Χρονική Διήγησις/Ιωάννης Κομνηνός/3
←Ιωάννης Κομνηνός (2) | Χρονική Διήγησις Συγγραφέας: Ιωάννης Κομνηνός (3) |
Ιωάννης Κομνηνός (4)→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
Ἡμερῶν δὲ οὐ συχνῶν διαγενομένων τὴν εἰς τὰ ἀρχεῖα πάροδόν τε καὶ ἔξοδον ἀνῆκε τῷ βουλομένῳ παντὶ τῶν τε κοινῶν πραγμάτων ἐφήπτετο καθάπερ ᾑρεῖτο, ὡς ἤδη ἐν τῷ ἀσφαλεῖ καθεστώς. ἀλλὰ καὶ τοῖς ἐκ γένους καὶ οἰκειώσεως αὐτῷ προσεγγίζουσι κατὰ τὸ ἀνάλογον προσφερόμενος ἁρμοδίους ἑκάστῳ ἀπένεμε τὰς τιμάς, τῷ γε μὴν Ἰσαακίῳ τῷ κασιγνήτῳ προστετηκὼς συμφυὴς καὶ ὁμόπνους ἐδείκνυτο, καὶ ὡς φιλοῦντι μὲν ὑπὲρ ἅπαντας, μάλιστα δ΄ ὡς τὰ πάντα [7A] ἢ τὰ πλείω εἰσενέγκαντι πρὸς τὴν κατάσχεσιν τῆς ἀρχῆς· τοῦτον γὰρ καθισταμένης ἔτι τῆς βασιλείας καθέδρας τε καὶ τραπέζης ἐξ ἴσου κοινωνὸν παρελάμβανε καὶ μετεδίδου τῆς ἀναρρήσεως, ὁποία ἐπιπρεπὴς τῷ τοῦ σεβαστοκράτορος ἀξιώματι, ᾧ πρὸς τοῦ πατρὸς Ἀλεξίου τετίμητο Ἰσαάκιος. καὶ φροντιστὰς δὲ τῶν δημοσίων πραγμάτων προυβάλετο ἐκ τoῦ καθ΄ αἷμά οἱ προσεγγιζόντων τὸν Κομνηνὸν Ἰωάννην, ὃν καὶ τῷ τοῦ παρακοιμωμένου τετίμηκεν ἀξιώματι, καὶ τὸν Ταρωνίτην Γρηγόριον, γεγονότα πρωτοβεστιάριον. ἀλλ΄ ὁ μέν ὅτι μὴ τῷ δακτύλῳ τὸ πᾶν διεπέττευε, σοβαρὰν προφαίνων ὀφρὺν [7B]καὶ φρονηματώδης ὡς οὔ τις ἄλλος δεικνύμενος, τὸν φροντιστὴν ἀπεφορτίσατο τάχιον· ὁ δέ γε Γρηγόριος τῆς προκειμένης ἐχόμενος, μηδὲ μακρὰ βιβὰς ἢ γοῦν ἐκτείνων πόδας ὑπερβαθμίους, μονιμωτέρας ἰσχύος μετείληχε. παρεζεύχθη δ΄ ἐς ὕστερον τουτωῒ καί τις Γρηγόριος ἕτερος, ᾧ Καματηρὸς ἡ ἐπίκλησις. ὁ δ΄ ἀνὴρ οὗτος ἐλλόγιμος μέν, τὸ δὲ γένος οὐκ εὐπρεπὴς οὐδ΄ ἐπίπαν εὐπάρυφος, τῷ βασιλεῖ δὲ προσληφθεὶς Ἀλεξίῳ καὶ τοῖς ὑπογραμματευομένοις καταλεγεὶς τὰς ἐπαρχίας ἀμφεποτᾶτο, κἀκ τοῦ τάσσειν φόρους ταύταις πλοῦτον τιθαιβώσσων βαθὺν ἠράσθη κατὰ κῆδος βασιλεῖ συναφθῆναι. οὐκοῦν καὶ προσπλακεὶς μιᾷ τῶν ἐκείνου συγγενῶν λογοθέτης τῶν σεκρέτων προυβέβλητο. ἴσχυε δ΄ ὑπὲρ πάντας παρὰ τῷδε τῷ βασιλεῖ καὶ τὰς πρώτας ἐκαρποῦτο τιμὰς ὁ Ἀξοῦχος Ἰωάννης. ἦν δ΄ οὗτος Πέρσης τὸ [7C]γένος, τῆς δὲ Βιθυνῶν προκαθημένης πόλεως Νικαίας τῆς τῶν Περσῶν δυναστείας ἀπαλλαγείσης, ὅτε Βαϊμοῦνδος τῆς ἐς Παλαιστίνην πορείας εἴχετο, συνέχεται καὶ αὐτὸς καὶ τῷ βασιλεῖ Ἀλεξίῳ δῶρον παρέχεται. ἧλιξ δ΄ ὢν Ἰωάννῃ τῷ βασιλεῖ συμπαίστωρ αὐτῷ προσείληπτο καὶ τῶν οἰκιδίων καὶ προκοίτων ὁ προσφιλέστερος κρίνεται. ἐπεὶ δ΄ ἐπέβη τῆς βασιλείας, πᾶσαν ὑπερανέβη πρεσβυτέραν παραδυνάστευσιν, μέγας τιμηθεὶς δομέστικος, ὡς καὶ πολλοὺς τῶν ἐριτίμων κατὰ γένος βασίλειον ἀποβαίνειν τοῦ ἵππου καὶ τούτῳ ἀπονέμειν προσκύνησιν κατὰ συγκυρίαν ὑπαντιάζοντας. ἦσαν δὲ τῷ ἀνδρὶ τῷδε οὐ μόνον χεῖρες δεδιδαγμέναι πρὸς [7D]πόλεμον, ἀλλὰ καὶ πρὸς εὐποιΐαν τῶν δεομένων ὀξεῖαί τινες καὶ εὐκίνητοι. ἀτὰρ τὸ εὐγενὲς τῆς γνώμης καὶ ἐλευθέριον τὸ μὴ ἔχον οὕτω τοῦ γένους τὰ πολλὰ συνεσκίαζε καὶ ποθεινὸν παρὰ πᾶσι τὸν Ἀξοῦχον ἀπειργάζετο.
Ἀλλ΄ οὔπω ἐνιαυτὸς ἀκριβῶς τῷ βασιλεῖ διεγένετο, καὶ καττύεται τούτῳ παρὰ τῶν ἐκ γένους ἐπιβουλή, καθ΄ ὃν οὐκ ἔχει τις τρόπον εἰπεῖν, κατ΄ αὐτοῦ βαρυμηνιώντων καὶ ὄμμα οἱ ἐπιρριπτούντων βάσκανον. ἀμέλει τοι καὶ σύστρεμμα τεκτήναντες πονηρὸν καὶ πίστεις δόντες ἀλλήλοις τῷ Βρυεννίῳ πάντες προστίθενται, καὶ παραχωροῦσι τούτῳ τῆς βασιλείας ὡς λογικῶν μετόχῳ παιδεύσεων καὶ εἶδος τυραννικὸν προφαίνοντι καὶ κατὰ κῆδος προφερεστέρῳ βασιλικόν· ὡς γὰρ φθάσαντες εἴπομεν, τῇ τοῦ βασιλέως ἀδελφῇ τῇ καισαρίσσῃ Ἄννῃ συνέζευκτο, ἥτις δὴ τῆς τῶν ἐπιστημῶν πασῶν ἐπόχου φιλοσοφίας ἐδείκνυτο μέλημα καὶ πρὸς πᾶσαν [8A] ἐρρύθμιστο μάθησιν. τάχα δ΄ ἂν καὶ νυκτὸς ἐπέθεντο μεθ΄ ὅπλων τῶν φονουργῶν αὐλιζομένῳ τῷ βασιλεῖ κατὰ τὸ μικρὸν ἄποθεν τῶν χερσαίων πυλῶν ἱππήλατον Φιλοπάτιον, δώροις προδιαφθείραντες ἁδροῖς τὸν ἐπὶ τῶν εἰσόδων τῆς πόλεως, εἰ μὴ τὸ εἰωθὸς ὑπόνωθρον καὶ χαλαρὸν πρὸς βασιλείας ἐπίθεσιν τῆς ἐγχειρήσεως ἔπαυσε τὸν Βρυέννιον, αὐτόν τε μένειν κατὰ χώραν παραβιάσαν τῶν ξυνθηκῶν λαθόμενον, καὶ κατασβέσαν τὸ θερμὸν τῶν συνελθόντων φρόνημα, ὅτε καὶ λέγεται τὴν Καισάρισσαν Ἄνναν πρὸς τὸ χαῦνον τοῦ ταύτης ἀνδρὸς δυσχεραίνουσαν ὡς πάσχουσαν δεινὰ διαπρίεσθαι καὶ τῇ φύσει τὰ πολλὰ ἐπιμέμφεσθαι, ὑπ΄ [8B]αἰτίαν τιθεῖσαν οὐχὶ μικρὰν ὡς αὐτῇ μὲν ἐνδιασχοῦσαν τὸ ἄρθρον καὶ ἐγκοιλάνασαν, τῷ δὲ Βρυεννίῳ τὸ μόριον ἀποτείνασαν καὶ σφαιρώσασαν. φωραθέντων δ΄ ἡμέρας τῶν ὀμοτῶν οὐδένες μὲν αὐτῶν ἐς τὸ σῶμα διελωβήθησαν ἢ καθυπεβλήθησαν μάστιξι, τῶν δὲ οὐσιῶν ἐστέρηνται ἁπαξάπαντες. μετὰ δέ τινα καιρὸν καὶ αὗται τοῖς πλείοσιν αὐτῶν ἀπεδόθησαν, ἐξ αὐτῆς τῆς πρωτεργάτιδος τῆς ἐπιβουλῆς Ἄννης τῆς Καισαρίσσης τοῦ βασιλέως ἀρξαμένου φιλανθρωπεύεσθαι. ἀρχὴν δ΄ ἔσχε τοιάνδε τὸ οὑτωσὶ γεγονέναι. τὴν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ πλούτῳ παντοδαπῷ καὶ ποικίλοις ἐσθήμασιν οὐσίαν τῆς Καισαρίσσης καθ΄ ἕνα δόμον συνειλεγμένην ὁ βασιλεὺς Ἰωάννης ἐπιστὰς ἐθεᾶτο, ναὶ μὴν καὶ εἰπὼν [8C] ὡς «ἡ τάξις ἐπ΄ ἐμοί πως ἀντέστραπται· τὸ μὲν γὰρ συγγενὲς πολέμιον εὕρηται, τὸ δ΄ ἀλλότριον φίλιον· καὶ διὰ τοῦτο χρεὼν καὶ τὰ τοῦ πλούτου πρὸς τοὺς φιλοῦντας μεταρρυῆναι» πάντα εἰληφέναι τὸν μέγαν προσετετάχει δομέστικον. ὁ δ΄ εὐχαριστήσας ἐπὶ τούτοις τῷ βασιλεῖ φιλοδωρίαν μεγίστην μεταδιώκοντι, ᾔτησεν ἐνδοθῆναί οἱ τὰ εἰκότα διαλεχθῆναι. ὡς οὖν ἔλαβε τὸ ἐνδόσιμον, «εἰ καὶ βιαίων» ἔφη «πραγμάτων καὶ πολλῆς ἀδικίας γεμόντων ἦρξεν, ὦ βασιλεῦ, ἡ σὴ ἀδελφὴ καὶ ἔργοις αὐτοῖς τὸ συγγενὲς ἀπωμόσατο, ἀλλ΄ οὐχὶ καὶ τὴν ἐκ τῆς φύσεως κλῆσιν καθάπερ καὶ τὴν σχέσιν ἀπεβάλετο. ἀγαθοῦ τοίνυν βασιλέως εἰσέτι κασίγνητος [8D] μένουσα ἐκ μετανοίας τὸ φίλτρον αὖθις ἀνακαλέσεται, ὅ νῦν ἐκ παρανοίας ἀπώλεσε, τῇ φύσει χρησαμένη συλλήπτορι. φεῖσαι οὖν, ὦ δέσποτα, τῆς τῷ σῷ κράτει προσκεκρουκυίας ὁμογενοῦς καὶ κόλασον τῷ φιλανθρώπῳ λαμπρῶς ἤδη τῆς σῆς ἀρετῆς ἡττᾶσθαι ὁμολογοῦσαν· δὸς δὲ αὐτῇ καὶ τὰ κατ΄ ὄψιν προκείμενα, οὐχ ὡς ὄφλημα δίκαιον ἀλλ΄ ὡς δόμα ἑκούσιον, ἐπεὶ καὶ δικαιότερον ταῦτα ἐμοῦ κτήσαιτο, κλῆρον ὄντα πατρῷον κἀπὶ τὸ γένος αὖθις διαβησόμενα.» τούτοις ὁ βασιλεὺς πεισθείς, ἢ ἀληθέστερον εἰπεῖν αἰδεσθείς, σὺν προθυμίᾳ περατοῖ τὴν παραίφασιν, φάμενος ὡς «εἴην τοῦ ἄρχειν ἀνάξιος, εἰ σὺ περὶ τὸ γένος τοὐμὸν κριθείης φιλανθρωπότερος καὶ κέρδους περιττοῦ καὶ προχείρου ἀνώτερος». ἀμέλει τοι καὶ δίδωσι πάντα τῇ Καισαρίσσῃ καὶ σπένδεται. Εἰρήνη δὲ ἡ μήτηρ καὶ βασιλὶς κατ΄ οὐδένα τρόπον ἐλήλεγκται τῆς ἐπιβουλῆς μετέχουσα κατὰ τοῦ υἱοῦ· μᾶλλον μὲν οὖν [9A] ἐσέπειτα καὶ σοφόν τι λόγιον γνωματεῦσαι λέγεται, μαθοῦσα τὰ μελετώμενα, ὡς δεῖ βασιλέα μὲν οὐχ ὑπόντα ζητεῖν, παρόντα δὲ μὴ μετακινεῖν, καὶ ὡς «οἵας μοι τὰς ὠδῖνας οἱ σφαγεῖς ἐχάλκευον τοῦ υἱοῦ, δριμυτέρας δήπουθεν ὧν ἐν τῷ τίκτειν ὠδίνων πεπείραμαι, ὅτι καὶ πρὸς φῶς αἱ μὲν κατήπειγον τὸ κυοφορούμενον, αἱ δ΄ ἐξ ᾅδου κευθμώνων διὰ μέσων μου τῶν σπλάγχνων χωροῦσαι λυπεῖν ἀθάνατα ἤμελλον».