Του σοφωτάτου μεγάλου λογοθέτου του Μουζάλωνος λόγος κατά των του Βέκκου βλασφημιών

Από Βικιθήκη


Τοῦ σοφωτάτου μεγάλου λογοθέτου τοῦ Μουζάλωνος λόγος κατὰ τῶν τοῦ Βέκκου βλασφημιῶν



Οὐκ οἶδα ὅ,τι παθὼν ὁ τοῦ λόγου γεννήτωρ, αὐτὸς ἑαυτῷ δοκεῖ διαμάχεσθαι. Πῶς δὲ δοκεῖ διαμάχεσθαι; Ἐρωτᾶ εἰ χρὴ δοξάζειν δι’ υἱοῦ τὸ ἅγιον ἐκπορεύεσθαι πνεῦμα παρὰ πατρός, ἢ μὴν ἐκ πατρὸς προσεχῶς, ἀλλ’ οὐ δι’ υἱοῦ. Ταύτην ἐγὼ τὴν πεῦσιν ἢ καὶ διαίρεσιν, οὔτε ἀσφαλῆ τυγχάνειν ὁμολογῶ, καὶ τὴν ἑξῆς ἀπόκρισιν ἀποβάλλομαι. Ἀτελῆ μὲν οὖν φημὶ τὴν διαίρεσιν, ὅτι μὴ δὲ διὰ πάντων ἥκει, πάντων δραττομένη καλῶς ἃ ῥαδίως ἀναφαίνεται αὐτίκα, εἰ βούλοιτό τις μὴ τὸν εἰρημένον τρόπον, μηδὲ τούτου μέχρι, ἀλλὰ καὶ ἐφ’ ἑξῆς ἐπιστημόνως ἅμα καὶ ὀρθῶς διαιρεῖν. Ἐχρῆν γάρ, οἶμαι, οὕτω προτεῖναι τὴν ἀπορίαν ποιούμενον, ὡς ἂν οὐ τοῖν δυοῖν ἕν, ἀλλὰ τῶν τριῶν· ὃ ἐκ τῆς ὑποδιαιρέσεως τοῦ ἑνὸς ἀναφαίνεται μέρους, τὰ δύο γένηται βεβαίως ἑλέσθαι τὸν βουλόμενον ἀποκρίνασθαι. Ἦν δ’ ἂν οὕτως ἔχουσα καλῶς ἡ πεῦσις καὶ τὸ προτεινόμενον ζήτημα, τί χρὴ δοξάζειν περὶ τῆς τοῦ παναγίου πνεύματος ἐκπορεύσεως, ὅτι ἐκ πατρὸς κατὰ τὸν εὐαγγελικὸν λόγον καὶ θεῖον, ἢ καὶ ἐκ πατρὸς δι’ υἱοῦ, ὥς τινες τῶν ἁγίων πατέρων ἐκεῖνο διομολογοῦντες τε καὶ πρεσβεύοντες, οὐδὲ τοῦτο ἀπεμφαῖνον τῇ ἀληθείᾳ ἐφρόνησαν, καὶ εἰ τὸ δι’ υἱοῦ παρὰ πατρὸς χρὴ παραδέχεσθαι, τίνι ἄρα μέρει συγκαταθετέον τῆς διαιρέσεως, ὡς εὖ ὁμοῦ καὶ ἀσφαλῶς ἔχοντι; Ὅτι ἐκ πατρὸς δι’ υἱοῦ, ὅπερ ἔνιοι διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου εἰρήκεσαν, πλὴν ἅμα καὶ ὁμοτίμως ἐκ τοῦ πρώτου, ὡς ἡ τοῦ υἱοῦ δηλονότι ἐκ τοῦ πατρὸς γέννησις, ἢ δεῖ λέγειν ὅτι ἐκ πατρὸς δι’ υἱοῦ· πλὴν οὐ προσεχῶς ἐκ πατρός, ὅτι δι’ υἱοῦ ἐκ πατρός; Εἰ ταῦτα προὔτεινεν ὁ λέγων, εὐχερῶς ἂν εἶχεν εἰπεῖν ὁ τῷ εὐσεβεῖ λόγῳ συνθέσθαι βουλόμενος, ὅτι ἐκ πατρὸς μὲν ἐκπορεύεται τὸ πνεῦμα τὸ ἅγιον, κατὰ τὴν τοῦ σωτῆρος φωνὴν καὶ παράδοσιν, τέλειον ἐκ τοῦ πατρὸς ὑφιστάμενον, κἀκεῖνον ἔχον ἀρχὴν τοῦ εἶναι καὶ αἰτίαν. Εἴρηται δὲ καὶ τῶν ἁγίων ἐνίοις, δι’ υἱοῦ παρὰ πατρὸς ἐκπορεύεσθαι, καὶ εὐσεβῶς εἴρηται, οὐχ ὅτι ἀτελὴς ἡ ἐκ τοῦ πατρὸς τοῦ πνεύματος ὕπαρξις, οὐδ’ ὅτι ὅλως ἔσχε τὸν υἱὸν αἴτιον, ἢ μόνον, ἢ μετὰ τοῦ πατρός, ἀλλ’ ὅτι ἐκεῖθεν ἐκ τῆς πατρικῆς τουτέστιν οὐσίας ὑφιστάμενον, ὡς εἴρηται, τέλειον, συμπαρομαρτεῖ τῷ λόγῳ, κατὰ τοὺς εἰρηκότας θεηγόρους, καὶ ἥκει δι’ αὐτοῦ καὶ ἀπολάμπει καὶ πέφηνε κατὰ τὴν προαιώνιον αὐτοῦ τουτέστι καὶ ἀΐδιον ἔκλαμψιν, ἢ ὅ,τι χρὴ λέγειν κυριώτερον ἄλλο, τὸν τὰς ἱερὰς ἀνερευνῶντα γραφὰς καὶ ἐπισημαινόμενον ἐκεῖθεν τῶν ὀνομάτων τὰ ἐφαρμόττοντα. Εἶτα ὡς τοῦτον γε τὸν λόγον ἴδιον αὐτῷ παρὰ πατρὸς πνεῦμα καὶ συμφυὲς καὶ ὁμότιμον, χορηγεῖται παρ’ αὐτοῦ καὶ μεταδίδοται τῇ κτίσει καὶ δεσποτικῶς ἐπιφοιτᾷ τοῖς ἀξίοις καὶ ὅπου βούλεται πνεῖ καὶ καινοποιεῖ τοὺς ὑποδεχομένους καὶ ἁγιάζει καὶ τελειοῖ, θεοποιοῦν κατὰ χάριν, θεὸς αὐτὸ τυγχάνον κατὰ φύσιν καὶ συμπληρωτικὸν τῆς ἐν τριάδι θεότητος. Ἀσφαλῶς μὲν οὖν ἔχει τὰ δύο ταῦτα μέρη τῆς διαιρέσεως. 3. Ἐκεῖνο δ’ ὅπερ ἐμεμψάμην ἅμα τῷ τοῦ λόγου κατάρξασθαι, ὅτι ἔφη προτεινόμενος τὴν πεῦσιν, ὡς εἰ μὴ δι’ υἱοῦ συνδιομολογήσει τις τὸ πανάγιον ἐκπορεύεσθαι πνεῦμα παρὰ πατρός, ἀνάγκη πᾶσα τῷ ἑτέρῳ μέρει συνθέσθαι τῆς διαιρέσεως, ὅτι προσεχῶς ἐκ πατρός, ἀλλ’ οὐ δι’ υἱοῦ, ὑποκρύπτειν ἥγημαι τὸν λόγον οὐδὲν ἕτερον, ἢ ὅτι γε εἰ σύνθοιτό τις δι’ υἱοῦ παρὰ πατρὸς τὸ ἅγιον ἐκπορεύεσθαι πνεῦμα, αὐτίκα δώσει, ὡς οὐ προσεχῶς ἐκ τοῦ πρώτου, τουτέστιν ἐκ τοῦ πατρός, ἀλλὰ τοῦτο μόνον, ὅτι διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου. Ὃ καλῶς ἔχον, ὡς παρὰ τοῦ σοφωτάτου Νύσσης ῥηθέν, καὶ ἡμεῖς ἀσπαζόμεθα· ἐκεῖνο δὲ οὐκ ἀποδεχόμεθα, εἰ ἀπαρνεῖταί τις κἀκ τοῦ πρώτου τὸ προσεχῶς. Ἐπεὶ καὶ ὁ μέγας οὗτος πατήρ, προσεχῶς ὑπάρχειν τὸν υἱὸν ἐκ τοῦ πατρὸς εἰρηκώς, οὐκ εἶπεν ὡς οὐ προσεχῶς ἐκ τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου, τουτέστι δι’ υἱοῦ ἐκ πατρός. Ἐντεῦθεν δέ, οὐδὲν ἀπεφήνατο οὐδ’ εἴρηκεν ὅτι οὐ προσεχῶς ἐκ τοῦ πρώτου, εἰ ἄρα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου. Ὃ δὲ μὴ τετόλμηκεν ἐκεῖνος εἰπεῖν, μή τέ τις ἄλλος τῶν ὑποφητῶν τοῦ παναγίου καὶ σοφίζοντος πνεύματος, τίς οὕτω τολμηρὸς καὶ αὐθάδης, νῷ τε ἐννοῆσαι, καὶ προέσθαι διὰ γλώσσης τὸ ρῆμα;. Ἀναλαμβάνω δὲ τὴν διαίρεσιν ἵν’ ὅπερ δείξειν προεθέμην, ἀποδείξω σαφῶς. Προεθέμην δ’ ὅτι, οὐ καλῶς ἐκεῖνος προήνεγκεν, ἀλλ’ ὥσπερ σοφιζόμενος καὶ πρὸς ἕν τι τῶν ἀτόπων συνελαύνων ἀναγκαίως ἐκ τοῦ λόγου τὸν πρὸς τὴν πεῦσιν ἀπαντῆσαι ᾑρημένον, καὶ δυεῖν τῶν προβληθέντων ἀποκρίνασθαι θάτερον. Τό δ’ ἦν, ἢ παντελῶς τὸ δι’ υἱοῦ ἀπαρνήσασθαι ἢ, εἰ μὴ διαπιστεῖν ἐνῆν τοῖς λέγουσιν ἁγίοις τὸ οὐ προσεχῶς ἐκ τοῦ πατρὸς ἀποφήνασθαι, ποίαν τοῦτο ἐκ τῆς ἀληθείας ἔχον ἀνάγκην, εἰ μὴ ἐκ τῆς ἀτόπου μᾶλλον καὶ σοφιστικῆς ἐρωτήσεως; Εἰδὼς γὰρ συναληθεύοντα αὐτῷ ἀμφότερα τὰ μέρη τῆς διαιρέσεως ἢ ἄμφω μᾶλλον τὰς προτάσεις, ὅτι μὴ δ’ ἀντίκεινται ἀλλήλοις, μὴ δ’ ἔστιν ὅλως ἐναντίον καὶ μαχόμενον οὐδὲν ἐν ἀμφοτέροις, εἰ οὕτω προὔτεινε τὸν λόγον, ὅτι ἔστι γε δοξάζειν ὀρθῶς εἰ ἄρα ἐκ πατρὸς φρονεῖ τις ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον, ἢ μὴν παρὰ πατρὸς δι’ υἱοῦ. Ὁ δέ, σχηματισάμενος τὸ πρόβλημα ἑτέρως, τό τε προσεχῶς παρὰ τὴν προκειμένην εἰληφὼς ζήτησιν καὶ παρενθεὶς ἐν τῇ προτάσει, ἔδοξε μὴ μόνον διαλλάττοντα ποιούμενος τὰ μέρη τῆς καινῆς αὐτῷ διαιρέσεως, ἀλλὰ καὶ ἐναντία καὶ ἀξύμβατα ἀλλήλοις καὶ τῇ ἀληθείᾳ μαχόμενα. Πῶς γὰρ οὐ; Ἐπειδήπερ τῷ προσέχοντι τὸν νοῦν τοῖς εἰρημένοις, ἑκατέρωθεν ἀμφίκρημνος ὁ λόγος, καὶ πρὸς ἕνα πάντως διωθῶν ὄλισθον· ἢ γὰρ αἱρήσεταί τις ἐκφυγεῖν τὸ μὴ προσεχῶς παρὰ πατρὸς ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον, καὶ διαγράψει τοῦ χοροῦ τῶν θεοφόρων ἀνδρῶν τοὺς εἰρηκότας, ὅτι δι’ υἱοῦ παρὰ πατρὸς ἐκπορεύεται, ὡς ἂν εἴη ἐκ πατρὸς προσεχῶς, ἀλλ’ οὐ δι’ υἱοῦ, ὡς ὁ ἐκείνου λόγος φησίν, ἢ μὴ πάντῃ τοὺς εἰπόντας μεμφόμενος, τοὐναντίον μὲν οὖν ἅπαν καὶ πιστεύων εἰρηκέναι καλῶς, εἰ κατὰ τὸν νοῦν αὐτῶν τὸν νοῦν τῶν εἰρημένων ἐκλήψεται, ταῦτα δεδωκὼς καὶ τῇ ἀξιοπιστίᾳ τούτων συνθέμενος, οὐδὲ οὕτω διαδράσει τὸν κίνδυνον. Εἴη γὰρ ἂν ἑλόμενος ἐκεῖνο, ὅτι δι’ υἱοῦ παρὰ πατρὸς τὸ πνεῦμα, ἀλλ’ οὐ προσεχῶς παρὰ πατρὸς ἐκπορεύεται. Οὐχ οὕτω δὲ τῇ ἀληθείᾳ δοκεῖ· προσεχῶς γὰρ ἐκ τοῦ πατρὸς εἰ καὶ δι’ υἱοῦ παρὰ πατρὸς ἐκπορεύεται, ὅτι ἅμα ἐκ πατρὸς ὁ υἱός τε καὶ τὸ ἅγιον πνεῦμα καὶ ὁμοδόξως, ὡς ὁ μέγας εἶπεν ἐν θεολογίᾳ Γρηγόριος. Κἀν τῷ πρώτῳ τῶν ἀντιῤῥητικῶν, ὁ Νύσσης αὖθις Γρηγόριος· «Πῶς ἔσται δυνατόν, ὅπερ ἐπὶ τῶν κάτω, τοῦτο καὶ ἐπὶ τῆς ἀκτίστου καὶ προαιωνίου νομίζειν οὐσίας εἶναι; Ἐν ᾗ πατὴρ μὲν ἄναρχος καὶ ἀγέννητος, καὶ ἀεὶ πατὴρ νοεῖται, ἐξ αὐτοῦ δὲ κατὰ τὸ προσεχὲς ἀδιαστάτως, ὁ μονογενὴς υἱὸς συνεπινοεῖται. Δι’ αὐτοῦ δὲ καὶ μετ’ αὐτοῦ, πρίν τι κενὸν καὶ ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εὐθὺς τὸ πνεῦμα τὸ ἅγιον συνημμένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν υἱόν, ὥς τέ ποτε τὸν μονογενῆ δίχα τοῦ πνεύματος νοηθῆναι, ἀλλ’ ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων, καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν». Ἐκ τοῦ πατρὸς κατὰ τὸ προσεχὲς ἀδιαστάτως συνεπινοεῖσθαι τὸν υἱόν, ἀνεφώνησε, δι’ αὐτοῦ δὲ καὶ μετ’ αὐτοῦ συγκαταλαμβάνεσθαι τὸ πνεῦμα τὸ ἅγιον. Μετ’ αὐτοῦ, φησίν, εἰ καὶ δι’ αὐτοῦ· εἰ καὶ μετ’ αὐτοῦ ἐκ τοῦ πατρός, ὅθεν καὶ τὴν αἰτίαν ἔχει τοῦ εἶναι, πῶς οὐ προσεχῶς ἐκ τοῦ πατρὸς μετὰ τοῦ υἱοῦ, ὅτι προσεχῶς ὁ υἱὸς παρὰ τοῦ πατρός; Καὶ ταῦτα δι’ αὐτοῦ καὶ μετ’ αὐτοῦ συνημμένως καταλαμβανόμενον, πρίν τι κενὸν καὶ ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εἰ μὴ δὲ κενὸν καὶ ἀνυπόστατον παρεμπίπτει νόημα, ποῦ σοι χώραν ἕξει τὸ μὴ προσεχές; Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον, καὶ οἶμαι ἱκανῶς ἡμῖν εἴρηται. Πῶς τε οὐκ ἀσφαλὴς τοῖς οὑτωσὶ προτείνουσιν ἡ ἐρώτησις· τίς τε ὁ πρὸς αὐτοὺς ἔλεγχος; Οἵα τε καὶ ὅθεν ἡ τῆς ἀληθείας ἀπόδειξις. Kἀκεῖνο δὲ ἀσύμφωνον αὐτῷ τε καὶ τοῖς λόγοις αὐτοῦ. Δοκεῖ γὰρ διὰ παντὸς τοῖς μὲν λέγουσιν ὅτι ἐκ πατρὸς καὶ υἱοῦ ἐκπορεύεται τὸ πνεῦμα τὸ ἅγιον, μὴ τελέως δῆθεν συντίθεσθαι, ἀποδέχεσθαι δὲ μᾶλλον τοὺς εἰρηκότας ὅτι ἐκ πατρὸς δι’ υἱοῦ· καλῶς ποιῶν, εἰ ἄραγε ὀρθῶς τῶν ταῦτα γε φαμένων ἐκλαμβάνει τὸν νοῦν. Πλὴν ἔστιν ὅπου καὶ ἐν πλείστοις αὐτὸς πρὸς ἑαυτὸν δοκεῖ διαφέρεσθαι. Τί δὴ λέγων; Νῦν μὲν ὃ καὶ πρὸς τῷ τέλει μᾶλλον εἴρηκε τοῦ λόγου, ὡς οὐκ ἂν ἐκ τοῦ υἱοῦ προηγουμένως λεχθείη τὸ πανάγιον πνεῦμα, ἀλλ’ ἐκ τοῦ πατρὸς δι’ υἱοῦ. Χρεὼν γάρ, φησίν, ὁμολογεῖσθαι τὴν πατρικὴν ὑπόστασιν ἀρχὴν καὶ αἰτίαν καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος αὐτοῦ· μόνος γὰρ αἴτιος ὁ πατήρ, καὶ οὐκ ἂν εἴη αἴτιον ἀρχικὸν ὁ υἱός. Μέχρι τούτων, ὑγιὴς ἴσως ὁ λόγος αὐτῷ, εἰ μή τις τὸ ἀρχικὸν αἴτιον ὑποπτεύσειε· κἀκεῖνο δέ, ὅτι οὐκ ἂν ἐκ τοῦ υἱοῦ προηγουμένως λεχθείη τὸ πνεῦμα τὸ ἅγιον. Τὸ μὲν γὰρ τὸ πρῶτον εἰ μὴ καθ’ ἑαυτὸ καὶ οἱονεί πως ἄσχετον καὶ ἀσύγκριτον, νοοῖτο ἂν αὐτῷ τὸ ἀρχικὸν αἴτιον. Οὕτω δὴ λέγοντι καὶ ὡς μηδὲν ὑπεραναβεβηκὸς ἔχον ἕτερον, ἀλλ’ ὅτι μετ’ αὐτοῦ αἴτιον ὁ υἱός. Ἓν μὲν μετ’ αὐτοῦ, ἵνα μὴ δύο νομίζοιντο αἴτια. Φεύγοντί γε οὕτω, τὸ προδήλως κακόν, οὐ μὴν δὲ πρῶτον καὶ ἀρχικόν· μόνος γὰρ οὕτως αἴτιος ὁ πατήρ. Ὁ αὐτὸς γὰρ καὶ τάδε φησίν· ὅτι ὡς ἐκ πρώτης αἰτίας καὶ ἀρχῆς τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον. Καλῶς λέγων, εἰ καθ’ ὃν διεστειλάμεθα νοῦν τὴν σημασίαν ἦν ἐφερμηνεύων τῶν λέξεων. Πλήν, εἰ μὴ κατὰ τὸ ἄσχετον ἐκεῖνος, ὥσπερ ἔφην, καὶ καθ’ ἑαυτὸ καὶ ἀσύγκριτον, ἀλλὰ κατὰ τὸ παρὰ τοῦτο εἰρημένον ἐκλαμβάνει τὴν δήλωσιν τοῦ ἀρχικοῦ καὶ πρώτου αἰτίου ὅτε λέγει τοῦτο εἶναι τὸν ἀγέννητον πατέρα ἐπὶ τῆς τοῦ παναγίου πνεύματος ἐκπορεύσεως, βλάσφημον ἡγοῦμαι παντελῶς τὴν διάνοιαν. Οὔτε γὰρ τό, μόνος αἴτιος ὁ πατήρ, καλῶς ἔχον σωθήσεται, οὐδὲ γὰρ ὁ εἰρηκὼς ἅγιος διεστείλατο, ὅτι μόνος ὁ πατὴρ αἴτιος. Ἀρχικὸν καὶ πρῶτον ὂν αἴτιον δηλονότι, ἀλλὰ μόνος εἰπὼν αἴτιος, κατὰ πάντα λόγον τῆς αἰτίας μόνον ἔδειξεν αὐτὸν αἴτιον. Κἀκεῖνο δέ, ὁ μὴ τοῦτο ἔχειν οὕτω δεχόμενος, πῶς ἂν παραλογιεῖται; Ὃ ὁ μέγας εἶπεν ἐν θεολογίᾳ Γρηγόριος, πάντα λέγων ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ, πλὴν τῆς αἰτίας, ἐκ τούτου δὲ πεφώραται κἀκεῖνο ὡς οὐκ ὀρθῶς ἴσως ἐῤῥέθη. Ποῖον δὴ κἀκεῖνο; Τὸ ὡς οὐκ ἄν ἐκ τοῦ υἱοῦ προηγουμένως λεχθείη, ἀλλ’ ὅτι καὶ ῥηθείη ὅλως ὡς ἐξ αἰτίας αὐτοῦ. Εἰ μὲν γὰρ ὡς ἐκ τοῦ πατρὸς τέλειον ἔχον τὸ εἶναι, καὶ μόνον αὐτὸν αὐχοῦν αἴτιον, κἀκεῖθεν ἅμα δὴ συμπροϊὸν τῷ υἱῷ κατὰ τὴν ἑαυτοῦ ἰδιότητα, ἅμα τὲ ἧκον διὰ τούτου, καὶ δι’ αὐτοῦ καὶ παρ’ αὐτοῦ ἐκλάμπον, ὡς ἐξ ἡλίου φῶς σὺν τῇ ἀκτῖνι καὶ διὰ τῆς ἀκτῖνος, ἢ κἀκ τῆς ἀκτῖνος ἀπολάμπον τε καὶ φαινόμενον, οὐδὲ γὰρ ἀποσταίην ἂν τοῦ ὑποδείγματος τούτου, καὶ αὐτὸς σύμφημι· κατὰ ταύτην γὰρ πολλάκις τὴν εἰκόνα, καὶ ἐκ τοῦ υἱοῦ ὑπάρχειν τὸ πανάγιον πνεῦμα, τοῖς πνευματοφόροις εἴρηται ἀνδράσι, καὶ ἐκ τῆς οὐσίας τούτου προϊέναι τε καὶ προέρχεσθαι καὶ ἀναβλύζειν καὶ πηγάζειν καὶ προχεῖσθαι. Τἆλλα τὲ ὅσα τὴν ὁμοίαν δήλωσιν ἔχει, εἰ δ’ ὡς ἐξ ἀρχικῆς καὶ πρώτης αἰτίας κατὰ τὴν προειρημένην ἑρμηνείαν ἐκ πατρὸς προηγουμένως λεχθείη, εἶθ’ ὁμοῦ κἀκ τοῦ υἱοῦ ὡς ὅλως αἰτίας, παντελῶς ἀλλότριον τὸ δόγμα καὶ τῇ ἀληθείᾳ πολέμιον· οὐ πᾶν γὰρ τὸ ἔκ τινος ὑπάρχον, ἤδη ἔχει καὶ τὴν ὕπαρξιν ἐκεῖθεν· ὑπάρχει δὲ ἅπαν μάλιστα ἐκεῖθεν, ὅθεν καὶ τὴν ὕπαρξιν ἔσχηκε. Πλήν, κἀκεῖνο περιεργάζομαι, καὶ δικαίως ἴσως περιεργάζομαι· πῶς εἰπὼν ὅτι χρεὼν ὁμολογεῖσθαι τὴν πατρικὴν ὑπόστασιν ἀρχὴν καὶ αἰτίαν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος αὐτοῦ, μόνος γὰρ αἴτιος ὁ πατήρ, καὶ οὐκ ἂν εἴη αἴτιον ἀρχικὸν ὁ υἱός, ὄντος αὐτῷ αἰτίου τοῦ πατρός; Εἶτα ἐπήγαγε· μίαν γὰρ ἀρχὴν τὸν πατέρα τὸν ἄναρχον δογματίζομεν, καὶ κτίσεως καὶ θεότητος· τῆς κτίσεως ποιητικήν, φυσικὴν τῆς θεότητος. Οὐδὲ γὰρ ταῦτα γε τελέως ὑποψίας ἐκτός. Ἐρεῖ γὰρ ὁ διευθύνων τὸν λόγον, καὶ δικαίως ἴσως ἐρεῖ· «Τί δὴ βουλόμενος ἐντεῦθεν;» Τὴν μὲν ἀπόδειξιν περὶ τῆς θεολογίας ἐποιεῖτο τοῦ πνεύματος, ὅτι ἐκ πατρὸς δι’ υἱοῦ, εἰ βούλει δὲ τοῦ πατρός, ὅτι ἀρχικὸν καὶ πρῶτον αἴτιον, καὶ μόνος ἀρχὴ καὶ αἰτία υἱοῦ τε καὶ πνεύματος, μετενήνοχε δὲ ὥσπερ ἐξεπίτηδες τὸν λόγον ἐπὶ τὴν κτιστὴν οὐσίαν καὶ τρεπτὴν καὶ ὑπὸ χρόνον κινουμένην ἢ μένουσαν. Τὸ γὰρ ὑπόδειγμα τοῦ λόγου, ὅτι, φησὶ ταῦτα λέγοντες ὅσαπερ ἐῤῥέθη, ὡς οὐκ ἂν ἐκ τοῦ ἱοῦ προηγουμένως λεχθείη τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ. Χρεὼν γὰρ ὁμολογεῖσθαι τὴν πατρικὴν ὑπόστασιν, ἀρχὴν καὶ αἰτίαν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. Μόνος γὰρ αἴτιος ὁ πατὴρ καὶ οὐκ ἂν εἴη αἴτιον ἀρχικὸν ὁ υἱός, ὄντος αὐτῷ αἰτίου τοῦ πατρός. Φαμὲν δὴ ταῦτα, φησίν, ἐπειδὴ μίαν ἀρχὴν τὸν πατέρα τὸν ἄναρχον δογματίζομεν καὶ κτίσεως καὶ θεότητος, τῆς κτίσεως ποιητικήν, φυσικὴν τῆς θεότητος. Ἀλλ’ οὐδὲν ἁρμόζων τῷ σκοπῷ τῶν εἰρημένων ὁ λόγος. Μόνος γὰρ αἴτιος ὁ πατὴρ υἱοῦ καὶ πνεύματος· τοῦ μὲν κατὰ τὴν γέννησιν, τοῦ δὲ κατὰ τὴν ἐκπόρευσιν. Τὰ δέ, αἰτιατὰ καὶ ἄμφω ἐκ τοῦ πατρός. Οὐδὲν δὲ ὅλως αἴτιον θάτερον θατέρου· οὔτε μόνον, οὔτε μετὰ τοῦ πατρός. Οὐκ ἄρα κοινωνεῖ ὅλως ὁ υἱὸς τῷ πατρὶ κατὰ τὸν τῆς αἰτίας λόγον, ἐπὶ τῇ ἐκπορεύσει καὶ ὑπάρξει τοῦ πνεύματος. Οὗτος ὁ τῆς ἀληθείας λόγος. Ταῦτα ἂν εἶχε συμπεραίνουσα καλῶς ἡ ἀπόδειξις. Ὁ δέ, ἐπὶ τὴν ποιητικὴν αἰτίαν μεταβαίνει. Μεταβαίνει δέ, οὐκ οἶδ’ ὅ,τι βουλόμενος· πλήν, ἀπείη δὲ τὸ βλάσφημον τοῦ λόγου. Χρὴ μὲν οὖν διερευνᾶν πῶς ἄρα λέγει δογματίζειν τὸν ἄναρχον πατέρα, ἀρχὴν μίαν καὶ κτίσεως καὶ θεότητος· ποιητικὴν τῆς κτίσεως, φυσικὴν τῆς θεότητος. Εἰ μὲν κατ’ αὐτὸν καὶ κτίσεως καὶ θεότητος, λέγω δὲ ὅπερ οὐκ αὐτὸς διεστείλατο. Εἴη δ’ ἂν ὡς καθάπερ ἐπὶ τῆς θεότητος οὐδὲν ἕτερον τῶν τριῶν προσώπων ἀρχὴ υἱοῦ τε καὶ πνεύματος εἰ μὴ ὁ πατὴρ μόνος, οὕτω δὴ καὶ ἐπὶ τῆς κτίσεως ὁ πατὴρ μία ἀρχὴ καὶ μόνως ἀρχή. Βαβαὶ τῆς βλασφημίας! Ἐξεῖλε γὰρ ὁ λόγος τῆς ποιητικῆς αἰτίας τῶν κτισμάτων, τὸν υἱὸν καὶ τὸ πανάγιον πνεῦμα. Καὶ πῶς δημιουργὸς ὁ υἱός; Πῶς δὲ συνδημιουργὸς ὁ παράκλητος; Πῶς δὲ διὰ τοῦ λόγου πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε; Πῶς αἰώνων ποιητὴς ὁ υἱός; Δι’ αὐτοῦ γάρ, φησί, καὶ τοὺς αἰῶνας ἐποίησε. Πῶς τε τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν; Μᾶλλον δέ, πῶς ὁ πατὴρ δι’ υἱοῦ ἐν πνεύματι ἁγίῳ πᾶσαν τὴν κτιστὴν ὑπέστησε φύσιν, ὅση ὁρατὴ καὶ ὅση ἀόρατος; Ἐξ οὗ καὶ δημιουργὸς εἷς ἡ τριὰς καὶ ἀρχὴ τὸν λόγον τοῦτον μία καὶ αἰτία τῷ ταυτῷ τῆς ἐνεργείας καὶ βουλήσεως καὶ δυνάμεως. Εἰ ταῦτα οὕτως καὶ οὐδεὶς ἄλλως ἐρεῖ ὅστις ἀληθὴς προσκυνητὴς τῆς μακαρίας τριάδος, δῆλον, ὡς ἐπὶ μὲν τῆς θεολογίας, ἄσχετον ἵν’ ὁμοίως αὖθις ἐρῶ καὶ καθ’ ἑαυτὸ καὶ ἀσύγκριτον τὸ ἀρχικὸν καὶ πρῶτον ἐκλαμβάνεται αἴτιον· ἄσχετον δὲ λέγων, οὐ πρὸς τὸ αἰτιατὸν νῦν ὁρῶν ὁ λόγος φησί. Σχέσεως γὰρ ταῦτα μᾶλλον ὀνόματα, ἀλλ’ ὅτι μὴ πρὸς ἄλλο λέγεται αἴτιον, πρῶτον αὐτὸ καὶ ἀρχικὸν λεγόμενον αἴτιον. Ἐπὶ δὲ τῆς κτιστῆς καὶ ὑπὸ γένεσιν φύσεως, οὐχ ὅτι δεῖ τῆς ποιητικῆς αἰτίας τὸν δημιουργὸν ἐξάγειν υἱὸν καὶ τὸ συνδημιουργὸν καὶ τελεσιουργὸν πνεῦμα (μόνος ἂν ῥηθείη ὁ πατὴρ αἴτιον), ἀλλ’ εἰ καὶ ἀρχικὸν καὶ πρῶτον αἴτιον ὁ πατήρ, ὅτι παρ’ αὐτοῦ τὸ εἶναι τῷ υἱῷ καὶ τῷ πνεύματι καὶ πάντα δὲ τὰ τοῦ μονογενοῦς καὶ τοῦ πνεύματος, εἰς αὐτὸν τὴν πρώτην ἀναφέρεται αἰτίαν. Ἀλλ’ ἔστιν σὺν αὐτῷ καὶ μετ’ αὐτοῦ ὁ υἱὸς καὶ τὸ πανάγιον πνεῦμα, ἀρχὴ μία καὶ αἰτία τῆς τῶν ὄντων παραγωγῆς καὶ συστάσεως. Ὅτι ὥσπερ οὐ μεμέρισται τῇ φύσει τὰ τρία, οὔτε τῇ δυνάμει οὔτε τῇ βουλήσει οὔτε μὴν τῇ ἐνεργείᾳ μεμέρισται. Κἀνταῦθα ἓν ὄντα τὰ τρία καὶ λεγόμενα αἴτιον, εὐσεβῶς καὶ νοηθήσεται καὶ ῥηθήσεται, ἐπειδὴ τὸ ἓν οὐχὶ συγχέει τὰ πρόσωπα. Ἐκεῖ δὲ εἰ συμπαραλήψεται ὁ λόγος τῷ πατρὶ τὸν υἱὸν αἴτιον, ἐπὶ τῇ τοῦ ἁγίου πνεύματος ἐκπορεύσει, οὐ λέγω ὅπως ἀτελῆ τὴν ἐκ πατρὸς τοῦ πνεύματος δηλώσειεν ὕπαρξιν, ἐπεὶ καὶ ὁ υἱὸς αἴτιος. Λέγω δ’ ὅτι καὶ εἰς ἓν συνέλοι τὰ δύο καὶ οὐκ ἔσται δῆλον εἰ πατὴρ καὶ υἱὸς ἢ πατὴρ μόνος ἀμφότερα ἢ μόνον υἱός, εἰ μὴ τὸ τῆς αἰτίας καὶ ἀρχῆς κωλύσειεν ὄνομα καὶ εἰς πατέρα μᾶλλον ἀναλύσει ἢ υἱὸν τὸ τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς ὄνομα. Ὅτι μὲν οὖν οὐχ’ οὕτω χρὴ καὶ ἐπὶ τῆς φυσικῆς αἰτίας διανοεῖσθαι, καθ’ ἣν ὁ μὲν υἱὸς ἐκ τοῦ πατρὸς γεννητῶς, τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκπορευτῶς ἐκ τοῦ θεοῦ καὶ πατρός, ὡς ἀρχικὸν μὲν καὶ πρῶτον αἴτιον νοεῖν τὸν πατέρα, συμπαραλαμβάνειν δὲ ὅλως καὶ τὸν υἱὸν αἴτιον ἐπὶ τῇ ὑπάρξει τοῦ πνεύματος, καθ’ ὃν ὥς φασιν ἐκεῖνοι τρόπον καὶ ἐπὶ τῆς ποιητικῆς αἰτίας ἀρχικὸν καὶ πρῶτον αἴτιον ῥηθήσεται ὁ πατήρ, οὐκ ἀποξενοῦντες τὸν υἱὸν καὶ τὸ πνεῦμα τῆς δημιουργικῆς αἰτίας τῶν κτισμάτων, σαφῶς ὁ λόγος καὶ μετ’ ἀληθείας ἀπέδειξε. Ποῦ γὰρ ἂν εἴη ἄλλως ἀρχικὴ καὶ πρώτη αἰτία τοῦ μονογενοῦς καὶ τοῦ πνεύματος ὁ προάναρχος πατὴρ καὶ ἀναίτιος, εἰ μὴ καθ’ ἣν δὴ μόνην διεσημηνάμεθα δήλωσιν; Τὸ δέ ἐστιν, ὡς οὐκ ἔστιν ἄλλη πρὸ αὐτῆς ὑπεράρχιος· ἦ γὰρ ἂν ἐκείνη ἦν ὁ πατήρ, oὐ μὴν ὅτι κατὰ τοῦτο ἀρχική τε καὶ πρώτη, ὡς ἄν τις ἄλλη μετ’ αὐτοῦ ἢ σὺν αὐτῷ ταῖς ἐπινοίαις συντάττοιτο. Ἔστω δὲ ὁ υἱός, καθά τινες τῶν ἀλλοτρίων ἐφρόνησαν, ἐπὰν παρὰ πατρὸς τὸ πνεῦμα ἐκπορεύεσθαι λέγοιτο, ἢ παρὰ πατρὸς δι’ υἱοῦ. Οὕτω γὰρ ἂν ᾖ ὡς ἐκ δυεῖν αἰτίαιν πατρὸς καὶ υἱοῦ, ἢ ὡς ἐκ μιᾶς ἀμφοῖν τὸ πανάγιον ἔσεται πνεῦμα. Φέρει δὲ εἰς μίαν βλασφημίαν ἀμφότερα, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Μόνος ὁ πατήρ, φησίν, αἴτιος, εἰ καὶ ἐκ πατρὸς δι’ υἱοῦ τὸ πανάγιον ἐκπορεύεται πνεῦμα. Πάντα ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ, πλὴν τῆς αἰτίας, τῆς φυσικῆς αἰτίας δηλονότι· τῆς γὰρ ποιητικῆς, οὐδὲ οἱ τὴν ὁμοτιμίαν ἀθετοῦντες τῆς φύσεως ἐτόλμησαν φθέγξασθαι. Ὃ δὲ οἱ θεοκήρυκες πατέρες καὶ ὑποφῆται τοῦ πνεύματος παρ’ αὐτοῦ ἐνηχηθέντες ἢ καὶ μυηθέντες τοῦ πνεύματος σαφέσιν οὕτω καὶ προδήλοις ὀνόμασί τε καὶ ἐννοίαις παρέδοσαν, τίς ἔσεται τοσοῦτον ἐναργῶς τῆς ἑαυτοῦ ψυχῆς καὶ σωτηρίας ἐπίβουλος ὡς τοῦτο μὲν παριδεῖν, εἶτ’ ἀφέμενος ἐκείνοις τε καὶ τοῖς ἐκείνων ὡς ἀληθέσι πάνυ καὶ βεβαίοις θαῤῥεῖν τὸν νοῦν ἐκδοῦναι τῇ τῶν νέων διδασκάλων πλάνῃ συμφέρεσθαι; Συμφέροιτο δ’ ἂν τῇ πλάνῃ τῇ ἐκείνων, ὃς παρὰ τῶν ἱερῶν εὐαγγελίων ἔν τε τῷ συμβόλῳ τῆς πίστεως ἀναμαθὼν παρὰ πατρὸς ἐκπορευόμενον τὸ πνεῦμα τὸ ἅγιον, εἴτ’ ἐνίοις τῶν ἁγίων ἐντυγχάνων δι’ υἱοῦ παρὰ πατρὸς ἐκπορευόμενον λέγουσι προχεῖσθαί τε οὐσιωδῶς καὶ πεφηνέναι, ἢ καὶ προϊέναι καὶ ἐκλάμπειν ἐξ ἀμφοῖν, ἢ μὴν παρὰ πατρὸς δι’ υἱοῦ, οὐ πρὸς τὴν ὀρθὴν ἐκδέχεται τὰς ῥήσεις διάνοιαν οὐδὲ πείθεται αὐτοῖς ἐκείνοις εἰρηκόσιν, ἄλλοις τὲ ὁπόσοι τοῦ αὐτοῦ μετέσχον πληρώματος, ὅτι μόνος ὁ πατὴρ αἴτιος· ὅτι πάντα ὅσα ἔχει ὁ πατὴρ τοῦ υἱοῦ, πλὴν τῆς αἰτίας. Οὐδὲ γὰρ ἀφέξομαι τῶν θείων τούτων τῆς θεολογίας φωνῶν, ὅτι πρὸς ἓν αἴτιον τὸν πατέρα ὁ υἱὸς καὶ τὸ πανάγιον ἀναφέρεται πνεῦμα. Ὅτι ῥίζα καὶ πηγὴ υἱοῦ καὶ πνεύματος ὁ πατήρ. Ὅτι μόνος ἀγέννητος καὶ μόνος πηγὴ θεότητος ὁ πατήρ, καὶ τὰ πλείω παραλέλοιπεν ὁ λόγος τὸ ἀσύμμετρον ὑφορώμενος. Πλὴν ταῦτα πάντα παρίστησι σαφῶς τῷ τὴν ἀλήθειαν ἀπεριέργως βουλομένῳ ζητεῖν, οἵας ἔχονται ἐννοίας αἱ ἀνατεταγμέναι τῶν ἁγίων φωναί, ἐπὰν ἐῤῥέθη τούτοις δηλονότι ὅτι ἐκ πατρὸς τὸ πνεῦμα δι’ υἱοῦ ἐκπορεύεται, ἢ ὑπάρχει καὶ ἐκλάμπει καὶ προχεῖται καὶ πέφηνε, καὶ πᾶν εἴ τι τοιουτότροπον ἕτερον. Σημαίνει δὲ αὐτὰ δὴ ταῦτα ἃ τρανῶς ὁ μέγας ἑρμηνεύει Βασίλειος οὑτωσὶ φάσκων· Ἐπειδὴ τὸ ἅγιον πνεῦμα, ἀφ’ οὗ πᾶσα ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει ἐπὶ τὴν κτίσιν, τοῦ υἱοῦ μὲν ἤρτηται ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν ἐκπορεύεται, τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τοῦ υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ πατρὸς ὑφεστάναι. Ὁ δὲ υἱὸς ὁ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον πνεῦμα, δι’ ἑαυτοῦ καὶ μεθ’ ἑαυτοῦ γνωρίζων μόνος μονογενῶς, ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδὲ μίαν κατὰ τὸ ἰδιάζον τὴν κοινωνίαν τῶν γνω- ρισμάτων ἔχει πρὸς τὸν πατέρα, ἢ πρὸς τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνοις γνωρίζεται. Καὶ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης· Τῷ πατρὶ κατὰ τὸ ἄκτιστον συναπτόμενον τὸ πνεῦμα τὸ ἅγιον, πάλιν αὐτοῦ, τῷ μὴ πατὴρ εἶναι καθάπερ ἐκεῖνος διαχωρίζεται. Τῇ δὲ πρὸς τὸν υἱὸν κατὰ τὸ ἄκτιστον συναφείᾳ, καὶ ἐν τῷ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐκ τοῦ θεοῦ τῶν ὅλων ἔχειν, ἀφίσταται πάλιν τῷ ἰδιάζοντι, ἐν τῷ μήτε μονογενῶς ἐκ τοῦ πατρὸς ὑποστῆναι, καὶ ἐν τῷ δι’ αὐτοῦ τοῦ υἱοῦ πεφηνέναι». Καὶ ἐν τοῖς ἀνωτάτω ῥηθεῖσιν· «’Aλλ’ ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων, καὶ αὐτό (τὸ πνεῦμα δηλαδή) τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενὲς ἐστὶ φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν», οὔτε διαστήματι, οὔτε φύσεως ἑτερότητι τοῦ πατρὸς ἢ τοῦ μονογενοῦς ἀποτέμνεται. Ὁ αὐτὸς αὖθις συγγραφόμενος τὸν βίον τοῦ ὁμωνύμου καὶ θαυματουργοῦ Γρηγορίου, καὶ τὴν ἀποκάλυψιν τῆς πίστεως ἐκτιθέμενος, ἣν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης ἐπιστὰς ἐκείνῳ δι’ ὀπτασίας ἐδίδαξεν· ἥ δέ ἐστιν· «Εἷς θεὸς πατὴρ λόγου ζῶντος, σοφίας ὑφεστώσης καὶ δυνάμεως καὶ χαρακτῆρος ἀϊδίου, τέλειος τελείου γεννήτωρ, πατὴρ υἱοῦ μονογενοῦς. Εἷς κύριος, μόνος ἐκ μόνου, θεὸς ἐκ θεοῦ, χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, λόγος ἄναρχος, σοφία τῆς τῶν ὅλων συστάσεως περιεκτική, καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητική, υἱὸς ἀληθινὸς ἀληθινοῦ πατρός, ἀόρατος ἀοράτου καὶ ἄφθαρτος ἀφθάρτου, καὶ ἀθάνατος ἀθανάτου καὶ ἀΐδιος ἀϊδίου· ἓν πνεῦμα ἅγιον, ἐκ θεοῦ τὴν ὕπαρξιν ἔχον, καὶ διὰ τοῦ υἱοῦ πεφηνὸς δηλαδὴ τοῖς ἀνθρώποις, εἰκὼν τελείου τελεία». Καὶ ἐν ἑτέροις ὁ θαυματουργὸς οὗτος Γρηγόριος· «Τέλειον δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκ θεοῦ, δι’ υἱοῦ χορηγούμενον εἰς τοὺς υἱοθετουμένους». Καὶ ἐν ἄλλοις· «Ἀγεννήτου μὲν ὄντος τοῦ πατρός, γεννηθέντος δὲ τοῦ υἱοῦ ἐκ πατρός, τοῦ τε πνεύματος ἐκ τῆς οὐσίας τοῦ πατρὸς δι’ υἱοῦ ἀϊδίως ἐκπεμφθέντος». Καὶ ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνός· «Ὥσπερ θεοῦ λόγον ἀκούσαντες, οὐκ ἀνυπόστατον, οὐδὲ ἐκ μαθήσεως προσγιγνόμενον, οὐδὲ διὰ φωνῆς προσφερόμενον, οὐδὲ εἰς ἀέρα χεόμενον καὶ λυόμενον ὠήθημεν, ἀλλ’ οὐσιωδῶς ὑφεστῶτα προαιρετικόν τε καὶ ἐνεργὸν καὶ παντοδύναμον, οὕτω καὶ πνεῦμα μεμαθηκότες θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ λόγῳ καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἀνυπόστατον ἐννοοῦμεν –οὕτω γὰρ ἂν καθαιροῖτο πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας φύσεως, εἰ καθ’ ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος, καὶ τὸ ἐν αὐτῷ πνεῦμα ὑπονοοῖτο– ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ’ ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκ τοῦ πατρὸς προερχομένην καὶ ἐν τῷ λόγῳ ἀναπαυομένην καὶ αὐτοῦ οὖσαν ἐκφαντικήν· οὐ γὰρ ἐνέλειψε ποτὲ τῷ πατρὶ λόγος, οὔτε τῷ λόγῳ πνεῦμα, οὔτε χωρισθῆναι τοῦ θεοῦ, ἐν ᾧ ἐστὶ καὶ τοῦ λόγου ᾧ συμπαρομαρτεῖ δυναμένην, οὔτε πρὸς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ καθ’ ὁμοιότητα τοῦ λόγου καὶ καθ’ ὑπόστασιν οὖσαν, ζῶσαν, προαιρετικήν, αὐτοκίνητον, ἐνεργόν, πάντοτε τὸ ἀγαθὸν θέλουσαν, καὶ πρὸς πᾶσαν πρόθεσιν συνδρομὴν ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν». Καὶ πάλιν, μετὰ τὴν εἰς πατέρα καὶ υἱὸν ὁμολογίαν, πιστεύομεν καὶ εἰς ἓν πνεῦμα, φησί, τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, καὶ ἐν υἱῷ ἀναπαυόμενον. Καὶ μετ’ ὀλίγα· ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ δι’ υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως. Καὶ αὖθις· «Χρὴ γιγνώσκειν ὅτι τὸν πατέρα οὐ λέγομεν ἔκ τινος· λέγομεν δὲ αὐτόν, τοῦ υἱοῦ πατέρα. Τὸν δὲ υἱὸν οὐ λέγομεν ἀναίτιον, ουδὲ πατέρα· λέγομεν δὲ αὐτὸν ἐκ τοῦ πατρός, καὶ υἱὸν τοῦ πατρός. Τὸ δὲ πνεῦμα τὸ ἅγιον, ἐκ τοῦ πατρὸς λέγομεν καὶ πνεῦμα πατρὸς ὀνομάζομεν, ἐκ τοῦ υἱοῦ δὲ τὸ πνεῦμα οὐ λέγομεν, πνεῦμα δὲ υἱοῦ ὀνομάζομεν (“εἴ τις γὰρ πνεῦμα Χριστοῦ οὐκ ἔχει”, φησὶ ὁ θεῖος ἀπόστολος) καὶ δι’ υἱοῦ πεφανερῶσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν (“ἐνεφύσησε” γὰρ καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ· “Λάβετε πνεῦμα ἅγιον”), ὥσπερ ἐκ τοῦ ἡλίου μὲν, ἥ τε ἀκτὶς καὶ ἡ ἔλλαμψις (αὐτὸς γὰρ ἐστὶν ἡ πηγή, τῆς τε ἀκτῖνος καὶ τῆς ἐλλάμψεως)· διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς καὶ μετεχομένη ὑφ’ ἡμῶν. Τὸν δὲ υἱόν, οὔτε τοῦ πνεύματος λέγομεν οὔτε μὴν ἐκ τοῦ πνεύματος». 17. Καὶ ἐν ἑτέροις· «Τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα τοῦ πατρός, ὡς ἐκ τοῦ πατρὸς ἐκπορευόμενον (οὐδεμία γὰρ ὁρμὴ ἄνευ πνεύματος) καὶ υἱοῦ δὲ πνεῦμα, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλὰ ὡς δι’ αὐτοῦ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ πατήρ». Καὶ αὖθις ὁ Γρηγόριος Νύσσης· «Οὐκ ἀνάγκη πᾶσα τῇ εἰκόνι δουλεύοντας δοῦναι τοῖς συκοφάνταις λαβὴν ἐν τῇ τοῦ ὑποδείγματος ἀτονίᾳ· οὐχὶ ἀκτῖνα ἐκ τοῦ ἡλίου γεννήσομεν, ἀλλ’ ἐξ ἀγεννήτου ἡλίου, ἄλλον ἥλιον, τὸν υἱόν, ὁμοῦ τῇ τοῦ πρώτου ἐπινοίᾳ, γεννητῶς αὐτῷ συνεκλάμποντα καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα, κάλλει, δυνάμει, λαμπηδόνι, μεγέθει, φαιδρότητι καὶ πᾶσιν ἁπλῶς τοῖς περὶ τὸν ἥλιον θεωρουμένοις· καὶ πάλιν ἕτερον τοιοῦτον φῶς, τὸ πνεῦμα, κατὰ τὸν αὐτὸν τρόπον, οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι’ αὐτοῦ μὲν ἐκλάμπον, τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρωτοτύπου φωτός». Τούτων οὕτως εἰρημένων τοῖς πατράσι καὶ παριστανόντων ἐναργῆ τὴν ἑαυτῶν ἔννοιαν, πόθεν ἂν ἑτέρωθέν τις καταμάθῃ σαφῶς τὴν ὑγιῆ καὶ ἀληθῆ δόξαν ἐκείνων ἣν ἔσχον ὅσον ἐξεγένετο ἐκείνοις ἐλλαμφθεῖσιν εἰπεῖν; Ποία δ’ ἄν τις εἴη ἄλλη μείζων ἀσφάλεια, ἢ ταῦτα τὰ ἐκείνων ἀναλεγομένοις; Αὐτὰ δὴ ταῦτα μετ’ αὐτῶν ἐκείνων φρονεῖν τε ἅμα καὶ φθέγγεσθαι περὶ τῆς ἐκ τοῦ πατρὸς τοῦ παναγίου πνεύματος ἐκπορεύσεως, ἢ μὴν καὶ τῆς παρὰ πατρὸς δι’ υἱοῦ· ὅτι τὸ πανάγιον πνεῦμα ἐκ τοῦ πατρὸς ὑφέστηκε τέλειον, οὗ καὶ τῆς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι. Εἰ καὶ τοῦ υἱοῦ ἤρτηται, καὶ δι’ υἱοῦ καὶ μετὰ τοῦ υἱοῦ γνωρίζεσθαι πέφυκεν, ἢ καὶ πεφηνέναι καὶ ἐκλάμπειν ἀϊδίως, μηδεμίαν ἔχον τὴν αἰτίαν ἐξ υἱοῦ τῆς ὐπάρξεως, ὅτι μόνος ὁ πατὴρ αἴτιος, καὶ ἐξ αὐτοῦ ἐκεῖνο τὴν αἰτίαν ἔχει τοῦ εἶναι, καὶ τὴν αἰτίαν πάλιν ἐξ αὐτοῦ τῆς ὑπάρξεως. Αὐτὰ γὰρ ταῦτα τῶν πατέρων τὰ ῥήματα· καὶ αὖθις ὅτι ἐκ θεοῦ τὴν ὕπαρξιν ἔχει, πέφηνε δὲ καὶ τοῖς ἀνθρώποις, δηλαδὴ δι’ υἱοῦ. Ἐνταῦθα γὰρ καὶ χρονικὴν τὸ πέφηνεν ἐσήμηνεν ἔμφασιν· ὅτι καὶ παρὰ πατρὸς τέλειον ὄν, τοῖς υἱοθετουμένοις δι’ υἱοῦ κεχορήγηται. Ἐκπέμπεται δὲ αὖθις ὡς ἐῤῥέθη ἀϊδίως δι’ υἱοῦ ἐκ πατρὸς καὶ συμπαρομαρτεῖ τῷ λόγῳ ἐκ πατρὸς προερχόμενον καὶ μένει ἐν αὐτῷ καὶ δι’ αὐτοῦ πρόεισι. Μεταδίδοται δὲ καὶ δι’ αὐτοῦ καὶ τὴν ὑποδεχομένην κτίσιν ἁγιάζει καὶ φανεροῦται δι’ αὐτοῦ καὶ τοῖς ἀξίοις γνωρίζεται. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· τὰ δ’ ἑξῆς, τοῖς σεραφὶμ συγκαλύπτεται καὶ τὰ τοῦ θεοῦ, οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ. Καὶ οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός· καὶ ἡ τριὰς ἀφ’ ἑαυτῆς μόνη γινώσκεται. Νοῦν δέ, φησι, κυρίου, τίς ἔγνω; Ἐπὶ δὲ τὰ ἔσχατα τῆς σοφίας αὐτοῦ, τίς ἀφίκετο; Καὶ εἰ σοφίαν ἀγνοοῦμεν θεοῦ καὶ πρὸ ἡμῶν ἄγγελοι οἱ τῆς ὑψηλοτέρας καὶ νοερωτέρας ὄντες θεωρίας καὶ γνώσεως, πῶς ἂν αὐτοὶ τοῖς τοῦ θεοῦ ἐμβατεύσωμεν; Διὰ τοῦτο, ἐπὶ τῶν πατρικῶν ὅρων ἱστάμενοι, μηδέν τι πλέον τῶν τοῖς πατράσιν εἰρημένων ἐπιζητήσωμεν· εἰρήκασιν μὲν γὰρ κἀκεῖνοι, ἀλλ’ ἀφ’ ἑαυτῶν μὲν ουδέν, ὅσα δὲ ἐκ τῆς θεοπνεύστου γραφῆς ἐδιδάχθησαν ἢ παρὰ τοῦ παναγίου ἐμυήθησαν πνεύματος. Τὰ δ’ ἄλλα, ἔθετo, φησί, σκότος ἀποκρυβὴν αὐτοῦ. Καὶ τίς τῷ ὑπερβάλλοντι φωτὶ τῆς δόξης ἀτενίσας καὶ μὴ δὲ τῇ πέτρᾳ σκεπασθεὶς τὸν θεόπτην ὑπερῆρε Μωσῆν, μόλις κατοπτεύσαντα τοῦ θεοῦ τὰ ὀπίσθια;. Οἱ δέ, καὶ πρὸς τὸ μόνος ἐνίστανται καὶ τί καινόν, φασίν, ἀπὸ τοῦ λόγου, εἰ μόνον οὕτω τὸν πατέρα παραδίδωσιν αἴτιον; Μόνον γὰρ καὶ τὸν σωτῆρα χορηγὸν τοῦ πνεύματος ὁ μέγας Ἀθανάσιος εἴρηκεν, οὐχ ὅτι μὴ καὶ ὁ πατὴρ χορηγός ἐστι τοῦ πνεύματος. Λέγει δὲ καὶ ἐν εὐαγγελίοις ὁ κύριος περὶ τῆς ἡμέρας καὶ ὥρας ἐκείνης μηδένα εἰδέναι, μὴ δὲ τοὺς ἀγγέλους αὐτούς, εἰ μὴ τὸν πατέρα μόνον, ὡς οὐχ ὡς ἀγνοοῦντος πάντως τοῦ υἱοῦ ἢ μὴν τοῦ παναγίου πνεύματος. Καὶ αὖθις ὁ υἱὸς πρὸς τὸν ἑαυτοῦ πατέρα φησίν· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». Εἰ μόνος ἀληθινὸς θεὸς ὁ πατήρ, πῶς θεὸς καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα; 20. Λέγεται δὲ ταῦτα, φασίν, ἐκεῖ μέν, ὅτι πᾶσα τις ἑτέρα γνῶσις τῶν γεννητῶν ἐξαργεῖ· ἐνταῦθα δέ, ἵνα πᾶς τις ἑτεροφυὴς θεὸς ἀποπέμπηται. Καλῶς μὲν ἐπὶ τούτων, οὐκ ἀσφαλῶς δέ, ὅταν περὶ αὐτῶν ποιῆται τῶν ἰδιωμάτων τὴν διδασκαλίαν ἢ θεολογίαν ὁ λόγος τῶν θεαρχικῶν ὑποστάσεων. Μόνος ὁ πατὴρ ἀγέννητος, ὅτι ὁ υἱὸς γεννητός, τὸ δὲ πνεῦμα, ἐκπορευτόν. Μόνη πηγὴ καὶ ῥίζα υἱοῦ καὶ πνεύματος ὁ πατὴρ· ὅτι μὴ πηγὴ μὴ δὲ ῥίζα τῆς θεότητος ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον. Ἀρχὴ γὰρ ὅλης τῆς θεότητος ὁ πατήρ, καὶ μία ἀρχὴ καὶ μία αἰτία. Ταῦτα δὲ λεγόμενος ὁ πατήρ, τούτοις καὶ τῷ ἀγεννήτῳ τε καὶ ἀναιτίῳ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διαστέλλεται, οὐ τῶν ἀντιθέων ἢ καὶ ψευδομένων θεῶν. Ὁ μὲν γὰρ πατήρ, φησίν, ἀναίτιος καὶ ἀγέννητος, οὐ γὰρ ἔκ τινος, οὐδὲ ἐξ αὐτοῦ τὸ εἶναι ἔχει· ὁ δὲ υἱός ἐκ τοῦ πατρὸς γεννητῶς. Τὸ δὲ πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ μὲν ἐκ τοῦ πατρός, ἀλλ’ οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς. Καὶ αὖθις τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα τοῦ πατρός, ὡς ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, καὶ υἱοῦ δὲ πνεῦμα, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ πατήρ. Μόνος, ὅτι μὴ καὶ ὁ υἱὸς αἴτιος. Πρόδηλος ἡ τῶν λεγομένων ἀκολουθία· εἰπὼν γὰρ ὅτι ἐκ πατρὸς δι’ υἱοῦ, τὴν ὑποψίαν πᾶσαν ἀνεῖλεν. Εἰ καὶ δι’ υἱοῦ τὸ πνεῦμα παρὰ πατρὸς ἐκπορεύεσθαι λέγεται, ἀλλά γε δή, φησί, μὴ λάβῃς ὅλως εἰς νοῦν αἴτιον τυγχάνειν τὸν μονογενῆ τῷ παρακλήτῳ ἐπὶ τῇ τοῦ εἶναι προόδῳ, ἢ μόνον ἢ μετὰ πατρός. Οὐ μόνον ὅτι ἐκ τοῦ πατρὸς ἐκπορεύεται, οὐ μετὰ τοῦ πατρός, ὅτι μόνος αἴτιος ὁ πατήρ. Ὥσπερ ἐκεῖ ῥίζα καὶ πηγὴ μόνος λεγόμενος ὁ πατήρ, τοῦ υἱοῦ καὶ τοῦ παναγίου πνεύματος διεστέλλετο, τὸν αὐτὸν ἐνταῦθα τρόπον μόνος αἴτιος εἰρημένος, τοῦ υἱοῦ διαστέλλεται. Οὔτε δὲ ἐκεῖ ἑτεροουσίου, μᾶλλον δὲ μηδόλως οὔσης ἀντιθέου θεότητος, οὔτε δὲ ἐν τούτοις ἑτεροφυοῦς καὶ ἀλλοτρίου προσώπου· ἐκεῖνο δὲ πιστοῖ τὰ λεγόμενα μηδὲν ἧττον καὶ αὐτὰ ἐξ ἑαυτῶν τὴν πίστιν παρέχοντα. Ἐῤῥέθη δὲ καὶ ἀνωτέρω, πάντα ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ, πλὴν τῆς αἰτίας· τίνος ἄλλου χάριν τὴν διαστολὴν ταύτην πεποίηται; Οὐδενὸς δὴ πάντως, ἢ τοῦ ἔχοντος τὰ πάντα υἱοῦ ὅσα ὁ γεννήτωρ πατὴρ πλὴν τῆς αἰτίας. Αἰτίας δὲ τίνος; Τῆς ποιητικῆς; Ἀλλὰ χωρὶς τῶν εἰρημένων ὁ πατὴρ διὰ τοῦ λόγου ἐν πνεύματι ἁγίῳ τὰ πάντα ποιεῖ, ὡς ὁ μέγας ἔφη τῆς ἀθανασίας ἐπώνυμος. Λείπεται δὲ τῆς φυσικῆς ἐννοεῖν, ἀλλὰ τῆς αὐτοῦ τοῦ υἱοῦ; Καὶ τοῦτο δῆλον· προῆλθε γὰρ ἐκ τοῦ πατρὸς ὅθεν γεγένηται. Δῆλον δὲ, ὅτι καὶ τοῦ πνεύματος· ἄμφω γὰρ ἐκ τοῦ πατρός· ὁ μέν, γεννητῶς, τὸ δέ ἐκπορευτῶς, ὡς πολλάκις εἴρηκεν ὁ λόγος, τῷ συνεχεῖ τῆς μνήμης ἁγιάζων τῶν λεγόντων ἢ καὶ ἀκουόντων τὸν νοῦν. Ἀλλὰ τὰ ὁμώνυμα αὐτίκα τῶν λέξεων· πέφηνεν ἐκ τοῦ πατρὸς καὶ ὁ υἱός· πέφηνεν ἐκ τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον· προῆλθεν ἐκ πατρὸς ὁ υἱός· προῆλθεν ἐκ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον· ἐξέλαμψεν ἐκεῖθεν τὸ μονογενὲς φῶς· ἐξέλαμψεν ἐκεῖθεν τὸ παράκλητον φῶς. Καὶ τὰ ἐνεστῶτα καὶ ἀΐδιον τὴν δήλωσιν ἔχοντα· ἐκ πατρὸς ἀμφότερα πρόεισιν· ἐκ πατρὸς προέρχεται, ἐκλάμπει ἐκ πατρός καὶ τἄλλα ὅσα ἡ γραφὴ ἐν διαφόροις παρίστησι. Τούτων δὲ οὕτω κειμένων καὶ λεγομένων ἐπὶ τοῦ πατρός, ὅτέ τις ἐθέλει δηλοῦν, ὅτι ἐξ αὐτοῦ ὁ υἱὸς καὶ τὸ πα- νάγιον πνεῦμα καὶ τὴν ἐκεῖθεν τούτων σημαινόντων ἐναργῶς ὕπαρξιν, τίς ὁ λόγος εἰ καὶ ἐπὶ τοῦ υἱοῦ λέγοιντο; Ὅτε δηλονότι ἐξ ἀμφοῖν εὕρηται ἐνίοις εἰρημένον τῶν ἁγίων προϊὸν τὸ πνεῦμα τὸ ἅγιον, τουτέστιν ἐκ πατρὸς καὶ υἱοῦ, ἢ μὴν παρὰ πατρὸς δι’ υἱοῦ, ἢ καὶ πεφηνὸς καὶ ἐκλάμπον καὶ προερχόμενον, ἢ κἀκ τῆς οὐσίας ἀμφοτέρων ὑπάρχον, ἢ πάλιν ἐκ πατρὸς καὶ υἱοῦ, οὐχ ὥσπερ ἀπὸ τοῦ πατρὸς, οὕτω δὴ καὶ ἀπὸ τοῦ υἱοῦ ἔχειν ὁμολογεῖσθαι τὴν ὕπαρξιν. Ἔστω δὲ παρὰ πατρὸς δι’ υἱοῦ· πρῶτον μέν, ὅτι μὴ τὸ ἔκ τινος ὑπάρχον, ἤδη ἔχει καὶ τὴν ὕπαρξιν ἐκεῖθεν, εἴρηται γὰρ καὶ ἀνωτέρω, ἀλλ’ ὅτι τὰ τὴν ὕπαρξιν ἔχοντα, ὑπάρχει γε ἐκεῖθεν ὅθεν ἔσχεν εἰληφότα τὴν ὕπαρξιν. Ὑπάρχει γὰρ κἀκ τοῦ ποταμοῦ τὸ ἀρυόμενον ὕδωρ, ὑπάρχει δὲ καὶ τὸ φῶς ἐκ τῆς ἀκτῖνος· ἀλλ’ οὐδέτερον αὐτῶν οὐδεμίαν ἐξ ἑνὸς τῶν εἰρημένων τὴν αἰτίαν ἔχει τοῦ εἶναι. Τὸ μὲν γάρ, ἐκ τῆς πηγῆς· λέγω δὲ πηγὴν ὅθεν ὑποστάν, τὴν πρώτην ἐκρεῖ. Τὸ δέ, τὸ φῶς ἐκ τοῦ ἡλίου, ὅθεν ἀπαυγάζον συνεκλάμπει τῇ ἀκτῖνι καὶ δι’ αὐτῆς πρόεισι. Τἄλλα δὲ ὁ τῆς ὁμωνυμίας λόγος ἤρκεσεν ἐκείνοις συμπαραληφθεὶς παρ’ αὐτῷ τῷ κεφαλαίῳ τῶν ἀποριῶν, ῥαδίως ἐπιλῦσαι πᾶσαν τὴν ἑξῆς ἀμφισβήτησιν. Ὅπου γὰρ ἡ σημασία τῶν φωνῶν κοινοτέρα καὶ διάφορον τὴν δήλωσιν ἔχουσα, τίς ἔσται πόνος ἢ κίνδυνος ἐφ’ ἑκάστου τὸν ὀρθὸν ἀναλαμβάνοντα νοῦν, τὴν ἁρμόζουσαν προσάγειν τῷ σκοπῷ τῶν προκειμένων καὶ ἀνόθευτον ἔννοιαν; Εἰ γάρ τις πεφηνέναι λέγων καὶ ἐκλάμπειν καὶ ὑπάρχειν παρὰ τοῦ προανάρχου πατρὸς τὸν υἱὸν καὶ τὸ πανάγιον πνεῦμα, τἄλλα τὲ ὁπόσα σεσημείωται ἤδη κἂν εἰ μηδὲν διαστείλοιτο, οὐκ ἔστιν ὅμως ὡς οὐκ εὐθὺς διανίστησι πάντα τὸν τῆς εὐσεβείας τρόφιμον δογμάτων κατὰ τὴν ἀληθῆ καὶ ἄπταιστον τὰς λέξεις ἑρμηνεύειν ὑπόληψιν· κἀκεῖνα λέγειν διαιροῦντα καλῶς, ὅτι ταῦτα ὁ υἱὸς παρὰ πατρός, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ παρὰ πατρὸς γέννησιν. Ταῦτα δὲ καὶ τὸ παράκλητον πνεῦμα, ἀλλὰ κατὰ τὸν ἰδιάζοντα τρόπον τῆς ἑαυτοῦ ἐκεῖθεν ὑπάρξεως. Δῆλον δὲ ὡς, καθ’ ὃν αὐτὸ φαμὲν παρὰ πατρὸς ἐκπορεύεσθαι. Εἰ ταῦτα οὕτως καὶ σαφὴς τῆς ἀληθείας ὁ λόγος, τί ἂν ἀκολουθήσειεν ἄτοπον εἰ ὥσπερ τὰς αὐτὰς φωνὰς ἐκεῖ λεγόντων ἡμῶν καὶ διαιρούντων τὴν ἔννοιαν; Καὶ ταῦτα δὴ περὶ δυεῖν προσώπων ὅτι ἐξ ἑνὸς τοῦ πρώτου καὶ αἰτίου ποιουμένων τὸν λόγον, οὕτω καὶ περὶ ἑνός; Εἰ ὅτι ἐξ ἀμφοῖν ἢ μὴν διὰ τούτου παρ’ ἐκείνου, λέγω δὲ τοῦ παρακλήτου ἐκ πατρὸς καὶ υἱοῦ, ἢ μὴν παρὰ πατρὸς δι’ υἱοῦ, οὐ τὸ κοινὸν ἀποπλανήσει τῆς λέξεως, ἀλλὰ τὸ τῆς ἐννοίας αὖθις ἰδιάζον πρὸς τὸν ὀρθὸν καθοδηγήσει σκοπόν. Ὁδηγήσει δέ, εἰ τῇ εὐσεβείᾳ τῶν πατέρων ἐπὶ πᾶσιν ἑψόμεθα. Καὶ τὰ μέν, ἐροῦμεν ὅσαπερ ἐκείνοις ἐῤῥέθη· σιωπήσωμεν δέ, ἃ ίνοις σιωπῆσαι ἀσφαλὲς ἔδοξεν. Ἔδοξε δὲ τὸν μὲν υἱὸν οὐδόλως ἀνειπεῖν τοῦ πνεύματος αἴτιον· ἀπανταχοῦ δὲ τὸν πατέρα ἀνεκήρυξαν αἴτιον καὶ μόνον αἴτιον, ὥσπερ τοῦ μονογενοῦς, οὑτώ γε καὶ τοῦ παρακλήτου καὶ ζωοποιοῦ πνεύματος. Πέφηνε τοίνυν καὶ ὑπάρχει καὶ ἐκλάμπει ἐκ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, ὡς ἐξ αἰτίας ταῦτα πάντα τοῦ πατρὸς λέγεται. Πέφηνεν αὖθις καὶ ὑπάρχει καὶ ἐκλάμπει ἐξ υἱοῦ, ἢ μὴν παρὰ πατρὸς δι’ υἱοῦ, οὐχ ὡς ἐξ αἰτίας ὅλως τοῦ υἱοῦ, ἢ μόνου ἢ μετὰ πατρός, ἀλλ’ ὅτι ὑφιστάμενον ἐκεῖθεν ἐκ τῆς πατρικῆς ὑποστάσεως. Τῶν γὰρ αὐτῶν οὐκ ἀποστήσομαι φωνῶν ὡς θεοπνεύστων· μένει ἐν υἱῷ καὶ συμπαρομαρτεῖ τῷ λόγῳ. Δι’ αὐτοῦ δὲ καὶ προϊὸν ἀδιαστάτως καὶ ἀνεκφοιτήτως ἐκφαίνεται καὶ ἀπολάμπει ἀϊδίως. Εἶτα χορηγεῖται καὶ τῇ κτίσει παρ’ αὐτοῦ, καὶ δι’ αὐτοῦ παρὰ πατρὸς μεταδίδοται, πνεῦμα ὂν πατρὸς καὶ υἱοῦ ὁμοφυὲς ἀμφοῖν καὶ ὁμόδοξον. Ταῦτα μὲν οὖν ἡμεῖς καὶ εἰ μὴ ἱκανῶς, ἀλλὰ μετρίως ἴσως τὰς τῶν ἀντιθέτων διελύσαμεν ἐνστάσεις· εὐθέτου δὲ τετυχηκότες καιροῦ τάχ’ ἂν καὶ τελεώτερον διαλύσαιμεν, τοῦ παρακλήτου συμμαχοῦντος καὶ τὸ ἀσθενὲς ἡμῶν ἐνισχύοντος.