Τοπικά/5

Από Βικιθήκη
Τοπικῶν ε΄
Συγγραφέας:
Τοπικά
Aristote, Les Topiques, Les œuvres complètes de saint Thomas d'Aquin, remacle.org


ΚΕΦΑΛΑΙΟΝ Α΄

[129a] § 1. Πότερον δ´ ἴδιον ἢ οὐκ ἴδιόν ἐστι τὸ εἰρημένον, διὰ τῶνδε σκεπτέον.

§ 2. Ἀποδίδοται [δὲ] τὸ ἴδιον ἢ καθ´ αὑτὸ καὶ ἀεί, ἢ πρὸς ἕτερον καὶ ποτέ, οἷον καθ´ αὑτὸ μὲν ἀνθρώπου τὸ ζῷον ἥμερον φύσει, πρὸς ἕτερον δὲ οἷον ψυχῆς πρὸς σῶμα, ὅτι τὸ μὲν προστακτικὸν τὸ δ´ ὑπηρετικόν ἐστιν, ἀεὶ δὲ οἷον θεοῦ τὸ ζῷον ἀθάνατον, ποτὲ δ´ οἷον τοῦ τινὸς ἀνθρώπου τὸ περιπατεῖν ἐν τῷ γυμνασίῳ.

§ 3. Ἔστι δὲ τοῦ πρὸς ἕτερον ἰδίου ἀποδιδομένου ἢ δύο προβλήματα ἢ τέτταρα. Ἐὰν μὲν γὰρ τοῦ μὲν ἀποδῷ τοῦ δ´ ἀρνήσηται ταὐτὸ τοῦτο, δύο μόνον προβλήματα γίνονται, καθάπερ τὸ ἀνθρώπου πρὸς ἵππον ἴδιον ὅτι δίπουν ἐστίν. Καὶ γὰρ ὅτι ἅνθρωπος οὐ δίπουν ἐστὶν ἐπιχειροίη τις ἄν, καὶ ὅτι ὁ ἵππος δίπουν· ἀμφοτέρως δ´ ἂν κινοῖτο τὸ ἴδιον. Ἐὰν δ´ ἑκατέρου ἑκάτερον ἀποδῷ καὶ ἑκατέρου ἀπαρνηθῇ, τέτταρα προβλήματα ἔσται, καθάπερ τὸ ἀνθρώπου ἴδιον πρὸς ἵππον, ὅτι τὸ μὲν δίπουν τὸ δὲ τετράπουν ἐστίν. Καὶ γὰρ ὅτι ἅνθρωπος οὐ δίπουν καὶ ὅτι τετράπουν πέφυκεν ἔστιν ἐπιχειρεῖν, καὶ ὅτι ὁ ἵππος δίπουν καὶ ὅτι οὐ τετράπουν οἷόν τ´ ἐπιχειρεῖν. Ὅπως δ´ οὖν δειχθέντος ἀναιρεῖται τὸ κείμενον.

§ 4. Ἔστι δὲ τὸ μὲν καθ´ αὑτὸ ἴδιον ὃ πρὸς ἅπαντα ἀποδίδοται καὶ παντὸς χωρίζει, καθάπερ ἀνθρώπου τὸ ζῷον θνητὸν ἐπιστήμης δεκτικόν· τὸ δὲ πρὸς ἕτερον ὃ μὴ ἀπὸ παντὸς ἀλλ´ ἀπό τινος τακτοῦ διορίζει, καθάπερ ἀρετῆς πρὸς ἐπιστήμην, ὅτι τὸ μὲν ἐν πλείοσι, τὸ δ´ ἐν λογιστικῷ μόνον καὶ τοῖς ἔχουσι λογιστικὸν πέφυκε γίνεσθαι. Τὸ δ´ ἀεὶ ὃ [129b] κατὰ πάντα χρόνον ἀληθεύεται καὶ μηδέποτ´ ἀπολείπεται, καθάπερ τοῦ ζῴου τὸ ἐκ ψυχῆς καὶ σώματος συγκείμενον, τὸ δὲ ποτὲ ὃ κατά τινα χρόνον ἀληθεύεται καὶ μὴ ἐξ ἀνάγκης ἀεὶ παρέπεται, καθάπερ τοῦ τινὸς ἀνθρώπου τὸ περιπατεῖν ἐν ἀγορᾷ.

§ 5. Ἔστι δὲ τὸ πρὸς ἄλλο ἴδιον ἀποδοῦναι τὸ διαφορὰν εἰπεῖν ἢ ἐν ἅπασι καὶ ἀεί, ἢ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐν τοῖς πλείστοις. Οἷον ἐν ἅπασι μὲν καὶ ἀεὶ καθάπερ τὸ ἀνθρώπου ἴδιον πρὸς ἵππον ὅτι δίπουν· ἄνθρωπος μὲν γὰρ καὶ ἀεὶ καὶ πᾶς ἐστι δίπους, ἵππος δ´ οὐδείς ἐστι δίπους οὐδέποτε. Ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ ἐν τοῖς πλείστοις καθάπερ τὸ λογιστικοῦ ἴδιον πρὸς ἐπιθυμητικὸν καὶ θυμικὸν τὸ τὸ μὲν προστάττειν τὸ δ´ ὑπηρετεῖν· οὔτε γὰρ τὸ λογιστικὸν πάντοτε προστάττει, ἀλλ´ ἐνίοτε καὶ προστάττεται, οὔτε τὸ ἐπιθυμητικὸν καὶ θυμικὸν ἀεὶ προστάττεται, ἀλλὰ καὶ προστάττει ποτέ, ὅταν ᾖ μοχθηρὰ ἡ ψυχὴ τοῦ ἀνθρώπου.

§ 6. Τῶν δ´ ἰδίων ἐστὶ λογικὰ μάλιστα τά τε καθ´ αὑτὰ καὶ ἀεὶ καὶ τὰ πρὸς ἕτερον. Τοῦ μὲν γὰρ πρὸς ἕτερον ἰδίου πλείω προβλήματά ἐστι, καθάπερ εἴπομεν καὶ πρότερον· ἢ γὰρ δύο ἢ τέτταρα ἐξ ἀνάγκης γίνονται τὰ προβλήματα. Πλείους οὖν οἱ λόγοι γίνονται πρὸς ταῦτα. Τὸ δὲ καθ´ αὑτὸ καὶ τὸ ἀεὶ πρὸς πολλὰ ἔστιν ἐπιχειρεῖν ἢ πρὸς πλείους χρόνους παρατηρεῖν, τὸ μὲν καθ´ αὑτὸ πρὸς πολλά (πρὸς ἕκαστον γὰρ τῶν ὄντων δεῖ ὑπάρχειν αὐτῷ τὸ ἴδιον, ὥστ´ εἰ μὴ πρὸς ἅπαντα χωρίζεται, οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τὸ ἴδιον), τὸ δ´ ἀεὶ πρὸς πολλοὺς χρόνους παρατηρεῖν· κἂν εἰ γὰρ μὴ ὑπάρχει κἂν εἰ μὴ ὑπῆρξε κἂν εἰ μὴ ὑπάρξει, οὐκ ἔσται ἴδιον. Τὸ δὲ ποτὲ πρὸς τὸν νῦν μόνον χρόνον ἐπισκοποῦμεν· οὔκουν εἰσὶ λόγοι πρὸς αὐτὸ πολλοί· λογικὸν δὲ τοῦτ´ ἔστι πρόβλημα πρὸς ὃ λόγοι γένοιντ´ ἂν καὶ συχνοὶ καὶ καλοί.

§ 7. Τὸ μὲν οὖν πρὸς ἕτερον ἴδιον ῥηθὲν ἐκ τῶν περὶ τὸ συμβεβηκὸς τόπων ἐπισκεπτέον ἐστίν, εἰ τῷ μὲν συμβέβηκε τῷ δὲ μὴ συμβέβηκεν. Περὶ δὲ τῶν ἀεὶ καὶ τῶν καθ´ αὑτὸ διὰ τῶνδε θεωρητέον.


ΚΕΦΑΛΑΙΟΝ Β΄

[130a] § 1. Πρῶτον μὲν εἰ μὴ καλῶς ἀποδέδοται τὸ ἴδιον ἢ καλῶς. § 2. Τοῦ δὲ μὴ καλῶς ἢ καλῶς ἐστιν ἓν μέν, εἰ μὴ διὰ γνωριμωτέρων ἢ διὰ γνωριμωτέρων κεῖται τὸ ἴδιον, ἀνασκευάζοντα μὲν εἰ μὴ διὰ γνωριμωτέρων, κατασκευάζοντα δὲ εἰ διὰ γνωριμωτέρων.

§ 3. Τοῦ δὲ μὴ διὰ γνωριμωτέρων ἐστὶ τὸ μὲν εἰ ὅλως ἀγνωστότερόν ἐστι τὸ ἴδιον ὃ ἀποδίδωσι τούτου οὗ τὸ ἴδιον εἴρηκεν· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον. Γνώσεως γὰρ ἕνεκα τὸ ἴδιον ποιούμεθα· διὰ γνωριμωτέρων οὖν ἀποδοτέον· οὕτω γὰρ ἔσται κατανοεῖν ἱκανῶς μᾶλλον. Οἷον ἐπεὶ ὁ θεὶς πυρὸς ἴδιον εἶναι τὸ ὁμοιότατον ψυχῇ ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρὸς τῇ ψυχῇ (μᾶλλον γὰρ ἴσμεν τί ἐστι πῦρ ἢ ψυχή), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρὸς τὸ ὁμοιότατον ψυχῇ. § 4. Τὸ δ´ εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδ´ ὑπάρχον. Δεῖ γὰρ μὴ μόνον εἶναι γνωριμώτερον τοῦ πράγματος, ἀλλὰ καὶ ὅτι τῷδ´ ὑπάρχει γνωριμώτερον· ὁ μὴ γὰρ εἰδὼς εἰ τῷδ´ ὑπάρχει οὐδ´ εἰ τῷδε ὑπάρχει μόνῳ γνωριεῖ, ὥσθ´ ὁποτέρου τούτων συμβάντος ἀσαφὲς γίνεται τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς πυρὸς ἴδιον τὸ ἐν ᾧ πρώτῳ ψυχὴ πέφυκεν εἶναι ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρὸς τῷ εἰ ἐν τούτῳ ὑπάρχει ψυχὴ καὶ εἰ ἐν πρώτῳ ὑπάρχει, οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρὸς τὸ ἐν ᾧ πρώτῳ ψυχὴ πέφυκεν εἶναι. Κατασκευάζοντα δὲ εἰ διὰ γνωριμωτέρων κεῖται τὸ ἴδιον, καὶ εἰ διὰ γνωριμωτέρων καθ´ ἑκάτερον τῶν τρόπων. Ἔσται γὰρ καλῶς κατὰ τοῦτο κείμενον τὸ ἴδιον· τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς οἱ μὲν κατὰ τοῦτο μόνον, οἱ δ´ ἁπλῶς δείξουσιν ὅτι καλῶς. Οἷον ἐπεὶ ὁ εἴπας ζῴου ἴδιον τὸ αἴσθησιν ἔχειν διὰ γνωριμωτέρων καὶ γνωριμώτερον ἀποδέδωκε τὸ ἴδιον καθ´ ἑκάτερον τῶν τρόπων, εἴη ἂν καλῶς ἀποδεδομένον κατὰ τοῦτο τοῦ ζῴου ἴδιον τὸ αἴσθησιν ἔχειν.

§ 5. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἴ τι τῶν ὀνομάτων τῶν ἐν τῷ ἰδίῳ ἀποδεδομένων πλεοναχῶς λέγεται, ἢ καὶ ὅλος ὁ λόγος πλείω σημαίνει· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον. Οἷον ἐπεὶ τὸ αἰσθάνεσθαι πλείω σημαίνει, ἓν μὲν τὸ αἴσθησιν ἔχειν ἓν δὲ τὸ αἰσθήσει χρῆσθαι, οὐκ ἂν εἴη τοῦ ζῴου ἴδιον καλῶς κείμενον τὸ αἰσθάνεσθαι πεφυκός. Διὰ τοῦτο [130b] δ´ οὐ χρηστέον ἐστὶν οὔτ´ ὀνόματι πλεοναχῶς λεγομένῳ οὔτε λόγῳ τῷ τὸ ἴδιον σημαίνοντι, διότι τὸ πλεοναχῶς λεγόμενον ἀσαφὲς ποιεῖ τὸ ῥηθέν, ἀποροῦντος τοῦ μέλλοντος ἐπιχειρεῖν πότερον λέγει τῶν πλεοναχῶς λεγομένων· τὸ γὰρ ἴδιον τοῦ μαθεῖν χάριν ἀποδίδοται. Ἔτι δὲ πρὸς τούτοις ἀναγκαῖόν ἐστιν ἔλεγχόν τινα γίνεσθαι τοῖς οὕτως ἀποδιδοῦσι τὸ ἴδιον, ὅταν ἐπὶ τοῦ διαφωνοῦντός τις ποιῇ τὸν συλλογισμὸν τοῦ πλεοναχῶς λεγομένου. Κατασκευάζοντα δὲ εἰ μὴ πλείω σημαίνει μήτε τῶν ὀνομάτων μηδὲν μήθ´ ὅλος ὁ λόγος· ἔσται γὰρ καλῶς κατὰ τοῦτο κείμενον τὸ ἴδιον. Οἷον ἐπεὶ οὔτε τὸ σῶμα πολλὰ δηλοῖ οὔτε τὸ εὐκινητότατον εἰς τὸν ἄνω τόπον οὔτε τὸ σύνολον τὸ ἐκ τούτων συντιθέμενον, εἴη ἂν καλῶς κείμενον κατὰ τοῦτο πυρὸς ἴδιον σῶμα τὸ εὐκινητότατον εἰς τὸν ἄνω τόπον.

§ 6. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ πλεοναχῶς λέγεται τοῦτο οὗ τὸ ἴδιον ἀποδίδωσι, μὴ διώρισται δὲ τὸ τίνος αὐτῶν ἴδιον τίθησιν· οὐ γὰρ ἔσται καλῶς ἀποδεδομένον τὸ ἴδιον. Δι´ ἃς δ´ αἰτίας, οὐκ ἄδηλόν ἐστιν ἐκ τῶν πρότερον εἰρημένων· τὰ γὰρ αὐτὰ συμβαίνειν ἀναγκαῖόν ἐστιν. Οἷον ἐπεὶ τὸ ἐπίστασθαι τοῦτο πολλὰ σημαίνει (τὸ μὲν γὰρ ἐπιστήμην ἔχειν αὐτό, τὸ δ´ ἐπιστήμῃ χρῆσθαι αὐτό, τὸ δ´ ἐπιστήμην ἔχειν αὐτοῦ, τὸ δ´ ἐπιστήμῃ χρῆσθαι αὐτοῦ), οὐκ ἂν εἴη τοῦ ἐπίστασθαι τοῦτο καλῶς ἴδιον ἀποδεδομένον, μὴ διορισθέντος τοῦ τίνος τίθησιν αὐτῶν τὸ ἴδιον. Κατασκευάζοντα δὲ εἰ μὴ λέγεται πολλαχῶς τοῦτο οὗ τὸ ἴδιον τίθησιν, ἀλλ´ ἔστιν ἓν καὶ ἁπλοῦν· ἔσται γὰρ καλῶς κατὰ τοῦτο κείμενον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ ἄνθρωπος μοναχῶς λέγεται ἕν, εἴη ἂν καλῶς κείμενον κατὰ τοῦτο ἀνθρώπου ἴδιον τὸ ζῷον ἥμερον φύσει.

§ 7. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ πλεονάκις εἴρηται τὸ αὐτὸ ἐν τῷ ἰδίῳ· πολλάκις γὰρ λανθάνουσι τοῦτο ποιοῦντες καὶ ἐν τοῖς ἰδίοις, καθάπερ καὶ ἐν τοῖς ὅροις. Οὐκ ἔσται δὲ καλῶς κείμενον τὸ τοῦτο πεπονθὸς ἴδιον· ταράττει γὰρ τὸν ἀκούοντα πλεονάκις λεχθέν. Ἀσαφὲς οὖν ἀναγκαῖόν ἐστι γίνεσθαι, καὶ πρὸς τούτοις ἀδολεσχεῖν δοκοῦσιν. Ἔσται δὲ συμπῖπτον τὸ πλεονάκις εἰπεῖν τὸ αὐτὸ κατὰ δύο τρόπους· καθ´ ἕνα μέν, ὅταν ὀνομάσῃ πλεονάκις τὸ αὐτό, καθάπερ εἴ τις ἴδιον ἀποδοίη πυρὸς σῶμα τὸ λεπτότατον τῶν σωμάτων (οὗτος γὰρ πλεονάκις εἴρηκε τὸ "σῶμα")· δεύτερον δ´, ἄν τις μεταλαμβάνῃ τοὺς λόγους ἀντὶ τῶν ὀνομάτων, καθάπερ εἴ [131a] τις ἀποδοίη γῆς ἴδιον "οὐσία ἡ μάλιστα κατὰ φύσιν φερομένη τῶν σωμάτων εἰς τὸν κάτω τόπον", ἔπειτα μεταλάβοι ἀντὶ τῶν "σωμάτων" τὸ "οὐσιῶν τοιωνδί"· ἓν γὰρ καὶ ταὐτόν ἐστι σῶμα καὶ οὐσία τοιαδί· ἔσται γὰρ οὗτος τὸ "οὐσία" πλεονάκις εἰρηκώς. Ὥστ´ οὐδέτερον ἂν εἴη καλῶς κείμενον τῶν ἰδίων. Κατασκευάζοντα δὲ εἰ μηδενὶ χρῆται πλεονάκις ὀνόματι τῷ αὐτῷ· ἔσται γὰρ κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ εἴπας ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης δεκτικὸν οὐ κέχρηται τῷ αὐτῷ πλεονάκις ὀνόματι, εἴη ἂν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τοῦ ἀνθρώπου τὸ ἴδιον.

Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ τοιοῦτόν τι ἀποδέδωκεν ἐν τῷ ἰδίῳ ὃ πᾶσιν ὑπάρχει. Ἀχρεῖον γὰρ ἔσται τὸ μὴ χωρίζον ἀπό τινων· τὸ δ´ ἐν τοῖς ἰδίοις λεγόμενον χωρίζειν δεῖ, καθάπερ καὶ τὸ ἐν τοῖς ὅροις. Οὔκουν ἔσται καλῶς κείμενον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ἐπιστήμης ἴδιον ὑπόληψιν ἀμετάπειστον ὑπὸ λόγου ἓν οὖσαν τοιούτῳ τινὶ κέχρηται ἐν τῷ ἰδίῳ, τῷ ἑνί, ὃ πᾶσιν ὑπάρχει, οὐκ ἂν εἴη καλῶς κείμενον τὸ τῆς ἐπιστήμης ἴδιον. Κατασκευάζοντα δὲ εἰ μηδενὶ κέχρηται κοινῷ ἀλλ´ ἀπό τινος χωρίζοντι· ἔσται γὰρ καλῶς κείμενον κατὰ τοῦτο τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ εἴπας ζῴου ἴδιον τὸ ψυχὴν ἔχειν οὐδενὶ κέχρηται κοινῷ, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον ζῴου ἴδιον τὸ ψυχὴν ἔχειν.

§ 9. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ πλείω ἴδια ἀποδίδωσι τοῦ αὐτοῦ, μὴ διορίσας ὅτι πλείω τίθησιν· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον. Καθάπερ γὰρ οὐδ´ ἐν τοῖς ὅροις δεῖ παρὰ τὸν δηλοῦντα λόγον τὴν οὐσίαν προσκεῖσθαί τι πλέον, οὕτως οὐδ´ ἐν τοῖς ἰδίοις παρὰ τὸν ποιοῦντα λόγον ἴδιον τὸ ῥηθὲν οὐδὲν προσαποδοτέον· ἀχρεῖον γὰρ γίνεται τὸ τοιοῦτον. Οἷον ἐπεὶ ὁ εἴπας ἴδιον πυρὸς σῶμα τὸ λεπτότατον καὶ κουφότατον πλείω ἀποδέδωκεν ἴδια (ἑκάτερον γὰρ κατὰ μόνου τοῦ πυρὸς ἀληθές ἐστιν εἰπεῖν), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρὸς σῶμα τὸ λεπτότατον καὶ κουφότατον. Κατασκευάζοντα δ´ εἰ μὴ πλείω τοῦ αὐτοῦ τὰ ἴδια ἀποδέδωκεν ἀλλ´ ἕν· ἔσται γὰρ κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ εἴπας ὑγροῦ ἴδιον σῶμα τὸ εἰς ἅπαν σχῆμα ἀγόμενον ἓν ἀποδέδωκε τὸ ἴδιον ἀλλ´ οὐ πλείω, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον τὸ τοῦ ὑγροῦ ἴδιον.


ΚΕΦΑΛΑΙΟΝ Γ΄

§ 1. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ αὐτῷ προσκέχρηται οὗ τὸ ἴδιον ἀποδίδωσιν ἢ τῶν αὐτοῦ τινι· οὐ γὰρ ἔσται καλῶς [131b] κείμενον τὸ ἴδιον. Τοῦ γὰρ μαθεῖν χάριν ἀποδίδοται τὸ ἴδιον· αὐτὸ μὲν οὖν αὑτῷ ὁμοίως ἄγνωστόν ἐστι, τὸ δέ τι τῶν αὐτοῦ ὕστερον· οὔκουν ἐστὶ γνωριμώτερον. Ὥστ´ οὐ γίνεται διὰ τούτων μᾶλλόν τι μαθεῖν, οἷον· ἐπεὶ ὁ εἴπας ζῴου ἴδιον οὐσίαν ἧς εἶδός ἐστιν ἄνθρωπος τινὶ προσκέχρηται τῶν τούτου, οὐκ ἂν εἴη καλῶς κείμενον τὸ ἴδιον. Κατασκευάζοντα δὲ εἰ μήτε αὐτῷ μήτε τῶν αὐτοῦ μηδενὶ κέχρηται· ἔσται γὰρ καλῶς κατὰ τοῦτο κείμενον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκείμενον οὔτε αὐτῷ οὔτε τῶν αὐτοῦ οὐδενὶ προσκέχρηται, εἴη ἂν καλῶς κατὰ τοῦτο ἀποδεδομένον τὸ τοῦ ζῴου ἴδιον.

§ 2. Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων σκεπτέον ἐστὶ τῶν μὴ ποιούντων ἢ ποιούντων γνωριμώτερον, ἀνασκευάζοντα μὲν εἴ τινι προσκέχρηται ἢ ἀντικειμένῳ ἢ ὅλως ἅμα τῇ φύσει ἢ ὑστέρῳ τινί· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον. Τὸ μὲν γὰρ ἀντικείμενον ἅμα τῇ φύσει· τὸ δ´ ἅμα τῇ φύσει καὶ τὸ ὕστερον οὐ ποιεῖ γνωριμώτερον. Οἷον ἐπεὶ ὁ εἴπας ἀγαθοῦ ἴδιον "ὃ κακῷ μάλιστ´ ἀντίκειται" τῷ ἀντικειμένῳ προσκέχρηται τοῦ ἀγαθοῦ, οὐκ ἂν εἴη τοῦ ἀγαθοῦ καλῶς ἀποδεδομένον τὸ ἴδιον. Κατασκευάζοντα δὲ εἰ μηδενὶ προσκέχρηται μήτ´ ἀντικειμένῳ μήτε ὅλως ἅμα τῇ φύσει μήθ´ ὑστέρῳ· ἔσται γὰρ κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ἐπιστήμης ἴδιον ὑπόληψιν τὴν πιστοτάτην οὐδενὶ προσκέχρηται οὔτ´ ἀντικειμένῳ οὔθ´ ἅμα τῇ φύσει οὔθ´ ὑστέρῳ, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον τὸ τῆς ἐπιστήμης ἴδιον.

§ 3. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ μὴ τὸ ἀεὶ παρεπόμενον ἴδιον ἀποδέδωκεν, ἀλλὰ τοῦτο ὃ γίνεταί ποτε μὴ ἴδιον· οὐ γὰρ ἔσται καλῶς εἰρημένον τὸ ἴδιον. Οὔτε γὰρ ἐφ´ ᾧ καταλαμβάνομεν ὑπάρχον αὐτό, κατὰ τούτου καὶ τοὔνομα ἐξ ἀνάγκης ἀληθεύεται, οὔτ´ ἐφ´ ᾧ καταλαμβάνεται μὴ ὑπάρχον, κατὰ τούτου ἐξ ἀνάγκης οὐ ῥηθήσεται τοὔνομα, ὥστ´ οὐκ ἂν εἴη καλῶς κείμενον τὸ ἴδιον. Ἔτι δὲ πρὸς τούτοις οὐδ´ ὅτε ἀποδέδωκε τὸ ἴδιον ἔσται φανερὸν εἰ ὑπάρχει, εἴπερ τοιοῦτόν ἐστιν οἷον ἀπολείπειν. Οὔκουν ἔσται σαφὲς τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ κινεῖσθαί ποτε καὶ ἑστάναι τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον ὃ οὐ γίνεταί ποτε ἴδιον, οὐκ ἂν εἴη καλῶς κείμενον τὸ ἴδιον. Κατασκευάζοντα δὲ εἰ τὸ ἐξ ἀνάγκης ἀεὶ ὂν ἴδιον ἀποδέδωκεν· ἔσται γὰρ [132a] καλῶς κείμενον κατὰ τοῦτο τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ἀρετῆς ἴδιον "ὃ τὸν ἔχοντα ποιεῖ σπουδαῖον" τὸ ἀεὶ παρεπόμενον ἴδιον ἀποδέδωκεν, εἴη ἂν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ τῆς ἀρετῆς ἴδιον.

§ 4. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ τὸ νῦν ἴδιον ἀποδιδοὺς μὴ διωρίσατο ὅτι τὸ νῦν ἴδιον ἀποδίδωσιν· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον. Πρῶτον μὲν γὰρ τὸ παρὰ τὸ ἔθος γινόμενον ἅπαν διορισμοῦ προσδεῖται· εἰώθασι δ´ ὡς ἐπὶ τὸ πολὺ πάντες τὸ ἀεὶ παρακολουθοῦν ἴδιον ἀποδιδόναι. Δεύτερον δὲ ἄδηλός ἐστιν ὁ μὴ διορισάμενος εἰ τὸ νῦν ἴδιον ἐβούλετο θεῖναι· οὔκουν δοτέον ἐστὶν ἐπιτιμήσεως σκῆψιν. Οἷον ἐπεὶ ὁ θέμενος τοῦ τινὸς ἀνθρώπου ἴδιον τὸ καθῆσθαι μετά τινος τὸ νῦν ἴδιον τίθησιν, οὐκ ἂν εἴη καλῶς τὸ ἴδιον ἀποδεδωκώς, εἴπερ μὴ διορισάμενος εἶπεν. Κατασκευάζοντα δ´ εἰ τὸ νῦν ἴδιον ἀποδιδοὺς διορισάμενος ἔθηκεν ὅτι τὸ νῦν ἴδιον τίθησιν· ἔσται γὰρ καλῶς κείμενον κατὰ τοῦτο τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ εἴπας τοῦ τινὸς ἀνθρώπου ἴδιον τὸ περιπατεῖν νῦν διαστειλάμενος ἔθηκε τοῦτο, καλῶς ἂν εἴη κείμενον τὸ ἴδιον.

§ 5. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ τοιοῦτο ἀποδέδωκε τὸ ἴδιον, ὃ φανερὸν μὴ ἔστιν ἄλλως ὑπάρχον ἢ αἰσθήσει· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον. Ἅπαν γὰρ τὸ αἰσθητὸν ἔξω γινόμενον τῆς αἰσθήσεως ἄδηλον γίνεται· ἀφανὲς γάρ ἐστιν εἰ ἔτι ὑπάρχει, διὰ τὸ τῇ αἰσθήσει μόνον γνωρίζεσθαι. Ἔσται δ´ ἀληθὲς τοῦτο ἐπὶ τῶν μὴ ἐξ ἀνάγκης ἀεὶ παρακολουθούντων. Οἷον ἐπεὶ ὁ θέμενος ἡλίου ἴδιον ἄστρον φερόμενον ὑπὲρ γῆς τὸ λαμπρότατον τοιούτῳ κέχρηται ἐν τῷ ἰδίῳ, τῷ ὑπὲρ γῆς φέρεσθαι, ὃ τῇ αἰσθήσει γνωρίζεται, οὐκ ἂν εἴη καλῶς τὸ τοῦ ἡλίου ἀποδεδομένον ἴδιον· ἄδηλον γὰρ ἔσται, ὅταν δύῃ ὁ ἥλιος, εἰ φέρεται ὑπὲρ γῆς, διὰ τὸ τὴν αἴσθησιν τότε ἀπολείπειν ἡμᾶς. Κατασκευάζοντα δ´ εἰ τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον ὃ μὴ τῇ αἰσθήσει φανερόν ἐστιν ἢ ὃ αἰσθητὸν ὂν ἐξ ἀνάγκης ὑπάρχον δῆλόν ἐστιν· ἔσται γὰρ κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θέμενος ἐπιφανείας ἴδιον "ὃ πρῶτον κέχρωσται" αἰσθητῷ μέν τινι προσκέχρηται τῷ κεχρῶσθαι, τοιούτῳ δ´ ὃ φανερόν ἐστιν ὑπάρχον ἀεί, εἴη ἂν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ τῆς ἐπιφανείας ἴδιον.

§ 6. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ τὸν ὅρον ὡς ἴδιον ἀποδέδωκεν· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον· οὐ γὰρ δεῖ [132b] δηλοῦν τὸ τί ἦν εἶναι τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ εἴπας ἀνθρώπου ἴδιον ζῷον πεζὸν δίπουν τὸ τί ἦν εἶναι σημαῖνον ἀποδέδωκε τοῦ ἀνθρώπου ἴδιον, οὐκ ἂν εἴη τὸ τοῦ ἀνθρώπου ἴδιον καλῶς ἀποδεδομένον. Κατασκευάζοντα δὲ εἰ ἀντικατηγορούμενον μὲν ἀποδέδωκε τὸ ἴδιον, μὴ τὸ τί ἦν εἶναι δὲ δηλοῦν· ἔσται γὰρ κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ἀνθρώπου ἴδιον ζῷον ἥμερον φύσει ἀντικατηγορούμενον μὲν ἀποδέδωκε τὸ ἴδιον, οὐ τὸ τί ἦν εἶναι δὲ δηλοῦν, εἴη ἂν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον τοῦ ἀνθρώπου.

§ 7. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ μὴ εἰς τὸ τί ἐστιν θεὶς ἀποδέδωκε τὸ ἴδιον. Δεῖ γὰρ τῶν ἰδίων, καθάπερ καὶ τῶν ὅρων, τὸ πρῶτον ἀποδίδοσθαι γένος, ἔπειθ´ οὕτως ἤδη προσάπτεσθαι τὰ λοιπὰ καὶ χωρίζειν. Ὥστε τὸ μὴ τοῦτον τὸν τρόπον κείμενον ἴδιον οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον. Οἷον ἐπεὶ ὁ εἴπας ζῴου ἴδιον τὸ ψυχὴν ἔχειν οὐκ ἔθηκεν εἰς τὸ τί ἐστι τὸ ζῷον, οὐκ ἂν εἴη καλῶς κείμενον τὸ τοῦ ζῴου ἴδιον. Κατασκευάζοντα δὲ εἴ τις εἰς τὸ τί ἐστι θεὶς οὗ τὸ ἴδιον ἀποδίδωσι τὰ λοιπὰ προσάπτει· ἔσται γὰρ κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης δεκτικὸν εἰς τὸ τί ἐστι θεὶς ἀποδέδωκε τὸ ἴδιον, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον τοῦ ἀνθρώπου.

§ 8. Πότερον μὲν οὖν καλῶς ἢ οὐ καλῶς ἀποδέδοται τὸ ἴδιον, διὰ τῶνδε σκεπτέον.


ΚΕΦΑΛΑΙΟΝ Δ΄

§ 1. Πότερον δ´ ἴδιόν ἐστιν ὅλως τὸ εἰρημένον ἢ οὐκ ἴδιον, ἐκ τῶνδε θεωρητέον. Οἱ γὰρ ἁπλῶς κατασκευάζοντες τὸ ἴδιον ὅτι καλῶς κεῖται τόποι οἱ αὐτοὶ ἔσονται τοῖς ἴδιον ὅλως ποιοῦσιν· ἐν ἐκείνοις οὖν ῥηθήσονται.

§ 2. Πρῶτον μὲν οὖν ἀνασκευάζοντα ἐπιβλέπειν ἐφ´ ἕκαστον οὗ τὸ ἴδιον ἀποδέδωκεν, οἷον εἰ μηδενὶ ὑπάρχει, ἢ εἰ μὴ κατὰ τοῦτο ἀληθεύεται, ἢ εἰ μή ἐστιν ἴδιον ἑκάστου αὐτῶν κατ´ ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδέδωκεν· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον. Οἷον ἐπεὶ κατὰ τοῦ γεωμετρικοῦ οὐκ ἀληθεύεται τὸ ἀνεξαπάτητον εἶναι ὑπὸ λόγου (ἀπατᾶται γὰρ ὁ γεωμετρικὸς ἐν τῷ ψευδογραφεῖσθαι), οὐκ ἂν εἴη τοῦ ἐπιστήμονος ἴδιον τὸ μὴ ἀπατᾶσθαι ὑπὸ λόγου. Κατασκευάζοντα δ´ εἰ κατὰ παντὸς ἀληθεύεται καὶ κατὰ τοῦτ´ ἀληθεύεται ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ τὸ [133a] ζῷον ἐπιστήμης δεκτικὸν κατὰ παντὸς ἀνθρώπου ἀληθεύεται καὶ ᾗ ἄνθρωπος, εἴη ἂν ἀνθρώπου ἴδιον τὸ ζῷον ἐπιστήμης δεκτικόν. [Ἔστι δ´ ὁ τόπος οὗτος ἀνασκευάζοντι μέν, εἰ μὴ καθ´ οὗ τοὔνομα, καὶ ὁ λόγος ἀληθεύεται, καὶ εἰ μὴ καθ´ οὗ ὁ λόγος, καὶ τοὔνομα ἀληθεύεται· κατασκευάζοντι δέ, εἰ καθ´ οὗ τοὔνομα, καὶ ὁ λόγος, καὶ εἰ καθ´ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται.]

§ 3. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ μὴ καθ´ οὗ τοὔνομα, καὶ ὁ λόγος, καὶ εἰ μὴ καθ´ οὗ ὁ λόγος, καὶ τοὔνομα λέγεται· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον ἴδιον εἶναι. Οἷον ἐπεὶ τὸ μὲν ζῷον ἐπιστήμης μετέχον ἀληθεύεται κατὰ τοῦ θεοῦ, ὁ δ´ ἄνθρωπος οὐ κατηγορεῖται, οὐκ ἂν εἴη τοῦ ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης μετέχον. Κατασκευάζοντα δὲ εἰ καθ´ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται, καὶ καθ´ οὗ τοὔνομα, καὶ ὁ λόγος κατηγορεῖται· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ καθ´ οὗ τὸ ψυχὴν ἔχειν, τὸ ζῷον ἀληθεύεται, καὶ καθ´ οὗ τὸ ζῷον, τὸ ψυχὴν ἔχειν, εἴη ἂν τὸ ψυχὴν ἔχειν τοῦ ζῴου ἴδιον.

§ 4. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ τὸ ὑποκείμενον ἴδιον ἀποδέδωκε τοῦ ἐν τῷ ὑποκειμένῳ λεγομένου· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον ἴδιον. Οἷον ἐπεὶ ὁ ἀποδοὺς ἴδιον τοῦ λεπτομερεστάτου σώματος τὸ πῦρ τὸ ὑποκείμενον ἀποδέδωκε τοῦ κατηγορουμένου ἴδιον, οὐκ ἂν εἴη τὸ πῦρ σώματος τοῦ λεπτομερεστάτου ἴδιον. Διὰ τοῦτο δ´ οὐκ ἔσται τὸ ὑποκείμενον τοῦ ἐν τῷ ὑποκειμένῳ ἴδιον, ὅτι τὸ αὐτὸ πλειόνων ἔσται καὶ διαφόρων τῷ εἴδει ἴδιον. Τῷ γὰρ αὐτῷ πλείω τινὰ διάφορα τῷ εἴδει ὑπάρχει κατὰ μόνου λεγόμενα, ὧν ἔσται πάντων ἴδιον τὸ ὑποκείμενον, ἐάν τις οὕτω τιθῆται τὸ ἴδιον. Κατασκευάζοντα δ´ εἰ τὸ τῷ ὑποκειμένῳ ἀποδέδωκεν ἴδιον τοῦ ὑποκειμένου· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον, ἐάνπερ κατὰ μόνων κατηγορῆται ὧν εἴρηται [τὸ] ἴδιον. Οἷον ἐπεὶ ὁ εἴπας γῆς ἴδιον σῶμα τὸ βαρύτατον τῷ εἴδει τοῦ ὑποκειμένου ἀπέδωκε τὸ ἴδιον κατὰ μόνου λεγόμενον τοῦ πράγματος καὶ ὡς τὸ ἴδιον κατηγορεῖται, εἴη ἂν τὸ τῆς γῆς ἴδιον ὀρθῶς κείμενον.

§ 5. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ κατὰ μέθεξιν ἀποδέδωκε τὸ ἴδιον· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον. Τὸ γὰρ [133b] κατὰ μέθεξιν ὑπάρχον εἰς τὸ τί ἦν εἶναι συμβάλλεται· εἴη δ´ ἂν τὸ τοιοῦτο διαφορά τις κατά τινος ἑνὸς εἴδους λεγομένη. Οἷον ἐπεὶ ὁ εἴπας ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν κατὰ μέθεξιν ἀποδέδωκε τὸ ἴδιον, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν. Κατασκευάζοντα δὲ εἰ μὴ κατὰ μέθεξιν ἀποδέδωκε τὸ ἴδιον μηδὲ τὸ τί ἦν εἶναι δηλοῦν, ἀντικατηγορουμένου τοῦ πράγματος· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ αἰσθάνεσθαι πεφυκὸς οὔτε κατὰ μέθεξιν ἀποδέδωκεν ἴδιον οὔτε τὸ τί ἦν εἶναι δηλοῦν, ἀντικατηγορουμένου τοῦ πράγματος, εἴη ἂν ζῴου ἴδιον τὸ αἰσθάνεσθαι πεφυκός.

§ 6. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ ἐνδέχεται μὴ ἅμα ὑπάρχειν τὸ ἴδιον, ἀλλ´ ἢ ὕστερον ἢ πρότερον ἢ [οὗ] τοὔνομα· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον, ἢ οὐδέποτε ἢ οὐκ ἀεί. Οἷον ἐπεὶ ἐνδέχεται καὶ πρότερόν τινι ὑπάρξαι καὶ ὕστερον τοῦ βαδίζειν διὰ τῆς ἀγορᾶς τὸ ἄνθρωπος, οὐκ ἂν εἴη τὸ βαδίζειν διὰ τῆς ἀγορᾶς τοῦ ἀνθρώπου ἴδιον, ἢ οὐδέποτ´ ἢ οὐκ ἀεί. Κατασκευάζοντα δὲ εἰ ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει, μήτε ὅρος ὂν μήτε διαφορά· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ τὸ ζῷον ἐπιστήμης δεκτικὸν ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει καὶ τὸ ἄνθρωπος, οὔτε διαφορὰ ὂν οὔθ´ ὅρος, εἴη ἂν τὸ ζῷον ἐπιστήμης δεκτικὸν τοῦ ἀνθρώπου ἴδιον.

§ 7. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν, ᾗ ταὐτά ἐστι, μὴ ἔστι τὸ αὐτὸ ἴδιον· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον. Οἷον ἐπεὶ οὐκ ἔστι διωκτοῦ τὸ φαίνεσθαί τισιν ἀγαθὸν ἴδιον, οὐδ´ ἂν αἱρετοῦ εἴη ἴδιον τὸ φαίνεσθαί τισιν ἀγαθόν· ταὐτὸν γάρ ἐστι τὸ διωκτὸν καὶ τὸ αἱρετόν. Κατασκευάζοντα δ´ εἰ τοῦ αὐτοῦ, ᾗ ταὐτό ἐστι, ταὐτὸ ἴδιον· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ ἀνθρώπου, ᾗ ἄνθρωπός ἐστι, λέγεται ἴδιον τὸ τριμερῆ ψυχὴν ἔχειν, καὶ βροτοῦ, ᾗ βροτός ἐστιν, εἴη ἂν ἴδιον τὸ τριμερῆ ψυχὴν ἔχειν.

Χρήσιμος δ´ ὁ τόπος οὗτος καὶ ἐπὶ τοῦ συμβεβηκότος· τοῖς γὰρ αὐτοῖς, ᾗ ταὐτά ἐστι, ταὐτὰ δεῖ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

§ 8. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν τῷ εἴδει μὴ ταὐτὸν ἀεὶ τῷ εἴδει [τὸ] ἴδιόν ἐστιν· οὐδὲ γὰρ τοῦ εἰρημένου ἔσται [134a] ἴδιον τὸ κείμενον εἶναι ἴδιον. Οἷον ἐπεὶ ταὐτόν ἐστι τῷ εἴδει ἄνθρωπος καὶ ἵππος, οὐκ ἀεὶ δὲ τοῦ ἵππου ἐστὶν ἴδιον τὸ ἑστάναι ὑφ´ αὑτοῦ, οὐκ ἂν εἴη τοῦ ἀνθρώπου ἴδιον τὸ κινεῖσθαι ὑφ´ αὑτοῦ· ταὐτὸν γάρ ἐστι τῷ εἴδει τὸ κινεῖσθαι καὶ τὸ ἑστάναι ὑφ´ αὑτοῦ, ᾗ ζῷον 〈δ´〉 ἐστὶν ἑκατέρῳ αὐτῶν συμβέβηκεν. Κατασκευάζοντα δ´ εἰ τῶν αὐτῶν τῷ εἴδει ταὐτὸν ἀεὶ τῷ εἴδει τὸ ἴδιον· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ ἀνθρώπου ἐστὶν ἴδιον τὸ εἶναι πεζὸν δίπουν, καὶ ὄρνιθος ἂν εἴη ἴδιον τὸ εἶναι πτηνὸν δίπουν· ἑκάτερον γὰρ τούτων ἐστὶ ταὐτὸν τῷ εἴδει, ᾗ τὰ μὲν ὡς ὑπὸ τὸ αὐτὸ γένος ἐστὶν εἴδη, ὑπὸ τὸ ζῷον ὄντα, τὰ δὲ ὡς γένους διαφοραί, τοῦ ζῴου. Οὗτος δ´ ὁ τόπος ψευδής ἐστιν ὅταν τὸ μὲν ἕτερον τῶν λεχθέντων ἑνί τινι μόνῳ ὑπάρχῃ εἴδει, τὸ δ´ ἕτερον πολλοῖς, καθάπερ τὸ πεζὸν τετράπουν.

§ 9. Ἐπεὶ δὲ τὸ ταὐτὸν καὶ τὸ ἕτερον πολλαχῶς λέγεται, ἔργον ἐστὶ σοφιστικῶς λαμβάνοντι ἑνὸς ἀποδοῦναι καὶ μόνου τινὸς τὸ ἴδιον· τὸ γὰρ ὑπάρχον τινὶ ᾧ συμβέβηκέ τι καὶ τῷ συμβεβηκότι ὑπάρξει λαμβανομένῳ μετὰ τοῦ ᾧ συμβέβηκεν. Οἷον τὸ ὑπάρχον ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ ὑπάρξει, ἂν ᾖ λευκὸς ἄνθρωπος· καὶ τὸ λευκῷ δὲ ἀνθρώπῳ ὑπάρχον καὶ ἀνθρώπῳ ὑπάρξει. Διαβάλλοι δ´ ἄν τις τὰ πολλὰ τῶν ἰδίων τὸ ὑποκείμενον ἄλλο μὲν καθ´ αὑτὸ ποιῶν ἄλλο δὲ μετὰ τοῦ συμβεβηκότος, οἷον ἄλλο μὲν ἄνθρωπον εἶναι λέγων ἄλλο δὲ λευκὸν ἄνθρωπον, ἔτι δὲ ἕτερον ποιῶν τὴν ἕξιν καὶ τὸ κατὰ τὴν ἕξιν λεγόμενον. Τὸ γὰρ τῇ ἕξει ὑπάρχον καὶ τῷ κατὰ τὴν ἕξιν λεγομένῳ ὑπάρξει, καὶ τὸ τῷ κατὰ τὴν ἕξιν λεγομένῳ ὑπάρχον καὶ τῇ ἕξει ὑπάρξει. Οἷον ἐπεὶ ὁ ἐπιστήμων κατὰ τὴν ἐπιστήμην λέγεται διακεῖσθαι, οὐκ ἂν εἴη τῆς ἐπιστήμης ἴδιον τὸ ἀμετάπειστον ὑπὸ λόγου· καὶ γὰρ ὁ ἐπιστήμων ἔσται ἀμετάπειστος ὑπὸ λόγου. Κατασκευάζοντα δὲ ῥητέον ὅτι οὐκ ἔστιν ἕτερον ἁπλῶς τὸ ᾧ συμβέβηκε καὶ τὸ συμβεβηκὸς μετὰ τοῦ ᾧ συμβέβηκε λαμβανόμενον, ἀλλ´ ἄλλο λέγεται τῷ ἕτερον εἶναι αὐτοῖς τὸ εἶναι· οὐ ταὐτὸν γάρ ἐστιν ἀνθρώπῳ τε τὸ εἶναι ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ τὸ εἶναι ἀνθρώπῳ λευκῷ. Ἔτι δὲ θεωρητέον ἐστὶ παρὰ τὰς πτώσεις, λέγοντα ὅτι [134b] οὔθ´ ὁ ἐπιστήμων ἐστὶ τὸ ἀμετάπειστον ὑπὸ λόγου ἀλλ´ ὁ ἀμετάπειστος ὑπὸ λόγου, οὔθ´ ἡ ἐπιστήμη τὸ ἀμετάπειστον ὑπὸ λόγου ἀλλ´ ἡ ἀμετάπειστος ὑπὸ λόγου· πρὸς γὰρ τὸν πάντα ἐνιστάμενον πάντως ἀντιτακτέον ἐστίν.


ΚΕΦΑΛΑΙΟΝ Ε΄

§ 1. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ τὸ φύσει ὑπάρχον βουλόμενος ἀποδοῦναι τοῦτον τὸν τρόπον τίθησι τῇ λέξει ὥστε τὸ ἀεὶ ὑπάρχον σημαίνειν· δόξειε γὰρ ἂν κινεῖσθαι τὸ κείμενον εἶναι ἴδιον. Οἷον ἐπεὶ ὁ εἴπας ἀνθρώπου ἴδιον τὸ δίπουν βούλεται μὲν τὸ φύσει ὑπάρχον ἀποδιδόναι, σημαίνει δὲ τῇ λέξει τὸ ἀεὶ ὑπάρχον, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τὸ δίπουν· οὐ γὰρ πᾶς ἄνθρωπός ἐστι δύο πόδας ἔχων. Κατασκευάζοντα δ´ εἰ βούλεται τὸ φύσει ὑπάρχον ἴδιον ἀποδιδόναι καὶ τῇ λέξει τοῦτον τὸν τρόπον σημαίνει· οὐ γὰρ κινήσεται κατὰ τοῦτο τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ ἀνθρώπου ἴδιον ἀποδιδοὺς τὸ ζῷον ἐπιστήμης δεκτικὸν καὶ βούλεται καὶ τῇ λέξει σημαίνει τὸ φύσει ὑπάρχον ἴδιον, οὐκ ἂν κινοῖτο κατὰ τοῦτο ὡς οὐκ ὂν ἀνθρώπου ἴδιον τὸ ζῷον ἐπιστήμης δεκτικόν.

§ 2. Ἔτι ὅσα λέγεται ὡς κατ´ ἄλλο τι πρῶτον ἢ ὡς πρῶτον αὐτό, ἔργον ἐστὶν ἀποδοῦναι τῶν τοιούτων τὸ ἴδιον· ἐὰν μὲν γὰρ τοῦ κατ´ ἄλλο τι ἴδιον ἀποδῷς, καὶ κατὰ τοῦ πρώτου ἀληθεύσεται· ἐὰν δὲ τοῦ πρώτου θῇς, καὶ τοῦ κατ´ ἄλλο κατηγορηθήσεται. Οἷον ἐὰν μέν τις ἐπιφανείας ἴδιον ἀποδῷ τὸ κεχρῶσθαι, καὶ κατὰ σώματος ἀληθεύσεται τὸ κεχρῶσθαι· ἐὰν δὲ σώματος, καὶ κατ´ ἐπιφανείας κατηγορηθήσεται. Ὥ στεοὐ καθ´ οὗ ὁ λόγος, καὶ τοὔνομα ἀληθεύσεται.

§ 3. Συμβαίνει δ´ ἐν ἐνίοις τῶν ἰδίων ὡς ἐπὶ τὸ πολὺ γίνεσθαί τινα ἁμαρτίαν παρὰ τὸ μὴ διορίζεσθαι πῶς καὶ τίνων τίθησι τὸ ἴδιον. § 4. Ἅπνατες γὰρ ἐπιχειροῦσιν ἀποδιδόναι [τὸ] ἴδιον ἢ τὸ φύσει ὑπάρχον, καθάπερ ἀνθρώπου τὸ δίπουν, ἢ τὸ ὑπάρχον, καθάπερ ἀνθρώπου τινὸς τὸ τέτταρας δακτύλους ἔχειν, ἢ εἴδει, καθάπερ πυρὸς τὸ λεπτομερέστατον, ἢ ἁπλῶς, καθάπερ ζῴου τὸ ζῆν, ἢ κατ´ ἄλλο, καθάπερ ψυχῆς τὸ φρόνιμον, ἢ ὡς τὸ πρῶτον, καθάπερ λογιστικοῦ τὸ φρόνιμον, ἢ ὡς τῷ ἔχειν, καθάπερ ἐπιστήμονος τὸ ἀμετάπειστον ὑπὸ λόγου (οὐδὲν γὰρ ἕτερον ἢ τῷ ἔχειν τι ἔσται ἀμετάπειστος ὑπὸ λόγου), ἢ τῷ ἔχεσθαι, [135a] καθάπερ ἐπιστήμης τὸ ἀμετάπειστον ὑπὸ λόγου, ἢ τῷ μετέχεσθαι, καθάπερ ζῴου τὸ αἰσθάνεσθαι (αἰσθάνεται μὲν γὰρ καὶ ἄλλο τι, οἷον ἄνθρωπος, ἀλλ´ 〈ὡς〉 μετέχον ἤδη τοῦτο αἰσθάνεται), ἢ τῷ μετέχειν, καθάπερ τοῦ τινὸς ζῴου τὸ ζῆν. § 5. Μὴ προσθεὶς μὲν οὖν τὸ φύσει ἁμαρτάνει, διότι ἐνδέχεται τὸ φύσει ὑπάρχον μὴ ὑπάρχειν ἐκείνῳ ᾧ φύσει ὑπάρχει, καθάπερ ἀνθρώπῳ τὸ δύο πόδας ἔχειν. § 6. Μὴ διορίσας δ´ ὅτι τὸ ὑπάρχον ἀποδίδωσιν, διότι οὐκ ἔστι τοιοῦτον οἷον ὑπάρχειν ἐκείνῳ, καθάπερ τὸ τέτταρας δακτύλους ἔχειν τὸν ἄνθρωπον. § 7. Μὴ δηλώσας δὲ ὅτι ὡς πρῶτον ἢ ὡς κατ´ ἄλλο τίθησιν, διότι οὐ καθ´ οὗ ὁ λόγος, καὶ τοὔνομα ἀληθεύσεται, καθάπερ τὸ κεχρῶσθαι, εἴτε τῆς ἐπιφανείας εἴτε τοῦ σώματος ἀποδοθὲν ἴδιον. § 8. Μὴ προείπας δὲ ὅτι ἢ τῷ ἔχειν ἢ τῷ ἔχεσθαι τὸ ἴδιον ἀποδέδωκε, διότι οὐκ ἔστιν ἴδιον· ὑπάρξει γάρ, ἐὰν μὲν τῷ ἔχεσθαι ἀποδιδῷ τὸ ἴδιον, τῷ ἔχοντι, ἐὰν δὲ τῷ ἔχειν, τῷ ἐχομένῳ, καθάπερ τὸ ἀμετάπειστον ὑπὸ λόγου τῆς ἐπιστήμης ἢ τοῦ ἐπιστήμονος τεθὲν ἴδιον. § 9. Μὴ προσσημήνας δὲ τῷ μετέχειν ἢ τῷ μετέχεσθαι, διότι καὶ ἄλλοις τισὶν ὑπάρξει τὸ ἴδιον· ἐὰν μὲν γὰρ τῷ μετέχεσθαι ἀποδῷ, τοῖς μετέχουσιν, ἐὰν δὲ τῷ μετέχειν, τοῖς μετεχομένοις, καθάπερ εἰ τοῦ τινὸς ζῴου ἢ τοῦ ζῴου τιθείη τὸ ζῆν ἴδιον. § 10. Μὴ διαστείλας δὲ τὸ τῷ εἴδει, διότι ἑνὶ μόνῳ ὑπάρξει τῶν ὑπὸ τοῦτο ὄντων οὗ τὸ ἴδιον τίθησι· τὸ γὰρ καθ´ ὑπερβολὴν ἑνὶ μόνῳ ὑπάρχει, καθάπερ τοῦ πυρὸς τὸ κουφότατον.

§ 11. Ἐνίοτε δὲ καὶ τὸ τῷ εἴδει προσθεὶς διήμαρτεν. Δεήσει γὰρ ἓν εἶδος εἶναι τῶν λεχθέντων, ὅταν τὸ τῷ εἴδει προστεθῇ· τοῦτο δ´ ἐπ´ ἐνίων οὐ συμπίπτει, καθάπερ οὐδ´ ἐπὶ τοῦ πυρός. Οὐ γὰρ ἔστιν ἓν εἶδος τοῦ πυρός· ἕτερον γάρ ἐστι τῷ εἴδει ἄνθραξ καὶ φλὸξ καὶ φῶς, ἕκαστον αὐτῶν πῦρ ὄν. Διὰ τοῦτο δ´ οὐ δεῖ, ὅταν τὸ τῷ εἴδει προστεθῇ, ἕτερον εἶναι εἶδος τοῦ λεχθέντος, ὅτι τοῖς μὲν μᾶλλον τοῖς δ´ ἧττον ὑπάρξει τὸ λεχθὲν ἴδιον, καθάπερ ἐπὶ τοῦ πυρὸς τὸ λεπτομερέστατον· λεπτομερέστερον γάρ ἐστι τὸ φῶς τοῦ ἄνθρακος καὶ τῆς φλογός. Τοῦτο δ´ οὐ δεῖ γίνεσθαι ὅταν μὴ καὶ τὸ ὄνομα μᾶλλον κατηγορῆται καθ´ οὗ ὁ λόγος μᾶλλον ἀληθεύεται· εἰ δὲ μή, οὐκ ἔσται, καθ´ οὗ ὁ λόγος μᾶλλον, καὶ [135b] τοὔνομα μᾶλλον. Ἔτι δὲ πρὸς τούτοις ταὐτὸν εἶναι συμβήσεται τὸ ἴδιον τοῦ τε ἁπλῶς καὶ τοῦ μάλιστα ὄντος ἐν τῷ ἁπλῶς τοιούτῳ, καθάπερ ἐπὶ τοῦ πυρὸς ἔχει τὸ λεπτομερέστατον· καὶ γὰρ τοῦ φωτὸς ἔσται ταὐτὸ τοῦτο ἴδιον· λεπτομερέστατον γάρ ἐστι τὸ φῶς. § 12. Ἄλλου μὲν οὖν οὕτως ἀποδιδόντος τὸ ἴδιον ἐπιχειρητέον· αὐτῷ δ´ οὐ δοτέον ἐστὶ ταύτην τὴν ἔνστασιν, ἀλλ´ εὐθὺς τιθεμένῳ τὸ ἴδιον διοριστέον ὃν τρόπον τίθησι τὸ ἴδιον.

§ 13. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ αὐτὸ αὑτοῦ ἴδιον ἔθηκεν· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον. Αὐτὸ γὰρ αὑτῷ πᾶν τὸ εἶναι δηλοῖ· τὸ δὲ τὸ εἶναι δηλοῦν οὐκ ἴδιον ἀλλ´ ὅρος ἐστίν. Οἷον ἐπεὶ ὁ εἴπας καλοῦ τὸ πρέπον ἴδιον εἶναι αὐτὸ ἑαυτοῦ ἴδιον ἀποδέδωκε (ταὐτὸν γάρ ἐστι τὸ καλὸν καὶ τὸ πρέπον), οὐκ ἂν εἴη τὸ πρέπον τοῦ καλοῦ ἴδιον. Κατασκευάζοντα δὲ εἰ μὴ αὐτὸ μὲν αὑτοῦ ἴδιον ἀποδέδωκεν, ἀντικατηγορούμενον δ´ ἔθηκεν· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ οὐσία ἔμψυχος οὐκ αὐτὸ μὲν αὑτοῦ ἴδιον ἔθηκεν, ἀντικατηγορούμενον δ´ ἀποδέδωκεν, εἴη ἂν ἴδιον τοῦ ζῴου τὸ οὐσία ἔμψυχος.

§ 14. Ἔπειτ´ ἐπὶ τῶν ὁμοιομερῶν σκεπτέον ἐστίν, ἀνασκευάζοντα μὲν εἰ τὸ τοῦ συνόλου ἴδιον μὴ ἀληθεύεται κατὰ τοῦ μέρους, ἢ εἰ τὸ τοῦ μέρους μὴ λέγεται κατὰ τοῦ σύμπαντος· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον ἴδιον εἶναι. συμβαίνει δ´ ἐπ´ ἐνίων τοῦτο γίνεσθαι· ἀποδοίη γὰρ ἄν τις ἐπὶ τῶν Ὁμοιομερῶν ἴδιον ἐνίοτε μὲν ἐπὶ τὸ σύμπαν βλέψας, ἐνίοτε δ´ ἐπὶ τὸ κατὰ μέρος λεγόμενον αὐτὸς αὑτὸν ἐπιστήσας. Ἔσται δ´ οὐδέτερον ὀρθῶς ἀποδεδομένον. Οἷον ἐπὶ μὲν τοῦ σύμπαντος, ἐπεὶ ὁ εἴπας θαλάττης ἴδιον τὸ πλεῖστον ὕδωρ ἁλμυρὸν ὁμοιομεροῦς μέν τινος ἔθηκε τὸ ἴδιον, τοιοῦτον δ´ ἀποδέδωκε ὃ οὐκ ἀληθεύεται κατὰ τοῦ μέρους (οὐ γάρ ἐστιν ἡ τὶς θάλαττα τὸ πλεῖστον ὕδωρ ἁλμυρόν), οὐκ ἂν εἴη τῆς θαλάττης ἴδιον τὸ πλεῖστον ὕδωρ ἁλμυρόν. Ἐπὶ δὲ τοῦ μέρους, οἷον ἐπεὶ ὁ θεὶς ἀέρος ἴδιον τὸ ἀναπνευστὸν ὁμοιομεροῦς μέν τινος εἴρηκε τὸ ἴδιον, τοιοῦτον δ´ ἀποδέδωκεν ὃ κατὰ τοῦ τινὸς ἀέρος ἀληθεύεται, κατὰ δὲ τοῦ σύμπαντος οὐ λέγεται (οὐ γάρ ἐστιν ὁ σύμπας ἀναπνευστός), οὐκ ἂν εἴη τοῦ ἀέρος ἴδιον τὸ ἀναπνευστόν. [136a] Κατασκευάζοντα δὲ εἰ ἀληθεύεται μὲν καθ´ ἑκάστου τῶν ὁμοιομερῶν, ἔστι δ´ ἴδιον αὐτῶν κατὰ τὸ σύμπαν· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ ἀληθεύεται κατὰ πάσης γῆς τὸ κάτω φέρεσθαι κατὰ φύσιν, ἔστι δὲ τοῦτο ἴδιον καὶ τῆς τινὸς γῆς κατὰ τὸ γῆν εἶναι, εἴη ἂν τῆς γῆς ἴδιον τὸ κάτω φέρεσθαι κατὰ φύσιν.


ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄

§ 1. Ἔπειτ´ ἐκ τῶν ἀντικειμένων σκεπτέον ἐστί, πρῶτον μὲν ἐκ τῶν ἐναντίων, ἀνασκευάζοντα μὲν εἰ τοῦ ἐναντίου μὴ ἔστι τὸ ἐναντίον ἴδιον· οὐδὲ γὰρ τοῦ ἐναντίου ἔσται τὸ ἐναντίον ἴδιον. Οἷον ἐπεὶ ἐναντίον ἐστὶ δικαιοσύνῃ μὲν ἀδικία, τῷ βελτίστῳ δὲ τὸ χείριστον, οὐκ ἔστι δὲ τῆς δικαιοσύνης ἴδιον τὸ βέλτιστον, οὐκ ἂν εἴη τῆς ἀδικίας ἴδιον τὸ χείριστον.

§ 2. Κατασκευάζοντα δὲ εἰ τοῦ ἐναντίου τὸ ἐναντίον ἴδιόν ἐστιν· καὶ γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον ἴδιον ἔσται. Οἷον ἐπεὶ ἐναντίον ἐστὶν ἀγαθῷ μὲν κακόν, αἱρετῷ δὲ φευκτόν, ἔστι δὲ τοῦ ἀγαθοῦ ἴδιον τὸ αἱρετόν, εἴη ἂν κακοῦ ἴδιον τὸ φευκτόν.

§ 3. Δεύτερον δ´ ἐκ τῶν πρός τι, ἀνασκευάζοντα μὲν εἰ τὸ πρός τι τοῦ πρός τι μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ τὸ πρός τι τοῦ πρός τι ἔσται ἴδιον. Οἷον ἐπεὶ λέγεται διπλάσιον μὲν πρὸς ἥμισυ, ὑπερέχον δὲ πρὸς ὑπερεχόμενον, οὐκ ἔστι δὲ τοῦ διπλασίου τὸ ὑπερέχον ἴδιον, οὐκ ἂν εἴη τοῦ ἡμίσεος τὸ ὑπερεχόμενον ἴδιον. § 4. Κατασκευάζοντα δὲ εἰ τοῦ πρός τι τὸ πρὸς τί ἐστιν ἴδιον· καὶ γὰρ τοῦ πρός τι τὸ πρός τι ἔσται ἴδιον. Οἷον ἐπεὶ λέγεται τὸ μὲν διπλάσιον πρὸς τὸ ἥμισυ, τὸ δὲ δύο πρὸς ἓν πρὸς τὸ ἓν πρὸς δύο, ἔστι δὲ τοῦ διπλασίου ἴδιον τὸ ὡς δύο πρὸς ἕν, εἴη ἂν τοῦ ἡμίσεος ἴδιον τὸ ὡς ἓν πρὸς δύο.

§ 5. Τρίτον δ´ ἀνασκευάζοντα μὲν εἰ τῆς ἕξεως τὸ καθ´ ἕξιν λεγόμενον μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ τῆς στερήσεως τὸ κατὰ στέρησιν λεγόμενον ἔσται ἴδιον. Κἂν εἰ δὲ τῆς στερήσεως τὸ κατὰ στέρησιν λεγόμενον μὴ ἔστιν ἴδιον, οὐδὲ τῆς ἕξεως τὸ κατὰ τὴν ἕξιν λεγόμενον ἴδιον ἔσται· οἷον ἐπεὶ οὐ λέγεται τῆς κωφότητος ἴδιον τὸ ἀναισθησίαν εἶναι, οὐδ´ ἂν τῆς ἀκούσεως εἴη ἴδιον τὸ αἴσθησιν εἶναι. § 6. Κατασκευάζοντα δὲ εἰ τὸ καθ´ ἕξιν λεγόμενόν ἐστι τῆς ἕξεως ἴδιον· καὶ γὰρ τῆς στερήσεως τὸ κατὰ στέρησιν λεγόμενον ἔσται ἴδιον. Κἂν εἰ τῆς στερήσεως τὸ κατὰ στέρησιν λεγόμενόν ἐστιν ἴδιον, καὶ τῆς ἕξεως [136b] τὸ καθ´ ἕξιν λεγόμενον ἔσται ἴδιον. Οἷον ἐπεὶ τῆς ὄψεώς ἐστιν ἴδιον τὸ βλέπειν, καθὸ ἔχομεν ὄψιν, εἴη ἂν τῆς τυφλότητος ἴδιον τὸ μὴ βλέπειν, καθὸ οὐκ ἔχομεν ὄψιν πεφυκότες ἔχειν.

§ 7. Ἔπειτα ἐκ τῶν φάσεων καὶ τῶν ἀποφάσεων, πρῶτον μὲν ἐξ αὐτῶν τῶν κατηγορουμένων. Ἔστι δ´ ὁ τόπος οὗτος χρήσιμος ἀνασκευάζοντι μόνον. Οἷον εἰ ἡ φάσις ἢ τὸ κατὰ τὴν φάσιν λεγόμενον αὐτοῦ ἴδιόν ἐστιν· οὐ γὰρ ἔσται αὐτοῦ ἡ ἀπόφασις οὐδὲ τὸ κατὰ τὴν ἀπόφασιν λεγόμενον ἴδιον. Κἂν εἰ δ´ ἡ ἀπόφασις ἢ τὸ κατὰ τὴν ἀπόφασιν λεγόμενόν ἐστιν αὐτοῦ ἴδιον, οὐκ ἔσται ἡ φάσις οὐδὲ τὸ κατὰ τὴν φάσιν λεγόμενον ἴδιον. Οἷον ἐπεὶ τοῦ ζῴου ἐστὶν ἴδιον τὸ ἔμψυχον, οὐκ ἂν εἴη τοῦ ζῴου ἴδιον τὸ οὐκ ἔμψυχον. § 8. Δεύτερον δ´ ἐκ τῶν κατηγορουμένων ἢ μὴ κατηγορουμένων καὶ ἐξ ὧν κατηγορεῖται ἢ μὴ κατηγορεῖται, ἀνασκευάζοντα μὲν εἰ ἡ φάσις τῆς φάσεως μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ ἡ ἀπόφασις τῆς ἀποφάσεως ἔσται ἴδιον. Κἂν εἰ δ´ ἡ ἀπόφασις τῆς ἀποφάσεως μὴ ἔστιν ἴδιον, οὐδ´ ἡ φάσις τῆς φάσεως ἔσται ἴδιον. Οἷον ἐπεὶ οὐκ ἔστι τοῦ ἀνθρώπου ἴδιον τὸ ζῷον, οὐδ´ ἂν τοῦ μὴ ἀνθρώπου εἴη ἴδιον τὸ μὴ ζῷον· § 9. κἂν εἰ δὲ τοῦ μὴ ἀνθρώπου φαίνεται μὴ ἴδιον τὸ μὴ ζῷον, οὐδὲ τοῦ ἀνθρώπου ἔσται ἴδιον τὸ ζῷον. Κατασκευάζοντα δ´ εἰ τῆς φάσεως ἡ φάσις ἐστὶν ἴδιον· καὶ γὰρ τῆς ἀποφάσεως ἡ ἀπόφασις ἔσται ἴδιον. Κἂν εἰ δὲ τῆς ἀποφάσεως ἡ ἀπόφασίς ἐστιν ἴδιον, καὶ ἡ φάσις τῆς φάσεως ἔσται ἴδιον. Οἷον ἐπεὶ τοῦ μὴ ζῴου ἴδιόν ἐστι τὸ μὴ ζῆν, εἴη ἂν τοῦ ζῴου ἴδιον τὸ ζῆν· κἂν εἰ δὲ τοῦ ζῴου φαίνεται ἴδιον τὸ ζῆν, καὶ τοῦ μὴ ζῴου φανεῖται ἴδιον τὸ μὴ ζῆν. § 10. Τρίτον δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων, ἀνασκευάζοντα μὲν εἰ τὸ ἀποδεδομένον ἴδιον τῆς φάσεώς ἐστιν ἴδιον· οὐ γὰρ ἔσται τὸ αὐτὸ καὶ τῆς ἀποφάσεως ἴδιον. Κἂν εἰ δὲ τῆς ἀποφάσεώς ἐστιν ἴδιον τὸ ἀποδοθέν, οὐκ ἔσται τῆς φάσεως ἴδιον. § 11. Οἷον ἐπεὶ τοῦ ζῴου ἴδιον τὸ ἔμψυχον, οὐκ ἂν εἴη τοῦ μὴ ζῴου ἴδιον τὸ ἔμψυχον. Κατασκευάζοντα δέ, εἰ τὸ ἀποδοθὲν μὴ ἔστι τῆς φάσεως ἴδιον, εἴη ἂν τῆς ἀποφάσεως. Οὗτος δ´ ὁ τόπος ψευδής ἐστιν· φάσις γὰρ ἀποφάσεως καὶ ἀπόφασις φάσεως οὐκ ἔστιν ἴδιον. Φάσις μὲν γὰρ ἀποφάσει οὐδ´ ὅλως ὑπάρχει, [137a] ἀπόφασις δὲ φάσει ὑπάρχει μέν, οὐχ ὡς ἴδιον δὲ ὑπάρχει.

§ 12. Ἔπειτα δ´ ἐκ τῶν ἀντιδιῃρημένων, ἀνασκευάζοντα μὲν εἰ τῶν ἀντιδιῃρημένων μηδὲν μηδενὸς τῶν λοιπῶν ἀντιδιῃρημένων ἐστὶν ἴδιον· οὐδὲ γὰρ τὸ κείμενον ἔσται ἴδιον τούτου οὗ κεῖται ἴδιον. Οἷον ἐπεὶ ζῷον αἰσθητὸν οὐδενὸς τῶν ἄλλων ζῴων ἐστὶν ἴδιον, οὐκ ἂν εἴη τὸ ζῷον νοητὸν τοῦ θεοῦ ἴδιον. Κατασκευάζοντα δ´ εἰ τῶν λοιπῶν τῶν ἀντιδιῃρημένων ὁτιοῦν ἐστιν ἴδιον τούτων ἑκάστου τῶν ἀντιδιῃρημένων· καὶ γὰρ τὸ λοιπὸν ἔσται τούτου ἴδιον οὗ κεῖται μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ φρονήσεώς ἐστιν ἴδιον τὸ καθ´ αὑτὸ πεφυκέναι λογιστικοῦ ἀρετὴν εἶναι, καὶ τῶν ἄλλων ἀρετῶν οὕτως ἑκάστης λαμβανομένης, εἴη ἂν σωφροσύνης ἴδιον τὸ καθ´ αὑτὸ πεφυκέναι ἐπιθυμητικοῦ ἀρετὴν εἶναι.


ΚΕΦΑΛΑΙΟΝ Ζ΄

§ 1. Ἔπειτ´ ἐκ τῶν πτώσεων, ἀνασκευάζοντα μὲν εἰ ἡ πτῶσις τῆς πτώσεως μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ ἡ πτῶσις τῆς πτώσεως ἔσται ἴδιον. Οἷον ἐπεὶ οὐκ ἔστι τοῦ δικαίως ἴδιον τὸ καλῶς, οὐδ´ ἂν τοῦ δικαίου εἴη ἴδιον τὸ καλόν. § 2. Κατασκευάζοντα δὲ εἰ ἡ πτῶσις τῆς πτώσεώς ἐστιν ἴδιον· καὶ γὰρ ἡ πτῶσις τῆς πτώσεως ἔσται ἴδιον. Οἷον ἐπεὶ τοῦ ἀνθρώπου ἐστὶν ἴδιον τὸ πεζὸν δίπουν, καὶ τοῦ ἀνθρώπῳ εἴη ἂν ἴδιον τὸ πεζῷ δίποδι λέγεσθαι.

§ 3. Οὐ μόνον δ´ ἐπ´ αὐτοῦ τοῦ εἰρημένου κατὰ τὰς πτώσεις ἐστὶ σκεπτέον ἀλλὰ καὶ ἐπὶ τῶν ἀντικειμένων, καθάπερ καὶ ἐπὶ τῶν προτέρων τόπων εἴρηται, § 4. ἀνασκευάζοντα μὲν εἰ ἡ τοῦ ἀντικειμένου πτῶσις μὴ ἔστιν ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως· οὐδὲ γὰρ ἡ τοῦ ἀντικειμένου πτῶσις ἔσται ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως. Οἷον ἐπεὶ οὐκ ἔστι τοῦ δικαίως ἴδιον τὸ ἀγαθῶς, οὐδ´ ἂν τοῦ ἀδίκως εἴη ἴδιον τὸ κακῶς. § 5. Κατασκευάζοντα δὲ εἰ ἡ τοῦ ἀντικειμένου πτῶσίς ἐστιν ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως· καὶ γὰρ ἡ τοῦ ἀντικειμένου πτῶσις ἔσται ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως. Οἷον ἐπεὶ τοῦ ἀγαθοῦ ἐστιν ἴδιον τὸ βέλτιστον, καὶ τοῦ κακοῦ ἂν εἴη ἴδιον τὸ χείριστον.

§ 6. Ἔπειτ´ ἐκ τῶν ὁμοίως ἐχόντων, ἀνασκευάζοντα μὲν εἰ τὸ ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντος μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ τὸ ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντος ἔσται ἴδιον. Οἷον ἐπεὶ ὁμοίως ἔχει ὁ οἰκοδόμος πρὸς τὸ ποιεῖν οἰκίαν καὶ ὁ ἰατρὸς πρὸς τὸ ποιεῖν ὑγίειαν, οὐκ ἔστι δὲ ἰατροῦ ἴδιον τὸ ποιεῖν ὑγίειαν, [137b] οὐκ ἂν εἴη οἰκοδόμου ἴδιον τὸ ποιεῖν οἰκίαν. § 7. Κατασκευάζοντα δὲ εἰ τὸ ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντός ἐστιν ἴδιον· καὶ γὰρ τὸ ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντος ἔσται ἴδιον. Οἷον ἐπεὶ ὁμοίως ἔχει ἰατρός τε πρὸς τὸ ποιητικὸς ὑγιείας εἶναι καὶ γυμναστὴς πρὸς τὸ ποιητικὸς εὐεξίας, ἔστι δ´ ἴδιον γυμναστοῦ τὸ ποιητικὸν εἶναι εὐεξίας, εἴη ἂν ἴδιον ἰατροῦ τὸ ποιητικὸν εἶναι ὑγιείας.

§ 8. Ἔπειτ´ ἐκ τῶν ὡσαύτως ἐχόντων, ἀνασκευάζοντα μὲν εἰ τὸ ὡσαύτως ἔχον τοῦ ὡσαύτως ἔχοντος μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ τὸ ὡσαύτως ἔχον τοῦ ὡσαύτως ἔχοντος ἔσται ἴδιον. Εἰ δ´ ἐστὶ τοῦ ὡσαύτως ἔχοντος τὸ ὡσαύτως ἔχον ἴδιον, τούτου οὐκ ἔσται ἴδιον οὗ κεῖται εἶναι ἴδιον. Οἷον ἐπεὶ ὡσαύτως ἔχει φρόνησις πρὸς τὸ καλὸν καὶ τὸ αἰσχρόν, τῷ ἐπιστήμη ἑκατέρου αὐτῶν εἶναι, οὐκ ἔστι δ´ ἴδιον φρονήσεως τὸ ἐπιστήμην εἶναι καλοῦ, οὐκ ἂν εἴη ἴδιον φρονήσεως τὸ ἐπιστήμην εἶναι αἰσχροῦ. [Εἰ δ´ ἐστὶν ἴδιον φρονήσεως τὸ ἐπιστήμην εἶναι καλοῦ, οὐκ ἂν εἴη ἴδιον αὐτῆς τὸ ἐπιστήμην εἶναι αἰσχροῦ· ἀδύνατον γὰρ εἶναι τὸ αὐτὸ πλειόνων ἴδιον.] § 9. Κατασκευάζοντι δὲ οὐδὲν οὗτος ὁ τόπος ἐστὶ χρήσιμος· τὸ γὰρ ὡσαύτως ἔχον ἓν πρὸς πλείω συγκρίνεται.

§ 10. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ τὸ κατὰ τὸ εἶναι λεγόμενον μὴ ἔστι τοῦ κατὰ τὸ εἶναι λεγομένου ἴδιον· οὐδὲ γὰρ τὸ φθείρεσθαι τοῦ κατὰ τὸ φθείρεσθαι, οὐδὲ τὸ γίνεσθαι τοῦ κατὰ τὸ γίνεσθαι λεγομένου, ἔσται ἴδιον. Οἷον ἐπεὶ οὐκ ἔστιν ἀνθρώπου ἴδιον τὸ εἶναι ζῷον, οὐδ´ ἂν τοῦ ἄνθρωπον γίνεσθαι εἴη ἴδιον τὸ γίνεσθαι ζῷον, οὐδ´ ἂν τοῦ ἄνθρωπον φθείρεσθαι εἴη ἴδιον τὸ φθείρεσθαι ζῷον. Τὸν αὐτὸν δὲ τρόπον ληπτέον ἐστὶ καὶ ἐκ τοῦ γίνεσθαι πρὸς τὸ εἶναι καὶ φθείρεσθαι, καὶ ἐκ τοῦ φθείρεσθαι πρὸς τὸ εἶναι καὶ πρὸς τὸ γίνεσθαι, καθάπερ εἴρηται νῦν ἐκ τοῦ εἶναι πρὸς τὸ γίνεσθαι καὶ φθείρεσθαι. § 11. Κατασκευάζοντα δὲ εἰ τοῦ κατὰ τὸ εἶναι τεταγμένου ἐστὶ τὸ κατ´ αὐτὸ τεταγμένον ἴδιον· καὶ γὰρ τοῦ κατὰ τὸ γίνεσθαι λεγομένου ἔσται τὸ κατὰ τὸ γίνεσθαι λεγόμενον ἴδιον, καὶ τοῦ κατὰ τὸ φθείρεσθαι τὸ κατὰ τοῦτο ἀποδιδόμενον. Οἷον ἐπεὶ τοῦ ἀνθρώπου ἐστὶν ἴδιον τὸ εἶναι βροτόν, καὶ τοῦ γίνεσθαι ἄνθρωπον εἴη ἂν ἴδιον τὸ γίνεσθαι βροτόν, καὶ τοῦ φθείρεσθαι ἄνθρωπον τὸ φθείρεσθαι βροτόν. Τὸν αὐτὸν δὲ τρόπον ληπτέον [138a] ἐστὶ καὶ ἐκ τοῦ γίνεσθαι καὶ φθείρεσθαι πρὸς τὸ εἶναι καὶ πρὸς †τὰ ἐξ αὐτῶν†, καθάπερ καὶ ἀνασκευάζοντι εἴρηται.

§ 12. Ἔπειτ´ ἐπιβλέπειν ἐπὶ τὴν ἰδέαν τοῦ κειμένου, ἀνασκευάζοντα μὲν εἰ τῇ ἰδέᾳ μὴ ὑπάρχει, ἢ εἰ μὴ κατὰ τοῦτο καθ´ ὃ λέγεται τοῦτο οὗ τὸ ἴδιον ἀπεδόθη· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον· οἷον ἐπεὶ αὐτοανθρώπῳ οὐχ ὑπάρχει τὸ ἠρεμεῖν ᾗ ἄνθρωπός ἐστιν, ἀλλ´ ᾗ ἰδέα, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τὸ ἠρεμεῖν. § 13. Κατασκευάζοντα δὲ εἰ τῇ ἰδέᾳ ὑπάρχει καὶ κατὰ τοῦτο ὑπάρχει ᾗ λέγεται κατ´ αὐτοῦ ἐκεῖνο οὗ κεῖται μὴ εἶναι ἴδιον· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ ὑπάρχει τῷ αὐτοζῴῳ τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι, καὶ ᾗ ζῷον αὐτῷ ὑπάρχει τοῦτο, εἴη ἂν ζῴου ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι.


ΚΕΦΑΛΑΙΟΝ Η΄

§ 1. Ἔπειτα ἐκ τοῦ μᾶλλον καὶ ἧττον, πρῶτον μὲν ἀνασκευάζοντα εἰ τὸ μᾶλλον τοῦ μᾶλλον μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ τὸ ἧττον τοῦ ἧττον ἔσται ἴδιον, οὐδὲ τὸ ἥκιστα τοῦ ἥκιστα, οὐδὲ τὸ μάλιστα τοῦ μάλιστα, οὐδὲ τὸ ἁπλῶς τοῦ ἁπλῶς. Οἷον ἐπεὶ οὐκ ἔστι τὸ μᾶλλον κεχρῶσθαι τοῦ μᾶλλον σώματος ἴδιον, οὐδὲ τὸ ἧττον κεχρῶσθαι τοῦ ἧττον σώματος εἴη ἂν ἴδιον, οὐδὲ τὸ κεχρῶσθαι σώματος ὅλως. § 2. Κατασκευάζοντα δὲ εἰ τὸ μᾶλλον τοῦ μᾶλλόν ἐστιν ἴδιον· καὶ γὰρ τὸ ἧττον τοῦ ἧττον ἔσται ἴδιον, καὶ τὸ ἥκιστα τοῦ ἥκιστα, καὶ τὸ μάλιστα τοῦ μάλιστα, καὶ τὸ ἁπλῶς τοῦ ἁπλῶς. Οἷον ἐπεὶ τοῦ μᾶλλον ζῶντος τὸ μᾶλλον αἰσθάνεσθαί ἐστιν ἴδιον, καὶ τοῦ ἧττον ζῶντος τὸ ἧττον αἰσθάνεσθαι εἴη ἂν ἴδιον, καὶ τοῦ μάλιστα δὴ τὸ μάλιστα, καὶ τοῦ ἥκιστα τὸ ἥκιστα, καὶ τοῦ ἁπλῶς τὸ ἁπλῶς.

§ 3. Καὶ ἐκ τοῦ ἁπλῶς δὲ πρὸς ταῦτα σκεπτέον ἐστίν, ἀνασκευάζοντα μὲν εἰ τὸ ἁπλῶς τοῦ ἁπλῶς μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ τὸ μᾶλλον τοῦ μᾶλλον, οὐδὲ τὸ ἧττον τοῦ ἧττον, οὐδὲ τὸ μάλιστα τοῦ μάλιστα, οὐδὲ τὸ ἥκιστα τοῦ ἥκιστα ἔσται ἴδιον. Οἷον ἐπεὶ οὐκ ἔστι τοῦ ἀνθρώπου τὸ σπουδαῖον ἴδιον, οὐδ´ ἂν τοῦ μᾶλλον ἀνθρώπου τὸ μᾶλλον σπουδαῖον ἴδιον εἴη. § 4. Κατασκευάζοντα δὲ εἰ τὸ ἁπλῶς τοῦ ἁπλῶς ἐστιν ἴδιον· καὶ γὰρ τὸ μᾶλλον τοῦ μᾶλλον καὶ τὸ ἧττον τοῦ ἧττον καὶ τὸ ἥκιστα τοῦ ἥκιστα καὶ τὸ μάλιστα τοῦ μάλιστα ἔσται ἴδιον. Οἷον ἐπεὶ τοῦ πυρός ἐστιν ἴδιον τὸ ἄνω φέρεσθαι κατὰ φύσιν, καὶ τοῦ μᾶλλον [138b] πυρὸς εἴη ἂν ἴδιον τὸ μᾶλλον ἄνω φέρεσθαι κατὰ φύσιν. § 5. Τὸν αὐτὸν δὲ τρόπον σκεπτέον ἐστὶ καὶ ἐκ τῶν ἄλλων πρὸς ἅπαντα ταῦτα.

§ 6. Δεύτερον δ´ ἀνασκευάζοντα μὲν εἰ τὸ μᾶλλον οὗ μᾶλλον μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ τὸ ἧττον οὗ ἧττον ἔσται ἴδιον. Οἷον ἐπεὶ μᾶλλόν ἐστιν ἴδιον ζῴου τὸ αἰσθάνεσθαι ἢ ἀνθρώπου τὸ ἐπίστασθαι, οὐκ ἔστι δὲ ζῴου ἴδιον τὸ αἰσθάνεσθαι, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τὸ ἐπίστασθαι. § 7. Κατασκευάζοντα δ´ εἰ τὸ ἧττον οὗ ἧττόν ἐστιν ἴδιον· καὶ γὰρ τὸ μᾶλλον οὗ μᾶλλον ἔσται ἴδιον. Οἷον ἐπεὶ ἧττόν ἐστιν ἴδιον ἀνθρώπου τὸ ἥμερον φύσει ἢ ζῴου τὸ ζῆν, ἔστι δ´ ἀνθρώπου ἴδιον τὸ ἥμερον φύσει, εἴη ἂν ζῴου ἴδιον τὸ ζῆν.

§ 8. Τρίτον δ´ ἀνασκευάζοντα μὲν εἰ οὗ μᾶλλόν ἐστιν ἴδιον μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ οὗ ἧττόν ἐστιν ἴδιον, ἔσται τούτου ἴδιον. Εἰ δ´ ἐκείνου ἐστὶν ἴδιον, οὐκ ἔσται τούτου ἴδιον. Οἷον ἐπεὶ τὸ κεχρῶσθαι μᾶλλον τῆς ἐπιφανείας ἢ τοῦ σώματός ἐστιν ἴδιον, οὐκ ἔστι δὲ τῆς ἐπιφανείας ἴδιον, οὐκ ἂν εἴη τοῦ σώματος ἴδιον τὸ κεχρῶσθαι. Εἰ δ´ ἐστὶ τῆς ἐπιφανείας ἴδιον, οὐκ ἂν εἴη τοῦ σώματος ἴδιον. § 9. Κατασκευάζοντι δὲ ὁ τόπος οὗτος οὐκ ἔστι χρήσιμος· ἀδύνατον γάρ ἐστι ταὐτὸ πλειόνων ἴδιον εἶναι.

§ 10. Τέταρτον δ´ ἀνασκευάζοντα μὲν εἰ τὸ μᾶλλον αὐτοῦ ἴδιον μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ τὸ ἧττον αὐτοῦ ἴδιον ἔσται ἴδιον. Οἷον ἐπεὶ μᾶλλόν ἐστι τοῦ ζῴου ἴδιον τὸ αἰσθητὸν ἢ τὸ μεριστόν, οὐκ ἔστι δὲ τοῦ ζῴου τὸ αἰσθητὸν ἴδιον, οὐκ ἂν εἴη τοῦ ζῴου τὸ μεριστὸν ἴδιον. § 11. Κατασκευάζοντα δὲ εἰ τὸ ἧττον αὐτοῦ ὂν ἴδιόν ἐστιν ἴδιον· καὶ γὰρ τὸ μᾶλλον αὐτοῦ ὂν ἴδιον ἔσται ἴδιον. Οἷον ἐπεὶ ἧττόν ἐστιν ἴδιον ζῴου τὸ αἰσθάνεσθαι ἢ τὸ ζῆν, ἔστι δὲ τοῦ ζῴου τὸ αἰσθάνεσθαι ἴδιον, εἴη ἂν τοῦ ζῴου τὸ ζῆν ἴδιον.

§ 12. Ἔπειτ´ ἐκ τῶν ὁμοίως ὑπαρχόντων, πρῶτον μὲν ἀνασκευάζοντα εἰ τὸ ὁμοίως ὂν ἴδιον μὴ ἔστιν ἴδιον τούτου οὗ ὁμοίως ἐστὶν ἴδιον· οὐδὲ γὰρ τὸ ὁμοίως ὂν ἴδιον ἔσται ἴδιον τούτου οὗ ὁμοίως ἐστὶν ἴδιον. Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον ἐπιθυμητικοῦ τὸ ἐπιθυμεῖν καὶ λογιστικοῦ τὸ λογίζεσθαι, οὐκ ἔστι δ´ ἴδιον ἐπιθυμητικοῦ τὸ ἐπιθυμεῖν, οὐκ ἂν εἴη ἴδιον λογιστικοῦ τὸ λογίζεσθαι. § 13. Κατασκευάζοντα δὲ εἰ τὸ ὁμοίως ὂν ἴδιόν ἐστι τούτου ἴδιον οὗ ὁμοίως ἐστὶν ἴδιον· ἔσται γὰρ καὶ τὸ ὁμοίως ὂν [139a] ἴδιον τούτου ἴδιον οὗ ὁμοίως ἐστὶν ἴδιον. Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον λογιστικοῦ τὸ πρῶτον φρόνιμον καὶ ἐπιθυμητικοῦ τὸ πρῶτον σῶφρον, ἔστι δὲ [τοῦ] λογιστικοῦ ἴδιον τὸ πρῶτον φρόνιμον, εἴη ἂν ἐπιθυμητικοῦ ἴδιον τὸ πρῶτον σῶφρον.

§ 14. Δεύτερον δ´ ἀνασκευάζοντα μὲν εἰ τὸ ὁμοίως ὂν ἴδιον μὴ ἔστιν ἴδιον αὐτοῦ· οὐδὲ γὰρ τὸ ὁμοίως ὂν ἴδιον ἔσται ἴδιον αὐτοῦ. Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον ἀνθρώπου τὸ ὁρᾶν καὶ τὸ ἀκούειν, οὐκ ἔστι δ´ ἀνθρώπου ἴδιον τὸ ὁρᾶν, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τὸ ἀκούειν. § 15. Κατασκευάζοντα δὲ εἰ τὸ ὁμοίως αὐτοῦ ὂν ἴδιόν ἐστιν ἴδιον· καὶ γὰρ τὸ ὁμοίως αὐτοῦ ὂν ἴδιον ἔσται ἴδιον. Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον ψυχῆς τὸ μέρος αὐτῆς ἐπιθυμητικὸν εἶναι πρῶτον καὶ λογιστικὸν πρῶτον, ἔστι δὲ ψυχῆς ἴδιον τὸ μέρος αὐτῆς εἶναι ἐπιθυμητικὸν πρῶτον, εἴη ἂν ἴδιον ψυχῆς τὸ μέρος αὐτῆς εἶναι λογιστικὸν πρῶτον.

§ 16. Τρίτον δ´ ἀνασκευάζοντα μὲν εἰ οὗ ὁμοίως ἐστὶν ἴδιον μὴ ἔστιν ἴδιον· οὐδὲ γὰρ οὗ ὁμοίως ἐστὶν ἴδιον ἔσται ἴδιον. Εἰ δ´ ἐκείνου ἐστὶν ἴδιον, οὐκ ἔσται θατέρου ἴδιον. Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον τὸ καίειν φλογὸς καὶ ἄνθρακος, οὐκ ἔστι δ´ ἴδιον φλογὸς τὸ καίειν, οὐκ ἂν εἴη ἴδιον ἄνθρακος τὸ καίειν. Εἰ δ´ ἐστὶ φλογὸς ἴδιον, οὐκ ἂν εἴη ἄνθρακος ἴδιον. § 17. Κατασκευάζοντι δὲ οὐδὲν οὗτος ὁ τόπος ἐστὶ χρήσιμος.

§ 18. Διαφέρει δ´ ὁ ἐκ τῶν ὁμοίως ἐχόντων τοῦ ἐκ τῶν ὁμοίως ὑπαρχόντων, ὅτι τὸ μὲν κατ´ ἀναλογίαν λαμβάνεται, οὐκ ἐπὶ τοῦ ὑπάρχειν τι θεωρούμενον, τὸ δ´ ἐκ τοῦ ὑπάρχειν τι συγκρίνεται.


ΚΕΦΑΛΑΙΟΝ Θ΄

§ 1. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ, δυνάμει τὸ ἴδιον ἀποδιδούς, καὶ πρὸς μὴ ὂν ἀποδέδωκε τὸ ἴδιον τῇ δυνάμει, μὴ ἐνδεχομένης τῆς δυνάμεως ὑπάρχειν τῷ μὴ ὄντι· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον. Οἷον ἐπεὶ ὁ εἴπας ἀέρος ἴδιον τὸ ἀναπνευστὸν τῇ δυνάμει μὲν ἀποδέδωκε τὸ ἴδιον (τὸ γὰρ τοιοῦτον οἷον ἀναπνεῖσθαι ἀναπνευστόν ἐστιν), ἀποδέδωκε δὲ καὶ πρὸς τὸ μὴ ὂν τὸ ἴδιον (καὶ γὰρ μὴ ὄντος ζῴου οἷον ἀναπνεῖν πέφυκε τὸν ἀέρα ἐνδέχεται ἀέρα εἶναι· οὐ μέντοι μὴ ὄντος ζῴου δυνατόν ἐστιν ἀναπνεῖν· ὥστ´ οὐδ´ ἀέρος ἔσται ἴδιον τὸ τοιοῦτον οἷον ἀναπνεῖσθαι τότε ὅτε ζῷον οὐκ ἔσται τοιοῦτον οἷον ἀναπνεῖν), οὐκ ἂν οὖν εἴη ἀέρος ἴδιον τὸ ἀναπνευστόν.

[139b] § 2. Κατασκευάζοντα δὲ εἰ τῇ δυνάμει ἀποδιδοὺς τὸ ἴδιον ἢ πρὸς ὂν ἀποδίδωσι τὸ ἴδιον ἢ πρὸς μὴ ὄν, ἐνδεχομένης τῆς δυνάμεως τῷ μὴ ὄντι ὑπάρχειν· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον. Οἷον ἐπεὶ ὁ ἀποδιδοὺς ἴδιον τοῦ ὄντος τὸ δυνατὸν παθεῖν ἢ ποιῆσαι, δυνάμει ἀποδιδοὺς τὸ ἴδιον, πρὸς ὂν ἀποδέδωκε τὸ ἴδιον (ὅτε γὰρ ὄν ἐστι, καὶ δυνατὸν παθεῖν τι ἢ ποιῆσαι ἔσται)—ὥστε εἴη ἂν ἴδιον τοῦ ὄντος τὸ δυνατὸν παθεῖν ἢ ποιῆσαι.

§ 3. Ἔπειτ´ ἀνασκευάζοντα μὲν εἰ ὑπερβολὴν τέθεικε τὸ ἴδιον· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον. Συμβαίνει γὰρ τοῖς οὕτως ἀποδιδοῦσι τὸ ἴδιον μή, καθ´ οὗ ὁ λόγος, τοὔνομα ἀληθεύεσθαι· φθαρέντος γὰρ τοῦ πράγματος οὐδὲν ἧττον ἔσται ὁ λόγος· τῶν γὰρ ὄντων τινὶ μάλιστα ὑπάρξει. Οἷον εἴ τις ἀποδοίη τοῦ πυρὸς ἴδιον σῶμα τὸ κουφότατον· φθαρέντος γὰρ τοῦ πυρὸς ἔσται τι τῶν σωμάτων ὃ κουφότατον ἔσται. Ὥστ´ οὐκ ἂν εἴη τοῦ πυρὸς ἴδιον σῶμα τὸ κουφότατον. § 4. Κατασκευάζοντα δὲ εἰ μὴ ὑπερβολὴν τέθεικε τὸ ἴδιον· ἔσται γὰρ κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον. Οἷον ἐπεὶ ὁ θεὶς ἀνθρώπου ἴδιον ζῷον ἥμερον φύσει οὐχ ὑπερβολῇ ἀποδέδωκε τὸ ἴδιον, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον.