Μετάβαση στο περιεχόμενο

Χρησμοί Σιβυλλιακοί/Βιβλίο ΙΑ

Από Βικιθήκη
Χρησμοί Σιβυλλιακοί
Βιβλίο ΙΑ


0 Σιβύλλης λόγος ιαʹ 1 Κόσμε πολυσπερέων ἀνδρῶν καὶ τείχεα μακρά 2 καὶ πόλεις ἄπλητοι ἰδ᾽ ἔθνεα μυριόεντα 3 ἀντολίης δύσεως τε μεσημβρίης τε καὶ ἄρκτου 4 παντοδαπαῖς φωναῖς μεμερισμένα καὶ βασιλείαις· 5 ἀλλ᾽ ἅπερ ὑμῶν μέλλω τὰ κάκιστ᾽ ἀγορεύειν. 6 ἐξ οὗ γὰρ κατακλυσμὸς ἐπὶ προτέρους γένετ᾽ ἄνδρας 7 καὶ γενεὴν *πενίην* ἐξώλεσεν ὕδασι πολλοῖς 8 αὐτὸς ὁ παντοκράτωρ, ἕτερον δὲ γένος πόρεν ἄλλο 9 ἀκαμάτων ἀνδρῶν· οἳ οὐρανῷ ἀντιφέροντες 10 πύργον δωμήσαντ᾽ ἐς ἀθέσφατον ὕψος· ἀπ᾽ ἄλλων 11 γλῶσσαι δ᾽ αὖτ᾽ ἐλύθησαν· ἐπ᾽ αὐτοὺς δ᾽ ἤλυθεν ὀργή 12 ὑψίστοιο θεοῦ βεβολημένη, κἄπεσε πύργος 13 ἄσπετος· οἳ δὲ κακὴν γὰρ ἐπ᾽ ἀλλήλους ἔριν ὦρσαν. 14 δὴ τότε καὶ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, 15 ἐξ οὗ ταῦτ᾽ ἐγένοντο· μερίζετο γαῖα δ᾽ ἅπασα 16 ἀλλοδαπῶν ἀνδρῶν καὶ παντοδαπῶν διαλέκτων, 17 ὧν ἀριθμοὺς λέξω καὶ ἀκροστιχίοις ὀνομήνω 18 γράμματος ἀρχομένου καὶ τοὔνομα δηλώσαιμι. 19 πρώτη δ᾽ Αἴγυπτος βασιληίδα δέξεται ἀρχήν 20 ἔξοχον ἠδὲ δίκαιον· ἔπειτα δὲ φῶτες ἐν αὐτῇ 21 πολλοὶ ἐπάρξουσιν βουληφόροι· αὐτὰρ ἔπειτα 22 ἄρξει δεινὸς ἀνὴρ κρατερώτερος ἀγχιμαχητής· 23 οὔνομα δὲ σχήσει τοῦ ἀκροστιχίου τὸ γράμμα, 24 Φάσγανα δ᾽ ἐκτανύσειε κατ᾽ εὐσεβέων ἀνθρώπων. 25 *σῆμα δ᾽ ἔσται ἐκείνῳ* μέγα τούτου κρατέοντος 26 γαίῃ ἐν Αἰγύπτῳ, ἥτις μέγα κυδαίνουσα 27 ὀλλυμένας ψυχὰς λιμῷ τότε σιτοδοτήσει· 28 ἀντολίην θρέψει ἠδ᾽ Ἀσσυρίων γένος ἀνδρῶν 29 αὐτὸς δεσμώτης ὁ δικασπόλος· οὔνομα δ᾽ αὐτοῦ 30 *ἴσθιν . . . .* μέτρου δεκάτου ἀριθμοῖο. 31 ἀλλ᾽ ὁπόταν δεκάπληγος ἀπ᾽ οὐρανοῦ αἰγλήεντος 32 ἥξει ἐπ᾽ Αἴγυπτον, τότε σοι πάλι ταῦτα βοήσω. 33 αἰαῖ σοι, Μέμφι, αἰαῖ μεγάλη βασιλείη· 34 *ἐξολέσειε λαόν σου πολὺν* Ἐρυθραία θάλασσα. 35 ἔνθ᾽ ὁπόταν λείψωσι *πέδον πολύκαρπον* ὄλεθρον 36 λαὸς ὁ δωδεκάφυλος ἀπ᾽ ἀθανάτοιο κελευσθείς, 37 καὶ νόμον αὐτὸς ἄναξ δώσει θεὸς ἀνθρώποισιν. 38 Ἑβραίοις δ᾽ ἄρ᾽ ἔπειτα μέγας βασιλεὺς μεγάθυμος 39 ἄρξει, ἀπ᾽ Αἰγύπτου ψαμαθώδεος οὔνομ᾽ ἔχων τι{ς}, 40 ψευδόπατρις Θηβαῖος ἀνήρ· Μέμφιν δ᾽ ἀγαπήσει 41 δεινὸς ὄφις, καὶ πολλὰ *φυλάξεται* ἐν πολέμοισιν. 42 δωδεκάτης δεκάδος περιτελλομένης βασιλείας 43 ἕπτ᾽ ἐπὶ καὶ δεκάτης ἐτέων ἑκατοντάδος, ἄλλων 44 πέντ᾽ ἐπιλειπομένων, τότε δὴ Περσηίδος ἀρχή. 45 καὶ τότ᾽ Ἰουδαίοις σκότος ἔσσεται οὐδὲ φυγοῦνται 46 λιμὸν καὶ λοιμὸν δυσανάσχετον ἤματι κείνῳ. 47 ἀλλ᾽ ὁπόταν ἄρξῃ Πέρσης καὶ σκῆπτρα προλείψῃ 48 *υἱὸς υἱωνοῖο* περιτελλομένων ἐνιαυτῶν 49 ἐς μούνας πέντε τετράδας *δεκατεύσει δὲ ταύτας 50 ἐννεάδας τελεθεὶς ἑκατὸν* καὶ πάντ᾽ ἀποτίσεις· 51 καὶ τότ᾽ ἔσῃ, Περσηΐ, λάτρις Μήδοισι δοθεῖσα, 52 πληγαῖς ὀλλυμένη διά [τε] κρατερὰς ὑσμίνας. 53 αὐτίκα δὴ Πέρσαισι καὶ Ἀσσυρίοις κακὸν ἔσται 54 πάσῃ τ᾽ Αἰγύπτῳ, Λιβύῃ τ᾽ ἠδ᾽ Αἰθιόπεσσιν 55 Καρσί τε Παμφύλοισιν ἰδ᾽ ἄλλοις πᾶσι βροτοῖσιν. 56 καὶ τότε υἱωνοῖς δώσει βασιλήιον ἀρχήν, 57 οἳ πάλι πορθήσουσι γένη πολλοῖσι λαφύροις 58 γαῖαν ἀφαρπάζοντες ὅλην μὴ συμπαθέοντες. 59 αἴλινα θρηνήσουσι λυγροὶ παρὰ Τίγριδι Πέρσαι. 60 Αἴγυπτος δάκρυσιν πολλὴν χθόνα ἀρδεύσειεν. 61 καὶ τότε σοι, Μηδεία γαίη, κακὰ πολλὰ ποιήσει 62 Ἰνδογενὴς πολύολβος {ἄναξ}, ἄχρι πάντ᾽ ἀποτίσεις, 63 ὅσσα πάρος πεποίηκας ἀναιδέα θυμὸν ἔχουσα. 64 αἰαῖ σοι, Μήδειον ἔθνος, μετέπειτα λατρεύσεις 65 ἀνδράσιν Αἰθιόπεσσιν ὑπὲρ Μεροηίδα χώραν· 66 ἕπτ᾽ ἐπὶ τοῖς προσθεῖσ᾽ ἑκατὸν λυκάβαντας ἀπ᾽ ἀρχῆς 67 πληρώσεις, δύστηνε, χ᾽ ὑπὸ ζυγὸν αὐχένα θήσεις. 68 καὶ τότε κυανόχρως πολιοπλόκαμος μεγάθυμος 69 Ἰνδὸς ἄναξ μετέπειτα γενήσεται, ὃς κακὰ πολλά 70 θήσει ἐπ᾽ ἀντολίης διὰ κρατερὰς ὑσμίνας· 71 καὶ σέ γε λωβήσει μᾶλλον παρὰ πάντας ὀλέσσει. 72 ἀλλ᾽ ὅταν *εἰκοστὸν ἔτος καὶ* δέκατον βασιλεύσῃ 73 ἕπτ᾽ ἐπὶ καὶ δέκατον, τότε δὴ βασιληίου ἀρχῆς 74 πᾶν ἔθνος οἰστρήσει καὶ ἐλευθερίην ἀναδείξει 75 λείψας δούλιον *αἷμ᾽* ἐπὶ τρεῖς μονάδας ἐνιαυτῶν. 76 ἀλλὰ πάλιν ἥξει καὶ ὑπὸ ζυγὸν αὐχένα θήσει 77 πᾶν ἔθνος ἀνθρώπων κρατερῷ πάλιν, ᾗ πάρος ἦεν 78 δουλεῦον βασιλεῖ, καὶ ἑκουσίως ὑποτάξει. 79 ἔσσεται εἰρήνη μεγάλη κατὰ κόσμον ἅπαντα. 80 καὶ τότε δ᾽ Ἀσσυρίοις βασιλεὺς μέγας ἔσσεται ἀνήρ, 81 ἄρξει καὶ πάντας πείσει καταθύμια βάζειν, 82 ἅσσα θεὸς νομίμως διετάξατο· καὶ τότε τοῦτον 83 φρίξουσιν πάντες βασιλεῖς κομόωντες ἀκωκαῖς 84 δειμαλέοι καὶ ἄναυδοι, ὑπερμενέες τ᾽ ἐρατωποί 85 τούτῳ δουλεύσουσι θεοῦ μεγάλου διὰ βουλάς. 86 πείσει γὰρ τὰ ἅπαντα λόγῳ καὶ πάνθ᾽ ὑποτάξει 87 καὶ ναὸν μεγάλοιο θεοῦ καὶ βωμὸν ἐραννόν 88 αὐτὸς δωμήσει κρατερῶς, εἴδωλα δὲ ῥίψει· 89 φῦλα δὲ καὶ γενεὴν πατέρων καὶ νήπια τέκνα 90 εἰς ἓν συγκομίσας οἰκήτορας ἀμφιβαλεῖται· 91 οὔνομα δὲ σχήσειε διακοσίων ἀριθμοῖο, 92 ὀκτωκαιδεκάτης γραμμῆς σημήια δείξει. 93 ἀλλ᾽ ὁπόταν δεκάσιν περιτελλομένῃσι κρατήσῃ 94 ταῖς δύο καὶ πρὸς πέντ᾽, ἐλθὼν ἐπὶ τέρμα χρόνοιο, 95 ἔσσονται δὲ τόσοι βασιλεῖς, ὅσα φῦλα τὰ θνητῶν, 96 ὅσσαι φῆτραι, ὅσαι δὲ πόλεις, ὅσσαι δέ τε νῆσοι, 97 ἤπειροι μακάρων ἠδ᾽ ἀγλαόκαρποι ἄρουραι. 98 εἷς ἔσται δὲ μέγας τούτων βασιλεὺς ἀγὸς ἀνδρῶν· 99 εἴξουσιν δ᾽ αὐτῷ πολλοὶ βασιλεῖς μεγάθυμοι, 100 καὶ τούτῳ παισίν τε καὶ υἱωνοῖς πολυόλβοις 101 δώσουσιν μοίρας βασιληίδος εἵνεκεν ἀρχῆς 102 ἐς δεκάδας δεκάδων ὀκτώ, μονάδας { τ᾽ } ἐπὶ ταύταις 103 ἓξ ἐτέων· ἄρξει καὶ ἐς ὕστατον ἀντειλοῦσιν. 104 ἡνίκα θὴρ βριαρὸς δ᾽ ἥξει σὺν Ἄρηι κραταιῷ, 105 καὶ τότε σοι, βασίλισσα γαίη, χόλος ἐξαναφύσει. 106 αἰαῖ σοι, Περσὶς γῆ, ὅσσ᾽ ἐκχύματα δέξῃ 107 αἵματος ἀνδρομέου, ὁπόταν ἥξει σοι ἐκεῖνος 108 ὀμβριμόθυμος ἀνήρ· τότε τοι πάλι ταῦτα βοήσω. 109 ἀλλ᾽ ὅταν Ἰταλίη προφύῃ μέγα θαῦμα βροτοῖσιν, 110 νηπιάχων μινύρισμα ἀκηρασίῃ παρὰ πηγῇ, 111 ἄντρῳ ἐπὶ σκιερῷ θηρὸς τέκνα μηλοφάγοιο, 112 οἵτινες ἀνδρωθέντες ἐφ᾽ ἑπτὰ λόφοισι κραταιοῖς 113 πολλοὺς πρηνίξουσιν ἀναιδέα θυμὸν ἔχοντας, 114 ἀμφότεροι ἀριθμῶν ἑκατόν, οἷς οὔνομα δείξει 115 σῆμα μέγ᾽ ἐσσομένων· καὶ ἑπτὰ λόφοισι δὲ τείχη 116 καρτερὰ δωμήσουσι καὶ ἀμφ᾽ αὐτοῖς βαρὺν Ἄρη 117 στήσουσιν. τότε δ᾽ αὖτ᾽ ἔσται ἐπανάστασις ἀνδρῶν 118 φυομένη περὶ σέ, μεγάλη καλλίσταχυ γαῖα, 119 Αἴγυπτε μεγάθυμε· ἀτὰρ πάλι ταῦτα βοήσω. 120 *πρὸς ἐπὶ — πληγὴν* μεγάλην οἴκοις ὑποδέξῃ, 121 καὶ πάλι σοι ἰδίων ἔσται ἐπανάστασις ἀνδρῶν. 122 ἄρτι δέ σε, τλῆμον Φρυγίη, κατοδύρομαι οἰκτρῶς· 123 ἥξει γάρ σοι ἅλωσις ἀφ᾽ Ἑλλάδος ἱπποδάμοιο 124 καὶ πόλεμος δεινός [τε] διὰ κρατερὰς ὑσμίνας. — 125 Ἴλιον, οἰκτείρω σε· ἀπὸ Σπάρτης γὰρ Ἐριννύς 126 ἥξει σοῖς μελάθροις ὀλοῷ κεκερασμένη ἄστρῳ· 127 σοὶ δὲ μάλιστα πόνους μόχθους στοναχάς τε γόους τε 128 θήσει, ἐπὰν ἄρξωσι μάχην εὖ εἰδότες ἄνδρες, 129 ἥρωες Ἑλλήνων ἀρηιφίλων ὄχ᾽ ἄριστοι. 130 τούτων δ᾽ εἷς ἔσται βασιλεύς, κρατερὸς αἰχμητής· 131 ἀμφὶ κασιγνήτῳ μετελεύσεται ἔργα κάκιστα. 132 αὐτοὶ δ᾽ αὖτ᾽ ὀλέσουσι Φρυγῶν κλυτὰ τείχεα Τροίης· 133 ἡνίκα δὶς πέντε περιτελλομένων ἐνιαυτῶν 134 πληρώσει πολέμοιο μιαιφόνα ἔργα Κρονίων, 135 αἰφνίδιος δὲ βροτοὺς ξύλινος δόμος ἀμφικαλύψει, 136 καὶ τοῦτον δέξῃ ἐπὶ γούνασιν οὐχὶ νοοῦσα 137 ἔγκυον Ἑλλήνων λόχον ἔμμεναι, ἡ βαρυπενθής· 138 αἰαῖ, *ἐν νυκτὶ μιᾷ* πόσους ὑποδέξεται Ἅιδης, 139 ἠδὲ λάφυρα πόσα πολυδακρύτοιο γέροντος 140 *ἄξει*· ἀγήρατον δ᾽ ἔσται κλέος ἐσσομένοισιν. 141 τοὔνομα δὲ σχήσει βασιλεὺς μέγας ἐκ Διὸς ἀνήρ 142 στοιχείου ἀρχομένου· ὃς ἐπεὶ νόστου τετύχῃσι, 143 δὴ τότε καὶ πέσεται δολίης ἐν χειρὶ γυναικός. — 144 ἄρξει δ᾽ ἐκ γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο 145 παῖς κλυτὸς ἡρώων, κρατερὸς καὶ ἄλκιμος ἀνήρ. 146 ἥξει δ᾽ ἐκ Τροίης μεγάλῳ πυρὶ δῃωθείσης 147 φεύγων ἐκ πάτρης φοβερὸν διὰ μῶλον Ἄρηος· 148 βαστάζων ὤμοισιν ἑὸν πρέσβυν γενετῆρα, 149 υἱὸν δ᾽ ἐν παλάμῃ κατέχων μόνον, εὐσεβὲς ἔργον 150 ῥέξει, παπταίνων [,ὅστις πυρὸς ἔσχισεν ὁρμήν 151 αἰθομένης Τροίης,] καὶ ἐπειγόμενος δι᾽ ὁμίλου 152 δειμαίνων περάσει γαῖαν φοβερήν τε θάλασσαν. 153 οὔνομα δὲ σχήσει τὸ τρισύλλαβον, οὐ γὰρ ἄσημον 154 στοιχεῖον ἀρχόμενον δηλοῖ τὸν ὑπέρτατον ἄνδρα. 155 καὶ τότ᾽ ἀναστήσειε πόλιν κρατερήν τε Λατίνων. 156 πέντ᾽ ἐπὶ { καὶ } δεκάτῳ ἔτεϊ ἐπὶ βένθεσιν ἅλμης 157 ὕδασιν ὀλλύμενος σχήσει θανάτοιο τελευτήν. 158 ἀλλά μιν οὐδὲ θανόντ᾽ ἐπιλήσεται ἔθνεα φωτῶν· 159 ἄρξει γὰρ γενεὴ τούτου μετόπισθεν ἁπάντων 160 ἄχρις ἐπ᾽ Εὐφράτου Τίγριος ποταμῶν ἀνὰ μέσσον 161 χώρης Ἀσσυρίων, ὅππη μηκύνετο Πάρθος. 162 ἔσσεται ἐσσομένοις, ὁπόταν τάδε πάντα γένηται. 163 καί τις πρέσβυς ἀνὴρ σοφὸς ἔσσεται αὖτις ἀοιδός, 164 ὃν πάντες καλέουσι σοφώτατον ἐν μερόπεσσιν, 165 οὗ κόσμος πραπίδεσσιν ὅλος παιδεύσεται ἐσθλαῖς· 166 γράψει γὰρ κεφαλαιωδῶς δύναμίν τ᾽ ἐπίνοιαν. 167 καί τε σαφῶς γράψει μάλ᾽ ἀθέσφατα ἄλλοτε ἄλλη 168 τοῖσιν ἐμοῖσι λόγοις μέτροις ἐπέεσσι κρατήσας· 169 αὐτὸς γὰρ πρώτιστος ἐμὰς βίβλους ἀναπλώσει 170 καὶ κρύψει μετὰ ταῦτα καὶ ἀνδράσιν οὐκέτι δείξει 171 ἐς τέλος οὐλομένου θανάτου, βιότοιο τελευτῆς. 172 ἀλλ᾽ ὁπόταν δὴ ταῦτα τελειωθῇ, ἅπερ εἶπον, 173 Ἕλληνες πάλιν αὖτις ἐπ᾽ ἀλλήλους μαχέονται· 174 Ἀσσύριοι Ἄραβές τε φαρετροφόροι τ᾽ ἔτι Μῆδοι, 175 Πέρσαι καὶ Σικελοὶ Λυδοί τ᾽ ἐπαναστήσονται, 176 Θρῇκες Βιθυνοί τε καὶ οἳ παρὰ ῥεύμασι Νείλου 177 ναίουσιν γαίην καλλίσταχυν· ἐν δὲ κυδοιμόν 178 πᾶσιν ὁμοῦ θήσει θεὸς ἄφθιτος. ἀλλὰ μάλ᾽ αἰνῶς 179 ἀνὴρ Ἀσσύριος νόθος Αἰθίοψ ἵξεται ἄφνω 180 θυμὸν ἔχων θηρὸς καὶ πάντ᾽ ἰσθμὸν διακόψει 181 παπταίνων, ἐπὶ πᾶσιν ἰὼν πέλαγος διαπλεύσει. 182 καὶ τότε σοι μάλα πολλὰ γενήσεται, Ἑλλὰς ἄπιστε. 183 αἰαῖ σοι, τλῆμον Ἑλλάς, ὅσα δεῖ σ᾽ ἀνοιμῶξαι. 184 ἕπτ᾽ ἐπὶ ὀγδοήκοντα ἐτῶν ἐπιτελλομενάων 185 παμφύλου φοβεροῦ πολέμου σκύβαλον λυγρὸν ἔσσῃ. 186 ἔνθα *Μακηδονίων* πάλιν ἔσσεται Ἑλλάδι πῆμα 187 καὶ Θρῄκην ὀλέσει πᾶσαν καὶ μῶλον Ἄρηος 188 νήσοις ἠπείροις τε φιλοπτολέμοις τε *τοράτροις*. ― 189 ἔσσετ᾽ ἐνὶ προμάχοισι, τὸ δ᾽ οὔνομα τοῦτο μεθέξει, 190 πεντήκοντ᾽ ἀριθμῶν δεκάκις στοιχεῖον ὃ δηλοῖ. 191 ἀρχὴν ὠκύμορος δὲ γενήσεται· ἀλλὰ μεγίστην 192 καλλείψει βασιλείαν ἀπειρεσίην τε κατ᾽ αἶαν. 193 αὐτὸς δ᾽ αὖ πέσεται ὑπὸ δουροφόρου κακοβούλου 194 *ζήσας ἐν συρίᾳ* ἡγούμενος οἷά περ οὐδείς. 195 ἄρξει δ᾽ αὖ μετέπειτα πάις τούτου μεγάθυμος 196 στοιχείου ἀρχομένου· γένους {δὲ} διέξοδος ἔσται. 197 οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα τοῦτον ἐροῦσιν 198 πάντες ὁμῶς, Κρονίδαο νόθον δ᾽ ὣς ἀναπλάσονται. 199 πολλῶν δ᾽ αὖ μερόπων ἀνδρῶν πόλεις ἐξαλαπάξει· 200 Εὐρώπῃ δὲ μέγιστον ἀνασταχυώσεται ἕλκος. 201 οὗτος καὶ Βαβυλῶνα πόλιν λωβήσεται λοιμῷ 202 καὶ πᾶσαν ὁπόσην ἐπιδέρκεται ἠέλιος γῆν, 203 ἀντολίῃ, κόσμον τε καταπλεύσει μόνος αὐτός. 204 αἰαῖ σοι, Βαβυλών, θριαμβίαισι λατρεύσεις, 205 δεσπότις αὐδηθεῖσα· κατ᾽ Ἀσίδος ἔρχεται Ἄρης, 206 ἔρχεται ἀτρεκέως καὶ σφάξει σου τέκνα πολλά. 207 καὶ τότε δ᾽ ἐκπέμψεις τὸν σὸν βασιλήιον ἄνδρα 208 τετράδος ἐξ ἀριθμοῦ συνώνυμον, ἐγχεσίμωρον 209 δεινὸν τοξοβόλον τε μετὰ κρατερῶν πολεμιστῶν. 210 καὶ τότε δὴ Κιλίκων καὶ Ἀσσυρίων μέσον ἕξει 211 λιμὸς καὶ πόλεμος· αὐτὰρ βασιλεῖς μεγάθυμοι 212 θυμοβόρου ἔριδος δεινὴν στάσιν ἀμφιβαλοῦσιν. 213 ἀλλὰ σὺ μὲν *φύγε πέρον τὸν βασιλῆα λεῖπε δ᾽ αὐτόν* 214 μηδὲ θέλῃς μενέειν μηδ᾽ αἴδεο δειλὸς ὑπάρχειν· 215 δεινὸς γάρ σε λέων ἐπιίξεται, ὠμοβόρος θήρ, 216 ἄγριος ἀλλοδίκης λώπην ἀμφειμένος ὤμοις. 217 φεῦγε κεραύνιον ἄνδρα. κακὸν δ᾽ Ἀσίῃ ζυγὸν ἥξει 218 καὶ πάλι πᾶσα χθὼν πίεται φόνον ὀμβρήεντα. 219 ἀλλ᾽ ὅταν Αἰγύπτου μεγάλην πόλιν ὀλβοδότειραν 220 στηρίξει Πελλαῖος Ἄρης, αὐτῷ δ᾽ ὀνομήνῃ, 221 μοῖραν καὶ θάνατον προδοθεὶς δολίως ὑφ᾽ ἑταίρων ― 222 Ἰνδοὺς γὰρ προλιπόντα καὶ ἐς Βαβυλῶνα μολόντα 223 βάρβαρος ἐξολέσει τοῦτον φόνος ἀμφὶ τραπέζαις. 224 ἄρξουσιν μετέπειτ᾽ ἄλλοι κατὰ φῦλον ἕκαστον 225 δημοβόροι βασιλεῖς καὶ ὑπερφίαλοι καὶ ἄπιστοι 226 ἐν ὀλίγοις ἔτεσιν· αὐτὰρ μεγάθυμος ἀγήνωρ, 227 *ὃς πᾶσιν Εὐρώπην* ἐπικαλαμήσεται γυμνήν, 228 ἐξότε πᾶσα χθὼν πίεται παμφύλιον αἷμα, 229 λείψει *ἀτὰρ βιότου μορφὴν ἰδίαν ἀναλώσας*. 230 ἔσσονται δ᾽ ἄλλοι βασιλεῖς δὶς τέσσαρες ἄνδρες 231 ἐκ γενεῆς τούτου, οἷς οὔνομα πᾶσι τὸ αὐτό. 232 ἔσται δ᾽ Αἴγυπτος νύμφη τότε κοιρανέουσα, 233 καὶ πόλις ἡ μεγάλη [τε] Μακηδονίοιο ἄνακτος, 234 πότνι᾽ Ἀλεξάνδρεια, κλυτὴ θρέπτειρα πολήων 235 κάλλει τε στίλβουσα, μόνη μητρόπτολις ἔσται. 236 καὶ τότε μεμφέσθω Μέμφις τοῖς κοιρανέουσιν. 237 εἰρήνη δ᾽ ἔσται βαθεῖα κατὰ κόσμον ἅπαντα· 238 γῆ δὲ μελάμβωλος καρποὺς τότε πλείονας ἕξει. 239 καὶ τότ᾽ Ἰουδαίοις κακὸν ἔσσεται οὐδὲ φυγοῦνται 240 λιμὸν καὶ λοιμὸν δυσανασχέτῳ ἤματι κείνῳ· 241 ἀλλὰ μελάμβωλος καλλίσταχυς ἡ νεόκοσμος 242 ὀλλυμένους πολλοὺς ὑποδέξεται ἀμβροσίη χθών. 243 ἀλλ᾽ ὀκτὼ βασιλεῖς ἑλώδεος Αἰγύπτοιο 244 πληρώσουσιν { ἐτῶν } ἀριθμοὺς τρεῖς καὶ τριάκοντα 245 πρός τε διακοσίους. αὐτὰρ γένος ἐξαπολεῖται 246 αὐτῶν οὐ πάντων, ῥίζη δέ γε ἐξαναφύσει 247 θηλυτέρη βροτολοιγός, ἑῆς προδότις βασιλείης. 248 ἀλλ᾽ αὐτοὶ κακότητι κατ᾽ αὐτῶν ἔργα πονηρά 249 ῥέξουσιν μετέπειτα καὶ ἄλλος ἄλλον ὀλέσσει· 250 [κόψει πορφύρεος γενέτης γενετῆρα μαχητήν 251 καὐτὸς ἀφ᾽ υἱῆος, πρὶν δὴ φυτὸν ἄλλο φυτεύσει, 252 ἐκλείψει· ῥίζη δ᾽ ἀναθηλήσει μετέπειτα 253 αὐτοφυής· τοῦ δὴ παραφυόμενον γένος ἔσται.] 254 ἔσται γὰρ χώρης βασιλὶς παρὰ χεύμασι Νείλου 255 ἑπταπόροις στομάτεσσιν ἐπερχομένοιο θαλάσσης, 256 εἰκοστοῦ δ᾽ ἀριθμοῦ πολυήρατον οὔνομα ταύτῃ· 257 μυρία δ᾽ αἰτήσει καὶ χρήματα πάντα συνάξει 258 χρυσοῦ τ᾽ ἀργυρίου τε· δόλος δὴ ἔσσεται αὐτῇ 259 ἐξ ἰδίων ἀνδρῶν. τότε σοι πάλι, γαῖα μάκαιρα, 260 ἔσσονται πόλεμοί τε μάχαι τ᾽ ἀνδροκτασίαι τε. 261 ἀλλ᾽ ὅταν ἄρξωνται πολλοὶ Ῥώμης ἐριθήλου, 262 οὔτι γε μὴν μακάρων προλελεγμένοι, *ἀλλὰ* τύραννοι 263 χιλιάδων δ᾽ ἀρχοὶ καὶ μυριάδων γεγαῶτες 264 καὶ νομίμων ἀγορῶν οἱ ἐπίσκοποι ἠδὲ μέγιστοι 265 Καίσαρες ἄρξουσιν διαδέγμενοι ἤματα πάντα· 266 τούτων δ᾽ ὑστάτιος ἄρξει δεκάτου ἀριθμοῖο 267 *ὑστάτιος Καίσαρος * ἐπὶ χθονὶ γυῖ᾽ ἐκτείνων, 268 Ἄρηι δεινῷ βεβλημένος ἀνδρὸς ὑπ᾽ ἐχθροῦ· 269 ὃν παῖδες Ῥώμης ἰδίῃς παλάμῃσι φέροντες 270 εὐσεβέως θάψουσ᾽, ἐπὶ δ᾽ αὐτῷ σῆμα χέουσιν 271 ἧς φιλίης ἕκατι χάριν μνήμῃ μετέχοντες. 272 ἀλλ᾽ ὁπόταν λυκάβαντος ἐπέλθῃ τέρμα χρόνοιο, 273 δὶς δὲ *διηκοσίων* καὶ δὶς δέκα πληρώσασα, 274 ἐξότε σου κτίστης, θηρὸς παῖς, ἡγεμόνευσεν, 275 οὐκέτι δικτάτωρ ἔσται μεμετρημένος ἄρχων· 276 ἀλλὰ ἄναξ βασιλεύς τε γενήσεται ἀντίθεος φώς. 277 ἴσθι τότ᾽, Αἴγυπτέ, σοι ἐπερχόμενον βασιλῆα· 278 ἥξει δ᾽ ἀτρεκέως φοβερὸς κορυθαίολος Ἄρης. 279 καὶ τότε σοι, χήρη, ἔσται μετόπισθεν ἅλωσις· 280 δεινοὶ γὰρ μαλεροί τε βίῃ περὶ τείχεα γαίης 281 ἔσσονται πόλεμοι κακοεργέες. ἐν πολέμοις δέ 282 αὐτὴ λυγρὰ παθοῦσα νεοτρώτων καθύπερθεν 283 φεύξει δειλαίη· μετέπειτα δὲ εἰς λέχος ἥξεις 284 αὐτῷ τῷ φοβερῷ· ὁ *γάμος τέλος* ἐστὶ σύνευνος. 285 αἰαῖ σοι, δύσνυμφε κόρη, βασιλήιον ἀρχήν 286 δώσεις Ῥωμαίῳ βασιλεῖ καὶ πάντ᾽ ἀποτίσεις, 287 ὅσσα πάρος *πολέμοισιν ἀνδρείῃσιν* ἔπραξας· 288 δώσεις γαῖαν ὅλην ἐμπροίκιον ἀνδρὶ κραταιῷ 289 ἄχρις ἔσω Λιβύης καὶ ἀνδρῶν κυανοχρώτων. 290 ἔσσῃ δ᾽ οὐκέτι χήρα, συνοικήσεις δὲ λέοντι 291 ἀνδροβόρῳ φοβερῷ τε ἐνυαλίῳ πολεμιστῇ. 292 καὶ τότε δειλαία ἐν ἀνθρώποισιν ἄφαντος 293 πᾶσιν ἔσῃ, λείψεις γὰρ ἀναιδέα θυμὸν ἔχουσα· 294 καὶ λάβεται *σεμνὴν ὁπο περίδρομος *, ἠχέτα τύμβος 295 ζῶσαν ἔσω ὕσπληγξιν ἐφάρμοστος κορυφαῖσιν, δαιδάλεος, πουλὺς δέ σε κλαύσεται - . . λαός, 297 καὶ βασιλεὺς ἐπὶ σοὶ δεινὸν στοναχήσεται οἶκτον. 298 καὶ τότε δ᾽ Αἴγυπτος λάτρις ἔσσεται ἡ πολύμοχθος, 299 ἣ πολλοῖς ἔτεσιν τροπαιοφορέουσα κατ᾽ Ἰνδῶν· 300 δουλεύσει δ᾽ αἰσχρῶς, ποταμῷ δ᾽ ἐπὶ δάκρυα μίξει 301 καρποφόρῳ Νείλῳ, ὅτι δὴ κεκτημένη ὄλβον 302 καὶ πάντων μέγεθος ἀγαθῶν, θρέπτειρα πολήων, 303 θρέψει μηλοφάγου γενεὴν φοβερῶν ἀνθρώπων. 304 αἶ, ὁπόσοις θήρεσσι λάτρις καὶ κύρμα γενήσῃ, 305 Αἴγυπτε πολύολβε, θεμιστεύουσα δὲ λαοῖς· 306 ἣ πρὶν καὶ βασιλεῦσιν ἀγαλλομένη μεγάλοισιν 307 λαοῖς δουλεύσεις τλήμων διὰ λαὸν ἐκεῖνον, 308 ὃν πάρος εὐσεβέοντα μετήγαγες ἐς πολὺ πῆμα 309 μόχθων καὶ κοπετῶν, ἐπὶ δ᾽ αὐχένα θῆκας ἄροτρον 310 αὐτοῦ καὶ δάκρυσιν βροτέοις ἤρδευσας ἀρούρας. 311 τοὔνεκεν αὐτὸς ἄναξ θεὸς ἄφθιτος αἰθέρι ναίων 312 ἐξαλαπάξει ὅλην καὶ εἰς κοπετὸν προϊάψει· 313 καὶ τίσεις ἀνθ᾽ ὧν σὺ πάρος ποίησας ἀθέσμως, 314 ὕστατα δὲ γνώσῃ, ὅτι σοὶ θεοῦ ἤλυθεν ὀργή. 315 αὐτὰρ ἐγὼ Πυθῶνα καὶ εὔπυργον Πανοπῆα 316 βήσομαι· ἔνθα με πάντες ἀληθέα φημίξουσιν 317 μάντιν *χρησμῶ*· αὐτὰρ μεμανηότι θυμῷ 318 ἄγγελον {ἔστ᾽ ἐρέων τις}· ἐπὴν βίβλοις δὲ προσέλθῃ 319 μὴ τρέσσῃ, καὶ πάντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα 320 γνώσετ᾽ ἀφ᾽ ἡμετέρων ἐπέων· τότε τὴν θεόληπτον 321 οὐκέτι τις μανικὴν καλέσει χρησμῳδὸν ἀνάγκης. — 322 ἀλλά, ἄναξ, νῦν παῦσον ἐμὴν πολυήρατον αὐδήν 323 οἶστρον ἀπωσάμενος καὶ ἐτήτυμον ἔνθεον ὀμφήν 324 καὶ μανίην φοβεράν, δὸς δ᾽ ἱμερόεσσαν ἀοιδήν.