Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/8

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (8)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (8)

8. Φιλοτίμως δὲ ὑπὸ τῶν Ἀρμενίων προσδεχθεὶς, καὶ συχνὰς ἐκεῖσε ἡμέρας προσδιατρίψας ἐς τὴν Ἀντιόχου πόλιν ὥρμητο μεταχωρεῖν, μέγα ἀεὶ περιβαλλόμενος ὄνομα ἐπί τε συνέσει καὶ τῷ ἀκαταμαχήτῳ στρατεύματι καὶ μηδὲν ἔχων ὑπαντιάζον πολέμιον. γενόμενος δὲ κατά τινα ποταμὸν (ὢ τῶν ὑπὲρ δόξαν καὶ ἀέλπτων περιπτώσεων, ἢ μᾶλλον εἰπεῖν [266B] τῶν ἀνεφίκτων ἀνθρώποις κριμάτων θεοῦ) ταῖς τῶν ὑδάτων δίναις ἐναποπνίγεται, ἀνὴρ διὰ μνήμης ἄγεσθαι ἀγαθῆς τε καὶ διηνεκοῦς καὶ μακαρίζεσθαι δικαίως τοῦ τέλους παρὰ τοῖς ἐχέφροσιν ἄξιος, οὐ μόνον ὅτι περ εὖ εἶχε γένους καὶ πολλῶν ἐκ τριγονίας κατῆρχεν ἐθνῶν, ἀλλ' ὅτι καὶ τῷ τοῦ Χριστοῦ πόθῳ πυρούμενος ὑπὲρ τοὺς ὁπουδήποτε τῶν τότε Χριστιανῶν αὐτοκράτορας, πατρίδα καὶ χλιδὴν βασίλειον καὶ ἀνάπαυλαν καὶ τὸν οἴκοι μετὰ τῶν φιλτάτων ὄλβον καὶ τὸν ὑπερήφανον βίοτον παρωσάμενος, εἵλετο συγκακουχεῖσθαι τοῖς κατὰ Παλαιστίνην Χριστιανοῖς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ τῆς τοῦ ζωοπαρόχου τάφου τιμῆς, τὴν ἀλλοτρίαν τῆς οἰκείας προκρίνας, μηδ' ὑποχαλασθεὶς τῆς ὁρμῆς τοῖς [266C] παρασάγγαις τῆς δολιχῆς καὶ πάσης ἀργαλέας ὁδοῦ καὶ τοῖς ἐκ τῶν ἐθνῶν κινδύνοις, δι' ὧν παρέρχεσθαι ἤμελλεν. οὐδὲ τὸ στενὸν ὕδωρ καὶ ὁ μετρητὸς ἄρτος, καὶ οὗτος ὠνητός, ἐνιαχοῦ δὲ καὶ ἐπίβουλος, ἐξέκρουσαν αὐτὸν τῆς προθέσεως. οὐδὲ τέκνων περιχύσεις καὶ περιβολαὶ μετὰ δακρύων καὶ ὕστατοι ἀσπασμοὶ τὴν αὐτοῦ ψυχὴν συγκεχύκασιν ἢ ἐξεθήλυναν· ἀλλὰ κατὰ τὸν ἀπόστολον Παῦλον μὴ ἔχων τὴν αὐτοῦ ψυχὴν τιμίαν παρ' ἑαυτῷ, ἐπορεύετο μὴ μόνον δησόμενος ἀλλὰ καὶ ἀποθανούμενος ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ. οὕτως ἀποστολικὸς ἦν τοῦ ἀνδρὸς ὁ ζῆλος καὶ θεοφιλὴς ὁ σκοπὸς καὶ τῶν ὑπερτελῶν τὸ κατόρθωμα, οἱ πρὸς τὴν ἀνάντη πολιτείαν τῆς εὐαγγελικῆς ὑψηγορίας ὅλον τὸν νοῦν ἀνατείναντες καὶ πρὸς ταύτην ἅπαντα τὸν δρόμον συντείναντες τὰ κατὰ [266D] τὸν βίον ἁπαξαπλῶς ὡς σκύβαλα παρεβλέψαντο. καὶ ὁ μέν, ὡς ἐμὸν τὸν πείθω, μακαριστοῦ τετύχηκε τέλους· ὁ δ' ἐκείνου υἱὸς τὴν πατρῴαν ἀρχηγίαν δεξάμενος τὴν Ἀντιόχειαν εἰσελήλυθεν, ἐκεῖθεν δ' ἀφιγμένος εἰς τὴν προσωτέρω Κοίλην Συρίαν Λαοδίκειαν κατεστήσατο καθ' ἑαυτὴν στασιάζουσαν καὶ πρὸς τοὺς ἐξ Ἰσμαὴλ μεταρρέπουσαν, καὶ Βηρυτὸν πόνῳ οὐδενὶ παρεστήσατο, καὶ ἄλλας πλείστας Συριακὰς ὑπηγάγετο πόλεις, Λατίνοις μὲν ὑπηκόους πρότερον, τότε δὲ προσκεχωρηκυίας Σαρακηνοῖς. ἀλλὰ καὶ κατὰ τὴν Τύρον ἀφιγμένος καὶ πολιορκήσας τὸ Ἄκε, ὑπὸ Ἰσμαηλιτῶν [267A] κατεχόμενον, καὶ μογήσας ἐφ' ἱκανὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ αὐτὸς ἐκεῖσε τὴν ζωὴν καταλέλυκε. τὸ δὲ περιλειφθὲν τοῦ στρατεύματος οὐκέτι διὰ τῆς ἠπείρου θέσθαι τὴν ἐπάνοδον ἐδοκίμασεν, ἀπιστίαν κατεγνωκὸς τῶν ἐθνῶν δι' ὧν παρώδευσε, πλοίων δ' εὐπορῆσαν στρογγύλων, ἅπερ ἦσαν ἐκ τῶν ὁμοφύλων αὐτοῖς γενῶν εἰς Τύρον καταίροντα, τοῖς οἴκαδε ἀνασώζεται.
   Τῷ καιρῷ δὲ τούτῳ οὐ μόνον Ἀλαμανοὶ κατὰ τῶν τὴν Παλαιστίνην κατασχόντων καὶ τὴν Ἱερουσαλὴμ ἐκπορθησάντων Σαρακηνῶν ἐστράτευσαν, ἀλλὰ καὶ ὁ ῥὴξ Φραγγίας καὶ [267B] ὁ τῶν πελεκυφόρων κατάρχων Βρεττανῶν, οὓς νῦν φασὶν Ἰγγλίνους, ναῦς ὅτι πλείστας ἐκ Σικελίας καὶ τῆς κατὰ τὴν Ἰταλίαν ἠπείρου ἀγείραντες, σίτου τε αὐτὰς ἐμπλησάμενοι καὶ τῶν ἄλλων ἐπιτηδείων εἰς Τύρον ἔπλευσαν· ταύτην γὰρ τὴν πόλιν εἶχον οἱ ἀθροιζόμενοι ναύσταθμον καὶ πρὸς τὸν κατὰ Σαρακηνῶν πόλεμον ὁρμητήριον. πλὴν οὐδ' οὗτοι τῆς ἁγίας πόλεως ἐξελάσαι ἴσχυσαν τοὺς Σαρακηνούς, ἀλλ' ἀτέλεστον ἀφεικότες ὃ προέθεντο ἔργον, τοῦ πρὸς τὰς πατρίδας πάλιν ἥψαντο πλοῦ. ὁ δέ γε τῶν Ἰγγλίνων ῥὴξ ἐν τῇ ἀναγωγῇ κατάρας εἰς Κύπρον αὐτῆς τε ἐκράτησε, καὶ τὸν ταύτης τύραννον, ἢ μᾶλλον εἰπεῖν ἀπάνθρωπον καὶ δυσμείλικτον [267C] ὀλοθρευτήν, Ἰσαάκιον τὸν Κομνηνόν, συλλαβὼν τὰ μὲν πρῶτα εἶχεν ἐν δεσμοῖς, μικρῷ δὲ ὕστερον ἐκεῖθεν ἐκτοπίσας τὸν ἀλιτήριον ὅσα καὶ ἀνδράποδόν τινι τῶν ὁμογλώττων ἀπεχαρίσατο. καὶ αὐτὸς μὲν εἰς Παλαιστίνην κατέπλευσεν, ἐν δὲ τῇ Κύπρῳ καταλείψας στράτευμα ὡς οἰκείας ἤδη τῆς νήσου ἀντεποιεῖτο, καὶ στέλλων ἐς τὴν νῆσον νῆας φορταγωγοὺς τὰ πρὸς τὸ ζῆν ἐκεῖθεν ἐφορολόγει. ἐν δὲ τῷ μεθίστασθαι τῆς Παλαιστίνης ὡς σφετέραν ἐδωρήσατο χώραν τὴν Κύπρον τῷ τῶν Ἱεροσολύμων ἡγήτορι ῥηγί, ἵνα τὰς οἰκείας ποιοῖτο διατριβὰς ἐκεῖσε, ἐκεχειρίαν ἄγων ἐκ τῶν πολέμων οἷα τὴν οἰκείαν ἀρχὴν ἀποβαλόμενος, καὶ κατάρχῃ τῶν Κυπρίων ὡς ὑπ' ἐκείνου τῷ κυριακῷ προσκληρωθείσης μνήματι καὶ συναφθείσης τοῖς τῆς Παλαιστίνης ὁρίσμασι. καὶ ταῦτα μὲν οὑτωσί.