Τόδε Λέσβιοι

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
ράα τόδε Λέσβιοι
Συγγραφέας: Αλκαίος ο Μυτιληναίος
Ανθολογία Αρχαϊκής Λυρικής Ποίησης, Αλκαίος, απ. 129 Lobel-Page (περιέχει και μετάφραση Ι.Ν. Καζάζη)


·ρά·α τόδε Λέσβιοι
···]····εὔδειλον τέμενος μέγα
ξῦνον κά[τε]σσαν ἐν δὲ βώμοις
ἀθανάτων μακάρων ἔθηκαν

[5]κἀπωνύμασσαν ἀντίαον Δία
σὲ δ' Αἰολήιαν [κ]υδαλίμαν θέον
πάντων γενέθλαν, τὸν δὲ τέρτον
τόνδε κεμήλιον ὠνύμασσ[α]ν

Ζόννυσσον ὠμήσταν. ἄ[γι]τ' εὔνοον
[10]θῦμον σκέθοντες ἀμμετέρα[ς] ἄρας
ἀκούσατ', ἐκ δὲ τῶν[δ]ε μόχθων
ἀργαλέας τε φύγας ρ[ύεσθε·

τὸν ῎Υρραον δὲ πα[ῖδ]α πεδελθέτω
κήνων Ἐ[ρίννυ]ς ὤς ποτ' ἀπώμνυμεν
[15]τόμοντες ἄ··[ ´·]Ν··
μηδάμα μηδ' ἔνα τὼν ἐταίρων

ἀλλ' ἢ θάνοντες γᾶν ἐπιέμμενοι
κείσεσθ' ὐπ' ἄνδρων οἲ τότ' ἐπικ· ´Ην
ἤπειτα κακκτάνοντες αὔτοις
[20]δᾶμον ὐπὲξ ἀχέων ρύεσθαι.

κήνων ὀ φύσγων οὐ διελέξατο
πρὸς θῦμον ἀλλὰ βραιδίως πόσιν
ἔ]μβαις ἐπ' ὀρκίοισι δάπτει
τὰν πόλιν ἄμμι δέδ[·]··[·]·ί·αις