Χρήστης:ObsequiousNewt/Aetius
ΚΕΦΑΛΑΙΟΝ ΡΔʹ
[Επεξεργασία]ΠΡΟΣ ΥΓΡΟΝ ΦΕΡΟΜΕΝΟΝ ΑΠΟ ΤΟΥ ΓΥΝΑΙΚΕΙΟΥ ΑΙΔΟΙΟΥ
[Επεξεργασία]Κριθῶν κεκαυμένων, ἀμύλου, λιβάνου, ἀνὰ γοα. στυπτηρίας σχιστῆς δραχ. δ. κόψας σήσας λεπτότατα, ἔπειτα λεάνας μετὰ γάλακτος ὀνείου παράμεμψον μετὰ μητρεγχύτου. εἰ δὲ ἐπώδυνος ᾖ ἡ ἕλκωσις, χρηστέον τούτῳ· ῥόδων ξηρῶν κεκομμένων, κωδυῶν πεφρυγμένων βραχὺ δραχ. γ. κρόκου, στύρακος, ἀνὰ δραχ. β. τήλεως, ἀλεύρου, οἰνάνθης, ἀνὰ δραχ. δ. λιβάνου δραχ. β. ταῦτα λείου παραχέων βραχὺ κρητικοῦ γλυκέος καὶ ῥοδίνου κατὰ βραχὺ, ἕως οὗ λάβῃ πάχος μέλιτος, καὶ ἀναλάμβανε καὶ ἐκ τούου θερμάνας προστίθει.
ΠΡΟΣ ΤΑ ΝΕΜΟΜΕΝΑ ΕΛΚΗ ΕΝ ΥΣΕΡΑ, ΑΣΠΑΣΙΑΣ.
[Επεξεργασία]Νεμομένων δὲ καὶ ἀγριαινομένων τῶν ἑλκῶν, κλυστέον συνεχῶς ἱππείῳ γάλακτι ἤ ὀνείῳ νεοβδάλτῳ· εἰ δὲ μὴ ᾖ, τῷ παρόντι προσφάτως ἡψημένῳ. κοτύλαις δὲ δυσὶ τοῦ γάλακτος μικτέον μέλιτος κοτύλης τῷ ἡμίσει, καὶ ἐπιπαστέον ἴρεως λείας δραχ. δ. καὶ θερμαντέον, καὶ οὕτως ἐγχυτέον ἐξ αὐτοῦ πλειστάκις τῆς ἡμέρας· ἤ μελικράτῳ ἀφεψήσαντας κενταύριον ἤ ἀψίνθιον ἤ κάλαμον ἀρωματικὸν ἤ λευκάνθεμον ἤ καμαίμηλον ἤ βούφθαλμον, μετὰ δὲ τὸ ἐκκριθῆναι τὸ ἐνεθὲν προσεγχυματιστέον εὐθέως ἀφεψήματι μαλάχης, καὶ μετὰ τοῦτο προσθετέον τοιόνδε· ὀροβίνου ἀλεύρου, ἴρεως ἀνὰ δραχ. β. λεάνας μετὰ μέλιτος προστίθει. Ἄλλο. Μελίλωτα ἑψήσας οἴνῳ ἀθαλάσσῳ καὶ λεάνας καὶ μέλιτος ὀλίγον ἐμβαλὼν, προστίθει. Ἄλλο. Κισσοῦ τοῦ τὸ ἄνθος χρυσίζον ἔχοντος φύλλα ἑψήσας μετ᾽ οἴνου, καὶ λεάνας μετὰ μέλιτος χρῶ.
ΑΚΛΗΠΙΑΔΟΥ ΣΚΛΗΡΟν ΠΡΟΣ ΤΑΣ ΕΝ ΥΣΤΕΡΑ ΝΟΜΑΣ.
[Επεξεργασία]Θέρμους πικροὺς κόψας καὶ σήσας ἀπόθου, ἐν δὲ τῇ χρήσει ἐπιτίθει ξηρὸν. χρῶ δὲ καὶ μετὰ μέλιτος. Ἄλλο κάλλιστον. Κισσοῦ τοῦ χρυσίζοντος δεσμίδιον λαβὼν καὶ ξηράνας ἐπ᾽ ὀλίγον ἐν σκιᾷ, καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν καὶ πηλῷ περιπλάσας, δίδου ὀπτᾶσθαι· καὶ τὴν τέφραν λεάνας χρῶ. Ἄλλο ποιοῦν πρὸς τὰ καθυγραινόμενα ἕλκη. Ἀριστολοχίας μακρᾶς κεκομμένης δραχ. στ· μίλτου[1] σινωπικῆς ἡπατιζούσης δραχ. η. μίξας καὶ μέλιτι φυράσας, ὡς κηρωτῆς ἔχειν πάχος, ἀναλάμβανε εἰς ῥάκος λινοῦν, καὶ ἀποδήσας τίθει ἐπ᾽ ἀνθράκων, καὶ ὅταν καλῶς όπτηθῇ, λεάνας χρῶ· ἤ ἐν χυτριδίῳ βαλὼν τὸ δεδεμένον ῥάκος καὶ πωμάσας, ἐπιτίθει τῷ πυρὶ μέχρις ἀνθρακωθῇ, καὶ ζέον λέαινε καὶ ἀπόθου. ἐν δὲ τῇ χρήσει κατάπλασσε τὰ νεμόμενα ἕλκη, καὶ περιγράφει ταχέως. τὸ δὲ αὐτὸ ποίει μέχρις ἀπουλώσεως. Ἄλλο Ἀσκληπιάδου. Μυρίκης[2] καρποῦ μέρος α. νίτρου ἐρυθροῦ τὸ ἴσον κόψας καὶ σήσας, χρῶ ξηρῷ καὶ μετὰ ῥοδίνου. ἐπισχεθείσης δὲ τῆς νομῆς, χρῆσθαι τοῖς προγεγραμμένοις πρὸς ἀνακάθαρσιν τῶν ἑλκῶν.
- ↑ Μίλτος, ἄμμιον καὶ κιννάβαρι καλεῖται, λατ. minium, ἧς εἴδη λημνὶς μίλτος, σινωπικὴ μίλτος, κλπ. ὡς ἐκ τοῦ τόπου τῆς καταγωγῆς, οὗ ἕνεκεν καὶ τὸ ἄλλο τε ἄλλον τῆς ἐντάσεως τῆς χροιᾶς αὐτῆς
- ↑ „Μυρίκης τ᾽ ἐριθηλέας ὄζους“ φησὶν Ὅμηρος. Ἰλ. κ. 467. λατ. myrica παρὰ δὲ Γερμανοῖς Tamariskenbaum προσαγορεύεται αὕτη.