Χρονογραφία/Β

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Χρονογραφία
Συγγραφέας:
Τόμος Δεύτερος, Κωνσταντίνος Ηʹ



2.1 Τελευτήσαντος Βασιλείου εἰς τὴν αὐτοκράτορα περιωπὴν ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος ἐπάνεισι, πάντων αὐτῷ παρακεχωρηκότων τῆς ἐξουσίας· ἐπεὶ καὶ ὁ βασιλεὺς Βασίλειος τελευτῶν μετακαλεῖται τοῦτον εἰς τὰ βασίλεια, καὶ τῆς ἡγεμονίας ἐγχειρίζει τοὺς οἴακας. Οὗτος ἑβδομηκοστὸν ἔτος ἔχων τῆς ἡλικίας τὴν τῶν ὅλων ἀναλαμβάνει διοίκησιν· ἤθους δὲ μαλακωτάτου τυχὼν καὶ ψυχῆς πρὸς πᾶσαν ῥεούσης ἀπόλαυσιν, εἶτα καὶ τοὺς βασιλικοὺς θησαυροὺς ἔμπλεως χρημάτων ἐφευρηκὼς, καταχρῆται τῇ γνώμῃ, καὶ ταῖς ἡδοναῖς ἐκδίδωσιν ἑαυτόν.
2.2 Τοῦτον τὸν ἄνδρα ὑπογράφων ὁ λόγος τοιοῦτον ἐκδίδωσι· ῥᾴθυμος ἦν τὴν γνώμην, καὶ οὐ πάνυ περὶ τὴν ἡγεμονίαν σπουδάζων, ἄλκιμος δὲ ὢν περὶ τὸ σῶμα, δειλὸς ἦν τὴν ψυχήν· γηραιὸς δὲ ἤδη γενόμενος καὶ μηκέτι πολεμεῖν δυνάμενος, πρὸς πᾶσαν δύσφημον ἐξετραχύνετο ἀκοήν· καὶ τὸ μὲν πέριξ βαρβαρικὸν ὑποκινούμενον καθ' ἡμῶν, ἀξιώμασιν ἀνεῖργε καὶ δωρεαῖς, τοὺς δὲ τῶν ὑπηκόων στασιάζοντας δεινῶς ἐτιμωρεῖτο· κἂν ὑπείληφέ τινα τολμητίαν ἢ στασιώδη, πρὸ τῆς πείρας τὴν τιμωρίαν ἐπῆγεν, οὐκ εὐνοίαις τοὺς ὑπὸ χεῖρα δουλούμενος, ἀλλὰ παντοδαπαῖς βασάνων κακώσεσιν· ὀξύρροπος εἰ καί τις ἄλλος ἦν, θυμοῦ τε ἥττων, καὶ πρὸς πᾶσαν ἀκοὴν εὐπαράδεκτος, μάλιστα δὲ πάντων οὓς βασιλειῶντας ὑπώπτευε, καὶ διὰ τοῦτο ἐτιμωρεῖτο δεινῶς, οὐ τὸ νῦν ἀνείργων, οὐδὲ περιγράφων αὐτοὺς, οὐδ' ἀπροΐτους ποιούμενος, ἀλλ' εὐθὺς σιδήρῳ τοὺς ὀφθαλμοὺς ὀρυττόμενος· ταύτην δὲ τὴν κόλασιν πᾶσιν ἀπεμέτρει, κἂν ὁ μὲν μείζονα, ὁ δὲ ἐλάττονα ἁμαρτάνειν ἔδοξε, καὶ ὁ μὲν ἔργου ἥπτετο, ὁ δὲ μέχρι φήμης προέβαινεν· οὐ γὰρ ἐφρόντιζεν ὅπως ἂν ἀναλόγους τὰς τιμωρίας ἀποδώσει τοῖς ἁμαρτήμασιν, ἀλλ' ὅπως ἂν ἑαυτὸν ἐλευθερώσειε τῶν ὑποψιῶν· ἐδόκει δὲ αὐτῷ καὶ ἡ τοιαύτη βάσανος κουφοτάτη τῶν ἄλλων· διότι δὲ τοὺς τιμωρουμένους ἀπράκτους ἐποίει, ταύτῃ μᾶλλον ἐχρῆτο· προέβη δὲ οὕτω ποιῶν ἀπὸ τῶν πρώτων καὶ ἄχρι τῶν τελευταίων· ἐξέτεινε δὲ τὸ κακὸν καὶ ἐνίοις τῶν ἐν κλήρῳ κατειλεγμένων, οὐδὲ ἀρχιερωσύνης ἐφείσατο· ἅπαξ γὰρ κατάφορος τῷ θυμῷ γεγονὼς, δυσανάκλητος ἦν καὶ δυσήκοος πρὸς πᾶσαν παραίνεσιν· οὕτω δὲ δύσοργος ὢν, οὐδὲ τοῦ συμπαθοῦς ἤθους ἀπῴκιστο, ἀλλὰ καὶ πρὸς τὰς συμφορὰς ἐδυσωπεῖτο καὶ τοῖς ἐλεεινολογουμένοις ἐξευμενίζετο· τὴν δὲ ὀργὴν οὐκ ἔμμονον εἶχεν, ὥσπερ ὁ ἀδελφὸς Βασίλειος, ἀλλὰ ταχὺ μετεβάλλετο· καὶ ἐφ' οἷς ἐποίει δεινῶς κατεβάλλετο· ἀμέλει κἄν τις αὐτῷ φλεγμαίνοντα κατέσβεσε τὸν θυμὸν, ἀπείχετό τε τοῦ τιμωρεῖν καὶ χάριτας ὡμολόγει τῷ κεκωλυκότι· εἰ δὲ μηδὲν ἐγεγόνει τὸ ἀντικείμενον, ἀπέσκηπτε μὲν αὐτῷ ὁ θυμὸς ἐπί τι κακὸν, ὁ δ' εὐθὺς ἀκούσας ἠνιᾶτο καὶ τὸν τετιμωρημένον συμπαθῶς ἠγκαλίζετο καὶ δάκρυα τῶν ὀμμάτων ἠφίει καὶ ἀπελογεῖτο ἐλεεινοῖς ῥήμασιν.
2.3 Εὐεργετεῖν δὲ πάντων μᾶλλον βασιλέων ἠπίστατο, πλὴν οὐκ ἐπεμίγνυε τῇ χάριτι ταύτῃ τὴν τῆς δικαιοσύνης ἰσότητα, ἀλλὰ τοῖς μὲν περὶ ἑαυτὸν πάσας θύρας εὐεργετημάτων ἀνέῳγε καὶ ὡς ψάμμον αὐτοῖς τὸν χρυσὸν ἐθησαύριζε, τοῖς δὲ πόρρω ἐλάττονα τὴν ἀρετὴν ταύτην ἐδείκνυεν. Ὠικειοῦντο δὲ αὐτῷ τῶν ἄλλων μάλιστα οὓς ἐκ πρώτης ἡλικίας τῶν παιδογόνων ἀφελὼν μορίων κατευναστῆρας καὶ θαλαμηπόλους ἐκέκτητο· ἦσαν δὲ οὗτοι οὔτε τῆς εὐγενοῦς, οὔτε τῆς ἐλευθέρας τύχης, ἀλλὰ τῆς ἐθνικῆς καὶ βαρβάρου· παιδείας τε τῆς παρ' ἐκείνου τετυχηκότες καὶ ἐς τὸ ἐκείνου ἦθος μεταβαλόντες ὑπὲρ τοὺς ἄλλους αἰδοῦς τε πλείονος καὶ τιμῆς ἠξιοῦντο· καὶ οὗτοι δὲ τῇ γνώμῃ τὸ τῆς τύχης αἶσχος ἐκάλυψαν· ἐλευθέριοί τε γὰρ ἦσαν καὶ ἀφειδεῖς χρημάτων, καὶ εὐεργετῆσαι πρόθυμοι, καὶ τὴν ἄλλην καλοκἀγαθίαν ἐπιδεικνύμενοι.
2.4 Οὗτος ὁ βασιλεὺς νέαν ἔτι ἄγων τὴν ἡλικίαν, ὁπότε ὁ ἀδελφὸς αὐτῷ Βασίλειος ἐγκρατὴς ἐγεγόνει τῆς αὐτοκράτορος ἀρχῆς, ἄγεται γυναῖκα ἑαυτῷ τῶν εὐγενῶν τε καὶ σεμνοτάτων, Ἑλένην ὄνομα, θυγατέρα Ἀλυπίου ἐκείνου τοῦ πάνυ, τῷ τότε χρόνῳ πρωτεύοντος. Ἦν δὲ ἡ γυνὴ καὶ τὴν ὥραν καλὴ, καὶ τὴν ψυχὴν ἀγαθὴ, καὶ τίκτει τῷ βασιλεῖ θυγατέρας τρεῖς, ἐφ' αἷς μεταλλάττει τὸν βίον· ἡ μὲν οὖν ἀπῆλθε τὸν δεδομένον χρόνον πληρώσασα, αἱ δὲ ἐπὶ τοῖς βασιλείοις αὐτοῖς βασιλικῆς ἠξιοῦντο καὶ ἀνατροφῆς καὶ παιδεύσεως. Ταύτας ἠγάπα μὲν καὶ ὁ βασιλεὺς Βασίλειος καὶ δεινῶς ἔστεργεν, οὐδὲν δέ τι γενναιότερον περὶ τούτων ἐφρόντισεν, ἀλλὰ τῷ ἀδελφῷ τὸ κράτος φυλάττων ἐπ' ἐκείνῳ τὴν περὶ τούτων φροντίδα ἔθετο.
2.5 Τούτων δὴ τῶν θυγατέρων ἡ μὲν πρεσβυτέρα οὐ πάνυ τι πρὸς τὸ γένος ἀνέφερεν· ὁμαλωτέρα γὰρ τὸ ἦθος ἦν καὶ τὴν γνώμην ἁπαλωτέρα, κάλλους τε μέσως ἔχουσα· διέφθαρτο γὰρ ἐξ ἔτι παιδὸς οὔσης, λοιμικοῦ ταύτην κατασχόντος νοσήματος· ἡ δὲ μετ' ἐκείνην καὶ μέση, ἣν καὶ αὐτὸς ἤδη γεγηρακυῖαν ἐθεασάμην, καὶ τὸ ἦθος βασιλικωτάτη, καὶ τὸ εἶδος λαμπροτάτη, καὶ τὴν γνώμην μεγαλοπρεπεστάτη τε καὶ αἰδέσιμος, περὶ ἧς ἐν τοῖς ἰδίοις λόγοις ἐρῶ ἀκριβέστερον, νῦν γὰρ ἐπιτρέχω τὸν περὶ αὐτῶν λόγον· ἡ δὲ μετ' ἐκείνην καὶ τρίτη, εὐμήκης μὲν τὴν ἡλικίαν, καὶ τὴν γλῶτταν σύντομός τε καὶ ἐπιτρόχαλος, τὴν δὲ ὥραν ἐλάττων τῆς ἀδελφῆς. Ὁ μὲν οὖν βασιλεὺς καὶ θεῖος Βασίλειος οὐδὲν περὶ τούτων φρονήσας βασιλικώτερον ἀπελήλυθεν· ὁ δὲ πατὴρ, ἀλλ' οὐδὲ οὗτος ὅτε τὴν αὐτοκράτορα ἡγεμονίαν ἀνείληφε, συνετώτερον περὶ αὐτῶν ἐβουλεύσατο, εἰ μὴ περὶ τῆς μέσης καὶ βασιλικωτέρας πρὸς τῷ τέλει τοῦ ζῆν γεγονὼς, περὶ οὗ προϊὼν ὁ λόγος ἐρεῖ. Ἀλλ' αὕτη μὲν καὶ ἡ τρίτη τῶν ἀδελφῶν ἔστεργον τὰ δόξαντα τῷ θείῳ καὶ τῷ πατρὶ, καὶ οὐδέν τι πλέον περιειργάζοντο· ἡ δὲ πρεσβυτέρα, Εὐδοκία ταύτῃ τὸ ὄνομα, εἴτε ἀπογνοῦσα τὸ κράτος, εἴτε τὰ κρείττω ποθήσασα, ἀξιοῖ τὸν πατέρα καθοσιῶσαι αὐτὴν τῷ Θεῷ· ὁ δὲ αὐτίκα πείθεται, καὶ ὥσπερ ἀπαρχὴν καὶ ἀνάθημα τῶν αὑτοῦ σπλάγχνων τὴν παῖδα τῷ Κρείττονι δίδωσι· περὶ δὲ τῶν ἑτέρων ἀπορρήτως εἶχε τὰς γνώμας· ἀλλὰ μήπω περὶ τούτων.
2.6 Ὁ δὲ λόγος χαρακτηριζέτω τὸν αὐτοκράτορα, μηδέν τι τοῦ πεφυκότος ἢ προστιθεὶς ἢ καθυφείς. Ἐπεὶ γὰρ εἰς ἑαυτὸν τὸ πᾶν τῆς διοικήσεως ἀνηρτήσατο, οὐχ οἷός τε δὴ ἦν φροντίσιν ἑαυτὸν καταδαπανᾶν, ἀνδρῶν τοῖς λογιωτέροις ἐγχειρίσας τὰ πράγματα, αὐτὸς τὸ μὲν ὅσον ἐς τὸ χρηματίσαι πρέσβευσιν ἢ ἄλλο τι τῶν ῥᾴστων διοικήσασθαι, προὐκάθητο μάλα βασιλικῶς, καὶ τὴν γλῶσσαν ἐπὶ τὸ λέγειν ἀφιεὶς πᾶσαν κατέπληττεν ἀκοὴν, ἐπιχειρῶν τε καὶ ἐπενθυμούμενος. Γράμματα μὲν γὰρ οὐ πολλὰ μεμαθήκει, ἀλλὰ βραχύ τι καὶ ὅσον ἐς παῖδας ἀνήκει τῆς ἑλληνικῆς μετέσχε παιδείας· φύσεως δὲ περιδεξίου τετυχηκὼς καὶ χαριεστέρας, καὶ γλῶτταν εὐτυχήσας ἁβρὰν περὶ τοὺς λόγους καὶ καλλιρρήμονα, οὓς ἀπὸ ψυχῆς ἐγέννα λογισμοὺς λαμπρᾷ τῇ γλώττῃ ἐμαίευεν· ἀμέλει καὶ ἐνίας τῶν βασιλείων ἐπιστολῶν αὐτὸς ὑπηγόρευεν (ἐφιλοτιμεῖτο γὰρ περὶ τοῦτο), καὶ πᾶσα χεὶρ ὀξεῖα ἡττᾶτο τοῦ τάχους τῶν ὑπηγορευμένων, καίτοι γε τοσούτους καὶ τηλικούτους ὑπογραμματέας ὀξυγράφους εὐτύχησεν, ὁποίους ὀλιγάκις ὁ βίος εἶδεν· ὅθεν πρὸς τὸ τάχος τῶν λεγομένων ἀποναρκοῦντες, σημείοις τισὶ τὸ πλῆθος τῶν τε ἐννοιῶν καὶ τῶν λέξεων ἀπεσήμαινον.
2.7 Εὐμεγέθης δὲ ὢν τὸ σῶμα, ὡς εἰς ἔννατον πόδα ἀνεστηκέναι, ἔτι καὶ ῥωμαλεώτερον εἶχε τῆς φύσεως· ἔρρωτό τε αὐτῷ ἡ γαστὴρ, καὶ πρὸς τὰς ὑποδοχὰς τῶν τροφῶν ἡ φύσις ἡτοίμαστο· καρυκεῦσαι δὲ δεινότατος ἐγεγόνει, χροιαῖς τε καὶ ὀσμαῖς τὰ παρατεθειμένα καταχρωννὺς καὶ πᾶσαν φύσιν πρὸς ὄρεξιν ἐκκαλούμενος. Ἥττητο δὲ καὶ γαστρὸς καὶ ἀφροδισίων, ὅθεν αὐτῷ καὶ περὶ τὰ ἄρθρα ἄλγημα ἐγεγόνει, μᾶλλον δὲ τὼ πόδε κεκάκωτο ἐς τοσοῦτον, ὥστε μὴ βαδίζειν δύνασθαι· ὅθεν οὐδέ τις αὐτὸν εἶδε μετὰ τὴν αὐτοκράτορα ἡγεμονίαν θαρσούντως τοῖς ποσὶ πρὸς τὴν κίνησιν χρώμενον· ἐφ' ἵππου δὲ ὀχηθεὶς ἀσφαλῶς ἥδραστο.
2.8 Μάλιστα δὲ ἐμεμήνει περί τε τὰ θέατρα καὶ ἱπποδρομίας καὶ ἐσπούδαζε περὶ ταῦτα, ἀντιδιδοὺς ἵππους καὶ ἀντιζευγνὺς, καὶ περὶ τὰς ἱππαφέσεις φροντίζων· ὅθεν ἀμεληθείσης πάλαι τῆς γυμνοποδίας οὗτος αὖθις ἐφρόντιζε καὶ ἐπανήγαγεν εἰς τὸ θέατρον, οὐχ ὡς βασιλεὺς θεωρῶν, ἀλλ' ὡς τῷ ἀντικειμένῳ μέρει ἀντίτεχνος· ἐβούλετο δὲ μὴ ὡς βασιλέως ἡττᾶσθαι τοὺς ἀντιπίπτοντας, ἀλλὰ δεινῶς ἀπομάχεσθαι, ἵνα νικῴη τούτους λαμπρότερον. Ἐστωμύλλετο δὲ καὶ περὶ τὰς ἔριδας, καὶ πρὸς τὰ τῶν πολιτῶν ἔθη ἀνεκέκρατο. Θεάτρων οὖν ἥττητο, καὶ οὐδὲν ἧττον καὶ κυνηγεσίων, ἔνθα δὴ καὶ καύματος κρείττων ἦν, καὶ ψύχους ἐκράτει, καὶ πρὸς δίψος ἀντέτεινεν· μάλιστα δὲ πρὸς θῆρας ἀπομάχεσθαι δεινότατος ἦν· διὰ ταῦτα οὖν τοξεύειν τε ἐμεμαθήκει, καὶ ἀφιέναι δόρυ, καὶ ξίφος ἐπιδεξίως σπάσασθαι, καὶ ἐπιτετευγμένως ἀποτοξεῦσαι.
2.9 Τῶν δὲ τῆς βασιλείας πραγμάτων τοσοῦτον ἠμέλει, ὅσον περὶ πεττοὺς καὶ κύβους ἐσπούδαζεν· οὕτω γὰρ ἥττητο ταύτης τῆς παιδιᾶς καὶ ἐπὶ τοσοῦτον περὶ ταύτην ἐμεμήνει, ὥστε καὶ πρέσβεων ἐφεστηκότων ἀμελεῖν, εἰ ταύτῃ ξυνείχετο, καὶ τῶν ἄλλως ἀναγκαιοτέρων καταφρονεῖν, ἡμέρας τε ξυνῆπτε νυξὶ, καὶ πολυβορώτατος ὢν τροφῆς ἀπείχετο παντάπασιν, ὁπότε κυβεύειν ἐβούλετο. Οὕτω γοῦν αὐτὸν τὸ κράτος διαπεττεύοντα ὁ θάνατος κατειλήφει, καὶ τὸν ἀναγκαῖον τῆς φύσεως μαρασμὸν τὸ γῆρας αὐτῷ ἐπήνεγκεν· ὅθεν ἐπειδὴ τελευτᾶν ἐγνώκει, εἴτε τοῖς συμβούλοις πεισθεὶς εἴτε ἀφ' ἑαυτοῦ τὸ δέον ἐγνωκὼς διαπράξασθαι, περὶ τοῦ διαδεξομένου τὸ κράτος διηρευνᾶτο, ᾧ καὶ τὴν μέσην τῶν θυγατέρων κατεγγυήσασθαι ἔμελλε· μήπω δὲ πρὸ τούτου πρός τινα τῶν τῆς συγκλήτου βεβαιότερον ἐπερείσας τὸν νοῦν, δυσδιάκριτον τότε τὴν κατὰ λογισμὸν εἶχεν ἐπιλογήν.
2.10 Ἦν δέ τις ἀνὴρ κατ' ἐκεῖνο καιροῦ τὰ πρῶτα μὲν τῆς συγκλήτου καὶ ἐς τὸ τοῦ ἐπάρχου ἀξίωμα ἀναχθεὶς (βασίλειος δὲ αὕτη ἀρχὴ, εἰ μὴ ὅσον ἀπόρφυρος), γυναῖκα δὲ γήμας ἐξ ἔτι παιδὸς, καὶ διὰ ταῦτα οὐ πάνυ πρόσφορος τῷ κράτει δοκῶν· τὸ μὲν γὰρ ὅσον ἐς γένος καὶ τὸ ἀξίωμα τῶν ἄλλων ὑπῆρχε καταλληλότερος, τὸ δ' ἐπὶ τῇ γυναικὶ ἀφιλόσοφόν τι ὁ ἀνὴρ εἶχε, καὶ πρὸς βασιλέως κῆδος ἔχων τι ἀπὸ τούτου τοῖς πολλοῖς πρόσαντες· εἶχε μὲν οὕτω τὰ περὶ τὸν ἄνδρα τοῦτον. Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος, ἐπειδὴ μὴ ἐδίδου ὁ καιρὸς αὐτῷ βούλευμα πλεῖον, ἀλλὰ τὸ ἀγχοῦ τοῦ θανάτου εἶναι ἀφῄρει αὐτὸν τὴν ἀκριβεστέραν ἐπίσκεψιν, τῶν ἄλλων ἁπάντων κατεγνωκὼς ὡς οὐκ ἀξίων κήδους βασιλικοῦ, ἐπὶ τοῦτον τὸν ἄνδρα ὅλοις ἱστίοις τοῦ λογισμοῦ φέρεται· τὴν δὲ γυναῖκα ἀντικειμένην εἰδὼς τῷ βουλεύματι, σκήπτεται μὲν κατὰ τοῦ ἀνδρὸς ὀργὴν βαρυτάτην καὶ ἀπαραίτητον, καὶ πέμπει τοὺς ἐκεῖνον μὲν δεινῶς τιμωρήσοντας, ἐκείνην δὲ τῆς κοσμικῆς ζωῆς ἀποσπάσοντας· ἡ δὲ οὐκ εἰδυῖα τὸ ἀπόρρητον τοῦ βουλεύματος, οὐδὲ τὸ προσωπεῖον γνωρίσασα τῆς ὀργῆς, εὐθὺς ἑαυτὴν πρὸς τὴν ἐπιχείρησιν ἐπιδίδωσι. Καὶ ἡ μὲν τάς τε τρίχας ἀποτμηθεῖσα καὶ ἐσθῆτα μεταμφιεσαμένη τὴν μέλαιναν, ἐπί τι καταγώγιον μετατίθεται, ὁ δὲ Ῥωμανὸς (τοῦτο γὰρ ὄνομα τῷ ἀνδρὶ) ἐπὶ τὰ βασίλεια πρὸς τὸ τοῦ βασιλέως κῆδος ἀναλαμβάνεται· καὶ ἡ καλλίστη τῶν τοῦ Κωνσταντίνου θυγατέρων ὁμοῦ τε ὀπτάνεται τούτῳ καὶ εἰς βασιλικὴν συμβίωσιν ἄγεται· Ὁ δέ γε πατὴρ, τοσοῦτον ἐπιζήσας ὅσον αἰσθέσθαι τῆς συνοικήσεως, μεταλλάττει τὸν βίον, τῷ κηδεστῇ Ῥωμανῷ τὸ κράτος καταλιπών.