Μετάβαση στο περιεχόμενο

Τα μετά τον Όμηρο/7

Από Βικιθήκη
Τὰ μετὰ τὸν Ὅμηρο ζ΄
Συγγραφέας:
Τὰ μετὰ τὸν Ὅμηρο
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913.


ἦμος δ᾽ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δ᾽ Ἠὼς
λαμπρὸν παμφανόωσα, κνέφας δ᾽ ἀνεχάσσατο νυκτός,
δὴ τότ᾽ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
οἱ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
5ἀντίον Εὐρυπύλοιο μεμαότες, οἱ δ᾽ ἀπάτερθεν
αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο
Νιρέα θ᾽, ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει
κάλλεΐ τ᾽ ἀγλαΐῃ τε· βίῃ δ᾽ οὐκ ἄλκιμος ἦεν·
οὐ γὰρ ἅμ᾽ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα·
10ἀλλ᾽ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης·
ὣς Νιρῆι ἄνακτι παρ᾽ ἀγλαΐῃ ἐρατεινῇ
κεῖτ᾽ ἀλαπαδνοσύνη· Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,
ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντ᾽ ἐπὶ τύμβῳ,
ὅσσα Μαχάονα δῖον, ὃν ἀθανάτοισι θεοῖσιν
15ἶσον ἀεὶ τίεσκον, ἐπεὶ πυκνὰ μήδεα ᾔδη
αἶψα δ᾽ ἀρ᾽ ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.


καὶ τότ᾽ ἄρ᾽ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·
ὦρτο δ᾽ ἄρ᾽ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ
ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν·
20καί ῥ᾽ οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπ᾽ Ἄρηι·
νωλεμέως δ᾽ ἄρ᾽ ἄπαστος ἐδητύος ἐν κονίῃσι
κεῖτο μέγα στενάχων Ποδαλείριος· οὐδ᾽ ὅ γε σῆμα
λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε [p. 302]
χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι.
25καί ῥ᾽ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δ᾽ αὖτε
δίζετο φάρμακον αἰνόν· ἑοὶ δέ μιν εἶργον ἑταῖροι
πολλὰ παρηγορέοντες· ὁ δ᾽ οὐκ ἀπέληγεν ἀνίης.
καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
30εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν, οὐδ᾽ ἀμέλησεν
αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που
ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δ᾽ αὖτε
ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
35οἷο κασιγνήτοιο· περιστενάχοντο δ᾽ ἄνακτα
δμῶες ὁμῶς ἑτάροισι· κακὴ δ᾽ ἔχε πάντας ὀϊζύς.
καί ῥ᾽ ὅγε μειλιχίοισι μέγ᾽ ἀχνύμενον προσέειπεν·
‘ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ,
ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
40μύρεσθ᾽ οἷα γυναῖκα παρ᾽ οὐκέτ᾽ ἐόντι πεσόντα·
οὐ γὰρ ἀναστήσεις μιν ἔτ᾽ ἐς φάος, οὕνεκ᾽ ἄϊστος
ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δ᾽ ἄνευθεν
πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
αὕτως δ᾽, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δ᾽ ἄλγος
45ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω
παῖδ᾽ ὀλέσας δηίοισιν ὑπ᾽ ἀνδράσιν εὖ μὲν ἄκοντι
εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐδέ τις ἄλλος
αἰζηῶν φιλέεσκεν ἑὸν πατέρ᾽ ὡς ἐμὲ κεῖνος,
κάτθανε δ᾽ εἵνεκ᾽ ἐμεῖο σαωσέμεναι μενεαίνων
50ὃν πατέρ᾽· ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
σῖτον ἔτλην καὶ ζωὸς ἔτ᾽ Ἠριγένειαν ἰδέσθαι,
εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον
νισσόμεθ᾽ ἄνθρωποι, πᾶσίν τ᾽ ἐπὶ τέρματα κεῖται
λυγρὰ μόρου στονόεντος. ἔοίκε δὲ θνητὸν ἐόντα
55πάντα φέρειν, ὁπόσ᾽ ἐσθλὰ διδοῖ θεὸς ἠδ᾽ ἀλεγεινά.’ [p. 304]


ὣς φάθ᾽· ὁ δ᾽ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δ᾽ ἀλεγεινὸν
ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·
‘ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μ᾽ ἀτίταλλεν
60οἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα
σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
ἐκ θυμοῖο δίδαξε· μιῇ δ᾽ ἐνὶ δαιτὶ καὶ εὐνῇ
τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι·
τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδ᾽ ἔτι κείνου
65τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι.’


ὣς φάτο· τὸν δ᾽ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε.
‘πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
ὀρφανίην, πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
οὐ μὲν ἄρ᾽ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,
70οὐδ᾽ οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχ᾽ ὕπερθεν
ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται
μυρία, εἰς ἓν πάντα μεμιγμένα· καὶ τὰ μὲν οὔτις
δέρκεται ἀθανάτων, ἀλλ᾽ ἀπροτίοπτα τέτυκται
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένα· τοῖς δ᾽ ἐπὶ χεῖρας
75οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσ᾽ ἀπ᾽ Ὀλύμπου
ἐς γαῖαν προΐησι· τὰ δ᾽ ἄλλυδις ἄλλα φέρονται
πνοιῇς ὡς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ
ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δ᾽ ἐπικάππεσεν ὄλβος
οὐκ εἰκώς. ἀλαὸς δὲ πέλει βίος ἀνθρώποιο·
80τοὔνεκ᾽ ἄρ᾽ ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι
πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλος οἶμος
ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δ᾽ αὖτε
εἰς ἀγαθόν· μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη
ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δ᾽ ἕτερ᾽ ἀντιόωσι. [p. 306]
85παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε
ζωέμεν. ἔλπεο δ᾽ αἰὲν ἀρείονα, μηδ᾽ ἐπὶ λυγρῷ
θυμὸν ἔχειν· καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
ἐσθλὼν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον· ἔπλετο δ᾽ ἄμφω
90σεῖο κασιγνήτῳ· καὶ μείλιχος ἔσκε βροτοῖσι,
καὶ πάϊς ἀθανάτοιο· θεῶν δ᾽ ἐς φῦλον ὀΐω
κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.’


ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
παρφάμενος μύθοισιν, ἄγεν δ᾽ ἀπὸ σήματος αἰνοῦ
95ἐντροπαλιζόμενον καὶ ἔτ᾽ ἀργαλέα στενάχοντα·
ἐς δ᾽ ἄρα νῆας ἵκοντο· πόνον δ᾽ ἔχον ἄλλοι Ἀχαιοὶ
ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.


Εὐρύπυλος δ᾽ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
χερσὶν ὑπ᾽ ἀκαμάτῃσι καὶ ἔγχεϊ μαιμώωντι
100δάμνατο δήϊα φῦλα· νεκρῶν δ᾽ ἐστείνετο γαῖα
κτεινομένων ἑκάτερθεν. ὁ δ᾽ ἐν νεκύεσσι βεβηκὼς
μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
καὶ πόδας· οὐδ᾽ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·
ἀλλ᾽ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
105ἀντιόωντ᾽ ἀνὰ δῆριν ἀμείλιχον· ἀμφὶ δὲ πολλοὺς
ἔκτανεν· οὐδ᾽ ὅ γε χεῖρας ἀπέτρεπε δηϊοτῆτος,
ἀλλ᾽ ἕπετ᾽ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
110τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας
καὶ κρατεροὺς ὀλοοῦ τε δαήμονας ἰωχμοῖο·
ὣς ὅ γ᾽ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων
δάμνατ᾽ ἐπεσσύμενος· τοὶ δ᾽ ἰλαδὸν ἄλλοθεν ἄλλος
ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο. [p. 308]
115ὣς δ᾽ ὅτ᾽ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο
ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
μυρίαι ἀμφροτέρωθεν, ὁ δ᾽ εἰς ἁλὸς ἔσσυται οἶδμα
παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ἐπικτυπέουσι, βρέμει δ᾽ ἄρα μακρὰ ῥέεθρα
120αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα·
ὥς ἄρα κύδιμοι υἷες ἑϋπτολέμων Ἀργείων
πολλοὶ ὑπ᾽ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἱ δ᾽ ὑπάλυξαν,
ὅσσους ἐξεσάωσε ποδῶν μένος· ἀλλ᾽ ἄρα καὶ ὥς
125Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο
νῆας ἐπὶ σφετέρας, καίπερ ποσὶ καρπαλίμοισι
κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
πανσυδίῃ ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ
ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
130οὕνεκ᾽ ἄρα σφίσι φύζαν ὀϊζυρὴν ἐφέηκεν
Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
οἱ δ᾽ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αὶνὸν ἀήτην,
ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
135ψυχρὸς ἐπαΐσσων, ταὶ δ᾽ ἐς νομὸν ἐσσύμεναί περ
ῥιπῆς οὔτι κατιθὺς ὑπερκύπτουσι κολώνης,
ἀλλ᾽ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
ἀγρόμεναι, θάμνοισι δ᾽ ὑπὸ σκιεροῖσι νέμονται
ἰλαδόν, ὄφρ᾽ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
140ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.


αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
ὀψέ περ· οἱ δ᾽ ἄλληκτον ἀφ᾽ ἕρκεος αἰπεινοῖο [p. 310]
145δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.


αὕτως δ᾽ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
150ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δ᾽ ἀμφὶ μακεδνὸν
τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος· ἀλλ᾽ ἄρα καὶ ὥς
ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
παύσανθ᾽, οὕνεχ᾽ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
155πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ·
αὐτὰρ ὅ γ᾽ αἶψ᾽ ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ
παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
ἐν κονίῃς ἐριπόντας· Ἀχαιοὶ δ᾽ ἔξοχα πάντων
Πηνέλεων μύροντο· βάλον δ᾽ ἐπὶ σῆμα θανόντι
160εὐρὺ μάλ᾽ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·
πληθὺν δ᾽ αὖτ᾽ ἀπάνευθε δαϊκταμένων ἡρώων
θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸν
πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
165τάρχυσαν κταμένους. ὀλοὴ δ᾽ Ἔρις οὐκ ἀπέληγεν,
ἀλλ᾽ ἔτ᾽ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
ἀντιάαν δηίοισιν· ὁ δ᾽ οὔπω χάζετο νηῶν,
ἀλλ᾽ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.


τοὶ δ᾽ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες·
170εὗρον δ᾽ υἰ̔̂ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
ἄλλοτε δ᾽ αὖθ᾽ ἵπποισι πονεύμενον ὠκυπόδεσσι·
γήθησαν δ᾽ ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
ἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ
175ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ τὸ πάροιθε πέπυστο.
αἶψα δέ κίον ἄντα τεθηπότες, οὕνεχ᾽ ὁρῶντο
θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον· [p. 312]
τοὺς δ᾽ ἄρ᾽ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·
‘ὦ ξεῖνοι, μέγα χαίρετ᾽ ἐμὸν ποτὶ δῶμα κιόντες·
180εἴπατε δ᾽ ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδ᾽ ὅ τι χρειὼ
ἤλθετ᾽ ἔχοντες ἐμεῖο δι᾽ οἴδματος ἀτρυγέτοιο.’


ὣς ἔφατ᾽ εἰρόμενος· ὁ δ᾽ ἀμείβετο δῖος Ὀδυσσεύς·
‘ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος,
τῷ νύ σέ φασι τεκέσθαι εΰφρονα Δηιδάμειαν·
185καὶ δ᾽ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ
πάμπαν· ὁ δ ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
εἰμὶ δ᾽ ἐγὼν Ἰθάκηθεν, ὁ δ᾽ Ἄργεος ἱπποβότοιο,
εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομ᾽ ἄκουσας,
ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
190αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκ᾽ ἐλθών·
ἀλλ᾽ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετ᾽ Ἄρηι.
καί τοι δῶρ᾽ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί·
τεύχεα δ᾽ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο
195δώσω, ἅπερ φορέων μέγα τέρψεαι· οὐ γὰρ ἔοικε
θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
ἶσα πέλει· πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε
χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς
Ηφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
200τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι
ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τ᾽ ἐνὶ κύκλῳ
ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,
θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δ᾽ οὐπώποτε τοῖα
205οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτ᾽ ἐφόρησεν,
εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον· [p. 314]
καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
210τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε
δῖα Θέτις· τὰ δ᾽ ἄρ᾽ αὖθις ἐελδόμενός περ ἔγωγε
δώσω προφρονέως, ὁπότ᾽ Ἴλιον εἰσαφίκηαι.
καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
215αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἢν ἐθέλῃσθα,
ἀμφ᾽ εὐεργεσίης· δώσει δέ τοι ἄσπετ᾽ ἄγεσθαι
κτήματά τε χρυσόν τε μετ᾽ ἠϋκόμοιο θυγατρός,
ὅσσ᾽ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.’


ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
220‘εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,
αὔριον αἶψα νεώμεθ᾽ ἐπ᾽ εὐρέα βένθεα πόντου,
ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι·
νῦν δ᾽ ἴομεν ποτὶ δώματ᾽ ἐΰξεινόν τε τράπεζαν,
οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι·
225ἀμφὶ δ᾽ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.’


ὣς εἰπὼν ἡγεῖθ· οἱ δ᾽ ἑσπόμενοι μέγα χαῖρον·
καί ῥ᾽ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,
εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ
τηκομένην δ᾽ , ὡσεί τε χιὼν κατατήκετ᾽ ὄρεσσιν
230Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο·
ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ·
καί μιν ἔτ᾽ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες
ἠσπάζοντ᾽ ἐπέεσσι· πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν
μυθεῖτ᾽ ἀτρεκέως γενεὴν καὶ οὔνομ᾽ ἑκάστου·
235χρειὼ δ᾽, ἥντιν᾽ ἵκανον, ἐπέκρυφε μέχρις ἐς ἠῶ,
ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη, [p. 316]
καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.
αἶψα δὲ δαῖτ᾽ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν
πάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκον
240εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης
κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο·
ἀλλ᾽ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν
οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος
ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
245εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρ᾽ ἀφίκηται
δήϊον εἰς ἐνοπήν· τῷ δ᾽ ἄτροπος ἤντετο Μοῖρα,
ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δ᾽ ἄρα πένθος
πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.
250τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα
παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,
μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.


Ἠὼς δ᾽ εἰσανέβη μέγαν οὐρανόν· οἱ δ᾽ ἀπὸ λέκτρων
καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια·
255αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα
ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·
ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα
πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ
οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·
260ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον
πάντοθεν ἐκ μυχάτων, μέγα δ᾽ ἀσχαλόωσ᾽ ἀγόρευε·
‘τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται
Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,
ᾗχι πολεῖς ὀλέκονται ὑπ᾽ ἀργαλέης ὑσμίνης,
265καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;
νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα
οἶδας, ἅ τ᾽ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ·
ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δ᾽ ἐνὶ μίμνε δόμοισι, [p. 318]
μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθ᾽ ἵκηται
270σεῖο καταφθιμένοιο κατὰ μόθον· οὐ γὰρ ὀΐω
ἐλθέμεναί σ᾽ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·
οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρ᾽ ἀΐδηλον,
ἀλλ᾽ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων
ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,
275τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν
δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι·
τοὔνεκ᾽ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,
μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται
εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·
280οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν,
ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,
χηρωθῇ δὲ μέλαθρον ὑπ᾽ ἀργαλέου θανάτοιο·
αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,
κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας·
285τοὔνεκ᾽ ἄρ᾽ οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο
χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.’


ἦ μέγα κωκύουσα· πάϊς δέ μιν ἀντίον ηὔδα·
‘θάρσει, μῆτερ ἐμεῖο, κακὴν δ᾽ ἀποπέμπεο φήμην·
οὐ γὰρ ὑπὲρ κῆράς τις ὑπ᾽ ἄρεϊ δάμναται ἀνήρ·
290εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκ᾽ Ἀχαιῶν,
τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.’


ὣς φάτο· τῷ δ᾽ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης,
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
‘ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,
295οἶδ᾽ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλ᾽ ἄρα καὶ ὣς
καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης
λευγαλέον· ναῦτοι γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.
ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπήν πλόον εἰσαφίκηαι
ὕστερον ἢ Τροίηθεν ἤ ἄλλοθεν, οἷά τε πολλὰ
πλαζόμεθ᾽ ἄνθρωποι ἐπ᾽ ἀπείριτα νῶτα θαλάσσης [p. 320]
300τῆμος, ὅτ᾽ αἰγοκερῆι συνέρχεται ἠερόεντι
ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,
ἢ ὁπότ᾽ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
305δείδιε δ᾽ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν,
ᾗ ἔνι συμφορέονται ἀν᾽ εὐρέα βένθεα πόντου
ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
310ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
δυόμεν᾽ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.’


ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
ἱμείροντα μόθοιο δυσηχέος· ὃς δ᾽ ἐρατεινὸν
μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι.
315ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
ὡς δ᾽ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
εἴργει ἐφεζόμενος, ὁ δ᾽ ἐρυκανόωντα χαλινὸν
δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
320δεύεται, οὐδ᾽ ἵστανται ἐελδόμενοι πόδες οἴμης,
πουλὺς δ᾽ ἀμφ᾽ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
ῥώοντ᾽ ἐσσυμένοιο, κάρη δ᾽ εἰς ὕψος ἀείρει
φυσιόων μάλα πολλά, νόος δ᾽ ἐπιτέρπετ᾽ ἄνακτος·
325ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.


ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός·
330οἵη δ᾽ ἀμφὶ μέλαθρα μέγ᾽ ἀσχαλόωσα χελιδὼν
μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα [p. 322]
αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
ἡ δ᾽ ὁτέ μέν χήρην περιπἐπταται ἀμφὶ καλιήν,
ἄλλοτε δ᾽ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
335αἰνὰ κινυρομένη τεκέων ὕτερ· ὣς ἄρα κείνου
μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
εὐνὴν ἀμφιχυθεῖσα μέγ᾽ ἴαχεν, ἄλλοτε δ᾽ αὖτε
κλαῖεν ἐπὶ φλιῇσι· φίλῳ δ᾽ ἐγκάτθετο κόλπῳ,
εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα,
340ᾦ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·
ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,
ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐδ᾽ ὅ γε μητρὸς
ἄσπετ᾽ ὀδυρομένης ἔτ᾽ ἐπέκλυεν, ἀλλ᾽ ἀπάτερθε
345βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα
ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
ἕσπετ᾽ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
ἄλλοι τ᾽ εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν,
τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια,
350καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας.
οἱ τότ᾽ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
ἐσσύμενον ποτὶ νῆα δι᾽ ἄστεος· ὅς δ᾽ ἐνὶ μέσσοις
ἤιε καγχαλόων· κεχάροντο δὲ Νηρηῖναι
ἀμφὶ Θέτιν· καὶ δ᾽ αὐτὸς ἐγήθεε Κυανοχαίτης
355εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα,
ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος
καίπερ ἐὼν ἔτι παιδνός, ἔτ᾽ ἄχνοος· ἀλλά μιν ἀλκὴ
καὶ μένος ὀτρύνεσκεν· ἑῆς δ᾽ ἐξέσσυτο πάτρης,
οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα
360χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,
καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
ὄμματα μαρμαίρουσιν ἴσον πυρί, ταὶ δέ παρειαὶ [p. 324]
κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ
φαίνοντ᾽ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·
365τοῖος ἔην Ἀχιλῆος ἐῢς πάίς· οἱ δ᾽ ἀνὰ ἄστυ
εὔχοντ᾽ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα
ἀργαλέου παλίνορσον ἀπ᾽ Ἄρεος· οἱ δ᾽ ἐσάκουσαν
εὐχομένων· ὁ δὲ πάντας ὑπείρεχεν, οἵ οἱ ἕποντο.


ἐλθόντες δ᾽ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης
370εὗρον ἔπειτ᾽ ἐλατῆρας ἐϋξόου ἔνδοθι νηὸς
ἱστία τ᾽ ἐντύνοντας ἐπειγομένους τ᾽ ἀνὰ νῆα·
αἶψα δ᾽ ἐν αὐτοὶ ἔβαν· τοὶ δ᾽ ἔκτοθι πείσματ᾽ ἔλυσαν
εὐνάς θ᾽, αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.
τοῖσι δ᾽ ἄρ᾽ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης
375προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετ᾽ Ἀχαιῶν
]τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.
οἱ δ᾽ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε
τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργ᾽ ἐνέποντες,
ὅσσα τ᾽ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ
380Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν
ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι·
τοῦ δ᾽ ἄρ᾽ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ
πατρὸς ἀταρβήτοιο κλέος καὶ κῦδος ἀρέσθαι
ἥ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
385ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,
καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπ᾽ ἀργαλέῃσιν ἀνίῃς
τήκεθ᾽ ὅπως ἀλαπαδνὸς ἐπ᾽ ἀνθρακίῃσι μόλιβδος
ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔποτ᾽ ἔλειπε
δερκομένην ἐπὶ πόντον ἀπείριτον· οὕνεκα μήτηρ
390ἄχνυθ᾽ ἐῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτ᾽ ἄφίκηται
τηλόθι κεκλόμενος φίλου ἀνδρὸς ἐς ἀλλότριον δῶ. [p. 326]
καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης
ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθ᾽ ὁμοῖα·
ἀλλ᾽ ἡ μὲν στονάχιζε πανημερίη γοόωσα.


νηῦς δ᾽ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
395τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης·
πορφύρεον δ᾽ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα·
αἶψα δὲ νηῦς μέγα λαῖτμα διήνυσε ποντοποροῦσα.
ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἔπι κνέφας· ἡ δ᾽ ὑπ᾽ ἀήτῃ
πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης
400βένθεα· θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς.
τοῖσι δ᾽ ἄρ᾽ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
τύμβος τ᾽ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔτι
υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
405δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ
θυμὸς ἐνὶ στήθεσσι. παρημείβοντο δὲ νήσους
αἶψα Καλυδναίας· Τένεδος δ᾽ ἀπελείπετ᾽ ὀπίσσω·
φαίνετο δ᾽ αὖτ᾽ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου
σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν,
410αἵ ῥ᾽ ὁπότ᾽ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο
Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα.
νῆα δ᾽ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης·
ἵκετο δ᾽ ᾗχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες
Ἀργείων, οἵ τῆμος ὀϊζυρῶς πονέοντο
415μαρνάμενοι περὶ τεῖχος, ὅπερ πάρος αὐτοὶ ἔδειμαν
νηῶν ἔμμεναι ἕρκος ἐϋσθενέων θ᾽ ἅμα λαῶν
ἐν πολέμῳ· τὸ δ᾽ ἄρ᾽ ἤδη ὑπ᾽ Εὐρυπύλοιο χέρεσσι
μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,
εἰ μὴ ἄρ᾽ αἶψ᾽ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
420βαλλόμεν᾽ ἕρκεα μακρά· θοῆς δ᾽ ἄφαρ ἔκθορε νηός,
θαρσαλέως δ᾽ ἐβόησεν, ὅσον χάδε οἱ κέαρ ἔνδον· [p. 328]
‘ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι
σήμερον· ἀλλ᾽ ἄγε θάσσον ἐς αἰόλα τεύχεα δύντες
ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν·
425ἤδη γὰρ πύργοισιν ἐφ᾽ ἡμετέροισι μάχονται
Τρῶες ἐϋπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ
ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλ᾽ αἰνῶς·
νῶϊν δ᾽ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν
ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπέρ μόρον αἶψα δαμέντες
430κεισόμεθ᾽ ἐν Τροίῃ, τεκέων ἑκὰς ἠδὲ γυναικῶν.’


ὣς φάτο· τοὶ δ᾽ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν
πανσυδίῃ· πάντας γὰρ ἕλε τρόμος εἰσαΐοντας
νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὕνεκ᾽ ἐῴκει
πατρὶ φίλῳ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
435καρπαλίμως δ᾽ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος·
ἡ γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο·
πολλὰ δ᾽ ἄρ᾽ ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο,
ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων
ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
440ἔνθ᾽ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια
δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ·
αὐτὰρ Ὀδυσσεὺς δύσαθ᾽ ἅ οἱ Ἰθάκηθεν ἕποντο·
δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν·
445υἱὸς δ᾽ αὖτ᾽ Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός,
καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δ᾽ ἐλαφρὰ
Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
καίπερ ἐόνθ᾽ ἑτέροισι πελώρια· τῷ δ᾽ ἅμα πάντα
φαίνετο τεύχεα κοῦφα· κάρη γε μὲν οὔτι βάρυνε
πήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν
450Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
ῥηιδίως ἀνάειρεν ἔθ᾽ αἵματος ἰσχανόωσαν.


Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο [p. 330]
καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκ᾽ ἄρ᾽ αὐτοὺς
πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός·
455ὡς δ᾽ ὅτ᾽ ἀν᾽ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ
ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
ἀνέρες, οὕς τ᾽ ἀνέμοιο καταιγίδες ἀντιόωσαι
εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δ᾽ ἀλεγεινοὶ
νηὶ περιτρωχῶσι, καταφθινύθει δ᾽ ἄρα πάντα
460ἤια, τειρομένοισι δ᾽ ἐπιπνεύσῃ λιγὺς οὖρος·
ὣς ἄρ᾽ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι
ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
465ὅς τε κατ᾽ οὔρεα μακρὰ μέγ᾽ ἀσχαλόων ἐνὶ θυμῷ
ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη
ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες
σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων
βήσσῃ ἐνὶ σκιερῇ, ἑ δ᾽ ἄρ᾽ ὑψόθεν ἔκ τινος ἄκρης
470ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·
ὥς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο
θυμὸν ἐπὶ Τρώεσσιν ἐϋπτολέμοισιν ὄρινεν·
οἴμησεν δ᾽ ἄρα πρῶτον, ὅπῃ μάλα δῆρις ὀρώρει
475ἄμ πεδίον· τῇ γάρ φρεσὶν ἔλπετο τεῖχος Ἀχαιῶν
ῥηίτερον δηΐοισι κατὰ κλόνον ἐσσυμένοισιν,
οὕνεκ᾽ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο.
σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι·
εὗρον δ᾽ Εὐρύπυλον κρατερόφρονα, τῷ δ᾽ ἅμ᾽ ἑταίρους
480πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ
ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
πανσυδίῃ· τοῖς δ᾽ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ·
ἀλλά σφεας Ὀδυσεύς τ᾽ ἠδὲ σθεναρὸς Διομήδης [p. 332]
ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
485ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.
ὡς δ᾽ ὅτ᾽ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες
κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας
πάντοθεν ἐσσύμενοι, τοὶ δ᾽ ὄμμασι γλαυκιόωντες
στρωφῶντ᾽ ἔνθω καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
490πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,
ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·
βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν·
οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι
495Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ
Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
αὐτίκα δ᾽ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο·
500σμερδαλέον δ᾽ ἄρα πάντα περιπλατάγησε θέμεθλα
ἕρκεος αἰπεινοῖο· δέος δ᾽ ἕλε πάντας Ἀχαιοὺς
τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
ἀλλ᾽ οὐδ᾽ ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
ἀλλ᾽ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
505μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τ᾽ ἐν ὄρεσσιν
ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιὼται
ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι
ἐσσυμένως, τοὶ δ᾽ οὔτι βιαζόμενοι βελέεσσι
χάζοντ᾽, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν·
510ὥς οἵ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν
μίμνον ἐν ὑσμίνῃ· τοῖς δ᾽ Εὐρύπυλος θρασυχάρμης
ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων·
‘ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες, [p. 334]
οὐκ ἄν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
515ἠλάσατ᾽, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν·
νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ
μάρνασθ᾽ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·
ἤν δέ ποτ᾽ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,
ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
520ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλ᾽ ἅμα πάντες
κείσεσθ᾽ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.’


ὣς ἔφατ᾽ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη
ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε
525δάμνασθ᾽ οὐ μετὰ δηρὸν ὑπ᾽ ἔγχεϊ μαιμώωντι
οὐδὲ μὲν οὐδὲ τότ᾽ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,
ἀλλ᾽ ἄρα Τρῶας ἔναιρεν ἀφ᾽ ἕρκεος· οἱ δ᾽ ἐφέβοντο
βαλλόμενοι καθύπερθε· περικλονέοντο δ᾽ ἀνάγκῃ
Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει·
530ὡς δ᾽ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο
πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι
ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ·
ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν
ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
535πᾶν θ᾽ ὅ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,
δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἅρηα.
οἱ δ᾽ ἄρ᾽ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορ
Τρῶες ἔφαντ᾽ Ἀχιλῆα πελώριον εἰσοράασθαι
αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
540κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται
ἐς φρένα Κητείων μηδ᾽ Εὐρυπύλοιο ἄνακτος·
αὐτοῦ δ᾽ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·
αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμ᾽ ἀλεγεινόν.
545ὡς δ᾽ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες
ἀνέρες ἀθρήσωσιν ἀπ᾽ οὔρεος ἀΐσσοντα [p. 336]
χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ,
οὐδ᾽ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα
δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
550δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου·
ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι
τεῖχος ὔπ᾽ Ἀργείων· τοὺς δ᾽ Εὐρύπυλος θεοειδὴς
αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει
πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα
555χεῖρα καμεῖν καὶ κάρτος· ὁ δ᾽ οὐκ ἀπέληγε μόθοιο.


τῶν δ᾽ ἄρ᾽ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα
κάλλιπεν Οὐλύμποιο θυωδέος αἰπὰ μέλαθρα·
βῆ δ᾽ ἄρ᾽ ὑπὲρ κορυφὰς ὀρέων· οὐδ᾽ ἴχνεσι γαίης
ψαῦε μέγ᾽ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ
560εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δ᾽ ἀνέμοιο.
Τροίην δ᾽ αἶψ᾽ ἀφίκανε, πόδας δ᾽ ἐπέθηκε κολώνῃ
Σιγέου ἠνεμόεντος· ἐδέρκετο δ᾽ ἔνθεν ἀϋτὴν
ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς.
υἱὸς δ᾽ αὖτ᾽ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
565θάρσος ὁμοῦ καὶ κάρτος, ἅ τ᾽ ἀνδράσιν εἰς ἕν ἰόντα
τεύχουσιν μέγα κῦδος· ὁ δ᾽ ἀμφοτέροισι κέκαστο,
οὕνεκ᾽ ἔην Διὸς αἷμα, φίλῳ δ᾽ ἤικτο τοκῆι·
τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.
ὡς δ᾽ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
570τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο
νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δ᾽ ὑπ᾽ ἀϋτμῇ
μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαίνης
ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην
εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
575κτείνει ἑπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπ᾽ ἄγρῃ·
ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα [p. 338]
ἀντἲ ἐπεσσυμένων· πονέοντο δὲ πάντες Ἀχαιοὶ
ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δ᾽ εὐρὺς
580αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ
τείχεα βαλλομένων. κάματος δ᾽ ὑπεδάμνατο λαοὺς
ἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ
αἰζηῶν· ἀλλ᾽ οὔτι μενεπτολέμου Ἀχιλῆος
ἄμφεχεν υἱέα δῖον, ἐπεὶ δέ οἱ ὄβριμον ἦτορ
585πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος οὔτι
ἥψατο μαρναμένοιο· μένος δ᾽ ἀκάμαντι ἐῴκει
ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ
οὔποτ᾽ ἰοῦσ᾽ ἐφόβησε, καὶ εἰ μέγα μαίνετ᾽ ἀήτης
Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται
590ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐδέ οἱ ἀλκὴ
ἅψασθ᾽ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο·
ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
οὔτε μόγος στονόεις οὔτ᾽ ἄρ δέος ἥψατο γούνων
αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
595οὐ μὴν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε
πολλῶν βαλλομένων· ἀλλ᾽ ὡς νιφάδες περὶ πέτρην
πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ
εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο
600φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων
ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων
πολλὸν ἔην ὄχ᾽ ἄριστος, ἔχεν δ᾽ ἔτι θυμὸν ὁμοκλῆς
λευγαλέης ἀκόρητον, ἑοῦ δ᾽ ἄρα μήδετο πατρὸς
τίσεσθ᾽ ἀλγινόεντα φόνον· κεχάροντο δ᾽ ἄνακτι
605Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.


Ἕνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος,
ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δ᾽ ἐρικυδέας υἷας,
εἰδότας εἶ μὲν ἄκοντα βαλεῖν, εὖ δ᾽ ἵππον ἐλάσσαι
ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι, [p. 340]
610τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρ᾽ ὄχθῃς
Σαγγαρίου, Κέλτον τε καὶ Εὔβιον· οὐδ᾽ ἀπόναντο
ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο·
ἄμφω δ᾽ ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω
615χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι
βλήμενος ἐς κραδίην, ὁ δὲ χερμαδίῳ ἀλεγεινῷ
κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ,
ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
ἀμφὶ δ᾽ ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων
620μυρία δυσμενέων· μέγα δ᾽ Ἄρεος ἔργον ὀρώρει,
μέσφ᾽ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δ᾽ ἠὼς
ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
χάσσατο τυτθὸν ἄπωθε νεῶν· οἱ δ᾽ ἀγχόθι πύργων
βαιὸν ἀνέπνευσαν· καὶ δ᾽ αὐτοὶ Τρώιοι υἷες
625ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκ᾽ ἐτύχθη
φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χ᾽ ἅπαντες
Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,
εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳ
δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
630Εὐρύπυλον. τῷ δ᾽ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,
καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·
ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,
ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφ᾽ Ἀχιλῆος,
χάρμα δ᾽ ἄρ᾽, οὕνεκά οἱ κρατερὸν παῖδ᾽ εἰσενόησε·
635κλαῖε δ᾽ ὅ γ᾽ ἀσπασίως, ἐπεὶ οὔποτε φῦλ᾽ ἀνθρώπων
νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται.
ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,
ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγἐ ἀνατλὰς
ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
640ὣς ὁ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν [p. 342]
ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·
‘χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτ᾽ ἔγωγε
τυτθὸν ἐόντ᾽ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
προφρονέως· ὁ δ᾽ ἄρ᾽ ὦκα θεῶν ἐρικυδέϊ βουλῇ
645ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο· καί οἱ ἔγωγε
γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν·
ἔσκε δέ μοι μέγ᾽ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον
τηλυγέτῳ· ὁ δ᾽ ἄρ᾽ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·
κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, ὁ δ᾽ ἄρ᾽ υἱὸς ἔμοιγε
650ἔσκε νόῳ· φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι
εἵνεχ᾽ ὁμοφροσύνης· ἀρετῇ δ᾽ ὅ γε φέρτερος ἦεν
πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει.
τῷ σύγε πάμπαν ἔοικας· ἐγὼ δ᾽ ἄρα κεῖνον ὀΐω
ζωὸν ἔτ᾽ Ἀργείοισι μετέμμεναι· οὗ μ᾽ ἄχος ὀξὺ
655ἀμφέχει ἤματα πάντα, λυγρῷ δ᾽ ἐπὶ γήραϊ θυμὸν
τείρομαι· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
κείνου ἔτι ζώοντος· ὁ καὶ πέλει ἀνέρι κῦδος
κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ
660ἀχνύμενος· σὺ δὲ μήτι χαλέπτεο πένθεϊ θυμόν·
ἀλλ᾽ ἄγε Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς
τειρομένοις ἐπάμυνε μέγ᾽ ἀμφ᾽ ἀγαθοῖο τοκῆος
χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν
Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·
665τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων
σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.’


ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
‘ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα
αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.’


670ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς
σεύεσθ᾽ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε
νύξ, ἥ τ᾽ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα
ἔσσυτ᾽ ἀπ᾽ ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ. [p. 344]


Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
675κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκ᾽ ἄρ᾽ αὐτοὺς
θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως·
τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
ἄσπετα δῶρα διδόντες, ἅ τ᾽ ἀνέρι πλοῦτον ὀφέλλει·
οἱ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας
680δμωίδας, οἱ δ᾽ ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον,
ἄλλοι δ᾽ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
ἵππους τ᾽ ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν
φάρεά τ᾽ εὐποίητα γυναικῶν κάλλιμα ἔργα·
τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.
685καί ῥ᾽ οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο
υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δ᾽ Ἀγαμέμνων
πόλλ᾽ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·
‘ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο,
690ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος
καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας·
τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα
σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα
καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
695οὕνεκα πατρὶ ἔοικας· ἐγὼ δ᾽ ἄρα κεῖνον ὀΐω
εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα
χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλ᾽ ὁ μὲν ἤδη
ἐστὶ σὺν ἀθανάτοισι· σὲ δ᾽ ἐκ μακάρων προέηκε
σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.’


700ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
‘εἴθε μιν, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα
οὔτι καταισχύνοντα βίην πατρός, ὥσπερ ὀΐω
ἔσσεσθ᾽, ἤν με σάωσιν ἀκηδέες Οὐρανίωνες.’


705ὣς ἄρ᾽ ἔφη πινυτῇσιν ἀρηράμενος φρεσὶ θυμόν· [p. 346]
λαοὶ δ᾽ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.
ἀλλ᾽ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότ᾽ ἄρ᾽ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς
ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίην ἀφίκανε
710πατρὸς ἑοῦ. τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων
ἔντεά οἱ παρέκεινθ᾽· αἱ δ᾽ ἀμφί μιν ἄλλοθεν ἄλλαι
χήρην ληιάδες κλισίην ἐπιπορσύνεσκον
ὡς ζώοντος ἄνακτος· ὁ δ᾽ ὡς ἴδεν ἔντεα Τρώων
καὶ δμωάς, στονάχησεν· ἔρως δέ μιν εἷλε τοκῆος·
715ὡς δ᾽ ὅτ᾽ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα
σμερδαλέοιο λέοντος ὑπ᾽ ἀγρευτῇσι δαμέντος
σκύμνος ἐς ἄντρον ἵκηται ἐΰσκιον, ἀμφὶ δὲ πάντῃ
ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δ᾽ αὐτοῦ
ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ
720ἵππων ἠδὲ βοῶν μεγάλ᾽ ἄχνυται ἀμφὶ τοκῆος·
ὣς ἄρα θαρσαλέοιο πάϊς τότε Πηλείδαο
θυμὸν ἐπαχνώθη· δμωαὶ δέ μιν ἀμφαγάσαντο·
καὶ δ᾽ αὐτὴ Βρισηίς, ὅτ᾽ ἔδρακεν υἰ̔̂ Ἀχιλῆος,
ἄλλοτε μὲν θυμῷ μέγ᾽ ἐγήθεεν, ἄλλοτε δ᾽ αὖτε
725ἄχνυτ᾽ Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ
ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ
αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.


Τρῶες δ᾽ αὖτ᾽ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα
Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,
730ὁππόσον Ἕκτορα δῖον, ὅτ᾽ Ἀργείους ἐδάϊζε
ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.
ἀλλ᾽ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,
δὴ τότε Τρώιοι υἷες ἰδ᾽ Ἀργεῖοι μενεχάρμαι
νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.