Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Γ/2
←Ισαάκιος Άγγελος (Γ.1) | Χρονική Διήγησις Συγγραφέας: Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Γ΄ (2) |
Ισαάκιος Άγγελος (Γ.3)→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
2. Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ ἕτερός τις τὴν
αὐτὴν κλῆσιν καὶ βασιλέα τὸν αὐτὸν γεννήτορα ψευδωνύμως
ὑπεισιὼν κατὰ Παφλαγονίαν ἐπεφάνη. καὶ τινὲς μὲν καὶ
τούτῳ ἐπαρχίαι προσκεχωρήκασι, σταλεὶς δὲ κατ᾿ αὐτοῦ ὁ
σεβαστὸς Θεόδωρος ὁ Χοῦμνος, χαρτουλάριος ὢν τῶν
ἱπποστάθμων, ἥττησέ τε πόλεμον συγκροτήσας καὶ ἀπέκτεινεν
συνειληφὼς. ἐπὶ τούτοις καὶ ὁ Χοτζᾶς Βασίλειος κατὰ τὴν
ἄγχουρον Νικομηδεῦσι Ταρσίαν ἀνταρσίαν ἐμελέτησε, καὶ
[271A] προέβη μὲν καὶ ἡ τούτου ἐφ᾿ ἱκανὸν τυραννίς, συλληφθεὶς
δὲ καὶ αὐτὸς ἀμαυροῦται τοὺς ὀφθαλμοὺς καὶ φρουρᾷ
παραδίδοται. oὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ ἄλλοι ἄλλοτε πάλιν
καὶ πάλιν καὶ οὐκ ἔστιν ὁσάκις εἰπεῖν, ἐπανέστησαν ἢ καὶ
ὡς σπαρτοὶ ἀνεδόθησαν γίγαντες, κἂν ὡς πομφολυγώδη
φυσήματα διάκενα, ὡς ἦν ἰδεῖν, ἀπέπιπτόν τε καὶ διελύοντο. ὅ
τε γὰρ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ βασιλέως Ἀνδρονίκου
ἀδελφιδοῦς, τῆς φυλακῆς ἀποδρὰς καὶ τὸ μέγα τέμενος εἰσιὼν
ἀνασείειν τὸν ὄχλον ὥρμησεν, συλληφθεὶς δὲ καὶ ἀπαιωρηθεὶς
καὶ βαρείαις ἐτάσεσιν ὑποβληθεὶς ἐπὶ τῷ τοὺς
συνίστορας ἐκφῆναι τῆς τυραννίδος τὰ ἐντὸς διεφθάρη καὶ
[271B] ἀπεβίω τὴν μετ᾿ ἐκείνην. καὶ ὁ Ταττίκιος Κωνσταντῖνος
σύστρεμμα τεκτηνάμενος καὶ πεντακοσίους ἔχων τοῦ ἔργου
συλλήπτορας, καὶ ἐφ᾿ ἱκανὸν χρόνον τῇ πόλει κρυπτόμενος καὶ
λεληθὼς καταμηνυθεὶς μικρῷ ὕστερον ἑάλω καὶ τοὺς ὀφθαλμοὺς
ἐξορώρυκτο. καὶ ῥακενδύτης δέ τις, ἐκ Κομνηνῶν
ἕλκων τὸ γένος, τὴν αὐτὴν τοῖς εἰρημένοις βαδίσας ἐκ τοῦ
παραχρῆμα συσχεθεὶς ἀπεστέρηται τοῦ φωτός. τῶν δὲ συχνῶν
τουτωνὶ ἐπαναστάσεων ἦν μὲν αἴτιον καὶ τὸ τὸν Ἰσαάκιον
τὴν βασιλείαν διακυβερνᾶν μαλακώτερον, ἀκριβῶς
πεπεισμένον ὡς ἐκ θεοῦ τὸ ἄρχειν ἐδέξατο καὶ παρ᾿ ἐκείνου
μόνου ἐστὶ φρουρούμενος· πλειόνως δ᾿ ἐπτέρου τοὺς φιλάρχους
[271C] εἰς παρρησίαν τε καὶ ἀπόστασιν τὸ τῆς βασιλείας
ἀπραγμόνως ἐπιλαβέσθαι τὸν αὐτοκράτορα. καὶ ὡς εἰ θελήσουσι,
βασιλεύσουσιν, οἱ πλείους φρεναπατώμενοι ἄτερ ὅπλων τοῖς
κατ᾿ ἔφεσιν πλειστάκις ἐπέβαλον, ἐκείνην ἀτραπιτὸν στείβοντες
ἣν ἀνέῳξεν ἐς λεωφόρον ἄντικρυς Ἰσαάκιος, ἑσπέρας τὸν
Ἁγιοχριστοφορίτην ἀπεκτονὼς καὶ τῷ μεγίστῳ νεῷ προσρυεὶς
καὶ βασιλεύσας ἐς νέωτα, κακῶς κρίνοντες καὶ διὰ τοῦτο κακῶς
πάσχοντες καὶ ἀντὶ πορφυρίδος διπλοΐδα αἰσχύνης
ἐνδιδυσκόμενοι, ἐνιαχοῦ δὲ καὶ πορφύρεον θάνατον ὑφιστάμενοι.
οὐ γὰρ τὸ θεῖον φιλεῖ διὰ τῆς αὐτῆς ὡσαύτως κινήσεως ἢ
ἐφορμήσεως τὰ κατὰ τὸν βίοτον μεθιστᾶν καὶ διακυβερνᾶν
[271D] πράγματα, ἀλλὰ τὸ ποικίλον παριστῶν τῆς τοῦ παντὸς τοῦδε
διεξαγωγῆς τε καὶ διοικήσεως ἄλλοτε ἄλλως τὰς ἐξουσίας
μεθαρμόζει καὶ μετατίθησι τὰς ἀρχὰς, μηδὲ τὸ λεπτότατον
ἐῶν τῆς ἑαυτοῦ χειρὸς ἔξωθεν. καὶ Φαραὼ μὲν αὐτοῖς
στρατιώταις τῷ ἁλίῳ βυθῷ παραδίδωσιν· ἄλλον ἀπολαιμίζει
μαχαίρᾳ διὰ γυναικός, καὶ ταύτης καλλιπαρῄου καὶ λευκωλένου·
ἕτερον χερσὶ τῶν πολεμίων παραδοὺς τῶν τῇδε μεθίστησιν.
ἔστι δ᾿ ὃς τὰς φρένας παρακοπεὶς καὶ λογισθεὶς ὡσεὶ
νεκρὸς ἀπὸ καρδίας καὶ εἰς τέλος ἐπιλησθεὶς τῶν ἀρχείων
μετ᾿ ἐπιχαρμάτων ἐκκομίζεται καὶ ταφῇ παραπέμπεται,
κἀκεῖθεν λεπτὸν ὑπηχῶν καὶ ποθῶν τὴν ἡμέραν, οὐ τῆς ἀρχῆς
ἀντεχόμενος, ἐᾶται καὶ οὕτω φθινύθειν, καὶ ὡς ἀνδρῶν
χείριστος καλῶς ἀφίεται ἵεσθαι κακῶς τὴν ἐς θάνατον. πολλοὶ
δὲ μαλακῷ δαμέντες θανάτῳ πρὸς τὰ ἐκεῖθεν ὡς μύσαντες
ἐν ὕπνῳ μετέβησαν. εἰσὶ δ᾿ οἳ καὶ τοῦ ἵππου χρεμετίσαντος
[272A] τῆς βασιλείας ἐπέβησαν. ἄλλος ἐξ ἀρότρου καὶ αὔλακος τὴν
τήβενναν ἠμφιάσατο καὶ μειρακίσκος προβατεὺς ἐξόπισθεν
ληφθεὶς τῶν λοχευομένων θεόχριστος ὤφθη βασιλεύς. καὶ
τί ἄν τις διεξίῃ τὰ πάντα ἢ τὰ πλείονα, ὁπόσα ἡ πολύτροπος
πρόνοια ποιεῖ καὶ μετασκευάζει κατὰ τὸ ἑκάστῳ τῶν ἀνθρώπων χρήσιμον;
Εὐέμπτωτος δ᾿ ὢν ὁ βασιλεὺς εἰς θυμὸν καὶ μεγάλα
περὶ ἑαυτοῦ φανταζόμενος, οὐκ ἐκ μικρᾶς μόνον παραρριφείσης
λαβῆς, ἀλλὰ κἀκ μόνης ὑπονοίας ἐνίοτε καὶ τῆς παρά
τινων εἰσηγήσεως κακῶς ἐτίθει πολλούς. τὸν γὰρ
Κομνηνὸν Ἀνδρόνικον (ἦν δὲ οὗτος Ἀλεξίου παῖς, ὃν Βρυέννιος
ὁ Kαῖσαρ καὶ Ἄννα ἐγείνατο ἡ θυγάτηρ Ἀλεξίου τοῦ πρώτως
ἐκ Κομνηνῶν βασιλεύσαντος) ἐν τῷ χειρίζειν τὴν
[272B] Θεσσαλονικέων ἀρχήν εἰσηγησαμένου τινὸς τῆς βασιλείας ἐρᾶν
καὶ κοινολογεῖσθαι περὶ τοῦ ἔργου τῷ πρώην σεβαστοκράτορι
Ἀλεξίῳ, τῷ νόθῳ υἱῷ τοῦ αὐτοκράτορος Μανουὴλ, κατὰ
τὴν Δράμαν τότε διάγοντι, εὐθὺς τοῦ συλληφθῆναι κρίνει
ἄξιον. οἱ μὲν οὖν εἰς τοῦτο ἀποσταλέντες ὡς ἐνέτυχον
Ἀνδρονίκῳ πρὸς βασιλέα ἐπανιόντι, οὐδὲν ὧν ὡρίσθησαν
διαπεπράχασι, δέον κρίναντες μὴ προσοβῆσαι τὸ θήραμα ἑκόντως,
ὡς δίδωσιν ὁρᾶν, καθάπερ εἰς γαλεάγραν τὴν
Κωνσταντινούπολιν εἰσιὸν καὶ ἐγγίζον τῷ προθεμένῳ συλλαβεῖν.
ὀφθεὶς δὲ βασιλεῖ Ἰσαακίῳ Ἀνδρόνικος εἰς ἀπιστίαν εὐθὺς
ὀνειδίζεται. κἀκείνου τοὺς ἐλέγχους ἀπαιτήσαντος, σχῆμα
[272C] μόνον διαιτήσεως τὰ τῆς δίκης ἐδέξατο. τὸ δ᾿ ἐκ τούτου ἐξ
ἐρήμου συσχεθεὶς Ἀνδρόνικος εἰς φυλακὴν ἀπάγεται, μετὰ
μικρὸν δὲ καὶ τὰς κόρας ἐκκόπτεται. καὶ τὸν συνίστορα δὲ
τούτῳ τῆς βασιλείας λεγόμενον εἶναι Ἀλέξιον τὸν τῆς
Κομνηνῆς Θεοδώρας υἱὸν άποκείρει εἰς μονάζοντα, ἡμῶν
ὑπουργησάντων τῷ ἔργῳ, καθ᾿ ἓν τῶν ἐν τῷ Παπυκίῳ σεμνείων,
περὶ οὗ καὶ οὐκ ὀλίγα εἰπεῖν δυνάμενος βραχέα μεμνήσομαι.
οὐ γὰρ ἦν μόνον εὐμήκης καὶ ἀνδρεῖος καὶ πλήρης συνέσεως,
πατρίζων τὴν ὄψιν ἀκριβῶς τάς τε χεῖρας ἀκμαῖος καὶ τοὺς
ὤμους κατ᾿ ἐκεῖνον ὕπερθεν ἔχων εὐρέας, ἀλλὰ καὶ ὡς ἐπίπαν
μείλιχος καὶ εὐέντευκτος. πρὸς ἃ καὶ ὁ πολύτλας
Ἀνδρόνικος ἀπιδὼν τὴν οἰκείαν θυγατέρα Εἰρήνην ἐμνήστευσε
[272D] τῷ ἀνδρὶ, κρίνας καὶ παρανόμους γάμους τετελεκέναι, εἰ
μέλλει μόνον Ἀλέξιος τοῖς γνησιωτέροις ἐκείνῳ συγγενέσιν
ἐγγράφεσθαι, ὅθεν πλειόνως τούτῳ ἤπερ τοῖς υἱεῦσι προσέκειτο
πρότερον, καὶ τῆς βασιλείας ἐμελέτα καταλείψειν διάδοχον.
μεταβουλευσάμενος δ᾿ ὕστερον τὸν υἱὸν Ἰωάννην
ἀνθείλετο, εἰρηκὼς, πρὸς οὓς ἀνέπτυσσε τὰ τῶν βουλευμάτων
ἀπόρρητα, μὴ ἐξ Α εἰς Α τὴν βασιλείαν μεταπεσεῖν, ἀλλὰ
τῷ Ι μᾶλλον προσρέπειν καὶ εἰς τοῦτο μᾶλλον θεόθεν συνάγεσθαι.
ἅμα δὲ τῇ μεταθέσει τῆς γνώμης, ἣν εἶχεν ἐπ᾿ Ἀλεξίῳ
Ἀνδρόνικος, καὶ τῆς συντονίας τοῦ φίλτρου ὑπέληξεν·
οὐ γὰρ ὡς συμφυὴς ἔτι περιεσπούδαστο καὶ ὁμόψυχος ὁ
[273A] Ἀλέξιος, ἀλλ᾿ ὡς φιλτάτῃ θυγατρὶ συνοικῶν δι᾿ αἰδοῦς μόνον
ἤγετο καὶ τιμῆς. μετὰ δέ τινα καιρὸν καὶ τοῦτον ἀπεξένωσε
τοῦ φωτός, τὴν δ᾿ αἰτίαν προειπόντες ἔχομεν. ἀνακληθεὶς δὲ
μετὰ ταῦτα πρὸς τοῦ βασιλέως Ἰσαακίου καὶ ἀπὸ
σεβαστοκράτορος εἰς Καίσαρα ὑποδεθείς, ὡς εἶχε, τὰ ἀρχεῖα
ἐξέκλινε καὶ τὴν καθ᾿ ἑαυτὸν ἐδίωκε βίωσιν, πλὴν οὐδ᾿ οὕτως τὸν
ἄλυπον ἐκίχησε βίοτον. τότε δ᾿ οὖν τὴν ἐπὶ τὰ χείρω ἔτι μᾶλλον
τῶν πραγμάτων ἔχων φορὰν καὶ μετάβασιν, καὶ μέλλων
μὴ ἑκὼν ἀποθρίξασθαι, οὐχ ἕνα ᾔτησεν ἄρτον καὶ σπόγγον
καὶ κιθάραν κατὰ πάλαι τινὰ τῆς τύχης πειραθέντα σκληρᾶς,
καὶ ἄρτον μὲν ὡς ἔχων ἐν ᾧ τὸ τοῦ σώματος ἐκτενεῖ
βάρβιτον, χαλαρὸν τῇ τῶν σιτίων κενώσει γενόμενον,
ὑποψήλῃ τὰ οἰκεῖα καθ᾿ αὑτὸν δυσπραγήματα, συνερίθῳ τῇ κιθάρᾳ
[273B] χρώμενος, τῷ δὲ σπόγγῳ ἀποψήσῃ τὰ τῶν δακρύων
ἀποκρουνίσματα, ἅπερ ὡς ἐκ πέτρας γλαφυρῆς τῶν ὀμμάτων
ἐκείνου ἀπελείβετο· ἀλλὰ πράως ἤνεγκε τὰ συμπίπτοντα,
μὴ καταστενάζων τῆς προνοίας μηδ᾿ ἐς τὸ τῆς τύχης
ἄστατον καὶ παλίνστροφον ἀπολύων τὰ καθ᾿ ἡμᾶς,
τὴν δὲ τῶν προσόντων ἐκείνῳ ἀφαίρεσιν ὡς οὐδὲ κτῆσιν ἄλλος τις ἐλελόγιστο.
ἐπεὶ δ᾿ ἐκ τῆς Δράμας ἀπάραντες, ἐν ᾗ τουτονὶ
συνειλήφειμεν, εἰς Μοσυνόπολιν ἀφικόμεθα καὶ τῷ Παπυκίῳ
προσβαίνειν ἐμέλλομεν, ὡς ἂν τὰ τῶν μοναχῶν προσταχθὲν
οὕτω τελέσωμεν ἐπ᾿ αὐτῷ, τότε πεπονθώς τι ἀνθρώπινον ἐπὶ
συννοίας ἦν καὶ ὑπεγνοφοῦτο τὸ πρόσωπον, διοίσειν οὐκ
ἔχων τὰ ἔνδοθεν θλίβοντα. ἐγκειμένου δέ μου καὶ τὴν αἰτίαν
[273C] πυνθανομένου τῆς ἐξάπινα μεταβολῆς, „οὐ τὸ σχῆμά” φησι,
„ὦ φίλτατε ἀνδρῶν, δέδια (τί γὰρ τὸ διαθροοῦν ἔχει τῶν
χρωμάτων ἡ ἄμειψις;), ἀλλὰ τὰ ἐπὶ τῷ σχήματι πεφρικώς
εἰμι ἐπαγγέλματα καὶ τὸ μὴ εὔθετον εἰς τὴν τῶν οὐρανῶν
εἶναι ὁπωσοῦν βασιλείαν τὸν βαλόντα χεῖρα ἐπ᾿ ἄροτρον καὶ
στραφέντα φρενοβλαβῶς”. καὶ ὁ μὲν τοσαῦτ᾿ εἰπών, καὶ
ἄλλως ὢν ἀποφθεγματικός, οὐχ ἑκοντὶ τὸ κατὰ Χριστὸν
ὑπέδυ τριβώνιον, μηδ᾿ ἄκροις ὠσὶ τὰ ἐπᾳδόμενα ἐνηχούμενος,
μόνον δ᾿ ἐν χρῷ κουρίας ὁ ἀκερσεκόμης γενόμενος καὶ
μετονομασθεὶς Ἀθανάσιος. θαυμάσαι δ᾿ ἄν τις ἐκεῖνο,
μηδὲ τυχαίως εἴπῃ συμβῆναι· ἐκ γὰρ ἁπασῶν τῶν κατὰ τὸ
Παπύκιον μονῶν ἐκείνην κατοικεῖν ᾑρετίσατο, καθ᾿ ἣν ὁ
[273D] πρωτοστράτωρ Ἀλέξιος τὴν κοσμικὴν ἀπεκείρατο τρίχα παρὰ τοῦ
βασιλέως συλληφθεὶς Μανουὴλ, δι᾿ αἰτίαν μὲν οὐδαμῶς
πρόδηλον, ὡς ἐν τοῖς περὶ τούτου εἴπομεν λόγοις, ὅτι δ᾿ ἐβεβρίθει
πλούτῳ πολυταλάντῳ καὶ ἦν ἱκανὸς βουλεύσασθαι καὶ
καταπράξασθαι περιδέξιος· τὴν γὰρ ἐκ τῶν πατρικῶν
ὀμφάκων πρὸς τοὺς υἱεῖς μεταρρέουσαν αἱμωδίαν καὶ ὁ
Κομνηνὸς οὗτος Ἀλέξιος, ὡς ἔοικε, παθεῖν κατακέκριτο. ἀλλ᾿
οὔπω τρεῖς μῆνες παρίππευσαν, καὶ βασιλεὺς αὐτὸν ἐκεῖθεν
ἀνακαλεσάμενος ἔδειξεν ἐξ ὧν ἔδρασεν μὴ σὺν λόγῳ τὰς
οἰκείας πράξεις ποιεῖσθαι, καὶ διὰ τοῦτο χαίρειν ταῖς
ἀγχιστρόφοις μεταβολαῖς κατὰ τὸν τῆς Αὐλίδος πολυρρόθιον
[274A] πορθμόν· παραλαμβάνων γὰρ τὸν Ἀλέξιον σύσσιτον νώτοις
διηνεκέσι γέραιρε κρεῶν ὡς Ἀγαμέμνων πάλαι τὸν Αἴαντα,
καὶ ἐνάγων πρὸς τὴν τῶν προκειμένων ἐδεσμάτων
ἀνυπόστολον ἔφαψιν „φάγε καθηγούμενε” πολλάκις ἐπέλεγεν.
Οὐ τὸν Ἀλέξιον δὲ καὶ τὸν Ἀνδρόνικον οὕτως διέθετο
Ἰσαάκιος· ἀλλὰ καὶ Κωνσταντῖνον τὸν Ἀσπιέτην,
ὑπερφθεγξάμενον τοῦ στρατεύματος, οὗ ἡγεμόνευε τὸν κατὰ τῶν
Βλάχων μετιὼν πόλεμον, καὶ φήσαντα μόνον ὡς οὐ φέρειν
ἔχουσιν οἱ στρατιῶται λιμῷ καὶ Βλάχοις διαμιλλᾶσθαι,
δυσὶ δυσαπαντήτοις κακοῖς, ἀλλὰ χρεὼν αὐτοῖς παρασχεθῆναι
τὰ ἐπέτεια σιτηρέσια, τὸν θυμὸν ἐκκόψαι μὴ δυνηθεὶς κατέσχε
τε αὐτίκα μεταστήσας τῆς ἀρχηγίας καὶ τοῦ φωτὸς τῶν
[274B] ὀμμάτων ἐστέρησεν, ἀναταράττειν ὑποπτεύσας τὸν ἄνδρα τὴν
στρατιὰν τῷ τῆς ὑπερηγορίας προσχήματι.
Ὁ δὲ τοῦ Κομνηνοῦ Ἀνδρονίκου υἱός, ὃν προσεχῶς εἰρήκειμεν, οὐκ οἶδ᾿ εἴτε τῆς πατρικῆς ἀποστασίας ἀναπληρῶσαι τὸ μέτρον βουλόμενος, εἴτε τῷ τεκόντι ἐπαμῦναι προθέμενος, πρόσεισι μετὰ βραχὺ τῆς τοῦ πατρὸς πηρώσεως τῷ μεγίστῳ ναῷ, ποθῶν ἐκεῖθεν εἰς βασιλείαν ἀναρπασθῆναι καὶ ἀναρρηθῆναι πρὸς τοῦ συνειλεγμένου λεώ. ἦν δὲ ἑορτή. ἀλλ᾿ οὔπω τοῖς συνελθοῦσι κατὰ τὸ τέμενος ὁ τρόπος ἔγνωστο καθ᾿ ὃν ἐκεῖσε εἰσέδραμε, καὶ χειροῦται ὡς ἀποστὰς καὶ στέρεται τοῦ φωτός, μὴ ταῖς τῶν προσιόντων καὶ τῶν κατὰ σκοπὸν ἀποπεσόντων ποιναῖς παιδευθείς. καὶ δέον ἄλλον τινὰ [274C] εἶναι τὸν ὕστατα τιμωρούμενον ὡς βασιλείας ἐρῶντα καὶ τῷ τεμένει προσιόντα, οὗτος ἐπισφράγισμά τι καὶ τελευτὴ γέγονε τῶν ἀποστατῶν· οὐ γὰρ ἔκτοτέ τις τὴν αὐτὴν βαδίσαι προέθετο.