Χρησμοί Σιβυλλιακοί/Βιβλίο ΣΤ
←Βιβλίο Ε | Χρησμοί Σιβυλλιακοί Βιβλίο ΣΤ |
Βιβλίο Ζ→ |
0 Λόγος ἕκτος 1 Ἀθανάτου μέγαν υἱὸν ἀοίδιμον ἐκ φρενὸς αὐδῶ, 2 ᾧ θρόνον ὕψιστος γενέτης παρέδωκε λαβέσθαι 3 οὔπω γεννηθέντι· ἐπεὶ κατὰ σάρκα τὸ δισσόν 4 ἠγέρθη, προχοαῖς ἀπολουσάμενος ποταμοῖο 5 Ἰορδάνου, ὃς φέρεται γλαυκῷ ποδί, κύματα σύρων. 6 ὃς πυρὸς ἐκφεύξας πρῶτος θεὸν ὄψεται ἡδύν 7 πνεύματι γινόμενον, λευκαῖς πτερύγεσσι πελείης. 8 ἀνθήσει δ᾽ ἄνθος καθαρόν, βρύσουσι δὲ πηγαί. 9 δείξω δ᾽ ἀνθρώποισι ὁδούς, δείξει δὲ κελεύθους 10 οὐρανίας· πάντας δὲ σοφοῖς μύθοισι διδάξει. 11 ἥξει δ᾽ ἔς τε δίκην καὶ πείσει λαὸν ἀπειθῆ 12 αἰνετὸν αὐχήσας πατρὸς γένος οὐρανίδαο. 13 κύματα πεζεύσει, νόσον ἀνθρώπων ἀπολύσει, 14 στήσει τεθνηῶτας, ἀπώσεται ἄλγεα πολλά· 15 ἐκ δὲ μιῆς πήρης ἄρτου κόρος ἔσσεται ἀνδρῶν, 16 οἶκος ὅταν Δαυὶδ φύῃ φυτόν· ἐν χερὶ δ᾽ αὐτοῦ 17 κόσμος ὅλος καὶ γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα. 18 ἀστράψει δ᾽ ἐπὶ γῆν, οἷόν ποτε πρῶτα φανέντα 19 εἶδον ἀπ᾽ ἀλλήλων πλευρῶν δύο γεννηθέντες. 20 ἔσσεται, ἡνίκα γαῖα χαρήσεται ἐλπίδι παιδός. 21 σοι δὲ μόνῃ, Σοδομῖτι γαίη, κακὰ πήματα κεῖται· 22 αὐτὴ γὰρ δύσφρων τὸν σὸν θεὸν οὐκ ἐνόησας 23 ἐλθόντα θνητοῖσιν ἐν ὄμμασιν· ἀλλ᾽ ἀπ᾽ ἀκάνθης 24 ἔστρεψας στεφάνῳ, φοβερὴν δὲ χολὴν ἐκέρασσας 25 εἰς ὕβριν καὶ πνεῦμα· τό σοι κακὰ πήματα τεύξει. 26 ὦ ξύλον ὦ μακαριστόν, ἐφ᾽ οὗ θεὸς ἐξετανύσθη, 27 οὐχ ἕξει σε χθών, ἀλλ᾽ οὐρανὸν οἶκον ἐσόψει, 28 ἡνίκα ἀστράψειε τὸ σόν, θεός, ἔμπυρον ὄμμα.