Τα μετά τον Όμηρο/9
←Τὰ μετὰ τὸν Ὅμηρο η΄ | Τὰ μετὰ τὸν Ὅμηρο θ΄ Συγγραφέας: Τὰ μετὰ τὸν Ὅμηρο |
Τὰ μετὰ τὸν Ὅμηρο ι΄→ |
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913. |
ἦμος δ᾽ ἤνυτο νυκτὸς ἄπο κνέφας, ἔγρετο δ᾽ Ἠὼς
ἐκ περάτων, μάρμαιρε δ᾽ ἀπείριτον ἄσπετος αἰθήρ,
δὴ τότ᾽ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων
ἂμ πεδίον πάπταινον, ἴδοντο δὲ Ἰλίου ἄκρην
5ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον
Τρῶες δ᾽ οὐκέτ᾽ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο
στήμεναι ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας
ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα·
Ἀντήνωρ δ᾽ ἐν τοῖσι θεῶν ἠρήσατ᾽ ἄνακτι·
‘Ζεῦ, Ἴδης μεδέων ἠδ᾽ οὐρανοῦ αἰγλήεντος,
10κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος
τρέψον ἀφ᾽ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,
εἴγ᾽ ὅ γ᾽ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμ᾽ Ἀΐδαο,
εἴτε τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ·
λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο
15πολλοὶ ἀποφθινύθουσι, κακοῦ δ᾽ οὐ γίνετ᾽ ἐρωή,
ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει·
Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπ᾽ Ἀχαιοῖς
μέμβλεται, ἀλλ᾽ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο
Δαρδάνου ἀντιθέοιο μέγ᾽ Ἀργείοισιν ἀρήγεις.
20ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει, [p. 384]
Τρῶας ὑπ᾽ Ἀργείοισιν ὀϊζυρῶς ἀπολέσσαι,
ἔρξον ἄφαρ, μηδ᾽ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.’
ἦ ῥα μέγ᾽ εὐχόμενος· τοῦ δ᾽ ἔκλυεν οὐρανόθι Ζεύς·
καὶ τὸ μὲν αἶψ᾽ ἐτέλεσσε, τὸ δ᾽ οὐκ ἤμελλε τελέσσειν·
25δὴ γάρ οἱ κατένευσεν, ὅπως ἀπὸ πολλοὶ ὄλωνται
Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δ᾽ υἰ̔̂ Ἀχιλῆος
τρεψέμεν οὐ κατένευσεν ἀπ᾽ εὐρυχόροιο πόληος,
ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει
ἦρα φέρειν καὶ κῦδος ἐΰφρονι Νηρηίνῃ.
30καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.
μεσσηγὺς δὲ πόληος ἰδ᾽ ευρέος Ἑλλησπόντου
Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ
καῖον ὁμῶς ἵπποισι· μάχη δ᾽ ἐπέπαυτο φόνοιο,
οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην
35εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς
λισσόμενος νέκυας πυρὶ καίεμεν· οἱ δ᾽ ἐπίθοντο
αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.
ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,
δὴ τότ᾽ ἄρ᾽ Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,
40Τρῶες δ᾽ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,
ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο·
τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι·
τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων
Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα
45δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ.
υἱὸς δ᾽ αὖτ᾽ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς
τύμβον ἐς εὐρώεντα· κύσεν δ᾽ ὅ γε δάκρυα χεύων
στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος·
καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε· [p. 386]
50‘χαῖρε πάτερ καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε
λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμ᾽ Ἀΐδαο·
ὡς εἴθε ζωόν σε μετ᾽ Ἀργείοισι κίχανον·
τῷ κε τάχ᾽ ἀλλήλοισι φρένας τερφθέντ᾽ ἐνὶ θυμῷ
Ἰλίου ἐξ ἱερῆς ληισσάμεθ᾽ ἄσπετον ὄλβον·
55νῦν δ᾽ οὔτ᾽ ἄρ σύ γ᾽ ἐσεῖδες ἑὸν τέκος οὔτε σ᾽ ἔγωγε
εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.
ἀλλὰ καὶ ὣς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος
σὸν δόρυ καὶ τεὸν υἷα μέγ᾽ ἐν δαῒ πεφρίκασι
δυσμενέες, Δαναοὶ γεγηθότες εἰσορόωσι
60σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα.’
ὣς εἰπὼν ἀπὸ ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν.
βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος
οὐκ οἶος· ἄμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες
Μυρμιδόνων, Φοῖνιξ δ᾽ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει
65λυγρὸν ἀναστενάχων περικυδέος ἀμφ᾽ Ἀχιλῆος.
νὺξ δ᾽ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δ᾽ οὐρανὸν ἄστρα·
οἱ δ᾽ ἄρα δορπήσαντες ἕλονθ᾽ ὕπνον· ἔγρετο δ᾽ Ἠώς.
Ἀργεῖοι δ᾽ ἄρ᾽ ἔδυσαν ἐν ἔντεσι· τῆλε δ᾽ ἀπ᾽ αὐτῶν
αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα·
70καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο
πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται
ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ·
ὣς οἵ γ᾽ ἐξεχέοντο πρὸ τείχεος, ὦρτο δ᾽ ἀϋτὴ
σμερδαλέη· μέγα δ᾽ αἶα περιστεναχίζετ᾽ ἰόντων.
75Τρῶες δ᾽ εὖτ᾽ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο,
θάμβησαν· πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον
πότμον ὀϊομένων· περὶ γὰρ νέφος ὣς ἐφαάνθη
λαὸς δυσμενέων· κανάχιζε δὲ τεύχεα φωτῶν
κινυμένων· ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν. [p. 388]
80καὶ τότ᾽ ἄρ᾽ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος
Δηιφόβῳ καὶ θῆκε μάλ᾽ ἄτρομον, ἠὲ καὶ αὐτοῦ
θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρ᾽ ἀπὸ πάτρης
δυσμενέων ἀλεγεινὸν ὑπ᾽ ἔγχεϊ λαὸν ἐλάσσῃ·
θαρσαλέον δ᾽ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·
85‘ὦ φίλοι, εἰ δ᾽ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε
μνησάμενοι, στονόεντος ὅσα πτολέμοιο τελευτὴ
ἄλγἐ ἐπ᾽ ἀνθρώποισι δορυκτήτοισι τίθησιν·
οὐ γὰρ Ἀλεξάνδροιο πέλει πέρι μοῦνον ἄεθλος
οὐδ᾽ Ἑλένης, ἀλλ᾽ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν
90ἠδ᾽ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων
πάσης τ᾽ ἀγλαΐης καὶ κτήσιος ἠδ᾽ ἐρατεινῆς
γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοι
μᾶλλον, ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην
δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο
95πῆμα μετ᾽ ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι.
τοὔνεκ᾽ ἀπωσάμενοι στυγερὸν δέος ἀμφ᾽ ἐμὲ πάντες
καρτύνασθ᾽ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς
ζωὸς ἔθ᾽ ἡμῖν ἄντα μαχήσεται, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν,
100ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μῆτ᾽ Ἀχιλῆα
μήτε τιν᾽ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης
μαρναμένους· τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος,
εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·
ἢ οὔπω τόδε οἴδατ᾽ ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς
105ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,
ἐκ δ᾽ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ
Ζεὺς ἐπάγει μερόπεσσι δι᾽ ἠέρος εὔδιον ἦμαρ,
ἔκ τ᾽ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο
εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.’
110ὣς φάτο· τοὶ δ᾽ ἐς Ἄρηα μεμαότες ἐντύναντο
ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ [p. 390]
μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.
ἔνθ᾽ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν
ἔντἐ ἀποιχομένῳ παρενήνεε δακρυχεούσα·
115τῷ δ᾽ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ
τεύχεα πάντα φέρεσκον· ὁ δέ σφισιν ἄλλοτε μέν που
ἄχνυτ᾽ ὀδυρομένοις, ὁτὲ δ᾽ ἔμπαλι μειδιάασκε
παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον
ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ·
120ἄλλῷ δ᾽ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν
ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης
πολλὰ παρηγορέων φίλον υἱέα, μηδενὶ εἴκειν
ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ
ταρφέα σήματ᾽ ἔχοντα παλαιῆς δηιοτῆτος.
125ἀλλ᾽ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,
ἄστεος ἐξεχέοντο μέγ᾽ ἱέμενοι πολέμοιο
λευγαλέου· ταχέεσσι δ᾽ ἐφ᾽ ἱππήεσσιν ὄρουσαν
ἱππῆες· πεζοῖσι δ᾽ ἐπέχραον ἔθνεα πεζῶν·
ἅρμασι δ᾽ ἅρμαθ᾽ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν
130ἐς μόθον ἐσσυμένων· ἐπαΰτεε δ᾽ οἷσιν ἕκαστος
κεκλόμενος· τοὶ δ᾽ αἶψα συνήιον· ἀμφὶ δ᾽ ἄρα σφι
τεύχἐ ἐπεσμαράγησε· μίγη δ᾽ ἑκάτερθεν ἀϋτὴ
λευγαλέη· τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα
βαλλόμεν᾽ ἀμφοτέρωθεν· ὑπ᾽ ἔγχεσι δ᾽ ἀσπίδες ἀνδρῶν
135θεινόμεναι κτυπέεσκον ἀάσχετον αἱ δ᾽ ὑπ᾽ ἀκόντων
καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν
ἀνέρες οὐτάζοντο· φορύνετο δ᾽ ἔντεα φωτῶν
αἵματι. Τρωιάδες δ᾽ ἀπὸ τείχεος ἐσκοπίαζον
αἰζηῶν στονόεντα μόθον· πάσῃσι δὲ γυῖα
140ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν
ἠδὲ κασιγνήτων· πολιοὶ δ᾽ ἅμα τῇσι γέροντες [p. 392]
ἕζοντ᾽ εἰσορόωντες· ἔδον δ᾽ ὑπὸ κήδεσι θυμὸν
παίδων ἀμφὶ φίλων· Ἑλένη δ᾽ ἐν δώμασι μίμνεν
οἴη ἅμ᾽ ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.
145οἱ δ᾽ ἄμοτονπονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες
γήθεον· οὐλομένη δ᾽ ἐπαΰτεεν ἀμφοτέροισι
μακρὸν Ἔρις βοόωσα· κόνις δ᾽ ἐρυθαίνετο λύθρῳ
κτεινομένων· ὀλέκοντο δ᾽ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
Ἔνθ᾽ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
150[Νέστορος,] Ἱππασίδην, ὁ δ᾽ ἀφ᾽ ἅρματος αἰψηροῖο
ἤριπεν ἀμφὶ νέκυσσιν· ἄχος δέ οἱ ἔσχεν ἄνακτα·
δείδιε γάρ, μὴ δή μιν ἐφ᾽ ἡνία χεῖρας ἔχοντα
υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·
ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλ᾽ ἐπὶ δίφρον
155ἆλτο θοῶς, ἵπποισι δ᾽ ἐκέκλετο μακρὰ τινάσσων
εὔληρ᾽, οὐδ᾽ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δ᾽ ἄλλων
ἐς πληθύν· πολέεσσι δ᾽ ὀλέθριον ὤπασεν ἦμαρ
ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
160θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δ᾽ ὑπὸ χερσὶ
μυρίοι ἐκτείνοντο· πέδον δ᾽ ἐστείνετο νεκρῶν.
ὡς δ᾽ ὅτ᾽ ἀν᾽ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
165σὺν πυρὶ δούρατα πολλά· τὰ δ᾽ ἄλλοθεν ἄλλα πεσόντα
πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δ᾽ ἐπιτέρπεται ἔργῳ·
ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ
ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.
καί ῥ᾽ ὀι μὲν Τρώεσσιν ὁμίλεον, οἱ δ᾽ ἐφέβοντο
170εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δ᾽ ὕδατος εἴσω
Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο·
ὡς δ᾽ ὁπότ᾽ ἰχθυόεντος ἐπ᾽ ᾐόσιν Ἑλλησπόντου [p. 394]
δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες
κολπωθὲν ποτὶ γαῖαν, ἔσω δ᾽ ἁλὸς εἰσέτ᾽ ἐόντος
175ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς
αἰνὸν ἐπὶ ξιφίῃσι φέρειν φόνον, ἄλλοθε δ᾽ ἄλλον
δάμναται, ὅν κε κίχῃσι, φόνῳ δ᾽ ἐρυθαίνεται ὕδωρ·
ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα
αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
180οὐδὲ μὲν οὐδ᾽ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,
ἀλλά σφεας ἐδάϊζεν Ἀχιλλέος ὄβριμος υἱὸς
ἀμφ᾽ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα
τέρπετ᾽ ἐφ᾽ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι·
τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
185πίπτεν ὁμῶς ἵπποισιν· ὁ δ᾽ ἑσπόμενος κεράϊζεν.
ἔνθ᾽ Ἀμίδην ἐδάϊξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ
ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητ᾽ ἐρατεινῆς
ἱππασίης· δὴ γάρ μιν ὑπ᾽ ἔγχεϊ τύψε φαεινῷ
ἐς νηδύν· αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν.
190ἔγκατα δ᾽ ἐξεχύθησαν· ἕλεν δέ μιν οὐλομένη Κὴρ
ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.
εἶλε δ᾽ ἄρ᾽ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας
δουρὶ μέγα στομάχοιο ποτὶ στόμα, τὰν δ᾽ ὑπὸ λαιμόν,
καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
195ἄλλους δ᾽ ἔκτανεν αἰέν, ὅσους κίχε· τίς κεν ἐκείνους
ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο
χερσὶ Νεοπτολέμοιο; κάμεν δέ οἱ οὔποτε μυῖα·
ὡς δ᾽ ὁπότ᾽ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι
πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν
200ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης
ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν·
ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος, [p. 396]
Τυδείδης δ᾽ ἑτέρωθεν ἐϋμμελίης τ᾽ Ἀγαμέμνων
ἄλλοι τ᾽ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο
205προφρονέως ἀνὰ δῆριν ἀμείλιχον· οὐδὲ μὲν ἐσθλοῖς
Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ
ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον
χαζομένους· πολέες γε μὲν οὐκ ἀλέγοντες ἄνακτων
ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.
210ὀψὲ δ᾽ ἄρ᾽ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου
ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο
αἰὲν ἐπασσυτέρους· λίπε δ᾽ οὓς πάρος αὐτόθ᾽ ἔναιρε,
φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε
κεῖσ᾽ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
215αὐτὰρ ὅ γ᾽ αἶψ᾽ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων
σεύεσκεν μάστιγι ποτὶ κλόνον· δἱ δ᾽ ἐπέτοντο
ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.
οἶος δ᾽ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης
ἐμβεβαὼς ἵπποισι, περιτρομέει δ᾽ ἄρα μαῖα
220ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο
τεύχἐ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα·
τοῖος Ἀχιλλῆος κρατεροῦ πάϊς ἤιεν ἄντην
ἐσθλοῦ Δηιφόβοιο· κόνις δ᾽ ἐπαείρετο πολλὴ
ἵππων ἀμφὶ πόδεσσιν· ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ
225Αὐτομέδων ἐνόησεν, ὅτις πέλεν· αἶψα δ᾽ ἄνακτι
τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων·
‘ὦ ἄνα, Δηιφόβοιο πέλει στρατός, ὅς τε καὶ αὐτὸς
σεῖο πάροιθε τοκῆος ὑπέτρεμε· νῦν δέ οἱ ἐσθλὸν
ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.’
230ὣς ἄρ᾽ ἔφη· ὁ δ᾽ ἄρ᾽ οὔτι προσέννεπεν, ἀλλ᾽ ἔτι μᾶλλον
ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα [p. 398]
ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,
δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο
235ἔστη, ὅπως πῦρ αἰνόν, ὅθ᾽ ὕδατος ἐγγὺς ἵκηται·
θάμβεε δ᾽ εἰσορόων κρατερόφρονος Αἰακίδαο
ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔτι τοκῆος
μείονα. τοῦ δ᾽ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν
ἄλλοτε μὲν φεύγειν, ὁτὲ ὁτὲ δ᾽ ἀνέρος ἄντα μάχεσθαι·
240ὡς δ᾽ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων
θῶας ἀποσσεύῃσι, λέων δ᾽ ἑτέρωθι φανείη
ἔκποθεν ἐσσύμενος, τοῦ δ᾽ ἵσταται ἄσπετος ὁρμὴ
οὔτε πρόσω μεμαῶτος ἔτ᾽ ἐλθέμεν οὔτ᾽ ἄρ᾽ ὀπίσσω,
θήγει δ᾽ ἀφριόωντας ὑπὶ γναθμοῖσιν ὀδόντας·
245ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις
πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.
τὸν δ᾽ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος·
‘Πριαμίδη, τί νυ τόσσον ἐπ᾽ Ἀργείοισι μέμηνας
χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν
250φεῦγον ἐπεσσυμένοιο, σὺ δ᾽ ἔλπεο πολλὸν ἄριστος
ἔμμεναι; ἀλλὰ σοὶ εἴπερ ὑπὸ κραδίῃ μένος ἐστίν,
ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.’
ὣς εἰπὼν οἴμησε λέων ὡς ἄντ᾽ ἐλάφοιο
ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο·
255καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,
εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων
ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο
ἥρπασε, καί μιν ἔθηκε ποτὶ πτόλιν, ᾗχι καὶ ἄλλοι
Τρῶες ἴσαν φεύγοντες· ὁ δ᾽ ἐς κενεὴν δόρυ τύψας
260ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν·
‘ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ
ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις, ὅς σ᾽ ἐκάλυψε
νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.’ [p. 400]
ὣς ἄρ᾽ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
265εὖτ᾽ ὀμίχλην διέχευε· λύθη δ᾽ εἰς ἠέρα μακρήν·
αὐτίκα δ᾽ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών.
Τρῶας δ᾽ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας
Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δ᾽ ἄρα πατρὶ ἐοικὼς
ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα·
270ἠΰτε κῦμ᾽ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι
ναῦται, ὅ τ᾽ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται
εὐρὺ μάλ᾽ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·
ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμφεχε Τρῶας.
τοῖον δ᾽ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·
275‘κλῦτε φίλοι καῖ θάρσος ἐνὶ στήθεσσι βάλεσθε
ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι
καὶ κλέος ἐκ πολέμοιο δυσηχέος· ἀλλ᾽ ἄγε θυμὸν
παρθέμενοι πονεώμεθ᾽ ὑπὲρ μένος, εἰσόκε Τροίης
280πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ·
αἰδὼς γάρ, μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας
ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας·
τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.’
ὣς φάτο· τοὶ δ᾽ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν
285θαρσαλέως, Τρώεσσι δ᾽ ἐπέδραμον· οἱ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δ᾽ αὖτε
ἔντοσθεν πυλέων ἀπὸ τείχεος· οὐδ᾽ ἀπέληγε
δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι
δυσμενέων στρατὸν αἰνόν, ἐϋσθενέων δ᾽ Ἀργείων
290ἄστυ διαπραθέειν· ὀλοὴ δ᾽ ἔχε πάντας ὀϊζύς.
καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων
ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι
Λητοΐδης· τὸν δ᾽ αἶψα θοαὶ φορέεσκον ἄελλαι
τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ [p. 402]
295μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι·
ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν· ἔβραχε δ᾽ αἰθὴρ
θεσπέσιον καὶ γαῖα μέγ᾽ ἴαχεν, εὖτ᾽ ἀκάμαντας
θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας· ἐκ δ᾽ ἐβόησε
σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δ᾽ Ἀχαιοῖς
300μίμνειν αἱματόεντα κατὰ κλόνον. οὐδ᾽ Ἐνοσίχθων
ὄβριμος ἠγνοίησε· μένος δ᾽ ἐνέπνευσεν Ἀχαιοῖς
ἤδη τειρομένοισι· μάχη δ᾽ ἀΐδηλος ἐτύχθη
ἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα
αἰζηῶν ἑκάτερθε. κοτεσσάμενος δ᾽ ἄρ᾽ Ἀπόλλων
305Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἰ̔̂ Ἀχιλῆος
αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δ᾽ ἄρα θυμὸν
οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες,
ἄλλα τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτ᾽ ἔμελλε
πείθεσθαι τεράεσσι· τὸ δ᾽ οὐ λάθε Κυανοχαίτην·
310ἠέρι θεσπεσίῃ κεκαλυμμένος· ἀμφὶ δὲ ποσσὶ
νισσομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα·
τοῖον δ᾽ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι·
‘ἴσχε κότον, καὶ μήτι πελώριον υί᾽ Ἀχιλῆος
κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο
315γηθήσει· μέγα δ᾽ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν
ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφ᾽ Ἀχιλῆα·
ἀλλ᾽ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,
αἶψα δ᾽ ἀναρρήξας μεγάλης χθονὸς αἰπὺ βέρεθρον
αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν
320θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ.’
ὣς φάθ᾽· ὁ δ᾽ ἁζόμενος μέγ᾽ ἀδελφεὸν οἷο τοκῆος
δείσας τ᾽ ἀμφὶ πόληος ἐϋσθενέων θ᾽ ἅμα λαῶν [p. 404]
χάσσατ᾽ ἐς οὐρανὸν εὐρύν, ὁ δ᾽ εἰς ἅλα. τοὶ δ᾽ ἐμάχοντο
ἀλλήλους ὀλέκοντες, Ἔρις δ᾽ ἐπετέρπετο χάρμῃ,
325μέσφ᾽ ὅτε δὴ Κάλχαντος ὑπ᾽ ἐννεσίῃσιν Ἀχαιοὶ
ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο·
οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,
πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν
ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος.
330καὶ τὸ μὲν ἢ ἀγαθοῖσιν ἐπεφράσατ᾽ οἰωνοῖσιν,
ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐπέδρακεν· οὐ γὰρ ἄϊδρις
μαντοσύνης ἐτέτυκτο· θεὸς δ᾽ ὣς ᾔδεε πάντα.
τῷ πίσυνοι στονόεντος, ἀποιχόμενοι πολέμοιο
Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον
335Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τ᾽ Ὀδυσῆα
νηὶ θοῇ τοὶ δ᾽ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο
ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,
Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον
ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες
340ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔτι τίεσκον,
ἀλλ᾽ ἄρα δμωιάδεσσι παρευνάζοντο γυναιξὶ
Θρηικίῃς, τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν
πέρθοντές ποτε γαῖαν ἀρηιφίλων Θρηΐκων·
αἱ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος
345θυμὸν ἀνοιδήσαντο, φίλους δ᾽ ἀνὰ δώματ᾽ ἀκοίτας
κτεῖνον ἀνηλεγέως, ὑπὸ χείρεσιν, οὐδ᾽ ἐλέησαν
κουριδίους περ ἐόντας· ἐπεὶ μέγα μαίνεται ἦτορ
ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ
ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι·
350ἀλλ᾽ αἵ γε σφετέροισιν ἐπ᾽ ἀνδράσι πῆμ᾽ ἐβάλοντο
νυκτὶ μιῇ, καὶ πᾶσαν ἐχηρώσαντο πόληα
παρθέμεναι φρεαὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.
οἱ δ᾽ ὅτε δὴ Λῆμνον ζαθέην κίον ἠδὲ καὶ ἄντρον
λαΐνεον, τόθι κεῖτο πάϊς Ποίαντος ἀγαυοῦ, [p. 406]
355δὴ τότ᾽ ἄρα σφίσι θάμβος ἐπήλυθεν, εὖτ᾽ ἐσίδοντο
ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντ᾽ ὀδύνῃσι
κεκλιμένον στυφελοῖο κατ᾽ οὔδεος· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο·
ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ
360λευγαλέου· δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής,
βάλλεν ἀάσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε·
καὶ τὰ μὲν ἄρ κατέδαπτε, τὰ δὲ πτερά οἱ περίβαλλε.
φύλλα δέ οἱ παρέκειτο, τά θ᾽ ἕλκεος οὐλομένοιο
ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.
αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο
365θηρὸς ὅπως ὀλοοῖο, τὸν ἀργαλέης δόλος ἄγρης
μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δ᾽ ὑπ᾽ ἀνάγκης
τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι
κόψας εἰς ἑὸν ἄντρον ἀφίκεται, ἀμφὶ δέ οἱ κῆρ
τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·
370ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατ᾽ ἀνίη·
καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δ᾽ ὀστέα μοῦνον
ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἀμφέχυτ᾽ αὐχμὴ
λευγαλέον ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος,
δάμνατο· κοῖλαι δ᾽ ἔσκον ὑπ᾽ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ
375αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔποτ᾽ ἔλειπεν,
οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι,
πυθόμενον καθύπερθε λυγραὶ ὑπέρεπτον ἀνῖαι.
ὡς δ᾽ ὅτ᾽ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης
πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη
380δάμναθ᾽ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,
θεινομένης δ᾽ ἄρα τῆς ἀνέμῳ καὶ χείματι λάβρῳ
χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ· [p. 408]
ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο
ἰοῦ ἄπο, στυφελοῖς τόν οἱ ἐνομόρξατ᾽ ὀδοῦσι
385λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε
ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα
ἠελίοιο μένος· τῷ καὶ μέγα φέρτατον ἄνδρα
τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντ᾽ ὀδύνῃσιν·
ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο
390ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου
θαῦμα μέγ᾽ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.
καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ
ἰῶν πεπληθυῖα· πέλοντο δ̓ἄρ᾽ οἱ μὲν ἐπ᾽ ἄγρην,
οἱ δ᾽ ἐς δυσμενέας, τοὺς ἄμφεχε λοίγιον ὕδρου
395φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον
κεῖτο πέλας, γναμπτοῖσιν ἀρηράμενον κεράεσσι
χερσὶν ὑπ᾽ ἀκαμάτῃσι τετυγμένον Ἡρακλῆος.
τοὺς δ᾽ ὁπότ᾽ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,
ἐσσυμένως οἴμησεν ἐπ᾽ ἀμφοτέροισι τανύσσαι
400ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,
οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο
μοῦνον ἐρημαίοισιν ἐπ᾽ αἰγιαλοῖσι θαλάσσης.
καί νύ κεν αἶψ᾽ ἐτέλεσσεν, ἅ οἱ θρασὺς ἤθελε θυμός,
εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη
405ἀνέρας εἰσορόωντος ὁμήθεας· οἱ δέ οἱ ἄγχι
ἤλυθον ἀχνυμένοισιν ἐοικότε· καί ῥά μιν ἄμφω
ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν
ἕλκεος ἀμφ᾽ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων
εἴροντ᾽· αὐτὰρ ὁ τοῖσιν ἑὰς διεπέφραδ᾽ ἀνίας.
410οἱ δέ ἑ θαρσύνεσκον· ἔφαντο δέ οἱ λυγρὸν ἕλκος
ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,
ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν [p. 410]
φάντο μέγ᾽ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς
Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔτιν᾽ Ἀχαιῶν
415αἴτιον ἔμμεν᾽ ἔφαντο κατὰ στρατόν, ἀλλ᾽ ἀλεγεινὰς
μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν,
ἀλλ᾽ αἰεὶ μογεροῖσιν ἐπ᾽ ἀνδράσιν ἀπροτίοπτοι
στρωφῶντ᾽ ἤματα πάντα, βροτῶν γένος ἄλλοτε μέν που
βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δ᾽ αὖτε
420ἔκποθι κυδαίνουσαι· ἐπεὶ μάλα πάντα βροτοῖσι
κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται
αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δ᾽ εἰσαΐων Ὀδυσῆος
ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν
ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,
425ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσ᾽ ἐπεπόνθει.
οἱ δέ μιν αἶψ᾽ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους
καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις·
καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος
σπόγγῳ ἐϋτρήτῳ, κατὰ δ᾽ ἔκλυσαν ὕδατι πολλῷ.
430ἀμπνύνθη δ᾽ ἄρα τυτθόν· ἄφαρ δέ οἱ ἐγκονέοντες
δόρπον ἐῢν τεύξαντο μεμαότι· σὺν δὲ καὶ αὐτοὶ
δαίνυντ᾽ ἔνδοθι νηός. ἐπήλυθε δ᾽ ἀμβροσίη νύξ,
τοῖσι δ᾽ ἐφ᾽ ὕπνος ὄρουσε· μένον δ᾽ ἄχρις Ἠριγενείης
ἀμφιάλου Λήμνοιο παρ᾽ ᾐόσιν· αὐτὰρ ἅμ᾽ ἠοῖ
435πείσμαθ᾽ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν
ἔκτοθεν ἐγκονέοντες· ἐπιπροέηκε δ᾽ Ἀθήνη
ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον.
ἱστία δ᾽ αἶψ᾽ ἐτάνυσσαν ὑπ᾽ ἀμφοτέροισι πόδεσσι,
νῆα κατιθύνοντες ἐΰζυγον· ἡ δ᾽ ὑπ᾽ ἰωῇ
440ἔσσυτ᾽ ἐπὶ πλατὺ χεῦμα· μέλαν δ᾽ ἀμφέστενε κῦμα
ῥηγνύμενον· πολιὸς δὲ περίζεε πάντοθεν ἀφπός·
ἀθφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο
ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα. [p. 412]
οἱ δ᾽ ἄφαρ Ἑλλήσποντον ἐπ᾽ ἰχθυόεντ᾽ ἀφίκοντο,
445ᾗχι καὶ ἄλλαι νῆες ἔσαν· κεχάροντο δ᾽ Ἀχαιοί,
ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δ᾽ ἄρα νηὸς
ἀσπασίως ἀπέβησαν· ἔχεν δ᾽ ἄρα χεῖρας ἀραιὰς
Ποίαντος θρασὺς υἱὸς ἐπ᾽ ἀνέρας, οἵ ῥά μιν ἄμφω
λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον
450ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν·
ἠΰτ᾽ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν
φηγὸν ὑφ᾽ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην
τυτθὸν ἔθ᾽ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ.
πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληται
455πίσσα πυρὶ δμηθεῖσα κατ᾽ οὔρεα, τὴν δ᾽ ἀλεγεινῶς
ἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνῃ
ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν·
ὣς ἄρ᾽ ὑπ᾽ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα
θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον
Ἀργείων ἐς ὅμιλον ἀρήιον· οἱ δ᾽ ἐσιδόντες
460ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ
ἕλκεϊ τειρόμενον· τὸν δὲ στερεὸν καὶ ἄνουσον
ὠκύτερον ποίησε νοήματος αἰψηροῖο
ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε
πάσσων φάρμακα πολλὰ καθ᾽ ἕλκεος, εὖ δὲ κικλήσκων
465οὔνομα πατρὸς ἑοῖο· θοῶς δ᾽ ἰάχησαν Ἀχαιοὶ
πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.
καί μιν φαιδρύναντο καὶ ἀμφί ἑ χρῖσαν ἐλαίῳ
προφρονέως· ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς
ἀθανάτων ἰότητι κατέφθιτο· τοὶ δ᾽ ἀνὰ θυμὸν
470τέρποντ᾽ εἰσορόωντες· ὁ δ᾽ ἄμπνυεν ἐκ κακότητος·
ἀχροίῃ δ᾽ ἄρ᾽ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ
ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δ᾽ ἅψεα πάντα.
ὡς δ᾽ ὁπότ᾽ ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα, [p. 414]
ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ
475ὄμβρος ἐπιβρίσας, ἡ δ᾽ ἀλδομένη ἀνέμοισι
μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·
ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε
πᾶν δέμας αἶψ᾽ ἀνέθηλεν· ἐϋτροχάλῳ δ᾽ ἐνὶ κοίλῃ
κάλλιπε κήδεα πάντα, τά οἱ περιδάμνατο θυμόν.
480Ἀτρεῖδαι δ᾽ ὁρόωντες ἅτ᾽ ἐκ θανάτου ἀνιόντα
ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον
ἀθανάτων· τὸ δ᾽ ἄρ᾽ ἦεν ἐτήτυμον, ὡς ἐνόησαν·
καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν
ἐσθλὴ Τριτογένεια· φάνη δ᾽ ἄφαρ, οἷος ἔην περ
485τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.
καὶ τότ᾽ ἄρ᾽ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο
πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα·
καί μιν κυδαίνοντες ἐπ᾽ εἰλαπίνῃσι γέραιρον.
ἀλλ᾽ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,
490δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
‘ὦ φίλ᾽, ἐπειδή περ σὲ θεῶν ἰότητι πάροιθε
Δήμνῳ ἐν ἀμφιάλῳ λίπομεν, βλαφθέντε νόημα,
μὴ δὴ νῦν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι·
οὐ γάρ ἄνευ μακάρων τάδ᾽ ἐρέξαμεν, ἀλλά που αὐτοὶ
495ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι
σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς
δυσμενέας δάμνασθαι, ὅτ᾽ ἀντία σεῖο μάχονται.
ἀνδράσι γὰρ βιότοιο πολυπλάγκτοιο κέλευθοι
πᾶσαν ἀν᾽ ἤπειρον πέλαγός τ᾽ ἀνὰ μακρὸν ἄϊστοι
500Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται,
πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη·
τῶν δὲ δι᾽ αἰζηοὶ φορέονθ᾽ ὑπὸ δαίμονος Αἴσῃ
εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο [p. 416]
σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ
505πολλάκις, οὐκ ἐσθλὸς δ᾽ ἀγαθῇ· τὰς δ᾽ οὔτ᾽ ἀλέασθαι
οὔτ᾽ ἄρ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατ᾽ ἀνήρ·
χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθ᾽ ὑπ᾽ ἀέλλαις
οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν.
ἀλλ᾽ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,
510ἐξαῦτις δώροισιν ἀρεσσόμεθ᾽ ἀπλήτοισι,
Τρώων ἤν ποθ᾽ ἕλωμεν ἐϋκτίμενον πτολίεθρον·
νῦν δὲ λάβ᾽ ἑπτὰ γυναῖκας ἐείκοσί τ᾽ ὠκέας ἵππους
ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν
τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν
515αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.’
ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα.
τὸν δ᾽ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός·
‘ὦ φίλος, οὔ τοι ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ
Ἀργείων, τῶν εἴ τις ἔτ᾽ ἤλιτεν εἵνεκ᾽ ἐμεῖο·
520οἶδα γάρ, ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,
οὐδ᾽ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδ᾽ ἀσύφηλον,
ἀλλ᾽ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δ᾽ ἤπιον εἶναι.
νῦν δ᾽ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι
βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.’
525ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε
σφῶν ἑτάρων· οἱ δ᾽ αἶψα φιλοπτολέμῳ βασιλῆι
εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·
αὐτὰρ ὅ γ᾽ ἀσπασίως κατελέξατο μέχρις ἐπ᾽ ἠώ.
νὺξ δ᾽ ἀνεχάσσατο δῖα· φάος δ᾽ ἐρύθηνε κολώνας
530ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.
Ἀργεῖοι δ᾽ ὀλοοῖο μέγ᾽ ἱέμενοι πολέμοιο
οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα,
ἄλλοι δ᾽ αἰγανέας· ἅμα δ᾽ ἠοῖ δαῖτα πένοντο [p. 418]
αὐτοῖς ἠδ᾽ ἵπποισι· πάσαντο δὲ πάντες ἐδωδήν.
535τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός
τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι·
‘εἰ δ᾽ ἄγε νῦν πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων
μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι
Τροίης εὐπύργοιο, καταπρῆσαί τε πόληα.’
540ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγ᾽ ἰάνθη·
δῦσαν δ᾽ ἐν τεύχεσσι καὶ ἀσπάσιν· ἐκ δ᾽ ἄρα νηῶν
πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσεύοντο
καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν·
ἄλλος δ᾽ ἄλλον ἔρειδε κατὰ στίχας· οὐδέ κε φαίης
545κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπ᾽ ἄλλου·
ὣς ἄρ᾽ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισι