Μετάβαση στο περιεχόμενο

Τρωάδες

Από Βικιθήκη
Τρῳάδες
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα.


Ποσειδῶν

Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
Ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
Φοῖβός τε κἀγὼ λαί̈νους πύργους πέριξ    5
ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ' ἐκ φρενῶν
εὔνοι' ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
ὄλωλε πορθηθεῖσ'· ὁ γὰρ Παρνάσιος
[10] Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
ἐγκύμον' ἵππον τευχέων ξυναρμόσας,
πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·
ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται
Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.
[15] Ἔρημα δ' ἄλση καὶ θεῶν ἀνάκτορα
φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
Πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
[20] πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
ἀλόχους τε καὶ τέκν' εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδ' ἐπεστράτευσαν Ἕλληνες πόλιν.
Ἐγὼ δέ νικῶμαι γὰρ Ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θ', αἳ συνεξεῖλον Φρύγας
[25] λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ' ἐμούς·
ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
Πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
[30] Καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
εἴληχ' Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
Ὅσαι δ' ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
ταῖσδ' εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
στρατοῦ, σὺν αὐταῖς δ' ἡ Λάκαινα Τυνδαρὶς
[35] Ἑλένη, νομισθεῖσ' αἰχμάλωτος ἐνδίκως.
Τὴν δ' ἀθλίαν τήνδ' εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,
δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·
ᾗ παῖς μὲν ἀμφὶ μνῆμ' Ἀχιλλείου τάφου
[40] λάθρα τέθνηκε τλημόνως Πολυξένη·
φροῦδος δὲ Πρίαμος καὶ τέκν'· ἣν δὲ παρθένον
μεθῆκ' Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ' εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
[45] Ἀλλ', ὦ ποτ' εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
ξεστόν τε πύργωμ'· εἴ σε μὴ διώλεσεν
Παλλὰς Διὸς παῖς, ἦσθ' ἂν ἐν βάθροις ἔτι.

Ἀθήνα

[48] Ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς
μέγαν τε δαίμον' ἐν θεοῖς τε τίμιον,
[50] λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;

Ποσειδῶν

Ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,
ἄνασσ' Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.

Ἀθήνα

Ἐπῄνεσ' ὀργὰς ἠπίους· φέρω δὲ σοὶ
κοινοὺς ἐμαυτῇ τ' ἐς μέσον λόγους, ἄναξ.

Ποσειδῶν

[55] Μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,
ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;

Ἀθήνα

Οὔκ, ἀλλὰ Τροίας οὕνεκ', ἔνθα βαίνομεν,
πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.

Ποσειδῶν

Ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν
[60] ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;

Ἀθήνα

Ἐκεῖσε πρῶτ' ἄνελθε· κοινώσῃ λόγους
καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;

Ποσειδῶν

Μάλιστ'· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·
πότερον Ἀχαιῶν ἦλθες οὕνεκ' ἢ Φρυγῶν;

Ἀθήνα

[65] Τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,
στρατῷ δ' Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.

Ποσειδῶν

Τί δ' ὧδε πηδᾷς ἄλλοτ' εἰς ἄλλους τρόπους
μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;

Ἀθήνα

Οὐκ οἶσθ' ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;

Ποσειδῶν

[70] Οἶδ', ἡνίκ' Αἴας εἷλκε Κασάνδραν βίᾳ.

Ἀθήνα

Κοὐδέν γ' Ἀχαιῶν ἔπαθεν οὐδ' ἤκουσ' ὕπο.

Ποσειδῶν

Καὶ μὴν ἔπερσάν γ' Ἴλιον τῷ σῷ σθένει.

Ἀθήνα

Τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.

Ποσειδῶν

Ἕτοιμ' ἃ βούλῃ τἀπ' ἐμοῦ. Δράσεις δὲ τί;

Ἀθήνα

[75] Δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.

Ποσειδῶν

Ἐν γῇ μενόντων ἢ καθ' ἁλμυρὰν ἅλα;

Ἀθήνα

[77] πρὸς οἴκους ναυστολῶσ' ἀπ' Ἰλίου.
Καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον
πέμψει, δνοφώδη τ' αἰθέρος φυσήματα·
[80] ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,
βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.
Σὺ δ' αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον
τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,
πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
[85] ὡς ἂν τὸ λοιπὸν τἄμ' ἀνάκτορ' εὐσεβεῖν
εἰδῶσ' Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.

Ποσειδῶν

[87] Ἔσται τάδ'· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων
δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.
Ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες
[90] Σκῦρός τε Λῆμνός θ' αἱ Καφήρειοί τ' ἄκραι
πολλῶν θανόντων σώμαθ' ἕξουσιν νεκρῶν.
Ἀλλ' ἕρπ' Ὄλυμπον καὶ κεραυνίους βολὰς
λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,
ὅταν στράτευμ' Ἀργεῖον ἐξιῇ κάλως.
[95] Μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,
ναούς τε τύμβους θ', ἱερὰ τῶν κεκμηκότων,
ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθ' ὕστερον.

Ἑκάβη

[98] Ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή·
ἐπάειρε δέρην· οὐκέτι Τροία
[100] τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.
Μεταβαλλομένου δαίμονος ἀνέχου.
Πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,
μηδὲ προσίστω πρῷραν βιότου
πρὸς κῦμα πλέουσα τύχαισιν.
[105] Αἰαῖ αἰαῖ.
Τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,
ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;
Ὦ πολὺς ὄγκος συστελλόμενος
προγόνων, ὡς οὐδὲν ἄρ' ἦσθα.
[110] Τί με χρὴ σιγᾶν; Τί δὲ μὴ σιγᾶν;
Τί δὲ θρηνῆσαι;
Δύστηνος ἐγὼ τῆς βαρυδαίμονος
ἄρθρων κλίσεως, ὡς διάκειμαι,
νῶτ' ἐν στερροῖς λέκτροισι ταθεῖσ'.
[115] Οἴμοι κεφαλῆς, οἴμοι κροτάφων
πλευρῶν θ', ὥς μοι πόθος εἱλίξαι
καὶ διαδοῦναι νῶτον ἄκανθάν τ'
εἰς ἀμφοτέρους τοίχους, μελέων
ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.
[120] Μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις
ἄτας κελαδεῖν ἀχορεύτους.

Πρῷραι ναῶν, ὠκείαις
Ἴλιον ἱερὰν αἳ κώπαις
δι' ἅλα πορφυροειδέα καὶ
[125] λιμένας Ἑλλάδος εὐόρμους
αὐλῶν παιᾶνι στυγνῷ
συρίγγων τ' εὐφθόγγων φωνᾷ
βαίνουσαι πλεκτὰν Αἰγύπτου
παιδείαν ἐξηρτήσασθ',
[130] αἰαῖ, Τροίας ἐν κόλποις
τὰν Μενελάου μετανισόμεναι
στυγνὰν ἄλοχον, Κάστορι λώβαν
τῷ τ' Εὐρώτᾳ δυσκλείαν,
ἃ σφάζει μὲν
[135] τὸν πεντήκοντ' ἀροτῆρα τέκνων
Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν
ἐς τάνδ' ἐξώκειλ' ἄταν.
Ὤμοι, θάκους οἵους θάσσω,
σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.
[140] Δούλα δ' ἄγομαι
γραῦς ἐξ οἴκων πενθήρη
κρᾶτ' ἐκπορθηθεῖσ' οἰκτρῶς.
Ἀλλ' ὦ τῶν χαλκεγχέων Τρώων
ἄλοχοι μέλεαι,
καὶ κοῦραι <κοῦραι> δύσνυμφοι,
[145] τύφεται Ἴλιον, αἰάζωμεν.
Μάτηρ δ' ὡσεί τις πτανοῖς
ὄρνισιν, ὅπως ἐξάρξω 'γὼ
κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν
οἵαν ποτὲ δὴ
[150] σκήπτρῳ Πριάμου διερειδομένα
ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους
εὐκόμποις ἐξῆρχον θεούς.

Ἡμιχόριον Α

[153] Ἑκάβη, τί θροεῖς; Τί δὲ θωύ̈σσεις;
Ποῖ λόγος ἥκει; Διὰ γὰρ μελάθρων
[155] ἄιον οἴκτους οὓς οἰκτίζῃ.
Διὰ δὲ στέρνων φόβος ἄισσεν
Τρῳάσιν, αἳ τῶνδ' οἴκων εἴσω
δουλείαν αἰάζουσιν.

Ἑκάβη

Ὦ τέκν', Ἀργείων πρὸς ναῦς ἤδη . . .

Ἡμιχόριον Α

[160] Κινεῖται κωπήρης χείρ;
Οἲ ἐγώ, τί θέλουσ', ἦ πού μ' ἤδη
ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;

Ἑκάβη

Οὐκ οἶδ', εἰκάζω δ' ἄταν.

Ἡμιχόριον Α

Ἰὼ ἰώ.
[165] Μέλεαι μόχθων ἐπακουσόμεναι
Τρῳάδες, ἔξω κομίζεσθ' οἴκων·
στέλλουσ' Ἀργεῖοι νόστον.

Ἑκάβη

[168] Αἶ, αἶ.
Μή νύν μοι τὰν
[170] ἐκβακχεύουσαν Κασάνδραν,
[172] αἰσχύναν Ἀργείοισιν,
[171] πέμψητ' ἔξω,
[173] μαινάδ', ἐπ' ἄλγει δ' ἀλγυνθῶ.
[173β] Ἰώ.
Τροία Τροία δύσταν', ἔρρεις,
[174β] δύστανοι δ' οἵ σ' ἐκλείποντες
[175] καὶ ζῶντες καὶ δμαθέντες.

Ἡμιχόριον Β

[176] Οἴμοι. Τρομερὰ σκηνὰς ἔλιπον
τάσδ' Ἀγαμέμνονος ἐπακουσομένα,
βασίλεια, σέθεν· μή με κτείνειν
δόξ' Ἀργείων κεῖται μελέαν;
[180] Ἢ κατὰ πρύμνας ἤδη ναῦται
στέλλονται κινεῖν κώπας;

Ἑκάβη

Ὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν.

Ἡμιχόριον Β

Ἐκπληχθεῖσ' ἦλθον φρίκᾳ.
Ἤδη τις ἔβα Δαναῶν κῆρυξ;
[185] Τῷ πρόσκειμαι δούλα τλάμων;

Ἑκάβη

Ἐγγύς που κεῖσαι κλήρου.

Ἡμιχόριον Β

Ἰὼ ἰώ.
Τίς μ' Ἀργείων ἢ Φθιωτᾶν
ἢ νησαίαν μ' ἄξει χώραν
δύστανον πόρσω Τροίας;

Ἑκάβη

[190] Φεῦ φεῦ.
[190β] Τῷ δ' ἁ τλάμων
ποῦ πᾷ γαίας δουλεύσω γραῦς,
ὡς κηφήν, ἁ δειλαία,
[192β] νεκροῦ μορφά,
νεκύων ἀμενηνὸν ἄγαλμα,
αἰαῖ
[194β] τὰν παρὰ προθύροις φυλακὰν κατέχουσ'
[195] ἢ παίδων θρέπτειρ', ἃ Τροίας
ἀρχαγοὺς εἶχον τιμάς;

Χορός

Αἰαῖ αἰαῖ, ποίοις δ' οἴκτοις
τὰν σὰν λύμαν ἐξαιάζεις;
Οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα
[200] δινεύουσ' ἐξαλλάξω.
Νέατον τεκέων σώματα λεύσσω,
νέατον . . .
Μόχθους ἕξω κρείσσους,
ἢ λέκτροις πλαθεῖσ' Ἑλλάνων . . .
ἔρροι νὺξ αὕτα καὶ δαίμων.
[205] Ἢ Πειρήνας ὑδρευσομένα
πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.
Τὰν κλεινὰν εἴθ' ἔλθοιμεν
Θησέως εὐδαίμονα χώραν.
[210] Μὴ γὰρ δὴ δίναν γ' Εὐρώτα,
τὰν ἐχθίσταν θεράπναν Ἑλένας,
ἔνθ' ἀντάσω Μενέλᾳ δούλα,
τῷ τᾶς Τροίας πορθητᾷ.

Τὰν Πηνειοῦ σεμνὰν χώραν,
[215] κρηπῖδ' Οὐλύμπου καλλίσταν,
ὄλβῳ βρίθειν φάμαν ἤκουσ'
εὐθαλεῖ τ' εὐκαρπείᾳ·
τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν
Θησέως ζαθέαν ἐλθεῖν χώραν.
[220] Καὶ τὰν Αἰτναίαν Ἡφαίστου
Φοινίκας ἀντήρη χώραν,
Σικελῶν ὀρέων ματέρ', ἀκούω
καρύσσεσθαι στεφάνοις ἀρετᾶς.
Τάν τ' ἀγχιστεύουσαν γᾶν
[225] Ἰονίῳ ναύται πόντῳ,
ἃν ὑγραίνει καλλιστεύων
ὁ ξανθὰν χαίταν πυρσαίνων
Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων
εὔανδρόν τ' ὀλβίζων γᾶν.

[230] Καὶ μὴν Δαναῶν ὅδ' ἀπὸ στρατιᾶς
κῆρυξ, νεοχμῶν μύθων ταμίας,
στείχει ταχύπουν ἴχνος ἐξανύων.
Τί φέρει; Τί λέγει; Δοῦλαι γὰρ δὴ
Δωρίδος ἐσμὲν χθονὸς ἤδη.

Ταλθύβιος

[235] Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μ' ἐς Τροίαν ὁδοὺς
ἐλθόντα κήρυκ' ἐξ Ἀχαιικοῦ στρατοῦ,
ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,
Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.

Ἑκάβη

<Αἰαῖ,> τόδε
τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.

Ταλθύβιος

[240] Ἤδη κεκλήρωσθ', εἰ τόδ' ἦν ὑμῖν φόβος.

Ἑκάβη

Αἰαῖ, τίν' ἢ
Θεσσαλίας πόλιν ἢ
Φθιάδος εἶπας ἢ Καδμείας χθονός;

Ταλθύβιος

Κατ' ἄνδρ' ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.

Ἑκάβη

Τίν' ἄρα τίς ἔλαχε; Τίνα πότμος εὐτυχὴς
[245] Ἰλιάδων μένει;

Ταλθύβιος

Οἶδ'· ἀλλ' ἕκαστα πυνθάνου, μὴ πάνθ' ὁμοῦ.

Ἑκάβη

Τοὐμὸν τίς ἆρ'
ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;

Ταλθύβιος

[249] Ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.

Ἑκάβη

[250] Ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ
δούλαν; Ἰώ μοί μοι.

Ταλθύβιος

Οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.

Ἑκάβη

[253] Ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ
χρυσοκόμας ἔδωκ' ἄλεκτρον ζόαν;

Ταλθύβιος

[255] Ἔρως ἐτόξευσ' αὐτὸν ἐνθέου κόρης.

Ἑκάβη

Ῥῖπτε, τέκνον, ζαθέους κλῇ-
δας καὶ ἀπὸ χροὸς ἐνδυ-
τῶν στεφέων ἱεροὺς στολμούς.

Ταλθύβιος

Οὐ γὰρ μέγ' αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;

Ἑκάβη

[260] Τί δ' ὃ νεοχμὸν ἀπ' ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;

Ταλθύβιος

[262] Πολυξένην ἔλεξας, ἢ τίν' ἱστορεῖς;

Ἑκάβη

Ταύταν· τῷ πάλος ἔζευξεν;

Ταλθύβιος

Τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.

Ἑκάβη

[265] Ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.
Ἀτὰρ τίς ὅδ' ἢ νόμος ἢ τί
θέσμιον, ὦ φίλος, Ἑλλάνων;

Ταλθύβιος

Εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.

Ἑκάβη

Τί τόδ' ἔλακες; Ἆρά μοι ἀέλιον λεύσσει;

Ταλθύβιος

[270] Ἔχει πότμος νιν, ὥστ' ἀπηλλάχθαι πόνων.

Ἑκάβη

Τί δ' ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
Ἀνδρομάχα τάλαινα, τίν' ἔχει τύχαν;

Ταλθύβιος

Καὶ τήνδ' Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.

Ἑκάβη

Ἐγὼ δὲ τῷ
[275] πρόσπολος ἁ τριτοβάμονος χερὶ
δευομένα βάκτρου γεραιῷ κάρᾳ;

Ταλθύβιος

Ἰθάκης Ὀδυσσεὺς ἔλαχ' ἄναξ δούλην σ' ἔχειν.

Ἑκάβη

[278] Ἔ ἔ.
Ἅρασσε κρᾶτα κούριμον,
[280] ἕλκ' ὀνύχεσσι δίπτυχον παρειάν.
Ἰώ μοί μοι.
Μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,
πολεμίῳ δίκας, παρανόμῳ δάκει,
[285] ὃς πάντα τἀκεῖθεν ἐνθάδ<ε στρέφει, τὰ δ'>
ἀντίπαλ' αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ
φίλα τὰ πρότερ' ἄφιλα τιθέμενος πάντων.
Γοᾶσθ', ὦ Τρῳάδες, με.
Βέβακα δύσποτμος. Οἴχομαι ἁ
[290] τάλαινα, δυστυχεστάτῳ
προσέπεσον κλήρῳ.

Χορός

Τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δ' ἐμὰς τύχας
τίς ἆρ' Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;

Ταλθύβιος

[294] Ἴτ', ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν
[295] ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ
ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας
καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
Ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;
Πιμπρᾶσιν ἢ τί δρῶσι Τρῳάδες μυχούς,
[300] ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς
πρὸς Ἄργος, αὑτῶν τ' ἐκπυροῦσι σώματα
θανεῖν θέλουσαι; Κάρτα τοι τοὐλεύθερον
ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
Ἄνοιγ' ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
[305] ἐχθρὸν δ' Ἀχαιοῖς εἰς ἔμ' αἰτίαν βάλῃ.

Ἑκάβη

Οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.

Κασάνδρα

[308] Ἄνεχε· πάρεχε.
Φῶς φέρ', ὤ· σέβω· φλέγω ἰδού, ἰδού
λαμπάσι τόδ' ἱερόν.
[310] Ὦ Ὑμέναι' ἄναξ·
μακάριος ὁ γαμέτας·
μακαρία δ' ἐγὼ βασιλικοῖς λέκτροις
κατ' Ἄργος ἁ γαμουμένα.
Ὑμήν, ὦ Ὑμέναι' ἄναξ.
[315] Ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
φίλαν καταστένουσ' ἔχεις,
[319] ἐγὼ δ' ἐπὶ γάμοις ἐμοῖς
[320] ἀναφλέγω πυρὸς φῶς
ἐς αὐγάν, ἐς αἴγλαν,
διδοῦσ', ὦ Ὑμέναιε, σοί,
διδοῦσ', ὦ Ἑκάτα, φάος,
παρθένων ἐπὶ λέκτροις
ᾇ νόμος ἔχει.
[325] Πάλλε πόδα.
Αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·
ὡς ἐπὶ πατρὸς ἐμοῦ
μακαριωτάταις
τύχαις· ὁ χορὸς ὅσιος.
Ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις
[330] ἀνάκτορον θυηπολῶ,
Ὑμήν, ὦ Ὑμέναι', Ὑμήν.
Χόρευε, μᾶτερ, ἀναγέλασον·
ἕλισσε τᾷδ' ἐκεῖσε μετ' ἐμέθεν ποδῶν
φέρουσα φιλτάταν βάσιν.
[335] Βοάσαθ' Ὑμέναιον, ὤ,
μακαρίαις ἀοιδαῖς
ἰαχαῖς τε νύμφαν.
Ἴτ', ὦ καλλίπεπλοι Φρυγῶν
κόραι, μέλπετ' ἐμῶν γάμων
[340] τὸν πεπρωμένον εὐνᾷ
[340β] πόσιν ἐμέθεν.

Χορός

Βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
μὴ κοῦφον αἴρῃ βῆμ' ἐς Ἀργείων στρατόν;

Ἑκάβη

[343] Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
ἀτὰρ λυγράν γε τήνδ' ἀναιθύσσεις φλόγα
[345] ἔξω τε μεγάλων ἐλπίδων.
Οἴμοι, τέκνον,
ὡς οὐχ ὑπ' αἰχμῆς <σ'> οὐδ' ὑπ' Ἀργείου δορὸς
γάμους γαμεῖσθαι τούσδ' ἐδόξαζόν ποτε.
Παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς
μαινὰς θοάζουσ', οὐδέ σ' αἱ τύχαι, τέκνον,
[350] ἐσωφρονήκασ' , ἀλλ' ἔτ' ἐν ταὐτῷ μένεις.
Ἐσφέρετε πεύκας, δάκρυά τ' ἀνταλλάξατε
τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.

Κασάνδρα

[353] Μῆτερ, πύκαζε κρᾶτ' ἐμὸν νικηφόρον,
καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·
[355] καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γ' ᾖ,
ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,
Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
Κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους
[360] ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσ' ἐμοῦ . . .
Ἀλλ' ἄττ' ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,
ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·
μητροκτόνους τ' ἀγῶνας, οὓς οὑμοὶ γάμοι
θήσουσιν, οἴκων τ' Ἀτρέως ἀνάστασιν.
[365] Πόλιν δὲ δείξω τήνδε μακαριωτέραν
ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλ' ὅμως
τοσόνδε γ' ἔξω στήσομαι βακχευμάτων·
οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
[370] Ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ
τὰ φίλτατ' ὤλεσ', ἡδονὰς τὰς οἴκοθεν
τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,
καὶ ταῦθ' ἑκούσης κοὐ βίᾳ λελῃσμένης.
Ἐπεὶ δ' ἐπ' ἀκτὰς ἤλυθον Σκαμανδρίους,
[375] ἔθνῃσκον, οὐ γῆς ὅρι' ἀποστερούμενοι
οὐδ' ὑψίπυργον πατρίδ'· οὓς δ' Ἄρης ἕλοι,
οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
κεῖνται. Τὰ δ' οἴκοι τοῖσδ' ὅμοι' ἐγίγνετο·
[380] χῆραί τ' ἔθνῃσκον, οἳ δ' ἄπαιδες ἐν δόμοις
ἄλλοις τέκν' ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις
ἔσθ' ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
Ἦ τοῦδ' ἐπαίνου τὸ στράτευμ' ἐπάξιον.
Σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι
[385] γένοιτ' ἀοιδὸς ἥτις ὑμνήσει κακά.
Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δ' ἕλοι δόρυ,
νεκροί γ' ἐς οἴκους φερόμενοι φίλων ὕπο
ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,
[390] χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·
ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
ἀεὶ κατ' ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
Τὰ δ' Ἕκτορός σοι λύπρ' ἄκουσον ὡς ἔχει·
[395] δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,
καὶ τοῦτ' Ἀχαιῶν ἵξις ἐξεργάζεται·
εἰ δ' ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.
Πάρις δ' ἔγημε τὴν Διός· γήμας δὲ μή,
σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.
[400] Φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·
εἰ δ' ἐς τόδ' ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει
καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
Ὧν οὕνεκ' οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,
οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ
[405] καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.

Χορός

Ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
μέλπεις θ' ἃ μέλπουσ' οὐ σαφῆ δείξεις ἴσως.

Ταλθύβιος

[408] Εἰ μή σ' Ἀπόλλων ἐξεβάκχευεν φρένας,
οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
[410] τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
Ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
Ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
Ἀτρέως φίλος παῖς, τῆσδ' ἔρωτ' ἐξαίρετον
[415] μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμ' ἐγώ,
ἀτὰρ λέχος γε τῆσδ' ἂν οὐκ ἐκτησάμην.
Καὶ σοὶ μέν οὐ γὰρ ἀρτίας ἔχεις φρένας
Ἀργεῖ' ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
ἀνέμοις φέρεσθαι παραδίδωμ'· ἕπου δέ μοι
[420] πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
Σὺ δ', ἡνίκ' ἄν σε Λαρτίου χρῄζῃ τόκος
ἄγειν, ἕπεσθαι· σώφρονος δ' ἔσῃ λάτρις
γυναικός, ὥς φασ' οἱ μολόντες Ἴλιον.

Κασάνδρα

[424] Ἦ δεινὸς ὁ λάτρις. Τί ποτ' ἔχουσι τοὔνομα
[425] κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
Σὺ τὴν ἐμὴν φῂς μητέρ' εἰς Ὀδυσσέως
ἥξειν μέλαθρα; Ποῦ δ' Ἀπόλλωνος λόγοι,
οἵ φασιν αὐτὴν εἰς ἔμ' ἡρμηνευμένοι
[430] αὐτοῦ θανεῖσθαι; . . . Τἄλλα δ' οὐκ ὀνειδιῶ.
Δύστηνος, οὐκ οἶδ' οἷά νιν μένει παθεῖν·
ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ
δόξει ποτ' εἶναι. Δέκα γὰρ ἐκπλήσας ἔτη
πρὸς τοῖσιν ἐνθάδ', ἵξεται μόνος πάτραν
. . . . . . .
[435] οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας
δεινὴ Χάρυβδις, ὠμοβρώς τ' ὀρειβάτης
Κύκλωψ, Λιγυστίς θ' ἡ συῶν μορφώτρια
Κίρκη, θαλάσσης θ' ἁλμυρᾶς ναυάγια,
λωτοῦ τ' ἔρωτες, Ἡλίου θ' ἁγναὶ βόες,
[440] αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,
πικρὰν Ὀδυσσεῖ γῆρυν. Ὡς δὲ συντέμω,
ζῶν εἶσ' ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ
κάκ' ἐν δόμοισι μυρί' εὑρήσει μολών.

Ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
[445] Στεῖχ' ὅπως τάχιστ'· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.
Ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,
ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.
Κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδ' ἐκβεβλημένην
ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,
[450] θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.
Ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ' εὔια,
χαίρετ'· ἐκλέλοιφ' ἑορτάς, αἷς πάροιθ' ἠγαλλόμην.
Ἴτ' ἀπ' ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ' οὖσ' ἁγνὴ χρόα
δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδ', ὦ μαντεῖ' ἄναξ.
[455] Ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; Ποῖ ποτ' ἐμβαίνειν με χρή;
Οὐκέτ' ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,
ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μ' ἐξάξων χθονός.
Χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς,
οἵ τε γῆς ἔνερθ' ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ,
[460] οὐ μακρὰν δέξεσθέ μ'· ἥξω δ' ἐς νεκροὺς νικηφόρος
καὶ δόμους πέρσασ' Ἀτρειδῶν, ὧν ἀπωλόμεσθ' ὕπο.

Χορός

[462] Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
Οὐκ ἀντιλήψεσθ'; Ἦ μεθήσετ', ὦ κακαί,
[465] γραῖαν πεσοῦσαν; Αἴρετ' εἰς ὀρθὸν δέμας.

Ἑκάβη

[466] Ἐᾶτέ μ' οὔτοι φίλα τὰ μὴ φίλ', ὦ κόραι
κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια
πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
Ὦ θεοί . . . κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
[470] ὅμως δ' ἔχει τι σχῆμα κικλήσκειν θεούς,
ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
Πρῶτον μὲν οὖν μοι τἀγάθ' ἐξᾷσαι φίλον·
τοῖς γὰρ κακοῖσι πλείον' οἶκτον ἐμβαλῶ.
Ἦμεν τύραννοι κἀς τύρανν' ἐγημάμην,
[475] κἀνταῦθ' ἀριστεύοντ' ἐγεινάμην τέκνα,
οὐκ ἀριθμὸν ἄλλως, ἀλλ' ὑπερτάτους Φρυγῶν·
οὓς Τρῳὰς οὐδ' Ἑλληνὶς οὐδὲ βάρβαρος
γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
Κἀκεῖνά τ' εἶδον δορὶ πεσόνθ' Ἑλληνικῷ
[480] τρίχας τ' ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,
καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα
κλύουσ' ἔκλαυσα, τοῖσδε δ' εἶδον ὄμμασιν
αὐτὴ κατασφαγέντ' ἐφ' ἑρκείῳ πυρᾷ,
πόλιν θ' ἁλοῦσαν. Ὃς δ' ἔθρεψα παρθένους
[485] ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,
ἄλλοισι θρέψασ' ἐκ χερῶν ἀφῃρέθην.
Κοὔτ' ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,
αὐτή τ' ἐκείνας οὐκέτ' ὄψομαί ποτε.
Τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
[490] δούλη γυνὴ γραῦς Ἑλλάδ' εἰσαφίξομαι.
Ἃ δ' ἐστὶ γήρᾳ τῷδ' ἀσυμφορώτατα,
τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν
κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,
ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν
[495] ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,
τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
πέπλων λακίσματ', ἀδόκιμ' ὀλβίοις ἔχειν.
Οἲ 'γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.
[500] Ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς,
οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
Σύ τ', ὦ τάλαινα, ποῦ ποτ' εἶ, Πολυξένη;
Ὡς οὔτε μ' ἄρσην οὔτε θήλεια σπορὰ
πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
[505] Τί δῆτά μ' ὀρθοῦτ'; Ἐλπίδων ποίων ὕπο;
Ἄγετε τὸν ἁβρὸν δήποτ' ἐν Τροίᾳ πόδα,
νῦν δ' ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
πέτρινά τε κρήδεμν', ὡς πεσοῦσ' ἀποφθαρῶ
δακρύοις καταξανθεῖσα. Τῶν δ' εὐδαιμόνων
[510] μηδένα νομίζετ' εὐτυχεῖν, πρὶν ἂν θάνῃ.

Χορός

[512] Ἀμφί μοι Ἴλιον, ὦ
Μοῦσα, καινῶν ὕμνων
ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον·
[515] νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,
[517] τετραβάμονος ὡς ὑπ' ἀπήνας
Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,
ὅτ' ἔλιπον ἵππον οὐράνια
[520] βρέμοντα χρυσεοφάλαρον ἔνο-
πλον ἐν πύλαις Ἀχαιοί·
ἀνὰ δ' ἐβόασεν λεὼς
Τρῳάδος ἀπὸ πέτρας σταθείς·
Ἴτ', ὦ πεπαυμένοι πόνων,
[525] τόδ' ἱερὸν ἀνάγετε ξόανον
Ἰλιάδι Διογενεῖ κόρᾳ.
Τίς οὐκ ἔβα νεανίδων,
τίς οὐ γεραιὸς ἐκ δόμων;
Κεχαρμένοι δ' ἀοιδαῖς
[530] δόλιον ἔσχον ἄταν.

[532] Πᾶσα δὲ γέννα Φρυγῶν
πρὸς πύλας ὡρμάθη,
πεύκᾳ ἐν οὐρεί̈ᾳ ξεστὸν λόχον Ἀργείων
[535] καὶ Δαρδανίας ἄταν θέᾳ δώσων,
[537] χάριν ἄζυγος ἀμβροτοπώλου·
κλωστοῦ δ' ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ
σκάφος κελαινόν, εἰς ἕδρανα
[540] λάινα δάπεδά τε φόνια πατρί-
δι Παλλάδος θέσαν θεᾶς.
Ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ
νύχιον ἐπεὶ κνέφας παρῆν,
Λίβυς τε λωτὸς ἐκτύπει
[545] Φρύγιά τε μέλεα, παρθένοι δ'
ἀέριον ἀνὰ κρότον ποδῶν
βοὰν ἔμελπον εὔφρον', ἐν
δόμοις δὲ παμφαὲς σέλας
πυρὸς μέλαιναν αἴγλαν
[550] <ἄκος> ἔδωκεν ὕπνῳ.

[552] Ἐγὼ δὲ τὰν ὀρεστέραν
τότ' ἀμφὶ μέλαθρα παρθένον
Διὸς κόραν ἐμελπόμαν
[555] χοροῖσι· φοινία δ' ἀνὰ
πτόλιν βοὰ κατεῖχε Περ-
γάμων ἕδρας· βρέφη δὲ φίλι-
α περὶ πέπλους ἔβαλλε μα-
τρὶ χεῖρας ἐπτοημένας·
[560] λόχου δ' ἐξέβαιν' Ἄρης,
κόρας ἔργα Παλλάδος.
Σφαγαὶ δ' ἀμφιβώμιοι
Φρυγῶν, ἔν τε δεμνίοις
καράτομος ἐρημία
[565] νεανίδων στέφανον ἔφερεν
Ἑλλάδι κουροτρόφον,
Φρυγῶν πατρίδι πένθη.

[568] Ἑκάβη, λεύσσεις τήνδ' Ἀνδρομάχην
ξενικοῖς ἐπ' ὄχοις πορθμευομένην;
[570] Παρὰ δ' εἰρεσίᾳ μαστῶν ἕπεται
φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.
Ποῖ ποτ' ἀπήνης νώτοισι φέρῃ,
δύστανε γύναι, πάρεδρος χαλκέοις
Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν
δοριθηράτοις,
[575] οἷσιν Ἀχιλλέως παῖς Φθιώτας
στέψει ναοὺς ἀπὸ Τροίας;

Ἀνδρομάχη

Ἀχαιοὶ δεσπόται μ' ἄγουσιν.

Ἑκάβη

οἴμοι.

Ἀνδρομάχη

τί παιᾶν' ἐμὸν στενάζεις;

Ἑκάβη

Αἰαῖ

Ἀνδρομάχη

Τῶνδ' ἀλγέων

Ἑκάβη

[580] Ὦ Ζεῦ

Ἀνδρομάχη

Καὶ συμφορᾶς.

Ἑκάβη

Τέκεα,

Ἀνδρομάχη

Πρίν ποτ' ἦμεν.

Ἑκάβη

Βέβακ' ὄλβος, βέβακε Τροία

Ἀνδρομάχη

Τλάμων.

Ἑκάβη

Ἐμῶν τ' εὐγένεια παίδων.

Ἀνδρομάχη

Φεῦ φεῦ.

Ἑκάβη

Φεῦ δῆτ' ἐμῶν

Ἀνδρομάχη

[585] Κακῶν.

Ἑκάβη

Οἰκτρὰ τύχα

Ἀνδρομάχη

Πόλεος,

Ἑκάβη

Ἃ καπνοῦται.

Ἀνδρομάχη

Μόλοις, ὦ πόσις, μοι

Ἑκάβη

Βοᾷς τὸν παρ' Ἅιδᾳ
παῖδ' ἐμόν, ὦ μελέα.

Ἀνδρομάχη

[590] Σᾶς δάμαρτος ἄλκαρ.

Ἑκάβη

Σύ τ', ὦ λῦμ' Ἀχαιῶν,
τέκνων δέσποθ' ἁμῶν,
πρεσβυγενὲς Πρίαμε,
κοίμισαί μ' ἐς Ἅιδου.

Ἀνδρομάχη

[595] οἵδε πόθοι μεγάλοι . . .

Ἑκάβη

Σσχετλία, τάδε πάσχομεν ἄλγη.

Ἀνδρομάχη

Οἰχομένας πόλεως . . .

Ἑκάβη

Ἐπὶ δ' ἄλγεσιν ἄλγεα κεῖται.

Ἀνδρομάχη

Δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,
ὃς λεχέων στυγερῶν χάριν ὤλεσε
[598β] πέργαμα Τροίας· αἱματόεντα δὲ
θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν
[600] γυψὶ φέρειν τέταται· ζυγὰ δ' ἤνυσε
[600β] δούλια Τροίᾳ.

Ἑκάβη

Ὦ πατρίς, ὦ μελέα . . .

Ἀνδρομάχη

Καταλειπομέναν σε δακρύω,

Ἑκάβη

Νῦν τέλος οἰκτρὸν ὁρᾷς.

Ἀνδρομάχη

Καὶ ἐμὸν δόμον ἔνθ' ἐλοχεύθην.

;Ἑκάβη
[603] Ὦ τέκν', ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,
οἷος ἰάλεμος, οἷά τε πένθη
[605] Δάκρυά τ' ἐκ δακρύων καταλείβεται
ἁμετέροισι δόμοις· ὁ θανὼν δ' ἐπι-
λάθεται ἀλγέων ἀδάκρυτος.

Χορός

Ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι
θρήνων τ' ὀδυρμοὶ μοῦσά θ' ἣ λύπας ἔχει.

Ἀνδρομάχη

[610] Ὦ μῆτερ ἀνδρός, ὅς ποτ' Ἀργείων δορὶ
πλείστους διώλεσ', Ἕκτορος, τάδ' εἰσορᾷς;

Ἑκάβη

Ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσ' ἄνω
τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντ' ἀπώλεσαν.

Ἀνδρομάχη

Ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δ' εὐγενὲς
[615] ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ' ἔχον.

Ἑκάβη

Τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπ' ἐμοῦ
βέβηκ' ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.

Ἀνδρομάχη

Φεῦ φεῦ·
ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος
παιδὸς πέφηνε σῆς. Νοσεῖς δὲ χἅτερα.

Ἑκάβη

[620] Ὧν γ' οὔτε μέτρον οὔτ' ἀριθμός ἐστί μοι·
κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.

Ἀνδρομάχη

Τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη
σφαγεῖσ' Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.

Ἑκάβη

Οἲ 'γὼ τάλαινα. Τοῦτ' ἐκεῖν' ὅ μοι πάλαι
[625] Ταλθύβιος αἴνιγμ' οὐ σαφῶς εἶπεν σαφές.

Ἀνδρομάχη

Εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδ' ὄχων
ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.

Ἑκάβη

Αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·
αἰαῖ μάλ' αὖθις, ὡς κακῶς διόλλυσαι.

Ἀνδρομάχη

[630] Ὄλωλεν ὡς ὄλωλεν· ἀλλ' ὅμως ἐμοῦ
ζώσης γ' ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.

Ἑκάβη

Οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν·
τὸ μὲν γὰρ οὐδέν, τῷ δ' ἔνεισιν ἐλπίδες.

Ἀνδρομάχη

[634] Ὦ μῆτερ, ὦ τεκοῦσα , κάλλιστον λόγον
[635] ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.
Τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,
τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
Ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·
ὁ δ' εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
[640] ψυχὴν ἀλᾶται τῆς πάροιθ' εὐπραξίας.
Κείνη δ', ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
Ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
[645] Ἃ γὰρ γυναιξὶ σώφρον' ἔσθ' ηὑρημένα,
ταῦτ' ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
Πρῶτον μέν, ἔνθα κἂν προσῇ κἂν μὴ προσῇ
[648] ψόγος γυναιξίν αὐτὸ τοῦτ' ἐφέλκεται
κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
[650] τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·
ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον
οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
Γλώσσης τε σιγὴν ὄμμα θ' ἥσυχον πόσει
[655] παρεῖχον· ᾔδη δ' ἁμὲ χρῆν νικᾶν πόσιν,
κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.
Καὶ τῶνδε κληδὼν ἐς στράτευμ' Ἀχαιϊκὸν
ἐλθοῦσ' ἀπώλεσέν μ'· ἐπεὶ γὰρ ᾑρέθην,
Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
[660] δάμαρτα· δουλεύσω δ' ἐν αὐθεντῶν δόμοις.
Κεἰ μὲν παρώσασ' Ἕκτορος φίλον κάρα
πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δ' αὖ
στυγοῦσ' ἐμαυτῆς δεσπόταις μισήσομαι.
[665] Καίτοι λέγουσιν ὡς μί' εὐφρόνη χαλᾷ
τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
ἀπέπτυσ' αὐτήν, ἥτις ἄνδρα τὸν πάρος
καινοῖσι λέκτροις ἀποβαλοῦσ' ἄλλον φιλεῖ.
Ἀλλ' οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ
[670] τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν.
Καίτοι τὸ θηριῶδες ἄφθογγόν τ' ἔφυ
ξυνέσει τ' ἄχρηστον τῇ φύσει τε λείπεται.
Σὲ δ', ὦ φίλ' Ἕκτορ, εἶχον ἄνδρ' ἀρκοῦντά μοι
ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·
[675] ἀκήρατον δέ μ' ἐκ πατρὸς λαβὼν δόμων
πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
Καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ' ἐγὼ
πρὸς Ἑλλάδ' αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
Ἆρ' οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν
[680] Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
Ἐμοὶ γὰρ οὐδ' ὃ πᾶσι λείπεται βροτοῖς
ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
πράξειν τι κεδνόν· ἡδὺ δ' ἐστὶ καὶ δοκεῖν.

Χορός

Ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
[685] τὸ σὸν διδάσκεις μ' ἔνθα πημάτων κυρῶ.

Ἑκάβη

[686] Αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
γραφῇ δ' ἰδοῦσα καὶ κλύουσ' ἐπίσταμαι.
Ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,
προθυμίαν ἔχουσι σωθῆναι πόνων,
[690] ὁ μὲν παρ' οἴαχ', ὁ δ' ἐπὶ λαίφεσιν βεβώς,
ὁ δ' ἄντλον εἴργων ναός· ἢν δ' ὑπερβάλῃ
πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ
παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.
Οὕτω δὲ κἀγὼ πόλλ' ἔχουσα πήματα
[695] ἄφθογγός εἰμι καὶ παρεῖσ' ἐῶ στόμα·
νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
Ἀλλ', ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά·
τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
[700] φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.
Κἂν δρᾷς τάδ', ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους
καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν
Τροίᾳ μέγιστον ὠφέλημ', ἵν' εἴ ποτε
ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν
[705] κατοικίσειαν, καὶ πόλις γένοιτ' ἔτι.
Ἀλλ' ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
τίν' αὖ δέδορκα τόνδ' Ἀχαιϊκὸν λάτριν
στείχοντα καινῶν ἄγγελον βουλευμάτων;

Ταλθύβιος

[709] Φρυγῶν ἀρίστου πρίν ποθ' Ἕκτορος δάμαρ,
[710] μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ.
Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τ' ἀγγέλματα. . . .

Ἀνδρομάχη

Τί δ' ἔστιν; Ὥς μοι φροιμίων ἄρχῃ κακῶν.

Ταλθύβιος

Ἔδοξε τόνδε παῖδα . . . πῶς εἴπω λόγον;

Ἀνδρομάχη

Μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;

Ταλθύβιος

[715] Οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.

Ἀνδρομάχη

Ἀλλ' ἐνθάδ' αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;

Ταλθύβιος

Οὐκ οἶδ' ὅπως σοι ῥᾳδίως εἴπω κακά.

Ἀνδρομάχη

Ἐπῄνεσ' αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.

Ταλθύβιος

Κτενοῦσι σὸν παῖδ', ὡς πύθῃ κακὸν μέγα.

Ἀνδρομάχη

[720] Οἴμοι, γάμων τόδ' ὡς κλύω μεῖζον κακόν.

Ταλθύβιος

Νικᾷ δ' Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων . . .

Ἀνδρομάχη

Αἰαῖ μάλ'· οὐ γὰρ μέτρια πάσχομεν κακά.

Ταλθύβιος

Λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς . . .

Ἀνδρομάχη

Τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.

Ταλθύβιος

[725] Ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.
Ἀλλ' ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ·
μήτ' ἀντέχου τοῦδ', εὐγενῶς δ' ἄλγει κακοῖς,
μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.
Ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. Σκοπεῖν δὲ χρή·
[730] πόλις τ' ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,
ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν
οἷοί τε. Τούτων οὕνεκ' οὐ μάχης ἐρᾶν
οὐδ' αἰσχρὸν οὐδὲν οὐδ' ἐπίφθονόν σε δρᾶν,
οὐδ' αὖ σ' Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
[735] Εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,
οὔτ' ἂν ταφείη παῖς ὅδ' οὔτ' οἴκτου τύχοι.
Σιγῶσα δ' εὖ τε τὰς τύχας κεκτημένη
τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις
αὐτή τ' Ἀχαιῶν πρευμενεστέρων τύχοις.

Ἀνδρομάχη

[740] Ὦ φίλτατ', ὦ περισσὰ τιμηθεὶς τέκνον,
θανῇ πρὸς ἐχθρῶν μητέρ' ἀθλίαν λιπών,
ἡ τοῦ πατρὸς δέ σ' εὐγένει' ἀποκτενεῖ,
ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,
τὸ δ' ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.
[745] Ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,
οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,
οὐ σφάγιον υἱὸν Δαναί̈δαις τέξουσ' ἐμόν,
ἀλλ' ὡς τύραννον Ἀσιάδος πολυσπόρου.
Ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν;
[750] Τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,
νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
Οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ
γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·
[755] λυγρὸν δὲ πήδημ' ἐς τράχηλον ὑψόθεν
πεσὼν ἀνοίκτως, πνεῦμ' ἀπορρήξεις σέθεν.
Ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα
ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ' ὅδε,
[760] μάτην δ' ἐμόχθουν καὶ κατεξάνθην πόνοις.
Νῦν οὔποτ' αὖθις μητέρ' ἀσπάζου σέθεν,
πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δ' ὠλένας
ἕλισσ' ἐμοῖς νώτοισι καὶ στόμ' ἅρμοσον.
Ὦ βάρβαρ' ἐξευρόντες Ἕλληνες κακά,
[765] τί τόνδε παῖδα κτείνετ' οὐδὲν αἴτιον;
Ὦ Τυνδάρειον ἔρνος, οὔποτ' εἶ Διός,
πολλῶν δὲ πατέρων φημί σ' ἐκπεφυκέναι,
Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,
Φόνου τε Θανάτου θ' ὅσα τε γῆ τρέφει κακά.
[770] Οὐ γάρ ποτ' αὐχῶ Ζῆνά γ' ἐκφῦσαί σ' ἐγώ,
πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
Ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο
αἰσχρῶς τὰ κλεινὰ πεδί' ἀπώλεσας Φρυγῶν.
<Ἀλλ'> ἄγετε φέρετε ῥίπτετ', εἰ ῥίπτειν δοκεῖ·
[775] δαίνυσθε τοῦδε σάρκας. Ἔκ τε γὰρ θεῶν
διολλύμεσθα, παιδί τ' οὐ δυναίμεθ' ἂν
θάνατον ἀρῆξαι. Κρύπτετ' ἄθλιον δέμας
καὶ ῥίπτετ' ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι
ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.

Χορός

[780] Τάλαινα Τροία, μυρίους ἀπώλεσας
μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.

Ταλθύβιος

Ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς
μητρὸς μογερᾶς, βαῖνε πατρῴων
πύργων ἐπ' ἄκρας στεφάνας, ὅθι σοι
[785] πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.
Λαμβάνετ' αὐτόν. Τὰ δὲ τοιάδε χρὴ
κηρυκεύειν, ὅστις ἄνοικτος
καὶ ἀναιδείᾳ τῆς ἡμετέρας
γνώμης μᾶλλον φίλος ἐστίν.

Ἑκάβη

[790] Ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,
συλώμεθα σὴν ψυχὴν ἀδίκως
μήτηρ κἀγώ. Τί πάθω; Τί σ' ἐγώ,
δύσμορε, δράσω; Τάδε σοι δίδομεν
πλήγματα κρατὸς στέρνων τε κόπους·
[795] τῶνδε γὰρ ἄρχομεν. Οἲ 'γὼ πόλεως,
οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;
Τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ
χωρεῖν ὀλέθρου διὰ παντός;

Χορός

[799] Μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,
[800] νάσου περικύμονος οἰκήσας ἕδραν
τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵν' ἐλαίας
πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,
οὐράνιον στέφανον λιπαραῖσί <τε> κόσμον Ἀθήναις,
ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι-
[805] στεύων ἅμ' Ἀλκμήνας γόνῳ
Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν
[807] ἁμετέραν τὸ πάροιθεν ὅτ' ἔβας ἀφ' Ἑλλάδος·

Ὅθ' Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος
[810] πώλων, Σιμόεντι δ' ἐπ' εὐρείτᾳ πλάταν
ἔσχασε ποντοπόρον καὶ ναύδετ' ἀνήψατο πρυμνᾶν
καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,
[814] Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου
[815] . . πυρὸς φοίνικι πνοᾷ καθελὼν
Τροίας ἐπόρθησε χθόνα.
[818] Δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ
Δαρδανίας φοινία κατέλυσεν αἰχμά.

[820] Μάταν ἄρ', ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,
Λαομεδόντιε παῖ,
[823] Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν·
[825] ἁ δέ σε γειναμένα πυρὶ δαίεται·
ἠιόνες δ' ἅλιαι
[829] ἴακχον οἰωνὸς οἷ-
[830] ον τεκέων ὕπερ βοᾷ,
ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας,
ᾇ δὲ ματέρας γεραιάς.
Τὰ δὲ σὰ δροσόεντα λουτρὰ
γυμνασίων τε δρόμοι
[835] βεβᾶσι, σὺ δὲ πρόσωπα νεα-
ρὰ χάρισι παρὰ Διὸς θρόνοις
καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν
Ἑλλὰς ὤλεσ' αἰχμά.

[840] Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτ' ἦλθες
[842] οὐρανίδαισι μέλων,
[844] ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι
[845] κῆδος ἀναψάμενος. Τὸ μὲν οὖν Διὸς
οὐκέτ' ὄνειδος ἐρῶ·
τὸ τᾶς δὲ λευκοπτέρου
[849] φίλιον Ἁμέρας βροτοῖς
[850] φέγγος ὀλοὸν εἶδε γαῖαν,
εἶδε περγάμων ὄλεθρον,
τεκνοποιὸν ἔχουσα τᾶσδε
[854] γᾶς πόσιν ἐν θαλάμοις,
[855] ὃν ἀστέρων τέθριππος ἔλα-
βε χρύσεος ὄχος ἀναρπάσας,
ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲ
φίλτρα φροῦδα Τροίᾳ.

Μενέλαος

[860] Ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,
ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι
Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ
Μενέλαός εἰμι καὶ στράτευμ' Ἀχαιϊκόν.
Ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
[865] γυναικὸς οὕνεκ', ἀλλ' ἐπ' ἄνδρ' ὃς ἐξ ἐμῶν
δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
Κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
αὐτός τε καὶ γῆ δορὶ πεσοῦσ' Ἑλληνικῷ.
Ἥκω δὲ τὴν τάλαιναν οὐ γὰρ ἡδέως
[870] ὄνομα δάμαρτος ἥ ποτ' ἦν ἐμὴ λέγω
ἄξων· δόμοις γὰρ τοῖσδ' ἐν αἰχμαλωτικοῖς
κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
Οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,
κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν
[875] θέλοιμ' ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.
Ἐμοὶ δ' ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
Ἑλένης ἐᾶσαι, ναυπόρῳ δ' ἄγειν πλάτῃ
Ἑλληνίδ' ἐς γῆν κᾆτ' ἐκεῖ δοῦναι κτανεῖν,
ποινὰς ὅσοις τεθνᾶσ' ἐν Ἰλίῳ φίλοι.
[880] Ἀλλ' εἶα χωρεῖτ' ἐς δόμους, ὀπάονες,
κομίζετ' αὐτὴν τῆς μιαιφονωτάτης
κόμης ἐπισπάσαντες· οὔριοι δ' ὅταν
πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.

Ἑκάβη

[884] Ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
[885] ὅστις ποτ' εἶ σύ, δυστόπαστος εἰδέναι,
Ζεύς, εἴτ' ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
προσηυξάμην σε· πάντα γὰρ δι' ἀψόφου
βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ' ἄγεις.

Μενέλαος

Τί δ' ἔστιν; Εὐχὰς ὡς ἐκαίνισας θεῶν.

Ἑκάβη

[890] Αἰνῶ σε, Μενέλα', εἰ κτενεῖς δάμαρτα σήν.
Ὁρᾶν δὲ τήνδε φεῦγε, μή σ' ἕλῃ πόθῳ.
Αἱρεῖ γὰρ ἀνδρῶν ὄμματ', ἐξαιρεῖ πόλεις,
πίμπρησιν οἴκους· ὧδ' ἔχει κηλήματα.
Ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.

Ἑλένη

[895] Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου
τόδ' ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν
βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
Ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,
ὅμως δ' ἐρέσθαι βούλομαι· γνῶμαι τίνες
[900] Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;

Μενέλαος

Οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλ' ἅπας στρατὸς
κτανεῖν ἐμοί σ' ἔδωκεν, ὅνπερ ἠδίκεις.

Ἑλένη

Ἔξεστιν οὖν πρὸς ταῦτ' ἀμείψασθαι λόγῳ,
ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;

Μενέλαος

[905] Οὐκ ἐς λόγους ἐλήλυθ', ἀλλά σε κτενῶν.

Ἑκάβη

Ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδ' ἐνδεής,
Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους
ἡμῖν κατ' αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶν
οὐδὲν κάτοισθα. Συντεθεὶς δ' ὁ πᾶς λόγος
[910] κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.

Μενέλαος

Σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,
ἔξεστι. Τῶν σῶν δ' οὕνεχ' ὡς μάθῃ λόγων
δώσω τόδ' αὐτῇ· τῆσδε δ' οὐ δώσω χάριν.

Ἑλένη

[914] Ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,
[915] οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος.
Ἐγὼ δ', ἅ σ' οἶμαι διὰ λόγων ἰόντ' ἐμοῦ
κατηγορήσειν, ἀντιθεῖσ' ἀμείψομαι
τοῖς σοῖσι τἀμὰ καὶ τὰ σ' αἰτιάματα.
Πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,
[920] Πάριν τεκοῦσα· δεύτερον δ' ἀπώλεσε
Τροίαν τε κἄμ' ὁ πρέσβυς οὐ κτανὼν βρέφος,
δαλοῦ πικρὸν μίμημ', Ἀλέξανδρόν ποτε.
Ἐνθένδε τἀπίλοιπ' ἄκουσον ὡς ἔχει.
Ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·
[925] καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις
Φρυξὶ στρατηγοῦνθ' Ἑλλάδ' ἐξανιστάναι,
Ἥρα δ' ὑπέσχετ' Ἀσιάδ' Εὐρώπης θ' ὅρους
τυραννίδ' ἕξειν, εἴ σφε κρίνειεν Πάρις·
Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη
[930] δώσειν ὑπέσχετ', εἰ θεὰς ὑπερδράμοι
κάλλει. Τὸν ἔνθεν δ' ὡς ἔχει σκέψαι λόγον·
νικᾷ Κύπρις θεάς, καὶ τοσόνδ' οὑμοὶ γάμοι
ὤνησαν Ἑλλάδ'· οὐ κρατεῖσθ' ἐκ βαρβάρων,
οὔτ' ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
[935] Ἃ δ' εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ
εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι
ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.
Οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,
ὅπως ἀφώρμησ' ἐκ δόμων τῶν σῶν λάθρα.
[940] Ἦλθ' οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα
ὁ τῆσδ' ἀλάστωρ, εἴτ' Ἀλέξανδρον θέλεις
ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·
ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν
Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
[945] Εἶἑν.
Οὐ σέ, ἀλλ' ἐμαυτὴν τοὐπὶ τῷδ' ἐρήσομαι·
τί δὴ φρονοῦσά γ' ἐκ δόμων ἅμ' ἑσπόμην
ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;
Τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,
ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,
[950] κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δ' ἐμοί.
Ἔνθεν δ' ἔχοις ἂν εἰς ἔμ' εὐπρεπῆ λόγον·
ἐπεὶ θανὼν γῆς ἦλθ' Ἀλέξανδρος μυχούς,
χρῆν μ', ἡνίκ' οὐκ ἦν θεοπόνητά μου λέχη,
λιποῦσαν οἴκους ναῦς ἐπ' Ἀργείων μολεῖν.
[955] Ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι
πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,
οἳ πολλάκις μ' ἐφηῦρον ἐξ ἐπάλξεων
πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
Βίᾳ δ' ὁ καινός μ' οὗτος ἁρπάσας πόσις
[960] Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.
Πῶς οὖν ἔτ' ἂν θνῄσκοιμ' ἂν ἐνδίκως, πόσι,
. . . . . . .
πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,
τὰ δ' οἴκοθεν κεῖν' ἀντὶ νικητηρίων
πικρῶς ἐδούλευσ'; Εἰ δὲ τῶν θεῶν κρατεῖν
[965] βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.

Χορός

Βασίλει', ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ
πειθὼ διαφθείρουσα τῆσδ', ἐπεὶ λέγει
καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.

Ἑκάβη

[969] Ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι
[970] καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.
Ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα
οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,
ὥσθ' ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,
Παλλὰς δ' Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,
[975] εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι
ἦλθον πρὸς Ἴδην. Τοῦ γὰρ οὕνεκ' ἂν θεὰ
Ἥρα τοσοῦτον ἔσχ' ἔρωτα καλλονῆς;
Πότερον ἀμείνον' ὡς λάβῃ Διὸς πόσιν;
Ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη
[980] ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο,
φεύγουσα λέκτρα; Μὴ ἀμαθεῖς ποίει θεὰς
[982] τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.
Κύπριν δ' ἔλεξας ταῦτα γὰρ γέλως πολύς
ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
[985] Οὐκ ἂν μένουσ' ἂν ἥσυχός σ' ἐν οὐρανῷ
αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
Ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,
ὁ σὸς δ' ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·
τὰ μῶρα γὰρ πάντ' ἐστὶν Ἀφροδίτη βροτοῖς,
[990] καὶ τοὔνομ' ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
Ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι
χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.
Ἐν μὲν γὰρ Ἄργει μίκρ' ἔχουσ' ἀνεστρέφου,
Σπάρτης δ' ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν
[995] χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν
δαπάναισιν· οὐδ' ἦν ἱκανά σοι τὰ Μενέλεω
μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
Εἶἑν· βίᾳ γὰρ παῖδα φῄς <σ'> ἄγειν ἐμόν·
τίς Σπαρτιατῶν ᾔσθετ'; Ἢ ποίαν βοὴν
[1000] ἀνωλόλυξας Κάστορος νεανίου
τοῦ συζύγου τ' ἔτ' ὄντος, οὐ κατ' ἄστρα πω;
Ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου
κατ' ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,
εἰ μὲν τὰ τοῦδε κρείσσον' ἀγγέλλοιτό σοι,
[1005] Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτ' ἐμὸς
ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·
εἰ δ' εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
Ἐς τὴν τύχην δ' ὁρῶσα τοῦτ' ἤσκεις, ὅπως
ἕποι' ἅμ' αὐτῇ, τῇ ἀρετῇ δ' οὐκ ἤθελες.
[1010] Κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις
πύργων καθιεῖσ', ὡς μένουσ' ἀκουσίως;
Ποῦ δῆτ' ἐλήφθης ἢ βρόχους ἀρτωμένη
ἢ φάσγανον θήγουσ', ἃ γενναία γυνὴ
δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;
[1015] Καίτοι σ' ἐνουθέτουν γε πολλὰ πολλάκις·
Ὦ θύγατερ, ἔξελθ'· οἱ δ' ἐμοὶ παῖδες γάμους
ἄλλους γαμοῦσι, σὲ δ' ἐπὶ ναῦς Ἀχαιϊκὰς
πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης
Ἕλληνας ἡμᾶς τε. Ἀλλὰ σοὶ τόδ' ἦν πικρόν.
[1020] Ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις
καὶ προσκυνεῖσθαι βαρβάρων ὕπ' ἤθελες·
μεγάλα γὰρ ἦν σοι. Κἀπὶ τοῖσδε σὸν δέμας
ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει
τὸν αὐτὸν αἰθέρ', ὦ κατάπτυστον κάρα·
[1025] ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,
φρίκῃ τρέμουσαν, κρᾶτ' ἀπεσκυθισμένην
ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον
ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
Μενέλα', ἵν' εἰδῇς οἷ τελευτήσω λόγον,
[1030] στεφάνωσον Ἑλλάδ' ἀξίως τήνδε κτανὼν
σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.

Χορός

Μενέλαε, προγόνων τ' ἀξίως δόμων τε σῶν
τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,
[1035] ψόγον τὸ θῆλύ τ', εὐγενὴς ἐχθροῖς φανείς.

Μενέλαος

[1036] Ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,
ἑκουσίως τήνδ' ἐκ δόμων ἐλθεῖν ἐμῶν
ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν
λόγοις ἐνεῖται. Βαῖνε λευστήρων πέλας
[1040] πόνους τ' Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς
θανοῦσ', ἵν' εἰδῇς μὴ καταισχύνειν ἐμέ.

Ἑλένη

Μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.

Ἑκάβη

Μηδ' οὓς ἀπέκτειν' ἥδε συμμάχους προδῷς·
[1045] ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.

Μενέλαος

Παῦσαι, γεραιά· τῆσδε δ' οὐκ ἐφρόντισα.
Λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν
τήνδ' ἐκκομίζειν, ἔνθα ναυστολήσεται.

Ἑκάβη

Μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.

Μενέλαος

[1050] Τί δ' ἔστι; Μεῖζον βρῖθος ἢ πάροιθ' ἔχει;

Ἑκάβη

Οὐκ ἔστ' ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.

Μενέλαος

[1052] Ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.
Ἔσται δ' ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεται
ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις·
[1055] ἐλθοῦσα δ' Ἄργος ὥσπερ ἀξία κακῶς
κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν
πάσαισι θήσει. Ῥᾴδιον μὲν οὐ τόδε·
ὅμως δ' ὁ τῆσδ' ὄλεθρος ἐς φόβον βαλεῖ
τὸ μῶρον αὐτῶν, κἂν ἔτ' ὦσ' ἐχθίονες.

Χορός

[1060] Οὕτω δὴ τὸν ἐν Ἰλίῳ
ναὸν καὶ θυόεντα βω-
μὸν προύδωκας Ἀχαιοῖς,
ὦ Ζεῦ, καὶ πελάνων φλόγα
σμύρνης αἰθερίας τε κα-
[1065] πνὸν καὶ Πέργαμον ἱερὰν
Ἰδαῖά τ' Ἰδαῖα κισσοφόρα νάπη
χιόνι κατάρυτα ποταμίᾳ
[1069] τέρμονα πρωτόβολόν θ' ἁλίῳ,
[1070] τὰν καταλαμπομέναν ζαθέαν θεράπναν.

Φροῦδαί σοι θυσίαι χορῶν τ'
εὔφημοι κέλαδοι κατ' ὄρ-
φναν τε παννυχίδες θεῶν,
χρυσέων τε ξοάνων τύποι
[1075] Φρυγῶν τε ζάθεοι σελᾶ-
ναι συνδώδεκα πλήθει.
Μέλει μέλει μοι τάδ' εἰ φρονεῖς, ἄναξ,
οὐράνιον ἕδρανον ἐπιβεβὼς
αἰθέρα τε πτόλεως ὀλομένας,
[1080] ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.

Ὦ φίλος ὦ πόσι μοι,
σὺ μὲν φθίμενος ἀλαίνεις
[1085] ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος
ἀίσσον πτεροῖσι πορεύσει
ἱππόβοτον Ἄργος, ἵνα τείχεα
λάινα Κυκλώπι' οὐράνια νέμονται.
Τέκνων δὲ πλῆθος ἐν πύλαις
[1090] δάκρυσι κατᾴορα στένει·
βοᾷ βοᾷ·
Μᾶτερ, ὤμοι, μόναν δή μ' Ἀχαιοὶ κομί-
ζουσι σέθεν ἀπ' ὀμμάτων
κυανέαν ἐπὶ ναῦν
[1095] εἰναλίαισι πλάταις
ἢ Σαλαμῖν' ἱερὰν
ἢ δίπορον κορυφὰν
Ἴσθμιον, ἔνθα πύλας
Πέλοπος ἔχουσιν ἕδραι.

[1100] Εἴθ' ἀκάτου Μενέλα
μέσον πέλαγος ἰούσας,
δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι
Αἰγαίου κεραυνοφαὲς πῦρ,
[1105] Ἰλιόθεν ὅτε με πολύδακρυν
Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει,
χρύσεα δ' ἔνοπτρα, παρθένων
χάριτας, ἔχουσα τυγχάνει
Διὸς κόρα·
[1110] μηδὲ γαῖάν ποτ' ἔλθοι Λάκαιναν πατρῷ-
όν τε θάλαμον ἑστίας,
μηδὲ πόλιν Πιτάνας
χαλκόπυλόν τε θεάν,
δύσγαμον αἶσχος ἑλὼν
[1115] Ἑλλάδι τᾷ μεγάλᾳ
καὶ Σιμοεντιάσιν
μέλεα πάθεα ῥοῇσιν.

Ἰὼ ἰώ,
καίν' ἐκ καινῶν μεταβάλλουσαι
χθονὶ συντυχίαι. Λεύσσετε Τρώων
[1120] τόνδ' Ἀστυάνακτ' ἄλοχοι μέλεαι
νεκρόν, ὃν πύργων δίσκημα πικρὸν
Δαναοὶ κτείναντες ἔχουσιν.

Ταλθύβιος

[1123] Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
λάφυρα τἀπίλοιπ' Ἀχιλλείου τόκου
[1125] μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·
αὐτὸς δ' ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
Οὗ θᾶσσον οὕνεκ', ἢ χάριν μονῆς ἔχων,
[1130] φροῦδος, μετ' αὐτοῦ δ' Ἀνδρομάχη, πολλῶν ἐμοὶ
δακρύων ἀγωγός, ἡνίκ' ἐξώρμα χθονός,
πάτραν τ' ἀναστένουσα καὶ τὸν Ἕκτορος
τύμβον προσεννέπουσα. Καί σφ' ᾐτήσατο
θάψαι νεκρὸν τόνδ', ὃς πεσὼν ἐκ τειχέων
[1135] ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·
φόβον τ' Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
τήνδ', ἣν πατὴρ τοῦδ' ἀμφὶ πλεύρ' ἐβάλλετο,
μή νυν πορεῦσαι Πηλέως ἐφ' ἑστίαν,
μηδ' ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
[1140] μήτηρ νεκροῦ τοῦδ' Ἀνδρομάχη, λύπας ὁρᾶν,
ἀλλ' ἀντὶ κέδρου περιβόλων τε λαί̈νων
ἐν τῇδε θάψαι παῖδα· σὰς δ' ἐς ὠλένας
δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
στεφάνοις θ', ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
[1145] ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος
ἀφείλετ' αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
Ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,
γῆν τῷδ' ἐπαμπισχόντες ἀροῦμεν δόρυ·
σὺ δ' ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
[1150] Ἑνὸς μὲν οὖν μόχθου σ' ἀπαλλάξας ἔχω·
Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
Ἀλλ' εἶμ' ὀρυκτὸν τῷδ' ἀναρρήξων τάφον,
ὡς σύντομ' ἡμῖν τἀπ' ἐμοῦ τε κἀπὸ σοῦ
[1155] ἐς ἓν ξυνελθόντ' οἴκαδ' ὁρμήσῃ πλάτην.

Ἑκάβη

[1156] Θέσθ' ἀμφίτορνον ἀσπίδ' Ἕκτορος πέδῳ,
λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.
Ὦ μείζον' ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,
τί τόνδ', Ἀχαιοί, παῖδα δείσαντες φόνον
[1160] καινὸν διειργάσασθε; Μὴ Τροίαν ποτὲ
πεσοῦσαν ὀρθώσειεν; Οὐδὲν ἦτ' ἄρα,
ὅθ' Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ
διωλλύμεσθα μυρίας τ' ἄλλης χερός,
πόλεως δ' ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
[1165] βρέφος τοσόνδ' ἐδείσατ'· οὐκ αἰνῶ φόβον,
ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
Ὦ φίλταθ', ὥς σοι θάνατος ἦλθε δυστυχής.
Εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν
γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,
[1170] μακάριος ἦσθ' ἄν, εἴ τι τῶνδε μακάριον·
νῦν δ' αὔτ' ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον,
οὐκ οἶσθ', ἐχρήσω δ' οὐδὲν ἐν δόμοις ἔχων.
Δύστηνε, κρατὸς ὥς σ' ἔκειρεν ἀθλίως
τείχη πατρῷα, Λοξίου πυργώματα,
[1175] ὃν πόλλ' ἐκήπευσ' ἡ τεκοῦσα βόστρυχον
φιλήμασίν τ' ἔδωκεν, ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵν' αἰσχρὰ μὴ λέγω.
Ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
κέκτησθ', ἐν ἄρθροις δ' ἔκλυτοι πρόκεισθέ μοι.
[1180] Ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα,
ὄλωλας, ἐψεύσω μ', ὅτ' ἐσπίπτων πέπλους,
Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων
πλόκαμον κεροῦμαι, πρὸς τάφον θ' ὁμηλίκων
κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
[1185] Σὺ δ' οὐκ ἔμ', ἀλλ' ἐγὼ σὲ τὸν νεώτερον,
γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
Οἴμοι, τὰ πόλλ' ἀσπάσμαθ' αἵ τ' ἐμαὶ τροφαὶ
ὕπνοι τ' ἐκεῖνοι φροῦδά μοι. Τί καί ποτε
γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
[1190] Τὸν παῖδα τόνδ' ἔκτειναν Ἀργεῖοί ποτε
δείσαντες; Αἰσχρὸν τοὐπίγραμμά γ' Ἑλλάδι.
Ἀλλ' οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως
ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
Ὦ καλλίπηχυν Ἕκτορος βραχίονα
[1195] σῴζουσ', ἄριστον φύλακ' ἀπώλεσας σέθεν.
Ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος
ἴτυός τ' ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
[1200] Φέρετε, κομίζετ' ἀθλίῳ κόσμον νεκρῷ
ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας
δαίμων δίδωσιν· ὧν δ' ἔχω, λήψῃ τάδε.
Θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,
[1205] ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτ' ἄλλοσε
πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.

Χορός

Καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων
Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.

Ἑκάβη

[1209] Ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
[1210] οὐδ' ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη,
μήτηρ πατρός σοι προστίθησ' ἀγάλματα
τῶν σῶν ποτ' ὄντων· νῦν δέ σ' ἡ θεοστυγὴς
ἀφείλεθ' Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
[1215] ἔκτεινε καὶ πάντ' οἶκον ἐξαπώλεσεν.

Χορός

Ἒ ἔ, φρενῶν
ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτ' ἂν
[1217β] ἀνάκτωρ πόλεως.

Ἑκάβη

Ἃ δ' ἐν γάμοισι χρῆν σε προσθέσθαι χροὶ̈
Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,
[1220] Φρύγια πέπλων ἀγάλματ' ἐξάπτω χροός.
Σύ τ', ὦ ποτ' οὖσα καλλίνικε, μυρίων
μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,
στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ·
ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ
[1225] κακοῦ τ' Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.

Χορός

Αἰαῖ αἰαῖ· πικρὸν ὄδυρμα . . .
[1228] γαῖά σ' ὦ τέκνον δέξεται.
Στέναζε, μᾶτερ,

Ἑκάβη

Αἰαῖ.

Χορός

[1230] Νεκρῶν ἴακχον.

Ἑκάβη

Οἴμοι μοι.

Χορός

Οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.

Ἑκάβη

Τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σ' ἰάσομαι,
τλήμων ἰατρός, ὄνομ' ἔχουσα, τἄργα δ' οὔ·
τὰ δ' ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.

Χορός

[1235] Ἄρασσ' ἄρασσε κρᾶτα
πιτύλους διδοῦσα χειρός,
ἰώ μοί μοι.

Ἑκάβη

Ὦ φίλταται γυναῖκες . . .

Χορός

Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;

Ἑκάβη

[1240] Οὐκ ἦν ἄρ' ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
Τροία τε πόλεων ἔκκριτον μισουμένη,
μάτην δ' ἐβουθυτοῦμεν. Εἰ δὲ μὴ θεὸς
ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν
[1245] μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
Χωρεῖτε, θάπτετ' ἀθλίῳ τύμβῳ νεκρόν·
ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
Δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ,
εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
[1250] κενὸν δὲ γαύρωμ' ἐστὶ τῶν ζώντων τόδε.

Χορός

Ἰὼ ἰώ·
μελέα μήτηρ, ἣ τὰς μεγάλας
ἐλπίδας ἐν σοὶ κατέκναψε βίου.
Μέγα δ' ὀλβισθεὶς ὡς ἐκ πατέρων
ἀγαθῶν ἐγένου,
[1255] δεινῷ θανάτῳ διόλωλας.
Ἔα ἔα·
[1256β] τίνας Ἰλιάσιν ταῖσδ' ἐν κορυφαῖς
λεύσσω φλογέας δαλοῖσι χέρας
διερέσσοντας; Μέλλει Τροίᾳ
καινόν τι κακὸν προσέσεσθαι.

Ταλθύβιος

[1260] Αὐδῶ λοχαγοῖς, οἳ τέταχθ' ἐμπιμπράναι
Πριάμου τόδ' ἄστυ, μηκέτ' ἀργοῦσαν φλόγα
ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,
ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
στελλώμεθ' οἴκαδ' ἄσμενοι Τροίας ἄπο.
[1265] Ὑμεῖς δ', ἵν' αὑτὸς λόγος ἔχῃ μορφὰς δύο,
χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
Σύ τ', ὦ γεραιὰ δυστυχεστάτη γύναι,
[1270] ἕπου. Μεθήκουσίν σ' Ὀδυσσέως πάρα
οἵδ', ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.

Ἑκάβη

[1272] Οἲ 'γὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον
καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·
ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
[1275] Ἀλλ', ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
Ὦ μεγάλα δή ποτ' ἀμπνέουσ' ἐν βαρβάροις
Τροία, τὸ κλεινὸν ὄνομ' ἀφαιρήσῃ τάχα.
Πιμπρᾶσί σ', ἡμᾶς δ' ἐξάγουσ' ἤδη χθονὸς
[1280] δούλας· ἰὼ θεοί. Καὶ τί τοὺς θεοὺς καλῶ;
Καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
Φέρ' ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι
σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.

Ταλθύβιος

Ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
[1285] Ἀλλ' ἄγετε, μὴ φείδεσθ'· Ὀδυσσέως δὲ χρὴ
ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.

Ἑκάβη

Ὀττοτοτοτοτοῖ.
Κρόνιε, πρύτανι Φρύγιε, γενέτα
πάτερ, ἀνάξια τᾶς Δαρδάνου
[1290] γονᾶς τάδ' οἷα πάσχομεν δέδορκας;

Χορός

Δέδορκεν, ἁ δὲ μεγαλόπολις
ἄπολις ὄλωλεν οὐδ' ἔτ' ἔστι Τροία.

Ἑκάβη

[1294] Ὀττοτοτοτοτοῖ.
[1295] Λέλαμπεν Ἴλιος, Περ-
γάμων τε πυρὶ καταίθεται τέραμνα
καὶ πόλις ἄκρα τε τειχέων.

Χορός

Πτέρυγι δὲ καπνὸς ὥς τις οὐ-
ρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ.
[1300] Μαλερὰ μέλαθρα πυρὶ κατάδρομα
δαί̈ῳ τε λόγχᾳ.

Ἑκάβη

Ἴὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.

Χορός

Ἒ ἕ.

Ἑκάβη

Ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν.

Χορός

Ἰαλέμῳ τοὺς θανόντας ἀπύεις.

Ἑκάβη

[1305] Γεραιά γ' ἐς πέδον τιθεῖσα μέλεα καὶ
χερσὶ γαῖαν κτυποῦσα δισσαῖς.

Χορός

Διάδοχά σοι γόνυ τίθημι γαίᾳ
τοὺς ἐμοὺς καλοῦσα νέρθεν
ἀθλίους ἀκοίτας.

Ἑκάβη

[1310] Ἀγόμεθα φερόμεθ' . . .

Χορός

Ἄλγος ἄλγος βοᾷς.

Ἑκάβη

Δούλειον ὑπὸ μέλαθρον.

Χορός

Ἐκ πάτρας γ' ἐμᾶς.

Ἑκάβη

Ἰώ.
Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος
ἄταφος ἄφιλος
ἄτας ἐμᾶς ἄιστος εἶ.

Χορός

[1315] Μέλας γὰρ ὄσσε κατεκάλυψε
θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.

Ἑκάβη

Ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,

Χορός

Ἒ ἕ.

Ἑκάβη

Τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν.

Χορός

Τάχ' ἐς φίλαν γᾶν πεσεῖσθ' ἀνώνυμοι.

Ἑκάβη

[1320] Κόνις δ' ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα
ᾆστον οἴκων ἐμῶν με θήσει.

Χορός

Ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλᾳ δ'
ἄλλο φροῦδον, οὐδ' ἔτ' ἔστιν
ἁ τάλαινα Τροία.

Ἑκάβη

[1325] Ἐμάθετ', ἐκλύετε;

Χορός

Περγάμων <γε> κτύπον.

Ἑκάβη

Ἔνοσις ἅπασαν ἔνοσις . . .

Χορός

Ἐπικλύσει πόλιν.

Ἑκάβη

Ἰώ·
τρομερὰ μέλεα, φέρετ' ἐμὸν ἴχνος·
ἴτ' ἐπί, τάλανα,
[1330] δούλειον ἁμέραν βίου.

Χορός

Ἰὼ τάλαινα πόλις· ὅμως δὲ
πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.