινδύνου καθειστήκειν͵ καὶ μετ΄ ὀλίγον προῆλθον φίλος γεγενημένος. καὶ τοῦτο οὐ μικρὸν θαῦμα τοῖς ὁρῶσιν ἔδοξεν͵ οὕτω ῥᾳδία γενομένη μου ἡ μεταβολή.

[56] Εἶτα δή μου ἐκπλεῖν προαιρουμένου ξένια καὶ δῶρα πολλὰ πέμψας μόνος δὲ σὺν τῷ Ξενοφῶντι ἔτυχον ἐπιδημῶν͵ τὸν πατέρα καὶ τοὺς ἐμοὺς εἰς Ἄμαστριν προεκπεπομφώςὑπισχνεῖται καὶ πλοῖον αὐτὸς παρέξειν καὶ ἐρέτας τοὺς ἀπάξοντας. κἀγὼ μὲν ᾤμην ἁπλοῦν τι τοῦτο εἶναι καὶ δεξιόν· ἐπεὶ δὲ κατὰ μέσον τὸν πόρον ἐγενόμην͵ δακρύοντα ὁρῶν τὸν κυβερνήτην καὶ τοῖς ναύταις τι ἀντιλέ γοντα οὐκ ἀγαθὰς εἶχον περὶ τῶν μελλόντων ἐλπίδας. ἦν δὲ αὐτοῖς ἐπεσταλμένον ὑπὸ τοῦ Ἀλεξάνδρου ἀραμένους ῥῖψαι ἡμᾶς εἰς τὴν θάλασσαν· ὅπερ εἰ ἐγένετο͵ ῥᾳδίως ἂν αὐτῷ διεπεπολέμητο τὰ πρὸς ἐμέ. ἀλλὰ δακρύων ἐκεῖνος ἔπεισεν καὶ τοὺς συνναύτας μηδὲν ἡμᾶς δεινὸν ἐργάσασθαι͵ καὶ πρὸς ἐμὲ ἔφη͵ Ἔτη ἑξήκοντα͵ ὡς ὁρᾷς͵ ἀνεπίληπτον βίον καὶ ὅσιον προβεβηκὼς οὐκ ἂν βουλοίμην͵ ἐν τούτῳ τῆς ἡλικίας καὶ γυναῖκα καὶ τέκνα ἔχων͵ μιᾶναι φόνῳ τὰς χεῖρας͵ δηλῶν ἐφ΄ ὅπερ ἡμᾶς ἀνειλήφει͵ καὶ [57] τὰ ὑπὸ τοῦ Ἀλεξάνδρου προστεταγμένα. καταθέμενος δὲ ἡμᾶς ἐν Αἰγιαλοῖς͵ ὧν καὶ ὁ καλὸς Ὅμηρος μέμνηται͵ ὀπίσω ἀπήλαυνον. Ἔνθα ἐγὼ παραπλέοντας εὑρὼν Βοσποριανούς τινας͵ πρέσβεις παρ΄ Εὐπάτορος τοῦ βασιλέως εἰς τὴν Βιθυνίαν ἀπιόντας ἐπὶ κομιδῇ τῆς ἐπετείου συντάξεως͵ καὶ διηγησάμενος αὐτοῖς τὸν περιστάντα ἡμᾶς κίνδυνον͵ καὶ δεξιῶν αὐτῶν τυχών͵ ἀναληφθεὶς ἐπὶ τὸ πλοῖον διασώζομαι εἰς τὴν Ἄμαστριν͵ παρὰ τοσοῦτον ἐλθὼν ἀποθανεῖν. Τοὐντεῦθεν καὶ αὐτὸς ἐπεκορυσσόμην αὐτῷ καὶ πάντα κάλων ἐκίνουν ἀμύνασθαι βουλόμενος͵ καὶ πρὸ τῆς ἐπιβουλῆς ἤδη μισῶν αὐτὸν καὶ ἔχθιστον ἡγούμενος διὰ τὴν τοῦ τρόπου μιαρίαν͵ καὶ πρὸς τὴν κατηγορίαν ὡρμήμην πολλοὺς συναγωνιστὰς ἔχων καὶ μάλιστα τοὺς ἀπὸ Τιμοκράτους τοῦ Ἡρακλεώτου φιλοσόφου· ἀλλ΄ ὁ τότε ἡγούμενος Βιθυνίας καὶ τοῦ Πόντου Αὔειτος ἐπέσχε͵ μονονουχὶ ἱκετεύων καὶ ἀντιβολῶν παύσασθαι· διὰ γὰρ τὴν πρὸς Ρουτιλιανὸν εὔνοιαν μὴ ἂν δύνασθαι͵ καὶ εἰ φανερῶς λάβοι ἀδικοῦντα͵ κολάσαι αὐτόν. οὕτω μὲν ἀνεκόπην τῆς ὁρμῆς καὶ ἐπαυσάμην οὐκ ἐν δέοντι θρασυνόμενος ἐφ΄ οὕτω δικαστοῦ διακειμένου.

[58] Ἐκεῖνο δὲ πῶς οὐ μέγα ἐν τοῖς ἄλλοις τὸ τόλμημα τοῦ Ἀλεξάνδρου͵ τὸ αἰτῆσαι παρὰ τοῦ αὐτοκράτορος μετονομασθῆναι τὸ τοῦ Ἀβώνου τεῖχος καὶ Ἰωνόπολιν κληθῆναι͵ καὶ νόμισμα καινὸν κόψαι ἐγκεχαραγμένον τῇ μὲν τοῦ Γλύκωνος͵ κατὰ θάτερα δὲ Ἀλεξάνδρου͵ στέμματά τε τοῦ πάππου Ἀσκληπιοῦ καὶ τὴν ἅρπην ἐκείνην τοῦ πατρομήτορος Περσέως ἔχοντος;

[59] Προειπὼν δὲ διὰ χρησμοῦ περὶ αὑτοῦ ὅτι ζῆσαι εἵμαρται αὐτῷ ἔτη πεντήκοντα καὶ ἑκατόν͵ εἶτα κεραυνῷ βληθέντα ἀποθανεῖν͵ οἰκτίστῳ τέλει οὐδὲ ἑβδομήκοντα ἔτη γεγονὼς ἀπέθανεν͵ ὡς Ποδαλειρίου υἱὸς διασαπεὶς τὸν πόδα μέχρι τοῦ βουβῶνος καὶ σκωλήκων ζέσας· ὅτεπερ καὶ ἐφωράθη φαλακρὸς ὤν͵ παρέχων τοῖς ἰατροῖς ἐπιβρέχειν αὐτοῦ τὴν κεφαλὴν διὰ τὴν ὀδύνην͵ ὃ οὐκ ἂν ποιῆσαι ἐδύναντο μὴ οὐχὶ τῆς φενάκης ἀφῃρημένης.

[60] Τοιοῦτο τέλος τῆς Ἀλεξάνδρου τραγῳδίας καὶ αὕτη τοῦ παντὸς δράματος ἡ καταστροφὴ ἐγένετο͵ ὡς εἰκάζειν προνοίας τινὸς τὸ τοιοῦτον͵ εἰ καὶ κατὰ τύχην συνέβη. ἔδει δὲ καὶ τὸν ἐπιτάφιον αὐτοῦ ἄξιον γενέσθαι τοῦ βίου͵ καὶ ἀγῶνά τινα συστήσασθαι ὑπὲρ τοῦ χρηστηρίου͵ τῶν συνωμοτῶν ἐκείνων καὶ γοήτων͵ ὅσοι κορυφαῖοι ἦσαν͵ ἀνελθόντων ἐπὶ διαιτητὴν τὸν Ρουτιλιανόν͵ τίνα χρὴ προκριθῆναι αὐτῶν καὶ διαδέξασθαι τὸ μαντεῖον καὶ στεφανωθῆναι τῷ ἱεροφαντικῷ καὶ προφητικῷ στέμματι. ἦν δὲ ἐν αὐτοῖς καὶ Παῖτος͵ ἰατρὸς τὴν τέχνην͵ πολιός τις͵ οὔτε ἰατρῷ πρέποντα οὔτε πολιῷ ἀνδρὶ ταῦτα ποιῶν. ἀλλ΄ ὁ ἀγωνοθέτης Ρουτιλιανὸς ἀστεφανώτους αὐτοὺς ἀπέπεμψεν αὐτῷ τὴν προφητείαν φυλάττων μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν.

[61] Ταῦτα͵ ὦ φιλότης͵ ὀλίγα ἐκ πολλῶν δείγματος ἕνεκα γράψαι ἠξίωσα͵ καὶ σοὶ μὲν χαριζόμενος͵ ἀνδρὶ ἑταίρῳ καὶ φίλῳ καὶ ὃν ἐγὼ πάντων μάλιστα θαυμάσας ἔχω ἐπί τε σοφίᾳ καὶ τῷ πρὸς ἀλήθειαν ἔρωτι καὶ τρόπου πραότητι καὶ ἐπιεικείᾳ καὶ γαλήνῃ βίου καὶ δεξιότητι πρὸς τοὺς συνόντας͵ τὸ πλέον δέ͵ ὅπερ καὶ σοὶ ἥδιον͵ Ἐπικούρῳ τιμωρῶν͵ ἀνδρὶ ὡς ἀληθῶς ἱερῷ καὶ θεσπεσίῳ τὴν φύσιν καὶ μόνῳ μετ΄ ἀληθείας τὰ καλὰ ἐγνωκότι καὶ παραδεδωκότι καὶ ἐλευθερωτῇ τῶν ὁμιλησάντων αὐτῷ γενομένῳ. οἶμαι δὲ ὅτι καὶ τοῖς ἐντυχοῦσι χρήσιμόν τι ἔχειν δόξει ἡ γραφή͵ τὰ μὲν διεξελέγχουσα͵ τὰ δὲ ἐν ταῖς τῶν εὖ φρονούντων γνώμαις βεβαιοῦσα.