Τα μετά τον Όμηρο/14
←Τὰ μετὰ τὸν Ὅμηρο ιγ΄ | Τὰ μετὰ τὸν Ὅμηρο ιδ΄ Συγγραφέας: Τὰ μετὰ τὸν Ὅμηρο |
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913. |
καὶ τότ᾽ ἀπ᾽ Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς
οὐρανὸν εἰσανόρουσε· χάος δ᾽ ὑπεδέξατο νύκτα.
οἱ δὲ βίη Τροίην εὐερκέα δῃώσαντο
Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,
5χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται
ἐξ ἐρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,
πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετ᾽ ὄρεσφιν
αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης·
ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ
10κτήματα πάντα φέρεσκον ἐϋσκάρθμους ἐπὶ νῆας.
σὺν δ᾽ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,
τὰς μὲν ἔτ᾽ ἀδμῆτας καὶ νηίδας οἷο γάμοιο,
τίς δ᾽ ἄρ᾽ ὑπ᾽ αἰζηοῖσι νέον φιλότητι δαμείσας,
ἄλλας δ᾽ αὖ πολιοπλοκάμους, ἑτέρας δ᾽ ἄρ᾽ ἐκείνων
15ὁπλοτέρας, ὧν παῖδας ἀπειρύσσαντ᾽ ἀπὸ μαζῶν
ὑστάτιον χείλεσσι γλάγος περιμαιμώωντας.
τοῖσιν δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς
ἦγεν ἑὴν παράκοιτιν ἀπ᾽ ἄστεος αἰθομένοιο
ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.
20Κασσάνδρην δ᾽ ἄγε δῖαν ἐϋμμελίης Ἀγαμέμνων·
Ἀνδρομάχην δ᾽ Ἀχιλῆος ἐῢς πάϊς· αὐτὰρ Ὀδυσεὺς
εἷλκε βίῃ Ἑκάβην· τῆς δ᾽ ἁθρόα δάκρὐ ἀπ᾽ ὄσσων [p. 570]
πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα,
καὶ κραδίη ἀλάλυκτο φόβῳ, δεδάϊκτο δὲ χαίτας
25κράατος ἐκ πολιοῖο· τέφρη δ᾽ ἐπεπέπτατο πολλή,
τήν που ἀπ᾽ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν
ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο·
καί ῥα μέγα στονάχιζεν, ὅτ᾽ ἄμφεχε δούλιον ἦμαρ
μὰψ ἀεκαζομένην· ἕτερος δ᾽ ἑτέρην γοόωσαν
30ἦγεν Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ·
αἱ δ᾽ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι
νηπιάχοις ἅμα παισὶ κινυρόμεναι μάλα λυγρῶς·
ὡς δ᾽ ὁπότ᾽ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα
σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν
35ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, τοὶ δ᾽ ἀλεγεινὸν
μίγδα περιτρύζουσι διηνεκὲς ἀλλήλοισιν·
ὣς Τρῳαὶ Δαναοῖσιν ὑπ᾽ ἐστενάχοντο δαμεῖσαι·
ἴσην δ᾽ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.
ἀλλ᾽ οὐ μὰν Ἑλένην γόος ἄμφεχεν· ἀλλά οἱ αἰδὼς
40ὄμμασι κυανέοισιν ἐφίζανε, καί οἱ ὕπερθεν
καλὰς ἀμφερύθηνε παρηίδας· ἐν δέ οἱ ἦτορ
ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν
κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·
τοὔνεχ᾽ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.
45καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ
ἕσπετο νισσομένοιο κατ᾽ ἴχνιον ἀνδρὸς ἑοῖο
αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,
εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηος
ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν
50δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,
τοῖς ἔνι κεῖτ᾽ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τε
ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν
Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω
ἀμφαδὸν εἰσοράασθαι ἐπ᾽ αἴσχεϊ θηλυτέρῃοι. [p. 572]
55τῇ Ελένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ
ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ
νῆας ἔπ᾽ Ἀργείων εὐήρεας· ἀμφὶ δὲ λαοὶ
θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς
ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη
60κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι,
οὔτ᾽ οὖν ἀμφαδίην, ἀλλ᾽ ὡς θεὸν εἰσορόωντο
ἀσπασίως· πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη.
ὡς δ᾽ ὅτ᾽ ἀλωομένοισι δι᾽ ἀκαμάτοιο θαλάσσης
πατρὶς ἑὴ μετὰ δηρὸν ἐελδομένοισι φανείη,
65οἱ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες
πάτρῃ χεῖρ᾽ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ·
ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτ᾽ αὐτοῖς
μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·
τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων
70ἦρα φέρουσ᾽ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.
καὶ τότ᾽ ἄρ᾽, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ
Ξάνθος ἔθ᾽ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ
μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ
ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα·
75ὡς δ᾽ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα
τυτθὰ διατμήξῃ, στάχυας δ᾽ ἀπὸ πάντας ἀμέρσῃ
ῥιπῇ ὑπ᾽ ἀργαλέῃ, καλάμη δ᾽ ἄρα χεύατ᾽ ἔραζε
μαψιδίη καρποῖο κατ᾽ οὔδεος ὀλλυμένοιο
λευγαλέως, λυγρῷ δὲ πέλει μέγα πένθος ἄνακτι·
80ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος
Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀϊζὺς
ἀθάνατόν περ ἐόντα· μακρὴ δ᾽ ἀμφέστενεν Ἴδη
καὶ Σιμόεις· μύροντο δ᾽ ἀπόπροθι πάντες ἔναυλοι
Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.
85Ἀργεῖοι δ᾽ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
μέλποντες νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,
ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ καὶ αὐτῶν
θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ. [p. 574]
μολπὴ δ᾽ οὐρανὸν ἷκε δι᾽ αἰθέρος, εὖτε κολοιῶν
90κλαγγὴ ἀπειρεσίη, ὁπότ᾽ εὔδιον ἦμαρ ἵκηται
χείματος ἐξ ὀλοοῖο, πέλει δ᾽ ἄρα νήμενος αἰθήρ·
ὣς τῶν πὰρ νήεσσι μέγ᾽ ἔνδοθι γηθομένοων κῆρ
ἀθάνατοι τέρποντο κατ᾽ οὐρανόν, ὅσσοι ἀρωγοὶ
ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων·
95ἄλλοι δ᾽ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,
δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·
ἀλλ᾽ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν
ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων
ῥηιδίως δύνατ᾽ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων
100ἀθανάτων σθένος ἐστί, Διὸς δ᾽ ἐκ πάντα πέλονται.
Ἀργεῖοι δ᾽ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες
καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς
λείβεσκον μέθυ λαρὸν ἐπ᾽ αἰθομένῃσι θυηλῇς
ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
105πολλὰ δ᾽ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον
πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος·
θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχ᾽ ὑπέτλη
λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες
μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον·
110ὃς δ᾽ ἄρ᾽ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ
νίκῃ ἔπ᾽ Ἀργείων, σφετέρῃ δ᾽ οὐκ ἄχνυτο λώβῃ·
ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον
κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων
ἐσθλῶν, ὁππόσα τ᾽ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
115οἱ δ᾽ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες
δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·
‘ἠνύσαμεν πολέμοιο μακροῦ τέλος· ἠράμεθ᾽ εὐρὺ
κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες·
ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.’ [p. 576]
120ὣς ἔφαν· ἀλλ᾽ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.
τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος ...
... οὐ γὰρ ἔτ᾽ αὐτοῖς
δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλ᾽ ἐπὶ ἔργα
εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς.
125ὃς δ᾽ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν,
λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας,
ἠδ᾽ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο
δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,
ἕνδεκα δ᾽ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσα τ᾽ ἔρεξε
130Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα,
ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδ᾽ ὅσ᾽ Ἀχαιοὶ
μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο,
Ἕκτορα δ᾽ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης,
ὥς τ᾽ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥς τ᾽ ἐδάμασσεν
135υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας
Γλαῦκον ἐϋμμελίην, ἠδ᾽ ὡς ἐρικυδέα φῶτα
Εὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο,
ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα,
ἠδ᾽ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου
140ἀνέρες, ὥς τε πόληα θεηγενέος Πριάμοιο
πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.
ἄλλα δ᾽ ἄρ᾽ ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα.
ἀλλ᾽ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,
δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο
145παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο·
χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·
τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν
παύσανθ᾽, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν· [p. 578]
ἄλλῃ δ᾽ ἄλλος ἴαυεν· ὁ δ᾽ ἐν κλισίῃσιν ἑῇσιν
150Ἀτρείδης ὀάριζε μετ᾽ ἠϋκόμοιο γυναικός·
οὐ γάρ πω κείνοισιν ἐπ᾽ ὄμμασιν ὕπνος ἔπιπτεν,
ἀλλὰ Κύπρις πεπόνητο περὶ φρένας, ὄφρα παλαιοῦ
λέκτρου ἐπιμνήσωνται, ἄχος δ᾽ ἀπὸ νόσφι βάλωνται.
πρώτη δ᾽ αὖθ᾽ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·
155‘μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ·
οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,
ἀλλά μ᾽ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες
σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες,
καί μ᾽ ἄμοτον μεμαυῖαν ὀϊζυρῶς ἀπολέσθαι
160ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι
εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι
σεῦ ἕνεκ᾽ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός·
τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ
λίσσομαι, ἀμφ᾽ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.’
165ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος·
‘μηκέτι νῦν μέμνησ᾽, ἀλλ᾽ ἰσχέμεν ἄλγεα θυμῷ·
ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι
λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτ᾽ ἔργων.’
ὣς φάτο· τὴν δ᾽ ἕλε χάρμα, δέος δ᾽ ἐξέσσυτο θυμοῦ·
170ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο
ὃν πόσιν· ἀμφὶ δέ μιν βάλε πήχεε· καί σφιν ἅμ᾽ ἄμφω
δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.
ἀσπασίως δ᾽ ἀρα τώ γε παρ᾽ ἀλλήλοισι κλιθέντε
σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο·
175ὡς δ᾽ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται
ἀλλήλους περὶ πρέμνα, τὰ δ᾽ οὔποτε ἲς ἀνέμοιο [p. 580]
σφῶν ἄπο νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε
ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.
ἀλλ᾽ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,
180δὴ τότ᾽ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο
ἔστη ὑπὲρ κεφαλῆς οὗ νἱέος, οἷος ἔην περ
ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δ᾽ Ἀχαιοῖς.
κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα
ἀσπασίως· καὶ τοῖα παρηγορέων προσέειπε·
185‘χαῖρε, τέκος, καὶ μήτι δαΐζεο πένθεϊ θυμὸν
εἵνεκ᾽ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν
ἤδη ὁμέστιός εἰμι· σὺ δ᾽ ἴσχεο τειρόμενος κῆρ
ἀμφ᾽ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.
αἰεὶ δ᾽ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων
190ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι
πείθεο· καὶ νύ σε πάντες ἐΰφρονα μυθήσονται.
τῖε δ᾽ ἀμύμονας ἄνδρας, ὅσοις νόος ἔμπεδός ἐστιν·
ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ̓ἀλεγεινός.
ἢν δ᾽ ἀγαθὸν φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων·
195κεῖνος δ᾽ οὔποτ᾽ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθ᾽ ἵκανεν,
ᾧτινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκ᾽ ἄρ᾽ αὐτῆς
πρέμνον δύσβατόν ἐστι, μακρὸν δέ οἱ ἄχρις ἐπ᾽ αἴθρην
ὄζοι ἀνηέξηνθ᾽· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ
καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται
200εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος.
ἀλλ᾽ ἄγε, κύδιμος ἔσσο, καὶ ἐν φρεσὶ πευκαλίμῃσι
μήτ᾽ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,
μήτ᾽ ἐσθλῷ μέγα χαῖρε· νόος δέ τοι ἤπιος ἔστω
ἔς τε φίλους ἑτάρους ἔς θ᾽ υἱέας ἔς τε γυναῖκα
205μνωομένῳ κατὰ θυμόν, ὅτι σχεδὸν ἀνθρώποισιν [p. 582]
οὐλομένοιο μόροιο πύλαι καὶ δώματα νεκρῶν·
ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,
ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δ᾽ ἀέξει·
τοὔνεκα μείλιχος ἔσσο. καὶ Ἀργείοισιν ἔνισπε
210Ἀτρείδῃ δὲ μάλιστ᾽ Ἀγαμέμνονι, εἴ γέ τι θυμῷ
μέμνηνθ᾽, ὅσσ᾽ ἐμόγησα περὶ Πριάμοιο πόληα,
ἠδ᾽ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,
τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων
ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον
215ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης
μᾶλλον ἔτ᾽ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δ᾽ ἄρ᾽ οἶδμα
κινήσω πόντοιο, βαλῶ δ᾽ ἐπὶ χείματι χεῖμα,
ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι
μίμνωσ᾽ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰσόκ᾽ ἔμοιγε
220λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου·
αὐτὴν δ᾽, εἴ κ᾽ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,
κούρην ταρχύσασθαι ἀπόπροθεν οὔτι μεγαίρω.’
ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ·
αἶψα δ᾽ ἐς Ἠλύσιον πεδίον κίεν, ᾗχι τέτυκται
225οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη τ᾽ ἄνοδός τε
ἀθανάτοις μακάρεσσιν· ὁ δ᾽, ὁππότε μιν λίπεν ὕπνος,
μνήσατο πατρὸς ἑοῖο· νόος δέ οἱ ἠῢς ἰάνθη.
ἀλλ᾽ ὅτ᾽ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια
νύκτα διασκεδάσασα, φάνη δ᾽ ἄρα γαῖα καὶ αἰθήρ,
230δὴ τότ᾽ Ἀχαιῶν υἷες ἀπὲκ λεχέων ἀνόρουσαν
ἱέμενοι νόστοιο, νέας δ᾽ ἐς βένθεα πόντου
εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρ᾽ αὐτοὺς
ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός, [p. 584]
εἰς ἀγορήν τ᾽ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·
235‘κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,
πατρὸς ἐφημοσύνην ἐρικυδέος, ἥν μοι ἔνισπε
χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι·
φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν·
ἠνώγει δ᾽ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,
240ὄφρα οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄγοιτε
τύμβον ἐπ᾽ εὐρώεντα Πολυξείνην εὔπεπλον·
καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι·
εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,
ἠπείλει κατὰ πόντον ἐναντία κύματ᾽ ἀείρας
245λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδ᾽ ἐρύξειν.’
ὣς φαμένου πείθοντο, καὶ ὡς θεῷ εὐχετόωντο·
καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ
εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον, ἢ πάρος ἦεν,
μαινομένου ἀνέμοιο· μέγας δ᾽ ὀροθύνετο πόντος
250χερσὶ Ποσειδάωνος· ὁ γὰρ κρατερῷ Ἀχιλῆι
ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι
ἐς πέλαγος· Δαναοὶ δὲ μέγ᾽ εὐχόμενοι Ἀχιλῆι
πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον·
‘ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·
255τῷ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθ᾽ ἡμῖν·
οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος αἰών.’
ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο·
τὴν δ᾽ ἄγον, ἠῢτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς
μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,
260ἡ δ᾽ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ·
ὣς τῆμος Πριάμοιο πάϊς περικωκύεσκε
δυσμενέων ἐν χερσίν· ἄδην δέ οἱ ἔκχυτο δάκρυ·
ὡς δ᾽ ὁπότε βριαρῷ ὑπὸ χέρματι καρπὸς ἐλαίης [p. 586]
οὔπω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι
265χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ
ἄρμεν᾽ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν·
ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς
ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος
αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·
270καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο· δεύετο δὲ χρὼς
ἀτρεκέως ἀτάλαντος ἐϋκτεάνῳ ἐλέφαντι.
καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος
τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ
μνήσατ᾽ ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου,
275τόν ῥ᾽ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί·
ἦ γὰρ ὀΐετο τύμβον ἔπ᾽ ἀντιθέου Ἀχιλῆος
ἑστάμεναι γοόωσα, κόμαι δέ οἱ ἄχρις ἐπ᾽ οὖδας
ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν
ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα·
280τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα
οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δ᾽ ἐπὶ μακρὸν ἀΰτει·
εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο
μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαραγεῦσα γάλακτι,
τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι
285νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,
ἡ δ᾽ ὁτὲ μέν θ᾽ ὑλακῇσι κινύρεται, ἄλλοτε δ᾽ αὖτε
ὠρυθμῷ, στυγερὴ δὲ δι᾽ ἠέρος ἔσσυτ᾽ ἀϋτή·
ὡς Ἑκάβη γοόωσα μέγ᾽ ἴαχεν ἀμφὶ θυγατρί·
‘ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δ᾽ ὕστατον ἀχνυμένη κῆρ
290κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,
υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίελπτα παθόντας,
ἢ πόλιν ἠὲ θύγατρας ἀεικέας, ἢ ἐμὸν αὐτῆς
ἦμαρ ἀναγκαῖον καὶ δούλιον; οὕνεκα Κῆρες
σμερδαλέαι πολέεσσί μ᾽ ἐνειλήσαντο κακοῖσι. [p. 588]
295τέκνον ἐμόν, σοὶ δ᾽ αἰνὰ καὶ οὐκ ἐπίελπτα καὶ αὐτῇ
ἄλγἐ ἐπεκλώσαντο· γάμου δ᾽ ἄπο νόσφι βάλοντο
ἐγγὺς ἐόνθ᾽ Ὑμεναῖον, ἐπεκρήναντο δ᾽ ὄλεθρον
ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς
καὶ νέκυς ἡμετέρῳ ἔτ᾽ ἰαίνεται αἵματι θυμόν·
300ὥς μ᾽ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε
γαῖα χανοῦσα κάλυψε, πάρος σέο πότμον ἰδέσθαι.’
ὣς φαμένης ἄλληκτα κατὰ βλεφάροιιν ἔχυντο
δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθεσι πένθος.
οἱ δ᾽ ὅτ᾽ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,
305δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ
σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ
τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε·
‘κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων
Ἀργείων, μηδ᾽ ἧμιν ἔτ᾽ ἀργαλέως χαλέπαινε·
310ἤδη γάρ τοι πάντα τελέσσομεν, ὅσσα μενοινᾷς
σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δ᾽ ἵλαος ἄμμι γένοιο
τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.’
ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ
λευκανίης· τὴν δ᾽ αἶψα λίπεν πολυήρατος αἰὼν
315οἰκτρὸν ἀνοιμώξασαν ἐφ᾽ ὑστατίῃ βιότοιο·
καί ῥ᾽ ἡ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δ᾽ ὑπὸ δειρῇ
φοινίχθη περὶ πάντα, χιὼν ὥς, ἥ τ᾽ ἐν ὄρεσσιν
ἥ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπ᾽ ἄκοντι
αἵματι πορφυρόεντι θοῶς ἐρυθαίνεθ᾽ ὕπερθεν.
320Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι
ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκ᾽ ἄρ᾽ αὐτὴν
κεῖνος ἐνῖ Τρώεσσιν ἑῷ πάρος υἱέϊ δίῳ
Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν. [p. 590]
ὃς δ᾽ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα
325ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρῷ
σήματι καὶ νηοῖο καταντίον Ἀτρυτώνης,
δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα
σμερδαλέη, καὶ χεῦμα κατεπρήϋνε γαλήνη.
οἱ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
330μέλποντες μακάρων ἱερὸν γένος ἠδ᾽ Ἀχιλῆα.
αἶψα δὲ δαῖτ᾽ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες
ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ·
οἱ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισι κυπέλλοις
πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι
335θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.
ἀλλ᾽ ἄτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπεν·
‘κλῦτε, φίλοι, πολέμοιο μακρὴν προφυγόντες ὁμοκλήν,
ὄφρα λιλαιομένοισιν ἔπος θυμῆρες ἐνίσπω·
340ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη·
ἀλλ᾽ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ
παύσατ᾽ ὀϊζυροῖο χόλου· κατέρυξε δὲ κῦμα
ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δ᾽ ἀῆται
μείλιχοι· οὐδ᾽ ἔτι κῦμα κορύσσεται ἀλλ᾽ ἄγε νῆας
345εἰς ἁλὸς οἶδμ᾽ ἐρύσαντες ἀναμνησώμεθα νόστου.’
ὣς φάτ᾽ ἐελδομένοις· οἱ δ᾽ ἐς πλόον ἐντύνοντο.
ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,
οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο
ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετ᾽· ἀμφὶ δὲ λαοὶ
350θάμβεον ἀγρόμενοι· τῆς δ᾽ ἅψεα λάϊνα πάντα
θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι·
καὶ τὴν μὲν Κάλχαντος ὑπ᾽ ἐννεσίῃσιν Ἀχαιοὶ
νηὸς ἐπ᾽ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου.
καρπαλίμως δ᾽ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες [p. 592]
355κτήματα πάντ᾽ ἐβάλονθ᾽, ὁπόσ᾽ Ἴλιον εἰσανιόντες
ληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες,
ἠδ᾽ ὁπόσ᾽ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα
γήθεον, οὕνεκ᾽ ἕσαν μάλα μυρία· τοῖς δ᾽ ἅμα πολλαὶ
ληιάδες συνέποντο μάλ᾽ ἀχνύμεναι κατὰ θυμόν·
360αὐτοὶ δ᾽ ἐντὸς ἵκοντο νεῶν. ἀλλ᾽ οὔ σφισι Κάλχας
ἕσπετ᾽ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους
Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτρῃς
δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.
οἱ δέ οἱ οὔτι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν
365αἶσα κακή· μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς
Ἀμφίλοχος, θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου,
μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν
αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης
Παμφύλων Κιλίκων τε ποτὶ πτολίεθρα νέεσθαι.
370ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ
νηῶν πείσματ᾽ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς
ἐσσυμένως ἀνάειραν· ἐπίαχε δ᾽ Ἑλλήσποντος
σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ·
ἀμφὶ δ᾽ ἄρα σφίσι πολλὰ περὶ πρώρῃσιν ἔκειντο
375ἔντἐ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης
μυρί᾽ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας
καὶ κεφαλὶς καὶ δοῦρα καὶ ἀσπίδας, οἷσι μάχοντο
ἀντία δυσμενέων· ἀπὸ δὲ πρώρηθεν ἄνακτες
εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν
380εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι·
εὐχωλαὶ δ᾽ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν
μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.
αἱ δ᾽ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ
ληιάδες· καὶ πολλὰ κινυρόμεναι γοάασκον [p. 594]
385κρύβδην Ἀργείων μέγ᾽ ἐνὶ φρεσὶ πένθος ἔχουσαι·
καί ῥ᾽ αἱ μὲν περὶ γούνατ᾽ ἔχον χέρας· αἱ δὲ μέτωπα
χερσὶν ἐπηρείδοντο δυσάμμορι· αἱ δ᾽ ἄρα τέκνα
ἄμφεχον ἀγκοίνῃσι· τὰ δ᾽ οὔπω δούλιον ἦμαρ
ἔστενον οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλ᾽ ἐπὶ μαζῷ
θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.
390πάσῃσιν δ᾽ ἑλέλυντο κόμαι καὶ στήθεα λυγρὰ
ἀμφ᾽ ὀνύχεσσι δέδρυπτο· παρειῇσιν δ᾽ ἔπι δάκρυ
αὐαλέον περίκειτο, κατείβετο δ᾽ ἄλλ᾽ ἐφύπερθε
πυκνὸν ἀπὸ βλεφάρων· δέρκοντο δὲ τλήμονα πάτρην
αἰθομένην ἔτι πάγχυ, πολὺν δ᾽ ἀνὰ καπνὸν ἰόντα·
395ἀμφὶ δὲ Κασσάνδρην περικυδέα παπταίνουσαι
πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς
μνωόμεναι· ἡ δέ σφιν ἐπεγγελάασκε γοώσαις,
καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.
Τρώων δ᾽ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,
400ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο
θαπτέμεναι μεμαῶτες· ἄγεν δ᾽ ἀλεγεινὸν ἐς ἔργον
Ἀντήνωρ· αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο.
Ἀργεῖοι δ᾽ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες
ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,
405ἄλλοτε δ᾽ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο
ἐσσυμένως· ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα
Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἱ δ᾽ ἀνὰ θυμὸν
καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑνὰ θυμὸν
ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν
410ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν
χαζομένη· τοὶ δ᾽ αἶψα παρ᾽ ἀγχιάλοιο φέροντο
ῥηγμῖνας Τενέδοιο· παρημείβοντο δὲ Χρῦσαν
καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης· [p. 596]
Λέσβος δ᾽ ἠνεμόεσσ᾽ ἀνεφαίνετο· κάμπτετο δ᾽ ἄκρη
415ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.
λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρώραις
ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ
κύματα· λευκαίνοντο δ᾽ ὑπὲρ πόντοιο κέλευθοι.
καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας
420πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι
κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη·
καί ῥ᾽ ὁπότ᾽ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,
δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον
ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα
425Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον
ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·
‘Ζεῦ πάτερ, οὐκέτ᾽ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται
ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ
οὔτ᾽ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτ᾽ ὀπηδεῖ
430ἀνδράσι λευγαλέοισι, κακοῦ δ᾽ ἄρα πλλάκις ἐσθλὸς
συμφέρετ᾽ ἄλγεσι μᾶλλον, ἔχει δ᾽ ἄλληκτον ὀϊζύν·
τοὔνεκ᾽ ἄρ᾽ οὔτε δίκην τις ἔθ᾽ ἅζεται, οὐδέ τις αἰδὼς
ἔστι παρ᾽ ἀνθρώποισιν· ἔγωγε μὲν οὔτ᾽ ἐν Ὀλύμπῳ
ἔσσομαι, οὔτ᾽ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν
435τίσομ᾽ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ
υἱὸς Ὀϊλῆος μέγ᾽ ἐνήλιτεν, οὐδ᾽ ἐλέαιρε
Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας
πολλάκις, οὐδ᾽ ὅ γ᾽ ἔδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ
ᾐδέσατ᾽ ἀθανάτην, ἀλλ᾽ ἄσχετον ἔργον ἔρεξε.
440τῷ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς
ῥέξαι, ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι
αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν.’ [p. 598]
ὣς φαμένην προσέειπε πατὴρ ἀγανοῖς ἐπέεσσιν·
‘ὦ τέκος, οὔτι ἔγωγ᾽ ἀνθίσταμαι εἵνεκ᾽ Ἀχαιῶν,
445ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες
χερσὶν ὑπ᾽ ἀκαμάτῃσιν ἐτεκτήναντο Κύκλωπες
δώσω ἐέλδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ
αὐτὴ χεῖμ᾽ ἀλεγεινὸν ἐπ᾽ Ἀργείοισιν ὄρινον.’
ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν
450καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης
θήκατο· τῆς δ᾽ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγ᾽ ἰάνθη.
αὐτίκα δ᾽ αἰγίδα θοῦριν ἐδύσατο παμφανόωσαν,
ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν·
ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης
455σμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν
λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες·
ἔβραχε δ᾽ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,
οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.
λάζετο δ᾽ ἔντεα πατρός, ἅπερ θεὸς οὔτις ἀείρει
460νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον·
σὺν δ᾽ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε·
νὺξ δ᾽ ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα·
Ζεὺς δὲ μέγ᾽ εἰσορόων ἐπετέρπετο· κίνυτο δ᾽ εὐρὺς
οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δ᾽ ἔβραχεν αἰθήρ,
465ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.
ἡ δ᾽ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι
οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,
ὄφρ᾽ ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ
ἐλθέμεναι κραναοῖο Καφηρέος ἐγγύθεν ἄκρων
470νωλεμέως χριμφθέντας, ἀνοιδῆναί τε θάλασσαν,
λευγαλέῃς ῥιπῇσι μεμηνότας. ἡ δ᾽ ἀΐουσα
ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι· [p. 600]
φαίης κεν πῦρ ἔμμεν ἅμ᾽ ἠέρι καὶ μέλαν ὕδωρ.
ἵκετο δ᾽ Αἰολίην, ἀνέμων ὅθι λάβρον ἀέντων
475ἄντρα πέλει στυφελῇσιν ἀρηράμεν᾽ ἀμφὶ πέτρῃσι
κοῖλα καὶ ἠχήεντα· δόμοι δ᾽ ἄγχιστα πέλονται
Αἰόλου Ἱπποτάδαο. κίχεν δέ μιν ἔνδον ἐόντα
σύν τ᾽ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν,
ὁππόσ᾽ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.
480αὐτὰρ ὅ γ᾽ οὐκ ἀπίθησε, μολὼν δ᾽ ἔκτοσθε μελάθρων
χερσὶν ὑπ᾽ ἀκαμάτῃσιν ὅρος μέγα τύψε τριαίνῃ,
ἔνθ᾽ ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο
ἐν κενεῷ κευθμῶνι· περίαχε δ᾽ αἰὲν ἰωὴ
βρυχομένη ἀλεγεινά· βίῃ δ᾽ ἔρρηξε κολώνην.
485οἱ δ᾽ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν
λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρ᾽ ἀλεγεινὸν
ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.
οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι
πᾶν ἔπος· ἐσσυμένοισι δ᾽ ἐπεστενάχιζε θάλασσα
490ἄσχετον· ἠλιβάτοισι δ᾽ ἐοικότα κύματ᾽ ὄρεσσιν
ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δ᾽ ἄρ᾽ Ἀχαιῶν
θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που
ὑψηλὴν φέρε κῦμα δι᾽ ἠέρος, ἄλλοτε δ᾽ αὖτε
οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε
495βυσσόν ἐς ἠερόεντα· βίη δέ τις ἄσχετος αἰεὶ
ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος.
οἱ δ᾽ ἄρ᾽ ἀμηχανίη βεβολημένοι οὔτ᾽ ἐπ᾽ ἐρετμῷ
χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες οὔτ᾽ ἄρα λαίφη
ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι
500ῥηγνύμεν᾽ ἐξ ἀνέμων, οὐδ᾽ ἔμπαλιν ἰθύνασθαι
ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι·
οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν
χερσὶν ἐπισταμένῃσι θοῶς οἰήϊα νωμᾶν· [p. 602]
πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.
505οὐδέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκ᾽ ἐρεμνὴ
νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς
ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν
ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ,
ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα
510θῦνε μετ᾽ ἀστεροπῇσιν· ἐπέκτυπε δ᾽ οὐρανόθεν Ζεὺς
κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος, ἀμφὶ δὲ πᾶσαι
νῆσοί τ᾽ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ
Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ᾗχι μάλιστα
τεῦχεν ἀμειλίκτοισιν ἐπ᾽ ἄλγεσιν ἄλγεα δαίμων
515Ἀργείοις. στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας
ἔπλετ᾽ ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν
ἀγνυμένων· αἱ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν
αἰὲν ἐπερρήγνυντο· πόνος δ᾽ ἄπρηκτος ὀρώρει·
καί ῥ᾽ οἱ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες
520νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ
κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δ᾽ ὑπὸ πότμῳ
κάτθανον, οὕνεκ᾽ ἄρα σφιν ἐπέχραον ἄλλοθεν ἄλλα
νηῶν δούρατα μακρά· συνηλοίηντο δὲ πάντων
σώματα λευγαλέως· οἱ δ᾽ ἐν νήεσσι πεσόντες
525κεῖντο καταφθιμένοισιν ἐοικότες· οἱ δ᾽ ὑπ᾽ ἀνάγκης
νήχοντ᾽ ἀμφιπεσόντες ἐϋξέστοισιν ἐρετμοῖς·
ἄλλοι δ᾽ αὖ σανίδεσσιν ἐπέπλεον· ἔβραχε δ᾽ ἅλμη
βυσσόθεν, ὥστε θάλασσαν ἰδ᾽ οὐρανὸν ἠδὲ καὶ αἶαν
φαίνεσθ᾽ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.
530ἡ δ᾽ ἄρ᾽ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη
οὔτι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δ᾽ ἄρ᾽ αἰθὴρ [p. 604]
ἴαχεν. ἡ δ᾽ Αἴαντι χόλον καὶ πῆμα φέρουσα
ἔμβαλε νηὶ κεραυνόν· ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ
ἐσκέδασεν διὰ τυτθά· περίαχε δ᾽ αἶα καὶ αἰθήρ·
535ἐκλύσθη δ᾽ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη.
οἱ δ᾽ ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτοὺς
κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δ᾽ ἀνάσσης
αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀΐσσουσα·
οἱ δ᾽ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην
540θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο.
Ληιάσιν δ᾽ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο·
καί ῥ᾽ αἱ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι
χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἱ δ᾽ ἀλεγεινὰ
δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ
545σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης
τινύμεναι Δαναούς· ἡ δ᾽ ὑψόθεν εἰσορόωσα
τέρπεθ᾽ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.
Αἴας δ᾽ ἄλλοτε μὲν περινήχετο δούρατι νηός,
ἄλλοτε δ᾽ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη
550ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς·
σχίζετο δ᾽ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν
ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες
ἠνορέην καὶ κάρτος ἐθάμβεον· ἀμφὶ δὲ κῦμα
ἄλλοτε μὲν φορέεσκε πελώριον ἠΰτ᾽ ἐπ᾽ ἄκρην
555οὔρεος ὑψηλοῖο δι᾽ ἠέρος, ἄλλοτε δ᾽ αὖτε
ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδ᾽ ὅ γε χεῖρας
κάμνε πολυτλήτους· πολλοί γε μὲν ἔνθα καὶ ἔνθα
σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί·
οὔπω γάρ οἱ θυμὸν ἐμήδετο κηρὶ δαμάσσαι [p. 606]
560κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα,
πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι·
τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀϊζὺς
πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες
ἀνδρὶ περιστήσαντο· μένος δ᾽ ἐνέπνευαεν ἀνάγκη·
565φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται
χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν
ἐκφυγέειν· ἀλλ᾽ οὔτι θεῶν ὑπάλυξεν ὁμοκλήν·
δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,
εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης
570Γυραίης, καί οἱ μέγ᾽ ἐχώσατο· σὺν δ᾽ ἐτίναξε
πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἱ δ᾽ ἀλεγεινὸν
θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ
χωομένοιο ἄνακτος· ἀπέσχισε δ᾽ εἰς ἅλα πέτρον
575εὐρέα, τοῦ περ ἐκεῖνος ἑῇς ἐπεμαίετο χερσί.
καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν
χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δ᾽ αἷμ᾽ ὀνύχεσσι·
μορμῦρον δέ οἱ αἰὲν ὀρινομένου περὶ κῦμα
ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον·
580καὶ νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ἄρ᾽ αὐτῷ
ῥήξας γαῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην·
εὖτε πάρος μεγάλοιο κατ᾽ Ἐγκελάδοιο δαΐφρων
Παλλὰς ἀειραμένη Σικελὴν ἐπικάββαλε νῆσον,
ἥ ῥ᾽ ἔτι καίεται αἰὲν ὑπ᾽ ἀκαμάτοιο Γίγαντος
585αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν
ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη
ὑψόθεν ἐξεριποῦσα, βάρυνε δὲ καρτερὸν ἄνδρα· [p. 608]
ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατ᾽ ὄλεθρος
γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
590ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,
οἱ μὲν ἄρ᾽ ἐν νήεσσι τεθηπότες, οἱ δὲ πεσόντες
ἔκτοσθεν νηῶν· ὀλοὴ δ᾽ ἔχε πάντας ὀϊζύς·
αἱ μὲν γὰρ φορέοντ᾽ ἐπικάρσιαι εἰν ἁλὶ νῆες,
ἄλλαι δ᾽ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ
595ἐκ δοράτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω·
τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι·
αἱ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν
ὄμβρου ἐπιβρίσαντος ἀπείρονος, οὐδ᾽ ὑπέμειναν
λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ
600μισγόμενον. ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ
συνεχές· ἡ δ᾽ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα·
καί τις ἔφη· ‘τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,
ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,
ποντώθη δ᾽ ἄρα γαῖα, βυθὸς δ᾽ ἐπεχεύατο πάντῃ.’
605ὣς ἄρ᾽ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς
λευγαλέον· πολλοὶ δὲ κατέφθιθεν· ἀμφὶ δὲ νεκρῶν
πλήθεθ᾽ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι
ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμ᾽ ἐπὶ χέρσον·
ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην
610πᾶσαν ἄδην ἐκάλυψε· μέσον δ᾽ ἀνεφαίνετο κῦμα.
ἄλλοι δ᾽ ἄλλην κῆρα κακὴν λάχον· οἱ μὲν ἀν᾽ εὐρὺν
πόντον ὀρινομένης ἁλὸς ἄσχετον, οἱ δ᾽ ἐνὶ πέτρῃς·
ἄξαντες περὶ νῆας ὀϊζυρῶς ἀπόλοντο
Ναυπλίου ἐννεσίῃσιν· ὁ γὰρ κοτέων μάλα παιδὸς [p. 610]
615χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων
καίπερ ἀκηχέμενος μέγ᾽ ἐγήθεεν, οὕνεκ᾽ ἄρ᾽ αὐτῷ
δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον
τειρόμενον κατὰ βένθος, ἑῷ δ᾽ ἄρα πολλὰ τοκῆι
εὔχεθ᾽ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.
620τοῦ δὲ Ποσειδάων μάλ᾽ ἐπέκλυεν, ἄγχι δὲ πάντας
ἄμ μέλαν οἶδμα φέρεσκεν· ὁ δ᾽ οὐρεὺς ὣς χερὶ πεύκην
αἰθομένην ἀνάειρε· δόλῳ δ᾽ ἐπέλασσεν Ἀχαιοὺς
ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι·
αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν
625αὐτῇς σὺν νήεσσι· κακῷ δ᾽ ἔπι κύντερον ἄλγος
τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς
νυκτὶ θοῇ· παῦροι δὲ φύγον μόρον, οὕς τ᾽ ἐσάωσεν
ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος· αὐτὰρ Ἀθήνη
ἄλλοτε μὲν θυμῷ μέγ᾽ ἐγήθεεν, ἄλλοτε δ᾽ αὖτε
630ἄχνυτ᾽ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκ᾽ ἔμελλε
πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ,
ὅς ῥα τότ᾽ ἀκαμάτῃσι περὶ φρεσὶ πάγχυ μεγαίρων
τείχεσι καὶ πύργοισιν ἐϋσθενέων Ἀργείων,
οὓς ἔκαμον Τρώων στυγερῆς ἔμεν ἄλκαρ ἀϋτῆς,
635ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν,
ὅσση ἀπ᾽ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,
καί μιν ἐπ᾽ ἠιόνας Τροίης βάλεν· ὗε δ᾽ ὕπερθε
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ·
οὐ μὴν οὐδ᾽ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
640ἀλλ᾽ ἄρ᾽ ἀπ᾽ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δ᾽ ἔργου Ἀχαιῶν·
ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτ᾽ ἴσαν κελάδοντες [p. 612]
χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
τοὺς μέλαν οἶδμ᾽ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
645πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντ᾽ ἀμαθῦναι
ἀργαλέως Δαναῶν· αὐτὸς δ᾽ ἄρα γαῖαν ἔνερθε
ῥῆξε Ποσειδάων, ἀνὰ δ᾽ ἔβλυσεν ἄσπετον ὕδωρ
ἰλύν τε ψάμαθόν τε· βίῃ δ᾽ ἐλέλιξε κραταιῇ
Σίγεον· ἠιόνες δὲ μέγ᾽ ἔβραχον ἠδὲ θέμεθλα
650Δαρδανίης, καὶ ἄϊστον ὑποβρύχιόν τ᾽ ἐκαλύφθη
ἕρκος ἀπειρέσιον, κατεδύσατο δ᾽ ἔνδοθι γαίης
μακρὰ διισταμένης· ψάμαθος δ᾽ ἔτι φαίνετο μούνη
χασσαμένου πόντου, καὶ ἀπ᾽ ἀκτάων ἐριδούπων
νόσφιν ἀπ᾽ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
655ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἱ δ᾽ ἐνὶ νηυσὶν
Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν·
ἄλλῃ δ᾽ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.