Μετάβαση στο περιεχόμενο

Τα εις εαυτόν/9

Από Βικιθήκη
Τὰ εἰς ἑαυτόν
Συγγραφέας:
9


  1. Ὁ ἀδικῶν ἀσεβεῖ˙ τῆς γὰρ τῶν ὅλων φύσεως κατεσκευακυίαςτὰ λογικὰ ζῷα ἕνεκεν ἀλλήλων, ὥστε ὠφελεῖν μὲν ἄλληλα κατἀξίαν βλάπτειν δὲ μηδαμῶς, ὁ τὸ βούλημα ταύτης παραβαίνωνἀσεβεῖ δηλονότι εἰς τὴν πρεσβυτάτην τῶν θεῶν. ἡ γὰρ τῶν ὅλωνφύσις ὄντων ἐστὶ φύσις˙ τὰ δέ γε ὄντα πρὸς τὰ ὑπάρχοντα πάνταοἰκείως ἔχει. ἔτι δὲ καὶ ὁ ψευδόμενος [δὲ] ἀσεβεῖ περὶ τὴν αὐτὴνθεόν˙ καὶ Ἀλήθεια αὕτη ὀνομάζεται καὶ τῶν ἀληθῶν ἁπάντωνπρώτη αἰτία ἐστιν. ὁ μὲν οὖν ἑκὼν ψευδόμενος ἀσεβεῖ, καθόσονἐξαπατῶν ἀδικεῖ˙ ὁ δὲ ἄκων, καθόσον διαφωνεῖ τῇ τῶν ὅλωνφύσει καὶ καθόσον ἀκοσμεῖ μαχόμενος τῇ τοῦ κόσμου φύσει˙μάχεται γὰρ ὁ ἐπὶ τἀναντία τοῖς ἀληθέσι φερόμενος παῤ ἑαυτόν˙ἀφορμὰς γὰρ προειλήφει παρὰ τῆς φύσεως, ὧν ἀμελήσας οὐχοἷός τέ ἐστι νῦν διακρίνειν τὰ ψευδῆ ἀπὸ τῶν ἀληθῶν. καὶ μὴνκαὶ ὁ τὰς ἡδονὰς ὡς ἀγαθὰ διώκων, τοὺς δὲ πόνους ὡς κακὰφεύγων ἀσεβεῖ˙ ἀνάγκη γὰρ τὸν τοιοῦτον μέμφεσθαι πολλάκιςτῇ κοινῇ φύσει ὡς παῤ ἀξίαν τι ἀπονεμούσῃ τοῖς φαύλοις καὶτοῖς σπουδαίοις, διὰ τὸ πολλάκις τοὺς μὲν φαύλους ἐν ἡδοναῖςεἶναι καὶ τὰ ποιητικὰ τούτων κτᾶσθαι, τοὺς δὲ σπουδαίους πόνῳκαὶ τοῖς ποιητικοῖς τούτου περιπίπτειν. ἔτι δὲ ὁ φοβούμενος τοὺςπόνους φοβηθήσεταί ποτε καὶ τῶν ἐσομένων τι ἐν τῷ κόσμῳ,τοῦτο δὲ ἤδη ἀσεβές˙ ὅ τε διώκων τὰς ἡδονὰς οὐκ ἀφέξεται τοῦἀδικεῖν, τοῦτο δὲ ἐναργῶς ἀσεβές˙ χρὴ δὲ πρὸς ἃ ἡ κοινὴ φύσιςἐπίσης ἔχει (οὐ γὰρ ἀμφότερα ἂν ἐποίει, εἰ μὴ πρὸς ἀμφότεραἐπίσης εἶχε), πρὸς ταῦτα καὶ τοὺς τῇ φύσει βουλομένους ἕπεσθαι,ὁμογνώμονας ὄντας, ἐπίσης διακεῖσθαι˙ ὅστις οὖν πρὸς πόνονκαὶ ἡδονὴν ἢ θάνατον καὶ ζωὴν ἢ δόξαν καὶ ἀδοξίαν, οἷς ἐπίσηςἡ τῶν ὅλων φύσις χρῆται, αὐτὸς οὐκ ἐπίσης ἔχει, δῆλον ὡς ἀσεβεῖ.λέγω δὲ τὸ χρῆσθαι τούτοις ἐπίσης τὴν κοινὴν φύσιν ἀντὶ τοῦκατὰ τὸ ἑξῆς συμβαίνειν ἐπίσης τοῖς γινομένοις καὶ ἐπιγινομένοιςὁρμῇ τινι ἀρχαίᾳ τῆς προνοίας, καθ ἣν ἀπό τινος ἀρχῆς ὥρμησενἐπὶ τήνδε τὴν διακόσμησιν, συλλαβοῦσά τινας λόγους τῶνἐσομένων καὶ δυνάμεις γονίμους ἀφορίσασα ὑποστάσεών τε καὶμεταβολῶν καὶ διαδοχῶν τοιούτων.
  2. Χαριεστέρου μὲν ἦν ἀνδρός, ἄγευστον ψευδολογίας καὶ πάσηςὑποκρίσεως καὶ τρυφῆς καὶ τύφου γενόμενον, ἐξ ἀνθρώπωνἀπελθεῖν. τὸ δ οὖν κορεσθέντα γε τούτων ἀποπνεῦσαι δεύτεροςπλοῦς. ἢ προῄρησαι προσκαθῆσθαι τῇ κακίᾳ καὶ οὔπω σε οὐδὲἡ πεῖρα πείθει φεύγειν ἐκ τοῦ λοιμοῦ; λοιμὸς γὰρ διαφθορὰδιανοίας πολλῷ γε μᾶλλον ἤπερ ἡ τοῦ περικεχυμένου τούτουπνεύματος τοιάδε τις δυσκρασία καὶ τροπή˙ αὕτη μὲν γὰρ ζῴωνλοιμός, καθὸ ζῷά ἐστιν, ἐκείνη δὲ ἀνθρώπων, καθὸ ἄνθρωποίεἰσιν.
  3. Μὴ καταφρόνει θανάτου, ἀλλὰ εὐαρέστει αὐτῷ, ὡς καὶ τούτουἑνὸς ὄντος ὧν ἡ φύσις ἐθέλει. οἷον γάρ ἐστι τὸ νεάσαι καὶ τὸγηρᾶσαι, καὶ τὸ αὐξῆσαι καὶ τὸ ἀκμάσαι, καὶ ὀδόντας καὶ γένειονκαὶ πολιὰς ἐνεγκεῖν, καὶ σπεῖραι καὶ κυοφορῆσαι καὶ ἀποκυῆσαι,καὶ τὰ ἄλλα φυσικὰ ἐνεργήματα ὅσα αἱ τοῦ βίου ὧραι φέρουσι,τοιοῦτο καὶ αὐτὸ τὸ διαλυθῆναι. τοῦτο μὲν οὖν κατὰ ἄνθρωπόνἐστι λελογισμένον, μὴ ὁλοσχερῶς μηδὲ ὠστικῶς μηδὲ ὑπερηφάνωςπρὸς τὸν θάνατον ἔχειν ἀλλὰ περιμένειν ὡς μίαν τῶν φυσικῶνἐνεργειῶν, καὶ ὡς νῦν περιμένεις πότε ἔμβρυον ἐκ τῆς γαστρὸςτῆς γυναικός σου ἐξέλθῃ, οὕτως ἐκδέχεσθαι τὴν ὥραν ἐν ᾗ τὸψυχάριόν σου τοῦ ἐλύτρου τούτου ἐκπεσεῖται. εἰ δὲ καὶ ἰδιωτικὸνπαράπηγμα ἁψικάρδιον θέλεις, μάλιστά σε εὔκολον πρὸς τὸνθάνατον ποιήσει ἡ ἐπίστασις ἡ ἐπὶ τὰ ὑποκείμενα, ὧν μέλλειςἀφίστασθαι, καὶ μεθ οἵων ἠθῶν οὐκέτι ἔσται ἡ ‹ψυχή σου›συμπεφυρμένη. προσκόπτεσθαι μὲν γὰρ αὐτοῖς ἥκιστα δεῖ, ἀλλὰκαὶ κήδεσθαι καὶ πρᾴως φέρειν, μεμνῆσθαι μέντοι ὅτι οὐκ ἀπἀνθρώπων ὁμοδογματούντων σοι ἡ ἀπαλλαγὴ ἔσται. τοῦτο γὰρμόνον, εἴπερ ἄρα, ἀνθεῖλκεν ἂν καὶ κατεῖχεν ἐν τῷ ζῆν, εἰ συζῆνἐφεῖτο τοῖς τὰ αὐτὰ δόγματα περιπεποιημένοις˙ νῦν δ ὁρᾷς ὅσοςὁ κόπος ἐν τῇ διαφωνίᾳ τῆς συμβιώσεως, ὥστε εἰπεῖν˙ θᾶττονἔλθοις, ὦ θάνατε, μή που καὶ αὐτὸς ἐπιλάθωμαι ἐμαυτοῦ.
  4. Ὁ ἁμαρτάνων ἑαυτῷ ἁμαρτάνει˙ ὁ ἀδικῶν ἑαυτὸν ἀδικεῖ,ἑαυτὸν κακὸν ποιῶν.
  5. Ἀδικεῖ πολλάκις ὁ μὴ ποιῶν τι, οὐ μόνον ὁ ποιῶν τι.
  6. Ἀρκεῖ ἡ παροῦσα ὑπόληψις καταληπτικὴ καὶ ἡ παροῦσαπρᾶξις κοινωνικὴ καὶ ἡ παροῦσα διάθεσις εὐαρεστικὴ πρὸς πᾶντὸ παρὰ τὴν ἐκτὸς αἰτίαν συμβαῖνον.
  7. Ἐξαλεῖψαι φαντασίαν˙ στῆσαι ὁρμήν˙ σβέσαι ὄρεξιν˙ ἐφ ἑαυτῷἔχειν τὸ ἡγεμονικόν.
  8. Εἰς μὲν τὰ ἄλογα ζῷα μία ψυχὴ διῄρηται, εἰς δὲ τὰ λογικὰ μίανοερὰ ψυχὴ μεμέρισται, ὥσπερ καὶ μία γῆ ἐστιν ἁπάντων τῶνγεωδῶν καὶ ἑνὶ φωτὶ ὁρῶμεν καὶ ἕνα ἀέρα ἀναπνέομεν, ὅσαὁρατικὰ καὶ ἔμψυχα πάντα.
  9. ‹Πάντα› ὅσα κοινοῦ τινος μετέχει πρὸς τὸ ὁμογενὲς σπεύδει.τὸ γεῶδες πᾶν ῥέπει ἐπὶ τὴν γῆν˙ τὸ ὑγρὸν πᾶν σύῤῥουν˙ τὸ ἀερῶδεςὁμοίως, ὥστε χρῄζειν τῶν διειργόντων καὶ βίᾳ˙ τὸ πῦρ ἀνωφερὲςμὲν διὰ τὸ στοιχειῶδες πῦρ, παντὶ δὲ πυρὶ ἐνταῦθα πρὸς τὸ συνεξάπτεσθαιἕτοιμον οὕτως, ὥστε καὶ πᾶν τὸ ὑλικὸν τὸ ὀλίγῳξηρότερον εὐέξαπτον εἶναι διὰ τὸ ἔλαττον ἐγκεκρᾶσθαι αὐτῷ τὸκωλυτικὸν πρὸς ἔξαψιν. καὶ τοίνυν πᾶν τὸ κοινῆς νοερᾶς φύσεωςμέτοχον πρὸς τὸ συγγενὲς ὁμοίως σπεύδει ἢ καὶ μᾶλλον˙ ὅσῳ γάρἐστι κρεῖττον παρὰ τὰ ἄλλα, τοσούτῳ καὶ πρὸς τὸ συγκιρνᾶσθαιτῷ οἰκείῳ καὶ συγχεῖσθαι ἑτοιμότερον. εὐθὺς γοῦν ἐπὶ μὲν τῶνἀλόγων εὑρέθη σμήνη καὶ ἀγέλαι καὶ νεοσσοτροφίαι καὶ οἷονἔρωτες˙ ψυχαὶ γὰρ ἤδη ἦσαν ἐνταῦθα καὶ τὸ συναγωγὸν ἐν τῷκρείττονι ἐπιτεινόμενον εὑρίσκετο, οἷον οὔτε ἐπὶ φυτῶν ἦν οὔτεἐπὶ λίθων ἢ ξύλων. ἐπὶ δὲ τῶν λογικῶν ζῴων πολιτεῖαι καὶ φιλίαικαὶ οἶκοι καὶ σύλλογοι καὶ ἐν πολέμοις συνθῆκαι καὶ ἀνοχαί.ἐπὶ δὲ τῶν ἔτι κρειττόνων καὶ διεστηκότων τρόπον τινὰ ἕνωσιςὑπέστη οἵα ἐπὶ τῶν ἄστρων˙ οὕτως ἡ ἐπὶ τὸ κρεῖττον ἐπανάβασιςσυμπάθειαν καὶ ἐν διεστῶσιν ἐργάσασθαι ἐδύνατο. ὅρα οὖν τὸνῦν γινόμενον˙ μόνα γὰρ τὰ νοερὰ νῦν ἐπιλέλησται τῆς πρὸςἄλληλα σπουδῆς καὶ συννεύσεως καὶ τὸ σύῤῥουν ὧδε μόνον οὐβλέπεται. ἀλλ ὅμως καίτοι φεύγοντες περικαταλαμβάνονται˙κρατεῖ γὰρ ἡ φύσις. ὄψει δὲ ὃ λέγω παραφυλάσσων˙ θᾶσσονγοῦν εὕροι τις ἂν γεῶδές τι μηδενὸς γεώδους προσαπτόμενον ἤπερἄνθρωπον ἀνθρώπου ἀπεσχισμένον.
  10. Φέρει καρπὸν καὶ ἄνθρωπος καὶ θεὸς καὶ ὁ κόσμος˙ ἐν ταῖςοἰκείαις ὥραις ἕκαστα φέρει. εἰ δὲ ἡ συνήθεια κυρίως τέτριφενἐπὶ ἀμπέλου καὶ τῶν ὁμοίων, οὐδὲν τοῦτο. ὁ λόγος δὲ καὶ κοινὸνκαὶ ἴδιον καρπὸν ἔχει καὶ γίνεται ἐξ αὐτοῦ τοιαῦθ ἕτερα, ὁποῖόντι αὐτός ἐστιν ὁ λόγος.
  11. Εἰ μὲν δύνασαι, μεταδίδασκε˙ εἰ δὲ μή, μέμνησο ὅτι πρὸς τοῦτοἡ εὐμένειά σοι δέδοται. καὶ οἱ θεοὶ δὲ εὐμενεῖς τοῖς τοιούτοιςεἰσίν, εἰς ἔνια δὲ καὶ συνεργοῦσιν, εἰς ὑγίειαν, εἰς πλοῦτον, εἰςδόξαν˙ οὕτως εἰσὶ χρηστοί. ἔξεστι δὲ καὶ σοί˙ ἢ εἰπέ, τίς ὁ κωλύων;
  12. Πόνει μὴ ὡς ἄθλιος μηδὲ ὡς ἐλεεῖσθαι ἢ θαυμάζεσθαι θέλων,ἀλλὰ μόνον ἓν θέλε˙ κινεῖσθαι καὶ ἴσχεσθαι, ὡς ὁ πολιτικὸςλόγος ἀξιοῖ.
  13. Σήμερον ἐξῆλθον πάσης περιστάσεως, μᾶλλον δὲ ἐξέβαλονπᾶσαν περίστασιν˙ ἔξω γὰρ οὐκ ἦν, ἀλλὰ ἔνδον ἐν ταῖς ὑπολήψεσιν.
  14. Πάντα ταὐτά˙ συνήθη μὲν τῇ πείρᾳ, ἐφήμερα δὲ τῷ χρόνῳ,ῥυπαρὰ δὲ τῇ ὕλῃ˙ πάντα νῦν οἷα ἐπ ἐκείνων οὓς κατεθάψαμεν.
  15. Τὰ πράγματα ἔξω θυρῶν ἕστηκεν αὐτὰ ἐφ ἑαυτῶν, μηδὲν μήτεεἰδότα περὶ αὑτῶν μήτε ἀποφαινόμενα. τί οὖν ἀποφαίνεται περὶαὐτῶν; τὸ ἡγεμονικόν.
  16. Οὐκ ἐν πείσει ἀλλ ἐνεργείᾳ τὸ τοῦ λογικοῦ πολιτικοῦ ζῴουκακὸν καὶ ἀγαθόν, ὥσπερ οὐδὲ ἡ ἀρετὴ καὶ κακία αὐτοῦ ἐνπείσει ἀλλὰ ἐνεργείᾳ.
  17. Τῷ ἀναῤῥιφέντι λίθῳ οὐδὲν κακὸν τὸ κατενεχθῆναι οὐδὲἀγαθὸν τὸ ἀνενεχθῆναι.
  18. Δίελθε ἔσω εἰς τὰ ἡγεμονικὰ αὐτῶν καὶ ὄψει τίνας κριτὰςφοβῇ, οἵους καὶ περὶ αὑτῶν ὄντας κριτάς.
  19. Πάντα ἐν μεταβολῇ˙ καὶ αὐτὸς σὺ ἐν διηνεκεῖ ἀλλοιώσει καὶκατά τι φθορᾷ, καὶ ὁ κόσμος δὲ ὅλος.
  20. Τὸ ἄλλου ἁμάρτημα ἐκεῖ δεῖ καταλιπεῖν.
  21. Ἐνεργείας ἀπόληξις, ὁρμῆς καὶ ὑπολήψεως παῦλα, οἷονθάνατος˙ οὐδὲν κακόν. μέτιθι νῦν ἐπὶ ἡλικίαν, οἷον τὴν παιδικήν,τὴν τοῦ μειρακίου, τὴν νεότητα, τὸ γῆρας˙ καὶ γὰρ τούτων πᾶσαμεταβολή, θάνατος˙ μήτι δεινόν; μέτιθι νῦν ἐπὶ βίον τὸν ὑπὸ τῷπάππῳ, εἶτα τὸν ὑπὸ τῇ μητρί, εἶτα τὸν ὑπὸ τῷ πατρί, καὶ ἄλλαςδὲ πολλὰς διαφθορὰς καὶ μεταβολὰς καὶ ἀπολήξεις εὑρίσκωνἐπερώτα σεαυτόν˙ μήτι δεινόν; οὕτως τοίνυν οὐδὲ ἡ τοῦ ὅλουσου βίου λῆξις καὶ παῦλα καὶ μεταβολή.
  22. Τρέχε ἐπὶ τὸ σεαυτοῦ ἡγεμονικὸν καὶ τὸ τοῦ ὅλου καὶ τὸ τούτου.τὸ μὲν σεαυτοῦ, ἵνα νοῦν δικαϊκὸν αὐτὸ ποιήσῃς˙ τὸ δὲ τοῦ ὅλου,ἵνα συμμνημονεύσῃς τίνος μέρος εἶ˙ τὸ δὲ τούτου, ἵνα ἐπιστήσῃςπότερον ἄγνοια ἢ γνώμη, καὶ ἅμα λογίσῃ ὅτι συγγενές.
  23. Ὥσπερ αὐτὸς σὺ πολιτικοῦ συστήματος συμπληρωτικὸς εἶ,οὕτως καὶ πᾶσα πρᾶξίς σου συμπληρωτικὴ ἔστω ζωῆς πολιτικῆς.ἥτις ἐὰν οὖν πρᾶξίς σου μὴ ἔχῃ τὴν ἀναφοράν, εἴτε προσεχῶςεἴτε πόῤῥωθεν, ἐπὶ τὸ κοινωνικὸν τέλος, αὕτη διασπᾷ τὸν βίονκαὶ οὐκ ἐᾷ ἕνα εἶναι καὶ στασιώδης ἐστίν, ὥσπερ ἐν δήμῳ ὁ τὸκαθ αὑτὸν μέρος διιστάμενος ἀπὸ τῆς τοιαύτης συμφωνίας.
  24. Παιδίων ὀργαὶ καὶ παίγνια, καὶ “πνευμάτια νεκροὺς βαστάζοντ”,ὥστε ἐναργέστερον προσπεσεῖν τὸ τῆς Νεκυίας.
  25. Ἴθι ἐπὶ τὴν ποιότητα τοῦ αἰτίου καὶ ἀπὸ τοῦ ὑλικοῦ αὐτὸπεριγράψας θέασαι˙ εἶτα καὶ τὸν χρόνον περιόρισον, ὅσονπλεῖστον ὑφίστασθαι πέφυκε τοῦτο τὸ ἰδίως ποιόν.
  26. Ἀνέτλης μύρια διὰ τὸ μὴ ἀρκεῖσθαι τῷ σῷ ἡγεμονικῷ ποιοῦντιτοιαῦτα, οἷα κατεσκεύασται. ἀλλὰ ἅλις.
  27. Ὅταν ἄλλος ψέγῃ σε ἢ μισῇ ἢ τοιαῦτά τινα ἐκφωνῶσιν, ἔρχουἐπὶ τὰ ψυχάρια αὐτῶν, διέλθε ἔσω καὶ ἴδε ποῖοί τινές εἰσιν. ὄψειὅτι οὐ δεῖ σε σπᾶσθαι, ἵνα τούτοις τί ποτε περὶ σοῦ δοκῇ. εὐνοεῖνμέντοι αὐτοῖς δεῖ˙ φύσει γὰρ φίλοι, καὶ οἱ θεοὶ δὲ παντοίως αὐτοῖςβοηθοῦσι, δἰ ὀνείρων, διὰ μαντειῶν, πρὸς ταῦτα μέντοι, πρὸς ἃἐκεῖνοι διαφέρονται.
  28. Ταὐτά ἐστι τὰ τοῦ κόσμου ἐγκύκλια, ἄνω κάτω, ἐξ αἰῶνος εἰςαἰῶνα. καὶ ἤτοι ἐφ ἕκαστον ὁρμᾷ ἡ τοῦ ὅλου διάνοια˙ ὅπερ εἰἔστιν, ἀποδέχου τὸ ἐκείνης ὁρμητόν˙ ἢ ἅπαξ ὥρμησε, τὰ δὲ λοιπὰκατ ἐπακολούθησιν, καὶ τί ἐντείνῃ; τὸ δὲ ὅλον - εἴτε θεός, εὖἔχει πάντα˙ εἴτε τὸ εἰκῇ, τρόπον [γὰρ] τινα ἄτομοι ἢ ἀμερῆ, μὴκαὶ σὺ εἰκῇ Ἤδη πάντας ἡμᾶς γῆ καλύψει, ἔπειτα καὶ αὐτὴμεταβαλεῖ κἀκεῖνα εἰς ἄπειρον μεταβαλεῖ καὶ πάλιν ἐκεῖνα εἰςἄπειρον. τὰς γὰρ ἐπικυματώσεις τῶν μεταβολῶν καὶ ἀλλοιώσεωνἐνθυμούμενός τις καὶ τὸ τάχος παντὸς θνητοῦ καταφρονήσει.
  29. Χειμάῤῥους ἡ τῶν ὅλων αἰτία˙ πάντα φέρει. ἄνθρωπε, τί ποτε;ποίησον ὃ νῦν ἡ φύσις ἀπαιτεῖ, ὅρμησον, ἐὰν διδῶται, καὶ μὴπεριβλέπου εἴ τις εἴσεται. μὴ τὴν Πλάτωνος πολιτείαν ἔλπιζε,ἀλλὰ ἀρκοῦ, εἰ τὸ βραχύτατον πρόεισι, καὶ τούτου αὐτοῦ τὴνἔκβασιν ὡς οὐ μικρόν τί ἐστι διανοοῦ. ὡς εὐτελῆ δὲ καὶ τὰπολιτικὰ ταῦτα καί, ὡς οἴεται, φιλοσόφως πρακτικὰ ἀνθρώπια˙μυξῶν μεστά. δόγμα γὰρ αὐτῶν τίς μεταβαλεῖ; χωρὶς δὲ δογμάτωνμεταβολῆς τί ἄλλο ἢ δουλεία στενόντων καὶ πείθεσθαιπροσποιουμένων; ὕπαγε νῦν καὶ Ἀλέξανδρον καὶ Φίλιππον καὶΔημήτριον τὸν Φαληρέα μοι λέγε. ἕψομαι, εἰ εἶδον, τί ἡ κοινὴφύσις ἤθελε, καὶ ἑαυτοὺς ἐπαιδαγώγησαν˙ εἰ δὲ ἐτραγῴδησαν,οὐδείς με κατακέκρικε μιμεῖσθαι. ἁπλοῦν ἐστι καὶ αἰδῆμον τὸφιλοσοφίας ἔργον˙ μή με ἄπαγε ἐπὶ σεμνοτυφίαν.
  30. “Ἄνωθεν ἐπιθεωρεῖν” ἀγέλας μυρίας καὶ τελετὰς μυρίας καὶπλοῦν παντοῖον ἐν χειμῶσι καὶ γαλήναις καὶ διαφορὰς γινομένων,συγγινομένων, ἀπογινομένων. ἐπινοεῖν δὲ καὶ τὸν ὑπ ἄλλων πάλαιβεβιωμένον βίον καὶ τὸν μετὰ σὲ βιωθησόμενον καὶ τὸν νῦν ἐντοῖς βαρβάροις ἔθνεσι βιούμενον˙ καὶ ὅσοι μὲν οὐδὲ ὄνομά σουγινώσκουσιν, ὅσοι δὲ τάχιστα ἐπιλήσονται, ὅσοι δ ἐπαινοῦντεςἴσως νῦν σε τάχιστα ψέξουσι˙ καὶ ὡς οὔτε ἡ μνήμη ἀξιόλογόν γεοὔτε ἡ δόξα οὔτε ἄλλο τι τὸ σύμπαν.
  31. Ἀταραξία μὲν περὶ τὰ ἀπὸ τῆς ἐκτὸς αἰτίας συμβαίνοντα,δικαιότης δὲ ἐν τοῖς παρὰ τὴν ἐκ σοῦ αἰτίαν ἐνεργουμένοις˙τουτέστιν, ὁρμὴ καὶ πρᾶξις καταλήγουσα ἐπ αὐτὸ τὸ κοινωνικῶςπρᾶξαι ὡς τοῦτό σοι κατὰ φύσιν ὄν.
  32. Πολλὰ περισσὰ περιελεῖν τῶν ἐνοχλούντων σοι δύνασαι ὅλαἐπὶ τῇ ὑπολήψει σου κείμενα, καὶ πολλὴν εὐρυχωρίαν περιποιήσειςἤδη σεαυτῷ ‹τῷ› τὸν ὅλον κόσμον περιειληφέναι τῇγνώμῃ καὶ τὸν ‹ἀ›ίδιον αἰῶνα περινοεῖν καὶ τὴν τῶν κατὰ μέροςἑκάστου πράγματος ταχεῖαν μεταβολὴν ἐπινοεῖν, ὡς βραχὺ μὲντὸ ἀπὸ γενέσεως μέχρι διαλύσεως, ἀχανὲς δὲ τὸ πρὸ τῆς γενέσεως,ὡς καὶ τὸ μετὰ τὴν διάλυσιν ὁμοίως ἄπειρον.
  33. Πάντα ὅσα ὁρᾷς τάχιστα φθαρήσεται καὶ οἱ φθειρόμενα αὐτὰἐπιδόντες τάχιστα καὶ αὐτοὶ φθαρήσονται καὶ ὁ ἐσχατόγηρωςἀποθανὼν εἰς ἴσον καταστήσεται τῷ προώρῳ.
  34. Τίνα τὰ ἡγεμονικὰ τούτων καὶ περὶ οἷα ἐσπουδάκασι καὶ δἰοἷα φιλοῦσι καὶ τιμῶσι˙ γυμνὰ νόμιζε βλέπειν τὰ ψυχάρια αὐτῶν.ὅτε δοκοῦσι βλάπτειν ψέγοντες ἢ ὠφελεῖν ἐξυμνοῦντες, ὅση οἴησις.
  35. Ἡ ἀποβολὴ οὐδὲν ἄλλο ἐστὶν ἢ μεταβολή. τούτῳ δὲ χαίρει ἡτῶν ὅλων φύσις, καθ ἣν πάντα καλῶς γίνεται. ἐξ αἰῶνος ὁμοειδῶςἐγίνετο καὶ εἰς ἄπειρον τοιαῦθ ἕτερα ἔσται. τί οὖν λέγεις ὅτιἐγίνετό τε πάντα ‹ἀεὶ κακῶς› [ὃ] καὶ πάντα ἀεὶ κακῶς ἔσται καὶοὐδεμία ἄρα δύναμις ἐν τοσούτοις θεοῖς ἐξευρέθη ποτὲ ἡδιορθώσουσα ταῦτα, ἀλλὰ κατακέκριται ὁ κόσμος ἐν ἀδιαλείπτοιςκακοῖς συνέχεσθαι;
  36. Τὸ σαπρὸν τῆς ἑκάστῳ ὑποκειμένης ὕλης˙ ὕδωρ, κόνις, ὀστάρια,γράσος, ἢ πάλιν˙ πῶροι γῆς τὰ μάρμαρα καὶ ὑποστάθμαι ὁ χρυσός,ὁ ἄργυρος, καὶ τριχία ἡ ἐσθὴς καὶ αἷμα ἡ πορφύρα, καὶ τὰ ἄλλαπάντα τοιαῦτα. καὶ τὸ πνευματικὸν δὲ ἄλλο τοιοῦτον καὶ ἐκτούτων εἰς ταῦτα μεταβάλλον.
  37. Ἅλις τοῦ ἀθλίου βίου καὶ γογγυσμοῦ καὶ πιθηκισμοῦ. - τίταράσσῃ; τί τούτων καινόν; τί σε ἐξίστησι; τὸ αἴτιον; ἴδε αὐτό.ἀλλ ἡ ὕλη; ἴδε αὐτήν. ἔξω δὲ τούτων οὐδέν ἐστιν˙ ἀλλὰ καὶπρὸς τοὺς θεοὺς ἤδη ποτὲ ἁπλούστερος καὶ χρηστότερος γενοῦ.
  38. Ἴσον τὸ ἑκατὸν ἔτεσι καὶ τὸ τρισὶ ταῦτα ἱστορῆσαι.
  39. Εἰ μὲν ἥμαρτεν, ἐκεῖ τὸ κακόν. τάχα δ οὐχ ἥμαρτεν.
  40. Ἤτοι ἀπὸ μιᾶς πηγῆς νοερᾶς πάντα ὡς ἑνὶ σώματι ἐπισυμβαίνεικαὶ οὐ δεῖ τὸ μέρος τοῖς ὑπὲρ τοῦ ὅλου γινομένοις μέμφεσθαι˙ἢ ἄτομοι καὶ οὐδὲν ἄλλο ἢ κυκεὼν καὶ σκεδασμός˙ τί οὖνταράσσῃ; τῷ ἡγεμονικῷ λέγειν˙ τέθνηκας, ἔφθαρσαι, τεθηρίωσαι,ὑποκρίνῃ, συναγελάζῃ, βόσκῃ;
  41. Ἤτοι οὐδὲν δύνανται οἱ θεοὶ ἢ δύνανται. εἰ μὲν οὖν μὴδύνανται, τί εὔχῃ; εἰ δὲ δύνανται, διὰ τί οὐχὶ μᾶλλον εὔχῃ διδόναιαὐτοὺς τὸ μήτε φοβεῖσθαί τι τούτων μήτε ἐπιθυμεῖν τινος τούτωνμήτε λυπεῖσθαι ἐπί τινι τούτων, μᾶλλον ἤπερ τὸ μὴ παρεῖναί τιτούτων ἢ τὸ παρεῖναι; πάντως γάρ, εἰ δύνανται συνεργεῖνἀνθρώποις, καὶ εἰς ταῦτα δύνανται συνεργεῖν. ἀλλὰ ἴσως ἐρεῖςὅτι˙ ἐπ ἐμοὶ αὐτὰ οἱ θεοὶ ἐποίησαν. εἶτα οὐ κρεῖσσον χρῆσθαιτοῖς ἐπὶ σοὶ μετ ἐλευθερίας ἢ διαφέρεσθαι πρὸς τὰ μὴ ἐπὶ σοὶμετὰ δουλείας καὶ ταπεινότητος; τίς δέ σοι εἶπεν ὅτι οὐχὶ καὶ εἰςτὰ ἐφ ἡμῖν οἱ θεοὶ συλλαμβάνουσιν; ἄρξαι γοῦν περὶ τούτωνεὔχεσθαι καὶ ὄψει. οǷτος εὔχεται˙ πῶς κοιμηθῶ μετ ἐκείνης˙σύ˙ πῶς μὴ ἐπιθυμήσω τοῦ κοιμηθῆναι μετ ἐκείνης. ἄλλος˙ πῶςστερηθῶ ἐκείνου˙ σύ˙ πῶς μὴ χρῄζω τοῦ στερηθῆναι. ἄλλος˙πῶς μὴ ἀποβάλω τὸ τεκνίον˙ σύ˙ πῶς μὴ φοβηθῶ ἀποβαλεῖν.ὅλως ὧδε ἐπίστρεψον τὰς εὐχὰς καὶ θεώρει τί γίνεται.
  42. Ὁ Ἐπίκουρος λέγει ὅτι˙ “ἐν τῇ νόσῳ οὐκ ἦσάν μοι αἱ ὁμιλίαιπερὶ τῶν τοῦ σωματίου παθῶν οὐδὲ πρὸς τοὺς εἰσιόντας τοιαῦτάτινα, φησίν, ἐλάλουν, ἀλλὰ τὰ προηγούμενα φυσιολογῶν διετέλουνκαὶ πρὸς αὐτῷ τούτῳ ὤν, πῶς ἡ διάνοια συμμεταλαμβάνουσατῶν ἐν τῷ σαρκιδίῳ τοιούτων κινήσεων ἀταρακτεῖ τὸ ἴδιονἀγαθὸν τηροῦσα. οὐδὲ τοῖς ἰατροῖς ἐμπαρεῖχον, φησί, καταφρυάττεσθαιὥς τι ποιοῦσιν, ἀλλὰ ὁ βίος ἤγετο εὖ καὶ καλῶς.” ταὐτὰοὖν ἐκείνῳ, ἐν νόσῳ, ἐὰν νοσῇς καὶ ἐν ἄλλῃ τινὶ περιστάσει˙ τὸγὰρ μὴ ἀφίστασθαι φιλοσοφίας ἐν οἵοις δήποτε τοῖς προσπίπτουσιμηδὲ ἰδιώτῃ καὶ ‹ἀ›φυσιολόγῳ συμφλυαρεῖν, πάσης αἱρέσεωςκοινόν. πρὸς μόνῳ τῷ νῦν πρασσομένῳ εἶναι καὶ τῷ ὀργάνῳ, δἰοǷ πράσσεις.
  43. Ὅταν τινὸς ἀναισχυντίᾳ προσκόπτῃς, εὐθὺς πυνθάνου σεαυτοῦ˙δύνανται οὖν ἐν τῷ κόσμῳ ἀναίσχυντοι μὴ εἶναι; οὐ δύνανται˙μὴ οὖν ἀπαίτει τὸ ἀδύνατον˙ εἷς γὰρ καὶ οǷτός ἐστινἐκείνων τῶν ἀναισχύντων, οὓς ἀνάγκη ἐν τῷ κόσμῳ εἶναι. τὸ δαὐτὸ καὶ ἐπὶ τοῦ πανούργου καὶ ἐπὶ τοῦ ἀπίστου καὶ παντὸς τοῦὁτιοῦν ἁμαρτάνοντος ἔστω σοι πρόχειρον˙ ἅμα γὰρ τῷ ὑπομνησθῆναιὅτι τὸ γένος τῶν τοιούτων ἀδύνατόν ἐστι μὴ ὑπάρχειν,εὐμενέστερος ἔσῃ πρὸς τοὺς καθ ἕνα. εὔχρηστον δὲ κἀκεῖνο εὐθὺςἐννοεῖν, τίνα ἔδωκεν ἡ φύσις τῷ ἀνθρώπῳ ἀρετὴν πρὸς τοῦτοτὸ ἁμάρτημα˙ ἔδωκε γὰρ ὡς ἀντιφάρμακον πρὸς μὲν τὸν ἀγνώμονατὴν πρᾳότητα, πρὸς δὲ ἄλλον ἄλλην τινὰ δύναμιν, ὅλως δὲ ἔξεστίσοι μεταδιδάσκειν τὸν πεπλανημένον˙ πᾶς δὲ ὁ ἁμαρτάνωνἀφαμαρτάνει τοῦ προκειμένου καὶ πεπλάνηται. τί δὲ καὶβέβλαψαι; εὑρήσεις γὰρ μηδένα τούτων, πρὸς οὓς παροξύνῃ,πεποιηκότα τι τοιοῦτον ἐξ οǷ ἡ διάνοιά σου χείρων ἔμελλεγενήσεσθαι˙ τὸ δὲ κακόν σου καὶ τὸ βλαβερὸν ἐνταῦθα πᾶσαντὴν ὑπόστασιν ἔχει. τί δαὶ κακὸν ἢ ξένον γέγονεν, εἰ ὁ ἀπαίδευτοςτὰ τοῦ ἀπαιδεύτου πράσσει; ὅρα μὴ σεαυτῷ μᾶλλον ἐγκαλεῖνὀφείλῃς, ὅτι οὐ προσεδόκησας τοῦτον τοῦτο ἁμαρτήσεσθαι˙ σὺγὰρ καὶ ἀφορμὰς ἐκ τοῦ λόγου εἶχες πρὸς τὸ ἐνθυμηθῆναι ὅτιεἰκός ἐστι τοῦτον τοῦτο ἁμαρτήσεσθαι, καὶ ὅμως ἐπιλαθόμενοςθαυμάζεις εἰ ἡμάρτηκεν. μάλιστα δέ, ὅταν ὡς ἀπίστῳ ἢ ἀχαρίστῳμέμφῃ, εἰς ἑαυτὸν ἐπιστρέφου˙ προδήλως γὰρ σὸν τὸ ἁμάρτημα,εἴτε περὶ τοῦ τοιαύτην τὴν διάθεσιν ἔχοντος ἐπίστευσας ὅτι τὴνπίστιν φυλάξει, εἴτε τὴν χάριν διδοὺς μὴ καταληκτικῶς ἔδωκαςμηδὲ ὥστε ἐξ αὐτῆς τῆς σῆς πράξεως εὐθὺς ἀπειληφέναι πάντατὸν καρπόν. τί γὰρ πλέον θέλεις εὖ ποιήσας, ἄνθρωπε; οὐκ ἀρκεῖτοῦτο, ὅτι κατὰ φύσιν τὴν σήν τι ἔπραξας, ἀλλὰ τούτου μισθὸνζητεῖς; ὡσεὶ ὁ ὀφθαλμὸς ἀμοιβὴν ἀπῄτει, ὅτι βλέπει, ἢ οἱ πόδες,ὅτι βαδίζουσιν. ὥσπερ γὰρ ταῦτα πρὸς τόδε τι γέγονεν, ὅπερκατὰ τὴν ἰδίαν κατασκευὴν ἐνεργοῦντα ἀπέχει τὸ ἴδιον, οὕτωςκαὶ ὁ ἄνθρωπος εὐεργετικὸς πεφυκώς, ὁπόταν τι εὐεργετικὸν ἢἄλλως εἰς τὰ μέσα συνεργητικὸν πράξῃ, πεποίηκε πρὸς ὃ κατεσκεύασται,καὶ ἔχει τὸ ἑαυτοῦ.