Μετάβαση στο περιεχόμενο

Χρήστης:Ah3kal/Πρόχειρο3

Από Βικιθήκη
ΑΝΘΟΛΟΓΙΑ
Α
ΤΑ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΕΠΙΓΡΑΜΜΑΤΑ
τὰ τῶν Χριστιανῶν προτετάχθω εὐσεβῆ τε καὶ θεῖα ἐπιγράμματα κἂν οἱ Ἕλληνες ἀπαρέσκωνται.
1.—Εἰς τὸ κιβούριον τῆς ἁγίας Σοφίας

Ἃς οἱ πλάνοι καθεῖλον ἐνθαδ᾽ εἰκόνας
ἄνακτες ἐστήλωσαν εὐσεβεῖς πάλιν.

2.—Ἐν ταῖς ἁψῖσι τῶν Βλαχερνῶν

Θεῖος Ἰουστῖνος, Σοφίης πόσις, ᾧ πόρε Χριστὸς
πάντα διορθοῦσθαι, καὶ κλέος ἐν πολέμοις,
Μητρὸς ἀπειρογάμοιο δόμον σκάζοντα νοήσας,
σαθρὸν ἀποσκεδάσας τεῦξέ μιν ἀσφαλέως.

3.—Εἰς τὸ αὐτὸ ἐν ταῖς αὐταῖς

Ὁ πρὶν Ἰουστῖνος περικαλλέα δείματο νηὸν
τοῦτον μητρὶ Θεοῦ, κάλλεϊ λαμπόμενον·
ὁπλότερος δὲ μετ᾽ αὐτὸν Ἰουστῖνος βασιλεύων
κρείσσονα τῆς προτέρης ὤπασεν ἀγλαΐην.

4.—Εἰς τὸν ναὸν τοῦ Προδρόμου ἐν τῷ Στουδίου

Τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι,
Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ
τῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηΐδα ῥάβδον.

5.—Εἰς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Ἀμαντίου

Τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου,
τοῖς πολυδινήτοις κύμασι μαρνάμενος.
οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει,
νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον.
ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην
πόντῳ ἐπαΐξας θήκαο φαιδροτέρην.

6.—Εἰς τὸν ναὸν τοῦ ἁγίου Θεοδώρου ἐν τοῖς Σφωρακίου

Σφωράκιος ποίησε φυγὼν φλόγα μάρτυρι νηόν.

7.—Εἰς τὸν αὐτόν

Σφωράκιε, ζώοντι φίλα θρεπτήρια τίνων
γήθεεν Ἀντόλιος, σὸς ἀνεψιός· οἰχομένῳ δὲ
αἰεί σοι γεραρὴν τελέει χάριν· ὥστε καὶ ἄλλην
εὗρε καὶ ἐν νηῷ σ᾽ ἀνεθήκατο, τὸν κάμες αὐτός.

8.—Εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου πλησίον τοῦ ἁγίου Σεργίου, εἰς τὰ Ὁρμίσδου

Χριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρων,
τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸν

Πέτρῳ καὶ Παύλῳ· θεράπουσι γὰρ εὖχος ὀπάζων
αὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν.
ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον·
εὐχαῖσιν μὲν ἕκαστος ὅ τι χρέος ἐστίν ἑλέσθω,
τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην.

9.—Εἰς τὸν ναὸν τοῦ Ἀρχαγγέλου ἐν Βοθρέπτῳ

Καὶ τόδε σῶν καμάτων παναοίδιμον ἔργον ἐτύχθη,
Γερράδιε κλυτόμητι· σὺ γὰρ περικαλλέα νηὸν
ἀγγελικῆς στρατιῆς σημάντορος αὖτις ἔδειξας.

10.—Εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πολυεύκτου

Εὐδοκίη μὲν ἄνασσα θεὸν σπεύδουσα γεραίρειν,
πρώτη νηὸν ἕτευξε θεοφραδέος Πολυεύκτου·
ἀλλ᾽ οὐ τοῖον ἕτευξε καὶ οὐ τόσον· οὔ τινι φειδοῖ,
οὐ κτεάτων χατέουσα—τίνος βασίλεια χατίζει;—
ἀλλ᾽ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην
καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.
ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,
τέτρατον ἐκ κείνων βασιλήϊον αἷμα λαχοῦσα,
ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης·
ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,
κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων·
πάντα γὰρ ὅσσα τέλεσσεν ὑπέρτερα τεῦξε τοκήων,
ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.
τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς
εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,
εὐσεβίης ἀλέγουσα; μόνη δ᾽ ἱδρῶτι δικαίῳ
ἄξιον οἱκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ.
καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν
πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος.

πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆας
φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπʼ ἔργοις.
ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι
νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης
εὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήϊα χειρῶν;
ποῖος δʼ ἕπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν
εὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες
σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.
ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται· οὐ γὰρ ἀέθλους
λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.
ὅσσα δὲ σὴ παλάμη θεοπείθεα δώματα τεύχει
οὐδʼ αὐτὴ δεδάηκας· ἀμετρήτους γάρ, ὀΐω,
μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο ναούς,
οὐρανίου θεράποντας ἀεὶ τρομέουσα θεοῖο.
ἴχνεσι δʼ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων
πᾶσιν, ἀειζώουσαν ἑὴν τεκτήνατο φύτλην,
εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.
τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,
ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,
προφρονέως ἐρύεσθε σὺν υἱέϊ, τοῖό τε κούραις·
μίμνοι δʼ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,
εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.

Ἐν τῇ εἰσόδῳ τοῦ αὐτοῦ ναοῦ ἔξω τοῦ νάρθηκος πρὸς τὴν ἀψῖδα

Ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις,
ἢ μετὰ Κωνσταντῖνον ἑῆς κοσμήτορα βώμης,
καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα,
καὶ μετὰ τοσσατίων προγόνων βασιληΐδα ῥίζαν,
ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον
εἰν ὀλίγοις ἔτεσιν; χρόνον ἥδʼ ἐβιήσατο μούνη,