Μετάβαση στο περιεχόμενο

Τα εις εαυτόν/1

Από Βικιθήκη
Τὰ εἰς ἑαυτόν
Συγγραφέας:
1


  1. Παρὰ τοῦ πάππου Οὐήρου τὸ καλόηθες καὶ ἀόργητον.
  2. Παρὰ τῆς δόξης καὶ μνήμης τῆς περὶ τοῦ γεννήσαντος τὸ αἰδῆμον καὶ ἀῤῥενικόν.
  3. Παρὰ τῆς μητρὸς τὸ θεοσεβὲς καὶ μεταδοτικὸν καὶ ἀφεκτικὸν οὐ μόνον τοῦ κακοποιεῖν, ἀλλὰ καὶ τοῦ ἐπὶ ἐννοίας γίνεσθαι τοιαύτης˙ ἔτι δὲ τὸ λιτὸν κατὰ τὴν δίαιταν καὶ πόῤῥω τῆς πλουσιακῆς διαγωγῆς.
  4. Παρὰ τοῦ προπάππου τὸ μὴ εἰς δημοσίας διατριβὰς φοιτῆσαι καὶ τὸ ἀγαθοῖς διδασκάλοις κατ οἶκον χρήσασθαι καὶ τὸ γνῶναι ὅτι εἰς τὰ τοιαῦτα δεῖ ἐκτενῶς ἀναλίσκειν.
  5. Παρὰ τοῦ τροφέως τὸ μήτε Πρασιανὸς ἢ Βενετιανὸς μήτε Παλμουλάριος ἢ Σκουτάριος γενέσθαι˙ καὶ τὸ φερέπονον καὶ ὀλιγοδεές˙ καὶ τὸ αὐτουργικὸν καὶ ἀπολύπραγμον˙ καὶ τὸ δυσπρόσδεκτον διαβολῆς.
  6. Παρὰ Διογνήτου τὸ ἀκενόσπουδον˙ καὶ τὸ ἀπιστητικὸν τοῖς ὑπὸ τῶν τερατευομένων καὶ γοήτων περὶ ἐπῳδῶν καὶ [περὶ] δαιμόνων ἀποπομπῆς καὶ τῶν τοιούτων λεγομένοις˙ καὶ τὸ μὴ ὀρτυγοκοπεῖν μηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆσθαι˙ καὶ τὸ ἀνέχεσθαι παῤῥησίας˙ καὶ τὸ οἰκειωθῆναι φιλοσοφίᾳ καὶ τὸ ἀκοῦσαι πρῶτον μὲν Βακχείου, εἶτα Τανδάσιδος καὶ Μαρκιανοῦ˙ καὶ τὸ γράψαι διαλόγους ἐν παιδί˙ καὶ τὸ σκίμποδος καὶ δορᾶς ἐπιθυμῆσαι καὶ ὅσα τοιαῦτα τῆς Ἑλληνικῆς ἀγωγῆς ἐχόμενα.
  7. Παρὰ Ῥουστίκου τὸ λαβεῖν φαντασίαν τοῦ χρῄζειν διορθώσεως καὶ θεραπείας τοῦ ἤθους˙ καὶ τὸ μὴ ἐκτραπῆναι εἰς ζῆλον σοφιστικόν, μηδὲ τὸ συγγράφειν περὶ τῶν θεωρημάτων, ἢ προτρεπτικὰ λογάρια διαλέγεσθαι, ἢ φαντασιοπλήκτως τὸν ἀσκητικὸν ἢ τὸν εὐεργετικὸν ἄνδρα ἐπιδείκνυσθαι˙ καὶ τὸ ἀποστῆναι ῥητορικῆς καὶ ποιητικῆς καὶ ἀστειολογίας˙ καὶ τὸ μὴ ἐν στολίῳ κατ οἶκον περιπατεῖν μηδὲ τὰ τοιαῦτα ποιεῖν˙ καὶ τὸ τὰ ἐπιστόλια ἀφελῶς γράφειν, οἷον τὸ ὑπ αὐτοῦ τούτου ἀπὸ Σινοέσσης τῇ μητρί μου γραφέν˙ καὶ τὸ πρὸς τοὺς χαλεπήναντας καὶ πλημμελήσαντας εὐανακλήτως καὶ εὐδιαλλάκτως, ἐπειδὰν τάχιστα αὐτοὶ ἐπανελθεῖν ἐθελήσωσι, διακεῖσθαι˙ καὶ τὸ ἀκριβῶς ἀναγινώσκειν καὶ μὴ ἀρκεῖσθαι περινοοῦντα ὁλοσχερῶς μηδὲ τοῖς περιλαλοῦσι ταχέως συγκατατίθεσθαι˙ καὶ τὸ ἐντυχεῖν τοῖς Ἐπικτητείοις ὑπομνήμασιν, ὧν οἴκοθεν μετέδωκεν.
  8. Παρὰ Ἀπολλωνίου τὸ ἐλεύθερον καὶ ἀναμφιβόλως ἀκύβευτον καὶ πρὸς μηδὲν ἄλλο ἀποβλέπειν μηδὲ ἐπ ὀλίγον ἢ πρὸς τὸν λόγον˙ καὶ τὸ ἀεὶ ὅμοιον, ἐν ἀλγηδόσιν ὀξείαις, ἐν ἀποβολῇ τέκνου, ἐν μακραῖς νόσοις˙ καὶ τὸ ἐπὶ παραδείγματος ζῶντος ἰδεῖν ἐναργῶς ὅτι δύναται ὁ αὐτὸς σφοδρότατος εἶναι καὶ ἀνειμένος˙ καὶ τὸ ἐν ταῖς ἐξηγήσεσι μὴ δυσχεραντικόν˙ καὶ τὸ ἰδεῖν ἄνθρωπον σαφῶς ἐλάχιστον τῶν ἑαυτοῦ καλῶν ἡγούμενον τὴν ἐμπειρίαν καὶ τὴν ἐντρέχειαν τὴν περὶ τὸ παραδιδόναι τὰ θεωρήματα˙ καὶ τὸ μαθεῖν πῶς δεῖ λαμβάνειν τὰς δοκούσας χάριτας παρὰ φίλων, μήτε ἐξηττώμενον διὰ ταῦτα μήτε ἀναισθήτως παραπέμποντα.
  9. Παρὰ Σέξτου τὸ εὐμενές˙ καὶ τὸ παράδειγμα τοῦ οἴκου τοῦ πατρονομουμένου˙ καὶ τὴν ἔννοιαν τοῦ κατὰ φύσιν ζῆν˙ καὶ τὸ σεμνὸν ἀπλάστως˙ καὶ τὸ στοχαστικὸν τῶν φίλων κηδεμονικῶς˙ καὶ τὸ ἀνεκτικὸν τῶν ἰδιωτῶν καὶ τῶν ἀθεωρητὶ οἰομένων˙ καὶ τὸ πρὸς πάντας εὐάρμοστον, ὥστε κολακείας μὲν πάσης προσηνεστέραν εἶναι τὴν ὁμιλίαν αὐτοῦ, αἰδεσιμώτατον δὲ αὐτοῖς ἐκείνοις παῤ αὐτὸν ἐκεῖνον τὸν καιρὸν εἶναι˙ καὶ τὸ καταληπτικῶς καὶ ὁδῷ ἐξευρετικόν τε καὶ τακτικὸν τῶν εἰς βίον ἀναγκαίων δογμάτων˙ καὶ τὸ μηδὲ ἔμφασίν ποτε ὀργῆς ἢ ἄλλου τινὸς πάθους παρασχεῖν, ἀλλὰ ἅμα μὲν ἀπαθέστατον εἶναι, ἅμα δὲ φιλοστοργότατον˙ καὶ τὸ εὔφημον ἀψοφητὶ καὶ τὸ πολυμαθὲς ἀνεπιφάντως.
  10. Παρὰ Ἀλεξάνδρου τοῦ γραμματικοῦ τὸ ἀνεπίπληκτον καὶ τὸ μὴ ὀνειδιστικῶς ἐπιλαμβάνεσθαι τῶν βάρβαρον ἢ σόλοικόν τι ἢ ἀπηχὲς προενεγκαμένων, ἀλλ ἐπιδεξίως αὐτὸ μόνον ἐκεῖνο ὃ ἔδει εἰρῆσθαι προφέρεσθαι ἐν τρόπῳ ἀποκρίσεως ἢ συνεπιμαρτυρήσεως ἢ συνδιαλήψεως περὶ αὐτοῦ τοῦ πράγματος, οὐχὶ περὶ τοῦ ῥήματος, ἢ δἰ ἑτέρας τινὸς τοιαύτης ἐμμελοῦς παρυπομνήσεως.
  11. Παρὰ Φρόντωνος τὸ ἐπιστῆσαι οἵα ἡ τυραννικὴ βασκανία καὶ ποικιλία καὶ ὑπόκρισις, καὶ ὅτι ὡς ἐπίπαν οἱ καλούμενοι οǷτοι παῤ ἡμῖν εὐπατρίδαι ἀστοργότεροί πως εἰσί.
  12. Παρὰ Ἀλεξάνδρου τοῦ Πλατωνικοῦ τὸ μὴ πολλάκις μηδὲ χωρὶς ἀνάγκης λέγειν πρός τινα ἢ ἐν ἐπιστολῇ γράφειν ὅτι ἄσχολός εἰμι, μηδὲ διὰ τοιούτου τρόπου συνεχῶς παραιτεῖσθαι τὰ κατὰ τὰς πρὸς τοὺς συμβιοῦντας σχέσεις καθήκοντα, προβαλλόμενον τὰ περιεστῶτα πράγματα.
  13. Παρὰ Κατούλου τὸ μὴ ὀλιγώρως ἔχειν φίλου αἰτιωμένου τι, κἂν τύχῃ ἀλόγως αἰτιώμενος, ἀλλὰ πειρᾶσθαι [καὶ] ἀποκαθιστάναι ἐπὶ τὸ σύνηθες˙ καὶ τὸ περὶ τῶν διδασκάλων ἐκθύμως εὔφημον, οἷα τὰ περὶ Δομετίου καὶ Ἀθηνοδότου ἀπομνημονευόμενα˙ καὶ τὸ περὶ τὰ τέκνα ἀληθινῶς ἀγαπητικόν.
  14. Παρὰ Σευήρου τὸ φιλοίκειον καὶ φιλάληθες καὶ φιλοδίκαιον˙ καὶ τὸ δἰ αὐτὸν γνῶναι Θρασέαν, Ἑλβίδιον, Κάτωνα, Δίωνα, Βροῦτον˙ καὶ φαντασίαν λαβεῖν πολιτείας ἰσονόμου, κατ ἰσότητα καὶ ἰσηγορίαν διοικουμένης, καὶ βασιλείας τιμώσης πάντων μάλιστα τὴν ἐλευθερίαν τῶν ἀρχομένων˙ καὶ ἔτι παῤ αὐτοῦ τὸ ὁμαλὲς καὶ εὔτονον ἐν τῇ τιμῇ τῆς φιλοσοφίας˙ καὶ τὸ εὐποιητικὸν καὶ τὸ εὐμετάδοτον ἐκτενῶς καὶ τὸ εὔελπι˙ καὶ τὸ πιστευτικὸν περὶ τοῦ ὑπὸ τῶν φίλων φιλεῖσθαι, καὶ τὸ ἀνεπίκρυπτον πρὸς τοὺς καταγνώσεως ὑπ αὐτοῦ τυγχάνοντας, καὶ τὸ μὴ δεῖσθαι στοχασμοῦ τοὺς φίλους αὐτοῦ περὶ τοῦ τί θέλει ἢ τί οὐ θέλει, ἀλλὰ δῆλον εἶναι.
  15. Παρὰ Μαξίμου τὸ κρατεῖν ἑαυτοῦ καὶ κατὰ μηδὲν περίφορον εἶναι˙ καὶ τὸ εὔθυμον ἔν τε ταῖς ἄλλαις περιστάσεσι καὶ ἐν ταῖς νόσοις˙ καὶ τὸ εὔκρατον τοῦ ἤθους καὶ μειλίχιον καὶ γεραρόν˙ καὶ τὸ οὐ σχετλίως κατεργαστικὸν τῶν προκειμένων˙ καὶ τὸ πάντας αὐτῷ πιστεύειν περὶ ὧν λέγοι ὅτι οὕτως φρονεῖ, καὶ περὶ ὧν πράττοι ὅτι οὐ κακῶς πράττει. καὶ τὸ ἀθαύμαστον καὶ ἀνέκπληκτον καὶ μηδαμοῦ ἐπειγόμενον ἢ ὀκνοῦν ἢ ἀμηχανοῦν ἢ κατηφὲς ἢ προσσεσηρός, ἢ πάλιν θυμούμενον ἢ ὑφορώμενον˙ καὶ τὸ εὐεργετικὸν καὶ τὸ συγγνωμονικὸν καὶ τὸ ἀψευδές˙ καὶ τὸ ἀδιαστρόφου μᾶλλον ἢ διορθουμένου φαντασίαν παρέχειν˙ καὶ ὅτι οὔτε ᾠήθη ἄν ποτέ τις ὑπερορᾶσθαι ὑπ αὐτοῦ οὔτε ὑπέμεινεν ἂν κρείττονα αὐτοῦ αὑτὸν ὑπολαβεῖν˙ καὶ τὸ εὔχαρι ἐν τ ..
  16. Παρὰ τοῦ πατρὸς τὸ ἥμερον καὶ μενετικὸν ἀσαλεύτως ἐπὶ τῶν ἐξητασμένως κριθέντων˙ καὶ τὸ ἀκενόδοξον περὶ τὰς δοκούσας τιμάς˙ καὶ τὸ φιλόπονον καὶ ἐνδελεχές˙ καὶ τὸ ἀκουστικὸν τῶν ἐχόντων τι κοινωφελὲς εἰσφέρειν˙ καὶ τὸ ἀπαρατρέπτως [εἰς] τοῦ κατ ἀξίαν ἀπονεμητικὸν ἑκάστῳ˙ καὶ τὸ ἔμπειρον ποῦ μὲν χρεία ἐντάσεως, ποῦ δὲ ἀνέσεως˙ καὶ τὸ παῦσαι τὰ περὶ τοὺς ἔρωτας τῶν μειρακίων˙ καὶ ἡ κοινονοημοσύνη καὶ τὸ ἐφεῖσθαι τοῖς φίλοις μήτε συνδειπνεῖν αὐτῷ πάντως μήτε συναποδημεῖν ἐπάναγκες, ἀεὶ δὲ ὅμοιον αὐτὸν καταλαμβάνεσθαι ὑπὸ τῶν διὰ χρείας τινὰς ἀπολειφθέντων˙ καὶ τὸ ζητητικὸν ἀκριβῶς ἐν τοῖς συμβουλίοις καὶ ἐπίμονον, † ἀλλ οὐ τό˙ προαπέστη τῆς ἐρεύνης, ἀρκεσθεὶς ταῖς προχείροις φαντασίαις˙ καὶ τὸ διατηρητικὸν τῶν φίλων καὶ μηδαμοῦ ἁψίκορον μηδὲ ἐπιμανές˙ καὶ τὸ αὔταρκες ἐν παντὶ καὶ τὸ φαιδρόν˙ καὶ τὸ πόῤῥωθεν προνοητικὸν καὶ τῶν ἐλαχίστων προδιοικητικὸν ἀτραγῴδως˙ καὶ τὸ τὰς ἐπιβοήσεις καὶ πᾶσαν κολακείαν ἐπ αὐτοῦ ‹συ›σταλῆναι˙ καὶ τὸ φυλακτικὸν ἀεὶ τῶν ἀναγκαίων τῇ ἀρχῇ καὶ ταμιευτικὸν τῆς χορηγίας καὶ ὑπομενετικὸν τῆς ἐπὶ τῶν τοιούτων τινῶν καταιτιάσεως˙ καὶ τὸ μήτε περὶ θεοὺς δεισίδαιμον μήτε περὶ ἀνθρώπους δημοκοπικὸν ἢ ἀρεσκευτικὸν ἢ ὀχλοχαρές, ἀλλὰ νῆφον ἐν πᾶσι καὶ βέβαιον καὶ μηδαμοῦ ἀπειρόκαλον μηδὲ καινοτόμον˙ καὶ τὸ τοῖς εἰς εὐμάρειαν βίου φέρουσί τι, ὧν ἡ τύχη παρεῖχε δαψίλειαν, χρηστικὸν ἀτύφως ἅμα καὶ ἀπροφασίστως, ὥστε παρόντων μὲν ἀνεπιτηδεύτως ἅπτεσθαι, ἀπόντων δὲ μὴ δεῖσθαι˙ καὶ τὸ μηδὲ ἄν τινα εἰπεῖν μήτε ὅτι σοφιστὴς μήτε ὅτι οὐερνάκλος μήτε ὅτι σχολαστικός, ἀλλ ὅτι ἀνὴρ πέπειρος, τέλειος, ἀκολάκευτος, προεστάναι δυνάμενος καὶ τῶν ἑαυτοῦ καὶ ἄλλων. πρὸς τούτοις δὲ καὶ τὸ τιμητικὸν τῶν ἀληθῶς φιλοσοφούντων, τοῖς δὲ ἄλλοις οὐκ ἐξονειδιστικὸν οὐδὲ μὴν εὐπαράγωγον ὑπ αὐτῶν˙ ἔτι δὲ τὸ εὐόμιλον καὶ εὔχαρι οὐ κατακόρως˙ καὶ τὸ τοῦ ἰδίου σώματος ἐπιμελητικὸν ἐμμέτρως, οὔτε ὡς ἄν τις φιλόζωος οὔτε πρὸς καλλωπισμὸν οὔτε μὴν ὀλιγώρως, ἀλλ ὥστε διὰ τὴν ἰδίαν προσοχὴν εἰς ὀλίγιστα ἰατρικῆς χρῄζειν ἢ φαρμάκων καὶ ἐπιθεμάτων [ἐκτός]˙ μάλιστα δὲ τὸ παραχωρητικὸν ἀβασκάνως τοῖς δύναμίν τινα κεκτημένοις, οἷον τὴν φραστικὴν ἢ τὴν ἐξ ἱστορίας νόμων ἢ ἐθῶν ἢ ἄλλων τινῶν πραγμάτων, καὶ συσπουδαστικὸν αὐτοῖς, ἵνα ἕκαστοι κατὰ τὰ ἴδια προτερήματα εὐδοκιμῶσι˙ πάντα δὲ κατὰ τὰ πάτρια πράςσων, οὐδὲ αὐτὸ τοῦτο ἐπιτηδεύων φαίνεσθαι, τὸ τὰ πάτρια φυλάςσειν. ἔτι δὲ τὸ μὴ εὐμετακίνητον καὶ ῥιπταστικόν, ἀλλὰ καὶ τόποις καὶ πράγμασι τοῖς αὐτοῖς ἐνδιατριπτικόν˙ καὶ τὸ μετὰ τοὺς παροξυσμοὺς τῆς κεφαλαλγίας νεαρὸν εὐθὺς καὶ ἀκμαῖον πρὸς τὰ συνήθη ἔργα˙ καὶ τὸ μὴ εἶναι αὐτῷ πολλὰ τὰ ἀπόῤῥητα, ἀλλ ὀλίγιστα καὶ σπανιώτατα καὶ ταῦτα ὑπὲρ τῶν κοινῶν μόνον˙ καὶ τὸ ἔμφρον καὶ μεμετρημένον ἔν τε θεωριῶν ἐπιτελέσει καὶ ἔργων κατασκευαῖς καὶ διανομαῖς καὶ τοῖς τοιούτοις, ‹ὡς› ἀνθρώπου πρὸς αὐτὸ τὸ δέον πραχθῆναι δεδορκότος, οὐ πρὸς τὴν ἐπὶ τοῖς πραχθεῖσιν εὐδοξίαν. οὐκ ἦν ἀωρὶ λούστης, οὐχὶ φιλοικοδόμος, οὐ περὶ τὰς ἐδωδὰς ἐπινοητής, οὐ περὶ ἐσθήτων ὑφὰς καὶ χρόας, οὐ περὶ σωμάτων ὥρας. ἡ ἀπὸ Λωρίου στολὴ ἀνάγουσα ἀπὸ τῆς κάτω ἐπαύλεως˙ καὶ τῶν ἐν Λανουβίῳ τὰ πολλά˙ τῷ τελώνῃ ἐν Τούσκλοις παραιτουμένῳ ὡς ἐχρήσατο καὶ πᾶς ὁ τοιοῦτος τρόπος. οὐδὲν ἀπηνὲς οὐδὲ μὴν ἀδυσώπητον οὐδὲ λάβρον οὐδὲ ὥστ ἄν τινα εἰπεῖν ποτε˙ “ἕως ἱδρῶτοσ”˙ ἀλλὰ πάντα διειλημμένα λελογίσθαι ὡς ἐπὶ σχολῆς, ἀταράχως, τεταγμένως, ἐῤῥωμένως, συμφώνως ἑαυτοῖς. ἐφαρμόσειε δ ἂν αὐτῷ τὸ περὶ τοῦ Σωκράτους μνημονευόμενον, ὅτι καὶ ἀπέχεσθαι καὶ ἀπολαύειν ἐδύνατο τούτων, ὧν πολλοὶ πρός τε τὰς ἀποχὰς ἀσθενῶς καὶ πρὸς τὰς ἀπολαύσεις ἐνδοτικῶς ἔχουσι. τὸ δὲ ἰσχύειν καὶ ἔτι καρτερεῖν καὶ ἐννήφειν ἑκατέρῳ ἀνδρός ἐστιν ἄρτιον καὶ ἀήττητον ψυχὴν ἔχοντος, οἷον ἐν τῇ νόσῳ τὴν Μαξίμου.
  17. Παρὰ τῶν θεῶν τὸ ἀγαθοὺς πάππους, ἀγαθοὺς γονέας, ἀγαθὴν ἀδελφήν, ἀγαθοὺς διδασκάλους, ἀγαθοὺς οἰκείους, συγγενεῖς, φίλους, σχεδὸν ἅπαντα ἔχειν˙ καὶ ὅτι περὶ οὐδένα αὐτῶν προέπεσον πλημμελῆσαί τι, καίτοι διάθεσιν ἔχων τοιαύτην, ἀφ ἧς, εἰ ἔτυχε, κἂν ἔπραξά τι τοιοῦτον˙ τῶν θεῶν δὲ εὐποιία τὸ μηδεμίαν συνδρομὴν πραγμάτων γενέσθαι, ἥτις ἔμελλέ με ἐλέγξειν. καὶ τὸ μὴ ἐπὶ πλέον τραφῆναι παρὰ τῇ παλλακῇ τοῦ πάππου καὶ τὸ τὴν ὥραν διασῶσαι καὶ τὸ μὴ πρὸ ὥρας ἀνδρωθῆναι, ἀλλ ἔτι καὶ ἐπιλαβεῖν τοῦ χρόνου. τὸ ἄρχοντι καὶ πατρὶ ὑποταχθῆναι, ὃς ἔμελλε πάντα τὸν τῦφον ἀφαιρήσειν μου καὶ εἰς ἔννοιαν ἄξειν τοῦ ὅτι δυνατόν ἐστιν ἐν αὐλῇ βιοῦντα μήτε δορυφορήσεων χρῄ ζειν μήτε ἐσθήτων σημειωδῶν μήτε λαμπάδων καὶ ἀνδριάντων ‹καὶ› τοιῶνδέ τινων [καὶ] τοῦ ὁμοίου κόμπου, ἀλλ ἔξεστιν ἐγγυτάτω ἰδιώτου συστέλλειν ἑαυτὸν καὶ μὴ διὰ τοῦτο ταπεινότερον ἢ ῥᾳ θυμότερον ἔχειν πρὸς τὰ ὑπὲρ τῶν κοινῶν ἡγεμονικῶς πραχθῆναι δέοντα. τὸ ἀδελφοῦ τοιούτου τυχεῖν, δυναμένου μὲν διὰ ἤθους ἐπεγεῖραί με πρὸς ἐπιμέλειαν ἐμαυτοῦ, ἅμα δὲ καὶ τιμῇ καὶ στοργῇ εὐφραίνοντός με˙ τὸ παιδία μοι ἀφυῆ μὴ γενέσθαι μηδὲ κατὰ τὸ σωμάτιον διάστροφα. τὸ μὴ ἐπὶ πλέον με προκόψαι ἐν ῥητορικῇ καὶ ποιητικῇ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασιν, ἐν οἷς ἴσως ἂν κατεσχέθην, εἰ ᾐσθόμην ἐμαυτὸν εὐόδως προϊόντα. τὸ φθάσαι τοὺς τροφέας ἐν ἀξιώματι καταστῆσαι, οǷ δὴ ἐδόκουν μοι ἐπιθυμεῖν, καὶ μὴ ἀναβαλέσθαι ἐλπίδι τοῦ με, ἐπεὶ νέοι ἔτι ἦσαν, ὕστερον αὐτὸ πράξειν. τὸ γνῶναι Ἀπολλώνιον, Ῥούστικον, Μάξιμον. τὸ φαντασθῆναι περὶ τοῦ κατὰ φύσιν βίου ἐναργῶς καὶ πολλάκις οἷός τίς ἐστιν, ὥστε, ὅσον ἐπὶ τοῖς θεοῖς καὶ ταῖς ἐκεῖθεν διαδόσεσι καὶ συλλήψεσι καὶ ἐπιπνοίαις, μηδὲν κωλύειν ἤδη κατὰ φύσιν ζῆν με, ἀπολείπεσθαι δέ τι ἔτι τούτου παρὰ τὴν ἐμὴν αἰτίαν καὶ παρὰ τὸ μὴ διατηρεῖν τὰς ἐκ τῶν θεῶν ὑπομνήσεις καὶ μονονουχὶ διδασκαλίας˙ τὸ ἀντισχεῖν μοι τὸ σῶμα ἐπὶ τοσοῦτον ἐν τοιούτῳ βίῳ˙ τὸ μήτε Βενεδίκτης ἅψασθαι μήτε Θεοδότου, ἀλλὰ καὶ ὕστερον ἐν ἐρωτικοῖς πάθεσι γενόμενον ὑγιᾶναι˙ τὸ χαλεπήναντα πολλάκις Ῥουστίκῳ μηδὲν πλέον πρᾶξαι, ἐφ ᾧ ἂν μετέγνων˙ τὸ μέλλουσαν νέαν τελευτᾶν τὴν τεκοῦσαν ὅμως οἰκῆσαι μετ ἐμοῦ τὰ τελευταῖα ἔτη. τὸ ὁσάκις ἐβουλήθην ἐπικουρῆσαί τινι πενομένῳ ἢ εἰς ἄλλο τι χρῄζοντι, μηδέποτε ἀκοῦσαί με ὅτι οὐκ ἔστι μοι χρήματα, ὅθεν γένηται, καὶ τὸ αὐτῷ ἐμοὶ χρείαν ὁμοίαν, ὡς παῤ ἑτέρου μεταλαβεῖν, μὴ συμπεσεῖν˙ τὸ τὴν γυναῖκα τοιαύτην εἶναι, οὑτωσὶ μὲν πειθήνιον, οὕτω δὲ φιλόστοργον, οὕτω δὲ ἀφελῆ˙ τὸ ἐπιτηδείων τροφέων εἰς τὰ παιδία εὐπορῆσαι. τὸ δἰ ὀνειράτων βοηθήματα δοθῆναι ἄλλα τε καὶ ὡς μὴ πτύειν αἷμα καὶ μὴ ἰλιγγιᾶν, καὶ τὸ τοῦ ἐν Καιήτῃ “ὥσπερ χρήσ”˙ ‹τὸ› ὅπως ἐπεθύμησα φιλοσοφίας, μὴ ἐμπεσεῖν εἴς τινα σοφιστὴν μηδὲ ἀποκαθίσαι ἐπὶ τοῦ συγγραφὰς ἢ συλλογισμοὺς ἀναλύειν ἢ περὶ τὰ μετεωρολογικὰ καταγίνεσθαι. πάντα γὰρ ταῦτα “θεῶν βοηθῶν καὶ τύχης δεῖτα”.