Του αυτού, εις Γρηγόριον Νύσσης, τον του μεγάλου Βασιλείου αδελφόν, επιστάντα μετά την χειροτονίαν

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Λόγος ια΄. Τοῦ αὐτοῦ, εἰς Γρηγόριον Νύσσης, τὸν τοῦ μεγάλου Βασιλείου ἀδελφόν, ἐπιστάντα μετὰ τὴν χειροτονίαν.
Συγγραφέας: Γρηγόριος Ναζιανζηνός


1. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδὲν, οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὠχυρωμένον βασίλειον. Φίλος πιστὸς θησαυρὸς ἔμψυχος. Φίλος πιστὸς ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Φίλος πιστὸς κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ μεταλαμβανόμενα. Φίλος πιστὸς λιμὴν ἀναψύξεως. Ἂν δὲ καὶ συνέσει διαφέρῃ, πηλίκον; Εἰ δὲ καὶ παιδείαν ἄκρος, καὶ παιδείαν παντοίαν, τήν τε ἡμετέραν λέγω καὶ τήν ποτε ἡμετέραν, ὅσῳ λαμπρότερον; Εἰ δὲ καὶ υἱὸς φωτὸς, ἢ ἄνθρωπος τοῦ Θεοῦ, ἢ ἐγγίζων Θεῷ, ἢ ἀνὴρ ἐπιθυμιῶν τῶν κρειττόνων. ἤ τι τῶν τοιούτων ὀνομάζεσθαι ἄξιος, οἷς ἡ Γραφὴ τιμᾷ τοὺς ἐνθέους, καὶ ὑψηλοὺς, καὶ τῆς ἄνω μερίδος, τοῦτο μὲν ἤδη δῶρον Θεοῦ, καὶ φανερῶς ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν. Εἰ δὲ καὶ παρὰ φίλου πρὸς ἡμᾶς ἥκων, καὶ τούτου τήν τε ἀρετὴν ὁμοτίμου, καὶ τὴν φιλίαν τὴν ἡμετέραν, ἔτι τερπνότερόν τε καὶ χαριέστερον, καὶ μύρου τοῦ κοσμοῦντος πώγωνά τε ἱερέως καὶ ὤαν ἐνδύματος εὐωδέστερον.

2. Ἆρ᾿ οὖν ἱκανὰ ταῦτα, καὶ μετρίως ὑμῖν τὸν ἄνδρα ὁ λόγος ἔγραψεν; Ἢ δεῖ, καθάπερ τοὺς ἐπιμελεῖς τῶν ζωγράφων, πολλάκις ἐπιβάλλειν τὰ χρώματα, ἵνα τελεωτέραν ὑμῖν τὴν τοῦ λόγου γραφὴν παραστήσωμεν; Καὶ δὴ γράψομεν ὑμῖν τελεώτερόν τε καὶ σαφέστερον. Τίς νομοθετῶν ἐπιφανέστατος; Μωϋσῆς. Τίς ἱερέων ἁγιώτατος; Ἀαρών· οὐχ ἧττον ἀδελφοὶ τὴν εὐσέβειαν ἢ τὰ σώματα· μᾶλλον δὲ ὁ μὲν Θεὸς Φαραὼ, καὶ τοῦ Ἰσραὴλ προστάτης καὶ νομοθέτης, καὶ τῆς νεφέλης εἴσω χωρῶν, καὶ θείων μυστηρίων ἐπόπτης τε καὶ μυσταγωγὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς τεχνίτης, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἱερεῖς δὲ ὁμοίως ἀμφότεροι. Μωσῆς γὰρ, φησὶ, καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· ὁ μὲν ἄρχων ἀρχόντων, καὶ ἱερεὺς ἱερέων, χρώμενος μὲν ὅσα γλώσσῃ τῷ Ἀαρὼν, αὐτὸς δὲ τὰ πρὸς Θεὸν ἐκείνῳ γινόμενος· ὁ δὲ μετ᾿ ἐκεῖνον μὲν εὐθὺς, πολὺ δὲ πρὸ τῶν ἄλλων ἀξίᾳ τε καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι. Ἀμφότεροι βασανίζοντες Αἴγυπτον, θάλασσαν τέμνοντες, τὸν Ἰσραὴλ διεξάγοντες, τοὺς ἐχθροὺς βαπτίζοντες, ἄρτον ἄνωθεν ἕλκοντες, ὕδωρ ἄπιστον ἐν ἐρήμῳ, τὸ μὲν ἐκδιδόντες, τὸ δὲ γλυκαίνοντες· ἀμφότεροι καταπολεμοῦντες τὸν Ἀμαλὴκ ἐκτάσει χειρῶν ἁγίᾳ, καὶ τύπῳ μυστηρίου μείζονος· ἀμφότεροι πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὁδηγοῦντες καὶ σπεύδοντες. Μή τι γνωριμώτερον τῆς εἰκόνος; Οὐ σαφῶς ὑμῖν τὸν ὁμώνυμον ἐμοὶ καὶ ὁμόψυχον ὁ ζωγράφος λόγος ἀνετυπώσατο;

3. Τούτων ὁ μὲν ἔχρισεν ἡμᾶς, καὶ κρυπτομένους εἰς μέσον ἤγαγεν· οὐκ οἶδ᾿ ὅ τι παθὼν, ἢ πῶς κινηθεὶς ἀναξίως τοῦ ἐν αὐτῷ πνεύματος· καὶ γὰρ εἰ τραχύτερος ὁ λόγος, ὅμως εἰρήσεται· πάντα οἴσει φιλία καὶ πάσχουσα καὶ ἀκούουσα. Ὁ δὲ παρακαλέσων ἥκει, καὶ συμβιβάσων, καὶ προσημερώσων τῷ Πνεύματι. Μέγα μὲν, ὅτι καὶ νῦν, ἐμοί (πῶς δὲ οὐ μέγιστον; ὅς γε παντὸς ὑμᾶς τοῦ βίου προεστησάμην)· μέμφομαι δὲ, ὅτι τῆς χρείας ὕστερος. Πῶς μετὰ τὴν ἧτταν καὶ καταδρομὴν ἡ συμμαχία, ὦ φίλων ἄριστε καὶ συμμάχων; καὶ μετὰ τὴν ζάλην ὁ κυβερνήτης, καὶ μετὰ τὴν οὐλὴν τὸ φάρμακον; Πότερον ὡς φιλάδελφος ᾐσχύνθης τὴν τυραννίδα; Ἢ καὶ αὐτὸς ὡς δυνάστης ἐδυσχέρανας τὴν ἀπειθείαν; Ποτέρῳ τῶν ἀδελφῶν ἐγκαλεῖς, καὶ πότερον ἀφιεὶς τῆς μέμψεως; Φθέγξομαί τι πρὸς σὲ τῶν τοῦ Ἰὼβ ῥημάτων, καὶ αὐτὸς ἀλγῶν, καὶ πρὸς φίλον, εἰ καὶ μὴ τοιοῦτον, μηδὲ ἐφ᾿ ὁμοίοις τοῖς πάθεσιν. Ποτέρῳ πρόσκεισαι; Ἢ τίνι μέλλεις βοηθεῖν; Ἆρ᾿ οὐχ ᾧ πολλὴ ἰσχύς; Οὐχ ᾧ πολλὴ σοφία καὶ ἐπιστήμη; Τοῦτο γὰρ ὁρῶ πολλοὺς τῶν νῦν κριτῶν πάσχοντας, οἳ ῥᾷον ἂν τοῖς ὑψηλοῖς τὰ μέγιστα συγχωρήσαιεν ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. Τοῦτο μὲν οὖν αὐτὸς ἂν εἰδείης· οὐ γὰρ ἐμοί τι θέμις περὶ σοῦ τῶν οὐ καλῶν ἀποφαίνεσθαι, ὅς σε καλοῦ παντὸς ὅρον καὶ κανόνα τίθεμαι· καὶ ἅμα μὴ ταχὺς εἶναι εἰς κρίσιν, ὑπὸ τῆς Γραφῆς νενουτέθημαι. Ἐγὼ δὲ τὸν λόγον ὑποσχεῖν ἕτοιμος, καί σοι, καὶ παντὶ τῷ βουλομένῳ διὰ φιλίαν, τῆς ἐμῆς, εἴτε ἀπειθείας, ὡς ἄν τινες ὀνομάσαιεν, εἴτε προμηθείας, ὡς ἐμαυτὸν πείθω, καὶ ἀσφαλείας, ὡς ἂν εἰδείης μὴ πάντη ἀτόπῳ φίλῳ χρώμενος καὶ ἀμαθεῖ· ἀλλ᾿ ἔστιν ἃ καὶ συνορᾷν δυναμένῳ τῶν πολλῶν ἄμεινον, καὶ θαῤῥοῦντι μὲν ἃ θαῤῥεῖν ἄξιον, φοβουμένῳ δὲ οὗ ἐστι φόβος, καὶ ἃ μηδὲ φοβεῖσθαι τοῖς νοῦν ἔχουσι φοβερώτερον.

4. Τί οὖν δοκεῖ, καὶ τί βέλτιον; Νῦν ὑπόσχωμεν τὰς εὐθύνας ὑμῖν, τοῦτο κελεύετε, καὶ οὐκ ἀποδοκιμάζετε τὸν καιρόν; (Ὃ δέ ἐστι πανήγυρις, ἀλλ᾿ οὐ δικαστήριον.) Ἢ τοῦτο μὲν εἰς ἄλλον καιρὸν καὶ σύλλογον ἀποθώμεθα; Καὶ γάρ ἐστι μακρότερος, ἢ κατὰ τὸν παρόντα καιρὸν ὁ λόγος. Ἡμεῖς δὲ τί φθεγξόμεθα πρὸς ὑμᾶς τῆς πανηγύρεως ἄξιον, ἵνα μὴ νήστεις ὑμᾶς ἀπολύσωμεν αὐτοὶ, καὶ ταῦτα ὄντες οἱ ἑστιάτορες; Ἁγνίσωμεν ἡμᾶς αὐτοὺς, ἀδελφοὶ, τοῖς μάρτυσι· μᾶλλον δὲ, ᾧ κἀκεῖνοι δι᾿ αἵματος καὶ τῆς ἀληθείας ἡγνίσθησαν. Ἐλευθερωθῶμεν παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· νιψώμεθα, καθαροὶ γενώμεθα· παραστήσωμεν καὶ αὐτοὶ τὰ σώματα ἡμῶν καὶ τὰς ψυχὰς, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ταύτην ἡμῶν καὶ ἔντευξιν. Οὐδὲν γὰρ οὕτω τῷ καθαρῷ τίμιον, ὡς καθαρότης ἢ κάθαρσις. Ἀθλήσωμεν διὰ τοὺς ἀθλητάς· νικήσωμεν διὰ τοὺς νικητάς· μαρτυρήσωμεν τῇ ἀληθείᾳ διὰ τοὺς μάρτυρας. Τοῦτο τοῖς ἄθλοις αὐτῶν χαρισώμεθα, τὸ καὶ αὐτοὶ στεφανῖται γενέσθαι, καὶ τῆς αὐτῆς κληρονόμοι δόξης, τῆς τε παρ᾿ ἡμῶν ὑπαρχούσης αὐτοῖς καὶ τῆς ἐν οὐρανοῖς ἀποκειμένης, ἧς ὑπομνήματα καὶ χαρακτῆρες μικροί τινες τὰ ὁρώμενα. Πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας ἀγωνισώμεθα, πρὸς τοὺς ἀφανεῖς διώκτας τε καὶ τυράννους, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, καὶ περὶ τὰ οὐράνια πρὸς τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς τὸν ἐν τοῖς πάθεσι πόλεμον, πρὸς τὰς καθ᾿ ἑκάστην ἡμέραν τῶν ἔξωθεν συμπιπτόντων ἐπαναστάσεις.

5. Ἐνέγκωμεν θυμὸν ὡς θηρίον, καὶ γλῶσσαν ὡς τομὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσωμεν. Θώμεθα ταῖς ἀκοαῖς θύρας, καλῶς ἀνοιγομένας καὶ κλειομένας· καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν· παιδαγωγήσωμεν ἁφὴν λυσσῶσαν, καὶ γεῦσιν σπαράττουσαν, μὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν· οὕτω γὰρ ἡγοῦμαι καλεῖσθαι τὰ αἰσθητήρια· καὶ γέλωτος ἀμετρίας καταγελάσωμεν. Μὴ κάμψωμεν γόνυ τῇ Βαὰλ διὰ τὴν χρείαν, μηδὲ διὰ φόβον τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσωμεν. Ἓν φοβηθῶμεν μόνον, τὸ φοβηθῆναί τι Θεοῦ πλέον, καὶ καθυβρίσαι τὴν εἰκόνα διὰ κακίας. Ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωμεν, καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ διαφύγωμεν. Καὶ οὗτος δεινὸς ὁ πόλεμος, καὶ αὕτη παράταξις μεγάλη, καὶ τοῦτο μέγα τρόπαιον. Εἰ οὕτως συνεληλύθαμεν, ἢ συντρέχομεν, ὄντως κατὰ Χριστὸν ἡ πανήγυρις, ὄντως τοὺς μάρτυρας τετιμήκαμεν, ἢ τιμήσομεν, ὄντως χορεύομεν ἐπινίκια. Εἰ δὲ γαστρὸς ἡδοναῖς χαριούμενοι, καὶ τρυφήσοντες πρόσκαιρα, καὶ εἰσοίσοντες τὰ κενούμενα, καὶ κραιπάλης χωρία ταῦτα, οὐ σωφροσύνης ὑπολαμβάνοντες, καὶ πραγματειῶν καιροὺς καὶ πραγμάτων, ἀλλ᾿ οὐκ ἀναβάσεως ἢ θεώσεως, ἵν᾿ οὕτως εἰπεῖν τολμήσω, ἧς οἱ μάρτυρες μεσιτεύουσι, πρῶτον μὲν οὐδὲ τὸν καιρὸν ἐπιγινώσκω. Τί γὰρ τὰ ἄχυρα πρὸς τὸν σῖτον; Τί δὲ θρύψις σαρκὸς πρὸς μαρτύρων παλαίσματα; Ἐκεῖνα τῶν θεάτρων, ταῦτα τῶν ἐμῶν συλλόγων· ἐκεῖνα τῶν ἀκολάστων, ταῦτα τῶν σωφρονούντων· ἐκεῖνα τῶν φιλοσάρκων, ταῦτα τῶν λυομένων ἀπὸ τοῦ σώματος. Ἔπειτα βούλομαι μὲν εἰπεῖν τι καὶ τολμηρότερον, φείδομαι δὲ τῆς βλασφημίας αἰδοῖ τῆς ἡμέρας· πλὴν οὐ ταῦτα ἀπαιτοῦσι παρ᾿ ἡμῶν οἱ μάρτυρες· οὕτω γὰρ εἰπεῖν μετριώτερον.

6. Μὴ τοίνυν ἀνάγνως τελῶμεν, ἀδελφοὶ, τὰ ἅγια, μηδὲ τὰ ὑψηλὰ ταπεινῶς, μηδ᾿ ἀτίμως τὰ τίμια, μηδὲ, συνελόντα εἰπεῖν, χοικῶς τὰ τοῦ πνεύματος. Πανηγυρίζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράμμα· ἑορτάζει καὶ Ἕλλην, ἀλλ᾿ ὡς ἀρέσκει τοῖς δαίμοσιν. Ἡμῖν δὲ, ὡς πάντα πνευματικὰ, πρᾶξις, κίνημα, βούλημα, λόγος, ἄχρι καὶ βαδίσματος καὶ ἐνδύματος, ἄχρι καὶ νεύματος, εἰς πάντα τοῦ λόγου φθάνοντος καὶ ῥυθμίζοντος τὸν κατὰ Θεὸν ἄνθρωπον· οὕτω καὶ τὸ πανηγυρίζειν, καὶ τὸ φαιδρύνεσθαι. Οὐ γὰρ κωλύω τὴν ἄνεσιν, ἀλλὰ κολάζω τὴν ἀμετρίαν. Ἂν οὕτω συνιῶμεν, καὶ οὕτω πανηγυρίζωμεν, μέγα μὲν, ὅτι καὶ αὐτοὶ τευξόμεθα τῶν αὐτῶν ἄθλων, εἰπεῖν, καὶ τῆς αὐτῆς δόξης κληρονομήσομεν· ἃ γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἀνθρώπινός ποτε νοῦς ἀνετυπώσατο, κατ᾿ ἐξουσίαν πλάττων μακαριότητα, ταῦτα νομίζομεν ἀποκεῖσθαι τοῖς καθῃραμένοις δι᾿ αἵματος, καὶ τὴν Χριστοῦ θυσίαν μιμησαμένοις· ἀλλὰ τήν γε λαμπρότητα τῶν ἁγίων μαρτύρων ὀψόμεθα, οὐδὲ γὰρ τοῦτο μικρὸν, ὡς ὁ ἐμὸς λόγος, καὶ εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόμεθα, καὶ τῷ φωτὶ τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος, εὖ οἶδ᾿, ὅτι ἐλλαμφθησόμεθα τρανότερόν τε καὶ καθαρώτερον, εἰς ἣν πεπιστεύκαμεν, καὶ ᾗ λατρεύομεν, καὶ ἣν ὁμολογοῦμεν ἔμπροσθεν Θεοῦ καὶ ἀνθρώπων, μηδὲν δεδοικότες, μηδὲν αἰσχυνόμενοι, μὴ τοὺς ἔξωθεν ἐχθροὺς, μὴ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος. Καὶ ὁμολογοίημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πατέρων, τῶν ἐγγυτέρω Χριστοῦ, καὶ τῆς πρώτης πίστεως, τὴν σύντροφον ἡμῖν ἐκ παίδων ὁμολογίαν, ἣν πρώτην ἐφθεγξάμεθα, καὶ ᾗ τελευταῖον συναπέλθοιμεν, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενοι, τὴν εὐσέβειαν.

7. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, διὰ τῆς ἁμαρτίας πολεμωθέντας· ὁ εὐαγγελισάμενος εἰρήνην τοῖς ἐγγὺς, καὶ τοῖς μακρὰν, τοῖς τε ὑπὸ νόμον καὶ τοῖς ἔξω νόμου· ὁ τῆς ἀγάπης πατὴρ, ἡ ἀγάπη· ταῦτα γὰρ πρὸ τῶν ἄλλων χαίρει καλούμενος, ἵνα νομοθετήσῃ καὶ τοῖς ὀνόμασι τὸ φιλάδελφον, ὁ τὴν καινὴν ἐντολὴν δοὺς ἐν τῷ τοσοῦτον ἀγαπᾷν ἀλλήλους, ὅσον καὶ ἠγαπήμεθα· ὁ δοὺς καὶ τυραννεῖν καλῶς, καὶ τυραννεῖσθαι διὰ τὸν φόβον, καὶ ἀναδύεσθαι σὺν λόγῳ, καὶ θαῤῥεῖν πάλιν διὰ τὸν λόγον· ὁ καὶ τὰ μεγάλα ποίμνια καταρτίζων, καὶ τὰ μικρὰ μεγαλύνων διὰ τῆς χάριτος, αὐτὸς, κατὰ τὸ πλῆθος τῆς ἑαυτοῦ χρηστότητος, ἡμᾶς μὲν παρακαλέσαι παρακλήσει πολλῇ, καὶ εἰς τὰ ἔμπροσθεν ἄγοι συμποιμαίνων καὶ διασώζων τὸ ποίμνιον· ὑμᾶς δὲ καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ πνευματικῶς πανηγυρίζειν τοῖς μάρτυσι πείσειε, καὶ τῆς ἐκεῖθεν τρυφῆς καταξιώσειεν, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία, καὶ ὀφθέντας ἐν δικαιοσύνῃ τῆς ἑαυτοῦ δόξης κορέσειεν, ἐποφθείσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.