Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Β/8

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός, Β΄ (8)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Β΄ (8)

Βασιλεὺς δὲ καὶ μετὰ δευτέραν ταύτην πληγὴν διηρευνᾶτο τὰ τῆς ἀμύνης ἀνάλογα. ὁρῶν δὲ τὸν διὰ πολέμων αὖθις τρόπον δύσεργον καὶ ἀξύμφορον, καὶ τὸ τῶν ἀναλωμάτων ἁδρὸν καὶ ἐπάλληλον ὑπειδόμενος οἷά τινα νόσον γάγγραιναν τὰ τῶν θησαυρῶν κατὰ βραχὺ ταμιεῖα νεμόμενον (ἐγγὺς γάρ που κεντηναρίων τριακοσίων χρυσίου ἀνάλωκε χρήματα), δέον [64D] εἶναι διενοήθη σπείσασθαι τῷ ῥηγί. οὐκ ἀηδῶς τοίνυν ἀλλ’ ἀσμένως δεξάμενος τὴν τοῦτο ἐπισκήπτουσαν πρεσβείαν τοῦ τῆς πρεσβυτέρας Ῥώμης προέδρου, καὶ ὡς Ἄγγελον εὐξύμβολον ἀσπασάμενος, στέλλει κατὰ τὸν Ἀγκῶνα τὸν πρωτοστράτορα Ἀλέξιον, ὃς ἦν πρεσβύτερος τῶν υἱέων τοῦ μεγάλου δομεστίκου, πρὸς ἀμφότερα μερίσας τὸ σκέμμα τε καὶ τὸ βούλευμα, δηλαδὴ καὶ πρὸς ἑτοιμασίαν ὅπλων καὶ ξενικοῦ στρατεύματος συλλογὴν ἀπὸ τῶν ἑσπερίων χωρῶν, εἰ τούτου δεήσειε, καὶ πρὸς τὴν τοῦ ῥηγὸς φιλίαν, εἰ προχωροῦσαν ὁρῴη τὴν ξύμβασιν. ἔνθεν τοι καὶ ὁ Ἀλέξιος ἐκεῖσε γενόμενος, δραστήριος ἄνθρωπος ὢν καὶ πᾶσαν ἐξησκηκὼς αὐτουργίαν πολεμικήν, νοΐ τε τὴν γλῶτταν ἔχων ἀνθάμιλλον καὶ χεῖρας ἀντεριζούσας ταῖς ἀρχικαῖς μεθοδεύσεσι, καὶ τὸ εἶδος αὐχῶν σεμνόν, στρατολογεῖν εὐθὺς ἐπεβάλετο, κατασεῖσαι τὴν γνώμην τῇ ἀκοῇ βουλόμενος τοῦ ῥηγός, καὶ συχνὴν ξυνέλεγεν [65A] ἵππον ὡς ἐς Καλαβρίαν μέλλων παρεμβαλεῖν. ἐν δὲ τῷ μέρει καὶ τοῦ τῶν σπονδῶν ἐπεμελεῖτο καθήκοντος, καὶ ὡς ἀλλήλοις λήξουσι πολεμοῦντες ὅ τε βασιλεὺς καὶ ὁ ῥὴξ, γράμματά τε πέμπων ἐς Μάϊον καὶ δεχόμενος, ὃς ἐναυάρχει τότε τοῦ στόλου τῶν Σικελῶν. πρεσβείαν οὖν ἐκ Σικελίας ἐπισπασάμενος ἀναπέμπει ταύτην τῷ βασιλεῖ, καὶ δεῖται προσσχεῖν οἷς λέγειν οἱ πρέσβεις ἔχουσιν (αἰτοῦνται δέ, ὡς πυνθάνεται, οὐχ ὑπερόρια οὐδ’ ὑπέρογκα) καὶ αὐτῷ παραστήσειν, εἰ προβαίνουσι καὶ περατοῦνται τὰ τῆς καταλλαγῆς, πρὸ τοῦ εἰς ὦτα διαβῆναι πολλῶν, ἵνα μὴ ἀηδὲς αὐτῷ τι λάθοι διαπραξάμενος, ὄντι παρ’ ἀνδράσιν οὓς αὐτὸς ἐκ τῶν φίλων χωρῶν τῷ ῥηγὶ τῶν Ἀλαμανῶν χρησταῖς ἐλπίσιν ἠνδραποδίσατο, καὶ ὧν τὴν γνώμην κατὰ Ῥωμαίων πλεῖστα [65B] πάλαι φλεγμαίνουσαν κατὰ τοῦ Σικελίας ῥηγός, ὡς εἶχε, μετέθετο. ὡς οὖν ἐπέστη τις ἐκ βασιλέως τὴν ἀγγελίαν Ἀλεξίῳ τῶν σπονδῶν διαφέρων, λάθρᾳ τῶν ἐκεῖ τὰ χρήματα μετατίθησι καὶ συνεκπέμπει ταῦτα τοῖς πιστοτάτοις ἑαυτῷ ἀνδράσι· τὰ δὲ κιβώτια καταλείπει τούτων κενὰ, σφραγῖδάς τε τούτοις ἐπιβαλὼν τοῖς κατὰ χώραν μέγα δυναμένοις παρέθετο, ἐπισκήψας ἀσυλίαν ἐπὶ τούτοις ἅπασαν εἶναι, καὶ μηδένα μεταλλᾶν τὰ ἔνδον, μήτε μὴν ἄλλως διαλῦσαι τὰ σημεῖα, εἰ μὴγε αὐτὸς ἐς βασιλέα ἱκόμένος ἐκεῖθεν ἐπανελεύσεται. καὶ Ἀλέξιος μὲν οὕτως ἐκ τοῦ Ἀγκῶνος ἀπενόστησε, βασιλέως δὲ καὶ ῥηγὸς εἰρηνικὰ φρονησάντων καὶ βλεψάντων πρὸς τὰς σπονδάς, ἢ τἀληθὲς εἰπεῖν, οὐ καθαρῶς ὁμονοησάντων [65C] λυκοφιλίαν δὲ σχηματισαμένων, ὤναντο τῆς τούτων ὁποιασοῦν ἑνώσεως οἱ αἰχμάλωτοι λυθέντες ἀνάποινοι, οὐ μόνον οἱ λαμπροὶ τὸ γένος καὶ βασιλείῳ τιμήεντες αἵματι, ἀλλὰ καὶ οἳ τοῖς στρατιωτικοῖς καταλόγοις ἐνετάττοντο, πλὴν τῶν ἐκ Κορίνθου καὶ Θήβηθεν ὁρμωμένων, καὶ τούτων ὅσοι τὸ γένος ἀφανεῖς καὶ οἱ τὰς εὐητρίους ὀθόνας ὑφαίνειν ἔλαχον, καὶ τῶν γυναικῶν αἱ καλαὶ καὶ βαθύζωνοι καὶ τὴν αὐτὴν ἀνδράσι τέχνην ἐκμελετήσασαι. καὶ νῦν ἔξεστιν ἰδεῖν τοὺς ἐν Σικελίᾳ καταίροντας Θηβαίων παῖδας καὶ Κορινθίων ἱστῷ προσανέχοντας τῶν ἑξαμίτων καὶ χρυσοπάστων στολῶν ὡς Ἐρετριεῖς πάλαι παρὰ Πέρσαις δουλεύοντας, ὅτι πολέμων ἦρξαν Δαρείῳ στρατείαν καθ’ Ἑλλάδος ἐλάσαντι.


[65D] Ἀλλ’ οὔπω μακρὸς διαλελοίπει καιρός, καὶ αὖθις ἑκάτεροι ὡς ἀχανεῖς ἀμπώτιδες καὶ σύρτεις, αἳ κῦμα ὀρθὸν ἐπαιγίζουσιν, ἐς τὰς μάχας ἐπωγκοῦντο καὶ ὠροθύνοντο. καὶ βασιλεὺς μὲν ἀνέσειε τῷ ῥηγὶ τοὺς μέγα δυναμένους ἀστυγείτονας ἐκείνῳ δυνάστας, χρημάτων ἐπαίρων αὐτοὺς ὑποσχέσεσιν• ὁ ῥὴξ δὲ τῷ κόμητι τοῦ στόλου Μαΐῳ διακελεύεται νῆας τεσσαράκοντα ταχυναυτούσας πάσας καθελκύσαι τῶν νεωρίων, καὶ φραξάμενον καινότερον τὴν Κωνσταντίνου καταλαβεῖν, καὶ αὐτὸν μὲν ἐπ’ ἀκροάσει τῶν ἀστυπόλων ἀναγορεῦσαι Σικελίας καὶ Ἀκυλίας Καπύης τε καὶ Καλαβρίας καὶ τῶν μεταξὺ τούτων χωρῶν καὶ νήσων ὅλων κύριόν τε καὶ [66A] βασιλέα, βασιλέα δ’ ἐκφαυλίσαι Ῥωμαίων, καὶ κακῶς εἰπόντα ἐπανελθεῖν. ἀμέλει τοι καὶ τὰ ἐντεταλμένα πληρῶν Μάϊος, Μαλέαν ἐπικάμψας καὶ τὸν Αἰγαῖον κόλπον παραλλάξας καὶ παρημειφὼς Ἑλλήσποντον τῇ βασιλίδι πόλει προσώκειλε. καὶ πρῶτα μὲν τὸν ἐσέχοντα πορθμὸν διαπλεύσας, καὶ τοῖς ἐν Βλαχέρναις βασιλείοις κατακολπίσας, βέλη κατ’ αὐτῶν ἀφῆκεν ἀργυρέους ἔχοντα τοὺς ἀτράκτους ἀληλιμμένους ἐς βάθος χρυσῷ, ἐν δὲ τῷ ἐκεῖθεν τὸν αὐτὸν ἐπαναμετρεῖν πλοῦν ἀπέναντι τοῦ μεγάλου παλατίου τὰς κώπας σχάσας τὸν οἰκεῖον ῥῆγα ταῖς εὐφημίαις διατρανοῖ, συνεπηχοῦντος τοῦ ναυτικοῦ πληρώματος καὶ θορυβώδη τελοῦντος τὴν ἀνακήρυξιν. [66B] καὶ ὁ μὲν οὕτω τὸν πλοῦν ἐπιταχύνας τῆς πάλαι ᾀδομένης Ἀργοῦς πτηνότερον, Σηστοῦ καὶ Ἀβύδου ὡς ἄλλων Συμπληγάδων ἐξέθορε, πολὺς δὲ ἀνὰ τὴν πόλιν ἐπεκύμαινε τάραχος, βασιλέως μὴ παρόντος ἐντός. καὶ ἦν δὲ τοῦτο καύχημα τῷ Σικελίας ῥηγὶ, καὶ εἰς μέγιστον ἀνεγράφετο τροπαιούχημα. ὁ δὲ Μανουὴλ εἰς παίγνιον τὸ γεγονὸς καὶ γέλωτα ἀναφέρων, τὸν τοιαύτας ἑαυτῷ τιμὰς μνηστευόμενον ῥῆγα ἢ τό γε ἀληθέστερον εἰπεῖν λῃστεύοντα διακενῆς ἀφῆκε βρενθύεσθαι καὶ φυσᾶν ἐπ’ οὐδενὶ χρηστῷ κατορθώματι.