Χρήστης:AndreasJS/Χρονική Διήγησις/Ιωάννης Κομνηνός
←Προοίμιο | Χρονική Διήγησις Συγγραφέας: Ιωάννης Κομνηνός |
Μανουήλ Κομνηνός→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
[4B] Τῷ ἄνακτι Ἀλεξίῳ τῷ Κομνηνῷ υἱεῖς τρεῖς καὶ θυγατέρες τέτταρες ἐγεγένηντο. ἦν δὲ τῶν μὲν ἀνδρῶν ὁ Ἰωάννης κατὰ γένεσιν προφερέστερος͵ πρωτογενὴς δ΄ ἁπάντων τῶν ἐξ ὀσφύος τῷ Ἀλεξίῳ ἡ θυγάτηρ Ἄννα καθεωρᾶτο͵ ἥτις εἰς λέχος τῷ Βρυεννίῳ Νικηφόρῳ συνέζευκτο͵ τιμηθεῖσα Καισάρισσα. ὁ βασιλεὺς τοίνυν καὶ τοκεὺς Ἀλέξιος μάλιστα τῶν ἄλλων παίδων τῷ Ἰωάννῃ προσέκειτο. ἀμέλει τοι καὶ τοῦτον ἐπικρίνας τῆς βασιλείας διάδοχον καταλείψειν ἐρυθροῦ τέ οἱ πεδίλου μετεδεδώκει καὶ βασιλέα ἐδεδώκει ἀναγορεύεσθαι. ἡ δὲ μήτηρ καὶ βασιλὶς Εἰρήνη τῇ θυγατρὶ Ἄννῃ τὴν πᾶσαν ἐκ τοῦ ἐναντίου χαριζομένη ῥοπὴν οὐκ ἀνίει παρὰ τῷ συλλέκτρῳ [4C] Ἀλεξίῳ τὸν Ἰωάννην ἐνδιαβάλλουσα͵ προπετῆ τοῦτον ἀποκαλοῦσα, καὶ ὑγρὸν τὸν βίον ἐπιτωθάζουσα, παλίνστροφόν τε τὸ ἦθος καὶ μηδαμῇ μηδὲν ὑγιές ἔχοντα͵ καὶ τιθεμένη διὰ παντὸς ἀσχολίας πάσης ἀνώτερον σπούδασμα͵ ὅπως μετάθοιτο τὴν γνώμην ὁ βασιλεύς ἣν εἶχεν ἐπ΄ αὐτῷ κυρωσάμενος. ἐνιαχοῦ δὲ καὶ λόγου πρόφασιν τὸν Βρυέννιον παρεισφέρουσα παντοίοις αὐτὸν ἐπαίνοις κατέστεφεν ἅτε εἰπεῖν ἱκανώτατον καὶ οὐκ ἐλάττονα διαπράξασθαι, καὶ μαθημάτων ἐλευθερίων μεταλαχόντα, ῥυθμίζειν τὸ ἦθος εἰδότων καὶ πρὸς βασιλείαν ἀδιαλώβητον οὐ βραχέα συναιρομένων τοῖς ἄρχειν μέλλουσιν. ὁ δ΄ Ἀλέξιος ταῦτα ἐνωτιζόμενος καὶ τὸ μητρῷον φίλτρον [4D] ἐπιστάμενος, πῇ μὲν ἄλλοις ἐκ τοῦ σχεδὸν κατεπείγουσι πράγμασι χαρίζεσθαι τὸν νοῦν πλαττόμενος οὐδὲ προσέχειν ὅλως τοῖς λεγομένοις προσεποιεῖτο͵ πῇ δ΄ ἐς σκέψιν ἀπολύων τὰ εἰσηγούμενα μὴ ἂν τὴν αἴτησιν αὐτῆς παραβλέψασθαι ἰσχυρίζετο. ἐνίοτε δὲ καὶ τοιοῦτόν τι παθηνάμενος εἴρηκεν «ὦ γύναι͵ κοινωνέ μοι λέχους καὶ βασιλείας͵ οὐ τὰ πρὸς χάριν παύσῃ τῆς σῆς ὑποτιθεμένη μοι θυγατρός͵ ἁρμονίαν τε καὶ τάξιν ἐπιχειροῦσα λύειν ἐπαινετήν͵ ὡς εἴπερ θεοβλαβείας μετέσχηκας; βάλλ΄ ἐς τύχην ἀγαθήν· ἢ μᾶλλον δεῦρο κοινῇ συνδιασκεψώμεθα, καὶ γνωσόμεθα τίς ἐξ ἁπάντων τῶν πρώην τὰ Ῥωμαίων σκῆπτρα παρειληφότων͵ υἱὸν ἔχων ἁρμόδιον εἰς ἀρχήν͵ τοῦτον μὲν παρεβλέψατο͵ γαμβρὸν δὲ ἀνθείλετο; εἰ δέ ποτε καὶ τοιόνδε τι ξυμβέβηκεν͵ οὐ νόμον͵ ὦ γύναι͵ τὸ [5A] σπάνιον ἡγησόμεθα. ἐπ΄ ἐμοὶ δὲ καὶ μάλα καπυρὸν γελάσειε τὸ Πανρώμαιον͵ καὶ τῶν φρενῶν κριθείην ἀποπεσών͵ εἰ τὴν βασιλείαν οὐκ ἐπαινετῶς εἰληφώς͵ ἀλλ΄ αἵμασιν ὁμογενῶν καὶ μεθόδοις Χριστιανικῶν ἀφισταμέναις θεσμῶν͵ δεῆσαν ταύτης ἀφεικέναι διάδοχον͵ τὸν μὲν ἐξ ὀσφύος ἀποπεμψαίμην͵ τὸν δὲ Μακεδόνα εἰσοικισαίμην»͵ τὸν Βρυέννιον οὕτω λέγων͵ ἐπεὶ καὶ ἐξ Ὀρεστιάδος ὥρμητο· μία δ΄ αὕτη τῶν εὐδαιμόνων καὶ κρατίστων παρὰ Μακεδόσι πόλεων. τοιαῦτα πρὸς τὴν βασίλισσαν Εἰρήνην ἐμβριθῶς ὁ Ἀλέξιος φάμενος͵ ὅμως καὶ πάλιν τὸν μηδαμῶς ἀπειπόντα ὑποκρινόμενος͵ διῆγε τὴν [5B] γυναῖκα σκηπτόμενος ἀεὶ τὸν σκεπτόμενον· ἦν γάρ͵ εἰ καί τις ἄλλος͵ κρυψίνους ὁ ἀνὴρ οὗτος καὶ σοφὸν ἡγούμενος ἀεὶ τὸ περίεργον͵ μηδὲ τὰ πολλὰ ἐξαγγελτικὸς τοῦ ποιητέου δεικνύμενος. ἐγγίζοντος δέ οἱ τοῦ τέρματος τῆς ζωῆς͵ ὁ μὲν ἔκειτο πνέων τὰ λοίσθια ἐν τοῖς κατὰ τὴν μονὴν τῶν Μαγγάνων λαμπροτάτοις οἰκοδομήμασιν͵ ὁ δὲ παῖς Ἰωάννης τὸν πατέρα ὁρῶν τῇ τελευτῇ πλησιάζοντα, καὶ τὴν μητέρα εἰδὼς ἀποστέργουσαν καὶ τῇ ἀδελφῇ τὴν βασιλείαν μνωμένην, κοινοῦται τὸ ποιητέον τοῖς ἐκ τῆς συγγενείας ἐκείνῳ φίλα φρονοῦσιν͵ ὧν τὰ κράτιστα ἦν ὁ ἀδελφὸς Ἰσαάκιος. καὶ δὴ λαθὼν τὴν μητέρα εἴσεισι τὸν κοιτῶνα τὸν πατρικὸν, καὶ προσπεσὼν ὡς δῆθεν θρηνήσων ὑφαιρεῖται λάθρᾳ τῆς ἐκείνου χειρὸς τὸν σφραγιστῆρα δακτύλιον. εἰσὶ [5C] δ΄ οἳ κατὰ γνώμην τοῦ πατρὸς αὐτόν φασι τόδε πεποιηκέναι͵ ὡς δίδωσιν ἐννοεῖν τὰ μετὰ βραχὺ ῥηθησόμενα. αὐτίκα τοίνυν ὁ Ἰωάννης τοὺς συνίστορας ἠθροικὼς καὶ τὸ πραχθὲν ἠγγελκὼς ἐπὶ κέλητος μεθ΄ ὅπλων πρὸς τὸ μέγιστον ἀρχεῖον ἐξώρμησε͵ κατ΄ αὐτὴν τὴν τῶν Μαγγάνων μονὴν καὶ τὰς ἀγυιὰς ὁμοίως τῆς πόλεως ὑπὸ πλήθους τοῦ σύμφρονος καὶ τῶν κατὰ φήμην τῶν δρωμένων συναλιζομένων ἀστυπόλων βασιλεὺς αὐτοκράτωρ ἀνευφημούμενος. ἡ βασιλὶς δὲ Εἰρήνη καὶ μήτηρ τοῦ Ἰωάννου πρὸς τῶν οὕτω γινομένων ἐκθαμβηθεῖσα στείλασα μετεπέμπετο τὸν υἱὸν, καὶ παρῄνει τῶν ἐν χερσὶν ἀποσχέσθαι. ὡς δ΄ ἦν ὅλος τῶν δρωμένων ὁ Ἰωάννης καὶ κατ΄ οὐδένα τρόπον τῆς μητρὸς ἐπεστρέφετο͵ τὸν [5D] Βρυέννιον ἐπιρρώννυσιν ἐπιθέσθαι τῇ βασιλείᾳ συναρηγούσης αὐτῆς. ὡς δ΄ οὐδ΄ οὕτω τὰ κατὰ σκέψιν ἑώρα προβαίνοντα͵ πρόσεισι τῷ ἀνδρὶ ἐπὶ κλίνης ἐρριμμένῳ καὶ βραχείαις ἀναπνοαῖς τὸν ζῶντα ὑποσημαίνοντι καὶ βαλοῦσα ἑαυτὴν τῷ σώματι καταβοᾶται λαμπρῶς τοῦ υἱέως͵ ὡς κρήνη μελάνυδρος τὰ δάκρυα χέουσα͵ ὅπως αὐτοῦ τοῖς ζῶσιν ἔτι συνταττομένου τὴν βασιλείαν οὗτος κλωπεύει, εἰς ἔργα βλέψας νεώτερα. ὁ δὲ οὐδέν τι πρὸς τὰ εἰρημένα παρ΄ αὐτῆς ἀπεκρίνατο͵ ἄλλοις καιριωτέροις͵ οἷα εἰκός͵ τὸ τῆς ζωῆς βραβεύων λειπόμενον τῆς τε μετ΄ οὐ πολὺ ἐκδημίας φροντίζων καὶ τοῖς ψυχαγωγοῖς ἀγγέλοις ῥέπων τὰ ὄμματα. ἐγκειμένης δὲ λιπαρεστέρως τῆς βασιλίδος καὶ μὴ ἐνεγκεῖν ὅλως ἐχούσης τὰ παρὰ τοῦ παιδὸς γινόμενα͵ βραχύ τι παρεμφήνας καὶ βεβιασμένον μειδίαμα ὁ [6A] Ἀλέξιος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανόν͵ ἴσως μὲν ἐπὶ τοῖς ἀφηγηθεῖσι διαχυθεὶς καὶ θύων ὑπὲρ τούτων θεῷ χαριστήρια͵ εἰπεῖν δὲ καὶ κέρτομον καὶ σεσηρὸς τῇ γυναικὶ ἐνιδὼν ὡς λόγους ἀνακινούσῃ περὶ ἀρχῆς͵ ὅτε ψυχῆς ἐφειστήκει διάστασις ἐκ τοῦ σώματος͵ ἢ καὶ τὸ θεῖον ἐξιλεούμενος ἐφ΄ οἷς που καὶ παρεσφάλη τοῦ δέοντος. ἡ γυνὴ δ΄ οὖν ἐκ τοῦ ἀναμφιλέκτου χαίρειν οἰηθεῖσα τὸν ἄνδρα δι΄ ὅσα παρ΄ αὐτῆς ἠνώτιστο͵ ὡς ἤδη τῶν προτέρων ἐλπίδων διεψευσμένη παντάπασι καὶ διασφαλεῖσα τῶν ὑποσχέσεων͵ βύθιον στενάξασα εἴρηκεν «ὦ ἄνερ͵ καὶ ζῶν παντοίαις μεθοδείαις ἐκέκασο, ἀντίφθογγον τὴν γλῶτταν πλουτῶν τοῖς νοήμασι͵ καὶ νῦν δὲ [6B] ὡσαύτως τοῦ βίου ἀπαλλαττόμενος ἀμεταπτώτως ἔχεις οἷς καὶ πρώην προσέκεισο.» καὶ ταῦτα μὲν ἐφέρετο τῇδε, ὁ δέ γε Ἰωάννης κατὰ τὸ μέγα ἀρχεῖον γενόμενος οὐχ εὕρισκε ῥᾳδίαν τὴν εἴσοδον͵ οἷα τῶν φυλάκων μὴ πρὸς μόνην ὑπενδιδόντων τὴν τοῦ δακτυλίου ὑπόδειξιν͵ ἀλλὰ προσεπιζητούντων καὶ ἄλλο τι τεκμήριον τοῦ κατὰ κέλευσιν πατρικὴν ἐκεῖσε παραγενέσθαι. αἱ πύλαι τοίνυν τοῦ παλατίου χαλκείαις ῥάβδοις πλατείαις θάτερα τῶν ἄκρων μετεωρισθεῖσαι βραχύ τι κατὰ γῆς βάλλονται, κἀντεῦθεν αὐτός τε μετὰ ῥᾳστώνης εἰσεληλύθει καὶ συνεισῄει τὸ ὁπλοφόρον καὶ συγγενές· οὐ βραχεῖς δὲ καὶ τῶν ἐκ τοῦ ξύγκλυδος ὄχλου συνομαρτούντων ἔνδον εἰσήρρησαν͵ οἳ καὶ διαρπάζειν τὸ προστυχὸν [6C] ἐπεβάλοντο. τῶν δὲ πυλῶν αὖθις ἐπικλεισθεισῶν οἵ τ’ ἐκτὸς τοῦ ἐπεισρέειν ἐπαύσαντο, καὶ τὸ εἰσεφρηκὸς ἐξιέναι μὴ συγχωρούμενον ἐφ΄ ἡμέρας συχνὰς ἐκεῖσε τῷ βασιλεῖ συνδιέτριβεν. ἦγε μὲν οὖν τότε πέμπτην καὶ δεκάτην ὁ Αὔγουστος μήν. νυκτὸς δ΄ ἐπιούσης ὁ βασιλεὺς Ἀλέξιος τοῦ ζῆν ἀπενήνεκται͵ ἄρξας ἐνιαυτοὺς ἑπτὰ καὶ τριάκοντα, καὶ ἥμισυ μηνὸς σὺν τοῖς τέσσαρσι. κατὰ δὲ τὴν ἕω εὐθὺς μεταστέλλεται ἡ μήτηρ τὸν Ἰωάννην εἰς τὴν τοῦ πατρικοῦ σκήνους ἐξιέναι πομπαίαν πρόοδον͵ αὐτίκα μάλα ἀρθησομένου τε καὶ ἀχθησομένου εἰς ἣν ἐκεῖνος ἐδείματο Χριστῷ τῷ Φιλανθρώπῳ [6D] μονήν. οὐκ εἶχε δ΄ αὐτῇ καὶ πειθόμενον͵ ἀλλ΄ ἦν πρὸς τὴν μετάκλησιν ἀνανεύων͵ οὐ θέσμια μητρὸς παρορῶν ἢ τὴν πατρικὴν τιμὴν ἀπωθούμενος͵ ἀλλ΄ ὅτι τὸ νεοπαγὲς ὑπεβλέπετο τῆς ἀρχῆς καὶ τοὺς ἀντιζήλους ἐδεδίει θερμὸν ἔτι ἐγκυμονοῦντας τῆς βασιλείας τὸν ἔρωτα. ὅθεν αὐτὸς μὲν ὡς οἱ πολύποδες τῶν πετρῶν ἐξείχετο τῶν ἀρχείων͵ τὸ δὲ πλεῖστον τῆς μεθ΄ ἑαυτοῦ συγγενείας διαφῆκεν εἰς τὴν πρόοδον τοῦ πατρός.
Ἡμερῶν δὲ οὐ συχνῶν διαγενομένων τὴν εἰς τὰ ἀρχεῖα πάροδόν τε καὶ ἔξοδον ἀνῆκε τῷ βουλομένῳ παντὶ τῶν τε κοινῶν πραγμάτων ἐφήπτετο καθάπερ ᾑρεῖτο͵ ὡς ἤδη ἐν τῷ ἀσφαλεῖ καθεστώς. ἀλλὰ καὶ τοῖς ἐκ γένους καὶ οἰκειώσεως αὐτῷ προσεγγίζουσι κατὰ τὸ ἀνάλογον προσφερόμενος ἁρμοδίους ἑκάστῳ ἀπένεμε τὰς τιμάς, τῷ γε μὴν Ἰσαακίῳ τῷ κασιγνήτῳ προστετηκὼς συμφυὴς καὶ ὁμόπνους ἐδείκνυτο͵ καὶ ὡς φιλοῦντι μὲν ὑπὲρ ἅπαντας͵ μάλιστα δ΄ ὡς τὰ πάντα [7A] ἢ τὰ πλείω εἰσενέγκαντι πρὸς τὴν κατάσχεσιν τῆς ἀρχῆς· τοῦτον γὰρ καθισταμένης ἔτι τῆς βασιλείας καθέδρας τε καὶ τραπέζης ἐξ ἴσου κοινωνὸν παρελάμβανε καὶ μετεδίδου τῆς ἀναρρήσεως͵ ὁποία ἐπιπρεπὴς τῷ τοῦ σεβαστοκράτορος ἀξιώματι͵ ᾧ πρὸς τοῦ πατρὸς Ἀλεξίου τετίμητο Ἰσαάκιος. καὶ φροντιστὰς δὲ τῶν δημοσίων πραγμάτων προυβάλετο ἐκ τoῦ καθ΄ αἷμά οἱ προσεγγιζόντων τὸν Κομνηνὸν Ἰωάννην͵ ὃν καὶ τῷ τοῦ παρακοιμωμένου τετίμηκεν ἀξιώματι͵ καὶ τὸν Ταρωνίτην Γρηγόριον͵ γεγονότα πρωτοβεστιάριον. ἀλλ΄ ὁ μέν ὅτι μὴ τῷ δακτύλῳ τὸ πᾶν διεπέττευε͵ σοβαρὰν προφαίνων ὀφρὺν [7B]καὶ φρονηματώδης ὡς οὔ τις ἄλλος δεικνύμενος, τὸν φροντιστὴν ἀπεφορτίσατο τάχιον· ὁ δέ γε Γρηγόριος τῆς προκειμένης ἐχόμενος, μηδὲ μακρὰ βιβὰς ἢ γοῦν ἐκτείνων πόδας ὑπερβαθμίους, μονιμωτέρας ἰσχύος μετείληχε. παρεζεύχθη δ΄ ἐς ὕστερον τουτωῒ καί τις Γρηγόριος ἕτερος͵ ᾧ Καματηρὸς ἡ ἐπίκλησις. ὁ δ΄ ἀνὴρ οὗτος ἐλλόγιμος μέν͵ τὸ δὲ γένος οὐκ εὐπρεπὴς οὐδ΄ ἐπίπαν εὐπάρυφος͵ τῷ βασιλεῖ δὲ προσληφθεὶς Ἀλεξίῳ καὶ τοῖς ὑπογραμματευομένοις καταλεγεὶς τὰς ἐπαρχίας ἀμφεποτᾶτο, κἀκ τοῦ τάσσειν φόρους ταύταις πλοῦτον τιθαιβώσσων βαθὺν ἠράσθη κατὰ κῆδος βασιλεῖ συναφθῆναι. οὐκοῦν καὶ προσπλακεὶς μιᾷ τῶν ἐκείνου συγγενῶν λογοθέτης τῶν σεκρέτων προυβέβλητο. ἴσχυε δ΄ ὑπὲρ πάντας παρὰ τῷδε τῷ βασιλεῖ καὶ τὰς πρώτας ἐκαρποῦτο τιμὰς ὁ Ἀξοῦχος Ἰωάννης. ἦν δ΄ οὗτος Πέρσης τὸ [7C]γένος͵ τῆς δὲ Βιθυνῶν προκαθημένης πόλεως Νικαίας τῆς τῶν Περσῶν δυναστείας ἀπαλλαγείσης, ὅτε Βαϊμοῦνδος τῆς ἐς Παλαιστίνην πορείας εἴχετο, συνέχεται καὶ αὐτὸς καὶ τῷ βασιλεῖ Ἀλεξίῳ δῶρον παρέχεται. ἧλιξ δ΄ ὢν Ἰωάννῃ τῷ βασιλεῖ συμπαίστωρ αὐτῷ προσείληπτο καὶ τῶν οἰκιδίων καὶ προκοίτων ὁ προσφιλέστερος κρίνεται. ἐπεὶ δ΄ ἐπέβη τῆς βασιλείας͵ πᾶσαν ὑπερανέβη πρεσβυτέραν παραδυνάστευσιν͵ μέγας τιμηθεὶς δομέστικος͵ ὡς καὶ πολλοὺς τῶν ἐριτίμων κατὰ γένος βασίλειον ἀποβαίνειν τοῦ ἵππου καὶ τούτῳ ἀπονέμειν προσκύνησιν κατὰ συγκυρίαν ὑπαντιάζοντας. ἦσαν δὲ τῷ ἀνδρὶ τῷδε οὐ μόνον χεῖρες δεδιδαγμέναι πρὸς [7D]πόλεμον͵ ἀλλὰ καὶ πρὸς εὐποιΐαν τῶν δεομένων ὀξεῖαί τινες καὶ εὐκίνητοι. ἀτὰρ τὸ εὐγενὲς τῆς γνώμης καὶ ἐλευθέριον τὸ μὴ ἔχον οὕτω τοῦ γένους τὰ πολλὰ συνεσκίαζε καὶ ποθεινὸν παρὰ πᾶσι τὸν Ἀξοῦχον ἀπειργάζετο.
Ἀλλ΄ οὔπω ἐνιαυτὸς ἀκριβῶς τῷ βασιλεῖ διεγένετο͵ καὶ καττύεται τούτῳ παρὰ τῶν ἐκ γένους ἐπιβουλή͵ καθ΄ ὃν οὐκ ἔχει τις τρόπον εἰπεῖν͵ κατ΄ αὐτοῦ βαρυμηνιώντων καὶ ὄμμα οἱ ἐπιρριπτούντων βάσκανον. ἀμέλει τοι καὶ σύστρεμμα τεκτήναντες πονηρὸν καὶ πίστεις δόντες ἀλλήλοις τῷ Βρυεννίῳ πάντες προστίθενται, καὶ παραχωροῦσι τούτῳ τῆς βασιλείας ὡς λογικῶν μετόχῳ παιδεύσεων καὶ εἶδος τυραννικὸν προφαίνοντι καὶ κατὰ κῆδος προφερεστέρῳ βασιλικόν· ὡς γὰρ φθάσαντες εἴπομεν͵ τῇ τοῦ βασιλέως ἀδελφῇ τῇ καισαρίσσῃ Ἄννῃ συνέζευκτο͵ ἥτις δὴ τῆς τῶν ἐπιστημῶν πασῶν ἐπόχου φιλοσοφίας ἐδείκνυτο μέλημα καὶ πρὸς πᾶσαν [8A] ἐρρύθμιστο μάθησιν. τάχα δ΄ ἂν καὶ νυκτὸς ἐπέθεντο μεθ΄ ὅπλων τῶν φονουργῶν αὐλιζομένῳ τῷ βασιλεῖ κατὰ τὸ μικρὸν ἄποθεν τῶν χερσαίων πυλῶν ἱππήλατον Φιλοπάτιον͵ δώροις προδιαφθείραντες ἁδροῖς τὸν ἐπὶ τῶν εἰσόδων τῆς πόλεως͵ εἰ μὴ τὸ εἰωθὸς ὑπόνωθρον καὶ χαλαρὸν πρὸς βασιλείας ἐπίθεσιν τῆς ἐγχειρήσεως ἔπαυσε τὸν Βρυέννιον͵ αὐτόν τε μένειν κατὰ χώραν παραβιάσαν τῶν ξυνθηκῶν λαθόμενον͵ καὶ κατασβέσαν τὸ θερμὸν τῶν συνελθόντων φρόνημα, ὅτε καὶ λέγεται τὴν Καισάρισσαν Ἄνναν πρὸς τὸ χαῦνον τοῦ ταύτης ἀνδρὸς δυσχεραίνουσαν ὡς πάσχουσαν δεινὰ διαπρίεσθαι καὶ τῇ φύσει τὰ πολλὰ ἐπιμέμφεσθαι͵ ὑπ΄ [8B]αἰτίαν τιθεῖσαν οὐχὶ μικρὰν ὡς αὐτῇ μὲν ἐνδιασχοῦσαν τὸ ἄρθρον καὶ ἐγκοιλάνασαν͵ τῷ δὲ Βρυεννίῳ τὸ μόριον ἀποτείνασαν καὶ σφαιρώσασαν. φωραθέντων δ΄ ἡμέρας τῶν ὀμοτῶν οὐδένες μὲν αὐτῶν ἐς τὸ σῶμα διελωβήθησαν ἢ καθυπεβλήθησαν μάστιξι͵ τῶν δὲ οὐσιῶν ἐστέρηνται ἁπαξάπαντες. μετὰ δέ τινα καιρὸν καὶ αὗται τοῖς πλείοσιν αὐτῶν ἀπεδόθησαν͵ ἐξ αὐτῆς τῆς πρωτεργάτιδος τῆς ἐπιβουλῆς Ἄννης τῆς Καισαρίσσης τοῦ βασιλέως ἀρξαμένου φιλανθρωπεύεσθαι. ἀρχὴν δ΄ ἔσχε τοιάνδε τὸ οὑτωσὶ γεγονέναι. τὴν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ πλούτῳ παντοδαπῷ καὶ ποικίλοις ἐσθήμασιν οὐσίαν τῆς Καισαρίσσης καθ΄ ἕνα δόμον συνειλεγμένην ὁ βασιλεὺς Ἰωάννης ἐπιστὰς ἐθεᾶτο͵ ναὶ μὴν καὶ εἰπὼν [8C] ὡς «ἡ τάξις ἐπ΄ ἐμοί πως ἀντέστραπται· τὸ μὲν γὰρ συγγενὲς πολέμιον εὕρηται͵ τὸ δ΄ ἀλλότριον φίλιον· καὶ διὰ τοῦτο χρεὼν καὶ τὰ τοῦ πλούτου πρὸς τοὺς φιλοῦντας μεταρρυῆναι» πάντα εἰληφέναι τὸν μέγαν προσετετάχει δομέστικον. ὁ δ΄ εὐχαριστήσας ἐπὶ τούτοις τῷ βασιλεῖ φιλοδωρίαν μεγίστην μεταδιώκοντι, ᾔτησεν ἐνδοθῆναί οἱ τὰ εἰκότα διαλεχθῆναι. ὡς οὖν ἔλαβε τὸ ἐνδόσιμον͵ «εἰ καὶ βιαίων» ἔφη «πραγμάτων καὶ πολλῆς ἀδικίας γεμόντων ἦρξεν͵ ὦ βασιλεῦ͵ ἡ σὴ ἀδελφὴ καὶ ἔργοις αὐτοῖς τὸ συγγενὲς ἀπωμόσατο͵ ἀλλ΄ οὐχὶ καὶ τὴν ἐκ τῆς φύσεως κλῆσιν καθάπερ καὶ τὴν σχέσιν ἀπεβάλετο. ἀγαθοῦ τοίνυν βασιλέως εἰσέτι κασίγνητος [8D] μένουσα ἐκ μετανοίας τὸ φίλτρον αὖθις ἀνακαλέσεται͵ ὅ νῦν ἐκ παρανοίας ἀπώλεσε͵ τῇ φύσει χρησαμένη συλλήπτορι. φεῖσαι οὖν͵ ὦ δέσποτα͵ τῆς τῷ σῷ κράτει προσκεκρουκυίας ὁμογενοῦς καὶ κόλασον τῷ φιλανθρώπῳ λαμπρῶς ἤδη τῆς σῆς ἀρετῆς ἡττᾶσθαι ὁμολογοῦσαν· δὸς δὲ αὐτῇ καὶ τὰ κατ΄ ὄψιν προκείμενα͵ οὐχ ὡς ὄφλημα δίκαιον ἀλλ΄ ὡς δόμα ἑκούσιον͵ ἐπεὶ καὶ δικαιότερον ταῦτα ἐμοῦ κτήσαιτο͵ κλῆρον ὄντα πατρῷον κἀπὶ τὸ γένος αὖθις διαβησόμενα.» τούτοις ὁ βασιλεὺς πεισθείς͵ ἢ ἀληθέστερον εἰπεῖν αἰδεσθείς͵ σὺν προθυμίᾳ περατοῖ τὴν παραίφασιν͵ φάμενος ὡς «εἴην τοῦ ἄρχειν ἀνάξιος͵ εἰ σὺ περὶ τὸ γένος τοὐμὸν κριθείης φιλανθρωπότερος καὶ κέρδους περιττοῦ καὶ προχείρου ἀνώτερος». ἀμέλει τοι καὶ δίδωσι πάντα τῇ Καισαρίσσῃ καὶ σπένδεται. Εἰρήνη δὲ ἡ μήτηρ καὶ βασιλὶς κατ΄ οὐδένα τρόπον ἐλήλεγκται τῆς ἐπιβουλῆς μετέχουσα κατὰ τοῦ υἱοῦ· μᾶλλον μὲν οὖν [9A] ἐσέπειτα καὶ σοφόν τι λόγιον γνωματεῦσαι λέγεται͵ μαθοῦσα τὰ μελετώμενα͵ ὡς δεῖ βασιλέα μὲν οὐχ ὑπόντα ζητεῖν͵ παρόντα δὲ μὴ μετακινεῖν͵ καὶ ὡς «οἵας μοι τὰς ὠδῖνας οἱ σφαγεῖς ἐχάλκευον τοῦ υἱοῦ͵ δριμυτέρας δήπουθεν ὧν ἐν τῷ τίκτειν ὠδίνων πεπείραμαι͵ ὅτι καὶ πρὸς φῶς αἱ μὲν κατήπειγον τὸ κυοφορούμενον͵ αἱ δ΄ ἐξ ᾅδου κευθμώνων διὰ μέσων μου τῶν σπλάγχνων χωροῦσαι λυπεῖν ἀθάνατα ἤμελλον».
Ὁ δὲ βασιλεὺς τοὺς Πέρσας ὁρῶν παρ΄ οὐδὲν θεμένους τὰς πρὸς τὸν ἑαυτοῦ πατέρα ξυνθήκας, καὶ παμπληθεὶ τῶν πόλεων καταθέοντας͵ ὁπόσαι περὶ Φρυγίαν καὶ ποταμὸν τὸν Μαίανδρον ἵδρυνται͵ ἔαρος ἐπιστάντος ἔξεισι κατ΄ αὐτῶν, [9B] καὶ συμβαλὼν μάχαις πολλάκις ἐκράτησε, τήν τε Λαοδίκειαν χειρωσάμενος τείχεσι περιέβαλε, καὶ τὸν Ἀλπιχαρὰν μετανάστην ἔθετο͵ ὃς τὴν ταύτης φρουρὰν ἐπεπίστευτο. καὶ τὰ λοιπὰ πρὸς τὸ δέον καταστησάμενος νόστου ἐμνήσατο, καὶ τὸ χρᾶσθαι μεγαλαυχίᾳ καὶ σὺν κόμπῳ τραχύτερον ἐπιέναι τὸ βάρβαρον, εἰς μνήμην ἄγων, ὡς ἔοικε, τὰ πονηθέντα οἳ πρότερον, ἡνίκα τὰ Ῥωμαίων σκῆπτρα διεῖπεν ὁ Κομνηνὸς Ἀλέξιος, ὅτε εἴχετο Θρᾴκη καὶ τὰ πλεῖστα τῆς Μακεδονίας ἠρήμωτο. τὰ μὲν οὖν πρῶτα στρατηγικῇ μεθόδῳ χρώμενος ὁ βασιλεὺς δι΄ ἀποστολῆς ὁμογλώττων τοῦ τῶν Σκυθῶν ἀποπειρᾶται [9C] στρατεύματος͵ εἴ πως ἐς ὁμολογίας ξυμβαῖεν καὶ τοῦ διὰ μάχης χωρεῖν ἀποσταῖεν πάντες ἢ γοῦν ἔνιοι͵ εἰς πλείους διῃρημένοι φυλὰς καὶ διακριδὸν στρατήγια βάλλοντες. ἐφελκυσάμενος οὖν τόνδε τὸν τρόπον τινὰς τῶν παρ΄ αὐτοῖς τὰ πρῶτα φερόντων, πᾶσαν φιλοφροσύνην ἐπ΄ αὐτοῖς ἐπιδείκνυται͵ οὐ μόνον περιττὰς ἑστιάσεις αὐτοῖς παραθέμενος͵ ἀλλὰ καὶ σηρικοῖς καταγοητεύσας ἱματισμοῖς καὶ κυπέλλοις καὶ λέβησιν ἀργυρέοις ὑπαγαγόμενος. καὶ τοῖς δελέασι τούτοις τὰ τῶν Σκυθῶν ὑποχαυνώσας φρονήματα, ἔγνω μὴ καιρὸν εἶναι μελλήσεως͵ ἀλλ΄ ἐπάγειν αὐτοῖς τὰς δυνάμεις κἀκ τοῦ αὐτίκα συντάξασθαι͵ ἕως ἔτι τὰς γνώμας ἔχοντές εἰσιν ἀμφιβόλους [9D] καὶ ῥέπουσι πρὸς ἀμφότερα͵ καὶ Ῥωμαίοις μὲν διανοούμενοι σπείσασθαι διὰ τά σφίσιν ἐπαγγελλόμενα͵ θαρροῦντες δὲ καὶ τὸν πόλεμον ὡς τοῦ νικᾶν ἐθάδες πάλαι γενόμενοι. ἄρας τοίνυν ἐκ τῶν τῆς Βερόης μερῶν (ἐκεῖσε γὰρ ἐστρατοπεδεύετο) κνεφαῖος τοῖς Σκύθαις συρρήγνυται. γίνεται τοίνυν φρικαλέα τις συμβολὴ καὶ καταπληκτικωτέρα τῶν πώποτε μάχη συνίσταται· οἵ τε γὰρ Σκύθαι γενναίως ἐδέξαντο τὸ ἡμέτερον στράτευμα τῇ τῶν ἵππων ἐπελάσει καὶ τῇ τῶν τοξευμάτων ἐπαφέσει καὶ ταῖς βοαῖς ἐν ταῖς ἐμβολαῖς δυσαντίβλεπτοι δεικνύμενοι͵ καὶ Ῥωμαῖοι καθάπαξ ἐν τῷ ἀγῶνι γενόμενοι ὡς ἡττήσοντες ἢ θανούμενοι προύθεντο μάχεσθαι. καὶ αὐτὸς δὲ βασιλεύς͵ τοὺς ἑταίρους ἔχων μεθ΄ ἑαυτοῦ, καὶ ὅσον περὶ τὴν τοῦ σώματος φυλακὴν ἀποτέτακτο͵ ἀεί πως ἐπεβοήθει τοῖς κάμνουσι μέρεσιν. αὐτὸ μέντοι τὸ Σκυθικὸν κατὰ τόνδε τὸν πόλεμον καὶ τοιοῦτόν τι ἐκακοτέχνησεν ἐκ [11A] προσκέψεως͵ ποριζούσης αὐτῷ τῆς ἀνάγκης τὰ δέοντα. συναγαγὸν δὴ πᾶσαν ἅμαξαν εἰς σχῆμα περιφερὲς αὐτὰς διατίθησι, καὶ τούτων ἄνωθεν στήσαντες μοῖραν οὐκ ὀλίγην ἐκ τοῦ σφῶν στρατεύματος ὅσα καὶ χαρακώματι ἀπεχρῶντο τῷ μηχανήματι, καὶ πολλὰς δι΄ αὐτῶν ἐγκαρσίους παρόδους ῥυμοτομήσαντες͵ βιαζόμενοι μὲν ὑπὸ Ῥωμαίων καὶ τὰ νῶτα πρὸς τὴν τάξιν τῶν προσώπων μετατιθέντες͵ ὥσπερ τεῖχος ἐχυρὸν τὰς ἁμάξας εἰσέτρεχον καὶ διετίθουν οὕτω τὴν φυγὴν πρὸς τὸ εὖ͵ εἶτ΄ αὖθις ἐκεῖθεν μετ΄ ἀνοχὴν ὡσεὶ διὰ πυλῶν ἀνακλινομένων ἐκπίπτοντες ἔργα χειρὸς ἀνδρείας ἐδείκνυον. καὶ ἦν τὸ γινόμενον τοῦτο τειχομαχία τις ἀκριβὴς ἐν μέσῃ [11B] πεδιάδι σχεδιασθεῖσα παρὰ Σκυθῶν͵ ὡς συμβαίνειν ἐκ τοῦδε τὰ Ῥωμαίων ἐπ΄ ἀτελέστοις μογεῖν. ἦν οὖν τηνικαῦτα τὸν Ἰωάννην ὁρᾶν σοφόν τι χρῆμα τοῖς ὑπ΄ αὐτὸν καθιστάμενον· οὐ γὰρ ἀγαθὸς μόνον καὶ ποικίλος τὸ ἦθος ἐδείκνυτο σύμβουλος͵ ἀλλὰ καὶ πρῶτος παρεῖχε πέρατι ὁπόσα στρατηγοῖς καὶ τάγμασιν ὑπετίθετο. τὸ δὲ δὴ καινὸν καὶ πολλὴν ἐκείνῳ μαρτυροῦν τὴν εὐσέβειαν͵ ὁπότε τῶν Ῥωμαίων αἱ φάλαγγες ἔκαμνον ἐπιβριθόντων τῶν πολεμίων καὶ συμπιπτόντων παραβολώτερον͵ τὴν τῆς θεομήτορος εἰκόνα παρεστῶσαν ἔχων͵ μετ΄ οἰμωγῆς ἐμβλέπων͵ ἐλεεινοῖς τοῖς σχήμασι θερμότερα τῶν ἐναγωνίων ἱδρώτων κατέλειβε δάκρυα. καὶ ἦν οὔκουν εἰς κενὸν διαπραττόμενος οὑτωσί͵ ἀλλ΄ ἐκ τοῦ μάλα [11C] αὐτίκα τὴν ἐξ ὕψους θωρακιζόμενος δύναμιν τὰς Σκυθικὰς ἐτροποῦτο παρεμβολάς͵ ὡς Μωϋσῆς πρότερον τῇ τῶν χειρῶν ἐκτάσει τὰς Ἀμαληκίτιδας ἴλας ἐνέκλινεν. ἀναλαβὼν δὲ καὶ τοὺς ὑπασπιστάς͵ οἳ περιμήκεσιν ἀσπίσι καὶ πέλυξιν ἑτεροστόμοις φράγνυνται͵ ὡσεὶ τεῖχος ἄρρηκτον τοῖς Σκύθαις ἀντιπροβάλλεται. ἀμέλει καὶ ὑπ΄ αὐτῶν διαλυθέντος τοῦ ἐκ τῶν ἁμαξῶν ἐρύματος, καὶ εἰς χεῖρας οὕτω τοῦ πολέμου συνερχομένου͵ γίνεται τῶν ἐναντίων τροπὴ καὶ φυγὴ ἀκλεὴς καὶ Ῥωμαίων εὐθαρσὴς ἐπιδίωξις. κατὰ χιλιοστύας τοίνυν πίπτει τὸ ἁμαξόβιον, καὶ διαρπάζονται χάρακες· τὸ δὲ [11D] συλληφθὲν δορυάλωτον καὶ ἀριθμοῦ κρεῖττον ὁρᾶται͵ ὥσπερ καὶ τὸ προσρυὲν αὐτόμολον τῷ πόθῳ τῶν ζωγρηθέντων ὁμογενῶν͵ ὡς ἐκ τούτου καὶ κώμας συνοικισθῆναι καθ΄ ἑσπέριόν τινα λῆξιν Ῥωμαϊκήν͵ ὧν καὶ εἰσέτι μικρά τινα ἐμπυρεύματα σώζονται͵ οὐκ ὀλίγους δὲ καὶ εἰς σπείρας καταλεγῆναι συμμαχικάς͵ ἀποδοθῆναι δὲ καὶ μοίρας πλείονας συνειλημμένας ὑπὸ τῆς στρατιᾶς.
Τοιαύτην νίκην περιφανῆ κατὰ Σκυθῶν ὁ Ἰωάννης ἀράμενος καὶ μέγιστον στήσας τρόπαιον τὰς εὐχὰς τῷ θεῷ ἀποδίδωσι͵ τὴν τῶν Πατζινάκων λεγομένην ἐς ἡμᾶς τελετὴν εἰς ἀναμνηστήρια ἀποτάξας τῶν πεπραγμένων καὶ χαριστήρια. Μικρὸν δὲ ὕστερον καὶ κατὰ τοῦ τῶν Τριβαλλῶν ἔθνους (εἴποι δ΄ ἄν τις ἕτερος Σέρβων)͵ κακουργοῦντος καὶ τὰς σπονδὰς συγχέοντος͵ στρατείαν ἐκήρυξε͵ καὶ συμβολῆς γενομένης͵ κατὰ κράτος ἡττήσας καὶ τοῦτο τὸ βάρβαρον πρὸς σπονδὰς ὑπηγάγετο͵ [12A] μηδ΄ ἄλλως δεικνύμενον ἀξιόμαχον͵ οἷα καθυποκύπτον ἀεὶ ταῖς ἐκ γειτόνων ἀρχαῖς. καὶ λείαν ἐκεῖθεν ἐλάσας οὐ σταθμητὴν, καὶ πλείστων ὠφελειῶν ἐμπλήσας τὸ στράτευμα, ἐς τὴν ἕω διαβιβάζει τὸ τοῦ πλήθους αἰχμάλωτον, καὶ κατὰ τὴν Νικομήδους ἐπαρχίαν ἀποτάξας αὐτῷ κατοίκησιν καὶ γῆν διαρκεστάτην ἀποδασάμενος τὸ μὲν τοῦ δορυκτήτου λεὼ τοῖς στρατεύμασιν ἐγκατέμιξε͵ τὸ δὲ παρῆκεν εἰς δασμοφόρησιν.
Καὶ πατὴρ δὲ ἀρρένων παίδων ὁ βασιλεὺς οὗτος φανεὶς τῷ μὲν προήκοντι κατὰ γένεσιν (Ἀλέξιος τῷδε τὸ ὄνομα) πορφυρίδος μετέδωκε, καὶ πεδίλοις ἐρυθροῖς ὑποδεῖσθαι διαφῆκε τὰ βάθρα τοῦ σώματος, καὶ συνευφημεῖσθαί οἱ παρεῖχεν͵ [12B] ὁπηνίκα Ῥωμαίων αὐτοκράτωρ ἐκεῖνος ὑπὸ τῶν συνειλεγμένων ὄχλων ἀνηγορεύετο· τὸν δὲ μετ΄ αὐτὸν Ἀνδρόνικον Ἰσαάκιόν τε τὸν ἐπὶ τῷδε καὶ τὸν ἐφεξῆς τέταρτον Μανουὴλ σεβαστοκρατορικαῖς ὑπεξαίρει τιμαῖς. φασὶ δὲ ὡς κατ΄ ὄναρ ὁ βασιλεὺς θεάσαιτο τὸν νεοστεφῆ υἱὸν τὸν Ἀλέξιον θηρίῳ ἔποχον λέοντι καὶ τοῦτον ἐκ τῶν ὤτων ἡνιοχεῖν μηδενὸς ἑτέρου ὑπόντος ἐπιτηδείου πρὸς διεξαγωγὴν τοῦ θηρός. ἦν δὲ ἡ σύγκρισις τοῦ ἰνδάλματος͵ ὡς μέχρι καὶ προσρήματος ψιλοῦ καὶ γυμνῆς πραγμάτων ἀνακηρύξεως ἐπιτευξεῖται τῆς βασιλείας ὁ παῖς͵ τῆς δὲ μείζονος ἀποπεσεῖται κυριαρχήσεως͵ ὃ καὶ μικρῷ συμβέβηκεν ὕστερον· θανάτῳ γὰρ τὴν ἐξ ἀνθρώπων ἐστείλατο.
Περὶ δὲ θέρειον ὥραν τὸν Ἴστρον διαβάντες οἱ Οὖννοι [12C] τήν τε Βρανίτζοβαν ἐξεπόρθησαν͵ κατερείψαντες τὰ τείχη καὶ τοὺς λίθους μετενεγκάμενοι εἰς τὸ Ζεύγμινον͵ καὶ τὴν Σαρδικὴν ἐληΐσαντο͵ τὰς ἐπὶ φιλίᾳ τῇ πρότερον ὁμολογίας ἀποσεισάμενοί τε καὶ διαξάναντες. ἦν δὲ ἡ μὲν ἐνδόμυχος αἰτία ταυτησὶ τῆς διαφορᾶς τὸ τὸν Ἀλμούζην παρὰ βασιλέα ἐλθεῖν καὶ προσδεχθῆναι παρ΄ αὐτοῦ ἀσμενέστατα͵ κασίγνητον ὄντα Στεφάνου τοῦ τῶν Οὔννων κατάρχοντος͵ ἡ δ΄ εὐπρόσωπός τε ἅμα καὶ πρόδηλος ἀφορμὴ τὸ τοὺς οἰκήτορας Βρανιτζόβης λῃστρικῶς ἐπιτίθεσθαι τοῖς παραβάλλουσιν ἐκεῖθι Οὔννοις κατ΄ ἐμπορίαν καὶ δρᾶν ἐπ΄ αὐτοῖς τὰ χείριστα. ἅτε δ΄ ἀπροόπτως τοῦ κακοῦ τοῦδε ξυνενεχθέντος͵ τότε μὲν [12D] τῇ κατὰ τὴν Φιλιππούπολιν ἐνδημίᾳ τὰ τῆς προμηθείας βασιλεὺς ἐπεμέτρησεν͵ Οὔννους ἐκεῖθεν μετανάστας θέμενος· τῷ δ΄ ἐπιόντι καιρῷ πρὸς παρασκευὴν τῶν οἰκείων καὶ ἄμυναν τῶν πολεμίων χρησάμενος τὰς δυνάμεις συνήθροισε καὶ νῆας ταχυναντούσας ἡτοίμασε, καὶ ταύτας ἐς τὸν Ἴστρον διὰ τοῦ Πόντου κατακολπίσας ὑδραῖος ὁμοῦ καὶ χερσαῖος τοῖς ἀντιπάλοις ἐφίσταται. διελθὼν δὲ τὸν ποταμὸν μετὰ τῆς στρατηγίδος τριήρους, καὶ τὸν στρατὸν καταστησάμενος ἐς τὸ πέραν, ἱππομαχίᾳ καὶ δοράτων ἀγκοινήσει τὸ συνελθὸν Οὐννικὸν διεσκέδασε. χρονίσας δ’ ἐν τῇ πολεμίᾳ καὶ καρτερικώτατος φανεὶς ἑαυτοῦ τοῦ τε Φραγγοχωρίου ἐκράτησεν͵ ὅπερ ἐστὶ τῆς τῶν Οὔννων γῆς τὸ πιότατον͵ ἐς πεδία ὑπτιάζον ἱππήλατα͵ μεταξὺ τῶν ποταμῶν Σαούβου καὶ Ἴστρου ἀναπεπταμένον͵ καὶ τὸ Ζεύγμινον παρεστήσατο, καὶ κατ΄ αὐτὸν ἐλάσας [13A] τὸν Χράμον λείαν πλείστην περιεβάλετο. ἔπειτα καὶ τούτῳ τῷ γένει μεθ΄ ἑτέρας συμπλοκὰς σπεισάμενος, τά τε πρὸς εἰρήνην εὖ διαθέμενος, καὶ τὸ λοιπὸν βαρβαρικόν͵ ὁπόσον καθ΄ ἑσπέραν Ῥωμαίοις ἄγχουρον͵ εἰς φιλίαν ἆκον ὑπαγαγόμενος ἐν οἷς πολλάκις εὐρόησε κατὰ τὸν πόλεμον͵ δεῖν ᾠήθη καὶ τὰ ὑπερόρια φῦλα͵ καθ΄ ὃν ἂν καὶ δύναιτο τρόπον͵ ὑποποιήσασθαι͵ καὶ τούτων μάλιστα ὁπόσα τῇ ἐμπορίᾳ καὶ ἀγυρτείᾳ προσκείμενα μετὰ πλοίων ἐς τὴν Κωνσταντίνου καταίρουσιν. οὐκοῦν καὶ εἶχεν οἰκειωσάμενος τὴν παράλιον Ἰταλίαν, ὅλα λαίφη διαπετῶσαν ἐς τὴν βασιλίδα τῶν πόλεων. ἠρεμησάντων δ΄ οὕτω τῶν καθ΄ ἑσπέραν γενῶν͵ ἐς τὴν ἕω διαβιβάσας τὸ στράτευμα [13B] τοῖς τὴν Κασταμόνα κατέχουσι Περσαρμενίοις ἐπιθέσθαι ἔγνωκεν, ὅθεν διὰ τῆς τῶν Βιθυνῶν καὶ Παφλαγόνων ἐπαρχίας ἐλάσας ἐκεῖσέ τε παραγίνεται καὶ κλίμαξιν ὅτι πλείσταις χρησάμενος καὶ κύκλῳ περιστήσας τὰς ἑλεπόλεις αὐτῆς τε τῆς Κασταμόνος κρατεῖ, καὶ τὸν ταύτης σατραπεύοντα Περσαρμένιον ἀπειπόντα περὶ τῶν ὅλων φυγάδα δείκνυσιν. οὐκ ὀλίγον δὲ πλῆθος Περσῶν ἐκεῖθεν ἀπαγαγὼν αἰχμάλωτον πρὸς τὸ Βυζάντιον ἐπανέζευξε. Τοίνυν καὶ κηρύξας ἐπὶ τῷ τροπαίῳ τουτωῒ θρίαμβον, ἅρμα διειλημμένον ἀργύρῳ παγῆναι προσετετάχει· καὶ ἦν τὸ ἅρμα θαυμάσιον οἷον γενόμενον, καὶ λίθοι τῶν μὴ πάνυ τιμαλφῶν ἐνιαχοῦ αὐτὸ ἤγαλλον. ἐνστάσης δὲ τῆς ἡμέρας͵ καθ΄ ἣν ἡ πρόοδος [13C] ὥριστο͵ ἅπας πέπλος τὰς ἀγυιὰς κατηγλάϊζε χρυσοϋφής τε καὶ περιπόρφυρος. οὐδὲ τὰ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀπῆν ἐκεῖθεν εἰκάσματα͵ ὁπόσα ἱστουργικὴ χεὶρ ἐπίπλοις ἐνετυπώσατο͵ ἃ καὶ εἴρηκεν ἄν τις ἔμψυχα͵ οὐκ ἐνυφαντά. ἦν δὲ τοῦ ἄγασθαι ἄξια καὶ τὰ περὶ τὴν πάροδον ἑκατέρωθεν πρὸς ὑποδοχὴν τῶν θεωμένων διὰ ξύλων πήγματα καὶ ἴκρια. χῶρος δὲ τῆς πόλεως ἦν͵ ὃς οὑτωσὶ διεσκεύαστο ὁ διήκων ἐκ τῶν ἑῴων πυλῶν τῆς πόλεως ἐς αὐτὸ τὸ μέγα παλάτιον. καὶ δὴ τὸ μὲν τέτρωρον εὐπρεπὲς, καὶ εἷλκον τοῦτο πίσυρες ἵπποι καλλίτριχες χιόνος λευκότεροι. ὁ δὲ βασιλεὺς [13D] τὴν τοῦ ἅρματος ἐπίβασιν παρεικὼς τὴν τῆς θεομήτορος εἰκόνα τούτῳ ἐπανεβίβασεν͵ ἐφ΄ ᾗ καὶ ἦν γεγηθὼς καὶ τὴν ψυχὴν ἐκλείπων αὐτήν, καὶ τὰς νίκας ὡς συστρατηγέτιδι ἀμάχῳ ἐπιγραφόμενος, καὶ δοὺς ἄγειν τὰ χαλινὰ τοὺς παρ΄ ἐκείνῳ δυναμένους τὰ μέγιστα, καὶ τοῖς ἐκ γένους ἐγγίζουσιν ἀμφιπονεῖσθαι τὸ ἅρμα ἐνδοὺς, προῆγεν αὐτὸς σταυρικὸν σημεῖον χειριζόμενος καὶ ποσὶ τὴν πορείαν ποιούμενος· καὶ τὸν ἐκ τῆς τοῦ θεοῦ σοφίας παρωνυμούμενον ναὼν εἰσιὼν, καὶ τὴν ἐπὶ τοῖς κατωρθωμένοις ἀνθομολόγησιν κυρίῳ τῷ θεῷ ἀπονείμας τοῦ λεὼ παντὸς ἐνώπιον, τῷ ἀρχείῳ οὕτως παρέβαλεν.
Οὐ πολλοῦ δὲ διαλιπόντος καιροῦ͵ ἀλλ΄ ὥστε καὶ αὐτὸν ἐποφθῆναι τοῖς ὑπηκόοις καὶ θεάτροις διαχυθῆναι͵ προσειπεῖν δὲ καὶ τὸν στρατιώτην τὰ οἴκοι χρόνιον καὶ διαναπαῦσαι τὸν ἵππον καὶ τὴν λόγχην ἀκέσασθαι͵ αὖθις κατὰ Κασταμόνος ἐστράτευσεν. ὁ γὰρ τὸν καιρὸν ἐκεῖνον τῆς Καππαδοκῶν χώρας κρατῶν Περσαρμένιος Ταϊσμάνιος μετ΄ ἰσχύος [14A] μείζονος ἐπιὼν τειχομαχίᾳ τὴν πόλιν εἷλε καὶ τῷ ξίφει κατὰ τῶν φυλάκων Ῥωμαίων ἐχώρησεν. ὁ βασιλεὺς τοίνυν ἐκεῖσε παραγενόμενος τὸν μὲν Ταϊσμάνιον ἐξ ἀνθρώπων εὗρε γεγενημένον͵ Μουχούμετ δέ τινα τὴν Κασταμόνα διέποντα͵ διάφορον τῷ τῆς Ἰκονίου πόλεως ἀρχηγῷ Μασούτ. συμφόρῳ γοῦν τῷ καιρῷ πρὸς σύναρσιν τῶν καθ΄ αὑτὸν πραγμάτων ὁ βασιλεὺς χρώμενος σπένδεται τῷ Μασοὺτ, καὶ συμμαχίαν εἰληφὼς ἐκεῖθεν ἔπεισι τῷ Μουχούμετ. ὁ δὲ πρὸς ἀμφίστομον στράτευμα οὔκουν ἑαυτὸν εἰδὼς ἀξιόμαχον ὕπεισι τὸν ὁμόφυλον Μασοὺτ καὶ καταλύσας τὴν ἔχθραν ἄλλοις τε πολλοῖς οἷς ἐκείνῳ διὰ γραμμάτων ἐσήμανεν͵ ἀλλὰ δὴ καὶ τῷ [14B] εἰπεῖν ὡς προσρυεὶς τῷ βασιλεῖ Ῥωμαίων͵ εἰ μὴ καταλλαγεῖεν αὐτοί͵ κακῶς διάθοιτο τὰ Περσῶν͵ πείθει τὸν Ἰκονιέα Μασοὺτ ἀποσχέσθαι μὲν βασιλέως͵ ἐκείνῳ δὲ προσρέψαι καὶ λῦσαι τὴν συμμαχίαν. οὗ μετὰ βραχὺ συμβάντος, καὶ νυκτὸς οἰχομένων τῶν τῷ βασιλεῖ παρὰ τοῦ σουλτὰν ἐκπεμφθέντων ἐπικούρων Περσῶν͵ οὐκ εὔοδα τὸ ἐκ τοῦδε Ῥωμαίοις τὰ τῆς προκειμένης ἐκστρατείας γεγόνασιν. ὅθεν ἀναχασάμενος ἐκεῖθεν καὶ κατὰ τὸ πόλισμα στρατοπεδευσάμενος ὃ περὶ τὸν Ῥυνδακὸν ποταμὸν αὐτὸς ἐδείματο͵ αὖ πάλιν τῆς κατὰ τοῦ Μουχούμετ ἀκμαιότερον ἥψατο, καὶ Ῥωμαίοις ἐπανασωσάμενος Κασταμόνα οὐδὲ τῆς Γάγγρας ἀπέσχετο. μία δέ ἐστιν αὕτη [14C] τῶν περιφανῶν καὶ μεγίστων Ποντικῶν πόλεων͵ οὔπω πρώην Πέρσαις καθυποκύψασα.
Ταύτῃ τοι καὶ νόμῳ πολέμου τὰ περὶ τὴν πόλιν ταύτην ὑπαγαγόμενος πρότερον͵ ἔπειτα ἐπ΄ αὐτήν χάρακα ἔβαλεν. τοῦ δ΄ ἐντὸς Περσικοῦ μηδὲν μέτριον φρονοῦντος ἢ καθ΄ ὁμολογίαν τε καὶ σπονδὰς βασιλεῖ συγχωροῦντος τὴν εἴσοδον͵ τὸ τεῖχος ὁ στρατὸς περιβάλλει͵ εἶτα τειχομαχίαις χρησάμενος͵ ᾗπερ ἦν ἐπίμαχος ὁ περίβολος͵ συνεχῶς ἔτυπτε τοῦτον. μὴ προχωροῦντος δὲ τοῦ ἔργου διὰ τὴν τῶν ἐπάλξεων ὀχυρότητα καὶ τὸ ἐπὶ πολὺ ἐκθύμως μάχεσθαι τοὺς ἐνόντας͵ βάλλειν τὰ τείχη παρεὶς κατὰ τῶν οἰκιῶν ἐγνώκει διασφενδονᾶν τοὺς λίθους͵ προφαινομένων ἐκ τῶν [14D] ἔξωθεν κολωνῶν͵ ἐφ΄ ὧν Ῥωμαῖοι κατεστρατοπεδεύοντο. οἱ μὲν οὖν ἐπὶ τῶν μηχανῶν λίθους στρογγύλους καὶ κούφους διὰ τὸ εὐσύνοπτον ἐς ὅτι πορρωτάτω διαφιέντες͵ ὡς δοκεῖν ἵπτασθαι τούτους͵ οὐ μὴν ἀπὸ μηχανημάτων ἵεσθαι͵ τοὺς δόμους κατέσειον· οἱ δ΄ ἐπὶ γόνυ κλινόμενοι καὶ τοὺς ὀρόφους διαλυόμενοι τὸ ἐνοικοῦν πλῆθος ἔκτεινον͵ ὡς ἐντεῦθεν εἶναι καὶ τὴν ἐν ταῖς ἀμφόδοις ἐπισφαλῆ πάροδον καὶ τὸ ἔνδον ἡσυχῇ καθῆσθαι πάντῃ ἀσύμφορον. Διὰ ταῦτα τοίνυν καὶ τὴν τοῦ βασιλέως προσεδρείαν, οὐχ ἥκιστα δὲ τὴν ἐπὶ μαλακῷ θανάτῳ ἐξ ἀνθρώπων ἀφάνισιν τοῦ τῆς Γάγγρας ἐπιστατοῦντος Ταϊσμανίου, ἑαυτοὺς καὶ τὴν πόλιν τῷ αὐτοκράτορι ἐνεχείρισαν. ὁ δὲ αὐτὴν εἰσιὼν καὶ τὸ πολὺ τῶν Περσῶν ἐκεῖθεν ἀπαγαγὼν καὶ δισχιλίους ὁπλίτας Ῥωμαίους φρουροὺς τῇ Γάγγρᾳ ἐγκαταστήσας, τὴν βασιλεύουσαν εἴσεισι. Πλὴν οὐδὲ ταυτηνὶ τὴν πόλιν ἐφ΄ ἡλίοις ἡ Κωνσταντίνου μακροῖς ἔβλεψεν ὑπ΄ αὐτὴν κληρουμένην καὶ ταῖς [15A] λοιπαῖς ἐνταττομένην ὑπηκόοις πόλεσιν· ἀλλ΄ ἐπιβρῖσαν τὸ Περσικὸν μεῖζον τοῦ προτέρου καὶ λίαν ἐπικρατέστερον καὶ βαλὸν χάρακα, λιμῷ παρεστήσατο͵ ἄλλοις καιρίοις ἐπισπωμένου τοῦ βασιλέως καὶ τούτοις τὸν νοῦν προσέχοντος.
Τὸ δ΄ ἀπὸ τοῦδε κατὰ τῆς Κιλίκων στρατείαν ἐκήρυξε͵ τὸν Λεβούνην͵ ὃς Ἀρμενίας ἦρχε͵ μετιέναι ποθῶν ὡς ἄλλα τε κατήκοα Ῥωμαίοις πολίσματα χειρωσάμενον͵ ἀλλὰ δὴ καὶ Σελευκείας ἐπιβῆναι πειρώμενον. ἀγηοχὼς τοίνυν τὰς οὔσας δυνάμεις καὶ νεαλεῖς ἄλλας αὐταῖς προσθέμενος, καὶ τὰ ἐφόδια ἱκανὰ πρὸς χρονίαν ἐκδημίαν ἐνθέμενος, ταῖς Κιλικίαις πύλαις ἐφίσταται· καὶ ταύτας ἀμαχεὶ παρελθὼν Ἀδάνης [15B] ἐπέβη, καὶ κρατεῖ τῆς Ταρσοῦ. οὐ μέχρι δὲ τούτου περιγράψας τὸ πρόθυμον περὶ τῆς ὅλης Ἀρμενίας διαγωνίζεται͵ ὅθεν πῇ μὲν ὁμολογίᾳ χειρούμενος τὰ τῶν φρουρίων ἐπικαιρότατα͵ πῇ δὲ διὰ μάχης αὐτὰ ὑπαγόμενος͵ ἐγκρατὴς ἁπάσης τῆς χώρας γίνεται. ἐπιστὰς δὲ σὺν ἄλλοις καὶ ἀποτόμῳ τινὶ ἐρύματι͵ ὅπερ Βακὰ ὀνομάζεται͵ ἐπεὶ μὴ χεῖρας προύτεινον αὐτῷ οἱ ἐντός οὔτε μὴν προυχώρουν εἰς εἰρηναίας ξυμβάσεις͵ διαλαμβάνει τοῦτο παντὶ τῷ στρατεύματι βαλὼν χάρακα͵ μὴ ἂν ἐκεῖθεν ἀπᾶραι τὸ παράπαν ἰσχυριζόμενος͵ εἰ μὴ τοῦ πολίσματος ἐγκρατὴς ὀφθήσεται͵ κἂν εἰ πολιωθῆναί οἱ ξυμβαίη τῇ προσεδρείᾳ τὴν κεφαλὴν καὶ ταῖς χιόνων παλυνθῆναι πολλάκις καταφοραῖς͵ εἰς νοῦν ἄγων [15C] ἅμα τοῖς πολιορκουμένοις ὅσα μὲν εὖ πάθοιεν παρ΄ αὐτοῦ ὑπενδόντες καὶ ἐκστάντες αὐτῷ τοῦ ἐρύματος͵ οἵοις δ΄ αὖ χειρίστοις ὑποβληθεῖεν πολέμου νόμῳ ἁλόντες καὶ τὴν στρατιὰν ἰδόντες εἰσρυεῖσαν ἔνδοθεν. ἦν δ΄ ἀσπίσι ταῦτα ἐπᾴδων ἑκοντὶ κωφευούσαις πρὸς τὰ ὑποψαλλόμενα παρὰ σοφοῦ φαρμακοῦ, καὶ σμήχων ἄντικρυς διηλέγχετο τὸν Αἰθίοπα. οἱ γὰρ τοῦ φρουρίου Βακὰ τὴν ἐπιστασίαν πεπιστευμένοι καὶ πάντες μὲν ἀκαταπλήκτως εἶχον πρὸς τὸν ἀγῶνα͵ Κωνσταντῖνος δέ τις μάλιστα͵ τοῦ τῶν Ἀρμενίων γένους τὰ πρῶτα κληρούμενος καὶ τῶν πολλῶν ὑπερφέρων χειρὸς γενναιότητι· οὐ γὰρ μόνον τὸ ἐνοικοῦν πλῆθος ἐπισυνίστησι καὶ διανίστησι [15D] πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον͵ ἀλλὰ καὶ αὐτὸς τοῦ φρουρίου πολλάκις προοπτανόμενος κἀπὶ τοῦ γηλόφου μεθ΄ ὅπλων ἱστάμενος͵ ἐφ΄ οὗπερ ἡ μὲν φύσις τὴν πέτραν ἀνέδωκεν͵ ἡ δὲ τέχνη τείχεσιν αὐτὴν περιέβαλε καὶ ἐκράτυνεν͵ ὕβρεσι τὸν βασιλέα Ἑλληνίδι ἔπλυνε γλώττῃ͵ ἔς τε τὴν ἄκοιτιν καὶ τὰς θυγατέρας ὁ στόμαργος ἐρεσχελῶν καὶ λόγους ἀπρεπεῖς ἀφιείς. βασιλεὺς μὲν οὖν συλλαβεῖν τὸν αἰσχρορρήμονα βάρβαρον καὶ δίκας λαβεῖν ἐξ ἐκείνου ἐγλίχετο· ὁ δὲ τῇ σφετέρᾳ πεποιθὼς ῥώμῃ καὶ μέγα τῷ δραστηρίῳ κατακομπάζων τῆς φύσεως, ἔτι καὶ τὴν βασιλέως κατεμωκᾶτο παράταξιν καὶ προυκαλεῖτο ἀναίδην τὸν ἐπιλέγδην ἐκείνῳ συμπλακησόμενον. ἀμέλει καὶ βασιλεὺς ἐπιτάττει τοῖς ταξιάρχαις ἐκ τοῦ αὐτίκα τῶν ἀλκίμων τινὰ στρατιωτῶν ἀντιτάξαι τῷ Ἀρμενίῳ ἀντίμαχον ἀξιόμαχον. ὡς οὖν Εὐστράτιός [16A] τις ἐκ τοῦ τῶν Μακεδόνων ἐπεκρίθη τάγματος͵ ἀσπὶς αὐτῷ ἐς ἀνδρόμηκες κατιοῦσα δίδοται καὶ σπάθη νεόσμηκτος ἐγχειρίζεται. οὕτω δ΄ ὁπλισθεὶς Εὐστράτιος ἀφίσταται μὲν τῶν Ῥωμαϊκῶν ἰλῶν͵ περὶ δὲ τοῦ γηλόφου τὰ κράσπεδα ἐπιστὰς ὑποκαταβῆναι βραχὺ τὸν Ἀρμένιον προυκαλεῖτο͵ ὅπως ἐν ἰσοπέδῳ διαγωνίσωνται͵ εἴπερ ἀληθῶς τὴν μοναθλίαν αἱρεῖται καὶ μὴ ἐπὶ πλεῖστον ἐμπληξίας ἰὼν εἰκῇ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο σοβαρεύεται. ὕβριν τοίνυν οἰκείαν ὁ Κωνσταντῖνος τὰ τοῦ Μακεδόνος ἡγησάμενος ῥήματα, ὡς καταιβάτης πρηστὴρ [16B] ἢ δορκὰς ὀρεσίτροφος θάμνων διαλλομένη τῷ Εὐστρατίῳ προσρήγνυται οὕτω μὲν τηλίκος τὸ τοῦ σώματος μέγεθος ὤν͵ οὕτω δὲ θαρσαλέος πολεμιστής͵ ἀσπίδα προβεβλημένος ἴσην πάντοθεν καὶ λευκήν͵ χάραγμα σταυρικὸν περὶ τὸ μέσον ἔχουσαν. οὐκοῦν καὶ τὴν δεξιὰν ξιφηφοροῦσαν τονώσας ἐπ΄ εὐθείας τε καὶ ἐγκαρσίως ἐς τὴν ἀσπίδα πλήττων οὐκ ἀνίει τὸν Μακεδόνα͵ οἰστρώδει προπετείᾳ χρώμενος͵ καὶ ἦν ἀεὶ προσδόκιμος μέγα τι κακὸν τὸν ἄνδρα ἐργάσασθαι. καὶ βασιλεὺς παντάπασιν ἀπεγνώκει͵ μὴ μόνον τῶν χρηστοτέρων ἐλπίδων ἀποβουκολούμενος͵ ἀλλὰ καὶ τὸ μὴ τεθνάναι τὸν Μακεδόνα λαμπρῶς ἀπειπάμενος. καὶ τοιῷδε μὲν οὖν ὁρμήματι ῥοθίῳ τοῦ Κωνσταντίνου ἐπικειμένου͵ ὅμως τὸν Εὐστράτιον φωναῖς ὑπήλειφον οἱ Ρωμαῖοι καὶ ἀντιπλήττειν αὐτὸν ὑπεφώνουν. ὁ δὲ πολλάκις ἀνατείνας τὴν χεῖρα καὶ [16C] δόκησιν παρασχόμενος͵ ὡς πλήξειε τὸν ἀντίπαλον͵ ὑπεστέλλετο παρὰ δόξαν͵ οἷά τινος Τελχῖνος τὴν δεξιὰν ἐκείνῳ τοῦ πλήττειν ἀπάγοντος καὶ πρὸς τὸ δρᾶν ἐκτεινομένην ἐπέχοντος. ὀψὲ δέ ποτε μετὰ πολλὴν τοῦ ξίφους ταλάντευσιν τὴν χεῖρα κατενεγκὼν ὁ Μακεδὼν διχῇ τὸν Κωσταντίνου θυρεὸν διαιρεῖ͵ χρῆμά τι πέλωρον ὄντα καὶ ἀτεχνῶς Ἑκτόρειον· πρὸς ὅπερ Ῥωμαῖοι μὲν ἐπηλάλαξαν μετὰ πλείστης δὴ τῆς ἐκπλήξεως͵ ὁ δ΄ Ἀρμένιος τὸ φυλακτήριον ὅπλον οὕτως ἀέλπτως ἀποβαλόμενος͵ μηκέτι μένειν ἐπὶ τοῦ μεταιχμίου δυνάμενος͵ ποσὶ τὴν σωτηρίαν ἐπρίατο͵ ἐπαναδραμὼν εἰς τὸ γήλοφον ὡς τὸν περὶ ψυχῆς τρέχων σὺν ὀξυτέρῳ ὁρμήματι. τοῦ δὲ [16D] λοιποῦ κατὰ χώραν μένων οὔτε Ῥωμαίων κατεφρυάττετο͵ οὔτε μὴν ἐς τὸν ἄνακτα καὶ τὸ γένος θρασυστομῶν σαπρολογίας ἱέναι προέθετο βέλεμνα ἐν τῷ τὰ χείλη τείνειν κατὰ νευρὰν καὶ τοὺς ὀδόντας ὡσεὶ τόξον διατιθέναι κέρασιν ἁρμοζόμενον. ἐρωτηθεὶς δὲ πρὸς τοῦ βασιλέως ὁ Μακεδών͵ ὅ τι δρῶν καὶ διανοούμενος τὴν μὲν χεῖρα πολλάκις ἀνέτεινεν ὡς πλήξων τὸν ἀνθιστάμενον͵ τὸ δὲ ξίφος ἅπαξ κατήνεγκε͵ σκοπὸν εἶναί οἱ διὰ μιᾶς ἔφατο τοῦ ξίφους καταφορᾶς τὴν ἀσπίδα καὶ τὸν αὐτὴν ἀνέχοντα διελεῖν Ἀρμένιον· ὡς δ΄ ἐπιτελὲς οὐκ εἶχε τὸ ἐννοούμενον διὰ τὸ μὴ ἐν χρῷ τὸν διάφορον τὸν θυρεὸν ἀνέχειν͵ ἀλλὰ προβεβλῆσθαι κατὰ πολὺ τοῦ σώματος ἀφεστῶτα͵ ἔγνω μὴ ἐλινύειν διακενῆς͵ τοῦ δ΄ οὖν ὅπλου καὶ μάλα καθικέσθαι καιρίως͵ εἶθ΄ οὕτως μετελθεῖν τὸν πολέμιον ἄτερ ἀσπίδος γενόμενον. θαυμάσας τοίνυν ἐπὶ τοῖς εἰρημένοις τούτοις ὁ βασιλεὺς δωρεαῖς μεγίσταις ἠμείψατο [17A]τὸν Εὐστράτιον.
Οὐ πολλαὶ δ΄ ἡμέραι παρίππευσαν͵ καὶ ὑποκύπτει τῷ βασιλεῖ καὶ βίᾳ ἐνδίδωσι καὶ τοῦτο τὸ φρούριον, καὶ συλληφθεὶς ὁ Κωνσταντῖνος ἀπάγεται δορυάλωτος͵ σιδήρῳ τοὺς πόδας ἀσφαλισθείς. ἔπειτα δὲ καὶ ναῦς τριήρης τοῦτον εἰσδέχεται κατενεχθέντα εἰς θάλασσαν· ἥτις μετὰ μικρὸν τὰ ἀπόγεια λύσασα ἤμελλε διακομίσαι τὸν δεσμώτην ἐς τὸ Βυζάντιον. τολμητίας δ΄ ὢν καὶ θερμουργὸς ὁ Ἀρμένιος, τοῖς φύλαξι νυκτὸς ἐπιθέμενος, πλείστους ὅσους διαχειρίζεται, καὶ τῶν δεσμῶν ἀνεθεὶς ὑπὸ τῶν συνόντων αὐτῷ θεραπευτήρων φυγὰς οἴχεται. ἀλλ΄ οὔπω νεωτέροις ἐπεφύη [17Β] πράγμασι͵ καὶ συσχεθεὶς αὖθις καταπροδίδοται βασιλεῖ.
Οὐ μόνον δὲ κατὰ τὴν ἅλωσιν τοῦ Βακὰ μετ΄ ἐργωδίας ὁ βασιλεὺς ἐκονίσατο͵ ἀλλὰ καὶ κατὰ τὴν Ἀνάβαρζαν πρότερον τὰ πλεῖστα ἐμόγησεν. ἡ γὰρ πόλις αὕτη͵ κουροτρόφος οὖσα καὶ πολυάνθρωπος͵ ἐρυμνοῖς τε διειλημμένη τείχεσι καὶ πετρῶν ἀποτόμων ὕπερθεν ἱδρυμένη͵ τότε μᾶλλον ἀσφαλεστέρα γεγένηται παρὰ τῶν εἰς αὐτὴν ὡς εἰς κρησφύγετον συνελθόντων͵ ἁπάντων ὄντων καταφράκτων καὶ κρατίστων͵ ἐπιτειχίσματα προσειληφυῖα καὶ μηχαναῖς παντοίαις διαληφθεῖσα. βασιλεὺς μὲν οὖν μέρος τῆς αὐτοῦ στρατιᾶς προπέπομφεν εἰς αὐτήν͵ καὶ τοῦτο Περσικοῖς κατειλεγμένον τέλεσιν͵ [17C] ὧν ηὐμοίρησε πρότερον τὴν Γάγγραν παραστησάμενος͵ πεῖραν λαβεῖν ἐντεῦθεν τῆς τῶν Ἀρμενίων γνώμης βουλόμενος καὶ ἀκριβῶς γνῶναι πρὸς οἷς εἰσιν. οἱ δὲ καὶ πρὸς μόνην τὴν θέαν τούτων θυμῷ ὑπερζέσαντες ὡς ἀπολουμένων αὐτίκα καὶ μηδὲ τὴν πρώτην αὐτῶν ὑποστησομένων ὁρμὴν, τὰς πύλας ἀνακλίναντες κατ΄ αὐτῶν ἐξερρύησαν͵ καὶ συμβολῆς γενομένης ἡττῶσί τε τούτους τὰ νῶτα στρέψαντας καὶ ἐπὶ πλεῖστον καταδιώκουσι. συστάντων δὲ μετὰ βραχὺ τῶν φευγόντων Περσῶν ἐν τῷ τὴν ὄψιν μεταβαλεῖν οἷα καὶ Ῥωμαϊκῶν αὐτοῖς ἐπαρηξάντων ταγμάτων͵ ἡ μάχη παλίνστροφος [17D] γίνεται, καὶ ἄκοντες εἰς τὸ τεῖχος ἐγκλείονται οἱ Ἀρμένιοι. μικρῷ δὲ ὕστερον καὶ τοῖς τείχεσιν αἱ μηχαναὶ προσάγονται, καὶ οἱ λίθοι ἐκσφενδονῶνται σφαιροειδεῖς καὶ τὰς βάρεις βάλλουσιν. ἀλλ΄ οὐδὲ τὸ βάρβαρον ἐπὶ τούτοις ἤρεμον ἦν͵ τῶν δ΄ ἐπάλξεων ἄνωθεν ἐξ ἀντιπάλου στῆσαν καὶ αὐτὸ μηχανήματα βάρη τε λίθων ἠκόντιζεν ἐς τὸ στράτευμα καὶ σιδήρια σπινθηρακίζοντα ἐξετίνασσε καὶ ἦν κατὰ τοῦτο Ῥωμαίων ὡς ἐπίπαν ἐπικρατέστερον. ὅθεν τὰ μὲν πρῶτα πλεῖστοι τῶν Ῥωμαίων ἐσίνοντο· εἶτα καὶ εἰς παράλογον ὡς εἰπεῖν καὶ συώδη ὁρμὴν ὑποθήξαντες ἑαυτοὺς οἱ Ἀρμένιοι ἐξιόντες καταπιμπρῶσι τὰς ἑλεπόλεις͵ εὐφυᾶ πρὸς ἁφὴν εὑράμενοι τοῦ πυρὸς τὰ ἐκ δονάκων ἐπισυνθέματά τε καὶ πήγματα͵ ἃ πρὸς ἔρυμα τῶν μηχανῶν προετέτατο. τὰ δ΄ ἐπὶ τούτοις καγχασμοὶ τῶν ἀντιπάλων καὶ βρασμοὶ σώματος πρὸς διάχυσιν καὶ Ῥωμαίων παλίγλωσσοι χλευασμοὶ καὶ στομφασμοὶ κατὰ βασιλέως καὶ λῆροι μακροί. ἀνοχῆς δὲ γενομένης καὶ τῆς μάχης ληξάσης ἐπὶ βραχύ τά τε πετροβόλα ἐπισκευάζονται πρὸς [18A] Ῥωμαίων ὄργανα, καὶ τὰ τούτων προταθέντα παραπετάσματά τε καὶ ἱμαντώματα ἐκ πηλίνων πλίνθων συντίθενται, καὶ οὕτω τῇ ἑξῆς τὰ τείχη πάλιν ἐτύπτετο. ἀμέλει καὶ ὡς τὰ παρὰ τῶν Ἀρμενίων ἐκτινασσόμενα φλογερὰ σιδήρια κατὰ μηδὲν τὰς μηχανὰς ἐλυμαίνοντο͵ εἰς κενὸν συνέβαινε σχάζειν τὰ τούτων διανοήματα καὶ εἰς κοπετὸν μεταπίπτειν τὸν πρώην τωθασμὸν καὶ καταγέλων. ὁ γὰρ σφενδονούμενος ἐκ τῶν ἔσωθεν μύδρος εἰ καὶ ἦν ἀντήρης καὶ πρὸς τὰς πληγὰς ἀνένδοτος͵ ἀλλ΄ οὖν ἐπεγχρίπτων τῷ μανῷ καὶ πλαδῶντι διακένῳ τε καὶ γηΐνῳ καὶ σομφώδει προβλήματι ἄπρακτος ἠκοντίζετο· εἶχε μὲν γὰρ ὑποχαλᾶν τὸ βαλλόμενον͵ σβεννύμενος δ΄ οὖν ὅμως ἔδρα οὐδὲν ὧν ἕνεκα διηφίετο. ὅθεν κατὰ πολλὰ [18B] μέρη διαρραγέντος τοῦ περιβόλου τῆς πόλεως εὐέφοδα τὰ ἔνδον γίνεται, καὶ τῷ τρόπῳ τούτῳ ὑποκλίνεται βασιλεῖ τὸ πρὶν ἀναιδὲς καὶ βρέμον τoῖς ὅπλοις μέγα πολέμιον, καὶ τὴν πόλιν Ἀναβάρζαν ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ αὐτῷ παραδίδωσιν͵ οὐκ ἐκ τοῦ παραχρῆμα δέ͵ ἀλλὰ μετὰ πεῖραν δευτέραν καὶ τὴν πολλάκις ἀντίταξιν καὶ τὴν ἐς τὸ προσεχὲς ἕτερον τεῖχος ἀναχώρησιν καὶ τὴν αὖθις ἐκ τοῦδε καθάπερ ἀπὸ τοῦ πρώτου μεθ΄ αἵματος ἔκκρουσίν τε καὶ ἀποσάλευσιν.
Ὁμοίως δὲ καὶ τὰ πέριξ ταυτησί τῆς πόλεως φρούρια μετελθὼν ἐς τὴν κοίλην Συρίαν ἄπεισι, καὶ τὴν καλλίπολιν Ἀντιόχειαν εἰσιών͵ ἣν δίεισιν Ὀρόντης καὶ περιβομβεῖ [18C] Ζέφυρος ἄνεμος͵ ὑπτίαις χερσὶ παρά τε τοῦ πρίγκιπος Ῥαϊμούνδου καὶ τοῦ πλήθους παντὸς τῶν ἀστυνόμων προσδέχεται. ἐφ΄ ἱκαναῖς δ΄ ἡμέραις τῇ πόλει ἐνδιατρίψας, καὶ λίζιον ἑαυτῷ τὸν πρίγκιπα δείξας͵ σὺν αὐτῷ δὲ καὶ τὸν Τριπόλεως κόμητα͵ ἔγνω προσβαλεῖν ταῖς περὶ τὴν Ἀντιόχου ἱδρυμέναις καὶ παρ΄ Ἀγαρηνῶν κατεχομέναις Συροφοινίσσαις πόλεσι. τοίνυν καὶ τῷ ποταμῷ προσεγγίσας Εὐφράτῃ ἀφικνεῖται εἴς τι πολίχνιον ἐγχωρίως Πιζὰ καλούμενον͵ ἔνθα καὶ πολλὴν ἐνδειξαμένων τῶν πολεμίων περὶ τὴν συμβολὴν γενναιότητα ὑπονοστεῖ τὸ Ῥωμαϊκὸν, καὶ μέχρι τινὸς καταδίωξις γίνεται μέρους τοῦ προελάσαντος μὴ ἀντισχεῖν ἔχοντος πρὸς πάθος μανικὸν καὶ φορὰν παράλογον τῶν ἐναντίων. μετ΄ [18D] οὐ πολὺ δ΄ ἐγγυτέρω τοῦ βασιλέως φανέντος ἐκ τῆς περὶ αὐτὸν φάλαγγος συχνοὶ τοῖς ἀντιπάλοις συρρήγνυνται· οἱ δὲ μὴ ἐνεγκόντες τὴν κατ΄ αὐτῶν ἐπέλασιν τῶν Ῥωμαίων συγκλείονται εἴσω τοῦ τειχισμοῦ, καὶ οὐκέτι ἐπεκτρέχειν προέθεντο. τεῖχος μὲν οὖν καὶ περίτειχος ὑπῆν τῷ πολίσματι, καὶ βαθεῖα τάφρος ἐν μέρει τοῦτο περιεζώννυε, καὶ λίθος αὐτοφυὴς ἐνιαχοῦ κατεφράγνυε· πολλὰ δὲ τῶν πυργωμάτων ὑπενδόντα ταῖς τῶν λίθων νιφάσι καὶ πρὸς γῆν καταρρεύσαντα τῶν ἐκ τῆς Ἄγαρ καθεῖλε τὸ φρόνημα. ἐντεῦθεν οἱ τολμητίαι καὶ φυσῶντες ἄμετρα͵ εἰς δειλίαν τιθεμένων αὐτοῖς τῶν ὀχυρωμάτων͵ ὑπέρ τε τῆς οἰκείας ἀντιβολοῦσι ζωῆς καὶ τῶν ἐνόντων πάντων αὐτὴν ἀλλάσσονται͵ βασιλεῖ τὰς χεῖρας προτείναντες. ἐκ δὲ τούτου μοῖραν διαφεὶς στρατεύματος κατὰ τῶν ἐπέκεινα τοῦ Εὐφράτου πόλεων καὶ φρουρίων [19A] πλῆθος λαφύρων συνέλεξε, καὶ τὸ Πιζὰ τῷ τῆς Ἐδέσσης δωρησάμενος κόμητι͵ τὸ Βέμπετζ παραλλάξας ὡς εὐκαταγώνιστον κριθὲν κἀπὶ πεδίου κείμενον ὑπτιάζοντος͵ κατὰ τοῦ Χάλεπ καὶ τοῦ Φέρεπ ἐξώρμησε͵ τοῦτο αἰτησαμένου τοῦ τῆς Ἀντιοχείας πρίγκιπος͵ ἐπεὶ καὶ οὗτος τῷ βασιλεῖ συνεστράτευεν. ἐπιστὰς δὲ τῷ Χάλεπ (τὸ δέ ἐστιν ἡ πάλαι λεγομένη Βέρροια) ὁρᾷ πολυάνθρωπον πόλιν καὶ στέγουσαν ἔνδον πλεῖστον ὅσον ὁπλιτικόν, οἳ καὶ ἐξιόντες τοῦ τείχους ἅμα θέᾳ Ῥωμαίων συμπλέκονται μετὰ ῥύμης τοῖς περὶ τὸν βασιλέα στρατεύμασι. τὸ δὲ ἧττον ἀπενεγκάμενοι τὸν περίβολον ὑπεισῄεσαν. οὐχ ἅπαξ δέ͵ ἀλλὰ κατὰ τὸ πάλιν καὶ πάλιν [19B] ἐπεκδρομὰς θέμενοι κατ΄ οὐδεμίαν τὸ κράτος ἤραντο· ἐνίοτε δὲ καὶ αὐτῷ τῷ βασιλεῖ περιιόντι τὴν πόλιν καὶ κατασκοποῦντι τὸ τεῖχος δι΄ ἑκηβόλων λάθρα ἐπιβουλεύσαντες καὶ τῆς προθέσεως ταύτης ἐξέπεσον. οὐδὲν δέ τι δράσειν ἐξ ὑπογυίου δυνάμενος καὶ διὰ τὴν ὀχυρότητα μὲν ταυτησὶ τῆς πόλεως καὶ τὴν ἔνδον εὔοπλον καὶ εὔιππον στρατιάν͵ οὐχ ἧττον δὲ καὶ τὸ ἐπιλιπεῖν τὰ ἐφόδια καὶ τὴν πυρὸς ὁμοῦ καὶ ὕδατος ὑποσπάνισιν͵ ἐκεῖθεν μεθίσταται. καὶ τὸ Φέρεπ ἐξ ἐφόδου παραστησάμενος, καὶ τοῦτο κόμητί τινι τῆς Ἀντιοχέων ἀποχαρισάμενος πόλεως, πρὸς ἑτέραν πόλιν μεταχωρεῖ κατὰ φράσιν ἐγχώριον Καφαρδὰ λεγομένην. μεγίστης δὲ χώρας αὕτη [19C] προκαθέζεται καὶ περὶ αὐτὴν αὐχεῖ καθυπείκοντα οὐκ ἐλάχιστα φρούρια͵ στερρότητι τειχέων κομπάζουσα.
Ἀλλὰ καὶ ταύτην διὰ βραχέος χειρωσάμενος μεταβαίνει πρὸς τὰ πορρώτερα, καὶ τῆς πρὸς τὸ Σέζερ πορείας ἁπτόμενος στρατοπεδεύει περὶ τὸ Ἴστριον (πόλις δὲ καὶ τοῦτο τῆς μέσης τῶν ποταμῶν) ἄποθεν μικρῷ τοῦ Σέζερ κείμενον καὶ τοῖς πᾶσι κατεσκευασμένον ἄριστα. ὁδοῦ δὲ πάρεργον καὶ τούτου διαφθαρέντος καὶ πρὸς ἁρπαγὴν διαφεθέντος τοῖς στρατιώταις͵ καὶ τούτων μάλιστα τοῖς ἐκ καταλόγων τῶν Σκυθικῶν ὑφ΄ ὧν ἑάλωκεν͵ ἐκεῖθεν ἀπαναστὰς τῷ Σέζερ [19D] πρόσεισιν. Οἱ δ΄ ἐκ τοῦ ἄστεος τοῦδε͵ καὶ τῶν ἀγχούρων σατραπῶν συνελθόντων͵ πλείστους ὅσους τοὺς ὁπλιτεύοντας συνειλόχασιν, ὅθεν καὶ πρὸς ἕνα συνασπισμὸν συνιόντες καὶ ὁμαιχμίαν κρατυνάμενοι μίαν προσυπήντων, τὸν ἐκεῖσε περικλώμενον ποταμὸν διαβάντες͵ ἀλλὰ καὶ δοράτια ἐκ καλάμων κραδαίνοντες ταῖς τοῦ βασιλέως συμπλέκονται φάλαγξιν, ἵπποις ὠκύποσιν ἐποχούμενοι. καὶ συρρήξεως γενομένης πολλάκις τὴν νίκην ὁ βασιλεὺς ἀποφέρεται, καὶ οἱ μὲν τῶν πολεμίων κατὰ τοῦ ὕδατος ἀκοντίζονται͵ οἱ δ΄ ἐμπείρονται δόρασιν͵ οὐδαμῶς ἐπαρκεσάντων σφίσι τῶν ἐνσειομένων δονάκων͵ ἀλλ΄ ἀσθενῆ καὶ λεπτὴν ἐπικουρίαν καὶ τὸ ὅλον εἰπεῖν καλαμίνην παρεχομένων αὐτοῖς. ἐντεῦθεν εἰς τὸ τεῖχος ἀναχωρήσαντες οὐκέτι ἐπεξόδους εἰργάζοντο͵ ἐκ δὲ τῶν γηΐνων ὀρόφων προφαινόμενοι καὶ πολλὴν ἐντεῦθεν τὴν σύναρσιν ἔχοντες Ῥωμαίοις ἀντεφέροντο͵ τὴν ἑαυτῶν χώραν ἀνέντες εἰς τὸ ἀδεῶς ἐκπορθεῖσθαι καὶ ληΐζεσθαι καὶ χειροῦσθαι τὰ [20A] φρούρια. οὕτω δὲ τούτων πραττόντων͵ ὁ βασιλεὺς τὰς φάλαγγας διηυκρινηκὼς καὶ κατὰ γένος καὶ φατρίας διῃρηκώς͵ ὡς φῦλα φύλοις ἀρήγωσιν͵ εἰς μίαν μοῖραν τὸν Μακεδόνα καθίστησιν͵ ἑτέραν τὸ τῶν ἐκλεκτῶν͵ ἄλλην τὸ Σκυθικόν͵ ἔτι δὲ τὸ ἐκ Περσίδος ὁρμώμενον καὶ προσχωρῆσαν Ῥωμαίοις κατὰ πολέμους τοὺς πρότερον. καὶ τῷ ἀμιγεῖ καὶ πολυμερεῖ τῷδε τῶν στρατευμάτων͵ διαφόρους προφαινόντων τὰς ὁπλίσεις͵ φόβῳ πλείονι ληφθὲν τὸ πολέμιον τῆς ἄγαν ἐνστάσεως καθυφίησι καὶ τὸν ἐκτὸς προέμενον τειχισμὸν πρὸς περίβολον τὸν ἔνδον μεθίσταται. ἐπὶ πολλαῖς οὖν ἡμέραις ἀγχέμαχοι [20B] συνέβαινον συμπλοκαὶ καὶ πεῖραι καὶ διαμάχαι, καὶ μονομαχίαι τῶν ἀρίστων, καὶ περιφυγαὶ καὶ ὑποχωρήσεις καὶ καταδιώξεις ἐξ ἑκατέρων. ἀλλ΄ ἀεὶ τὰ μὲν Ῥωμαίων ἐπικρατέστερα κατεφαίνετο͵ τὸ δ΄ ἐναντίον κἂν ἔπιπτεν ἀπὸ ξίφους πλειόνως, κἂν ἐκ τόξων εἰς θάνατον ὕπνωττε, κἂν τοῖς ἐκ μηχανῶν λίθοις εἰς μέρη διῄρητο καὶ πρὸς γῆν τὰ τείχη καὶ τὰ τούτων καθῃρεῖτο θωράκια͵ ὅμως ἔμενεν ἔτι ἀκράδαντον ἐς μυριοπληθὲς ἀριθμούμενον͵ ἄλλως τε καὶ ὑπὲρ αὐτῶν τῶν ψυχῶν καὶ τέκνων καὶ γυναικῶν, πρὸς δὲ καὶ πλούτου πολλοῦ͵ καὶ τούτου παντοδαποῦ͵ διαγωνιζόμενον. Καὶ τάχ΄ ἂν ἥλω καὶ ἡ πόλις ἥδε καὶ βασιλεῖ καθυπέκυψε καὶ παντὸς τοῦ πλούτου κεκένωτο καὶ Ῥωμαῖοι τῇ ταύτης χειρώσει κλέος ἤραντο [20C] τῶν πρώην ἐπικυδέστερον͵ εἰ μὴ ἀγγελίαι τινὲς ἀπαίσιοι καὶ ἄκοντα ἐκεῖθεν τὸν βασιλέα μεθείλκυσαν͵ αἳ τὴν Ἔδεσσαν ᾖδον κυκλωθῆναι παρὰ Περσῶν καὶ κινδυνεύειν παθεῖν τὰ χείριστα μὴ βασιλέως αὐτῇ τὴν ταχίστην ἀρήξαντος. οὐκοῦν ἐκ τῶν πολιορκουμένων δῶρα μεγαλοπρεπῆ κομισάμενος͵ καὶ ταῦτα ἐξ ὕλης τιμαλφεστέρας τῶν ἁπασῶν͵ καὶ ἵππους ἐριαύχενας εὐγενεῖς καὶ νήματα σηρικὰ διαπλεχθέντα χρυσῷ καὶ τράπεζαν ἀξιοθέατον͵ πρὸ δὲ τούτων σταυρὸν εἰς χεῖρας δεξάμενος πάγκαλόν τι χρῆμα καὶ ξενίζον τῇ θέᾳ͵ λυχνίτῃ λίθῳ κεκολαμμένον͵ ἐν ᾧπερ αὐτοφυῶς ἡ τέχνη διύφανε [20D] γράμματα εἰς κάλλος φιλόνεικον τοῦ θείου εἰκάσματος, καὶ ὀφθαλμῶν ἀτεχνῶς τρυφήν͵ λύει τὴν πολιορκίαν͵ τῆς πρὸς Ἀντιόχειαν ἁψάμενος. ἔφασκον δὲ οἱ κατὰ τὸ Σέζερ Σαρακηνοὶ πάλαι ποτὲ τοὺς προγόνους αὐτῶν ἐκ τῶν προσενεχθέντων δώρων τῷ βασιλεῖ δορύκτητα σχεῖν τόν τε ἐκ λίθου ἀκτινώδους σταυρὸν καὶ τὴν πολυτελῆ καὶ οἵαν ἐκπλῆξαι τράπεζαν͵ ἡνίκα Ῥωμανὸν εἷλον τὸν Διογένην τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν χειρίζοντα, τήν τε βασίλειον ἐκείνῳ σκηνὴν ἐσκύλευσαν καὶ τοῦ χάρακος κεκρατηκότες τὰ ἐνόντα διείλοντο. Ἐν δὲ τῇ ἐκ τοῦ Σέζερ ἀπάρσει τοῦ βασιλέως Ῥωμαίοις κατ΄ οὐρὰν ἐπιτίθενται τὰ τοῦ Ζακῆ καί τινων ἀρχηγῶν ἄλλων διασήμων Περσικὰ στρατεύματα͵ θρυπτικώτατα τοῖς μικροῦ ποδηνέμοις ὀχήμασι προδεικνύμενα καὶ Ῥωμαίων ὀλιγωρότατα τύφῳ ἐμπλήκτῳ βαρβαρικῷ. τῶν γε μὴν ἐλπίδων διαμαρτόντα οὐχ ὅπως οὐδέν τι γενναῖον ἔπραξαν͵ [21A] ἀλλὰ καὶ τοῦ κόμπου καὶ τῆς μεγαληγορίας δίκην ἀμοιβὸν ὑπὸ τῆς θείας τίσαντες δίκης καὶ δύο τῶν ἡγεμόνων ζωγρίας προσαπεβάλοντο· ἦσαν δ΄ οὗτοι ὁ υἱὸς τοῦ Ἀταπακά καὶ ὁ τοῦ Σαμοὺχ Ἀμηρᾶ κασίγνητος. εἰσιὼν δ΄ ὁ βασιλεὺς τὴν Ἀντιόχου μεγαλώνυμον πόλιν τὸ ἀστικὸν πλῆθος ὅλον ἑαυτοῦ ἀνηρτήσατο͵ ὡς καὶ μεθ΄ ἱερῶν ἐκτύπων καὶ πλείστης ὅτι φιλοκαλίας τῶν ἀγυιῶν λαμπρὸν ἐκείνῳ σχεδιάσαι τὸ εἰσιτήριον. ἐκ δὲ ταύτης μετὰ φωνῶν εὐφήμων καὶ προπέμψεων αἰνεσίμων εἰς τὰ τῆς Κιλικίας ὅρια παραβαλὼν, κἀκεῖθεν ἐξορμήσας τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἅπτεται. καὶ γοῦν κατὰ τάξιν προϊὼν καὶ τῆς αὑτοῦ στρατηγίας ἐχόμενος στέλλει κατὰ τῶν Ἰκονιέων Περσῶν ἀπόμοιράν τινα [21B] τοῦ στρατεύματος· οὗτοι γάρ͵ ὁπότε τῆς Συρίας ἐπέβαινε βασιλεύς͵ τῷ καιρῷ χρησάμενοι πρὸς ἐπίθεσιν ἐκδρομαῖς κατὰ Ῥωμαίων ἐχρήσαντο. τῷ τοι καὶ τοῦ δυσμενοῦς στίφους περιγενόμενος ἔκειρε τὴν πολεμίαν͵ ἅλωσιν ἀνθρώπων καὶ ζώων ἔλασιν παντοίων͵ ὁπόσα ὑπὸ ζυγὸν καὶ ὄχησιν͵ ἐργασάμενος. καὶ τοιοῦτοι μὲν οἱ πρὸς ἀνίσχοντα ἥλιον ἀγῶνες τοῦδε τοῦ αὐτοκράτορος, δι΄ ἐκστρατείας μιᾶς πᾶσαν μὲν γλῶσσαν͵ πᾶσαν δὲ γνώμην ἐς ἑαυτοὺς ἐφελκύσαντες͵ ἐν ᾗ καὶ τριετὴς χρόνος ἐξίκετο.
Τότε δὲ προσερρύη τῷ βασιλεῖ τῷδε καὶ ὁ σεβαστοκρατορῶν κασίγνητος Ἰσαάκιος͵ ὃν φθάσαν εἴρηκε τὸ λέγειν [21C] συνάρασθαί οἱ τὰ περιττὰ εἰς τὴν τῆς βασιλείας κατάσχεσιν. κατὰ γὰρ μικρολυπίαν τοῦ ὁμογνίου διαζευχθεὶς καὶ φυγὰς ἀπάρας ἐκ τῆς Ῥωμαίων͵ συνέκδημον καὶ συμπλανήτην ἔχων τὸν Ἰωάννην τὸν τῶν παίδων ἐκείνου πρωτότοκον (ἀνὴρ δ΄ οὗτος ὁπλιτοπάλας καὶ πολεμόκλονος͵ φυήν τ΄ ἀρίστην καὶ εἶδος προφαίνων ἀξιοθέατον)͵ πλείστοις μὲν καὶ ἄλλοις προσέμιξεν ἔθνεσι͵ σὺν αὐτοῖς δὲ καὶ τῷ τῆς Ἰκονιέων σατραπεύοντι μητροπόλεως. καὶ ἦν μὲν ὁ Ἰσαάκιος οὗτος ὁρμαίνων ἀεὶ χώραις ἐπιθέσθαι Ῥωμαϊκαῖς καὶ Σατὰν γενέσθαι τῷ Ἰωάννῃ͵ χρημάτων δὲ ἀπορῶν καὶ τὸν βασιλέα Ἰωάννην ὁρῶν ταῖς κατὰ πόλεμον πράξεσι διὰ παντὸς περικλέϊστον οὐδένα [21D] εὕρισκε τοῖς κατὰ σκοπὸν ἐκείνῳ συμβαίνοντα. μᾶλλον μὲν οὖν καὶ πάντας εἶχεν ἀποπηδῶντας καὶ πρὸς τὴν πρώτην τῆς ἀποστασίας ἐνήχησιν δυσχεραίνοντας, καὶ τὴν ἐπιχείρησιν ἀπαγορεύοντας ὡς ἀσύμφορον κἀκείνῳ καὶ μηδ΄ αὐτοῖς ἐφικτὴν ὁπωσοῦν. ὅθεν τοὺς τοπάρχας περιιὼν καὶ παρ΄ οἷς κατέλυε δι΄ αἰδοῦς ἀγόμενος ὡς τὸ εἶδος τυραννικώτατος καὶ τὸ γένος ἐπισημότατος͵ ὀψὲ συνεὶς ὡς διακενῆς τῆς συγγενείας ἀποδιίσταται, βίον ἀντλῶν πονηρόν͵ πρὸς τὸν ὁμόσπορον ἐπανέλυσε. καὶ βασιλεὺς ἀσμένως τε αὐτὸν καὶ τὸν υἱέα προσβλέπει, καὶ ὄψιν καὶ λόγους ἀμφοῖν δίδωσι καὶ χαριέντως προσπλέκεται• ἰσχυρὸν γάρ τι χρῆμα πόθος συγγενείᾳ διυφαινόμενος͵ κἂν ἀπορραγείη μικρόν τι τῆς συμφυΐας ταχέως [22A] φιλυπόστροφος γίνεται. ἀμέλει καὶ τὸ πρώην φίλτρον διατηρήσας ἀλώβητον οὐδέν τι παλίγκοτον ὑπέτυφεν ἐν ψυχῇ͵ ὁποῖα οἱ ἐν ἀρχαῖς φιλοῦσι τεχνάζεσθαι͵ τὸν χόλον ἐνθάπτοντες καὶ ἐναύοντες εἰς τὴν κατὰ καιρὸν φρυκτώρησιν καὶ κατάπρησιν· τὴν δὲ Κωνσταντίνου σὺν αὐτῷ εἰσιὼν οὐ πλεῖον τῷ τῆς νίκης περιόντι ἢ τῇ τοῦ κασιγνήτου ἐπανόδῳ ἠγαλλιᾶτο. καὶ τὸ ὑπήκοον δὲ κατεκίρνα πως τὰ ἐγκώμια τῷ τοῦ βασιλέως τούτῳ προμηθεύματι͵ οὐ μόνον τοῖς αὐτοῦ τροπαίοις καλλωπιζόμενον καὶ θῦον θεῷ χαριστήρια τῷ καὶ πορεύσαντι τοῦτον καὶ νικητὴν ἀνασώσαντι͵ ἀλλὰ καὶ τῇ τοῦ ἀδελφοῦ [22B] ἀφίξει ἐπευφραινόμενον.
Μὴ πολυωρήσας δὲ τῷ Βυζαντίῳ͵ τῶν Περσῶν ἐσβαλόντων τοῖς κατὰ τὸν ποταμὸν τὸν Σαγγάριον ἐπιδρόμοις τόποις, ὑπεριδών καχεξίας σώματος, ὡς εἶχεν ἐξώρμησεν, ὅθεν τοὺς πολεμίους διαθροήσας τῇ παρουσίᾳ καὶ θρεμμάτων ἀγέλας ἐλάσας παντοδαπῶν ἐπανῆλθεν εἰς τὸ Λοπάδιον. Μετ´ οὐ πολὺ δὲ καὶ τῆς γυναικωνίτιδος ἐξιούσης τὴν πόλιν, τὰς Ὀχυρὰς ἐδείματο, τὴν ἐκ τῶν πολεμίων ἐκεχειρίαν εἰς τὸ μὴ πάντῃ ἀξύμφορον Ῥωμαίοις διατιθείς. ἐμβραδῦναι δὲ τοῖς τόποις τούτοις διανοούμενος τὴν στρατιὰν ἀθροισθῆναι διετετάχει. Καὶ ἡ μὲν ἐκ θεσπισμάτων βασιλείων συνήγετο, αὐτὸς [22C] δὲ κατὰ τοῦτο τὸ ἔργον ὡς οὐδέποτε τοῖς στρατευομένοις ἀσυγγνώμων ἔδοξε καὶ βαρὺς καὶ τὸ πλέον μηδὲ μέτρα ἐκστρατείας εἰδώς, ὡς εἴπερ ἐλάθετο ἢ οὐκ ἐνενόησεν ὡς τρισσὸν ἔτος ἐν τοῖς ἑῴοις πολέμοις Ῥωμαῖοι διήνεγκαν. τὸ δὲ πρὸς ἄρρηκτον ἐκείνου ἔχθος ἔτι μᾶλλον ἐκμῆναν ὅτι πολλοὶ τῶν εἰς Συρίαν συναναβάντων ἐκείνῳ στρατιωτῶν μήπω τὰ οἴκοι βλέψαντες, ἀλλὰ νόσῳ σώματος καὶ σπάνει τῶν ἀναγκαίων καὶ φθορᾷ τῶν ὀχημάτων ἐν τῇ ὁδοιπορίᾳ χρονίσαντες, ἠναγκάζοντο μὴ τῶν πατρίδων βαίνειν εὐθύ, ἀλλ´ ἔνθα κατασκηνοῖ βασιλεὺς μεταβαίνειν ὑπὸ τῶν ἐπιμελῶς τὰς ὁδοὺς τηρούντων καὶ τὰς θαλαττίους περαιώσεις ἐπισκοπούντων. [22D] ὁ δὲ μὴ ἀγνοεῖν ἔχων τὸ τοῦ γογγυσμοῦ αἴτιον, τὸν οὐκ εἰδότα πλαττόμενος, ἵνα μὴ λέγοιμι τὸν μηδαμῶς ἐμπαζόμενον ὑποκρινόμενος, ἐκείνους μὲν εἴα κενοφωνεῖν, αὐτὸς δὲ τῆς προθέσεως εἴχετο, βούλεσθαι λέγων ἔχειν τοὺς στρατιώτας συσπουδαστὰς καὶ μηδαμῶς ταῖς συνεχέσιν ἐκδημίαις ἀπαυδοῦντας καὶ ἀποκναίοντας. προθέμενος δὲ μετελθεῖν τοὺς κατὰ τὸ θέμα τῶν Ἀρμενιακῶν παρεισφθαρέντας βαρβάρους, ἅμα δὲ καὶ Κωνσταντῖνον τὸν Γαβρᾶν κατασχεῖν χρόνον ἤδη συχνὸν τὴν Τραπεζοῦντα ὑποποιησάμενον καὶ ἤθεσι τυραννικοῖς αὐτὴν διεξάγοντα, διὰ τῆς τῶν Παφλαγόνων συναγκείας τὴν πορείαν τίθησιν ἀεὶ τῶν τοῦ Πόντου παραλίων τόπων βαδίζων ἐχόμενα, δυοῖν ἕνεκα, τοῦ τ´ ἐκ τῆς οἰκείας χώρας τὴν στρατιάν οἱ πορίζεσθαι τὰ βιώσιμα, καὶ εἰ δεήσει συρρῆξαι πόλεμον, κατὰ μίαν μοῖραν ἔχειν αὐτὸν ἐπικείμενον, ἀλλ´ οὐκ ἐξ ἑκατέρων μερῶν περικείμενον [23A] κἀντεῦθεν πρὸς περικύκλωσιν ἐπιτήδειον. ἦν γὰρ ὁ τῆς Καισαρείας τότε κρατῶν Μουχούμετ, περὶ οὗ εἰπεῖν ἔφθημεν, πλείστην ὅτι περιβεβλημένος ἰσχύν, μέρος τε τῆς Ἰβηρίας ὑπαγαγόμενος καὶ ἔνια τῆς τῶν ποταμῶν μέσης παραστησάμενος, τὸ μὲν ἄνωθεν γένος ἐς τοὺς Ἀρσακίδας συναλειφόμενος, τὸ δὲ προσεχὲς ἐκ Τανισμανίων καταγόμενος· ἦσαν δ´ οὗτοι τολμητίαι καὶ ἀνδρισταὶ καὶ τῶν χειρωσαμένων τὰς ἑῴας πόλεις Ῥωμαίων οἱ μάλιστα κράτιστοί τε καὶ ἀναιδέστατοι. ἔαρος μὲν οὖν ὑπολήγειν ἀρξαμένου τοῦ Λοπαδίου βασιλεὺς ἀπανίσταται, τὴν δὲ θέρειον πᾶσαν ὥραν καὶ τοῦ μετοπώρου τὸ εὐκραὲς ἐν τῇ ὁδοιπορίᾳ τῇδε κατατριψάμενος περὶ τροπὰς [23B] ἐνηυλίσατο χειμερίους πόλει Ποντικῇ τῇ Κιντῇ. τῇ πολεμίᾳ δ´ ἔκτοτε προσβαλὼν ἐν πολλοῖς ἐδυσπράγησεν. ἔστι μὲν γὰρ καὶ ἄλλως ἡ Καππαδοκῶν χώρα κρυμώδης πᾶσα, καὶ τὸ κλίμα τοῦτο ψυχεινὸν καὶ δριμύτατον• τότε δὲ καὶ χειμῶνος ἐπιγενομένου ἀήθους πολυτρόποις κακοῖς προσεπάλαισε. τά τε γὰρ πρὸς δίαιταν ἐπιτήδεια σχεδὸν εἰς τέλος ἐξέλιπον, καὶ τῶν ζώων ὁπόσα σκευοφόρα τε καὶ πολεμιστήρια διεφθάρη παντάπασι. Κἀκ τοῦδε τὸ ἀλλόθρουν πλειόνως ἀναθαρρῆσαν, ἐπεὶ καὶ ἄφθεγκτόν ἐστι τῇ φήμῃ μηδὲν ἀνεξερεύνητόν τε καὶ ἀνεξέλεγκτον, ἐφόδοις ἀκηρύκτοις ἐχρῆτο συχναῖς, καὶ λῃστρικοῖς ἐπιτιθέμενον κλέμμασιν, ἐνιαχοῦ [23C] δὲ καὶ προδήλως διαμιλλώμενον κατὰ μάχην ἐνώπιον, ἀεὶ τὰς τῶν Ῥωμαίων ἐλυμαίνετο φάλαγγας· κατὰ γὰρ νέφος συνεχὲς τὴν σύστασιν ἐφιστάμενον ἐκ τοῦ αὐτίκα, τῇ ποδωκείᾳ πεποιθὸς τῶν ἵππων, τῆς ὁμαιχμίας ἀφίστατο ὡς εἴπερ ἀνέμων πνοαῖς ἐξῄρετο. βασιλεὺς δὲ τὸ τῶν ἵππων μεθοδεύων ἀτύχημα, περιιὼν τὸ στράτευμα τὰ εὐγενῆ τῶν ὀχημάτων συνέλεγε, καὶ ταῦτα διδοὺς καὶ Ῥωμαίοις μέν, ὁπόσοι κοντοφορεῖν ᾔδεσαν, τοῖς δ´ ἐκ τῶν Λατίνων μάλιστα δεξιοστροφεῖν ἐπισταμένοις δοράτια, ἀνθίστα τούτους τοῖς πολεμίοις καὶ παρεῖχε γενναίως ἀντιμαχεῖν. οἱ δὲ τὰς μετὰ ξυστῶν ἐπελάσεις τούτων ἐνεγκεῖν οὐκ ἔχοντες πρὸς φυγὴν μεθηρμόζοντο. ἱκανῶς μὲν οὖν διὰ τῶν τοιῶνδε μεθόδων [23D] καὶ τοῦ πλείστους ὅτι μάλιστα τῶν πεζῶν σημαίας ἀνέχειν εἰς ἔμφασιν ἱππικοῦ πλείονος τὰς Περσικὰς ἀναστείλας ἴλας, ἐπὶ Νεοκαισαρείας ἵετο. πολλαὶ δὲ καὶ περὶ αὐτὴν μεταξὺ Περσῶν καὶ Ῥωμαίων ἐτολυπεύθησαν συμπλοκαί. καὶ τῶν τοῦ βασιλέως υἱῶν ὁ νεώτερος (Μανουὴλ ὄνομα τούτῳ) δόρυ διαβαστάσας καὶ ἱκανῶς προελθών, τοῦ πατρὸς εἰδότος μηδέν, τοῖς πολεμίοις ἐνέβαλε, καὶ τὸ ἔργον τοῦτο τοῦ μείρακος παρωρμήκει σχεδὸν ἅπαν τὸ στράτευμα καὶ ὑπὲρ ἰσχὺν ἀγωνίσασθαι, τινῶν μὲν ἐς τὸν ὅμοιον ζῆλον διαναστάντων, τῶν δ´ ἄλλων ἁπάντων δεισάντων περὶ τῷ παιδὶ, καὶ βασιλεῖ χαριεῖσθαι τὰ μέγιστα οἰηθέντων εἰ συναραμένων αὐτῶν οὐδαμῶς τι πρὸς τῶν πολεμίων ἐσεῖται πεπονθὼς ἀηδές. ἀλλὰ τότε μὲν ὁ πατὴρ ἐπαίνοις τὸν παῖδα προδήλως ἠμείψατο· [24A] ὕστερον δὲ τὴν σκηνὴν εἰσιὼν πρηνῆ ταθέντα δι’ ὀλίγου ἔτυψεν ὡς θρασύτερον μᾶλλον ἢ εὐτολμότερον, μηδ´ ἐπιτρέψαντος αὐτοῦ συμπλακέντα τοῖς ἐναντίοις.
Ἴσως δ´ ἂν καὶ τῆς Νεοκαισαρέων ἐκράτησε βασιλεύς, εἰ μὴ κατὰ συγκυρίαν ἀπρόοπτον αὐτῷ προσέστη τῦφος ἄλογος αὐτοθελὴς καὶ θυμὸς παντάπασιν ἀκυβέρνητος τοῦ ἀδελφιδοῦ Ἰωάννου, ὃν ὁ σεβαστοκράτωρ ἐγείνατο Ἰσαάκιος. Μάχης γὰρ ἐνισταμένης μετὰ Περσῶν ἱππότην ἐπίσημον ἐξ Ἰταλίας ὁρμώμενον ἄνιππον ὁ βασιλεύς θεασάμενος ἐκέλευσε παρεστῶτι τῷ ἀνεψιῷ Ἰωάννῃ ἀποβῆναι τοῦ Ἀραβίου ἵππου ᾧ ἦν ἔποχος καὶ δοῦναι τοῦτον τῷ Ἰταλῷ, μὴ [24B] χατίζοντα ἵππων τὸν ἀνεψιὸν ἐπιστάμενος. ὁ δὲ φρονηματίας ὢν καὶ γαῦρος πλέον τοῦ δέοντος τῷ τοῦ βασιλέως ἀντέστη κελεύσματι, ἐμβριθεστέραν, ἵνα μὴ λέγοιμι ἀναιδεστέραν, τὴν ἀντίρρησιν ποιησάμενος· καὶ τὸν Λατῖνον ἐξουθενῶν προυκαλεῖτο εἰς ἀντιμάχησιν, ὡς τὸν ἵππον, εἰ περιγένοιτο, δικαίως ἀποληψόμενον. μὴ ἐπὶ πολὺ δ´ ἔχων ἀνθίστασθαι τῷ θείῳ καὶ βασιλεῖ (ἑώρα γὰρ πρὸς ὀργὴν ἐπιφρίσσοντα) τὸν ἵππον δίδωσιν ἄκων. μετακελλητίσας δ´ εἰς ἕτερον ὄχημα ἀθυμίας πλήρης καὶ βράττων ἄντικρυς θυμῷ, τὸ δόρυ ἀγκοινησάμενος κατὰ τῆς τῶν πολεμίων παρατάξεως φέρεται. μικρὸν δέ τι προβὰς τὸν λογχήρη κοντὸν εἰς τοὐπίσω ἀντέστρεψε, [24C] καὶ τῷ νώτῳ ἐπαναθέμενος πρὸς Πέρσας αὐτόμολος γίνεται, τὸ κράνος τῆς κεφαλῆς ἀφελόμενος. ἀμέλει καὶ Ἰωάννης μὲν ἡδέως τοῖς βαρβάροις ὁρᾶται καὶ ἀσμένως προσδέχεται, καὶ ὡς πάλαι μὲν συνήθης αὐτοῖς καθιστάμενος, ἡνίκα τῷ πατρὶ συνεπλάζετο, καὶ ὡς τότε δὲ τῇ παρουσίᾳ τὰ κατ´ αὐτοὺς ἀναρρώσων πράγματα. ὁ δ´ αὐτὸς μικρῷ ὕστερον καὶ τὰ Χριστιανῶν ἐξομοσάμενος ὄργια τὴν τοῦ Ἰκονιέως Πέρσου θυγατέρα ἐγήματο. ὁ δὲ βασιλεὺς ἐπὶ τοῖς συμβεβηκόσι τούτοις ἔκθαμβος γεγονὼς οὐκ ἀγαθαῖς ἐλπίσι διεστροβοῦτο• ἤδει γὰρ ὡς οὐδὲν ἄφθεγκτον ἐσεῖται παραλελοιπὼς ὁ ἀνεψιὸς τῶν τὴν Ῥωμαϊκὴν περικλονούντων στρατιάν, [24D] ἀλλ´ ἀχαλινώτῳ καὶ εὐδρόμῳ γλώττῃ ἀναγγελεῖ τῶν ἵππων τὸν σπανισμόν, τὴν τῶν βιωσίμων στέρησιν, καὶ πᾶν ἕτερον καχέκτημα τῆς παρεμβολῆς. ὑποκλέπτων τοίνυν τὴν ἐπανάλυσιν κατὰ βραχύ πως ἐκεῖθεν μεθίστατο. πλὴν οὐδ´ οὕτω δρῶν εἶχε λεληθέναι ὁλοσχερῶς τὸ πολέμιον· τοῖς γὰρ τελευταίοις ἐπικείμενον τοῦ στρατεύματος μέχρι πλείστου παρηκολούθει, καὶ διενοχλοῦν τὴν οὐραγίαν ἐνέλιπεν οὐδαμῶς. διὰ ταῦτα τοίνυν τῆς παραλίας λαβόμενος ἐν τῷ ἀσφαλεῖ καθειστήκει, καὶ τὸ βάρβαρον μηκέτι ἐπιέναι ἔχον παλίσσυτον γίνεται.
Εἰδοὶ μὲν οὖν Ἰαννουάριοι τὸν βασιλέα ἔβλεψαν Ἰωάννην ἐκ τῶν Περσικῶν καμάτων τὴν πόλιν ἐπεισιόντα• αἱ δὲ τοῦ ἦρος περιτροπαὶ τὸ ξίφος εἶχον αὖθις περιζωσάμενον καὶ πρὸς τὸ περὶ τὸν Ῥυνδακὸν ποταμὸν ἀφιγμένον πόλισμα. ἐπεὶ δὲ ἡ μὲν θέρειος ὥρα παρεληλύθει͵ ὁ δὲ χειμὼν ἤδη παρεισιὼν τοῖς αἰθριάζουσιν ἐδυσκόλαινεν͵ ἀνέμων βόμβοις παραφοβῶν καὶ ἀμβλύτερα πρὸς ἀντιπάλαισιν ψύχους [25A] τιθεὶς τὰ σώματα͵ ἐπάνεισιν εἰς Βυζάντιον͵ τῷ ψυχεινῷ τοῦ καιροῦ ὑπενδοὺς ὡσεὶ καὶ χερμάδια τὰς νιφάδας καὶ δοράτια τὰς πηγυλίδας προβαλλομένῳ. ὑπομειδιᾶν δ΄ ἀρχομένου τοῦ ἔαρος τῶν ἀνακτόρων ἀπανίσταται. τῷ τοι καὶ τὰς ἐξ ὀσφύος αὐτοῦ προσειπών͵ ὅσα καὶ Ἡλιάδας ἐπ΄ αὐτῷ ἀφιείσας ἠλεκτρῶδες δάκρυον͵ τὴν Φρυγίαν παρελθών͵ τὴν δ΄ Ἀττάλου λαμπροτάτην πόλιν καταλαβὼν, χρονοτριβεῖν ἐκεῖσε προέθετο͵ ὅπως τὰς πέριξ ταύτης πόλεις καὶ χώρας μᾶλλόν τι πρὸς τὸ εὖ μετάθοιτο, ῎ἤδη γὰρ καὶ τούτων ἔνιαι τοῖς Τούρκοις ὑπέκυψαν͵ ἐν αἷς ἦν καὶ ἡ τοῦ Πουσγούση καλουμένη λίμνη. αὕτη γὰρ εἰς ἀχανῆ καὶ μικροῦ θαλασσίαν χύσιν ἐκτεινομένη ἐν πολλοῖς νησῖδας ἀνίσχει περιβεβλημένας τείχεσιν [25B] ἰσχυροῖς. ᾤκουν μὲν οὖν ταύτας τηνικάδε καιροῦ Χριστιανῶν ἐσμοί͵ οἳ καὶ διὰ λέμβων καὶ ἀκατίων τοῖς Ἰκονιεῦσι Τούρκοις ἐπιμιγνύμενοι οὐ μόνον τὴν πρὸς ἀλλήλους φιλίαν ἐντεῦθεν ἐκράτυναν͵ ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐν πλείοσι προσεσχήκασιν. ἀμέλει καὶ ὡς ὁμοροῦσιν αὐτοῖς προστιθέμενοι Ῥωμαίους ὡς ἐχθροὺς ὑπεβλέποντο· οὕτω χρόνῳ κρατυνθὲν ἔθος γένους καὶ θρησκείας ἐστὶν ἰσχυρότερον. ὅθεν καὶ οἱ μὲν ὡς ἀντίπαλον τὸν βασιλέα κακῶς ἔφασκον͵ μηδ΄ ὑποκύψαι ὅλως τοῖς αὐτοῦ θεσμοῖς ἀπηυθαδιάζοντο, τῷ ὑγρῷ φυσῶντες ζωστῆρι τῆς λίμνης, καὶ ἃ οὐκ ἂν ᾠήθησαν φρονοῦντες͵ ταῦθ΄ ὡς παραφρονοῦντες διαπραττόμενοι. ὁ δὲ μεθίστασθαι παρῄνει τῆς λίμνης ὡς παλαιοῦ Ῥωμαίων [25C] κτήματος, καὶ καθαρῶς προσχωρεῖν τοῖς Πέρσαις͵ εἰ τοῦτο βούλοιντο· εἰ δὲ μὴ οὕτω δρῷεν͵ οὐκ ἂν ἀνασχέσθαι ὅλως διισχυρίζετο αὐτούς τε καὶ τὴν λίμνην ἀπεξενῶσθαι Ῥωμαίων ἐπὶ μακρόν. μὴ προχωρούντων δὲ τῶν ῥημάτων͵ ἔργων πολεμίων ἥπτετο· ὅθεν ἁλιάδας καὶ ἀκάτια σχεδιάσας καὶ ζεῦγμα διὰ τούτων ἐργασάμενος τὰς ἑλεπόλεις ἐπέστησεν ἄνωθεν, καὶ προσεπῆγεν οὕτω τοῖς ἐπὶ τῆς λίμνης ἐρύμασιν. αὐτὰ μὲν οὖν ἐξελέσθαι ἴσχυσε͵ πλὴν οὐχὶ καὶ Ῥωμαῖοι κακῶν ἀπείρατοι διεξέπλευσαν τὸν τότε πόλεμον͵ ἀλλ΄ ἐνίοτε τὴν λίμνην ἀνέμου διακυκήσαντος καὶ εἰς φλοῖσβον αὐτὴν ἀνοιδήσαντος τῶν ὁλκαδίων πολλαὶ παρηνέχθησαν καὶ τὸν φόρτον ἐπανατραπέντα διαφῆκαν τῷ βυθῷ καὶ τοῖς κύμασιν.
[25D] Ἐν δὲ τοῖς καιροῖς τοῖσδε τὸν βίον μετήλλαξεν ὁ πρωτότοκος υἱὸς τοῦ βασιλέως Ἀλέξιος͵ ᾧ καὶ μετέδωκεν οὗτος ἐρυθροῦ πεδίλου καὶ φοινικίδος βασιλικῆς. τῶν δ΄ ὀξέων ἦν καὶ μὴ χρονίων τὸ νόσημα͵ τὸ δὲ εἶδος πυρετὸς ἐπαιγίζων καὶ ὡς ἀκροπόλει τῇ κεφαλῇ ἐπιθέμενος. ἀλλὰ καὶ ὁ μετ΄ αὐτὸν Ἀνδρόνικος͵ βραχύ τι ἐπιβιοὺς καὶ ὅσον ἐπικωκῦσαι τῷ κασιγνήτῳ ἐξ ἀνθρώπων ἀπάραντι͵ τὸ λαχὸν καὶ κἀκεῖνος μέρος τῆς ζωῆς ἐξετόξευσε.
Καίπερ δὲ συμφοραῖς τηλίκαις καὶ καλλίστων παίδων ἀφιλοσοφήτοις ἀποβολαῖς κατακαμφθεὶς ὁ βασιλεὺς τὴν ψυχήν, ἵνα μὴ λέγοιμι καὶ οἰωνοὺς ἀπαισίους τῆς ὑπερέκεινα πορείας τοὺς θανάτους τῶν φιλτάτων ἔχων πρὸ ὀφθαλμῶν, ὅμως οὐδέν τι καὶ πέπονθε μαλακὸν ἢ καθυφῆκέ τι βραχὺ τῆς προθέσεως ἢ παλίμπους ἐπανῆκεν εἰς τὸ Βυζάντιον, [26A] ἔτους ἤδη τελείου ἐπὶ τοῖς ἠθλημένοις τούτοις παριππευκότος, ἀλλ΄ ἐς Ἰσαυρίαν ἀφιγμένος καὶ τὰ ἐκεῖθι πρὸς τὸ δέον καταστησάμενος τῆς ἀνόπιν καὶ πρὸς Συρίαν ὁδοῦ εἴχετο, ἐφεπόμενον ἔχων αὐτῷ τὸν ὑστερότοκον παῖδα τὸν Μανουήλ. ῏Ην δὲ ἡ μὲν πρόδηλος τῆς στρατείας ταυτησὶ πρόθεσις ἡ τῆς Ἀρμενίας πρὸς τὸ κρεῖττον μεθάρμοσις καὶ εἰς βεβαίαν κατάστασιν συνοχὴ τῶν πόλεων καὶ φρουρίων, ὧν ἐγκρατὴς γεγένητο κατὰ τὴν προτέραν αὐτοῦ ἀνάβασιν· ἡ δ΄ ἀνέκφορος πρὸς τὸ στράτευμα λαθραία τε καὶ ἐνδόμυχος καὶ ἐκ περισκέψεως κίνησις αὕτη ἦν. ἀεὶ δι΄ ἔρωτος εἶχε συνάψαι τὴν Ἀντιόχου τῇ Κωνσταντίνου, κἀκ τοῦδε τοῖς [26B] θεοστιβέσι τόποις ἐπιφοιτῆσαι, καὶ δώροις μὲν καταστέψαι τὸν τοῦ κυρίου τάφον τὸν ζωοπάροχον, τὸ δὲ κύκλῳ βαρβαρικὸν ἀνακαθᾶραι. ὅθεν καὶ πᾶσαν ἦν μετιὼν μηχανήν, εἴ πως ὑπεκσταῖεν ἑκόντες αὐτῷ οἱ Λατῖνοι τῆς κυριαρχίας τῆς λογίμης Ἀντιοχείας, ἢ εἰ μὴ οὗτοι πείθοιντο (ἠπίστατο γὰρ τὴν Λατινικὴν κόρυζαν καὶ τὸ τοῦ φρονήματος αὐτῶν ἀταπείνωτον), οἱ δέ γε Κίλικες καὶ Σύροι προσρέψαιεν ἐκείνῳ. γράφων τοίνυν κατὰ τήνδε τὴν ἄνοδον καὶ τὴν αὐτοῦ προσημαίνων τοῖς Ἀντιοχεῦσιν ἄφιξιν οὐδαμῶς ἀνίει, ὥστε καὶ μήπω τῶν ὁρίων ἐπιβὰς τῆς Συρίας πρεσβείαν ἐφειλκύσατο ἐκεῖθεν μάλα ἀγαθὰς αὐτῷ τὰς ἐλπίδας ἐπὶ τοῖς μέλλουσιν [26C] ὑποβάλλουσαν. ἐπεὶ δὲ τῇ Ἀντιόχου προσήγγισεν, ἀλλοίους εὕρατο τὰς γνώμας τοὺς Ἰταλούς, τῆς φήμης προαγγειλάσης ὁπόσα ἐνδόμυχα καὶ τῶν χειλέων τοῦ βασιλέως ἀπρόϊτα. μὴ γοῦν ῥᾳδίαν εὑρίσκων καὶ τῇ γνώμῃ συμβαίνουσαν τὴν εἰς τὴν Ἀντιόχου πάροδον, ἀλλ΄ ἔνορκον ὁρῶν συγχωρουμένην αὐτῷ τὴν εἰσέλευσιν καὶ τὸ ὅλον ἀπᾴδουσαν οἷς ὥρμαινε κατὰ ψυχήν, καὶ ὡς εἴπερ εἰσελεύσεται, πρὸς ἡμέρας ἐνσκηνωσάμενος καὶ προσκυνηθεὶς καὶ τιμηθεὶς τὰ εἰκότα πάλιν ἐξελεύσεται, μηδέν τι νεοχμώσας ἐπὶ τοῖς κατ΄ αὐτὴν πράγμασιν ἤ τι μετακινήσας τῶν καθεστώτων ἐθῶν, ἀχθεσθεὶς [26D] ἐφ΄ οἷς ἐξηπάτητο, τὴν μὲν εἴσοδον οὐ δέον κέκρικεν εἰσβιάζεσθαι, τὸν μετὰ Χριστιανῶν πόλεμον παντάπασιν ἐκτρεπόμενος, ἐναυλισάμενος δὲ τοῖς προαστείοις τῆς πόλεως κείρειν ἐνδίδωσι ταῦτα τῇ στρατιᾷ καὶ ἀπάγειν ἅπαν τὸ ταῖς χερσὶν εὐμετάφορον. καὶ ἦν ἐκ τοῦδε τοῦ παραγγέλματος, πρόφασιν τὴν τῶν ἀναγκαίων ὑποσπάνισιν ἔχοντος, μηδὲ τὰ καρποφόρα τῶν δένδρων ἀσινῆ παρεώμενα, ἀλλὰ καὶ ταῦτα τῷ πυρὶ τῆς διαίτης παραδιδόμενα. κἀπὶ τούτοις ἐκμετρήσας λεληθότως τὴν ἄμυναν πρὸς τὰ τῶν Κιλίκων παρενέκλινεν ὅρια. ἐν δ΄ εὐρυτάτῃ στρατοπεδευσάμενος φάραγγι, καθ΄ ἣν ὄρη δικόρυμβα ἐπὶ πολὺ τοῦ ἀέρος ἀνέβαινον, ἅπερ λόγος αἱρεῖ Κοράκων νοσσιὰς κικλήσκεσθαι, εἰς κυνηγέσιον ἔξεισι. καὶ συῒ προσυπαντήσας μοναδικῷ τὴν μὲν αἰχμὴν τῷ στέρνῳ τοῦ θηρίου ἐνήρεισε· πλείονι δὲ ὠθισμῷ τοῦ συὸς χρησαμένου καὶ ὅλον τὸν σίδηρον εἰσδεξαμένου τοῖς σπλάγχνοις, ἡ κατέχουσα χεὶρ τὸ ἀκόντιον ὑποναρκᾷ τε καὶ ὑπενδίδωσι [27A] πρὸς τὸ ἄγαν τῆς τοῦ θηρὸς ἀντωθήσεως, κἀντεῦθεν τοῦ εὐθέος παρενεχθεῖσα ἐγχρίπτει τῷ γωρυτῷ, ὃς παρὰ πλευρὸν τοῦ βασιλέως ἐξήρτητο πλάγιος, στέγων ἔσωθεν ἰοβόλα βέλεμνα. ὅθεν τῆς φαρέτρας ἀνατραπείσης, εἷς τῶν διεκχυθέντων ἀτράκτων πλήττει τὸν βασιλέα κατὰ τὸ μεσεῦον δέρμα τῶν ὑστάτων δακτύλων τῆς χειρός. ἀεὶ τοίνυν τοῦ φαρμάκου νεμομένου τὰ πρόσω καὶ διατρέχοντος, καὶ περὶ αὐτὰ τὰ καίρια έπενσκήπτοντος, καὶ κατὰ μικρὸν ἀπονεκροῦντος ταῦτα καὶ ἀποψύχοντος, μετὰ μικρὸν τοῦ βίου μεθίσταται. τότε δ΄ οὖν ὁ βασιλεὺς παρ΄ οὐδὲν θέμενος τὸ ξέσμα τοῦ δέρματος ὑμένος ἠκέσατο ἐπιθέματι ἥν φασιν ἐκδοράν, ἐκ [27B] τοῦ τῶν ποδῶν ἀποσυρέντος καττύματος, σφαλερῶς ἐντεῦθεν πειρώμενος τὸν προϊόντα ἐπισχεῖν ὕφαιμον ἰχῶρα τοῦ τραύματος. ἐπανελθὼν οὖν πρὸς ἑσπέραν καὶ ἀριστήσας τὴν μὲν νύκτα μετὰ ῥᾳστώνης διήνεγκε· τὴν δὲ μετὰ ταύτην ἡμέραν οἰδαίνειν καὶ σφύζειν ἀρξαμένου τοῦ τραύματος περιωδυνίαις ἐβάλλετο, καὶ τίθησιν ἔκπυστον τοῖς ἰατροῖς τὸ συμβάν. οἱ δὲ τὸν τῆς χειρὸς ὄγκον ἰδόντες καὶ τὸ πρὸς ἄκεσιν τεθὲν περιεργασάμενοι, αὐτὸ μὲν ὡς μὴ κατὰ θεσμοὺς νοσοκομίας παραληφθὲν ἀπήνεγκαν τῆς χειρός, φαρμάκοις δ΄ ἄλλοις ἐχρήσαντο καταλεαίνειν δυναμένοις τὰ τῶν τραυμάτων φλεγμαίνοντα. ἐπεὶ δ΄ εἰς οὐδὲν ἀνύσιμον ἀπετελεύτα τὰ φαρμακεύματα, πρὸς χειρουργίαν οἱ Ἀσκληπιάδαι βλέπουσι. [27C] τμηθέντος οὖν τοῦ οἰδήματος, οὐδ΄ οὕτω καταστολή τις καὶ ὑποχάλασις τοῦ πάσχοντος μέρους ἐγίνετο, ἀλλ΄ ὅ τε ὄγκος ἀεὶ ἐπὶ μεῖζον ᾔρετο, ἐπὶ δακτύλῳ τε δάκτυλον καὶ καρπὸν ἐπὶ παλάμῃ, εἶτα πῆχυν, ἐπὶ δὲ τούτῳ βραχίονα ἐπενέμετο τὸ δεινόν, καὶ βασιλεὺς τῶν χρηστοτέρων ἐλπίδων ἀπήγετο. ἀμέλει καὶ τοῖς μὲν ἰατροῖς ἠπορημένοις παντάπασιν ἐδόκει τὴν χεῖρα τοῦ βασιλέως ἀποτεμεῖν ἐς μηρὸν ἀνδρεῖον ἁδρυνθεῖσαν τῇ φλεγμονῇ, κατ΄ ἀμφήριστον μέντοι καὶ τότε τοῦ πάσχοντος μέλους ἴασιν· βασιλεὺς δὲ καὶ τὴν προτέραν τομὴν αἰτίαν τοῦ ξύμπαντος κακοῦ ξυνορώμενος οὐδ΄ ὅλως τοῖς λεγομένοις ἐπένευσεν, ἀλλ΄ ἔκειτο κάμνων, τὸ τῆς θεραπείας παριδὼν ἀμφίλογον. ἐπιστάσης δὲ τῆς πανευσήμου ἡμέρας [27D] τῆς Χριστοῦ ἀναστάσεως τῶν θείων μυστηρίων ἐν μεθέξει γίνεται, καὶ πρὸς τὸ δεῖπνον ἀναπεσὼν ἀνῆκε τὴν αὐλαίαν πᾶσι τοῖς εἰσιέναι καὶ δεηθῆναι θέλουσι. καὶ τῇ ἐξῆς ἡμέρᾳ τὸν αὐτὸν διαπραξάμενος τρόπον ὑποθήκῃ τοῦ μεγάλου δομεστίκου Ἰωάννου, καὶ τὰ παρατεθέντα βρώματα τοῖς παρεστῶσι διανειμάμενος, καθ΄ ἑαυτὸν ἔκτοτε ἰδιάσας περὶ τοῦ διαδόχου τῆς βασιλείας ἐγνώκει σκέπτεσθαι. ὑετοῦ δὲ κατενεχθέντος ῥαγδαίου, καὶ τῆς κοιλάδος καταρρύτου φανείσης ἐφ΄ ἧς ἐστρατοπεδεύετο, ἥ τε βασιλέως κλίνη μετεφέρετο πρὸς τὸ καθαρεῦον ὕδατος μέρος, καὶ αὐτὸς ἐπὶ στόματος εἶχε τὸ φάσκον οὑτωσὶ χρησμῴδημα «τόποις δ΄ ἐν ὑγροῖς καὶ παρ΄ ἐλπίδα πέσῃς.» οἱ δὲ τὰς τῶν βασιλέων διαδοχὰς καὶ μεταθέσεις φιλοκρινοῦντες καὶ τοῦτο πέρας εἰληφέναι ἔλεγον, [28A] «ὢ πῶς γενήσῃ βρῶμα δεινῶν κοράκων!», πῇ μὲν ἐς τὰ μέλανα καὶ σίζοντα σιδήρια τὸ παλαίφατον τοῦτο λόγιον ἀφορᾶν ἰσχυριζόμενοι, δι΄ ὧν ὁ καυτὴρ τῇ χειρὶ τοῦ βασιλέως ἐπενήνεκται, πῇ δ΄ ἐς τὸ τῶν βουνῶν προσώνυμον ἐφ΄ ὧν ἐκεῖνος κατεσκηνώκει, τὸ προφοίβασμα ἀπολύοντες.
Ἐκκλησιάσας δ΄ ἔπειτα τὸ συγγενὲς καὶ φίλιον καὶ ὁπόσον ἐν ὑπεροχαῖς τε καὶ ἀξιώμασιν ἦν, καὶ παραστησάμενος τὸν ὑστερογενῆ παῖδα τὸν Μανουὴλ, τοιάδε ἔλεξεν· «οὐκ ἐπ΄ ἐλπίσι μὲν ταῖς ὁρωμέναις, ἄνδρες Ῥωμαῖοι, Συρίαν κατέλαβον, ἀλλ΄ ᾤμην τῶν προτέρων εὐκλεέστερα ἔργα [28B] ἐνδείξασθαι, καὶ λούσασθαι μὲν ἀδεέστερον ἐν Εὐφράτῃ καὶ τῶν τούτου ναμάτων πλησμίως ἀρύσασθαι, ἰδέσθαι δὲ καὶ Τίγριδα ποταμὸν καὶ διαθροῆσαι τοῖς ὅπλοις τὸ ἀνθιστάμενον, ὅσον τε προσρέπει τοῖς Κίλιξι καὶ ὅσον τοῖς ἐκ τῆς Ἄγαρ προσνένευκε, διαπτάσθαι δὲ καὶ ὡς οἱ βασιλεῖς τῶν ὀρνίθων, εἰ καὶ μέγα τοῦτο εἰπεῖν ἐστι, πρὸς Παλαιστίνην αὐτήν, ὅπου τὸ τῆς ἡμετέρας φύσεως πτῶμα πεσὼν ἀνήγειρεν ὁ Χριστός, ἐπὶ σταυροῦ τὰς χεῖρας διεὶς καὶ μικραῖς ῥανίσι κόσμον ὅλον εἰς ἕνωσιν ἀγαγών, ἀναβῆναι δὲ καὶ εἰς τὸ ὄρος κυρίου κατὰ τὸν ψάλλοντα καὶ στῆναι ἐν τόπῳ ἁγίῳ αὐτοῦ, μετελθεῖν δὲ πολέμου νόμῳ καὶ τὸ κύκλῳ πολέμιον, ὅπερ ὡς τὴν πάλαι κιβωτὸν οἱ ἀλλόφυλοι, τὴν τοῦ Κυρίου σορὸν πολλάκις εἷλε δορύκτητον. ἐπεὶ δὲ οἷς τρόποις τὸ θεῖον ἐπίσταται, [28C] οὔκουν δέδεκται πέρας τὰ προσδοκώμενα, ἀντιστῆναι μὲν ὅλως οὐκ ἔστιν, οὐδ΄ ἐπὶ τοῖς ὁρωμένοις χρεὼν ἀντειπεῖν. τίς γὰρ θεοῦ σοφώτερος; ἢ τίς μετελεύσει νοῦν κυρίου καὶ μεταμείψει τὰ τούτου κρίματα, ὑφελέσθαι ἢ προσθεῖναι τούτοις δεδυνημένος; σφαλεραὶ μὲν γὰρ αἱ τῶν ἀνθρώπων ἐπίνοιαι, ἡ δὲ τοῦ Κυρίου βουλὴ ἀνεπιποίητός τε καὶ ἀμετάπτωτος. ἐν πολλοῖς δ΄ ὅσοις εὐχάριστος ἔχων δείκνυσθαι τῷ τὰ κατ΄ ἐμὲ συμφερόντως οἰκονομήσαντι, ἃ καὶ ἀριθμὸν ὑπερπέπαικε σύμπαντα, τῷ τέως ἀνθομολογούμενος ἐφ΄ οἷς ἐμεγάλυνε τοῦ ποιῆσαι μεθ΄ ἡμῶν ἔλεος ἐπ΄ ἀκροαταῖς [28D] ὑμῖν καὶ τῶν λεγομένων εἰδήμοσι τάδε φημί. ἐκ πατρὸς βασιλέως ἔφυν, ἀρχῆς γεγένημαι τῆς ἐκείνου διάδοχος, οὐδὲν ἀπεβαλόμην ὧν εἰς χεῖράς μοι παραδέδωκεν. εἰ δὲ κατ΄ εὐγνώμονα καὶ πιστὸν ὑπηρέτην ἐπεξειργασάμην τὸ παρασχεθέν μοι θεόθεν τῆς βασιλείας τάλαντον, ἄλλοις σκοπεῖν καὶ λέγειν ἀφίημι· καὶ αὐτὸς δὲ ἀνεπαχθῶς διηγησαίμην ἄν, οὐκ ἐναβρυνόμενος, ἀλλὰ τὰ περὶ ἐμὲ θαυμάσια τοῦ θεοῦ διηγούμενος. ἕως με καὶ δυσμὴ μαχόμενον ἔβλεψε, τὰ πρὸς ἄμφω τὰς ἠπείρους ἔθνη μετῆλθον. ὀλίγα τοῖς ἀνακτόροις προσέμεινα· ὁ βίος σχεδόν μοι ἅπας ἐπὶ σκηνῆς, καὶ τὸ αἰθριάζειν ἀεί μοι περιεσπούδαστο. ἡ γῆ αὕτη, ἐφ΄ ἧς νῦν στρατοπεδευόμεθα, δίς με ἤδη προσέβλεψε• καὶ ἣν μακρὸς ἐξ οὗ χρόνος ὀφθαλμοῖς οὐκ εἶδον στρατιὰν Ῥωμαίων Πέρσαι [29A] καὶ Ἄραβες, ταύτην ἔτρεσαν ἄρτι ἐφ΄ ἡγεμόνι θεῷ καὶ ὑποστρατήγῳ ἐμοί, καὶ πολλῶν πόλεων ἡμῖν ὑπεξέστησαν, ὧν ἐς δεῦρο κύριοι καθεστήκαμεν, αἳ καὶ ζῶσι κατὰ τὰ ἡμῶν προστάγματα. καὶ δοίη κύριος ὁ θεὸς ἐμοὶ μὲν ὑπερμογήσαντι τοῦ τῶν Χριστιανῶν πληρώματος κλῆρον ἐκεῖ καὶ μερίδα ἀΐδιον, ἣν οἱ πραεῖς καὶ εὐάρεστοι αὐτῷ ἀπολήψονται• ὑμῶν δ΄ ἔτι κραταιώσαι τὰς χεῖρας καὶ ἐνισχύσαι κατὰ τῶν τοὺς πολέμους ἐθελόντων ἐθνῶν, καὶ παρ΄ οἷς οὐδαμῶς ἐπικέκληται τὸ ἅγιον καὶ ὑπὲρ πᾶν ὄνομα τοῦ θεοῦ ἡμῶν. ἐσεῖται δὲ ταῦτα, εἰ καὶ ὑμεῖς τῆς δεξιᾶς τοῦ ὑψίστου καὶ τοῦ ὑψηλοῦ [29B] βραχίονος ἐξαρτᾶτε τὸ κατορθούμενον, καὶ ἡγεμὼν ὑμῖν θεόθεν δοθήσεται, μὴ δημοβόρος τις καὶ τὴν κλῆσιν ψευδόμενος ἢ τὸ ἦθος ἀνώμαλος καὶ περὶ τράπεζαν κεκυφὼς καὶ ὀχῶν ἀεὶ τοῖς δακτύλοις τὸν κύαθον καὶ τῶν ἀνακτόρων μηδαμῶς ἀποσπώμενος, ὅσα καὶ οἱ ἐν τοῖς τοίχοις διὰ ψηφίδων καὶ χρωμάτων εἰκονιζόμενοι, ὅτι καὶ φιλεῖ πως τῇ κατὰ τὸν ἄρχοντα διαθέσει συνδιατίθεσθαι τὰ πάντα καὶ ἕπεσθαι• ἅτε γὰρ δι΄ αὐτὸν ἀρχῆθεν γενόμενα, κακυνομένου μὲν τοῦδε καὶ αὐτὰ μεταβάλλεται, ἀγαθυνομένου δέ πάλιν πρὸς τὴν ἐναντίαν φορὰν ἐπανίασιν, ὡς τοῦ θεοῦ κατὰ τὸν Δαβὶδ τοῖς ἀγαθοῖς καὶ εὐθέσιν ἀγαθύνοντος, τοὺς δὲ ἐκκλίνοντας εἰς [29C] τὰς στραγγαλίας μετὰ τῶν ἐργαζομένων τὴν πονηρίαν ἀπάγοντος. Ἐπεὶ δὲ καὶ περὶ τοῦ διαδεξομένου τὴν ἀρχὴν μετὰ τὴν ἐμὴν ἐκβίωσιν, ἥτις δὴ καὶ ἐφέστηκεν ἤδη ἀνυπεξάλυκτος, εἰπεῖν τι προάγομαι, χρεὼν τοῖς εἰρημένοις προσσχεῖν. ὅτι μὲν γὰρ ὡς πατρῷος κλῆρος εἰς ἐμὲ τὸ βασιλεύειν ἐπικαταβέβηκεν, οὐ δέομαι λέγειν, ὡς οὐδέ τις ἕτερος λαμπτῆρα τῆς ἡμέρας ἀποφαίνειν τὸν ἥλιον. ὁρῶν δὲ τὴν ἐπ΄ ἐμοὶ τηρηθεῖσαν πρὸς πατρὸς τάξιν κἀπὶ τοὺς ἐξ ὀσφύος μου προελθόντας διαβῆναι προθυμουμένους ὑμᾶς, καὶ ὑφ΄ ἑνὸς τῶν ἔτι παριόντων μοι τῷ βίῳ παίδων (Ἰσαάκιος οὗτοι καὶ Μανουήλ) ἄρχεσθαι γλιχομένους, καὶ μηδ΄ αὐτὴν τὴν ἐπιλογὴν [29D] ἑαυτοῖς τῇ δὲ ἐμῇ ψήφῳ ἀνατιθέντας, φημὶ δὴ ὡς ἡ μὲν φύσις τοῖς πρωτοτόκοις παισὶ τῇ τάξει ἐμμένουσα τὰ πρωτεῖα βραβεύειν εἴωθε, παρὰ δὲ θεῷ οὐχ οὕτως ἐν ταῖς τῶν προβλήσεων μεγίσταις ἀεί πως φιλεῖ γίνεσθαι. ἀναλογίσασθε τὸν Ἰσαὰκ τοῦ Ἰσμαὴλ κατὰ γέννησιν δευτερεύοντα, τὸν Ἰακὼβ μετὰ τὸν Ἠσαῦ νηδύος ἐκθορόντα τῆς μητρικῆς, τὸν Μωσῆν τοῦ Ἀαρὼν ὕστερον, τὸν Δαβὶδ αὐτὸν μικρὸν ἐν τοῖς ἀδελφοῖς ὄντα κἀν τῷ πατρικῷ οἴκῳ νεώτερον, καὶ ἑτέρους δὲ ὡς πλείστους. οὐ γὰρ τὸ θεῖον ἐς πρόσωπον κατ΄ ἄνθρωπον ἀφορᾷ, καὶ βραβεύει τῷ χρόνῳ τὰ τίμια, πολιαῖς καὶ ἡλικίαις προσκείμενον, ἀλλ΄ εὐγενείᾳ χαῖρον ψυχῆς ἐπὶ τὸν πρᾶον βλέπει καὶ ἥμερον καὶ τὸν αὐτοῦ φυλάττοντα τὰ ἐντάλματα. κατὰ ταῦτα τοιγαροῦν καὶ αὐτὸς οὐ τῇ δικαστρίᾳ φύσει τὰ πολλὰ χαριζόμενος, ἀλλὰ τοὺς θεσμοὺς αὐτῆς ὅσα [30A] καὶ γυναικὸς σμικρογνώμονος διαβούλια ἐν τοῖς καιρίοις παρακρουόμενος πράγμασι, μιμεῖσθαι μᾶλλον προάγομαι τὸν προσωποληψίας πάσης ἀνώτερον θεόν. Εἰ μὲν οὖν κατὰ τὸ ἀναμφίλογον ἐς τὸν καθ΄ ἡλικίαν προήκοντα παῖδά μοι τὸν Ἰσαάκιον μετέβαινεν ἡ ἀρχή, κατ΄ οὐδὲν ἄν μοι λόγων ἐδέησεν εἰς παράστασιν τῆς ἀμφοῖν μοι τοῖν παίδοιν φύσεως· ἐπεὶ δὲ πρὸς τὸν ὑστερότοκον Μανουὴλ ἡ βασιλεία μᾶλλον προσνένευκεν, ἐκκλίνων τὸ καχύποπτον τῶν πολλῶν καὶ τὸ δόξαι παρά τισιν ὡς φίλτρῳ μᾶλλον καὶ οὐκ ἀρετῇ προστιθέμενος τοῦ προτέρου παιδὸς τὸν ὑστερότοκον προτετίμηκα, ἀναγκαίως τὰ εἰκότα ῥηθήσεται. oὐ μία τίς ἐστι τῷ γένει [30B] τῶν ἐπιθυμιῶν ὁδός, ἀλλ΄ εἰς ἀτραποὺς παμπόλλας διέσχισται, ὥσπερ καὶ τὰ τῶν σωμάτων μορφώματα, εἰ καὶ τὴν αὐτὴν ἄνθρωποι φύσιν ἐκληρωσάμεθα. ἄλλαις γὰρ ὀρέξεσιν ἄλλοι προσπάσχομεν, οὐδὲ χαίρομεν ἅπαντες ὁμοθυμαδὸν ταῖς αὐταῖς. εἰ γὰρ τοῦτο ἦν, εἴχομεν ἂν καὶ πρὸς θεοῦ καὶ πρὸς ἀλλήλων τὸ ἀνεπέγκλητον ὡς ταῖς αὐταῖς ἡδοναῖς τε καὶ γνώμαις ἀναγκαστῶς ἐπιχαίνοντες. καὶ τῶν υἱέων μοι γοῦν ἡ δυάς, εἰ καὶ πατρὸς ἑνὸς προελήλυθεν, εἰς γνώμας ἀπομερίζεται διαφόρους. καλοὶ μὲν γὰρ καὶ ἀμφότεροι, καὶ ῥώμῃ σώματος καὶ εἴδους σεμνότητι καὶ φρενῶν βαθύτητι διαπρέποντες· καλλίων δέ μοι ὡς μάλιστα διαδείκνυται [30C] περὶ τὴν τῆς ἀρχῆς κυβέρνησιν ὁ ὑστερογενὴς Μανουήλ. ὁ μὲν γὰρ Ἰσαάκιος ἀκρόχολος πολλάκις παρέστη μοι καὶ ἀφ΄ ἧς ἔτυχε προφάσεως παροξυνόμενος ἐν τῷ νοσεῖν ἀμετρίαν θυμοῦ, ὃς ἀπόλλυσι καὶ σοφοὺς καὶ δι΄ ὃν μετ΄ ἀβουλίας οἱ πλεῖστοι πράσσουσιν· ὁ δὲ σὺν τῷ λοιπῷ τῶν ἀρετῶν ὁρμαθῷ, ὧν οὐδ΄ Ἰσαάκιος ἀπεξένωται, οὐδὲ τοῦ καλοῦ χρήματος ἀπῴκισται τῆς πραότητος, εὐμαρῶς ἐνδιδοὺς πρὸς τὸ χρήσιμον καὶ πειθήνιος λόγῳ δεικνύμενος. ἐπειδὴ τοίνυν ἀκακίᾳ μᾶλλον καρδίας, ᾗ καὶ Δαβὶδ ὁ βασιλεὺς καὶ προφήτης ἐκέκαστο, ἢ χειρὶ ψηλαφώσῃ τὸ ξίφος καὶ γνώμῃ λεπτουργούσῃ τὰ τῶν ἀρχομένων πλημμελήματα φιλοῦμεν ὑπάγεσθαι [30D] ἄνθρωποι, τὸν Μανουὴλ ἐς βασιλέα κατὰ τόδε προκέκρικα. Δέξασθε τοίνυν τὸν μείρακα καὶ ὡς θεόχριστον ἄνακτα καὶ ὡς δι΄ ἐπιψηφίσεως ἐμῆς βασιλεύοντα. ὅτι δὲ καὶ θεὸς αὐτὸν εἰς βασιλέα προκέκρικε καὶ προώρισε, τεκμήριον αἱ πολλαὶ προρρήσεις καὶ τὰ τῶν θεοφιλῶν ἀνδρῶν προθεσπίσματα, ἃ πάντα βασιλέα Ῥωμαίων τὸν Μανουὴλ προκατήγγελλον. τὸ δὲ καὶ τοὺς παρ΄ ἐμοῦ προκριθέντας πρότερον εἰς τὸ ἄρχειν υἱέας μοι τεθνηκέναι, ἀπεῖναι δὲ καὶ τὸν κατὰ γένεσιν μετ΄ ἐκείνους εἰς τὴν βασιλείαν καλούμενον Ἰσαάκιον, ποῦ θήσει τις; ἢ πάντως καὶ ταῦτα σύμβολα εἴποιμεν ἂν ἐναργέστατα τοῦ τὸν θεὸν οὐχ ἕτερον βούλεσθαι, [31A] τὸν δὲ Μανουὴλ τὰ σκῆπτρα τῶν Ρωμαίων χειρίζεσθαι. εἰ δέ τις ἐθέλει σκοπεῖν, οὐδ΄ ἐμὲ τὸν πατέρα ἐπόψεται δῶρον παντάπασι τῷ παιδὶ τὴν βασιλείαν βραβεύοντα καὶ τῇ διαδοχῇ τοῦ γένους τὸ ὅλον προσρέποντα, ἀλλὰ καὶ ἆθλον ἀρετῆς τὴν προχείρισιν αὐτῷ παρεχόμενον. ἴστε γάρ, ἴστε ὅσα καὶ παρ΄ ἡλικίαν ἐν Νεοκαισαρείᾳ ἠρίστευσε, καὶ τὴν κατὰ Περσῶν ἐκείνην γενναίαν ἐμβολὴν, δι΄ ἣν ὁ μὲν πατὴρ ἔγωγε ἠγωνίων, περὶ τῷ φιλτάτῳ παιδὶ τὰ μέγιστα δεδιώς, τὰ δὲ Ῥωμαίων ἀνερρώσθη πράγματα.» Ταῦτα ὁ μὲν βασιλεὺς Ἰωάννης ἐφθέγξατο• ἡ δ΄ ἐκκλησία ἐπικωκύσασα τοῖς εἰρημένοις τὸν Μανουὴλ ὡσεὶ κληρωτὸν εἴτε καὶ χειροτονητὸν ἀσμένως εἰς βασιλείαν ἐδέξατο. ἔπειτα τὸν λόγον πρὸς τὸν παῖδα μετενεγκὼν [31B] ὁ πατὴρ, καὶ τούτῳ παραινέσας τὰ σύμφορα, ταινίᾳ διαδεῖ τῇ βασιλικῇ καὶ τὴν χλαμύδα ἐπενδύει τὴν περιπόρφυρον. ἐπὶ δὲ τούτοις συναθροισθέντα κατὰ πρόσκλησιν τὰ στρατεύματα βασιλέα Ῥωμαίων ἀνεῖπον τὸν Μανουήλ, ἑκάστου τῶν μεγιστάνων μετὰ τῆς οἰκείας τάξεως διακριδὸν ἐφισταμένου καὶ διατρανοῦντος τὴν εὐφημίαν τῷ νέῳ ἄνακτι. ἐφεξῆς δὲ καὶ τῶν θείων προτεθέντων λογίων, ἐπ΄ αὐτῶν ἐμπεδοῦνται τῷ Μανουὴλ τὰ τῆς εὐνοίας καὶ πίστεως πρὸς παντός. ἦν δὲ ὁ τῶν δρωμένων τούτων εἰσηγητής τε ἅμα καὶ τελετάρχης ὁ μέγας δομέστικος, ἐκλῦσαι διανοούμενος ἐντεῦθεν καὶ διαχαλάσαι τοῦ μετεωρισμοῦ καὶ τῆς στάσεως τὰς [31C] τῶν φιλάρχων ἐφέσεις καὶ τὰς τῶν πλείστων ἀμβλῦναι συνδρομὰς πρὸς ἐνίους τῶν πρὸς γένους τῷ βασιλεῖ, οἳ τὴν πρεσβυγένειαν ὡς μέγα τι καὶ αἰδέσιμον προβαλλόμενοι καὶ τὸ κῆδος μεγεθύνοντες τὸ βασίλειον ἑαυτοῖς τὸ ἄρχειν ὡς ἀξιωτέροις ἀπένεμον.
Τούτων δ΄ οὑτωσὶ τελεσθέντων ὁ βασιλεὺς Ἰωάννης μεθ΄ ἡμέρας τὸν βίον ἐκλέλοιπε, βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι καὶ μῆνας ὀκτώ, ἀνὴρ καὶ τὴν ἀρχὴν ἄριστα διῳκηκὼς καὶ θεῷ εὐαρέστως βεβιωκὼς καὶ τὰ πρὸς ἦθος οὐκ ἔκλυτος οὐδ΄ ἀκόλαστος, κἀπὶ ταῖς δωρεαῖς τε καὶ δαπάναις μεταδιώξας μεγαλοπρέπειαν· καὶ δηλοῦσιν αἵ τε διὰ χρυσίνων πρὸς τοὺς τῆς πόλεως οἰκήτορας συχναὶ διαδόσεις, [31D] καὶ τῶν ναῶν ὁπόσους καλλίστους καὶ μεγίστους ἐκ βάθρων ἐδείματο. ἀλλὰ καὶ δόξης ἐραστὴς ὑπὲρ ἄλλον ἅπαντα γεγονὼς τοῦ καταλιπεῖν ἐν τοῖς ἔπειτα μέγιστον ἑαυτοῦ ὄνομα τὰ πάντα τιμώμενος ἦν. τοσοῦτον δὲ καὶ τῆς τῶν οἰκείων εὐσχημοσύνης καὶ τοῦ αἰδήμονος τρόπου ἐξείχετο, ὡς καὶ κουρὰν περιεργάζεσθαι τριχὸς καὶ τὸ τοῦ ποδὸς σκύτος περιαθρεῖν, εἰ κατὰ λόγον καὶ πρὸς τὸ τοῦ ὑποδουμένου σχῆμα ὑπέρραπτο. ἀργολογίαν δὲ καὶ σαπρολογίαν τὴν ἐπὶ κοινῆς ἀκροάσεως καὶ τὸ ἐν ἱματισμοῖς καὶ διαίταις ἄσωτον, ὅσα καὶ λύμην τινὰ βιοφθόρον, τῶν ἀνακτόρων ἀπεσάρωσε, καὶ τὸν ἐμβριθῆ χαρακτηρίζων σωφρονιστὴν, καὶ μιμητὰς ἑαυτοῦ τοὺς ὑπὸ χεῖρα εἶναι γλιχόμενος, πᾶσαν ἀρετῆς ἰδέαν μετιὼν οὐκ [32A] ἀνίει. οὐ μὴν ταῦτά γε πράττων χαρίτων ἀπείχετο, καὶ δυσξύμβλητος ἦν καὶ δυσπρόσιτος καὶ στυγνὸς τὴν ὄψιν καὶ συννεφὴς τὴν ὀφρὺν καὶ ἀεί πως ὑποσκυζόμενος. ἑαυτὸν δ΄ ἐν τῷ προδήλῳ πάσης πράξεως ἀρίστης πίνακα προτιθείς, ἄγων σχολὴν τῶν ἐκτὸς, καὶ τὸ περιορᾶσθαι ὑπὸ πλείστων ὅσα καὶ κώδωνα φλύαρον καὶ λάλον ἀποτρεπόμενος, καὶ κομψείαν σεμνὴν εἰσῳκίζετο καὶ τὸν εὐτράπελον οὐ παρέτρεχεν, οὐδ΄ ἐπεῖχεν ἐπίπαν καὶ ἦγχε τὸν γέλωτα. ὀλίγα οὖν τοῦ ἐς ἄκρον [32B] ἀποσφαλεὶς ἐγκρατοῦς τε καὶ ἀσφαλοῦς, καὶ τῶν πρὸς ἐντελῆ ἀκρίβειαν βραχέα διεκπεσὼν, καὶ μηδένα διὰ ξυμπάσης αὐτῷ τῆς ἀρχῆς ἢ ψυχῆς στερήσας ἢ ἐς τὸ σῶμα ὁσονοῦν λυμηνάμενος, ἐπαινετὸς ἐς δεῦρο παρὰ πᾶσι λελόγισται καὶ κορωνὶς ὡς εἰπεῖν τῶν ὅσοι Ῥωμαίων ἐκ τοῦ τῶν Κομνηνῶν γένους ὑπερεκάθισαν, ἵνα μὴ λέγοιμι ὡς καὶ πολλοῖς τῶν ἀνόπιν ἀρίστων τοῖς μὲν ἡμιλλήσατο, τοὺς δὲ καὶ παρήνεγκεν.