Μετάβαση στο περιεχόμενο

Υποτύπωσις αστρονομικών υποθέσεων/Προοίμια

Από Βικιθήκη
Ὑποτύπωσις ἀστρονομικῶν ὑποθέσεων
Συγγραφέας:
Προοίμια



Πλάτων μὲν ὁ μέγας, ὦ ἑταῖρε, τόν γε ὡς ἀληθῶς φιλόσοφον ἀξιοῖ τὰς αἰσθήσεις χαίρειν ἀφέντα καὶ τὴν πλανωμένην ἅπασαν οὐσίαν οὐρανοῦ τε ὑπεραστρονομεῖν κἀκεῖ τὴν αὐτοβραδυτῆτα καὶ τὸ αὐτοτάχος ἐν τῷ ἀληθινῷ ἀριθμῷ σκοπεῖν. σὺ δέ μοι φαίνῃ κατάγειν ἡμᾶς ἀπ' ἐκείνων τῶν θεαμάτων εἰς τὰς ἐν οὐρανῷ ταύτας περιόδους καὶ τὰς τῶν δεινῶν περὶ ἀστρονομίαν τηρήσεις καὶ τὰς ἐκ τούτων αὐτοῖς μεμηχανημένας ὑποθέσεις, ἃς Ἀρίσταρχοί τε καὶ Ἵππαρχοι καὶ Πτολεμαῖοι καὶ τοιοῦτοί τινες διαθρυλεῖν εἰώθασι. ποθεῖς γὰρ δὴ καὶ τὰς τούτων ἐπιβολὰς ἀκοῦσαι μηδὲν ἀδιερεύνητον κατὰ δύναμιν ἀπολιπεῖν τῶν τοῖς παλαιοῖς ἐξηυπορημένων ἐν τῇ θεωρίᾳ τῶν ὅλων προθυμούμενος.

Ἐγὼ δὲ πέρυσι μέν, ἡνίκα παρ' ὑμῖν διῃτώμην ἐν Λυδοῖς μέσοις, εἰ σχολῆς λαβοίμην, καὶ ταῦτά σοι συνδιαπονήσειν κατὰ τὸν ἐμαυτοῦ τρόπον ὑπεσχόμην. ἐπειδὴ δὲ Ἀθήναζε ἀφικόμην καὶ τῶν πολλῶν ἐκείνων καὶ ἀνηνύτων θεός τις ἡμᾶς ἀνῆκε πραγμάτων, ἀποδίδωμί σοι τὴν ὑπόσχεσιν καὶ μύσας ἐν τῷ παρόντι πρὸς τὰς τοῦ Πλάτωνος ἐκείνας παρακελεύσεις καὶ αὐτὰς τὰς περὶ τῶν οὐρανίων κινήσεων τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων ὑφηγήσεις, ἃς ἐκεῖνος ἡμᾶς πρεσβεύειν ἀνέπεισεν, ἔρχομαί σοι λέξων αὐτὴν καθ' ἑαυτὴν τὴν διὰ μακρῶν καὶ ἀπεράντων ἐφόδων πεπεισμένην τοῖς φιλοθεάμοσι τῶν οὐρανίων ἀλήθειαν, οὐδὲ ἐνταῦθα μὲν ἐπέχειν δυνάμενος τὴν εἰωθυῖαν ἐμοὶ τῶν δογμάτων βάσανον, σπανίᾳ δὲ ὅμως αὐτῇ χρώμενος, ἐπεὶ καὶ σοὶ καταφανῆ πέπεισμαι δι' αὐτῶν ἔσεσθαι τῶν λεγομένων τὸν τῶν ὑποθέσεων ἔλεγχον, ἐφ' αἷς ἐκεῖνοι καλλωπιζόμενοι πᾶσαν ἐξελίττουσι τὴν προκειμένην αὐτοῖς θεωρίαν.

Ὧδε οὖν μοι δοκεῖ χρῆναι πρῶτον εἰπεῖν, τίσι μάλιστα τῶν φαινομένων ἀπιστήσαντες ἐπὶ ζήτησιν ἐτράποντο τῆς ἑκάστων αἰτίας, τοῦτο μὲν ὀρθῶς ὑποθέμενοι τὸ τὰς κινήσεις τῶν θείων σωμάτων ἐγκυκλίους δεῖν καὶ τεταγμένας ὑπάρχειν, εἰ καὶ τὸ ἐγκύκλιον οὐ τὸ αὐτὸ ἐν πᾶσιν ἐκείνοις, οὐδὲ ἄμικτον πρὸς τὸ μὴ τοιοῦτον, ἀλλ' οὖν καὶ τοῦτο πάντως τεταγμένον. τὸ γὰρ ἀεὶ ὡσαύτως καὶ καθ' ἕνα λόγον φέρεσθαι καὶ μίαν τάξιν αὐτὴν καθ' ἑαυτὴν ὁμολογοῦσαν πρέποι ἄν που τοῖς θειοτάτοις τῶν φανερῶν μάλιστα τοῖς κατὰ νοῦν ἐκεῖνα πάντα περιάγεσθαι τιθεμένοις· νοῦς γὰρ ἀεὶ τάξεως χορηγός ἐστιν ἅπασιν, οἷς ἂν ἐπιστατῇ.

ταύτης δὲ ὥσπερ ἀσφαλοῦς πείσματος ἐξεχόμενοι τῆς ὑπονοίας [καὶ] εἰκότως ἤδη δυσχεραίνειν φαίνονται πρὸς τὴν φαινομένην ταύτην ἀταξίαν [καὶ] ζητοῦντες, τίνες ὑποθέσεις αὐτοῖς ἀντὶ μὲν ἀλόγων κατὰ λόγον ἐπιτελουμένας τὰς περιόδους ἀποφήναιεν <ἐπὶ> τῶν κύκλων ἐκείνων, ἀντὶ δὲ ἀορίστως καὶ ἀτάκτως φερομένων ὡρισμένας ἀριθμοῖς τοῖς προσήκουσιν ἑκάστοις. Ἵν' οὖν σαφῆ γένηται καὶ σοί, τίνα ποτέ εἰσι, πρὸς ἃ τῶν ὁρωμένων δυσχεράναντες καὶ ἀφ' ὧν ἐρεθισθέντες ὡς ἀναξίων τῆς θείας φύσεως ὥρμησαν ἐπὶ τὴν θεωρίαν τῶν τοιούτων ὑποθέσεων καὶ συνεστήσαντο τὴν περὶ τὰ οὐράνια πραγματείαν, ἐξ ἀρχῆς ἕκαστα πειράσομαι διελθεῖν.

Πρῶτον τοίνυν εἰς ἀπιστίαν ἦγεν αὐτοὺς τοῦ τοιαύτας ὑποθέσθαι τὰς κινήσεις, οἷαι δὴ φαίνονται, τὸ ποτὲ μὲν θᾶττον, ποτὲ δὲ βραδύτερον κινεῖσθαι τούς τε ἀστέρας καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὴν ἀνωμαλίαν ἐναργῆ ταύτην ὑπάρχειν, τὰ τεταρτημόρια τοῦ κύκλου τῶν ζῳδίων, καίτοι ἴσα ὄντα ἀλλήλοις, οὐκ ἐν ἴσῳ χρόνῳ διιόντων ἐκείνων.

Δεύτερον δὲ τὸ τὴν σελήνην καὶ τοὺς λοιποὺς τῶν ἑπτὰ πλανήτων τὰς ἐπὶ τὸ βόρειον καὶ τὸ νότιον παρόδους ἄλλοτε ἄλλας ποιεῖσθαι, τὸν δὲ ἥλιον ἀεὶ καθ' ἑνὸς σημείου τὰς τροπὰς ἴσχειν ἐφ' ἑκάτερα μόνον. ὧν ἀνάγκη τὴν πλείστην ἀπόστασιν τῷ λογισμῷ κατιδόντας θεωρεῖν, πότε μὲν μέχρις ἐκείνης ποιοῦνται τὴν πάροδον, πότε δὲ εἴσω τῆς μεγίστης ἀποστάσεως ἑκατέρου τῶν τροπικῶν σημείων.

Τρίτον τοίνυν αὐτοὺς ἀνήγειρεν εἰς τὴν τοιάνδε κατανόησιν τὸ τοὺς πέντε πλάνητας μὴ μόνον τὰς κατὰ μῆκός τε καὶ πλάτος ἀνωμαλίας ὁρᾶσθαι καταδεδεγμένους, ἀλλὰ καὶ προσθέσεις καὶ ἀφαιρέσεις καὶ τοὺς μεταξὺ τούτων στηριγμούς. καὶ γὰρ φαίνονται τοτὲ μὲν ὡς ἐπ' ἀνατολὰς κινούμενοι, τοτὲ δὲ ὡς ἐπὶ τἀναντία φερόμενοι, τοτὲ δὲ ὡς ἐν ταὐτῷ μένοντες, ὃ δὴ πάντων ἐστὶ παραδοξότατον, ἀεικινήτους ὄντας ἑστάναι καὶ ἀεὶ τὴν φορὰν ἐπὶ τοῖς αὐτοῖς ποιουμένους ὑποποδίζειν. ταῦτα οὖν καὶ καθ' ἑαυτὰ ζητήσεως ἄξια τοῖς φιλοθεάμοσι τῶν οὐρανίων εἶναι πάντως ἐδόκει, καὶ διότι μήτε ἥλιον μήτε σελήνην ἑώρων ταῦτα πάσχοντας, ἀλλὰ μόνους τοὺς πέντε, καθάπερ εἴπομεν, τὴν αἰτίαν εἰπεῖν.

Τέταρτον τὸ καὶ αὐτῶν τῶν πέντε τούτων πλανήτων τοὺς μὲν [κατὰ] πᾶσαν διάστασιν ἀφίστασθαι τοῦ ἡλίου διαμέτρους τε γινομένους πρὸς αὐτὸν καὶ τριγώνους πολλῷ πρότερον καὶ τετραγώνους καὶ ἑξαγώνους, ὥσπερ τὸν Ἄρεά φασι καὶ τὸν Δία καὶ τὸν Κρόνον, τοὺς δὲ περὶ τὸν ἥλιον κινεῖσθαι καταλαμβάνοντάς τε καὶ καταλαμβανομένους, ὥσπερ τὴν Ἀφροδίτην καὶ τὸν Ἑρμῆν, ἑξαγωνικὴν οὐδέποτε πλευρὰν ἀφισταμένους. καὶ αὐτῶν τούτων τὸ τὴν μὲν Ἀφροδίτην πλέον ἀποχωρεῖν τοῦ ἡλίου, τὸν δὲ Ἑρμῆν ἔλασσον, ἐδόκει διαφερούσης δεῖσθαι τῆς ἐπιστάσεως. καὶ τὸ ἑκατέρους δὶς ἐφεξῆς ἑσπερίαν ἢ ἑῴαν μὴ ποιεῖσθαι φάσιν, ἀλλ' ἑσπερίους φανέντας καὶ ἡλίῳ συνοδικοὺς γενομένους ἑῴους φαίνεσθαι καὶ αὖθις ἥλιον ἐπικαταλαβόντας ἑσπερίους, καὶ τοῦτο ὡσαύτως, εἰ καὶ τοῦτο πέφηνέ ποτε ψεῦδος ὄν, ὡς ἐν τῷ περὶ παραδόξων αὐτοῖς ἱστόρηται φάσεων.

Πέμπτον τὸ ποτὲ μὲν μείζους ὁρᾶσθαι τοὺς ἀστέρας τούτους, ποτὲ δὲ ἐλάττονας, ὡς ἂν κατὰ βάθος κινουμένους καὶ ποτὲ μὲν ἡμῶν ἐγγυτέρω, ποτὲ δὲ πορρωτέρω γιγνομένους. καὶ γὰρ τὸν Ἄρεα πολλάκις οὐδὲν ἀποδέοντα τοῦ Διὸς φαίνεσθαι καὶ τὸν Ἑρμῆν τῆς Ἀφροδίτης, μόνων τῶν χρωμάτων διοριζόντων αὐτοὺς ἀπ' ἐκείνων. ἐπεὶ καὶ τὴν σελήνην ἐν ταῖς ἡλιακαῖς τελείαις ἐκλείψεσι τινὰς πεφωρᾶσθαι ποτὲ μὲν οὕτως ὑποτρέχειν τὸν ἥλιον, ὡς ὅλον αὐτὸν ἀποκρύπτειν ταῖς ὄψεσιν ἡμῶν, ποτὲ δέ, ὡς ἐν τῷ μέσῳ χρόνῳ τῶν τε δύο κέντρων καὶ τοῦ ὄμματος ἐπὶ μιᾶς εὐθείας γιγνομένων τὴν ἐκτὸς ἴτυν τοῦ ἡλίου θεωρεῖσθαι. καὶ δῆλον δὴ ὅτι καὶ τοῦτο τεκμήριόν ἐστι τοῦ τὴν σελήνην ἐγγυτέρω τε ἡμῶν γίνεσθαι καὶ πορρωτέρω. τὸ γὰρ αὐτὸ μέγεθος ἐπιπροσθοῦν οὐ τὸ αὐτὸ κατὰ πλείονα καὶ ἐλάσσονα τὴν πρὸς τὸ ὁρᾶν διάστασιν ἐπιπροσθεῖ.

Ἕκτον ἐπὶ τούτοις τὸ τοὺς αὐτοὺς ἀστέρας τοτὲ μὲν ὄντας ἐγγυτάτω τοῦ ἡλίου φάσεις ποιεῖσθαι, τοτὲ δὲ πολὺ διεστῶτας μὴ φαίνεσθαι. τεθεάμεθα γοῦν καὶ αὐτοὶ τὴν Ἀφροδίτην ἰσόμοιρον οὖσαν ἡλίῳ ποιουμένην ἑῴαν ἐπιτολήν, καὶ ἄλλοτε πολλαῖς ἀφεστῶσαν μοίραις ὡς ὑπ' αὐτὸν οὖσαν οὐκ ἐθεώμεθα. καὶ γὰρ τοῦτο τοσαύτης ἔδοξεν εἶναι φροντίδος τοῖς δεινοῖς περὶ τὰς τηρήσεις τῶν οὐρανίων ἄξιον, ὡς καὶ βίβλους, καθὰ προείρηται, ὅλας περὶ τῶν παραδόξων φάσεων τῆς Ἀφροδίτης συγγραψαμένους ἀπολιπεῖν.

Ἕβδομον λέγω τὸ τῆς τάξεως αὐτῶν τῶν πλανωμένων, ἣν ἔχουσι πρὸς ἀλλήλους. τὸ μὲν γὰρ τὴν σελήνην εἶναι περιγειοτάτην ὅ τε χρόνος τῆς περιόδου τῆς κατὰ μῆκος ἐλάχιστος ὢν καὶ τὸ ὑποτρέχουσαν αὐτὴν θεωρεῖσθαι τόν τε ἥλιον καὶ τοὺς ἄλλους ἱκανῶς ἐδόκει τεκμηριοῦν. καὶ γὰρ Ἀφροδίτην καὶ Ἑρμῆν καὶ Ἄρεα καὶ Δία καὶ Κρόνον ὑπερχομένην <αὐτὴν> καὶ ἡμεῖς ἱστορήσαμεν. καὶ τὸ τοὺς τρεῖς ἄλλους τοὺς ἡλίῳ κατὰ διάμετρον γινομένους οὕτως ἔχειν, ὡς ἀνωτάτω μὲν φέρεσθαι τὸν Κρόνον, κατωτάτω δὲ τὸν Ἄρεα, μέσην δὲ εἰληχέναι τάξιν τὸν Δία, τὰ τάχη τῶν περιόδων ἐφαίνετο δηλοῦν, ὡς τῶν μακροπορωτέρων τὴν ὑψηλοτέραν θέσιν ἐχόντων, τῶν δὲ βραχυπορωτέρων τὴν ταπεινοτέραν. ἥλιον δὲ καὶ Ἑρμῆν καὶ Ἀφροδίτην ἰσοδρόμους ὄντας καὶ ποτὲ μὲν ἐν τοῖς ἑπομένοις, ποτὲ δὲ ἐν τοῖς ἡγουμένοις ἀλλήλων ὁρωμένους ποίαν χρὴ φάναι τάξιν πρὸς ἀλλήλους ἔχειν ὡς πρὸς τὸ τῆς γῆς καὶ τοῦ παντὸς κέντρον, ἄπορον ἐδόκει θαυμαστῶς ὑπάρχειν.

Ὄγδοον τὸ μηδὲ αὐτὰ τὰ σημεῖα [τῶν] τοῦ ζῳδιακοῦ κύκλου τὴν αὐτὴν ἔχειν ἀεὶ θέσιν ὑποφαίνειν, ἀλλὰ παραφέρεσθαί πως. τῶν γοῦν τροπικῶν σημείων οὐχ ὁμολογεῖν τὴν διὰ τῶν λογισμῶν εὕρεσιν τοῖς φαινομένοις, ἀλλὰ τὸν ἥλιον περιφανῶς ὁρᾶσθαι καὶ πρὶν ἐπὶ τὸ βόρειον ἀφίκηται πέρας, εἰς τὰ νοτιώτερα παραχωροῦντα, καὶ πρὶν ἐπὶ τὸ νότιον, εἰς τὰ βορειότερα. καὶ τὰ μὲν ἐκ τῆς ψηφοφορίας εὑρίσκεσθαι λείποντος τοῦ κύκλου, τὰ δὲ ἀπὸ τῶν τηρήσεων καὶ τοῦ ἡλίου τὰς εἰρημένας ποιουμένου μεταχωρήσεις. τοῦτο γοῦν καὶ αὐτοὶ καθ' ἕκαστον ἐνιαυτὸν ὁρῶμεν γιγνόμενον, καὶ πρὸ τροπῶν τὸν ἥλιον ἐπὶ τἀναντία φερόμενον καὶ τὴν ἀνατολὴν ὡς ἂν ἤδη μεταστάντα ποιούμενον.

Ἔνατον προσκείσθω τοῖς ἔμπροσθεν τὸ μηδὲ τοὺς ἀπλανεῖς ἀστέρας, καὶ ταῦτα ἀπλανεῖς λεγομένους τε καὶ ὄντας, ἀπράγμονας ποιῆσαι τὴν θεωρίαν αὐτῶν, ἀλλὰ καὶ τούτους ἀπὸ τῶν τηρήσεων δόξαι πρὸς τὸν τοῦ παντὸς πόλον μείζονάς τε καὶ ἐλάττονας ἀποστάσεις καταδέχεσθαι καὶ φαίνεσθαι τόπον ἄλλοτε ἄλλον ἐπέχειν, ὡς ἂν καὶ αὐτοὺς κινουμένους, καθάπερ τοὺς πλανᾶσθαι παρὰ πάντων ὑπειλημμένους, καὶ περὶ ἄλλον τινὰ πόλον, ἀλλ' οὐχὶ τὸν τοῦ παντός. ὅθεν ἀνάγκη γέγονε ζητεῖν, πῶς τε κινοῦνται, καὶ τίς αὐτῶν ἡ ἐγκύκλιος φορά, καὶ πόσος ὁ ἀποκαταστατικὸς χρόνος, καὶ ποῦ καὶ ποῖος ὁ πόλος.

Δέκατον πρὸς τοῖς εἰρημένοις ἅπασι λέγω τὸ καὶ τοὺς ἀργοὺς περὶ τὰς ζητήσεις καὶ οἷς ὄμματα μόνα πέπηγεν εἰς θαῦμα τῶν οὐρανίων καθιστὰν καὶ ἐκ τοῦ θαύματος ὀλίγους τῶν πολλῶν εἰς τὸν τῆς γνώσεως ὧν θαυμάζουσιν ἀνακαλούμενον ἔρωτα, τὰς ἐκλείψεις λέγω τάς τε ἡλίου καὶ τῆς σελήνης καὶ τοὺς λόγους τοὺς πρὸς ἄλληλα τούτων κατά τε τὰ μεγέθη καὶ τὰς περιοδικὰς ἀποκαταστάσεις, τάς τε προσνεύσεις καὶ τὰς κινήσεις τῶν ἐκλειπτικῶν τόπων. θαῦμα μὲν γὰρ ὄντως ἐστί, πῶς οὔτε κατὰ τὸν αὐτὸν τόπον αἱ ἐκλείθεις, οὔτε ἄτακτοι γίνονται καὶ ὅπουπερ παρέχονται, ἀλλ' ἀεὶ μεθισταμένων ἐπὶ τὰ προηγούμενα τῶν ζῳδίων τῶν ἐκλειπτικῶν σημείων.

Ταῦτα καὶ τὰ τοιαῦτά μοι δοκεῖ τούς τε πρώτους εἰς τὸν οὐρανὸν ἀναβλέψαντας καὶ ἀντὶ τοῦ κυπτάζειν εἰς γῆν ἐκεῖνα θεᾶσθαι καὶ ζητεῖν ἑλομένους ἐγεῖραι πρὸς τὴν θεωρίαν καὶ ἡμᾶς τοὺς τοσοῦτον ἐκείνων λειπομένους ἐρεθίζειν εἰς τὸ μὴ παρέργως καὶ ὁρᾶν ταῦτα καὶ ἀκούειν ἄλλων ἱστορούντων. τὸ μὲν οὖν ἀληθὲς κᾀνταῦθα δικαιότερον εἰπεῖν θεοῦ συμφήσαντος ἔχοιμεν ἂν διατεινόμενοι λέγειν, καὶ μάλισθ' ὅτι καὶ περὶ αὐτὰς τὰς ὑποθέσεις πλείστην ὁρῶμεν διαφωνίαν τοῖς περὶ ταῦτα πραγματευσαμένοις γενομένην καὶ οὔτε ταῖς αὐταῖς ἅπαντας κεχρημένους, οὔτε τοὺς τῶν αὐτῶν προστάντας ὡσαύτως τὰ ἀπὸ τῶν αὐτῶν συνάγοντας.

ἐπειδὴ δὲ καὶ τοῖς κλεινοῖς Πυθαγορείοις, ὡς ἐκ τῆς ἱστορίας παρειλήφαμεν, αἱ τῶν ἐκκέντρων καὶ τῶν ἐπικύκλων ὑποθέσεις ἤρεσκον ὡς ἁπλούστεραι τῶν ἄλλων ἁπασῶν–δεῖν γὰρ ἐπ' ἐκείνων καὶ αὐτὸν παρακελεύεσθαι τὸν Πυθαγόραν ζητεῖν ἐξ ἐλαχίστων καὶ ἁπλουστάτων ὑποθέσεων δεικνύναι τὰ ζητούμενα· πρέπειν γοῦν τὰς τοιαύτας τοῖς θείοις σώμασι μᾶλλον ἢ τὰς ἐναντίας–ἑπόμενοι καὶ ἡμεῖς ταῖς ἀρχαῖς ταύταις, ὅσα τοῖς ἀπὸ τούτων ὡρμημένοις ἐξηυπόρηται πρὸς τὴν τῶν φαινομένων συμφωνίαν, καὶ διαφερόντως τῷ Πτολεμαίῳ, πρὸς τὸ παρὸν ἐκθέσθαι πειρασόμεθα. καὶ γὰρ οὗτος παρὰ πάντας ὡς εἰπεῖν ἐξ εὐχερῶν ἐφόδων καὶ ἐλαχίστων ἀρχῶν ἀποδείκνυσι τὰ μάλιστα κατ' ἀστρονομίαν πολλῆς ἠξιωμένα τοῖς ἔμπροσθεν μερίμνης.

Λέγομεν τοίνυν αὐτὰς ἐφ' ἑαυτῶν τὰς ὑποθέσεις– τοῦτο γὰρ καὶ σὺ ποιεῖν ἡμᾶς ἠξίους–αἷς περὶ ἕκαστον χρώμενοι τῶν οὐρανίων οἴονται τὰς φαινομένας ἀνωμαλίας εἰς αἰτίας ἀναπέμπειν εὐλογίστους μενούσης ἐκείνης παγίας τῆς κοινῆς ἐννοίας, καθ' ἣν ἅπαντες προειλήφαμεν, ὡς ἄρα εὐτάκτως δεῖ κινεῖσθαι τὰ θεῖα σώματα [καὶ] πόρρω τῆς θνητῆς ὄντα δυσχερείας, παρ' ἧς καὶ τὸ ἄτακτον εἰκότως διά τε τὴν ἐπίδοσιν καὶ τὴν ἐναντίαν ἔκλυσιν τῆς δυνάμεως.