Μετάβαση στο περιεχόμενο

Τα μετά τον Όμηρο/12

Από Βικιθήκη
Τὰ μετὰ τὸν Ὅμηρο ιβ΄
Συγγραφέας:
Τὰ μετὰ τὸν Ὅμηρο
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913.


ἀλλ᾽ ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης
αἰχμηταὶ Δαναοί, πολέμου δ᾽ οὐ γίνετο τέκμωρ,
δὴ τότ᾽ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας
εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπ᾽ ἐννεσίῃς Ἑκάτοιο
5πτήσιας οἰωνῶν ἠδ᾽ ἀστέρας ἄλλα τε πάντα
σήμαθ᾽, ὅσ᾽ ἀνθρώποισι θεῶν ἰότητι πέλονται,
καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·
‘μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,
ἀλλ᾽ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε
10καὶ δόλον, ὅς λαοῖσι καὶ ἡμῖν ἔσσετ᾽ ὄνειαρ·
ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα·
ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δ᾽ ἄρα κείνη
χηραμὸν ἐς πέτρης κατεδύσατο· τῇ δ᾽ ὁ χολωθεὶς
ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε
15χηραμοῦ· ἡ δ᾽ ἀλέεινεν· ὁ δ᾽ ἐνθέμενος χόλον αἰνὸν
θάμνῳ ὑπεκρύφθη· ἡ δ᾽ ἔκθορεν ἀφραδίῃσιν
ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὅς δ᾽ ἐπαερθεὶς
δειλαίῃ τρήρωνι φόνον στονόεντ᾽ ἐφέηκε·
τῷ νῦν μήτι βίῃ πειρώμεθα Τρώιον ἄστυ
20περσέμεν, ἀλλ᾽ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.’


ὣς ἄρ᾽ ἔφη· τῶν δ᾽ οὔτις ἔφη φρεσὶ τεκμήρασθαι
ἄλκαρ ὀϊζυροῖο μόθου· δίζοντο δὲ μῆχος [p. 490]
εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησεν
υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον·
25‘ὦ φίλ᾽, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,
εἰ ἐτεὸν πέπρωται ἐϋπτολέμοισιν Ἀχαιοῖς
ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,
ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες
βησόμεθ᾽ ἀσπασίως· λαοὶ δ᾽ ἀπὸ νόσφι νέεσθαι
30ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δ᾽ ἄρα πάντες
ἃς κλισίας, ἵνα Τρῶες ἀπ᾽ ἄστεος ἀθρήσαντες
ἐς πεδίον προχέωνται ἀταρβέες· ἀλλά τις ἀνὴρ
θαρσαλέος, τόν γ᾽ οὔτις ἐπίσταται ἐν Τρώεσσι,
μιμνέτω ἔκτοθεν ἵππου ἀρήϊον ἐνθέμενος κῆρ,
35ὅστις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν
ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων μέγ᾽ ἀλύξαι,
ἵππῳ ὑποπτήξας εὐεργέϊ· ῾τὸν δ᾽ ἐκάμοντο
Παλλάδι χωομένῃ Τρώων ὕπερ αἰχμητάων·᾿
καὶ τὰ μὲν ὣς ὲπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,
40εἰσόκε οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,
ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,
ὄφρ᾽ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πέληται,
τοῖς μὲν ἄρ᾽ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,
τοὺς δ᾽ ἄρ᾽ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου
45ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.’


ὣς φάτο· τὸν δ᾽ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δ᾽ ἄλλων
Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατ᾽ Ἀχαιοῖς
μῆτιν καὶ δόλον ἐσθλόν, ὃς Ἀργείοισιν ἔμελλε
νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·
50τοὔνεκ᾽ ἀριστήεσσιν ἐϋπτολέμοισι μετηύδα·
‘μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,
ὦ φίλοι, ἀλλὰ πιθέσθαι ἐϋπτολέμῳ Ὀδυσῆι· [p. 492]
οὐδέ οἱ ἔσσετ᾽ ἄπρηκτον ἐϋφρονέοντι νόημα·
ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,
55σήματα δ᾽ οὐκ ἀτέλεστ᾽ ἀναφαίνεται ἄλλοθεν ἄλλα·
Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι δι᾽ αἴθρης
βρονταὶ ὁμῶς στεροπῇστ· παραΐσσουσι δὲ λαοὺς
δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.
ἀλλ᾽ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα
60μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγ᾽ ἀνάγκη
θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·
κάρτιστοι δὲ τότ᾽ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν
παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου·
ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται
65ἄστυ περὶ σφέτερον· μέγα δέ σφισι μαίνεται ἦτορ.’


ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
‘ὦ Κάλχαν, δήϊοισι καταντίον ἄλκιμοι ἄνδρες
μάρνανται· τοὶ δ᾽ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων
οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει·
70τῷ νῦν μήτε δόλον φραζώμεθα, μήτε τι μῆχος
ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας
καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.’


ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο·
‘ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,
75ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ ἐσθλῷ,
θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς·
ἀλλ᾽ οὔτ᾽ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
οὔθ᾽ ἡμεῖς μάλα πολλὰ πονεύμενοι· ἀλλ᾽ ἄγε θᾶσσον
80Κάλχαντος βουλῇσι θοάς ἐπὶ νῆας ἰόντες
ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ,
ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται
εἵνεκα τεκτοσύνης· δέδαεν δέ μιν ἔργον Ἀθήνη.’ [p. 494]


ὣς φάτο· τῷ δ᾽ ἄρα πάντες ἀριστῆες πεπίθοντο
85νόσφι Νεοπτολέμοιο δαΐφρονος· οὐδὲ μὲν ἐσθλὸν
πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος·
ὑσμίνης γὰρ ἔτ᾽ ἔσκον ὀϊζυρῆς ἀκόρητοι.
ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς
σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος
90πάντα φέρειν, ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,
ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι·
ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.
καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός,
εἰ μὴ Ζεὺς νεμέσησεν ἀπ᾽ αἰθέρος, ἀμφὶ δὲ γαῖαν
95Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δ᾽ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε, βάλεν δ᾽ ἀκάμαντα κεραυνὸν
ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα
Δαρδανίη· τῶν δ᾽ αἶψα μετετράπετ᾽ ἠῢ νόημα
ἐς φόβον· ἐκ δ᾽ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ,
100καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο·
ἐς δ᾽ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις
μάντιν ἀγασσάμενοι, τὸν ἄρ᾽ ἐκ Διὸς ἔμμεν ἔφαντο,
ἐκ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα.


ἦμος δ᾽ αἰγλήεντα περιστρέφετ᾽ οὐρανὸν ἄστρα
105πάντοθε μαρμαίροντα, πόνου δ᾽ ἐπιλήθεται ἀνήρ,
δὴ τότ᾽ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα
ἤλυθε παρθενικῇ ἁπαλόχροϊ πάντ᾽ εἰκυῖα
ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δ᾽ ἄρ᾽ Ἐπειοῦ
ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείραϊ, καί μιν ἀνώγει
110τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι
αὐτὴ συγκαμέειν, αὐτὴ δ᾽ ἄφαρ ἀγχόθι βῆναι
ἔργον ἐς ὀτρύνουσα. Θεῆς δ᾽ ὅ γε μῦθον ἀκούσας
καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου·
ἔγνω δ᾽ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ [p. 496]
115ἄλλο παρὲξ ὥρμαινε, νόον δ᾽ ἔχεν αἰὲν ἐπ᾽ ἔργῳ
θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.


Ἠὼς δ᾽ ὁππόθ᾽ ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ
εὶς ἔρεβος, χαροπὴ δὲ δι᾽ ἠέρος ἤιεν αἴγλη,
δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
120ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν·
οἱ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.
καὶ τότ᾽ ἄρ᾽ Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάοντα
Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι
ἀνέρας· οἱ δ᾽ ἐλάτῃσιν ἐπιβρίσαντες ἀν᾽ ὕλην,
125τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι
θεινομένων· δολιχαὶ δὲ κατ᾽ οὔρεα μακρὰ κολῶναι
δεύοντ᾽ ἐκ ξυλόχοιο· νάπη δ᾽ ἀνεφαίνετο πᾶσα
θήρεσιν οὐκέτι τόσσον ἐπήρατος, ὡς τὸ πάροιθε·
πρέμνα δ᾽ ἀπαυαίνοντο βίην ποθέοντ᾽ ἀνέμοιο.
130καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ
ἐσσυμένως φορέεσκον ἐπ᾽ ᾐόνας Ἑλλησπόντου
ἐξ ὄρεος λασίοιο· μόγησε δὲ θυμὸς ἐπ᾽ ἔργῳ
αἰζηῶν τε καὶ ἡμιόνων· πονέοντο δὲ λαοὶ
ἄσπετον ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
135οἱ μὲν γὰρ τέμνεσκον ὑπ᾽ ὀκριόεντι σιδήρῳ
δούρατα καὶ σανίδας διεμέτρεον· οἱ δ᾽ ἄρ᾽ ἀπ᾽ ὄζους
λείαινον πελέκεσσιν ἔτ᾽ ἀπρίστων ἀπὸ φιτρῶν,
ἄλλος δ᾽ ἄλλο τι ῥέζε πονεύμενος· αὐτὰρ Ἐπειὸς
ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
140νηδύα, τῇ δ᾽ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν
ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν,
οὔατά τ᾽ ὀφθαλμούς τε διειδέας ἄλλα τε πάντα,
145οἷς ἐπικίνυται ἵππος· ἀέξετο δ᾽ ἱερὸν ἔργον
ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην [p. 498]
δῶκ᾽ ἐρατήν· τετέλεστο δ᾽ ἐνὶ τρισὶν ἤμασι πάντα
Παλλάδος ἐννεσίῃσι· πολὺς δ᾽ ἐπεγήθεε λαὸς
Αργείων· θαύμαζε δ᾽ ὅπως ἐπὶ δούρατι θυμὸς
150καὶ τάχος ἐκπεπόνητο ποδῶν, χρεμέθοντί τ᾽ ἐῴκει.
καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
εὔχετ᾽ ἐπ᾽ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·
‘κλῦθι, θεὰ μεγάθυμε, σάου δ᾽ ἐμὲ καὶ τεὸν ἵππον.’


ὣς φάτο· τοῦ δ᾽ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
155καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν
πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.


ἀλλ᾽ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
160δὴ τότ᾽ ἐπ᾽ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς
ἔπλετ᾽ ὀρινομένων· ἀνέμων δ᾽ ἐπιβάντες ἀέλλαις
οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δ̣̣̓̔̓ὕπ᾽ αἰθὴρ
165ἔβραχεν· οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα
ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν
οἱ δ᾽ ἄρ᾽ ὑπὲρ Τρώων· πολέμου δ᾽ ἔρος ἔμπεσε θυμῷ.
τοῖσι δ᾽ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.
καί ῥ᾽ οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
170ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δ᾽ ἐρατεινὴν
Ἴλιον· αἶσα δ᾽ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
τρέψε νόον μακάρεσσιν· Ἄρης δ᾽ ἐξῆρχε μόθοιο,
ἆλτο δ᾽ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι
σύμπεσον ἀλλήλοισι· περί σφισι δ᾽ ἄμβροτα τεύχη [p. 500]
175χρύσεα κινυμένοισι μέγ᾽ ἴαχεν· ἀμφὶ δὲ πόντος
εὐρὺς ἐπεσμαράγησε· κελαινὴ δ᾽ ἔτρεμε γαῖα
ἀθανάτων ὑπὸ ποσσί· μακρὸν δ᾽ ἅμα πάντες ἄϋσαν.
σμερδαλέη δ᾽ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
μέχρις ἐπ᾽ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον·
180Τιτῆνες δ᾽ ὑπένερθε μέγ᾽ ἔτρεσαν· ἀμφὶ δὲ μακρὴ
Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
ἀενάων ποταμῶν, δολιχαὶ δ᾽ ἅμα τοῖσι χαράδραι
νῆές τ᾽ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ.
ἀλλ᾽ οὐκ ἀνθρώποισι πέλεν δέος· οὐδ᾽ ἐνόησαν
185αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν· οἱ δὲ κολώνας
χερσὶν ἀπορρήξαντες ἀπ᾽ οὔρεος Ἰδαίοιο
βάλλον ἐπ᾽ ἀλλήλους· αἱ δὲ ψαμάθοισιν ὁμοῖαι
ῥεῖα διεσκίδναντο θεῶν ἀμφ᾽ ἄσχετα γυῖα
ῥηγνύμεναι διὰ τυτθά. Διὸς δ᾽ ἐπὶ πείρασι γαίης
190οὐ λάθον ἠῢ νόημα· λιπὼν δ᾽ ἄφαρ Ὠκεανοῖο
χεύματ᾽ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον
εὖρος καὶ Βορέης, Ζέφυρος δ᾽ ἐπὶ τοῖσι Νότος τε,
τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
195χερσὶν ὑπ᾽ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος.
ἵκετο δ᾽ Οὐλύμποιο ῥίον μέγα· σὺν δ᾽ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δ᾽ ἄλλαι
βρονταὶ ὁμῶς στεροπῇσι μέγ᾽ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ
ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δ᾽ ἀὴρ
200ἄσπετον· ἀθανάτοισι δ᾽ ὑπὸ φρένας ἔμπεσε δεῖμα·
πάντων δ᾽ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
ἆλτο διὰ νεφέων· τάχα δέ σφεας εἰσαφίκανεν· [p. 502]
οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
205τοῖον δ᾽ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·
‘ἴσχεσθ᾽ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε
Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκ᾽ ἀνδρῶν
μάρνασθ᾽ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι
ἔσσεσθ᾽· ἦ γὰρ ὕπερθεν ἐφ᾽ ὑμέας οὔρεα πάντα
210εἰς ἓν ἀναρρήξας οὔθ᾽ υἱῶν οὔτε θυγατρῶν
φείσεται, ἀλλ᾽ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει
γαίῃ ἀπειρεσίῃ· οὐδ᾽ ἔσσεται ὔμμιν ἄλυξις
ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.’


ὣς φάτο· τοὶ δ᾽ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,
215ὑσμίνης δ᾽ ἴσχοντο, χόλον δ᾽ ἀπὸ νόσφι Βάλοντο
ἀργαλέον, φιηότητα δ᾽ ὁμήθεα ποιήσαντο·
καί ῥ᾽ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δ᾽ ἁλὸς εἴσω,
οἱ δ᾽ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δ᾽ Ἀχαιοῖς
υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
220‘ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι,
νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε
ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει
ἔργον ἀναγκαίης· ἀλλὰ μνησώμεθ᾽ Ἄρηος,
ἐς δ᾽ ἵππον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ
225εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γάρ ἄμεινον
ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
ἄστυ μέγ᾽ ἐκπέρσωμεν, οὖ εἵνεκα δεῦρο μολόντες
πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
ἀλλ᾽ ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες
230καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπ᾽ ἀνάγκῃ
θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει
θάρσος, ὅ πέρ τε μάλιστα πέλει κλέος ἀνθ ρώποισιν. [p. 504]
ἀλλ᾽ ἄγ᾽, ἀριστῆες μὲν ἐῢν λόχου ἐντύνεσθε·
235οἱ δ᾽ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες
μιμνέμεν, εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
μιμνέτω ἄγχ᾽ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·
240καί οἱ πάντα μέλοιτο μάλ᾽ ἔμπεδον, ὁππόσ᾽ ἔγωγε
πρόσθ᾽ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.’


ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
245ἐκτελέειν· τῷ καί μιν ἐϋφρονέοντ᾽ ἀνὰ θυμὸν
εὐρὺς ἀγάσσατο λαός· ὁ δ᾽ ἐν μέσσοισιν ἔειπεν·
‘ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
ἔργον μὲν τόδ᾽ ἔγωγε λιλαιομένοισι τελέσσω,
εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
250βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
ἢ θανέειν δηΐοισιν ὑπ᾽ ἀνδράσιν, ἢ ὑπαλύξαι
Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.’


ὣς φάτο θαρσαλέως· μέγα δ᾽ Ἀργεῖοι κεχάροντο·
καί τις ἔφη· ‘ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
255σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων
ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
ἢ νῶιν· νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ
ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι.’


ὣς ἄρ᾽ ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχατῶν·
260Νέστωρ δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐποτρύνων μετέειπε·
‘νῦν χρειώ, φίλα τέκνα , βίης καὶ θάρσεος ἐσθλοῦ·
νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην [p. 506]
ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν·
ἀλλ᾽ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
265βαίνετ᾽, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει·
ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
οἶον ὅτ᾽ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότ᾽ ἔγωγε
πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
270εἰ μὴ ἄρ᾽ ἀντίθεος Πελίης ἀέκοντά μ᾽ ἔρυκε·
νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλ᾽ ἄρα καὶ ὥς,
ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
θαρσαλέως· θάρσος δὲ κλέος καὶ κῦδος ὁπάσσει.’
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
275‘ὧ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν
πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν,
οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο·
τῷ σε χρὴ Τενέδοιο πρὸς ῇόνας ἀπονέεσθαι·
ἐς δὲ λόχον νέοι ἄνδρες ἔθ᾽ ὑσμίνης ἀκόρητοι
280βησόμεθ᾽ ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.’


ὣς φάτο· τοῦ δ᾽ ἄγχιστα κιὼν Νηλήιος υἱὸς
ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τ᾽ ἐφύπερθεν,
οὕνεχ᾽ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον,
αὐτὸν δ᾽ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
285ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι·
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
‘ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ εΰφρονι μύθῳ
ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν
Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ·
290ὀψὲ δ᾽ ἄρ᾽ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά·
ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δ᾽ ἐς μέσσον ἔλασσαν· [p. 508]
τούνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα
295αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δ᾽ ἐπὶ κῦδος,
μέσφ᾽ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.’


ὣς φάτο· τὸν δ᾽ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·
‘ὦ γέρον, ὡς σύ γ᾽ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως·
300εἰ δ᾽ ἑτέρως ἐθέλουσι θεοί , καὶ τοῦτο τετύχθω·
βουλοίμην γὰρ ὑπ᾽ Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι,
ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.’


ὣς εἰπὼν ὤμοισι κατ᾽ ἄμβροτα θήκατο τεύχη
πατρὸς ἑοῦ· τοὶ δ᾽ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
305ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός.
τούς μοι νῦν καθ᾽ ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι
ἔσπεθ᾽ , ὅσοι κατέβησαν ἄσω πολυχανδέος ἵππου·
ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατ᾽ ἀοιδήν,
πρίν μοι ἔτ᾽ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
310σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,
Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
οὔρεΐ τ᾽ οὔτε λίην χθαμαλῷ οὔθ᾽ ὑψόθι πολλῷ.


πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
315υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος
ἠδ᾽ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·
βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
Αἴας τ᾽ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,
320Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
σὺν δ᾽ ἄρ᾽ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
Τεῦκρός τ᾽ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς· [p. 510]
σὺν δ᾽ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
325Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τ᾽ Ἀγαπήνωρ,
σὺν δ᾽ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
ἄλλοι δ᾽ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχ᾽ ἄριστοι,
ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
330ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δ᾽ ᾦ ἐνὶ θυμῷ
ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδ᾽ ἐπερεῖσαι·
τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δ᾽ εἴσω
κλίμακας, ᾖς ἀνέβησαν· ὁ δ᾽ αὖ μάλα πάντ᾽ ἐπερείσας
αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
335πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.


οἱ δ᾽ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον


ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·
340τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
Ἀργεῖοι κατέρυξαν, ἵν᾽ ἐν νήεσσι μένοντες
λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
ἔργον ἐποίχονται, ὁπότ᾽ εἰσορόωσιν ἄνακτες·
τοὔνεκ᾽ ἄρ᾽ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
345οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·
εὐνὰς δ᾽ ἔνθ᾽ ἔβαλον κατὰ βένθεος· ἐκ δ᾽ ἔβαν αὐτοὶ
νηῶν ἐσσυμένως· ἀπὸ δ᾽ ἔκτοθι πείσματ᾽ ἔδησαν
ἠιόνων· αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι
δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.


350οἱ δ᾽ ἄρ᾽ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που
φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι·
καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια. [p. 512]


Τρῶες εἰσενόησαν ἐπ᾽ ᾐόσιν Ἑλλησπόντου
καπνὸν ἔτ᾽ ἀΐσσοντα δι᾽ ἠέρος· οὐδ᾽ ἄρα νῆας
355δέρκονθ᾽, αἵ σφιν ἔνεικαν ἀφ᾽ Ἑλλάδος αἰνὸν ὄλεθρον.
γηθόσυνοι δ᾽ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
τεύχἐ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμφεχε θυμόν·
ἵππον δ᾽ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτὺχθη·
360ἀγχόθι δ᾽ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν·
καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις
μειλιχίοις εἴροντο πάρος· μετέπειτα δ᾽ ὁμοκλῇ
σμερδαλέῃ· καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον
365πολλὸν ἐπὶ χρόνον αἰέν· ὁ δ᾽ ἔμπεδον ἠΰτε πέτρη
μίμνεν ἀτειρέα γυἶ ἐπιειμένος· ὀψὲ δ᾽ ἄρ᾽ αὐτοῦ
οὔαθ᾽ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο
πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,
ὅππῃ ἔβαν Δαναοὶ σὺν νήεσιν, ἢ τί καὶ ἵππος
370ἔνδον ἐρητύεσκεν. ὁ δ᾽ ἐνθέμενος φρεσὶ κάρτος
λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλ᾽ ἐνὶ θυμῷ
ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ
ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος·
τοῖα δ᾽ ἄρ᾽ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·
375‘Ἀργεῖοι μέν νηυσὶν ὑπὲρ πόντοιο φέβονται
μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ·
Κάλχαντος δ᾽ ἰότητι δαΐφρονι Τριτογενείῃ
ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρ᾽ ἀλέωνται
πάγχυ κοτεσσαμένης Τρώων ὕπερ· ἀμφὶ δὲ νόστου
380ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,
ὄφρα με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης [p. 514]
δαίμοσιν εἰναλίοις. ἐμὲ δ᾽ οὐ λάθον, ἀλλ᾽ ἀλεγεινὰς
σπονδάς τ᾽ οὐλοχύτας τε μάλ᾽ ἐσσυμένως ὑπαλύξας
ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·
385οἱ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ με λίποντο
ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.’


ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν·
ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.
τῷ δ᾽ οἱ μὲν πεπίθοντο κατὰ στρατόν, οἱ δ᾽ ἄρ᾽ ἔφαντο
390ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ
ἥνδανε Λαοκόωντος· ὁ γὰρ πεπνυμένα βάζων
φῆ δόλον ἔμμεναι αἰνὸν ὑπ᾽ ἐννεσίῃσιν Ἀχαιῶν,
πάντας δ᾽ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,
ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κεκεύθει.


395καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,
εἰ μὴ Τριτογένεια, κοτεσσαμένη περὶ θυμῷ
αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ, γαῖαν ἔνερθεν
θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.
τῷ δ᾽ ἄφαρ ἔμπεσε δεῖμα· τρόμος δ᾽ ἀμφέκλασε γυῖα
400ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ
νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,
σὺν δ᾽ ἔχεεν λασίῃσιν ὑπ᾽ ὀφρύσιν ὄμματα φωτός·
γλῆναι δ᾽ ἀργαλέῃσι πεπαρμέναι ἀμφ᾽ ὀδύνῃσι
ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δ᾽ ὀπωπαὶ
405τειρόμεναι ὑπένερθεν· ἄχος δ᾽ ἀλεγεινὸν ἵκανεν
ἄχρι καὶ ἐς μήνιγγας ἰδ᾽ ἐγκεφάλοιο θέμεθλα·
τοῦ δ᾽ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ
ὀφθαλμοί, ὁτὲ δ᾽ αὖτε δυσαλθέα γλαυκιόωντες·
πολλάκι δ᾽ ἔρρεον οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης
410εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ· [p. 516]
μαινομένῳ δ᾽ ἤικτο, καὶ ἔδρακε διπλόα πάντα
αἰνὰ μάλα στενάχων. καὶ ἔτι Τρώεσσι κέλευεν,
οὐδ᾽ ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε
δῖα θεά· λευκαὶ δ᾽ ἄρ᾽ ὑπὸ βλέφαρ᾽ ἔσταν ὀπωπαὶ
415αἵματος ἐξ ὀλοοῖο· περιστενάχιζε δὲ λαὸς
οἰκτείρων φίλον ἄνδρα, καὶ ἀθανάτην Ἀγελείην
ἐρριγώς, μή τι παρήλιτεν ἀφραδίῃσιν,
καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,
δειδιότων, μὴ δή σφι καὶ αὐτοῖς ἄλγος ἕπηται
οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος
420ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντ᾽ ἀγορεύσειν·
τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ
ὀψέ περ οἰκτείραντες. ἀγειρόμενοι δ᾽ ἅμα πάντες
σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ
δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς
425ποσσὶν ὑπὸ βριαροῖσιν ἐΰτροχα δούρατ᾽ ἔθηκεν,
ὄφρα κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται
ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. οἱ δ᾽ ἅμα πάντες
εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠΰτε νῆα
ἕλκωσιν μογέοντες ἔσω ἁλὸς ἠχηέσσης
430αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες
τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα
ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα·
ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ
πανσυδίῃ μογέοντες ἀνείρυον· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
435πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο·
αὐτοὶ δ᾽ ἐστέψαντο κάρη· μέγα δ᾽ ἤπυον αὐλοὶ
ἀλλήλοις ἐπικεκλομένοι· ἐγέλασσε δ᾽ Ἐνυὼ
δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δ᾽ Ἥρη
τέρπετ᾽· Ἀθηναίη δ᾽ ἐπεγήθεεν· οἱ δὲ μολόντες
440ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἱ δ᾽ ὀλόλυξαν [p. 518]
Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
θάμβεον ὄβριμον ἔργον· ὃ δέ σφισιν ἔκρυφε πῆμα.


Λαοκόων δ᾽ ἔτ᾽ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
445ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔτι
πείθοντ᾽, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
τῷ δ᾽ ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθὴνη
δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
450ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
σμερδαλέοι ναίεσκον ἔτ᾽ οὐλομένοιο γενέθλης
Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥν τε Καλύδνην
λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.
ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
455ἐς Τροίην· οἱ δ᾽ αἶψα θεῆς ὕπο κινηθέντες
νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος
νισσομένων, καὶ κῦμα διΐστατο· τοὶ δ᾽ ἐφέροντο
αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου·
ἀμφὶ δ᾽ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
460νύμφαι καὶ Σιμόεντος· ἀπ᾽ Οὐλύμποιο δὲ Κύπρις
ἄχνυτο· τοὶ δ᾽ ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,
θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
δυστήνοις ἐπὶ παισί· κακὴ δ᾽ ἐπενίσσετο φύζα
Τρῶας, ὅτ᾽ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·
465οὐδέ τις αἰζηῶν οὐδ᾽ εἰ μένος ἄτρομος ἦεν
μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα
θῆρας ἀλευομένους, ὀδύνη δ᾽ ἔχεν· ἂν δὲ γυναῖκες
οἴμωζον· καί πού τις ἑῶν ἐπελήσατο τέκνων
αὐτὴ ἀλευομένη στυγερὸν μόρον· ἀμφὶ δὲ Τροίη
470ἔστεν᾽ ἐπεσσυμένων· πολλοὶ δ᾽ ἄφαρ εἰς ἓν ἰόντες
γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δ᾽ ἀγυιαῖς
ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν [p. 520]
Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ
καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
475ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδ᾽ ὅ γ᾽ ἀμύνειν
ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δ᾽ ἄρ᾽ Ἀθήνης
προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
480ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα· τῶν δ᾽ ἔτι σῆμα
φαίνεθ᾽, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος·
Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες
παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
τεῦξαν ἅμ᾽ ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ
485χεῦε πατὴρ ἀλαοῖσιν ὑπ᾽ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ
πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δ᾽ ἄτην
ἀνέρος ἀφραδίῃς, μακάρων δ᾽ ὑπεδείδιε μῆνιν·
ὡς δ᾽ ὅτ᾽ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
490πολλὰ μάλ᾽ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
δάμναθ᾽ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
μητέρι δ᾽ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
495ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπ᾽ ὀλέθρῳ
μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο
πῆμα μάλ᾽ ἀργαλέον πόσιος πέλεν ἀμφ᾽ ἀλαοῖο.


καί ῥ᾽ ἡ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε
τοὺς μὲν ἀποφθιμένους τὸν δ᾽ ἄμμορον ἠελίοιο·
500Τρῶες δ᾽ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς
λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
ἱερὰ δ᾽ οὐ καίοντο, πυρὸς δ᾽ ἐσβέννυτ᾽ ἀϋτμή,
ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο· [p. 522]
505καπνὸς δ᾽ αἱματόεις ἀνεκήκιε· μηρὰ δὲ πάντα
πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·
σπονδαὶ δ᾽ αἷμα γένοντο· θεῶν δ᾽ ἐξέρρεε δάκρυ,
καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δ᾽ ἐφέροντο
ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
510τείχεα καὶ πύργοι μεγάλ᾽ ἔκτυπον, ὡς ἀχέοντες·
αὐτόματοι δ᾽ ἄρ᾽ ὀχῆες ἀνωίγνυντο πυλάων
αἰνὸν κεκλήγοντες· ἐπεστενάχοντο δὲ λυγρὸν
ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·
ἄστρα δὲ πάντ᾽ ἐφύπερθε θεοδμήτοιο πόληος
515ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος
οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι
πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι·
ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο
ἔντοσθεν πυλέων· μάλα μυρία δ᾽ ἄλλα φαάνθη
520σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα.
ἀλλ᾽ οὐ δεῖμ᾽ ἀλεγεινὸν ὑπὸ Τρώων φρένας ἷξε
δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατ᾽ ἄστυ·
κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρ᾽ ἐπὶ δαιτὶ
πότμον ἀναπλήσωσιν ὑπ᾽ Ἀργείοισι δαμέντες.


525οἴη δ᾽ ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα
Κασσάνδρη, τῆς οὔποτ᾽ ἔπος γένετ᾽ ἀκράαντον,
ἀλλ᾽ ἄρ᾽ ἐτήτυμον ἔσκεν· ἀκούετο δ᾽ ἔκ τινος αἴσης
ὡς ἀνεμώλιον αἰέν, ἵν᾽ ἄλγεα Τρωσὶ γένηται.
ἡ ῥ᾽ ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν
530εἰς ἕν ἅμ᾽ ἀΐσσοντα, μέγ᾽ ἴαχεν, εὖτε λέαινα,
ἥν ῥά τ᾽ ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης
οὐτάσῃ ἠὲ βάλῃ, τῆς δ᾽ ἐν φρεσὶ μαίνεται ἦτορ
πάντῃ ἀν᾽ οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή·
ὥς ἄρα μαιμώωσα θεόπροπον ἔνδοθεν ἦτορ
535ἤλυθεν ἐκ μεγάροιο· κόμαι δέ οἱ ἀμφεκέχυντο
ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι· [p. 524]
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα· τῆς ὑπὸ δειρή,
ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.
καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή·
540‘ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον· ἀμφὶ γὰρ ἡμῖν
ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου
λευγαλέου· πάντῃ δὲ τεράατα δακρυόεντα
ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ τέρματ᾽ ὀλέθρου.
σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλ᾽ ἅμα πάντες
χαίρετ᾽ ἄρ᾽ ἀφραδέοντες, οἳ ἠγάγετ᾽ ἐς πόλιν αὐτοὶ
545Ἀργείων λυγρὸν ἵππον ὃ γὰρ μέγα πῆμα κέκευθεν.
ἀλλά μοι οὐ πείθεσθ᾽, οὐδ᾽ εἰ μάλα πόλλ᾽ ἀγορεύω,
οὕνεκ᾽ Ἐριννύες ἄκρα γάμου κεχολωμέναι αἰνοῦ
ἀμφ᾽ Ἑλένης, καὶ Κῆρες ἀμείλιχοι ἀΐσσουσι
πάντῃ ἀνὰ πτολίεθρον· ἐπ᾽ εἰλαπίνῃ δ᾽ ἀλεγεινῇ
550δαίνυσθ᾽ ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ
ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι.’


καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον·
‘ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει
γλῶσσα κακοφραδίη τ᾽ ἀνεμώλια πάντ᾽ ἀγορεύειν;
555οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμφέχει αἰδώς,
ἀλλά σε λύσσ᾽ ὀλοὴ περιδέδρομε· τῷ νύ σε πάντες
αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.
ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην
ἠδ᾽ αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
560μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν
ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.’


ὣς ἄρ᾽ ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὥς δὲ καὶ ἄλλοι
κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,
οὕνεκ᾽ ἄρα σφίσι πῆμα καὶ ἀργαλέον μένος Αἴσης
565ἄγχι παρειστήκει· τοὶ δ᾽ οὐ νοέοντες ὄλεθρον [p. 526]
κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου·
ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι,
ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
αἰθομένης ἔτι δαλὸν ἀπ᾽ ἐσχαρεῶνος ἑλοῦσα
570ἔσσυτο μαιμώωσ᾽· ἑτέρῃ δ᾽ ἐν χειρὶ φέρεσκεν
ἀμφίτυπον βουπλῆγα· λυγροῦ δ᾽ ἐπεμαίετο ἵππου,
ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
πῦρ ὀλοόν τε σίδηρον, ἀκηδέες ἐντύνοντο
575δαῖτα λυγρήν· μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.


Ἀργεῖοι δ᾽ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες
δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδ᾽ ἀλεγόντων
Κασσάνδρης, τήν ῥ᾽ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.


580Ἡ δ᾽ ἅτε πόρδαλις ἔσσυτ᾽ ἐν οὔρεσιν ἀσχαλόωσα,
ἥν τ᾽ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες
σεύοντ᾽ ἐσσυμένως, ἡ δ᾽ ἄγριον ἦτορ ἔχουσα
ἐντροπαλιζομένη ἀναχάζεται τειρομένη περ·
ὣς ἥ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη κῆρ
585Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.