Μετάβαση στο περιεχόμενο

Χρησμοί Σιβυλλιακοί/Πρόλογος

Από Βικιθήκη
Χρησμοί Σιβυλλιακοί
Πρόλογος


1 Εἰ τὸ περὶ ἀνάγνωσιν τῶν Ἑλληνικῶν γραφῶν ἐκπονεῖν 2 πολλὴν τοῖς ἐκτελοῦσι τὴν ὠφέλειαν ἀπεργάζεται, ἅτε πολυμαθεῖς 3 τοὺς περὶ ταῦτα πονήσαντας ἐκτελέσαι δυνάμενον, 4 πολλῷ μᾶλλον περὶ τὰς θείας γραφὰς ἅτε περὶ θεοῦ καὶ τῶν 5 ὠφέλειαν ψυχικὴν προξενούντων δηλούσας τοὺς εὖ φρονοῦντας 6 προσήκει σχολάζειν διὰ παντὸς διπλοῦν ἐκεῖθεν τὸ κέρδος κερδαίνοντας 7 ἑαυτούς τε καὶ τοὺς ἐντυγχάνοντας ὠφελεῖν δυναμένους. 8 ἔδοξε τοίνυν διὰ ταῦτα κἀμὲ τοὺς ἐπιλεγομένους Σιβυλλιακοὺς 9 χρησμοὺς σποράδην εὑρισκομένους καὶ συγκεχυμένην τὴν 10 τούτων ἀνάγνωσιν καὶ ἐπίγνωσιν ἔχοντας εἰς μίαν συνάφειαν 11 καὶ ἁρμονίαν ἐκθέσθαι τοῦ λόγου, ὡς ἂν εὐσύνοπται τοῖς ἀναγιγνώσκουσιν 12 ὄντες τὴν ἐξ αὐτῶν ὠφέλειαν τούτοις ἐπιβραβεύσωσιν 13 οὐκ ὀλίγα τῶν ἀναγκαίων καὶ χρησίμων δηλοῦντες 14 καὶ πολυτελεστέραν ἅμα καὶ ποικιλωτέραν τὴν πραγματείαν ἀπεργαζόμενοι. 15 καὶ γὰρ περί τε πατρὸς {καὶ} υἱοῦ καὶ ἁγίου 16 πνεύματος, τῆς θείας καὶ ζῳαρχικῆς τριάδος, ἀριδήλως διασαφοῦσι 17 περί τε τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου καὶ θεοῦ 18 καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς ἐκ παρθένου φημὶ 19 ἀρρεύσατου γεννήσεως καὶ τῶν παρ᾽ αὐτοῦ τελεσθεισῶν ἰάσεων 20 ὡσαύτως τοῦ ζῳοποιοῦ πάθους αὐτοῦ καὶ τῆς ἐκ νεκρῶν 21 τριημέρου ἐγέρσεως καὶ τῆς μελλούσης γενέσθαι κρίσεως καὶ 22 ἀνταποδόσεως ὧν ἐν τῷ βίῳ τούτῳ ἐπράξαμεν ἅπαντες· πρὸς 23 τούτοις τὰ ἐν ταῖς Μωσαϊκαῖς γραφαῖς καὶ ταῖς προφητῶν 24 βίβλοις δηλούμενα περί τε τῆς κοσμικῆς κτίσεως {καὶ} τῆς τοῦ 25 ἀνθρώπου πλάσεως καὶ ἐκπτώσεως τοῦ παραδείσου καὶ αὖθις 26 ἀναπλάσεως τρανῶς διαλαμβάνουσι· περί τινων γεγονότων ἢ 27 καὶ ἴσως γενησομένων ποικίλως προλέγουσι· καὶ ἁπλῶς εἰπεῖν 28 οὐ μικρῶς ὠφελεῖν τοὺς ἐντυγχάνοντας δύνανται. 29 Σίβυλλα δὲ Ῥωμαϊκὴ λέξις ἑρμηνευομένη προφῆτις ἤγουν 30 μάντις· ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν. 31 Σίβυλλαι τοίνυν, ὡς πολλοὶ ἔγραψαν, γεγόνασιν ἐν διαφόροις 32 χρόνοις καὶ τόποις τὸν ἀριθμὸν δέκα. πρώτη οὖν ἡ Χαλδαία 33 ἤγουν ἡ Περσὶς ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη, ἐκ τοῦ 34 γένους οὖσα τοῦ μακαριωτάτου Νῶε, ἡ τὰ κατὰ Ἀλέξανδρον 35 τὸν Μακεδόνα λεγομένη προειρηκέναι· ἧς μνημονεύει Νικάνωρ ὁ 36 τὸν Ἀλεξάνδρου βίον ἱστορήσας· δευτέρα Λίβυσσα, ἧς μνήμην 37 ἐποιήσατο Εὐριπίδης ἐν τῷ προλόγῳ τῆς Λαμίας· τρίτη Δελφὶς 38 ἡ ἐν Δελφοῖς τεχθεῖσα, περὶ ἧς εἶπε Χρύσιππος ἐν τῷ περὶ _θεό— 39 τητος βιβλίῳ· τετάρτη ἡ Ἰταλικὴ ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας, ἧς 40 υἱὸς ἐγένετο Εὔανδρος ὁ τὸ ἐν Ῥώμῃ τοῦ Πανὸς ἱερὸν τὸ καλού— 41 μενον Λούπερκον κτίσας· πέμπτη ἡ Ἐρυθραία ἡ καὶ περὶ τοῦ 42 Τρωικοῦ προειρηκυῖα πολέμου, περὶ ἧς Ἀπολλόδωρος ὁ Ἐρυθραῖος 43 διαβεβαιοῦται· ἕκτη ἡ Σαμία ἡ κυρίῳ ὀνόματι καλουμένη Φυτώ, 44 περὶ ἧς ἔγραψεν Ἐρατοσθένης· ἑβδόμη ἡ Κυμαία ἡ λεγομένη 45 Ἀμάλθεια ἡ καὶ Ἐροφίλη, παρά τισι δὲ Ταραξάνδρα· Βεργίλιος δὲ 46 τὴν Κυμαίαν Δηιφόβην καλεῖ Γλαύκου θυγατέρα· ὀγδόη ἡ Ἑλλησ— 47 ποντία τεχθεῖσα ἐν κώμῃ Μαρμησσῷ περὶ τὴν πολίχνην Γεργι— 48 τίονα, ἥτις ἐνορία ποτὲ Τρῳάδος ἐτύγχανεν ἐν καιροῖς Σόλωνος 49 καὶ Κύρου, ὡς ἔγραψεν Ἡρακλείδης ὁ Ποντικός· ἐννάτη ἡ Φρυγία· 50 δεκάτη ἡ Τιβουρτία ὀνόματι Ἀβουναία. 51 Φασὶ δέ, ὡς ἡ Κυμαία ἐννέα βιβλία χρησμῶν ἰδίων προσεκόμισε 52 Ταρκυνίῳ Πρίσκῳ, τῷ τηνικαῦτα βασιλεύοντι τῶν Ῥωμαϊκῶν πραγμάτων τριακοσίους φιλιππείους ὑπὲρ αὐτῶν ζητήσασα. κατα— 54 φρονηθεῖσα δὲ καὶ οὐκ ἐρωτηθεῖσα τίνα ἐστὶ τὰ ἐν αὐτοῖς περι— 55 εχόμενα, πυρὶ παρέδωκεν ἐξ αὐτῶν τρία. αὖθίς τε ἐν ἑτέρᾳ 56 προσόδῳ τοῦ βασιλέως προσήνεγκε τὰ ἓξ βιβλία τὴν αὐτὴν ὁλκὴν 57 ἐπιζητήσασα. οὐκ ἀξιωθεῖσα δὲ λόγου πάλιν ἔκαυσεν ἄλλα τρία. 58 εἶτα ἐκ τρίτου ἐπιφερομένη τὰ περιλειφθέντα τρία προσῆλθεν 59 αἰτοῦσα τὸ αὐτὸ τίμημα λέγουσα, εἰ μὴ λάβοι, καίειν καὶ αὐτά. 60 τότε, φασίν, ὁ βασιλεὺς ἐντυχὼν αὐτοῖς καὶ θαυμάσας ἔδωκε μὲν 61 ὑπὲρ αὐτῶν ἑκατὸν φιλιππείους καὶ ἐκομίσατο αὐτά, παρεκάλει 62 δὲ περὶ τῶν ἄλλων· αὐτῆς δὲ ἀπαγγειλάσης μήτε τὰ ἴσα τῶν ἐμ— 63 πρησθέντων ἔχειν μήτε τι δίχα ἐνθουσιασμοῦ τοιοῦτον εἰδέναι, 64 ἔσθ᾽ ὅτε δέ τινας ἐκ διαφόρων πόλεων καὶ χωρίων ἐξειληφέναι 65 τὰ νομισθέντα αὐτοῖς ἀναγκαῖα καὶ ἐπωφελῆ καὶ δεῖν ἐξ αὐτῶν 66 συναγωγὴν ποιήσασθαι, τοῦτο τάχιστα καὶ πεποιήκασι. τὸ γὰρ 67 ἐκ θεοῦ δοθὲν ὡς ἀληθῶς μυχῷ κείμενον οὐκ ἔλαθε. πασῶν δὲ 68 τῶν Σιβυλλῶν τὰ βιβλία ἀπετέθησαν ἐν τῷ Καπιτωλίῳ Ῥώμης τῆς πρεσβυτέρας τῶν μὲν τῆς Κυμαίας κατακρυβέντων καὶ οὐ 70 διαδοθέντων εἰς πολλούς, ἐπειδὴ τὰ συμβησόμενα ἐν Ἰταλίᾳ ἰδικώ— 71 τερα καὶ τρανότερον ἀνεφώνησε, τῶν δὲ ἄλλων γνωσθέντων 72 ἅπασιν. ἀλλὰ τὰ μὲν τῆς Ἐρυθραίας προγεγραμμένα ἔχει τοῦτο 73 ἀπὸ τοῦ χωρίου ἐπικεκλημένον αὐτῇ ὄνομα· τὰ δέ γε ἄλλα οὐκ 74 ἐπιγράφονται ποῖα ποίας εἰσίν, ἀδιάκριτα δὲ καθέστηκε. 75 Φιρμιανὸς τοίνυν, οὐκ ἀθαύμαστος φιλόσοφος καὶ ἱερεὺς τοῦ 76 προλεχθέντος Καπιτωλίου γενόμενος, πρὸς τὸ αἰώνιον ἡμῶν φῶς 77 τὸν Χριστὸν βλέψας ἐν ἰδίοις πονήμασι τὰ εἰρημένα ταῖς Σιβύλλαις 78 περὶ τῆς ἀρρήτου δόξης παρέθηκε καὶ τὴν ἀλογίαν τῆς Ἑλληνικῆς 79 πλάνης δυνατῶς ἀπήλεγξε. καὶ ἡ μὲν αὐτοῦ ἔντονος ἐξήγησις τῇ 80 Αὐσονίᾳ γλώττῃ, οἱ δὲ Σιβυλλιακοὶ στίχοι Ἑλλάδι φωνῇ ἐξηνέχ— 81 θησαν. ἵνα δὲ τοῦτο μὴ ἄπιστον φαίνηται, μαρτυρίαν τοῦ προμνη— 82 μονευθέντος ἀνδρὸς παρέξομαι ἔχουσαν τόνδε τὸν τρόπον· ἐπεὶ 83 οὖν τὰ παρ᾽ ἡμῖν εὑρισκόμενα Σιβυλλιακὰ οὐ μόνον ὡς εὐπόριστα 84 τοῖς νοοῦσι τὰ Ἑλλήνων εὐκαταφρόνητά ἐστιν — τὰ γὰρ σπάνια 85 τίμια δοκεῖ — ἀλλὰ καὶ ὡς πάντων τῶν στίχων μὴ σῳζόντων 86 τὴν ἀκρίβειαν τοῦ μέτρου, ἀργοτέραν ἔχει τὴν πίστιν· αἰτία δὲ 87 αὕτη τῶν ταχυγράφων οὐ συμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου ἢ 88 καὶ ἀπαιδεύτων γενομένων, οὐ τῆς προφήτιδος· ἅμα γὰρ τῇ 89 ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. πρὸς ἃ καὶ ὁ Πλάτων 90 βλέψας ἔφη, ὅτι κατορθώσουσι πολλὰ καὶ μεγάλα πράγματα μηδὲν 91 εἰδότες ὧν λέγουσιν. ἡμεῖς οὖν ἐκ τῶν κομισθέντων ἐν Ῥώμῃ 92 ὑπὸ τῶν πρέσβεων ὅσα δυνατὸν παραθήσομαι ἐξηγήσατο τοίνυν 93 περὶ τοῦ ἀνάρχου θεοῦ τάδε· 94 Εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος· — 95 ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν 96 οὐρανὸν ἠέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην 97 καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου. 98 ὃς μόνος ἐστὶ θεὸς κτίστης ἀκράτητος ὑπάρχων· 99 αὐτὸς δ᾽ ἐστήριξε τύπον μορφῆς μερόπων τε 100 αὐτὸς ἔμιξε φύσιν πάντων, γενέτης βιότοιο. 101 ὅπερ εἴρηκεν ἢ καθὸ συνερχόμενοι εἰς σάρκα μίαν πατρὸς γίνονται 102 ἢ καθὸ ἐκ τῶν τεσσάρων στοιχείων ἐναντίων ὄντων ἀλλήλοις 103 καὶ τὸν ὑπουράνιον κόσμον καὶ τὸν ἄνθρωπον ἐδημιούργησεν.