Τα μετά τον Όμηρο/3
←Τὰ μετὰ τὸν Ὅμηρο β΄ | Τὰ μετὰ τὸν Ὅμηρο γ΄ Συγγραφέας: Τὰ μετὰ τὸν Ὅμηρο |
Τὰ μετὰ τὸν Ὅμηρο δ΄→ |
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913. |
αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐϋθρόνου Ἠριγενείης,
δὴ τότ᾽ ἄρ᾽ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
καί μιν ταρχύσαντο παρ᾽ ᾐόσιν Ἑλλησπόντου
5πολλὰ μάλ᾽ ἀχνύμενοι· περὶ δ᾽ ἔστενον ὄβριμοι υἷες
Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος
Νέστορι ἦρα φέροντας· ὁ δ᾽ οὐ μέγα δάμνατο θυμῷ·
ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
θαρσαλέως καὶ μή τι κατηφιόωντ᾽ ἀκάχησθαι.
10Πηλείδης δ᾽ ἑτάροιο χολούμενος Ἀντιλόχοιο
σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δέ καὶ αὐτοὶ
καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα
τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκ᾽ ἄρα σφι
κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον
15πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος
χερσὶν ὕπ᾽ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.
αἶψα δ᾽ ἄρ᾽ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τ᾽ Ἀργείων
20μαιμώωντ᾽ ἐς Ἄρηα διεγρομένου πολέμοιο.
Πηλείδης δ᾽ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν
δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα [p. 118]
δεύετο, καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα
Ξάνθου καὶ Σιμόεντος· ὁ δ᾽ ἑσπόμενος κεράϊζε
25μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμφεχε λαούς.
καί νύ κε πάντας ὄλεσσε, πύλας δ᾽ εἰς οὖδας ἔρεισε
θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας
δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δὲ θῆκε κέλευθον
ἐς Πριάμοιο πόληα, διέπραθε δ᾽ ὄλβιον ἄστυ,
30εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ,
ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.
αἶψα δ᾽ ἀπ᾽ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς
ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς·
ἔστη δ᾽ Αἰακίδαο καταντίον· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
35γωρυὸς καὶ τόξα μὲγ᾽ ἴαχεν· ἐκ δέ οἱ ὄσσων
πῦρ ἄμοτον μάρμαιρε· ποσὶν δ᾽ ὑπεκίνυτο γαῖα.
σμερδαλέον δ᾽ ἤϋσε μέγας θεός, ὄφρ᾽ Ἀχιλῆα
τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα
θεσπεσίην, καὶ Τρῶας ὑπὲκ θανάτοιο σαώσῃ·
40‘χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν
οὔ σ᾽ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν,
μή σε καὶ ἀθανάτων τις ἀπ᾽ Οὐλύμποιο χαλέψῃ.’
ὣς ἄρ᾽ ἔφη· ὁ δ᾽ ἄρ᾽ οὔτι θεοῦ τρέσεν ἄμβροτον αὐδήν·
ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο·
45τοὔνεκ᾽ ἄρ᾽ οὐκ ἀλέγιζε θεοῦ, μέγα δ᾽ ἴαχεν ἄντην·
‘Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;
ἤδη γὰρ καὶ πρόσθε μ᾽ ἀποστρέψας ὀρυμαγδοῦ
ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου
50Ἕκτορα, τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο. [p. 120]
ἀλλ᾽ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων
ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.’
ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δ᾽ ἐπὶ Τρῶας,
οἵ ῥ᾽ ἔτι που φεύγεσκον ἀεὶ προπάροιθε πόληος,
55καὶ τοὺς μὲν σεύεσκεν· ὁ δ᾽ ἀσχαλόων ἐνὶ θυμῷ
Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
‘ὦ πόποι, ὡς ὅ γε μαίνετ᾽ ἀνὰ φρένας· ἀλλά οἱ οὔτι
οὐδ᾽ αὐτὸς Κρονίδης ἔτ᾽ ἀλέξεται οὔτε τις ἄλλος
οὕτω μαργαίνοντι καὶ ἀντιόωντι θεοῖσιν.’
60ὣς ἄρ᾽ ἔφη, καὶ ἄϊστος ὁμοῦ νεφέεσσιν ἐτύχθη·
ἠέρα δ᾽ ἐσσάμενος στυγερὸν προέηκε Βέλεμνον,
καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν· αἶψα δ᾽ ἀνῖαι
δῦσαν ὑπὸ κραδίην· ὁ δ᾽ ἀνετράπετ᾽ ἠΰτε πύργος,
ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
65ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης·
ὣς ἐκλίθη δέμας ἠῢ κατ᾽ οὔδεος Αἰακίδαο.
ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ † ἔπος ἀκράαντον ὁμόκλα·
‘τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν;
τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
70ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη
ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται·
οἶδα γὰρ ὡς οὔτις με δυνήσεται ἐγγύθεν ἐλθὼν
ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,
οὐδ᾽ εἴπερ στέρνοισι μάλ᾽ ἄτρομον ἦτορ ἔχῃσιν,
75ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη·
κρύβδα δ᾽ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι.
τῷ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι
χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν
ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ. [p. 122]
80ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ
κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι
Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δ᾽ οὐκ ἀνεμώλιον ἦεν.’
ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα
85ἔσσυτο τειρομένοιο· πότμος δέ οἱ ἦτορ ἐδάμνα.
ἀσχαλόων δ᾽ ἔρριψε βέλος· τὸ δ᾽ ἄρ᾽ αἶψα κιοῦσαι
πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει
ἄμβροτον ἰὸν ὀλέσθαι ἀπ᾽ ἀθανάτοιο μολόντα.
90δεξάμενος δ᾽ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα
πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·
οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι
οἱ δ᾽ αὖτ᾽ Ἀργείοις, διὰ δ᾽ ἄνδιχα μητιόωντες
95δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.
τὸν δ᾽ ὁπότ᾽ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν·
‘Φοῖβε, τί ἢ τόδ᾽ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ
100ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις
δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν
Πηλεὺς ἤγετ᾽ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν,
καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα,
θῆρές τ᾽ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι
105καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.
ἀλλὰ τά γ᾽ ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας
κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοίς
νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι [p. 124]
ἐκ Θέτιδος Πηλῆι· τεῆς δ᾽ ἐπελήσαο ἀρῆς
110ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος,
ᾧ πάρα βουκολέεσκες· ὁ δ᾽ ἀθάνατόν περ ἐόντα
θνητὸς ἐὼν ἀκάχιζε· σὺ δ᾽ ἀφρονέων ἐνὶ θυμῷ
ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσ᾽ ἐμόγησας.
σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν,
115οὔθ᾽ ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,
οὔθ᾽ ὅτις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς
ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.
ἀλλ᾽ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω
ἔσσεσθ᾽ Αἰακίδαο δεδουπότος, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ
120υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
πατρὶ ἑῷ· πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλ᾽ Ἀχιλῆι
ἀμφ᾽ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φἐρτατος ἀνδρῶν;
125νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματ᾽ ἰοῦσαν,
ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;’
ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
Ἥρη ἀκηχεμένη· ὁ δ᾽ ἄρ᾽ οὐκ ἀπαμείβετο μύθῳ·
130ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο·
οὐδέ οἱ ὀφθαλμοῖαι καταντίον εἰσοράασθαι
ἔσθενεν, ἀλλ᾽ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
ἧστο κατωπιόων· ἄμοτον δέ οἱ ἐακύζοντο
ἀθάνατοι κατ᾽ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·
135ὅσσοι δ᾽ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
κρύβδ᾽ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες
ἅζοντ᾽ ἀσχαλόωσαν. ὁ δ᾽ οὔπω λήθετο θυμοῦ
Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
140ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι. [p. 126]
οὐδ᾽ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
βλημένου, ἀλλ᾽ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι
θηρητήρ, ὁ δ᾽ ἄρ᾽ οὔτι πεπαρμένος ἦτορ ἄκοντι
145λήθεται ἠνορέης, ἀλλὴ στρέφετ᾽ ἄγριον ὄμμα
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.
ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
θυμὸν ἄδην ὀρόθυνε· θεοῦ δέ μιν ἰὸς ἐδάμνα.
ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
150πάλλων ὄβριμον ἔγχος· ἕλεν δ᾽ Ὀρυθάονα δῖον,
Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω κροτάφοιο τυχήσας·
οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος
ἀλλὰ δι᾽ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε δέ οἱ θαλερὸν κῆρ.
155Ἱππόνοον δ᾽ ἐδάμασσε κατ᾽ ὀφρύος ἔγχος ἐρείσας
ἐς θέμεθ1λ᾽ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
ἐκ βλεφάρων· ψυχὴ δὲ κατ᾽ Ἄϊδος ἐξεποτήθη.
Ἀλκαθόου δ᾽ ἄρ᾽ ἔπειτα διὰ γναθμοῖο περήσας
γλῶσσαν ὅλην ἀνέκερσεν· ὁ δ᾽ ἐς πέδον ἤριπε γαίης
160ἐκπνείων, αἰχμὴ δὲ δι᾽ οὔατος ἐξεφαάνθη.
καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας
δῖος ἀνήρ· πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε
φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.
ἀλλ᾽ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
165ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δ᾽ ἐπέτοντο
πανσυδίῃ τρομέοντες, ὁ δέ σφισι τοῖον ὁμόκλα· [p. 128]
‘ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος
ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλ᾽ ἅμα πάντες
τίσετ᾽ ἄρ᾽ αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.’
170ὣς φάτο· τοὶ δ᾽ ἀΐοντες ὑπέτρεσαν, εὖτ᾽ ἐν ὄρεσσι ὄρεσσι
φθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος
δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ
Τρώων ἱπποπόλων ἠδ᾽ ἀλλοδαπῶν ἐπικούρων
ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν,
175ἐλπόμενοί μιν ἔτ᾽ ἔμμεν ἀνούτατον. ὃς δ᾽ ὑπὸ πότμῳ
θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς
ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·
γαῖα δ᾽ ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη
Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δ᾽ ἔτι θυμῷ
180δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·
ὡς δ᾽ ὅτε θῆρα δαφοινὸν ὑπ᾽ αἰζηοῖσι δαμέντα
μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα
βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,
ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν·
185ὣς Τρῶες φοβέοντο καὶ οὐκέτ᾽ ἐόντ᾽ Ἀχιλῆα.
ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε
λαόν, ἐπεὶ φρεαὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει
Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ
Πηλείδαο πεσόντος· ὁ γὰρ Δαναοῖς πέλεν ἀλκή·
190‘ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,
σήμερον ἠὲ θάνωμεν ὑπ᾽ Ἀργείοισι δαμέντες,
ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν
ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,
οἵ μ᾽ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
195ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα·
τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,
ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ [p. 130]
Ἕκτορι, εἴ γέ τίς ἐστι κατ᾽ Ἄϊδος ἀνθρώποισιν
ἢ νόος ἠὲ θέμιστες· ὁ γὰρ κακὰ μήσατο Τρῶας.
200καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι
ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ
πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι
ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·
ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
205ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,
αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν,
αἱ δ᾽ ἄρ᾽ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες,
ὅσσους οὐκ ἐθέλοντας ἐν ἅστεϊ γῆρας ἐρύκει,
210τόνδ᾽ ἡμεῖς εἴπερ τε ποτὶ πτόλιν εἰρύσσαντες
θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.’
ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο
ἄμφεβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν,
Γλαῦκός τ᾽ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ
215ἄλλοι τ᾽ οὐλομένοιο δαήμονες ἰωχμοῖο,
εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,
ἀλλὰ θοῶς περίβη· πάντας δ᾽ ὑπὸ δούρατι μακρῷ
ὤθει ἀπὸ νέκυος. τοὶ δ᾽ οὐκ ἀπέληγον ὁμοκλῆς,
220ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
αἱ ῥά θ᾽ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
ἄνδρ᾽ ἀπαμυνόμεναι, ὁ δ᾽ ἄρ᾽ οὐκ ἀλέγων ἐπιούσας
κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δ᾽ ἀκάχονται
225καπνοῦ ὑπὸ ῥ̣̣̓ῆς ἠδ᾽ ἀνέρος, ἀλλ᾽ ἄρα καὶ ὣς
ἀντίαι ἀΐσσουσιν, ὁ δ᾽ οὐκ ὄθετ᾽ οὐδ᾽ ἄρα βαιόν· [p. 132]
ὣς Αἴας τῶν οὔτι μάλ᾽ ἐσσυμένων ἀλέγιζεν,
ἀλλ᾽ ἄρα πρῶτον ἐνήραθ᾽ ὑπὲρ μαζοῖο τυχήσας
Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον.
230εἷλε δ᾽ ἄρ᾽ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδ᾽ Ἀγάνιππον
ζωρόν τε Νίσσον τε περικλειτόν τ᾽ Ἐρύμαντα,
ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ,
ναῖε δ᾽ ὅ γ᾽ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
235τὴν μέγ᾽ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
τοῦ δ᾽ ἄρ᾽ ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο
παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·
καί ῥα θοῶς Αἴαντα κατ᾽ ἀσπίδα πουλυβόειαν
240οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν·
ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπ᾽ ἀσπίδι θώρηξ,
ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
Γλαῦκος δ᾽ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
245καί οἱ ἐπευχόμενος μέγ᾽ ἀπείλεεν ἄφρονι θυμῷ·
‘ Αἶαν, ἐπεί νύ σέ φασι μέγ᾽ ἔξοχον ἔμμεναι ἄλλων
Ἀργείων, σοὶ δ᾽ αἰὲν ἐπιφρονέουσι μάλιστα
ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
οἴω συνθανέεσθαι ἐπ᾽ ἤματι τῷδε καὶ αὐτόν.’
250ὥς ἔφατ᾽ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη,
ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
τὸν δ᾽ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
‘ ἆ δείλ᾽, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
ἔπλετ᾽ ἐνὶ πτολέμοισι; μένος δ᾽ ἀλέεινε καὶ ἔγχος
255ἡμέτερον· πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
σοὶ δ᾽ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
ἐς μόθον ἐλθέμεναι μέγ᾽ ἀμείνονί περ γεγαῶτι· [p. 134]
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
260νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·
ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σ᾽ ἔτ᾽ ἔγωγε
ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο
μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
265ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλ᾽ ἄρα καὶ τοῖς
δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.’
ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
ἐν κυσὶν ἀγρεντῇσι κατ᾽ ἄγκεα μακρὰ καὶ ὕλην.
πολλοὺς δ᾽ αἶψ᾽ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
270Τρῶας ὁμῶς Λυκίοισι· περιτορομέοντο δὲ λαοί,
ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο
ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον· ἀλλ᾽ ἄρα καὶ ὥς
275μάρναντ᾽, ἀμφὶ δὲ νεκρὸν᾽ Αχιλλέος ἄλλοθεν ἄλλοι
μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
κτείνοντ᾽· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
Αἴας ὀβριμόθυμος· ὁ δ᾽ ὕπτιος ἀμφ᾽ Ἀχιλῆα
280κάππεσεν, εὖτ᾽ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·
ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
βλήμενος· ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο
πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
285δῶκε φέρειν ἑτάροισι μέγ᾽ ἀχνυμένοις περὶ θυμῷ.
αὐτὸς δ᾽ ἀμφ᾽ Ἀχιλῆι μαχέσκετο· τὸν δ᾽ ἄρα δουρὶ
μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας
χειρὸς δεξιτερῆς· ὁ δ᾽ ἄρ᾽ ἐσσυμένως ἀπόρουσεν
ἐξ ὀλοοῦ πολέμοιο, κίεν δ᾽ ἄφαρ ἄστεος εἴσω· [p. 136]
290ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,
οἵ ῥά οἱ αἷμα κάθηραν ἀφ᾽ ἕλκεος, ἄλλα τε πάντα
τεῦχον, ὅσ᾽ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.
Αἴας δ᾽ αἰὲν ἐμάρνατ᾽ ἀλίγκιος ἀστεροπῇσι
κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
295ἀχνύμενος κέαρ ἔνδον ἀνεψιοῖο δαμέντος.
ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων
μάρνατο δυσμενέεσσι· φέβοντο δέ μιν μέγα λαοί.
κτεῖνε δὲ Πεισάνδροιο θοὸν καὶ ἀρήϊον υἷα
Μαίναλον, ὅς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου·
300τῷ δ᾽ ἔπι δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη
Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι
Γρηνίκου ποταμοῖο παρὰ ῥόον· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
Πρωτέος υἷα δάϊξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς
Ἴδης ναιετάασκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ
305δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,
ἀλλ᾽ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων
πολλῶν θυμὸν ἔλυσεν ὑπ᾽ ἔλχεϊ μαιμώωντι
κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. ἀλλά μιν Ἄλκων
υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε
310πὰρ γόνυ δεξιτερόν· περὶ δὲ κνημῖδα φαεινὴν
ἔβλυσεν αἷμα κελαινόν· ὁ δ᾽ ἕλκεος οὐκ ἀλέγιζεν,
ἀλλ᾽ ἄφαρ οὐτήσαντι κακὸν γένεθ᾽, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
ἱέμενον πολέμοιο δι᾽ ἀσπίδος οὔτασε δουρί·
ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς
315ὕπτιον ἐς γαῖαν· κανάχησε δέ οἱ πέρι τεύχη
βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ
δεύετο φοινήεντι λύθρῳ· ὁ δὲ λοίγιον ἔγχος
ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δ᾽ αἰχμῇ
θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών. [p. 138]
320τοῦ δ᾽ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
οὐδ᾽ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφ᾽ Ἀχιλῆα
προφρονέως ἐμάχοντο, πολύν δ᾽ ὑπὸ χείρεσι λαὸν
ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
325εὖτ᾽ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
λάβρον ἐπιβρίσαντες ἀν᾽ ἄλσεα ὑλήεντα
ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·
ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι·
μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
330ἐκπάγλως δ᾽ Αἴαντι δαΐφρονι· τοὔνεκ᾽ ἄρ᾽ ἔμπης
Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ.
τῷ δ᾽ ἔπι τόξ̓ ἐτίταινε Πάρις· τὸν δ᾽ αἶψα νοήσας
κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δ᾽ ἄρ᾽ ἔθλασσεν
ἀμφίφαλον κυνέην ὀλοὸς λίθος· ἀμφὶ δέ μιν νὺξ
335μάρψεν. ὁ δ᾽ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ
ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο δ᾽ ἄρ᾽ ἄλλυδις ἄλλοι
ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·
τόξον δ᾽ ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες
ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ
340βαιὸν ἔτ᾽ ἀμπνείοντα καὶ ἀργαλέον στενάχοντα·
οὐδὲ μὲν ἔντἐ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ
ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.
τῷ δ᾽ Αἴας ἐπὶ μακρὸν ἀΰτεεν ἀσχαλόων κῆρ·
‘ ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
345σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ
ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.
νῦν δ᾽ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος
ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.’
ὣς εἰπὼν δηΐοισι κακὰς ἐπὶ κῆρας ἴαλλεν,
350οἵ ῥ᾽ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος. [p. 140]
οἱ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι
πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδ᾽ ἔτ᾽ ἔμιμνον,
οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ
αἰετὸς οἰωνῶν προφερέστατος, εὖτ᾽ ἐν ὄρεσσι
355πώεα δαρδάπτωσι λύκοις ὕπο δῃωθέντα·
ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας
χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.
οἱ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο
πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων
360κίρκος ἐπισσεύει, τοὶ δ᾽ ἰλαδὸν ἄλλος ἐπ᾽ ἄλλῳ
ταρφέες ἀΐσσουσιν ἀλευόμενοι μέγα πῆμα·
ὣς οἵ γ᾽ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα
φεῦγον ὀϊζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν
Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,
365ὅς ῥ᾽ ἕπετ᾽ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.
καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,
εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα
βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε·
τοὺς δ᾽ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὡς αἰόλα μῆλα,
370ἤϊεν ἐς πεδίον, χθόνα δ᾽ οὐ ποσὶ μάρπτεν ἑοῖσιν
ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι·
κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ
ἄχρις ἐφ᾽ Ἑλλήσποντον ἀπ᾽ εὐρυχόροιο πόληος
αἰζηῶν κταμένων, ὁπόσους λάχε δαίμονος Αἶσα.
375ὡς δ᾽ ὅτε λήιον αὖον ὑπ᾽ ἀμητῆρσι πέσῃσι
πυκνὸν ἐόν, τὰ δὲ πολλὰ καταυτόθι δράγματα κεῖται
βριθόμενα σταχύεσσι, γέγηθε6 δὲ θυμὸς ἐπ᾽ ἔργῳ
ἀνέρος εἰσορόωντος, ὅτις κλυτὸν οὖδας ἔχῃσιν·
ὣς οἵ γ᾽ ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ
380κεῖντο πολυκλαύτοιο λελας μένοι ἰωχμοῖο
πρηνέες· οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες
σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας, [p. 142]
πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅς σφιν ὄνειαρ
ἔπλετ᾽ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
385τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες
ἀμφὶ νέκυν πονέοντο ἀπείριτον, εὖ δὲ φέροντες
κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων·
ἀμφὶ δέ μιν μάλα πάντες ἀγειράμενοι στενάχοντο
ἀχνύμενοι κατὰ θυμόν· ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν,
390καὶ τότ᾽ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων
κεῖτο βαρυγδούποιο παρ᾽ ᾐόσιν Ἑλλησπόντου,
οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ
ἐρχομένην Πυθώδε βιάζετο, καί ἑ χολωθεὶς
ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατ᾽ Ἀπόλλων
395λαιψηροῖς βελέεσσιν, ὁ δ᾽ ἀργαλέῳ ἐνὶ λύθρῳ
πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο
μητρὸς ἑῆς· ἡ δ᾽ υἷα περιστονάχησε πεσόντα
ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ·
τοῖος ἄρ᾽ Αἰακίδης δηΐων ἐπικάππεσε γαίῃ
400χάρμα φέρων Τρώεσσι, γόον δ᾽ ἀλίαστον Ἀχαιῶν
λαῷ μυρομένων· περὶ δ᾽ ἔβρεμε βένθεα πόντου.
θυμὸς δ᾽ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι·
μνησάμενοι δ᾽ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
405τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,
αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι
νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
μᾶλλον ἀνεστενάχοντο· γόου δ᾽ ἔρος ἔμπεσε θυμῷ· [p. 144]
κλαῖον δ᾽ αὖτ᾽ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς
410πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι
χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες,
χευάμενοι δ᾽ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
οἵη δ᾽ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες
415καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς
πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·
τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετ᾽ ἀϋτή,
οὕνεκ᾽ ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο
κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,
420οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
Μυρμιδόνες δ᾽ ἄλληκτον ἀνεστενάχοντ᾽ Ἀχιλῆα
εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος·
ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
425οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδ᾽ ὀλοόφρων,
ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντ᾽ ἐκέκαστο.
Αἴας δ᾽ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔτινι βλητὸς
430ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
ἐσφοιτῶν, ὁτὲ δ᾽ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
ἐκχύμενος μάλα πουλύς, ἔπος δ᾽ ὀλοφύρατο τοῖον·
435‘ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·
οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι
440ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα
εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι [p. 146]
καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι
ἰοῖσίν γ᾽ ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει·
εἰ γάρ σευ κατέναντα τότ᾽ ἤλυθεν, ὅς σ᾽ ἔβαλέν περ,
445οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν·
ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντ᾽ ἀπολέσσαι,
ἡμέων δ᾽ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·
ἤδη γὰρ Τρώεσσι κατ᾽ Ἀργείων τάχα νίκην
νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
450ὦ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς
ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας·
αὐτὴ μὲν φήμη μιν ἀπορραίσει τάχα θυμόν·
ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι·
εἰ δέ κεν οὐ φθίσῃ ἑ κακὴ περὶ υἱέος ὄσσα,
455ἆ δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει
αἰὲν ἐπ᾽ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·
ἀλλ᾽ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.’
ὣς ὁ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
460Φοῖνιξ δ᾽ δὖθ᾽ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν
ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο·
καί ῥ᾽ ὀλοφυδνὸν ἄϋσε μέγ᾽ ἀχνύμενος πινυτὸν κῆρ·
‘ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ᾽ ἄχος αἰὲν ἄφυκτον
κάλλιπες· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
465πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον· οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερον ποτ᾽ ἐσήλυθεν ἐς φρένα πῆμα,
οὐδ᾽ ὅτε πατρίδ᾽ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
φεύγων ἐς Πηλῆα δι᾽ Ἑλλάδος, ὅς μ᾽ ὑπέδεκτο,
καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
470καὶ σέ γ᾽ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον [p. 148]
κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα·
τῷ πιθόμην· σὺ δ᾽ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
πολλάκι παππάζεσκες ἔτ᾽ ἄκριτα χείλεσι βάζων,
475καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας
στήθεά τ᾽ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι
πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.
480νῦν δὲ σύγ᾽ οἴχῃ ἄϊστος ὑπὸ ζόφον· ἀμφὶ δ᾽ ἐμὸν κῆρ
ἄχνυτ᾽ ὀϊζυρῶς, ἐπεὶ ἦ νύ με κῆδος ἰάπτει
λευγαλέον· τὸ καὶ εἴθε καταφθίσειε γοῶντα
πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
κωκύσειν ἀλίαστον, ὅτ᾽ ἀμφί ἑ φῆμις ἵκηται·
485οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος
πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
δυσόμεθ᾽ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη,
ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.’
490ἦ ῥ᾽ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·
ᾤμωξεν δ᾽ ὀδύνῃσι μέγ᾽ αἰθόμενος κέαρ ἔνδον·
‘ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·
495ῥηίτεροι δ᾽ ἄρα σεῖο καταφθιμένοιο πέλονται
δυσμενέσιν· σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
οἵ σε πάρος φοβέοντο λέονθ᾽ ὡς αἰόλα μῆλα·
νῦν δ᾽ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι
500θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος [p. 150]
ἄστυ διαπραθέειν, νῦν δ᾽ οὐ τελέεις ὅσ᾽ ὑπέστης,
ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀΐω
εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.’
ὣς ἔφατ᾽ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
505κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·
τοῖς δ᾽ ἄρ᾽ ἐπεβρόμεον νῆες περιμυρομένοισιν·
ἠχὴ δ᾽ ἄσπετος ὦρτο δι᾽ αἰθέρος ἀκαμάτοιο.
ὡς δ᾽ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
ὀρνύμεν᾽ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
510σμερδαλέον, πάντη δἐ προσαγνυμένης ἁλὸς αἰεὶ
ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι·
τοῖος ἄρ᾽ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει
μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.
καί σφιν ὀδυρομένοισα τάχ᾽ ἤλυθε κυανέη νύξ,
515εἰ μὴ ἄρ᾽ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς
Νέστωρ, ὅς ῥά τ᾽ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίου ἄλγος
μνησάμενος σφοῦ παιδὸς ἐΰφρονος Ἀντιλόχοιο·
‘Ἀργείων σκηπτοῦχε μέγα κρατέων Ἀγάμεμνον,
νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο
520σήμερον· οὐ γὰρ ἔτ᾽ αὖθις ἐρωήσει τις Ἀχαιοὺς
κλαυθμοῦ ἄδην κορέσασθαι ἐπ᾽ ἤματα πολλὰ γοῶντας.
ἀλλ᾽ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
λούσαντες λεχέεσσ᾽ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν
αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.’
525καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός·
αὐτὰρ ὅ γ᾽ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
θερμῆναι λοῦσαί τε νέκυν, περί θ᾽ εἵματα ἕσσαι
καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
530ἐς Τροίην ἀνιόντι. θοῶς δ᾽ ἐπίθησαν ἄνακτι· [p. 152]
ἐνδυκέως δ᾽ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον
κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
τὸν δ᾽ ἐσιδοῦσ᾽ ἐλέησε περίφρων Τριτογένεια·
στάζε δ᾽ ἄρ᾽ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι
535δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων·
θῆκε δ᾽ ἄρ ἐρσήεντα καὶ εἴκελον ἀμπνείοντι·
σμερδαλὲον δ᾽ ἄρ᾽ ἐπισκύνιον νεκρῷ περ ἐτευξεν,
οἶόν τ᾽ ἀμφ᾽ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·
540βριθύτερον δ᾽ ἄρ᾽ ἔθηκε δέμας καὶ ἄρειον ἰδέσθαι.
Ἀργείους δ᾽ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας
Πηλείδην ζώοντι πανείκελον, ὅς ῥ᾽ ἐπὶ λέκτροις
ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.
ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτ᾽ αὐτός
545Λῆμνόν τε ζαθέην Κιλίκων τ᾽ αἰπὺ πτολίεθρον
Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,
ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,
στήθεά τ᾽ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν
ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα·
550τὰς γὰρ δὴ τίεσκε καί ἐκ δηΐων περ ἐούσας·
πασάων δ᾽ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον
Βρισηὶς παράκοιτις ἐϋπτολέμου Ἀχιλῆος
ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι
δρυπτομένη χρόα καλὸν ἀΰτεεν· ἐκ δ᾽ ἁπαλοῖο
555δτήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν
θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι
φοίνιον· ἀγλαΐη δέ καὶ ἀχνυμένης ἀλεγεινῶς
ἱμερόεν μάρμαιρε· χάρις δέ οἱ ἄμφεχεν εἶδος·
τοῖον δ᾽ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα·
560‘ὦ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·
οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα, [p. 154]
οὔτε κασιγνήτων οὔτ᾽ εὐρυχόρου περὶ πάτρης,
ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
565ἐλπωρή τ᾽ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
πάσης τ᾽ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
ἔπλεο· πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ·
καί ῥά μ᾽ ἔθηκας ἄκοιτιν ἐλὼν ἄπο δούλια ἔργα.
νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
570Σπάρτην εἰς ἐρίβωλον ἤ ἐς πολυδίψιον Ἄργος·
καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομ᾽ ἀνίας
σεῦ ἀπονοσφισθεῖσα δυαάμμορος· ὡς ὄφελόν με
γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι.’
ὣς ἡ μὲν δμηθέντ᾽ ὀλοφύρετο Πηλείωνα
575δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς
μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς δ᾽ ἀλεγεινὸν
οὔποτ᾽ ἐιέρσετο δάκρυ, κατείβετο δ᾽ ἄχρις ἐπ᾽ οὖδας
ἐκ βλεφάρων, ὡσεί τε μέλαν κατὰ πίδακος ὕδωρ
πετραίης, ἦς πουλὺς ὕπερ παγετός τε χιών τε
580ἐκκέχυται στυφελοῖο κατ᾽ οὔδεος, ἀμφὶ δὲ πάχνη
τήκεθ᾽ ὁμῶς εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.
καὶ τότε δή ῥ᾽ ἐσάκουσαν ὀρινομένοιο γόοιο
θυγατέρες Νηρῆος, ὅσαι μέγα βένθος ἔχουσι·
πάσῃσιν δ᾽ ἀλεγεινόν ὑπὸ κραδίην πέσεν ἄλγος·
585οἰκτρὸν δ᾽ ἐστονάχησαν, ἐπίαχε δ᾽ Ἑλλήσποντος·
ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις
ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἔπλετἈχαιῶν,
πανσυδίῃ πολιοῖο δι᾽ οἴδματος· ἀμφὶ δ᾽ ἄρα σφι
νισσομένῃσι θάλασσα διίστατο· ταὶ δ᾽ ἐρέροντο
590κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν
ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν
κήτεα μυρομένῃσιν· ἔσαν δ᾽ ἄφαρ ᾗχι νέοντο [p. 156]
παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι
ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
595ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι
ἀρνύμεναι τιμήν ἑλικώπιδι Νηρηίνῃ·
Ζεύς δὲ μέγ᾽ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων
ἀμφαδὸν ἀθρήσαντες ἀνά στρατόν· αἱ δ᾽ Ἀχιλῆος
600ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου·
δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
δάκρυσιν· ὥς μέγα πένθος ἀνέστενον· ἀμφὶ δὲ λαῶν
μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
605καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
μήτηρ δ᾽ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα·
‘γηθείτω ῥοδόπεπλος ἀν᾽ οὐρανόν Ἠριγένεια,
γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
610ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη·
αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ
κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
οὕνεκά μ᾽ οὐκ ἐθέλουσαν ὑπ᾽ ἀνέρι δῶκε δαμῆναι,
ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
615κῆρές τ᾽ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή·
ἀλλ᾽ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δ᾽ ὕδωρ,
620ἄλλοτε δ᾽ οἰωνῷ ἐναλίγκιος ἤ πυρὸς ὁρμῇ·
οὐδέ με θνητός ἀνὴρ δύνατ᾽ ἐν λεχέεσσι δαμάσσαι [p. 158]
φαινομένην, ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
μέσφ᾽ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
ἔκπαγλον θήσειν καὶ ἀρήϊον. ἀλλὰ τὰ μέν που
625ἀτρεκέως ἐτέλεσσεν· ὁ γὰρ πέλε φέρτατος ἀνδρῶν·
ἀλλά μιν ὠκύμορον ποιήσατο καί μ᾽ ἀκάχησε.
τοὔνεκ᾽ ἐς οὐρανὸν εἶμι· Διὸς δ᾽ ἐς δώματ᾽ ίοῦσα
κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθ᾽ ἐμόγησα
ἀμφ᾽ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι
630μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.’
ὣς ἔφατ᾽ αἰνὰ γοῶσ᾽ ἁλίη Θέτις· ἡ δέ οἱ αὐτὴ
Καλλιόπη φάτο μῦθον ἀρηραμένη φρεσὶ θυμόν·
‘ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδ᾽ ἀλύουσα
εἵνεκα παιδός ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
635σκύεο· καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος
υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ κηρὶ δαμέντες·
κάτθανε δ᾽ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
Ὀρφεύς, οὖ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
πᾶσα δ᾽ ἄρ᾽ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα
640πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων
οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν·
ἀλλ᾽ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔτι ἔοικεν
πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν.
τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·
645καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ
καὶ μένος ἀείσουσιν ἐμῇ τ᾽ ἰότητι καὶ ἄλλων
Πιερίδων· σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν
δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.
ἦ οὐκ ἀΐεις ὅτι πάντας, ὅσοι χθονὶ ναιετάουσιν,
650ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα [p. 160]
οὐδὲ θεῶν ἀλέγουσα; τόσον σθένος ἔλλαχε μούνη·
ἢ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πολυχρύσοιο πόληα
ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα
ἀνέρας, ὅν κ᾽ ἐθέλῃσι· θεῶν δ᾽ οὔτις μιν ἐρύξει.’
655ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.
ἠέλιος δ᾽ ἀπόρουσεν ἐς ὠκεανοῖο ῥέεθρα,
ὦρτο δὲ νὺξ μεγάλοιο κατ᾽ ἠέρος ὀρφνήεσσα,
ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.
αὐτοῦ δ᾽ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες
660ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ·
ἀλλ᾽ οὐχ ὕπνος ἔμαρπτε θεήν Θέτιν· ἄγχι δέ παιδὸς
ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι
ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
665ἀλλ᾽ ὅτε καγχαλόωσα δι᾽ αἰθέρος ἤλυθεν ἠὼς
λαμπρότατον πᾶσίν τε φάος Τρῶεσσι φέρουσα
καὶ Πριάμῳ—Δαναοὶ δὲ μέγ᾽ ἀχνύμενοι Ἀχιλῆα
κλαῖον ἐπ᾽ ἤματα πολλά, περιστενάχοντο δὲ μακραὶ
ἠιόνες πόντοιο, μέγας δ᾽ ὀλοφύρετο Νηρεὺς
670ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι
εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος—
καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο
Ἀργεῖοι πυρὶ πυρὶ δῶκαν ἀάσπετα νηήσαντες
δοῦρα, τά οἱ φορέοντες ἀπ᾽ οὔρεος Ἰδαίοιο
675πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες
Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,
ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.
ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο
αἰζηῶν κταμένων, πολλοὺς δ᾽ ἐφύπερθε βάλοντο [p. 162]
680Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας
ἵππους τε χρεμέθοντας ἐϋσθενέας θ᾽ ἅμα ταύρους,
σὺν δ᾽ ὄϊάς τε σύας τ᾽ ἔβαλον βρίθοντας ἀλοιφῇ·
φάρεα δ᾽ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
685χρυσόν τ᾽ ἤλεκτρόν τ᾽ ἐπενήεον· ἀμφί δέ χαίτας
Μυρμιδόνες κείραντο, νέκυν δ᾽ ἐκάλυψαν ἄνακτος·
καὶ δ᾽ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
πολλοὺς δ᾽ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
690ἄλλους δ᾽ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου
ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.
ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν,
ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.
Ἀλλ᾽ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
695πεζοὶ ἅμ᾽ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο
ἀμφὶ πυρὴν πολύδακρυν. ὁ δ᾽ ἔκποθεν Οὐλύμποιο
Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο
ἀμβροσίας, δίῃ δὲ φέρων Νηρηίδι τιμὴν
Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ
700λαιψηρῶν ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε
καίεσθ᾽ Αἰακίδαο νέκυς. τοῦ δ᾽ αἶψα μολόντος
Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δ᾽ ἀλεγεινὸν
καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην
ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ·
705οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι
ῥιπῇ ἀπειρεσίῃ· περὶ δ᾽ ἴαχεν ἐσσυμένοισι
πόντος ὁμοῦ καὶ γαῖα· περικλονέοντο δ᾽ ὔπερθε
πάντα νέφη μεγάλοιο δι᾽ ἠέρος ἀΐσσοντα.
οἱ δὲ Διὸς βουλῇσι δαϊκταμένου ᾿ Αχιλῆος [p. 164]
710αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες, ὦρτο δ᾽ ἀϋτμὴ
Ἡφαίστου μαλεροῖο· γόος δ᾽ ἀλίαστος ὀρώρει
Μυρμιδόνων· ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ
πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες
καῖον ἐϋπνείοντες ὁμῶς· ἀνὰ δ᾽ ἔγρετο πουλὺς
715καπνὸς ἔς ἠέρα δῖαν, ἐπέστενε δ᾽ ἄσπετος ὕλη
δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.
οἱ δὲ μέγ᾽ ἐκτελέσαντες ἀτειρέες ἔργον ἀῆται
εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.
Μυρμιδόνες δ᾽, ὅτ᾽ ἄνακτα πελώριον ὕστατον ἄλλων
720ἤνυσε πῦρ ἀΐδηλον ἀποκταμένων περὶ νεκρῷ
ἵππων τ᾽ αἰζηῶν τε, καὶ ἄλλ᾽ ὅσα δακρυχέοντες
ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν ᾿ Αχαιοί,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ᾽ αὐτοῦ
φαίνετ᾽ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα
725ἦν, ἀλλ᾽ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα
σὺν κείνοις ἐμέμικτ᾽ , ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι
καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις
βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δ᾽ ἐνὶ μέσσοις
ῥιπῇ ὕφ᾽ Ἡφαίστοιο δεδμημένος οἶος ἔκειτο.
730τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι
ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε
ἀργυρέην, χρυσῷ δὲ διαυγέϊ πᾶσ᾽ ἐκέκαστο·
καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν
κοῦραι Νηρῆος μέγ᾽ Ἀχιλλέα κυδαίνουσαι,
735ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα πάγχυ χέασαι
σὺν μέλιτι λιαρῷ· μήτηρ δέ οἱ ἀμφιφορῆα
ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,
Ἡφαίστου κλυτὸν ἔργον ἐΰφρονος· ᾧ ἔνι θῆκαν
ὀστέ᾽ Ἀχιλλῆος μεγαλήτορος· ἀμφὶ δὲ τύμβον [p. 166]
740Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο
ἀκτῇ ἐπ᾽ ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου
Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.
οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο
μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ
745μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος,
οὐδ᾽ ἔθελον μογεροῖσιν ἔτ᾽ ἀνδράσιν οὐδὲ μὲν ἵπποις
μίσγεσθ᾽ Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,
ἀλλ᾽ ὑπὲρ ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
ἀνθρώπων ἀπάτερθεν ὀϊζυρῶν φορέεσθαι,
750ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη
ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.
καί νύ κεν αἶψ᾽ ἐτέλεσσαν ὅσα σφίσι μήδετο θυμός,
εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρ᾽ ᾿ Αχιλῆος
ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάϊς, ὅν ῥα καὶ αὐτοὶ
755δέχνυνθ᾽ , ὁππόθ᾽ ἵκοιτο ποτὶ στρατόν, οὕνεκ᾽ ἄρα σφι
θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες
Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι
πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα
θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ ᾿ Αχιλῆι,
760τέτρατον αὖτ᾽ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,
τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον
Ζηνὸς ὑπ᾽ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.
τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα
765τὸν μὲν ἀκηχέμενοι τὸν δ᾽ αὖ ποθέοντες ἰδέσθαι.
καὶ τότ᾽ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα
ἤλυθεν Ἐννοσίγαιος ἐπ᾽ ᾐόνας· οὐδέ μιν ἄνδρες
ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς·
καί ῥα Θέτιν προσέειπεν ἔτ᾽ ἀχνυμένην Λ̓χιλῆος· [p. 168]
770‘ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα·
οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν
ὡς ἀῢς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος·
οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει
οὐδ᾽ Ἀΐδης, ἀλλ᾽ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·
775καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω
Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ
σὸς πάϊς· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν
κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς
ἶσον ἐμοὶ τίσουσι· σὺ δ᾽ ἴσχεο κωκύουσα
780ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.’
ὣς ἐπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ
παρφάμενος μύθοισι Θέτιν· τῆς δ᾽ ἐν φρεσὶ θυμὸς
βαιὸν ἀνέπνευσεν· τὰ δέ οἱ θεὸς ἐξετέλεσσεν.
Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ᾗχι ἑκάστῳ
785νῆες ἔσαν, τὰς ἦγον ἀφ᾽ Ἑλλάδος· αἱ δ᾽ Ἑλικῶνα
Πιερίδες νίσσοντο, καὶ εἰς ἄλα Νηρηῖναι
δῦσαν ἀναστενάχουσαι ἐΰφρονα Πηλείωνα.